Φλαυίου Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας
Liber VII
Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας
α. Ὡς Δαυίδης μὲν τῆς μιᾶς φυλῆς ἐβασίλευσεν ἐν Γιβρῶνι τῇ πόλει, τοῦ δ'
ἄλλου πλήθους ὁ Σαούλου παῖς.
β. ὅτι τούτου φονευθέντος ἐξ ἐπιβουλῆς φίλων ἅπασιν τὴν βασιλείαν Δαυίδης
παρέλαβεν.
γ. ὡς πολιορκήσας Ἱεροσόλυμα Δαυίδης καὶ λαβὼν τὴν πόλιν ἐξέβαλε μὲν ἐξ
αὐτῆς τοὺς Χαναναίους, ἐνῴκισε δὲ εἰς αὐτὴν Ἰουδαίους.
δ. ὅτι στρατεύσαντας ἐπ' αὐτὸν δὶς Παλαιστίνους ἐν Ἱεροσολύμοις ἐνίκησεν.
ε. ἡ γενομένη πρὸς Εἴρωμον τὸν Τυρίων βασιλέα [καὶ] Δαυίδου φιλία.
ς. ὡς τοῖς πέριξ ἔθνεσι στρατεύσας Δαυίδης καὶ χειρωσάμενος φόρον ἐπέταξεν
αὑτῷ τελεῖν.
ζ. ἡ γενομένη πρὸς Δαμασκηνοὺς Δαυίδῃ μάχη καὶ νίκη.
η. πῶς ἐπὶ τοὺς Μεσοποταμίους στρατεύσας ἐκράτησεν αὐτῶν.
θ. ὅτι τῶν περὶ τὴν οἰκίαν αὐτῷ στασιασάντων ὑπὸ τοῦ παιδὸς ἐξεβλήθη τῆς
ἀρχῆς εἰς τὴν πέραν τοῦ Ἰορδάνου.
ι. ὡς στρατεύσας Ἀψάλωμος ἐπὶ τὸν πατέρα Δαυίδην ἀπώλετο σὺν τῷ στρατῷ.
ια. πῶς εἰς τὴν βασιλείαν πάλιν κατῆλθε καὶ ζήσας εὐδαιμόνως ἔτι περιὼν
Σολόμωνα τὸν υἱὸν ἀπέδειξε βασιλέα.
ιβ. τελευτὴ Δαυίδου καταλιπόντος τῷ παιδὶ πολλὴν ὕλην ἀργύρου τε καὶ χρυσοῦ
καὶ λιθίας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.
περιέχει ἡ βίβλος χρόνον ἐτῶν τεσσαράκοντα.
I
(1)[1] Συνέβη δὲ ταύτην γενέσθαι τὴν μάχην καθ' ἣν ἡμέραν καὶ Δαυίδης
τοὺς Ἀμαληκίτας νικήσας εἰς Σίκελλαν ὑπέστρεψεν. ἤδη δὲ αὐτοῦ δύο ἡμέρας
ἔχοντος ἐν τῇ Σικέλλα τῇ τρίτῃ παραγίνεται διασωθεὶς ἐκ τῆς μάχης τῆς πρὸς
Παλαιστίνους ὁ τὸν Σαοῦλον ἀνελὼν τήν τε ἐσθῆτα περιερρηγμένος καὶ τὴν κεφαλὴν
τέφρᾳ περιχεάμενος. [2] καὶ προσκυνήσας αὐτὸν πυνθανομένῳ, πόθεν ἥκοι
τοιοῦτος, ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν μάχης ἔλεγε: γενέσθαι δ' ἀτυχὲς αὐτῆς τὸ τέλος
ἐδήλου πολλῶν μὲν ἀναιρεθεισῶν τοῖς Ἑβραίοις μυριάδων, πεσόντος δὲ καὶ τοῦ
βασιλέως αὐτῶν Σαούλου μετὰ τῶν τέκνων: [3] ταῦτα δὲ σημαίνειν ἔφασκεν
αὐτὸς παρατυχὼν τῇ τροπῇ τῶν Ἑβραίων καὶ τῷ βασιλεῖ πεφευγότι παρών, ὃν καὶ
κτεῖναι μέλλοντα ὑπὸ τῶν πολεμίων λαμβάνεσθαι παρακληθεὶς αὐτὸς ὡμολόγει: τῇ
ῥομφαίᾳ γὰρ αὐτὸν ἐπιπεσόντα διὰ τὴν τῶν τραυμάτων ὑπερβολὴν αὑτὸν ἀσθενῆσαι
κατεργάσασθαι. [4] καὶ σύμβολα τῆς ἀναιρέσεως ἐπεδείκνυεν τόν τε περὶ τοῖς
βραχίοσι χρυσὸν τοῦ βασιλέως καὶ τὸν στέφανον, ἃ περιδύσας τὸν Σαούλου νεκρὸν
κομίσειεν αὐτῷ. Δαυίδης δὲ μηκέτ' ἀπιστεῖν ἔχων ἀλλ' ἐναργῆ τεκμήρια τοῦ
Σαούλου θανάτου βλέπων καταρρηγνύει μὲν τὴν ἐσθῆτα, κλαίων δὲ καὶ ὀδυρόμενος
μετὰ τῶν ἑταίρων ὅλην διεκαρτέρησε τὴν ἡμέραν. [5] ποιεῖ δ' αὐτῷ τὴν λύπην
χαλεπωτέραν ὁ Σαούλου παῖς Ἰωνάθης πιστότατός τε ὢν φίλος αὐτῷ καὶ σωτηρίας
αἴτιος γεγενημένος. τοσαύτην δ' ἐπεδείξατο τὴν ἀρετὴν καὶ τὴν πρὸς τὸν Σαοῦλον
εὔνοιαν, ὡς μὴ μόνον ἐπὶ τεθνηκότι χαλεπῶς ἐνεγκεῖν πολλάκις ὑπ' αὐτοῦ
κινδυνεύσας ἀφαιρεθῆναι τὸν βίον, ἀλλὰ καὶ τὸν ἀποκτείναντα κολάσαι.
[6] φήσας γὰρ πρὸς αὐτὸν, ὡς αὐτὸς γένοιτο κατήγορος ἀνελὼν τὸν βασιλέα,
καὶ μαθών, ὡς εἴη πατρὸς Ἀμαληκίτου γένος, ἐκέλευσεν αὐτὸν ἀπολέσθαι. ἔγραψε δὲ
καὶ θρήνους καὶ ἐπιταφίους ἐπαίνους Σαούλου καὶ Ἰωνάθου, οἳ καὶ μέχρις ἐμοῦ
διαμένουσιν.
(2)[7] Ἐπεὶ δὲ τούτοις ἐξετίμησε τὸν βασιλέα παυσάμενος τοῦ πένθους
ἤρετο τὸν θεὸν διὰ τοῦ προφήτου, τίνα δίδωσιν αὐτῷ κατοικῆσαι πόλιν τῆς Ἰούδα
καλουμένης φυλῆς. φήσαντος δ' αὐτοῦ διδόναι Γιβρῶνα καταλιπὼν τὴν Σίκελλαν εἰς
ἐκείνην παραγίνεται τάς τε γυναῖκας ἐπαγόμενος τὰς αὑτοῦ, δύο δὲ ἦσαν, καὶ τοὺς
ὁπλίτας τοὺς σὺν αὐτῷ. [8] συνελθὼν δὲ πρὸς αὐτὸν πᾶς ὁ τῆς φυλῆς τῆς
προειρημένης λαὸς ἀποδείκνυσιν αὐτὸν βασιλέα. ἀκούσας δ' ὅτι τὸν Σαοῦλον καὶ
τοὺς υἱοὺς αὐτοῦ θάψειαν οἱ ἐν Ἰαβησῷ τῆς Γαλααδίτιδος κατοικοῦντες, ἔπεμψε
πρὸς αὐτοὺς ἐπαινῶν καὶ ἀποδεχόμενος αὐτῶν τὸ ἔργον, καὶ χάριτας ἀποδώσειν ἀντὶ
τῆς πρὸς τοὺς τεθνηκότας σπουδῆς ὑπισχνούμενος, ἅμα δὲ καὶ δηλῶν ὡς ἡ Ἰούδα
φυλὴ κεχειροτόνηκεν αὐτὸν βασιλέα.
(3)[9] Ὁ δὲ τοῦ Σαούλου μὲν ἀρχιστράτηγος Ἀβεννῆρος Νήρου δὲ παῖς ἀνὴρ
δραστήριος καὶ ἀγαθὸς τὴν φύσιν, ὡς ἔγνω πεσόντα τὸν βασιλέα καὶ τὸν Ἰωνάθην
καὶ τοὺς δύο τοὺς ἄλλους αὐτοῦ παῖδας, ἐπειχθεὶς εἰς τὴν παρεμβολὴν καὶ τὸν
περιλειπόμενον ἐξαρπάσας υἱὸν αὐτοῦ, Ἰέβοσθος δ' ἐκαλεῖτο, διαβιβάζει πρὸς τοὺς
πέραν τοῦ Ἰορδάνου καὶ παντὸς ἀποδείκνυσι τοῦ πλήθους βασιλέα πάρεξ τῆς Ἰούδα
φυλῆς. [10] βασίλειον δ' ἐποίησεν αὐτῷ τὴν κατὰ μὲν τὴν ἐπιχώριον γλῶτταν
Μάναλιν, κατὰ δὲ τὴν Ἑλλήνων Παρεμβολὰς λεγομένην: ὥρμησε δ' ἐκεῖθεν Ἀβεννῆρος
μετὰ στρατιᾶς ἐπιλέκτου συμβαλεῖν τοῖς ἐκ τῆς Ἰούδα φυλῆς προαιρούμενος:
ὤργιστο γὰρ αὐτοῖς βασιλέα τὸν Δαυίδην κεχειροτονηκόσιν. [11] ἀπήντησε δ'
αὐτῷ πεμφθεὶς ὑπὸ Δαυίδου Σαρουίας μὲν παῖς, πατρὸς δὲ Σουρί, ἐκ δὲ τῆς ἀδελφῆς
τῆς ἐκείνου γεγονὼς αὐτῷ Ἰώαβος ἀρχιστράτηγος ὢν αὐτοῦ, μετὰ καὶ τῶν ἀδελφῶν
Ἀβεσσαίου καὶ Ἀσαήλου καὶ πάντων τῶν Δαυίδου ὁπλιτῶν. καὶ περιτυχὼν ἐπί τινος
κρηνίδος ἐν Γαβαῶ πόλει παρατάσσεται πρὸς μάχην. [12] τοῦ δ' Ἀβεννήρου
φήσαντος πρὸς αὐτὸν βούλεσθαι μαθεῖν, πότερος αὐτῶν ἀνδρειοτέρους στρατιώτας
ἔχει, συντίθεται παρ' ἀμφοτέρων δυοκαίδεκα μαχησομένους συμβαλεῖν. προελθόντες
τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφ' ἑκατέρων τῶν στρατηγῶν
ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπ' ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν
κεφαλῶν ἐλλαμβανόμενοι κατέχοντες αὑτοὺς ἔπαιον εἰς τὰς πλευρὰς καὶ τὰς λαγόνας
ἀλλήλους ταῖς ῥομφαίαις, ἕως οὗ πάντες ὥσπερ ἐκ συνθήματος ἀπώλοντο.
[13] πεσόντων δὲ τούτων συνέρρηξε καὶ ἡ λοιπὴ στρατιά, καὶ καρτερᾶς τῆς
μάχης γενομένης ἡττήθησαν οἱ τοῦ Ἀβεννήρου: καὶ τραπέντας οὐκ ἀνίει διώκων
Ἰώαβος, ἀλλ' αὐτός τε ἐπέκειτο παρακελευόμενος τοὺς ὁπλίτας ἐκ ποδὸς ἕπεσθαι
καὶ μὴ κάμνειν ἀναιροῦντας, [14] οἵ τε ἀδελφοὶ προθύμως ἠγωνίσαντο, καὶ
διαφανέστερος τῶν ἄλλων μάλιστα ὁ νεώτερος Ἀσάηλος, ὃς ἐπὶ ποδῶν ὠκύτητι κλέος
εἶχεν: οὐ γὰρ ἀνθρώπους ἐνίκα μόνον, ἀλλὰ καὶ ἵππῳ καταστάντα εἰς ἅμιλλαν
λέγουσι παραδραμεῖν, καὶ τὸν Ἀβεννῆρον ἐδίωκεν ὑπὸ ῥύμης καὶ τῆς ἐπ' ὀρθὸν
φορᾶς εἰς οὐδέτερον ἐγκλιθεὶς τῶν μερῶν. [15] ἐπιστραφέντος δὲ τοῦ
Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος
ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν
δ' ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ
κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον
[δὲ] τοὺς λόγους, ἀλλ' ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ
πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμ' ἀπέκτεινεν. [16] οἱ δὲ μετ' αὐτοῦ
διώκοντες τὸν Ἀβεννῆρον ὡς ἦλθον ἐπὶ τὸν τόπον, οὗ κεῖσθαι συνέβαινε τὸν
Ἀσάηλον, περιστάντες τὸν νεκρὸν οὐκέτι τοὺς πολεμίους ἐδίωκον: ὁ δὲ Ἰώαβος
αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀβεσσαῖος παραδραμόντες τὸ πτῶμα καὶ τῆς πλείονος ἐπὶ
τὸν Ἀβεννῆρον σπουδῆς αἰτίαν τὴν ὑπὲρ τοῦ τετελευτηκότος ὀργὴν λαβόντες, ἀπίστῳ
τάχει καὶ προθυμίᾳ χρώμενοι μέχρι τόπου τινός, Ὄμματον καλοῦσιν, ἐδίωξαν τὸν
Ἀβεννῆρον ἤδη περὶ δυσμὰς ὄντος ἡλίου. [17] ἀναβὰς δ' ἐπί τινα βουνόν, ὅς
ἐστιν ἐν ἐκείνῳ τῷ τόπῳ μετὰ τῆς Βενιαμίτιδος φυλῆς, αὐτούς τε κατεσκέπτετο καὶ
τὸν Ἀβεννῆρον. τούτου δὲ ἀνακεκραγότος καὶ φήσαντος, μὴ δεῖν ἄνδρας ὁμοφύλους
εἰς ἔριδα καὶ μάχην παροξύνειν, ἁμαρτεῖν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀσάηλον, ὃς
παραινοῦντος μὴ διώκειν οὐκ ἐπείσθη καὶ διὰ τοῦτο βληθεὶς ἀπέθανε, συμφρονήσας καὶ
παράκλησιν ἡγησάμενος τούτους τοὺς λόγους ὁ Ἰώαβος ἀνακαλεῖ τῇ σάλπιγγι σημάνας
τοὺς στρατιώτας καὶ τῆς ἐπὶ πολὺ διώξεως ἐπισχών. [18] καὶ οὗτος μὲν ἐπ'
ἐκείνου καταστρατοπεδεύεται τοῦ τόπου τὴν νύκτα ταύτην, Ἀβεννῆρος δὲ δι' ὅλης
αὐτῆς ὁδεύσας καὶ περαιωσάμενος τὸν Ἰόρδανον ποταμὸν ἀφικνεῖται πρὸς τὸν τοῦ
Σαούλου παῖδα εἰς τὰς Παρεμβολὰς Ἰέβωσθον. τῇ δ' ἐχομένῃ τοὺς νεκροὺς ὁ Ἰώαβος
ἐξαριθμήσας ἅπαντας ἐκήδευσεν. [19] ἔπεσον δὲ τῶν μὲν Ἀβεννήρου στρατιωτῶν
ὡς τριακόσιοι καὶ ἑξήκοντα, τῶν δὲ Δαυίδου δέκα πρὸς τοῖς ἐννέα καὶ Ἀσάηλος, οὗ
τὸ σῶμα κομίσαντες ἐκεῖθεν Ἰώαβος καὶ Ἀβεσσαῖος εἰς Βηθλεέμην καὶ θάψαντες ἐν
τῷ πατρῴῳ μνήματι πρὸς Δαυίδην εἰς Γιβρῶνα παρεγένοντο. [20] ἤρξατο μὲν
οὖν ἐξ ἐκείνου τοῦ χρόνου τοῖς Ἑβραίοις ἐμφύλιος πόλεμος καὶ διέμεινεν ἄχρι
πολλοῦ, τῶν μὲν μετὰ Δαυίδου κρειττόνων ἀεὶ γινομένων καὶ πλεῖον ἐν τοῖς
κινδύνοις φερομένων, τοῦ δὲ Σαούλου παιδὸς καὶ τῶν ὑπηκόων αὐτοῦ κατὰ πᾶσαν
σχεδὸν ἡμέραν ἐλαττουμένων.
(4)[21] Ἐγένοντο δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ παῖδες Δαυίδῃ τὸν
ἀριθμὸν ἓξ [ἐκ γυναικῶν τοσούτων], ὧν ὁ μὲν πρεσβύτατος ἐκ μητρὸς Ἀχίνας
γενόμενος Ἀμνὼν ἐκλήθη, ὁ δὲ δεύτερος ἐκ γυναικὸς Ἀβιγαίας Δανίηλος, τῷ τρίτῳ
δ' ἐκ τῆς Θολομαίου θυγατρὸς Μαχάμης φύντι τοῦ Γεσσιρῶν βασιλέως Ἀψάλωμος
ὄνομα, τὸν δὲ τέταρτον Ἀδωνίαν ἐκ γυναικὸς Ἀήθης προσηγόρευσε, τὸν πέμπτον δὲ
Σαφατίαν τῆς Ἀβιτάλης καὶ τὸν ἕκτον Γεθερσὰν τῆς Γαλαὰδ ἐπωνόμασε.
[22] τοῦ δ' ἐμφυλίου πολέμου συνεστῶτος καὶ συμπιπτόντων εἰς ἔργα καὶ
μάχην πυκνῶς μεθ' ἑκατέρου τῶν βασιλέων, Ἀβεννῆρος ὁ τοῦ Σαούλου παιδὸς ἀρχιστράτηγος
συνετὸς ὢν καὶ σφόδρα εὔνουν ἔχων τὸ πλῆθος πάντας συμμεῖναι [τῷ
Ἰεβόσθῳ] παρεσκεύασε: καὶ διέμειναν ἱκανὸν χρόνον τὰ ἐκείνου φρονοῦντες.
[23] ὕστερον δ' ἐν ἐγκλήματι γενόμενος Ἀβεννῆρος καὶ λαβὼν αἰτίαν ὡς
συνέλθοι τῇ Σαούλου παλλακῇ Ῥαισφᾶ μὲν τοὔνομα Σιβάτου δὲ θυγατρί, καὶ
καταμεμφθεὶς ὑπὸ Ἰεβώσθου περιαλγήσας καὶ θυμωθείς, ὡς οὐ δικαίων τῶν παρ'
αὐτοῦ τυγχάνοι πάσῃ προνοίᾳ περὶ αὐτὸν χρώμενος, ἠπείλησε μὲν τὴν βασιλείαν εἰς
Δαυίδην περιστήσειν, ἐπιδείξειν δὲ ὡς οὐχὶ διὰ τὴν ἰδίαν ῥώμην καὶ σύνεσιν ἄρχοι
τῶν πέραν Ἰορδάνου, διὰ δὲ τὴν αὐτοῦ στρατηγίαν τε καὶ πίστιν. [24] καὶ
πέμψας εἰς Γιβρῶνα παρὰ Δαυίδην λαβεῖν ὅρκους τε καὶ πίστεις ἠξίου, ἦ μὴν ἕξειν
αὐτὸν ἑταῖρον καὶ φίλον ἀναπείσαντα τὸν λαὸν τοῦ Σαούλου μὲν ἀποστῆναι παιδός,
αὐτὸν δὲ ἀποδείξαντα πάσης τῆς χώρας βασιλέα. [25] τοῦ δὲ Δαυίδου
ποιησαμένου τὰς ὁμολογίας, ἥσθη γὰρ ἐφ' οἷς Ἀβεννῆρος διεπρεσβεύσατο πρὸς
αὐτόν, καὶ πρῶτον τεκμήριον παρασχεῖν τῶν συνθηκῶν ἀξιώσαντος ἀνασώσαντα πρὸς
αὐτὸν [Μελχάλην] τὴν γυναῖκα μεγάλοις ὠνηθεῖσαν ὑπ' αὐτοῦ κινδύνοις καὶ
Παλαιστίνων κεφαλαῖς ἑξακοσίαις, ἃς ὑπὲρ αὐτῆς ἐκόμισε τῷ πατρὶ Σαούλῳ,
[26] πέμπει μὲν αὐτῷ τὴν Μελχάλην ἀποσπάσας Ὀφελτίου τοῦ τότε συνοικοῦντος
αὐτῇ, πρὸς τοῦτο καὶ Ἰεβώσθου συμπράξαντος: ἐγεγράφει γὰρ αὐτῷ Δαυίδης τὴν
γυναῖκα δικαίως ἀπολαβεῖν: συγκαλέσας δὲ τοὺς γεγηρακότας τοῦ πλήθους καὶ
ταξιάρχους καὶ χιλιάρχους λόγους ἐποιήσατο πρὸς αὐτούς, [27] ὡς ἔχοντας
ἑτοίμως ἀποστῆναι μὲν Ἰεβώσθου Δαυίδῃ δὲ προσθέσθαι ταύτης ἀποστρέψειε τῆς
ὁρμῆς, νῦν μέντοι γε ἐπιτρέποι χωρεῖν ᾗ βούλονται: καὶ γὰρ εἰδέναι τὸν θεὸν διὰ
Σαμουήλου τοῦ προφήτου Δαυίδην χειροτονήσαντα πάντων Ἑβραίων βασιλέα, προειπεῖν
δ' ὅτι Παλαιστίνους ἐκεῖνος αὐτὸς τιμωρήσεται καὶ ποιήσει κρατήσας ὑποχειρίους.
[28] ταῦτ' ἀκούσαντες οἱ πρεσβύτεροι καὶ ἡγεμόνες, ὡς τὴν Ἀβεννήρου γνώμην
ᾗ πρότερον εἶχον αὐτοὶ περὶ τῶν πραγμάτων σύμφωνον προσέλαβον, τὰ Δαυίδου
φρονεῖν μετεβάλοντο. [29] πεισθέντων δὲ τούτων Ἀβεννῆρος συγκαλεῖ τὴν
Βενιαμιτῶν φυλήν, οἱ γὰρ ἐκ ταύτης ἅπαντες Ἰεβώσθου σωματοφύλακες ἦσαν, καὶ
ταὐτὰ πρὸς αὐτοὺς διαλεχθείς, ἐπειδὴ μὴ ἀντικρούοντας ἑώρα, προστιθεμένους δ'
οἷς ἐβούλετο, παραλαβὼν ὡς εἴκοσι τῶν ἑταίρων ἧκε πρὸς Δαυίδην τοὺς ὅρκους παρ'
αὐτοῦ ληψόμενος αὐτός, πιστότερα γὰρ τῶν δι' ἄλλου πραττομένων ὅσα δι' αὑτῶν
ἕκαστοι ποιοῦμεν εἶναι δοκεῖ, καὶ προσέτι τοὺς γενομένους αὐτῷ λόγους πρός τε
τοὺς ἡγεμόνας καὶ πρὸς τὴν φυλὴν ἅπασαν σημανῶν. [30] ὑποδεξαμένου δ'
αὐτὸν φιλοφρόνως καὶ λαμπρᾷ καὶ πολυτελεῖ τραπέζῃ ξενίσαντος ἐπὶ πολλὰς ἡμέρας,
ἠξίωσεν ἀφεθεὶς ἀγαγεῖν τὸ πλῆθος, ἵνα παρόντι καὶ βλεπομένῳ παραδῶσι τὴν
ἀρχήν.
(5)[31] Ἐκπέμψαντος δὲ τοῦ Δαυίδου τὸν Ἀβεννῆρον οὐδὲ ὀλίγον διαλιπὼν
εἰς Γιβρῶνα ἧκεν Ἰώαβος ὁ ἀρχιστράτηγος αὐτοῦ, καὶ μαθών, ὡς εἴη παρὼν πρὸς
αὐτὸν Ἀβεννῆρος καὶ μικρὸν ἔμπροσθεν ἀπηλλαγμένος ἐπὶ συνθήκαις καὶ ὁμολογίαις
τῆς ἡγεμονίας, δείσας μὴ τὸν μὲν ἐν τιμῇ καὶ τῇ πρώτῃ ποιήσεται τάξει συνεργόν
τε τῆς βασιλείας ἐσόμενον καὶ τἆλλα δεινὸν ὄντα συνιδεῖν πράγματα καὶ τοὺς
καιροὺς ὑποδραμεῖν, αὐτὸς δ' ἐλαττωθείη καὶ τῆς στρατηγίας ἀφεθείη, κακοῦργον
καὶ πονηρὰν ὁδὸν ἄπεισι. [32] [καὶ] πρῶτον μὲν ἐπιχειρεῖ διαβαλεῖν
αὐτὸν πρὸς τὸν βασιλέα φυλάττεσθαι παραινῶν καὶ μὴ προσέχειν οἷς Ἀβεννῆρος
συντίθεται: πάντα γὰρ ποιεῖν αὐτὸν ἐπὶ τῷ βεβαιώσασθαι τῷ Σαούλου παιδὶ τὴν
ἡγεμονίαν: ἐπὶ δὲ ἀπάτῃ καὶ δόλῳ πρὸς αὐτὸν ἐλθόντα μεθ' ἧς ἐβούλετο νῦν
ἐλπίδος καὶ οἰκονομίας τῶν κατασκευαζομένων ἀπελθεῖν. [33] ὡς δ' οὐκ
ἔπειθε τὸν Δαυίδην τούτοις οὐδὲ παροξυνόμενον ἑώρα, τρέπεται ταύτης
τολμηροτέραν ὁδὸν καὶ κρίνας Ἀβεννῆρον ἀποκτεῖναι πέμπει τοὺς ἐπιδιώξοντας, οἷς
καταλαβοῦσι προσέταξεν αὐτὸν καλεῖν ἐκ τοῦ Δαυίδου ὀνόματος, ὡς ἔχοντος αὐτοῦ
τινα περὶ τῶν πραγμάτων πρὸς αὐτὸν ἃ μὴ διεμνημόνευσε παρόντος εἰπεῖν.
[34] Ἀβεννῆρος δ' ὡς ἤκουσε τὰ παρὰ τῶν ἀγγέλων, κατέλαβον αὐτὸν ἐν τόπῳ
τινὶ Βησηρᾶ καλουμένῳ ἀπέχοντι τῆς Γιβρῶνος σταδίους εἴκοσι, μηδὲν ὑπιδόμενος
τῶν συμβησομένων ὑπέστρεψεν. ἀπαντήσας δ' αὐτῷ πρὸς τῇ πύλῃ Ἰώαβος καὶ
δεξιωσάμενος ὡς μάλιστ' εὔνους καὶ φίλος, ὑποκρίνονται γὰρ ἱκανῶς πολλάκις εἰς
τὸ ἀνύποπτον τῆς ἐπιβουλῆς τὰ τῶν ἀληθῶς ἀγαθῶν οἱ πράγμασιν ἐγχειροῦντες
ἀτόποις, [35] ἀποσπᾷ μὲν τῶν οἰκείων αὐτὸν ὡς ἐν ἀπορρήτῳ διαλεξόμενος,
παραγαγὼν δὲ εἰς τὸ ἐρημότερον τῆς πύλης μόνος αὐτὸς ὢν σὺν Ἀβεσσαίῳ τῷ ἀδελφῷ
σπασάμενος τὴν μάχαιραν ὑπὸ τὴν λαγόνα παίει. [36] καὶ τελευτᾷ μὲν
Ἀβεννῆρος τοῦτον ἐνεδρευθεὶς τὸν τρόπον ὑπὸ Ἰωάβου, ὡς μὲν αὐτὸς ἔλεγε τιμωρήσαντος
Ἀσαήλῳ τῷ ἀδελφῷ, ὃν διώκοντα λαβὼν Ἀβεννῆρος ἀπέκτεινεν ἐν τῇ πρὸς Γιβρῶνι
μάχῃ, ὡς δὲ τἀληθὲς εἶχε δείσαντος περὶ τῆς στρατηγίας καὶ τῆς παρὰ τῷ βασιλεῖ
τιμῆς, μὴ τούτων μὲν αὐτὸς ἀφαιρεθείη, λάβοι δὲ παρὰ Δαυίδου τὴν πρώτην τάξιν
Ἀβεννῆρος. [37] ἐκ τούτων ἄν τις κατανοήσειεν, ὅσα καὶ πηλίκα τολμῶσιν
ἄνθρωποι πλεονεξίας ἕνεκα καὶ ἀρχῆς καὶ τοῦ μηδενὶ τούτων παραχωρῆσαι:
κτήσασθαι γὰρ αὐτὰ ποθοῦντες διὰ μυρίων κακῶν λαμβάνουσι, καὶ δείσαντες
ἀποβαλεῖν πολλῷ χείροσι τὸ βέβαιον αὑτοῖς τῆς παραμονῆς περιποιοῦσιν,
[38] ὡς οὐχ ὁμοίου δεινοῦ τυγχάνοντος πορίσασθαι τηλικοῦτον μέγεθος
ἐξουσίας, καὶ συνήθη τοῖς ἀπ' αὐτῆς ἀγαθοῖς γενόμενον ἔπειτ' αὐτὴν ἀπολέσαι,
τούτου δὲ ὑπερβολὴν ἔχοντος συμφορᾶς. καὶ διὰ τοῦτο χαλεπώτερα μηχανῶνται καὶ
τολμῶσιν ἐν φόβῳ ἔργα πάντες τοῦτ' ἀποβαλεῖν γενόμενοι. ἀλλὰ περὶ μὲν τούτων ἐν
βραχέσιν ἀρκεῖ δεδηλῶσθαι.
(6)[39] Δαυίδης δ' ἀκούσας ἀνῃρημένον τὸν Ἀβεννῆρον ἤλγησε μὲν τὴν
ψυχήν, ἐμαρτύρατο δὲ πάντας ἀνατείνων εἰς τὸν θεὸν τὴν δεξιὰν καὶ βοῶν, ὡς οὔτε
κοινωνὸς εἴη τῆς Ἀβεννήρου σφαγῆς, οὔτε κατ' ἐντολὴν καὶ βούλησιν ἰδίαν
ἀποθάνοι. ἀρὰς δὲ κατὰ τοῦ πεφονευκότος αὐτὸν δεινὰς ἐτίθετο καὶ τὸν οἶκον ὅλον
αὐτοῦ καὶ τοὺς συμπράξαντας ὑπευθύνους ἐποιεῖτο ταῖς ὑπὲρ τοῦ τετελευτηκότος
ποιναῖς: [40] ἔμελε γὰρ αὐτῷ μὴ δόξαι παρὰ τὰς πίστεις καὶ τοὺς ὅρκους οὓς
ἔδωκεν Ἀβεννήρῳ τοῦτο εἰργάσθαι. προσέταξε μέντοι γε παντὶ τῷ λαῷ κλαίειν καὶ
πενθεῖν τὸν ἄνδρα καὶ τοῖς νομιζομένοις τιμᾶν αὐτοῦ τὸ σῶμα περιρρηξαμένῳ μὲν
τὰς ἐσθῆτας ἐνδύντι δὲ σάκκους, ταῦτα δὲ ποιεῖν προάγοντας τὴν κλίνην. [41] αὐτὸς
δ' ἐφείπετο μετὰ τῶν γεγηρακότων καὶ τῶν ἐν ἡγεμονίαις ὄντων κοπτόμενός τε καὶ
τοῖς δακρύοις ἐνδεικνύμενος τό τε εὔνουν τὸ πρὸς [τὸν] ζῶντα καὶ τὴν ἐπὶ
τεθνηκότι λύπην, καὶ ὅτι μὴ κατὰ τὴν αὐτοῦ γνώμην ἀνῄρηται. [42] θάψας δ'
αὐτὸν ἐν Γιβρῶνι μεγαλοπρεπῶς καὶ ἐπιταφίους τε συγγραψάμενος θρήνους αὐτὸς ἐπὶ
τοῦ τάφου στὰς πρῶτος ἀνεκλαύσατο καὶ παρέδωκε τοῖς ἄλλοις. οὕτως δ' αὐτὸν ὁ
Ἀβεννήρου συνέσχε θάνατος, ὡς μηδὲ τροφὴν ἀναγκαζόντων αὐτὸν τῶν ἑταίρων
λαβεῖν, ἀλλ' ὤμοσε γεύσεσθαι μηδενὸς ἄχρι ἡλίου δυσμῶν. [43] ταῦτ' εὔνοιαν
αὐτῷ παρὰ τοῦ πλήθους ἐγέννησεν: οἵ τε γὰρ πρὸς τὸν Ἀβεννῆρον φιλοστόργως
διακείμενοι σφόδρ' αὐτοῦ τὴν πρὸς αὐτὸν τιμὴν ἀποθανόντα καὶ φυλακὴν τῆς
πίστεως ἠγάπησαν, ὅτι πάντων αὐτὸν ἀξιώσειεν τῶν νομιζομένων ὡς συγγενῆ καὶ
φίλον, ἀλλ' οὐχ ὡς ἐχθρὸν γενόμενον ὑβρίσειεν ἀκόσμῳ ταφῇ καὶ ἠμελημένῃ: τό τε
ἄλλο πᾶν ὡς ἐπὶ χρηστῷ καὶ ἡμέρῳ τὴν φύσιν ἔχαιρε, τὴν αὐτὴν ἑκάστου
λογιζομένου πρόνοιαν εἰς αὑτὸν τοῦ βασιλέως ἐν τοῖς ὁμοίοις τυγχάνοντα τὸν
Ἀβεννήρου νεκρὸν ἑώρα. [44] πρὸς τούτοις οὖν μάλιστα Δαυίδην γλίχεσθαι
δόξης ἀγαθῆς ποιούμενον πρόνοιαν ὡς εἰκὸς ἣν οὐθεὶς ὑπενόησεν ὑπ' αὐτοῦ
φονευθῆναι τὸν Ἀβεννῆρον: ἔλεξε δὲ καὶ πρὸς τὸ πλῆθος, ὡς αὐτῷ μὲν οὐχ ἡ
τυχοῦσα λύπη γένοιτ' ἀνδρὸς ἀγαθοῦ τετελευτηκότος, οὐ μικρὰ δὲ τοῖς Ἑβραίων
πράγμασι βλάβη στερηθέντων αὐτοῦ καὶ συνέχειν αὐτὰ καὶ σώζειν βουλαῖς τε
ἀρίσταις καὶ ῥώμῃ χειρῶν ἐν τοῖς πολεμικοῖς ἔργοις δυναμένου. [45] “ἀλλὰ
θεὸς μέν, εἶπεν, ᾧ μέλει πάντων, οὐκ ἐάσει τοῦτον ἡμῖν ἀνεκδίκητον: ἐγὼ δ'
ἐπίστασθε, ὡς οὐδὲν Ἰώαβον καὶ Ἀβεσσαῖον τοὺς Σαρουίας παῖδας ποιεῖν ἱκανός
εἰμι πλέον ἐμοῦ δυναμένους, ἀλλ' ἀποδώσει τὴν ὑπὲρ τῶν τετολμημένων αὐτοῖς
ἀμοιβὴν τὸ θεῖον.” καὶ Ἀβεννῆρος μὲν εἰς τοιοῦτο κατέστρεψε τέλος τὸν βίον.
II
(1)[46] Ἀκούσας δὲ τὴν τελευτὴν αὐτοῦ ὁ Σαούλου παῖς Ἰέβωσθος οὐ πρᾴως ἤνεγκεν
ἀνδρὸς ἐστερημένος συγγενοῦς καὶ τὴν βασιλείαν αὐτῷ παρασχόντος, ἀλλ'
ὑπερεπάθησε καὶ λίαν αὐτὸν ὠδύνησεν ὁ Ἀβεννήρου θάνατος. ἐπεβίω δ' οὐδ' αὐτὸς
πολὺν χρόνον, ἀλλ' ὑπὸ τῶν Ἐρέμμωνος υἱῶν Βανά, ἑτέρῳ δὲ Θαηνὸς ὄνομα ἦν,
ἐπιβουλευθεὶς ἀπέθανεν. [47] οὗτοι γὰρ ὄντες τὸ μὲν γένος Βενιαμῖται τοῦ
δὲ πρώτου τάγματος, λογισάμενοι δ' ὡς ἂν ἀποκτείνωσι τὸν Ἰέβωσθον μεγάλων παρὰ
Δαυίδου τεύξονται δωρεῶν καὶ στρατηγίας ἤ τινος ἄλλης πίστεως τὸ ἔργον αὐτοῖς
ἔσται παρ' αὐτῷ αἴτιον, [48] μόνον εὑρόντες μεσημβρίζοντα καὶ κοιμώμενον
τὸν Ἰέβωσθον καὶ μήτε τοὺς φύλακας παρόντας μήτε τὴν θυρωρὸν ἐγρηγορυῖαν, ἀλλὰ
καὶ αὐτὴν ὑπό τε τοῦ κόπου καὶ τῆς ἐργασίας ἣν μετεχειρίζετο καὶ τοῦ καύματος
εἰς ὕπνον καταπεσοῦσαν, παρελθόντες εἰς τὸ δωμάτιον, ἐν ᾧ συνέβαινε κατακεκοιμῆσθαι
τὸν Σαούλου παῖδα, κτείνουσιν αὐτόν. [49] καὶ τὴν κεφαλὴν ἀποτεμόντες καὶ
δι' ὅλης νυκτὸς καὶ ἡμέρας ποιησάμενοι τὴν πορείαν, ὡς ἂν φεύγοντες ἐκ τῶν
ἠδικημένων πρὸς τὸν ληψόμενόν τε τὴν χάριν καὶ παρέξοντα τὴν ἀσφάλειαν, εἰς
Γιβρῶνα παρεγένοντο: καὶ τὴν κεφαλὴν ἐπιδείξαντες τῷ Δαυίδῃ τὴν Ἰεβώσθου
συνίστων αὑτοὺς ὡς εὔνους καὶ τὸν ἐχθρὸν αὐτοῦ καὶ τῆς βασιλείας ἀνταγωνιστὴν
ἀνῃρηκότας. [50] ὁ δ' οὐχ ὡς ἤλπιζον οὕτως αὐτῶν προσεδέξατο τὸ ἔργον,
ἀλλ' εἰπών, “ὦ κάκιστοι καὶ παραχρῆμα δίκην ὑφέξοντες, οὐκ ἔγνωτε πῶς ἐγὼ τὸν
Σαούλου φονέα καὶ τὸν κομίσαντά μοι τὸν χρυσοῦν αὐτοῦ στέφανον ἠμυνάμην, καὶ
ταῦτα ἐκείνῳ χαριζόμενον τὴν ἀναίρεσιν, ἵνα μὴ συλλάβωσιν αὐτὸν οἱ πολέμιοι;
[51] ἦ μεταβεβλῆσθαί με καὶ μηκέτ' εἶναι τὸν αὐτὸν ὑπωπτεύσατε, ὡς χαίρειν
κακούργοις ἀνδράσι καὶ χάριτας ἡγήσασθαι τὰς κυριοκτόνους ὑμῶν πράξεις,
ἀνῃρηκότων ἐπὶ τῆς αὑτοῦ κοίτης ἄνδρα δίκαιον καὶ μηδένα μηδὲν κακὸν
εἰργασμένον, ὑμᾶς δὲ καὶ διὰ πολλῆς εὐνοίας καὶ τιμῆς ἐσχηκότα; [52] διὸ
δώσετε ποινὴν μὲν αὐτῷ κολασθέντες, δίκην δ' ἐμοὶ τοῦ νομίσαντας ἡδέως ἕξειν με
τὴν Ἰεβώσθου τελευτὴν τοῦτον ἀνελεῖν: οὐ γὰρ ἐδύνασθε μᾶλλον ἀδικῆσαι τὴν ἐμὴν
δόξαν ἢ τοῦθ' ὑπολαβόντες.” ταῦτ' εἰπὼν πᾶσαν αἰκίαν αὐτοὺς αἰκισάμενος
διεχρήσατο καὶ τὴν Ἰεβώσθου κεφαλὴν ἐν τῷ Ἀβεννήρου τάφῳ πάντων ἀξιώσας ἐκήδευσε.
(2)[53] Τούτων δὲ τοιοῦτον λαβόντων τέλος ἧκον ἅπαντες οἱ τοῦ λαοῦ τῶν
Ἑβραίων πρῶτοι πρὸς Δαυίδην εἰς Γιβρῶνα οἵ τε χιλίαρχοι καὶ ἡγεμόνες αὐτῶν, καὶ
παρεδίδοσαν αὑτοὺς τήν τε εὔνοιαν, ἣν ἔτι καὶ Σαούλου ζῶντος εἶχον πρὸς αὐτόν,
ὑπομιμνήσκοντες καὶ τὴν τιμήν, ἣν γενόμενον τότε χιλίαρχον τιμῶντες οὐ
διέλιπον, ὅτι τε βασιλεὺς ὑπὸ τοῦ θεοῦ διὰ Σαμουήλου τοῦ προφήτου χειροτονηθείη
καὶ παῖδες αὐτοῦ καὶ ὡς τὴν Ἑβραίων χώραν αὐτῷ σῶσαι καταγωνισαμένῳ
Παλαιστίνους δέδωκεν ὁ θεὸς ἐμφανίζοντες. [54] ὁ δὲ ταύτης τε ἀποδέχεται
τῆς προθυμίας αὐτοὺς καὶ παρακαλέσας διαμένειν, οὐ γὰρ ἔσεσθαι μετάνοιαν αὐτοῖς
ἐκ τοῦ τοιούτου, καὶ κατευωχήσας καὶ φιλοφρονησάμενος ἔπεμψε τὸν λαὸν παρ'
αὐτὸν ἄξοντας ἅπαντα. [55] καὶ συνῆλθον ἐκ μὲν τῆς Ἰούδα φυλῆς ὁπλιτῶν ὡς
ὀκτακόσιοι καὶ ἑξακισχίλιοι φοροῦντες ὅπλα θυρεὸν καὶ σιρομάστην: οὗτοι δὲ τῷ
Σαούλου παιδὶ παρέμενον: τούτων γὰρ χωρὶς ἡ Ἰούδα φυλὴ τὸν Δαυίδην ἀπέδειξε
βασιλέα. [56] ἐκ δὲ τῆς Συμεωνίδος φυλῆς ἑπτακισχίλιοι καὶ ἑκατόν. ἐκ δὲ
τῆς Ληουίτιδος τετρακισχίλιοι καὶ ἑπτακόσιοι ἔχοντες ἄρχοντα Ἰώδαμον: μετὰ
τούτοις ἦν ὁ ἀρχιερεὺς Σάδωκος σὺν εἴκοσι δύο συγγενέσιν ἡγεμόσιν. ἐκ δὲ τῆς
Βενιαμίτιδος φυλῆς ὁπλῖται τετρακισχίλιοι: ἡ γὰρ φυλὴ περιέμενεν ἔτι τῶν τοῦ
γένους Σαούλου τινὰ βασιλεύσειν προσδοκῶσα. [57] ἐκ δὲ τῆς Ἐφραίμου φυλῆς
δισμύριοι καὶ ὀκτακόσιοι τῶν δυνατωτάτων καὶ κατ' ἰσχὺν διαφερόντων. ἐκ δὲ τῆς
Μανασσήτιδος φυλῆς τοῦ ἡμίσους μύριοι ὀκτακισχίλιοι [τῶν δυνατωτάτων]. ἐκ δὲ
τῆς Ἰσαχάρου φυλῆς διακόσιοι μὲν οἱ προγινώσκοντες τὰ μέλλοντα, ὁπλῖται δὲ
δισμύριοι. [58] ἐκ δὲ τῆς Ζαβουλωνίτιδος φυλῆς ὁπλιτῶν ἐπιλέκτων πέντε
μυριάδες: αὕτη γὰρ ἡ φυλὴ μόνη πᾶσα πρὸς Δαυίδην συνῆλθεν: οὗτοι πάντες τὸν
αὐτὸν ὁπλισμὸν εἶχον τοῖς τῆς Γάδου φυλῆς. ἐκ δὲ τῆς Νεφθαλίδος φυλῆς ἐπίσημοι
καὶ ἡγεμόνες χίλιοι ὅπλοις χρώμενοι θυρεῷ καὶ δόρατι, ἠκολούθει δὲ φυλὴ
ἀναρίθμητος οὖσα. [59] ἐκ δὲ τῆς Δανίτιδος φυλῆς ἐκλεκτοὶ δισμύριοι
ἑπτακισχίλιοι ἑξακόσιοι. ἐκ δὲ τῆς Ἀσήρου φυλῆς μυριάδες τέσσαρες. ἐκ δὲ τῶν
δύο φυλῶν τῶν πέραν τοῦ Ἰορδάνου καὶ τοῦ λοιποῦ τῆς Μανασσήτιδος φυλῆς ὡπλισμένων
θυρεὸν καὶ δόρυ καὶ περικεφαλαίαν καὶ ῥομφαίαν μυριάδες δώδεκα: καὶ αἱ λοιπαὶ
φυλαὶ ῥομφαίαις ἐχρῶντο. [60] τοῦτο δὴ πᾶν τὸ πλῆθος εἰς Γιβρῶνα πρὸς
Δαυίδην συνῆλθε μετὰ πολλῆς παρασκευῆς σιτίων καὶ οἴνου καὶ τῶν πρὸς τροφὴν
πάντων καὶ μιᾷ γνώμῃ βασιλεύειν τὸν Δαυίδην ἐκύρωσαν. ἐπὶ δὲ τρεῖς ἡμέρας
ἑορτάσαντος τοῦ λαοῦ καὶ κατευωχηθέντος ἐν Γιβρῶνι, ὁ Δαυίδης μετὰ πάντων
ἐκεῖθεν ἄρας ἧκεν εἰς Ἱεροσόλυμα.
III
(1)[61] Τῶν δὲ κατοικούντων τὴν πόλιν Ἰεβουσαίων, γένος δ' εἰσὶν οὗτοι
Χαναναίων, ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ τοὺς πεπηρωμένους τὰς ὄψεις καὶ τὰς
βάσεις καὶ πᾶν τὸ λελωβημένον στησάντων ἐπὶ χλεύῃ τοῦ βασιλέως ἐπὶ τοῦ τείχους
καὶ λεγόντων κωλύσειν αὐτὸν εἰσελθεῖν τοὺς ἀναπήρους, ταῦτα δ' ἔπραττον
καταφρονοῦντες τῇ τῶν τειχῶν ὀχυρότητι, ὀργισθεὶς πολιορκεῖν ἤρξατο τὰ
Ἱεροσόλυμα. [62] καὶ πολλῇ σπουδῇ καὶ προθυμίᾳ χρησάμενος ὡς διὰ τοῦ
ταύτην ἑλεῖν εὐθὺς ἐμφανίζων τὴν ἰσχὺν καὶ καταπληξόμενος εἴ τινες ἄρα καὶ
ἄλλοι τὸν αὐτὸν ἐκείνοις τρόπον διέκειντο πρὸς αὐτόν, λαμβάνει κατὰ κράτος τὴν
κάτω πόλιν. [63] ἔτι δὲ τῆς ἄκρας λειπομένης ἔγνω τιμῆς ὑποσχέσει καὶ
γερῶν ὁ βασιλεὺς προθυμοτέρους ἐπὶ τὰ ἔργα τοὺς στρατιώτας παρασκευάσαι, καὶ τῷ
διὰ τῶν ὑποκειμένων φαράγγων ἐπὶ τὴν ἄκραν ἀναβάντι καὶ ταύτην ἑλόντι
στρατηγίαν ἅπαντος τοῦ λαοῦ δώσειν ἐπηγγείλατο. [64] πάντων δὲ
φιλοτιμουμένων ἀναβῆναι καὶ μηδένα πόνον ὀκνούντων ὑφίστασθαι δι' ἐπιθυμίαν τῆς
στρατηγίας, ὁ Σαρουίας παῖς Ἰώαβος ἔφθη τοὺς ἄλλους, καὶ ἀναβὰς ἐβόησε πρὸς τὸν
βασιλέα τὴν στρατηγίαν ἀπαιτῶν.
(2)[65] Ἐκβαλὼν δὲ τοὺς Ἰεβουσαίους ἐκ τῆς ἄκρας καὶ αὐτὸς
ἀνοικοδομήσας τὰ Ἱεροσόλυμα πόλιν αὐτὴν Δαυίδου προσηγόρευσε, καὶ τὸν ἅπαντα
χρόνον ἐν αὐτῇ διέτριβε βασιλεύων. ὁ δὲ χρόνος ὃν τῆς Ἰούδα φυλῆς ἦρξε μόνης ἐν
Γιβρῶνι ἐγένετο ἔτη ἑπτὰ καὶ μῆνες ἕξ. ἀποδείξας δὲ βασίλειον τὰ Ἱεροσόλυμα
λαμπροτέροις αἰεὶ καὶ μᾶλλον ἐχρῆτο τοῖς πράγμασι τοῦ θεοῦ προνοουμένου κρείττω
ποιεῖν αὐτὰ καὶ λαμβάνειν ἐπίδοσιν. [66] πέμψας δὲ πρὸς αὐτὸν καὶ Ἱέρωμος
ὁ Τυρίων βασιλεὺς φιλίαν καὶ συμμαχίαν συνέθετο: ἔπεμψε δ' αὐτῷ καὶ δωρεὰς ξύλα
κέδρινα καὶ τεχνίτας ἄνδρας τέκτονας καὶ οἰκοδόμους, οἳ κατεσκεύασαν βασίλειον
ἐν Ἱεροσολύμοις. Δαυίδης δὲ τήν τε ἄνω πόλιν παραλαβὼν καὶ τὴν ἄκραν συνάψας
αὐτῇ ἐποίησεν ἓν σῶμα, καὶ περιτειχίσας ἐπιμελητὴν τῶν τειχῶν κατέστησεν
Ἰώαβον. [67] πρῶτος οὖν Δαυίδης τοὺς Ἰεβουσαίους ἐξ Ἱεροσολύμων ἐκβαλὼν
ἀφ' ἑαυτοῦ προσηγόρευσε τὴν πόλιν: ἐπὶ γὰρ Ἁβράμου τοῦ προγόνου ἡμῶν Σόλυμα
ἐκαλεῖτο, μετὰ ταῦτα δὲ αὐτήν φασί τινες, ὅτι καὶ Ὅμηρος ταῦτ' ὠνόμασεν
Ἱεροσόλυμα: τὸ γὰρ ἱεροῦ κατὰ τὴν Ἑβραίων γλῶτταν ὠνόμασε τὰ Σόλυμα ὅ ἐστιν
ἀσφάλεια. [68] ἦν δὲ πᾶς ὁ χρόνος ἀπὸ τῆς Ἰησοῦ τοῦ στρατηγοῦ ἐπὶ
Χαναναίους στρατείας καὶ τοῦ πολέμου, καθ' ὃν κρατήσας αὐτῶν κατένειμε ταύτην
τοῖς Ἑβραίοις καὶ οὐκέτι τοὺς Χαναναίους ἐκβαλεῖν ἐξ Ἱεροσολύμων ἐδυνήθησαν οἱ
Ἰσραηλῖται, μέχρις ὁ Δαυίδης αὐτοὺς ἐξεπολιόρκησεν, ἔτη πεντακόσια καὶ δέκα καὶ
πέντε.
(3)[69] Ποιήσομαι δὲ καὶ μνήμην Ὀρόνα πλουσίου μὲν ἀνδρὸς τῶν
Ἰεβουσαίων, οὐκ ἀναιρεθέντος δὲ ἐν τῇ Ἱεροσολύμων πολιορκίᾳ ὑπὸ Δαυίδου διὰ τὴν
πρὸς τοὺς Ἑβραίους εὔνοιαν αὐτοῦ καί τινα καὶ χάριν καὶ σπουδὴν πρὸς αὐτὸν
γενομένην τὸν βασιλέα, ἣν μικρὸν ὕστερον εὐκαιρότερον σημανῶ. [70] ἔγημε
δὲ καὶ ἄλλας γυναῖκας πρὸς ταῖς οὔσαις αὐτῷ Δαυίδης καὶ παλλακὰς ἔσχεν.
ἐποιήσατο δὲ καὶ παῖδας ἐννέα τὸν ἀριθμόν, οὓς προσηγόρευσεν Ἀμασέ, Ἀμνου,
Σεβάν, Νάθαν, Σολομῶνα, Ἰεβαρῆ, Ἐλιήν, Φαλναγέην, Ναφήν, Ἰεναέ, Ἐλιφαλέ, ἔτι δὲ
καὶ θυγατέρα Θαμάραν. τούτων οἱ μὲν ἐννέα ἐξ εὐγενίδων ἦσαν γεγονότες, οὓς δὲ
τελευταίους εἰρήκαμεν δύο ἐκ τῶν παλλακίδων. Θαμάρα δὲ ὁμομήτριος Ἀψαλώμῳ ἦν.
IV
(1)[71] Γνόντες δ' οἱ Παλαιστῖνοι τὸν Δαυίδην βασιλέα ὑπὸ τῶν Ἑβραίων
ἀποδεδειγμένον στρατεύουσιν ἐπ' αὐτὸν εἰς Ἱεροσόλυμα: καὶ καταλαβόμενοι τὴν
κοιλάδα τῶν Γιγάντων καλουμένην, τόπος δέ ἐστιν οὐ πόρρω τῆς πόλεως, ἐν αὐτῇ
στρατοπεδεύονται. [72] ὁ δὲ τῶν Ἰουδαίων βασιλεύς, οὐδὲν γὰρ ἄνευ
προφητείας καὶ τοῦ κελεῦσαι τὸν θεὸν καὶ περὶ τῶν ἐσομένων λαβεῖν ἐγγυητὴν
ἐκεῖνον ἑαυτῷ ποιεῖν ἐπέτρεπεν, ἐκέλευσε τὸν ἀρχιερέα τί δοκεῖ τῷ θεῷ καὶ
ποδαπὸν ἔσται τὸ τέλος τῆς μάχης προλέγειν αὐτῷ. [73] προφητεύσαντος δὲ
νίκην καὶ κράτος ἐξάγει τὴν δύναμιν ἐπὶ τοὺς Παλαιστίνους: καὶ γενομένης
συμβολῆς αὐτὸς κατόπιν αἰφνιδίως ἐπιπεσὼν τοῖς πολεμίοις τοὺς μὲν αὐτῶν
ἀπέκτεινε, τοὺς δὲ εἰς φυγὴν ἐτρέψατο. [74] ὑπολάβῃ δὲ μηδεὶς ὀλίγην τὴν
τῶν Παλαιστίνων στρατιὰν ἐλθεῖν ἐπὶ τοὺς Ἑβραίους τῷ τάχει τῆς ἥττης καὶ τῷ
μηδὲν ἔργον ἐπιδείξασθαι γενναῖον μηδὲ μαρτυρίας ἄξιον στοχαζόμενος αὐτῶν τὴν
βραδυτῆτα καὶ τὴν ἀγέννειαν, ἀλλὰ γινωσκέτω Συρίαν τε ἅπασαν καὶ Φοινίκην καὶ
πρὸς τούτοις ἄλλα ἔθνη πολλὰ καὶ μάχιμα συστρατεῦσαι αὐτοῖς καὶ τοῦ πολέμου
κοινωνῆσαι, [75] ὃ καὶ μόνον ἦν αἴτιον τοσαυτάκις αὐτοῖς νικωμένοις καὶ
πολλὰς ἀποβαλοῦσι μυριάδας μετὰ μείζονος ἐπιέναι τοῖς Ἑβραίοις δυνάμεως. ἀμέλει
καὶ ταύταις πταίσαντες ταῖς μάχαις τριπλάσιος στρατὸς ἐπῆλθε τῷ Δαυίδῃ καὶ εἰς
ταὐτὸ χωρίον ἐστρατοπεδεύσατο. [76] πάλιν δὲ τοῦ βασιλέως τῶν Ἰσραηλιτῶν
ἐρομένου τὸν θεὸν περὶ τῆς περὶ τὴν μάχην ἐξόδου, προφητεύει ὁ ἀρχιερεὺς ἐν
τοῖς ἄλσεσι τοῖς καλουμένοις Κλαυθμῶσι κατέχειν τὴν στρατιὰν οὐκ ἄπωθεν τοῦ τῶν
πολεμίων στρατοπέδου, κινεῖν δ' αὐτὸν μὴ πρότερον μηδ' ἄρχεσθαι τῆς μάχης.
[77] πρὶν ἢ τὰ ἄλση σαλεύεσθαι μὴ πνέοντος ἀνέμου. ὡς δ' ἐσαλεύθη τὰ ἄλση
καὶ ὃν αὐτῷ καιρὸν προεῖπεν ὁ θεὸς παρῆν, οὐδὲν ἐπισχὼν ἐφ' ἑτοίμην ἤδη καὶ
φανερὰν ἐξῆλθε τὴν νίκην: οὐ γὰρ ὑπέμειναν αὐτὸν αἱ τῶν πολεμίων φάλαγγες, ἀλλ'
εὐθὺς ἀπὸ τῆς πρώτης συμβολῆς τραπέντας ἐνέκειτο κτείνων: καὶ διώκει μὲν αὐτοὺς
ἄχρι πόλεως Γαζάρων, ἡ δ' ἐστὶν ὅρος αὐτῶν τῆς χώρας, διαρπάζει δ' αὐτῶν τὴν
παρεμβολὴν καὶ πολὺν εὑρὼν ἐν αὐτῇ πλοῦτον καὶ τοὺς θεοὺς αὐτῶν διέφθειρε.
(2)[78] Τοιαύτης δ' ἀποβάσης καὶ ταύτης τῆς μάχης ἔδοξε Δαυίδῃ
συμβουλευσαμένῳ μετὰ τῶν γερόντων καὶ ἡγεμόνων καὶ χιλιάρχων μεταπέμψασθαι τῶν
ὁμοφύλων ἐξ ἁπάσης τῆς χώρας πρὸς αὑτὸν τοὺς ἐν ἀκμῇ τῆς ἡλικίας, ἔπειτα τοὺς
ἱερεῖς καὶ Ληουίτας [καὶ] πορευθέντας εἰς Καριαθιάριμα μετακομίσαι τὴν τοῦ
θεοῦ κιβωτὸν ἐξ αὐτῆς εἰς Ἱεροσόλυμα καὶ θρησκεύειν ἐν αὐτῇ λοιπὸν ἔχοντας
αὐτὴν θυσίαις καὶ ταῖς ἄλλαις τιμαῖς, αἷς χαίρει τὸ θεῖον: [79] εἰ γὰρ ἔτι
Σαούλου βασιλεύοντος τοῦτ' ἔπραξαν, οὐκ ἂν δεινὸν οὐδὲν ἔπαθον. συνελθόντος οὖν
τοῦ λαοῦ παντός, καθὼς ἐβουλεύσαντο, παραγίνεται ὁ βασιλεὺς ἐπὶ τὴν κιβωτόν, ἣν
βαστάξαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας οἱ ἱερεῖς καὶ ἐπιθέντες ἐφ' ἅμαξαν καινὴν
ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ τῶν βοῶν. [80] προῆγε δ' ὁ
βασιλεὺς καὶ πᾶν σὺν αὐτῷ τὸ πλῆθος ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος
μέλους ἐπιχώριον σύν τε ἤχῳ ποικίλῳ κρουσμάτων τε καὶ ὀρχήσεων καὶ ψαλμῶν ἔτι
δὲ σάλπιγγος καὶ κυμβάλων κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα. [81] ὡς
δ' ἄχρι τῆς Χειδῶνος ἅλωνος τόπου τινὸς οὕτω καλουμένου προῆλθον, τελευτᾷ Ὀζᾶς
κατ' ὀργὴν τοῦ θεοῦ: τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτὸν ἐκτείναντα τὴν χεῖρα
καὶ κατασχεῖν ἐθελήσαντα, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησε.
[82] καὶ ὁ μὲν βασιλεὺς καὶ ὁ λαὸς ἐδυσφόρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ, ὁ δὲ
τόπος ἐν ᾧ ἐτελεύτησεν Ὀζᾶ διακοπὴ καλεῖται. δείσας δ' ὁ Δαυίδης καὶ
λογισάμενος, μὴ ταὐτὸ πάθῃ τῷ Ὀζᾶ δεξάμενος τὴν κιβωτὸν παρ' αὑτὸν ἐν τῇ πόλει,
ἐκείνου διότι μόνον ἐξέτεινε τὴν χεῖρα πρὸς αὐτὴν οὕτως ἀποθανόντος,
[83] οὐκ εἰσδέχεται μὲν αὐτὴν πρὸς αὑτὸν εἰς τὴν πόλιν, ἀλλ' ἐκνεύσας εἴς
τι χωρίον ἀνδρὸς δικαίου, Ὠβαδάρου ἄνομα Ληουίτου τὸ γένος, παρ' αὐτῷ τὴν
κιβωτὸν τίθησιν: ἔμεινε δ' ἐπὶ τρεῖς ὅλους μῆνας αὐτόθι καὶ τὸν οἶκον τὸν
Ὠβαδάρου ηὔξησέ τε καὶ πολλῶν αὐτῷ μετέδωκεν ἀγαθῶν. [84] ἀκούσας δὲ ὁ
βασιλεὺς ὅτι ταῦτα συμβέβηκεν Ὠβαδάρῳ καὶ ἐκ πενίας καὶ ταπεινότητος ἀθρόως
εὐδαίμων καὶ ζηλωτὸς γέγονε παρὰ πᾶσι τοῖς ὁρῶσι καὶ πυνθανομένοις τὴν οἰκίαν
αὐτοῦ, θαρσήσας ὡς οὐδενὸς κακοῦ πειρασόμενος τὴν κιβωτὸν πρὸς αὑτὸν
μετακομίζει, [85] τῶν μὲν ἱερέων βασταζόντων αὐτήν, ἑπτὰ δὲ χορῶν οὓς
διεκόσμησεν ὁ βασιλεὺς προαγόντων, αὐτοῦ δ' ἐν κινύρᾳ παίζοντος καὶ κροτοῦντος,
ὥστε καὶ τὴν γυναῖκα Μιχάλην Σαούλου δὲ θυγατέρα τοῦ πρώτου βασιλέως ἰδοῦσαν
αὐτὸν τοῦτο ποιοῦντα χλευάσαι. [86] εἰσκομίσαντες δὲ τὴν κιβωτὸν τιθέασιν
ὑπὸ τὴν σκηνήν, ἣν Δαυίδης ἔπηξεν αὐτῇ, καὶ θυσίας τελείας καὶ εἰρηνικὰς
ἀνήνεγκε, καὶ τὸν ὄχλον εἱστίασε πάντα καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις
διαδοὺς κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον τηγανιστὸν καὶ μερίδα
θύματος. καὶ τὸν μὲν λαὸν οὕτως κατευωχήσας ἀπέπεμψεν, αὐτὸς δ' εἰς τὸν οἶκον
[τὸν] αὑτοῦ παραγίνεται.
(3)[87] Παραστᾶσα δὲ αὐτῷ Μιχάλη ἡ γυνὴ Σαούλου δὲ θυγάτηρ τά τε ἄλλα
αὐτῷ κατηύχετο καὶ παρὰ τοῦ θεοῦ γενέσθαι ᾔτει πάνθ' ὅσα παρασχεῖν αὐτῷ δυνατὸν
εὐμενεῖ τυγχάνοντι, καὶ δὴ κατεμέμψατο, ὡς ἀκοσμήσειεν ὀρχούμενος ὁ τηλικοῦτος
βασιλεὺς καὶ γυμνούμενος ὑπὸ τῆς ὀρχήσεως καὶ [ἐν δούλοις καὶ
ἐν] θεραπαινίσιν. [88] ὁ δ' οὐκ αἰδεῖσθαι ταῦτα ποιήσας εἰς τὸ τῷ θεῷ
κεχαρισμένον ἔφασκεν, ὃς αὐτὸν καὶ τοῦ πατρὸς αὐτῆς καὶ τῶν ἄλλων ἁπάντων
προετίμησε, παίζειν τε καὶ πολλάκις χορεῦσαι μηδένα τοῦ δόξαι ταῖς θεραπαινίσιν
αἰσχρὸν καὶ αὐτῇ τὸ γινόμενον ποιησάμενος λόγον. [89] ἡ Μιχάλη αὕτη Δαυίδῃ
μὲν συνοικοῦσα παῖδας οὐκ ἐποιήσατο, γαμηθεῖσα δὲ ὕστερον ᾧ παρέδωκεν αὐτὴν ὁ
πατὴρ Σαοῦλος, τότε δὲ ἀποσπάσας αὐτὸς εἶχε, πέντε παῖδας ἔτεκε. καὶ περὶ μὲν
τούτων κατὰ χώραν δηλώσομεν.
(4)[90] Ὁρῶν δ' ὁ βασιλεὺς κατὰ πᾶσαν αὐτῷ τὰ πράγματα σχεδὸν ἡμέραν
ἀμείνω γινόμενα ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἐνόμιζεν ἐξαμαρτάνειν αὑτὸν, εἰ μένων
αὐτὸς ἐν οἴκοις ἐκ κέδρου πεποιημένοις ὑψηλοῖς τε καὶ καλλίστην τὴν ἄλλην
κατασκευὴν ἔχουσι περιορᾷ τὴν κιβωτὸν ἐν σκηνῇ κειμένην: [91] ἐβούλετο δὲ
τῷ θεῷ κατασκευάσαι ναόν, ὡς Μωυσῆς εἶπε, καὶ περὶ τούτων Νάθᾳ τῷ προφήτῃ
διαλεχθείς, ἐπεὶ ποιεῖν ὅτιπερ ὥρμηται προσέταξεν αὐτὸν ὡς τοῦ θεοῦ πρὸς ἅπαντ'
αὐτῷ συνεργοῦ παρόντος, εἶχεν ἤδη περὶ τὴν τοῦ ναοῦ κατασκευὴν προθυμότερον.
[92] τοῦ θεοῦ δὲ κατ' ἐκείνην τὴν νύκτα τῷ Νάθᾳ φανέντος καὶ φράσαι
κελεύσαντος τῷ Δαυίδῃ, ὡς τὴν μὲν προαίρεσιν αὐτοῦ καὶ τὴν ἐπιθυμίαν
ἀποδέχεται, μηδενὸς μὲν πρότερον εἰς νοῦν βαλομένου ναὸν αὐτῷ κατασκευάσαι.
τούτου δὲ ταύτην τὴν διάνοιαν λαβόντος: οὐκ ἐπιτρέπειν δὲ πολλοὺς πολέμους
ἠγωνισμένῳ καὶ φόνῳ τῶν ἐχθρῶν μεμιασμένῳ ποιῆσαι ναὸν αὐτῷ. [93] μετὰ
μέντοι γε τὸν θάνατον αὐτοῦ γηράσαντος καὶ μακρὸν ἀνύσαντος βίον γενήσεσθαι τὸν
ναὸν ὑπὸ τοῦ παιδὸς τοῦ μετ' αὐτὸν τὴν βασιλείαν παραληψομένου κληθησομένου δὲ
Σολομῶνος, οὗ προστήσεσθαι καὶ προνοήσειν ὡς πατὴρ υἱοῦ κατεπηγγέλλετο, τὴν μὲν
βασιλείαν τέκνων ἐγγόνοις φυλάξων καὶ παραδώσων, αὐτὸν δὲ τιμωρήσων, ἂν ἁμαρτὼν
τύχῃ, νόσῳ καὶ γῆς ἀφορίᾳ. [94] μαθὼν ταῦτα παρὰ τοῦ προφήτου Δαυίδης καὶ
περιχαρὴς γενόμενος ἐπὶ τῷ τοῖς ἐγγόνοις αὐτοῦ τὴν ἀρχὴν διαμένουσαν ἐγνωκέναι
βεβαίως καὶ τὸν οἶκον αὐτοῦ λαμπρὸν ἐσόμενον καὶ περιβόητον πρὸς τὴν κιβωτὸν
παραγίνεται, [95] καὶ πεσὼν ἐπὶ πρόσωπον ἤρξατο προσκυνεῖν καὶ περὶ πάντων
εὐχαριστεῖν τῷ θεῷ, ὧν τε αὐτῷ παρέσχηκεν ἤδη ἐκ ταπεινοῦ καὶ ποιμένος εἰς
τηλικοῦτο μέγεθος ἡγεμονίας τε καὶ δόξης ἀναγαγών, ὧν τε τοῖς ἐγγόνοις αὐτοῦ
καθυπέσχετο, τῆς προνοίας, ἣν Ἑβραίων καὶ τῆς τούτων ἐλευθερίας ἐποιήσατο.
ταῦτ' εἰπὼν καὶ τὸν θεὸν ὑμνήσας ἀπαλλάσσεται.
V
(1)[96] Διαλιπὼν δὲ ὀλίγον χρόνον ἔγνω δεῖν ἐπὶ τοὺς Παλαιστίνους
ἐκστρατεύειν, καὶ μηδὲν ἀργὸν μηδὲ ῥᾴθυμον ἐν τοῖς πράγμασιν ὁρᾶν γινόμενον,
ἵν' ὡς τὸ θεῖον αὐτῷ προεῖπε καταστρεψάμενος τοὺς πολεμίους ἐν εἰρήνῃ τὸ λοιπὸν
τοὺς ἐκγόνους αὐτοῦ βασιλεύοντας καταλείποι. [97] καὶ συγκαλέσας πάλιν τὴν
στρατιὰν καὶ παραγγείλας αὐτῇ πρὸς πόλεμον ἑτοίμῃ καὶ παρεσκευασμένῃ τυγχάνειν,
ὅτ' ἔδοξεν αὐτῷ καλῶς ἔχειν τὰ παρ' αὐτῆς ἄρας ἐκ τῶν Ἱεροσολύμων ἐπὶ τοὺς
Παλαιστίνους ἧκε. [98] κρατήσας δ' αὐτῶν τῇ μάχῃ καὶ πολλὴν τῆς χώρας
ἀποτεμόμενος καὶ προσορίσας τῇ τῶν Ἑβραίων ἐπὶ τοὺς Μωαβίτας τὸν πόλεμον
μετήγαγε, καὶ τὰ μὲν δύο μέρη τῆς στρατιᾶς αὐτῶν τῇ μάχῃ νικήσας διέφθειρε, τὸ
δὲ λειπόμενον αἰχμάλωτον ἔλαβε. [99] φόρους δὲ αὐτοῖς ἐπιτάξας κατ' ἔτος
τελεῖν ἐπὶ Ἀρτάζαρον τὸν Ἀραοῦ μὲν υἱὸν βασιλέα δὲ τῆς Σωφηνῆς ἐστράτευσε, καὶ
συμβαλὼν αὐτῷ παρὰ τὸν Εὐφράτην ποταμὸν τῶν μὲν πεζῶν αὐτοῦ διέφθειρεν ὡσεὶ
δισμυρίους, τῶν δ' ἱπποτῶν ὡς πεντακισχιλίους. ἔλαβε δὲ καὶ αὐτοῦ ἅρματα χίλια,
καὶ τὰ πλείω μὲν αὐτῶν ἠφάνισεν, ἑκατὸν δὲ μόνα προσέταξεν αὑτῷ φυλαχθῆναι.
(2)[100] Ἀκούσας δὲ ὁ Δαμασκοῦ καὶ Σύρων βασιλεὺς Ἄδαδος, ὅτι πολεμεῖ
Δαυίδης τὸν Ἀρτάζαρον, φίλος ὢν αὐτῷ μετὰ δυνάμεως ἧκεν ἰσχυρᾶς συμμαχήσων:
ἀπήλλαξε δ' ὡς προσεδόκα συμβαλὼν πρὸς τῷ Εὐφράτῃ ποταμῷ, πταίσας δὲ τῇ μάχῃ
πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν: ἔπεσον γὰρ ὑπὸ τῶν Ἑβραίων ἀναιρούμενοι τῆς
Ἀδάδου δυνάμεως δισμύριοι, οἱ δὲ λοιποὶ πάντες ἔφυγον. [101] μέμνηται δὲ
τούτου τοῦ βασιλέως καὶ Νικόλαος ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν αὐτοῦ λέγων οὕτως:
“μετὰ δὲ ταῦτα πολλῷ χρόνῳ ὕστερον τῶν ἐγχωρίων τις Ἄδαδος ὄνομα πλεῖον ἰσχύσας
Δαμασκοῦ τε καὶ τῆς ἄλλης Συρίας ἔξω Φοινίκης ἐβασίλευσε. πόλεμον δ' ἐξενέγκας
πρὸς Δαυίδην τὸν βασιλέα τῆς Ἰουδαίας καὶ πολλαῖς μάχαις κριθείς, ὑστάτῃ δὲ
παρὰ τὸν Εὐφράτην, ἐν ᾗ ἡττᾶτο, [102] ἄριστος ἔδοξεν εἶναι βασιλέων ῥώμῃ
καὶ ἀνδρείᾳ.” πρὸς τούτοις δὲ καὶ περὶ τῶν ἀπογόνων αὐτοῦ φησιν, ὡς μετὰ τὴν
ἐκείνου τελευτὴν ἐξεδέχοντο παρ' ἀλλήλων καὶ τὴν βασιλείαν καὶ τὸ ὄνομα, λέγων
οὕτως: “τελευτήσαντος δὲ ἐκείνου ἀπόγονοι ἐπὶ δέκα γενεὰς ἐβασίλευον ἑκάστου
παρὰ τοῦ πατρὸς ἅμα καὶ τὴν ἀρχὴν καὶ τοὔνομα [τούτου] ἐκδεχομένου, ὥσπερ
οἱ Πτολεμαῖοι ἐν Αἰγύπτῳ. [103] μέγιστον δὲ ἁπάντων δυνηθεὶς ὁ τρίτος
ἀναμαχέσασθαι βουλόμενος τὴν τοῦ προπάτορος ἧτταν στρατεύσας ἐπὶ τοὺς Ἰουδαίους
ἐπόρθησε τὴν νῦν Σαμαρεῖτιν καλουμένην γῆν.” οὐ διήμαρτε δὲ τῆς ἀληθείας: οὗτος
γάρ ἐστιν Ἄδαδος ὁ στρατευσάμενος ἐπὶ Σαμάρειαν Ἀχάβου βασιλεύοντος τῶν
Ἰσραηλιτῶν, περὶ οὗ κατὰ χώραν ἐροῦμεν.
(3)[104] Δαυίδης δὲ στρατευσάμενος ἐπὶ Δαμασκὸν καὶ τὴν ἄλλην Συρίαν
πᾶσαν αὐτὴν ὑπήκοον ἐποιήσατο, καὶ φρουρὰς ἐν τῇ χώρᾳ καταστήσας καὶ φόρους
αὐτοῖς τελεῖν ὁρίσας ὑπέστρεψε: καὶ τάς τε χρυσᾶς φαρέτρας καὶ τὰς πανοπλίας,
ἃς οἱ τοῦ Ἀδάδου σωματοφύλακες ἐφόρουν, [105] ἀνέθηκε τῷ θεῷ εἰς
Ἱεροσόλυμα, ἃς ὕστερον ὁ τῶν Αἰγυπτίων βασιλεὺς Σούσακος στρατεύσας ἐπὶ τὸν
υἱωνὸν αὐτοῦ Ῥοβόαμον ἔλαβε καὶ πολὺν ἄλλον ἐκ τῶν Ἱεροσολύμων ἐξεφόρησε
πλοῦτον: ταῦτα μὲν ὅταν ἔλθωμεν ἐπὶ τὸν οἰκεῖον αὐτῶν τόπον δηλώσομεν. ὁ δὲ τῶν
Ἑβραίων βασιλεὺς τοῦ θεοῦ συμπνέοντος αὐτῷ καὶ τοὺς πολέμους συγκατορθοῦντος καὶ
ταῖς καλλίσταις τῶν Ἀνδραζάρου πόλεων ἐπεστράτευσε Βατταίᾳ καὶ Μάχωνι, καὶ
λαβὼν αὐτὰς κατὰ κράτος διήρπασε. [106] χρυσὸς δ' ἐν αὐταῖς εὑρέθη
πάμπολυς καὶ ἄργυρος ἔτι δὲ καὶ χαλκός, ὃν τοῦ χρυσοῦ κρείττον' ἔλεγον, ἐξ οὗ
καὶ Σολόμων τὸ μέγα σκεῦος θάλασσαν δὲ καλούμενον ἐποίησε καὶ τοὺς καλλίστους
ἐκείνους λουτῆρας, ὅτε τῷ θεῷ τὸν ναὸν κατεσκεύασεν.
(4)[107] Ὡς δὲ ὁ τῆς Ἀμάθης βασιλεὺς τὰ περὶ τὸν Ἀνδράζαρον ἐπύθετο καὶ
τὴν δύναμιν αὐτοῦ διεφθαρμένην ἤκουσε, δείσας περὶ αὑτῷ καὶ τὸν Δαυίδην πρὶν
ἐπ' αὐτὸν ἔλθοι φιλίᾳ καὶ πίστει γνοὺς ἐνδήσασθαι, πέμπει πρὸς αὐτὸν Ἀδώραμον
υἱὸν αὐτοῦ καὶ περὶ τοῦ τὸν Ἀνδράζαρον ἐχθρὸν ὄντ' αὐτῷ πολεμῆσαι χάριν ἔχειν
ὁμολογῶν, καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν ποιούμενος. [108] ἔπεμψε δ'
αὐτῷ καὶ δῶρα σκεύη τῆς ἀρχαίας κατασκευῆς χρύσεα καὶ ἀργύρεα καὶ χάλκεα.
Δαυίδης δὲ ποιησάμενος τὴν συμμαχίαν πρὸς τὸν Θαῖνον, τοῦτο γὰρ ἦν ὄνομα τῷ
βασιλεῖ τῆς Ἀμάθης, καὶ τὰ δῶρα δεξάμενος ἀπέλυσεν αὐτοῦ τὸν υἱὸν μετὰ τιμῆς
τῆς πρεπούσης ἑκατέροις. τὰ δὲ πεμφθέντα ὑπ' αὐτοῦ καὶ τὸν ἄλλον χρυσὸν καὶ
ἄργυρον, ὃν ἐκ τῶν πόλεων εἰλήφει καὶ τῶν κεχειρωμένων ἐθνῶν, φέρων ἀνατίθησι
τῷ θεῷ. [109] οὐκ αὐτῷ δὲ πολεμοῦντι μόνον καὶ τῆς στρατιᾶς ἡγουμένῳ τὸ
νικᾶν καὶ κατορθοῦν παρεῖχεν ὁ θεός, ἀλλὰ καὶ πέμψαντος αὐτοῦ μετὰ δυνάμεως εἰς
τὴν Ἰδουμαίαν Ἀβεσσαῖον τὸν Ἰωάβου τοῦ ἀρχιστρατήγου ἀδελφὸν δι' ἐκείνου τὴν
τῶν Ἰδουμαίων νίκην ἔδωκε: μυρίους γὰρ αὐτῶν καὶ ὀκτακισχιλίους Ἀβεσσαῖος
διέφθειρε τῇ μάχῃ. καὶ τὴν Ἰδουμαίαν ἅπασαν φρουραῖς διαλαβὼν ὁ βασιλεὺς φόρους
ὑπέρ τε τῆς χώρας καὶ τῆς ἑκάστου κεφαλῆς παρ' αὐτῶν ἐδέχετο. [110] ἦν δὲ
καὶ δίκαιος τὴν φύσιν καὶ τὰς κρίσεις πρὸς τὴν ἀλήθειαν ἀφορῶν ἐποιεῖτο.
στρατηγὸν δὲ ἁπάσης εἶχε τῆς στρατιᾶς τὸν Ἰώαβον: ἐπὶ δὲ τῶν ὑπομνημάτων
Ἰωσάφατον υἱὸν Ἀχίλου κατέστησεν: ἀπέδειξε δ' ἐκ τῆς Φινεέσου οἰκίας τὸν
Σάδωκον ἀρχιερέα μετ' Ἀβιαθάρου, φίλος γὰρ ἦν αὐτῷ: γραμματέα δὲ Σισὰν ἐποίησε:
Βαναίᾳ δὲ τῷ Ἰωάδου τὴν τῶν σωματοφυλάκων ἀρχὴν παραδίδωσιν: οἱ δὲ πρεσβύτεροι
παῖδες αὐτοῦ περὶ τὸ σῶμα καὶ τὴν τούτου φυλακὴν ἦσαν.
(5)[111] Ἐμνήσθη δὲ καὶ τῶν πρὸς Ἰωνάθην τὸν Σαούλου παῖδα συνθηκῶν καὶ
ὅρκων καὶ τῆς ἐκείνου πρὸς αὐτὸν φιλίας τε καὶ σπουδῆς: πρὸς γὰρ τοῖς ἄλλοις
ἅπασιν ἀγαθοῖς οἷς εἶχεν ἔτι καὶ μνημονικώτατος τῶν εὖ ποιησάντων παρὰ τὸν
ἄλλον χρόνον ὑπῆρχε. [112] προσέταξεν οὖν ἀναζητεῖν εἴ τις ἐκ τοῦ γένους αὐτοῦ
σώζεται, ᾧ τὰς ἀμοιβὰς ἃς ὤφειλεν Ἰωνάθῃ τῆς ἑταιρίας ἀποδώσει: ἀχθέντος οὖν
τινος ἠλευθερωμένου μὲν ὑπὸ Σαούλου δυναμένου δὲ γινώσκειν τοὺς ἐκ τοῦ γένους
αὐτοῦ περιόντας, ἀνέκρινεν εἴ τινα ἔχοι λέγειν τῶν Ἰωνάθῃ προσηκόντων ζῶντα καὶ
κομίσασθαι τὰς τῶν εὐεργεσιῶν χάριτας δυνάμενον, ὧν καὶ αὐτὸς ἔτυχε παρὰ
Ἰωνάθου. [113] φήσαντος δ' υἱὸν αὐτοῦ περιλείπεσθαι Μεμφίβοσθον ὄνομα
πεπηρωμένον τὰς βάσεις, τῆς γὰρ τροφοῦ μετὰ τὸ προσαγγελθῆναι τὸν πατέρα τοῦ
παιδίου καὶ τὸν πάππον ἐν τῇ μάχῃ πεσόντας ἁρπασαμένης καὶ φευγούσης, ἀπὸ τῶν
ὤμων αὐτὸ κατενεχθῆναι καὶ βλαβῆναι τὰς βάσεις, μαθὼν ὅπου καὶ παρὰ τίνι
τρέφεται πέμψας πρὸς τὸν Μάχειρον εἰς Λάβαθα πόλιν, παρὰ τούτῳ γὰρ ὁ Ἰωνάθου
παῖς ἐτρέφετο, μεταπέμπεται πρὸς αὑτόν. [114] ἐλθὼν δ' ὁ Μεμφίβοσθος πρὸς
τὸν βασιλέα πεσὼν ἐπὶ πρόσωπον προσεκύνησεν αὐτόν. ὁ δὲ Δαυίδης θαρρεῖν τε
προυτρέπετο καὶ τὰ βελτίω προσδοκᾶν: δίδωσι δ' αὐτῷ καὶ τὸν πατρῷον οἶκον καὶ
πᾶσαν τὴν οὐσίαν, ἣν ὁ πάππος αὐτοῦ Σαοῦλος ἐκτήσατο, σύσσιτόν τε καὶ
ὁμοτράπεζον ἐκέλευσεν εἶναι καὶ μηδεμίαν ἡμέραν ἀπολείπεσθαι τῆς σὺν αὐτῷ
διαίτης. [115] τοῦ δὲ παιδὸς προσκυνήσαντος ἐπί τε τοῖς λόγοις καὶ ταῖς
δωρεαῖς, καλέσας τὸν Σιβὰν τὸν πατρῷον οἶκον ἔλεγε δεδωρῆσθαι τῷ παιδὶ καὶ
πᾶσαν τὴν Σαούλου κτῆσιν, αὐτόν τε ἐκέλευσεν ἐργαζόμενον αὐτοῦ τὴν γῆν καὶ
προνοούμενον ἁπάντων τὴν πρόσοδον εἰς Ἱεροσόλυμα κομίζειν, ἄγειν τε αὐτὸν καθ'
ἑκάστην ἡμέραν ἐπὶ τὴν αὐτοῦ τράπεζαν αὐτὸν Σιβὰν καὶ τοὺς υἱοὺς αὐτοῦ, ἦσαν δ'
οὗτοι πεντεκαίδεκα, καὶ τοὺς οἰκέτας αὐτοῦ τὸν ἀριθμὸν ὄντας εἴκοσι τῷ παιδὶ
χαρίζεται Μεμφιβόσθῳ. [116] ταῦτα διαταξαμένου τοῦ βασιλέως ὁ μὲν Σιβὰς
προσκυνήσας καὶ πάντα ποιήσειν εἰπὼν ἀνεχώρησεν, ὁ δὲ Ἰωνάθου παῖς ἐν
Ἱεροσολύμοις κατῴκει συνεστιώμενος τῷ βασιλεῖ καὶ πάσης ὡς υἱὸς αὐτοῦ θεραπείας
τυγχάνων: ἐγένετο δ' αὐτῷ καὶ παῖς, ὃν Μίχανον προσηγόρευσε.
VI
(1)[117] Καὶ οἱ μὲν περιλειφθέντες ἐκ τοῦ Σαούλου γένους καὶ Ἰωνάθου
τούτων ἔτυχον παρὰ Δαυίδου τῶν τιμῶν. τελευτήσαντος δὲ κατ' ἐκεῖνον τὸν χρόνον
τοῦ τῶν Ἀμμανιτῶν βασιλέως Ναάσου, φίλος δ' ἦν οὗτος αὐτῷ, καὶ διαδεξαμένου τὴν
βασιλείαν Ἀννὼν τοῦ παιδός, πέμψας Δαυίδης πρὸς αὐτὸν παρεμυθήσατο πρᾴως τε
φέρειν ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς παραινῶν καὶ τὴν αὐτὴν φιλίαν διαμενεῖν, ἣ πρὸς
ἐκεῖνον ἦν, τούτῳ προσδοκᾶν. [118] οἱ δὲ τῶν Ἀμμανιτῶν ἄρχοντες κακοήθως
ἀλλ' οὐ κατὰ τὸν Δαυίδου τρόπον ταῦτ' ἐδέξαντο, καὶ παρώτρυναν τὸν βασιλέα
λέγοντες κατασκόπους πεπομφέναι τῆς χώρας Δαυίδην καὶ τῆς αὑτῶν δυνάμεως ἐπὶ
προφάσει φιλανθρωπίας, φυλάττεσθαί τε συνεβούλευον καὶ μὴ προσέχειν τοῖς λόγοις
αὐτοῦ, μὴ καὶ σφαλεὶς ἀπαρηγορήτῳ συμφορᾷ περιπέσῃ. [119] ταῦτ' οὖν δόξας
πιθανώτερα λέγειν τοὺς ἄρχοντας ἢ τἀληθὲς εἶχεν ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς Ἀννὼν
τοὺς παρὰ τοῦ Δαυίδου πεμφθέντας πρέσβεις χαλεπῶς περιύβρισε: ξυρήσας γὰρ αὐτῶν
τὰ ἡμίση τῶν γενείων καὶ τὰ ἡμίση τῶν ἱματίων περιτεμὼν ἔργοις ἀπέλυσε
κομίζοντας οὐ λόγοις τὰς ἀποκρίσεις. [120] ἰδὼν δὲ ταῦθ' ὁ τῶν Ἰσραηλιτῶν
βασιλεὺς ἠγανάκτησε καὶ δῆλος ἦν οὐ περιοψόμενος τὴν ὕβριν καὶ τὸν
προπηλακισμόν, ἀλλὰ πολεμήσων τοῖς Ἀμμανίταις καὶ τιμωρίαν αὐτῶν τῆς παρανομίας
τῆς πρὸς τοὺς πρεσβευτὰς εἰσπραξόμενος τὸν βασιλέα. [121] συνέντες δὲ οἵ
τε ἀναγκαῖοι καὶ οἱ ἡγεμόνες, ὅτι παρεσπονδήκασι καὶ δίκην ὑπὲρ τούτων
ὀφείλουσι, προπαρασκευάζονται εἰς τὸν πόλεμον: καὶ πέμψαντες πρὸς Σύρον τὸν τῶν
Μεσοποταμιτῶν βασιλέα χίλια τάλαντα σύμμαχον αὐτὸν ἐπὶ τούτῳ γενέσθαι τῷ μισθῷ
παρεκάλεσαν καὶ Σουβάν: ἦσαν δὲ τοῖς βασιλεῦσι τούτοις πεζοῦ δύο μυριάδες.
προσεμισθώσαντο δὲ καὶ τὸν ἐκ τῆς Μιχᾶς καλουμένης χώρας βασιλέα καὶ τέταρτον
Ἴστοβον ὄνομα, καὶ τούτους ἔχοντας μυρίους καὶ δισχιλίους ὁπλίτας.
(2)[122] Οὐ κατεπλάγη δὲ τὴν συμμαχίαν καὶ τὴν τῶν Ἀμμανιτῶν δύναμιν ὁ
Δαυίδης, τῷ δὲ θεῷ πεποιθὼς καὶ τῷ δικαίως αὐτοῖς ἀνθ' ὧν ὑβρίσθη πολεμεῖν
μέλλειν, Ἰώαβον τὸν ἀρχιστράτηγον δοὺς αὐτῷ τῆς στρατιᾶς τὸ ἀκμαιότατον ἐξ
αὐτῆς ἔπεμψεν ἐπ' αὐτούς. [123] ὁ δὲ πρὸς τῇ μητροπόλει τῶν Ἀμμανιτῶν Ἀραβαθᾶ
κατεστρατοπεδεύσατο. τῶν δὲ πολεμίων ἐξελθόντων καὶ παραταξαμένων οὐχ ὁμοῦ διχῇ
δέ, τὸ μὲν γὰρ ἐπικουρικὸν ἐν τῷ πεδίῳ καθ' αὑτὸ ἐτάχθη, τὸ δὲ τῶν Ἀμμανιτῶν
στράτευμα πρὸς ταῖς πύλαις ἀντικρὺ τῶν Ἑβραίων, ἰδὼν τοῦτο Ἰώαβος
ἀντιμηχανᾶται: [124] καὶ τοὺς μὲν ἀνδρειοτάτους ἐπιλεξάμενος
ἀντιπαρατάσσεται τῷ Σύρῳ καὶ τοῖς μετ' αὐτοῦ βασιλεῦσι, τὸ δ' ἄλλο παραδοὺς
Ἀβεσσαίῳ τῷ ἀδελφῷ τοῖς Ἀμμανίταις ἐκέλευσεν ἀντιπαρατάξασθαι, εἰπὼν ἂν τοὺς
Σύρους ἴδῃ βιαζομένους αὐτὸν καὶ πλέον δυναμένους μεταγαγόντα τὴν φάλαγγα βοηθεῖν
αὐτῷ, τὸ δ' αὐτὸ τοῦτο ποιήσειν καὶ αὐτός, ἂν ὑπὸ τῶν Ἀμμανιτῶν αὐτὸν
καταπονούμενον θεάσηται. [125] προτρεψάμενος οὖν τὸν ἀδελφὸν καὶ
παρακαλέσας εὐψύχως καὶ μετὰ προθυμίας ἀνδράσιν αἰσχύνην φοβουμένοις πρεπούσης
ἀγωνίσασθαι τὸν μὲν ἀπέλυσε τοῖς Ἀμμανίταις μαχησόμενον, αὐτὸς δὲ τοῖς Σύροις
συνέβαλε. [126] καὶ πρὸς ὀλίγον ἀντισχόντων αὐτῶν καρτερῶς πολλοὺς μὲν
αὐτῶν ἀπέκτεινεν Ἰώαβος, ἅπαντας δ' ἠνάγκασεν εἰς φυγὴν τραπῆναι. τοῦτο ἰδόντες
οἱ Ἀμμανῖται καὶ δείσαντες τὸν Ἀβεσσαῖον καὶ τὴν μετ' αὐτοῦ στρατιὰν οὐκ
ἔμειναν, ἀλλὰ μιμησάμενοι τοὺς συμμάχους εἰς τὴν πόλιν ἔφυγον. κρατήσας οὖν τῶν
πολεμίων Ἰώαβος εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα λαμπρῶς ὑπέστρεψε.
(3)[127] Τοῦτο τὸ πταῖσμα τοὺς Ἀμμανίτας οὐκ ἔπεισεν ἠρεμεῖν οὐδὲ
μαθόντας τοὺς κρείττονας ἡσυχίαν ἄγειν, ἀλλὰ πέμψαντες πρὸς Χαλαμὰν τὸν τῶν
πέραν Εὐφράτου Σύρων βασιλέα μισθοῦνται τοῦτον ἐπὶ συμμαχίᾳ, ἔχοντα μὲν
ἀρχιστράτηγον Σέβεκον, πεζῶν δὲ μυριάδας ὀκτὼ καὶ ἱππέων μυρίους.
[128] γνοὺς δ' ὁ τῶν Ἑβραίων βασιλεὺς πάλιν ἐπ' αὐτὸν τοὺς Ἀμμανίτας τοσαύτην
δύναμιν συνηθροικότας οὐκέτι διὰ στρατηγῶν αὐτοῖς πολεμεῖν ἔκρινεν, ἀλλ' αὐτὸς
σὺν ἁπάσῃ τῇ δυνάμει διαβὰς τὸν Ἰόρδανον ποταμὸν καὶ ὑπαντήσας αὐτοῖς συνάψας
εἰς μάχην ἐνίκησε: καὶ ἀναιρεῖ μὲν αὐτῶν πεζῶν μὲν εἰς τέσσαρας μυριάδας ἱππέων
δὲ εἰς ἑπτακισχιλίους, ἔτρωσε δὲ καὶ τὸν στρατηγὸν τοῦ Χαλαμᾶ Σέβεκον, ὃς ἐκ
τῆς πληγῆς ἀπέθανεν. [129] οἱ δὲ Μεσοποταμῖται τοιούτου γενομένου τοῦ
τέλους τῆς μάχης αὑτοὺς Δαυίδῃ παρέδοσαν καὶ δῶρα ἔπεμψαν αὐτῷ. καὶ ὁ μὲν ὥρᾳ
χειμῶνος ἀνέστρεψεν εἰς Ἱεροσόλυμα, ἀρχομένου δὲ τοῦ ἔαρος ἔπεμψε τὸν
ἀρχιστράτηγον Ἰώαβον πολεμήσοντα τοῖς Ἀμμανίταις. ὁ δὲ τήν τε γῆν αὐτῶν ἅπασαν
ἐπερχόμενος διέφθειρε καὶ αὐτοὺς εἰς τὴν μητρόπολιν συγκλείσας Ἀραβαθὰ
ἐπολιόρκει.
VII
(1)[130] Συνέπεσε δὲ καὶ Δαυίδῃ πταῖσμα δεινὸν ὄντι φύσει δικαίῳ καὶ
θεοσεβεῖ καὶ τοὺς πατρίους νόμους ἰσχυρῶς φυλάσσοντι: θεασάμενος γὰρ δείλης
ὀψίας ἀπὸ τοῦ στέγους τῶν βασιλείων, ἐν ᾧ περιπατεῖν κατ' ἐκεῖνο τῆς ὥρας ἦν
ἔθος, γυναῖκα λουομένην ἐν τῇ αὑτῆς οἰκίᾳ ψυχρῷ ὕδατι καλλίστην τὸ εἶδος καὶ
πασῶν διαφέρουσαν, ὄνομα αὐτῇ ἦν Βεεθσαβή, ἡττᾶται τοῦ κάλλους τῆς γυναικός:
καὶ τῆς ἐπιθυμίας κατασχεῖν οὐ δυνάμενος αὐτῇ συνέρχεται. [131] γενομένης
δ' ἐγκύου τῆς γυναικὸς καὶ πεμψάσης πρὸς τὸν βασιλέα, ὅπως τῷ ἁμαρτήματι
σκέψηταί τινα τοῦ λαθεῖν ὁδόν, ἀποθανεῖν γὰρ αὐτὴν κατὰ τοὺς πατρίους καθήκει
νόμους μεμοιχευμένην, μετακαλεῖται τὸν Ἰωάβου μὲν ὁπλοφόρον ἐκ τῆς πολιορκίας
ἄνδρα δὲ τῆς γυναικὸς Οὐρίαν ὄνομα, καὶ παραγενόμενον περί τε τῆς στρατιᾶς καὶ
τῆς πολιορκίας ἀνέκρινε. [132] λέγοντος δὲ πάντα κατὰ νοῦν αὐτοῖς κεχωρηκέναι
τὰ πράγματα βαστάσας ἐκ τοῦ δείπνου μέρη προσδίδωσιν αὐτῷ, καὶ κελεύει πρὸς τὴν
γυναῖκα ἀπελθόντα ἀναπαύσασθαι σὺν αὐτῇ. ὁ δὲ Οὐρίας τοῦτο μὲν οὐκ ἐποίησε,
παρεκοιμήθη δὲ τῷ βασιλεῖ σὺν τοῖς ἄλλοις ὁπλοφόροις. [133] ὡς δὲ γνοὺς
τοῦθ' ὁ βασιλεὺς ἀνέκρινεν αὐτόν, ὅτι μὴ πρὸς [αὑτὸν εἰς] τὴν οἰκίαν ἔλθοι
μηδὲ πρὸς τὴν γυναῖκα διὰ τοσούτου χρόνου πάντων ἀνθρώπων ταύτην ἐχόντων τὴν
φύσιν ὅταν ἔλθωσιν ἐξ ἀποδημίας, οὐκ εἶναι δίκαιον ἔφη τῶν συστρατιωτῶν αὐτοῦ
καὶ τοῦ στρατηγοῦ χαμαὶ κοιμωμένων ἐν παρεμβολῇ καὶ τῇ τῶν πολεμίων χώρᾳ μετὰ
γυναικὸς αὐτὸν ἀναπαύεσθαι καὶ τρυφᾶν. [134] ταῦτ' εἰπόντα μεῖναι τὴν
ἡμέραν ἐκείνην ἐκέλευσεν αὐτόθι ὡς εἰς τὴν ἐπιοῦσαν ἀπολύσων αὐτὸν πρὸς τὸν
ἀρχιστράτηγον. κληθεὶς δ' ἐπὶ δεῖπνον ὑπὸ τοῦ βασιλέως Οὐρίας καὶ μέχρι μέθης
προελθὼν ἐν τῷ πότῳ δεξιουμένου τοῦ βασιλέως αὐτὸν ἐπίτηδες ταῖς προπόσεσιν,
οὐδὲν ἧττον πάλιν πρὸ τῶν τοῦ βασιλέως θυρῶν ἐκοιμήθη μηδεμίαν λαβὼν τῆς
γυναικὸς ἐπιθυμίαν. [135] ἐπὶ τούτοις δὲ δυσανασχετήσας ὁ βασιλεὺς ἔγραψε
τῷ Ἰωάβῳ κολάσαι προστάττων τὸν Οὐρίαν, ἁμαρτεῖν γὰρ αὐτὸν ἐδήλου, καὶ τὸν
τρόπον τῆς τιμωρίας ἵνα μὴ γένηται φανερὸς αὐτὸς τοῦτο βουληθεὶς ὑπέθετο:
[136] κατὰ γὰρ τὸ δυσμαχώτατον αὐτὸν ἐκέλευσε μέρος τῶν πολεμίων τάξαι καὶ
καθ' ὃ κινδυνεύσει μαχόμενος ἀπολειφθεὶς μόνος: [τοὺς γὰρ] συμπαραστάτας
ἀναχωρῆσαι ἐκ τῆς μάχης γινομένης ἐκέλευσε. ταῦτα γράψας καὶ σημηνάμενος τῇ
αὑτοῦ σφραγῖδι τὴν ἐπιστολὴν ἔδωκεν Οὐρίᾳ κομίσαι πρὸς Ἰώαβον.
[137] δεξάμενος δὲ Ἰώαβος τὰ γράμματα καὶ τὴν τοῦ βασιλέως προαίρεσιν
ἀναγνούς, καθ' ὃν ᾔδει τόπον τοὺς πολεμίους χαλεποὺς αὐτῷ γενομένους, κατὰ
τοῦτον ἔστησε τὸν Οὐρίαν δοὺς αὐτῷ τινας τῶν ἀρίστων τῆς στρατιᾶς: αὐτὸς δ'
ἁπάσῃ τῇ δυνάμει προσεπιβοηθήσειν ἔφησεν, εἰ δυνηθεῖεν ἀνατρέψαντές τι τοῦ
τείχους εἰσελθεῖν εἰς τὴν πόλιν. [138] ὄντα δ' αὐτὸν γενναῖον στρατιώτην
καὶ δόξαν ἔχοντα παρά τε τῷ βασιλεῖ καὶ πᾶσι τοῖς ὁμοφύλοις ἐπ' ἀνδρείᾳ χαίρειν
τοῖς μεγάλοις πόνοις ἀλλὰ μὴ προσαγανακτεῖν ἠξίου. τοῦ δ' Οὐρία προθύμως
ὑποστάντος τὸ ἔργον, τοῖς μετ' αὐτοῦ παρατασσομένοις ἰδίᾳ καταλιπεῖν ὅταν
ἐξορμήσαντας ἴδωσι τοὺς πολεμίους ἐδήλωσε. [139] προσβαλόντων οὖν τῇ πόλει
τῶν Ἑβραίων δείσαντες οἱ Ἀμμανῖται, μὴ κατ' ἐκεῖνον τὸν τόπον, καθ' ὃν Οὐρίαν
συνέβαινε τετάχθαι, φθάσαντες ἀναβῶσιν οἱ πολέμιοι, προστησάμενοι τοὺς
ἀνδρειοτάτους αὐτῶν καὶ τὴν πύλην ἀνοίξαντες αἰφνιδίως καὶ μετὰ ῥύμης καὶ
δρόμου πολλοῦ τοῖς ἐχθροῖς ἐπεξῆλθον. [140] ἰδόντες δὲ αὐτοὺς οἱ σὺν τῷ
Οὐρίᾳ πάντες ἀνεχώρησαν ὀπίσω, καθὼς Ἰώαβος αὐτοῖς προεῖπεν: αἰσχυνθεὶς δ'
Οὐρίας φυγεῖν καὶ τὴν τάξιν καταλιπεῖν ὑπέμεινε τοὺς πολεμίους: καὶ τὴν ὁρμὴν
αὐτῶν ἐκδεξάμενος ἀναιρεῖ μὲν οὐκ ὀλίγους, κυκλωθεὶς δὲ καὶ ληφθεὶς ἐν μέσῳ ἅμα
δ' αὐτῷ τινες καὶ ἄλλοι τελευτᾷ συγκαταπεσόντων ἑτέρων.
(2)[141] Τούτων οὕτως γενομένων ἔπεμψεν ἀγγέλους Ἰώαβος πρὸς τὸν
βασιλέα λέγειν ἐντειλάμενος αὐτοῖς, ὡς σπουδάσειε μὲν ταχέως ἑλεῖν τὴν πόλιν,
προσβαλὼν δὲ τῷ τείχει καὶ πολλοὺς ἀπολέσας ἀναχωρῆσαι βιασθείη: προστιθέναι δὲ
τούτοις ἂν ὀργιζόμενον ἐπ' αὐτοῖς βλέπωσι καὶ τὸν Οὐρία θάνατον. [142] τοῦ
δὲ βασιλέως ἀκούσαντος παρὰ τῶν ἀγγέλων ταῦτα καὶ δυσφοροῦντος φάσκοντος
ἁμαρτεῖν αὐτοὺς τῷ τείχει προσβαλόντας, δέον ὑπονόμοις καὶ μηχανήμασιν ἑλεῖν
πειρᾶσθαι τὴν πόλιν, καὶ ταῦτ' ἔχοντας παράδειγμα τὸν Γεδεῶνος υἱὸν Ἀβιμέλεχον,
ὃς ἐπεὶ τὸν ἐν Θήβαις πύργον ἑλεῖν ἐβούλετο βίᾳ, βληθεὶς ὑπὸ πρεσβύτιδος πέτρῳ
κατέπεσε καὶ ἀνδρειότατος ὢν διὰ τὸ δυσχερὲς τῆς ἐπιβολῆς αἰσχρῶς ἀπέθανεν:
[143] οὗ μνημονεύοντας ἔδει μὴ προσιέναι τῷ τείχει τῶν πολεμίων: ἄριστον
γὰρ ἁπάντων τῶν ἐν πολέμῳ πραχθέντων καὶ καλῶς καὶ ὡς ἑτέρως ἐνίοις αὐτοῖς
κινδύνοις μνήμην ἔχειν, ὡς τὰ μὲν μιμεῖσθαι τὰ δὲ φυλάττεσθαι. [144] ἐπεὶ
δὲ οὕτως ἔχοντι καὶ τὸν Οὐρία θάνατον ἐδήλωσεν ὁ ἄγγελος, παύεται μὲν τῆς
ὀργῆς, Ἰωάβῳ δ' ἐκέλευσεν ἀπελθόντα λέγειν ἀνθρώπινον εἶναι τὸ συμβεβηκὸς καὶ
τὰ τοῦ πολέμου φύσιν ἔχειν τοιαύτην, ὥστε ποτὲ μὲν τοῖς ἐναντίοις εὖ πράττειν
συμβαίνειν κατ' αὐτόν, ποτὲ δὲ τοῖς ἑτέροις: [145] τοῦ λοιποῦ μέντοι γε
προνοεῖν τῆς πολιορκίας, ὅπως μηδὲν ἔτι πταίσωσι κατ' αὐτήν, ἀλλὰ χώμασι καὶ
μηχαναῖς ἐκπολιορκήσαντας καὶ παραστησαμένους τὴν μὲν πόλιν κατασκάψαι, ἅπαντας
δ' ἀπολέσαι τοὺς ἐν αὐτῇ. καὶ ὁ μὲν ἄγγελος τὰ ὑπὸ τοῦ βασιλέως ἐντεταλμένα
κομίζων πρὸς Ἰώαβον ἠπείγετο. [146] ἡ δὲ τοῦ Οὐρία γυνὴ Βεεθσαβὴ τὸν
θάνατον τἀνδρὸς πυθομένη ἐπὶ συχνὰς αὐτὸν ἡμέρας ἐπένθησεν, παυσαμένην δὲ τῆς
λύπης καὶ τῶν ἐπ' Οὐρίᾳ δακρύων ὁ βασιλεὺς εὐθὺς ἄγεται γυναῖκα, καὶ παῖς ἄρρην
ἐξ αὐτῆς γίνεται αὐτῷ.
(3)[147] Τοῦτον οὐχ ἡδέως ἐπεῖδεν ὁ θεὸς τὸν γάμον, ἀλλὰ δι' ὀργῆς ἔχων
τὸν Δαυίδην τῷ προφήτῃ Νάθᾳ φανεὶς κατὰ τοὺς ὕπνους ἐμέμφετο τὸν βασιλέα. ὁ δὲ
Νάθας ἀστεῖος καὶ συνετὸς ὢν ἀνήρ, λογισάμενος ὡς οἱ βασιλεῖς ὅταν εἰς ὀργὴν
ἐμπέσωσι ταύτῃ πλέον ἢ τῷ δικαίῳ νέμουσι, τὰς μὲν παρὰ τοῦ θεοῦ γεγενημένας
ἀπειλὰς ἡσυχάζειν ἔκρινεν, ἄλλους δὲ λόγους χρηστοὺς πρὸς αὐτὸν διεξῆλθε,
[148] καὶ δὴ τοιοῦτόν τινα τρόπον περὶ οὗ καὶ τί φρονεῖ ποιῆσαι σαφὲς αὐτῷ
παρεκάλει: “δύο γάρ, ἔφησεν, ἄνδρες τὴν αὐτὴν κατῴκουν πόλιν, ὧν ὁ μὲν πλούσιος
ἦν καὶ πολλὰς εἶχεν ἀγέλας ὑποζυγίων τε καὶ θρεμμάτων καὶ βοῶν, τῷ πένητι δ'
ἀμνὰς ὑπῆρχε μία. [149] ταύτην μετὰ τῶν τέκνων αὐτοῦ ἀνέτρεφε
συνδιαιρούμενος αὐτῇ τὰ σιτία καὶ φιλοστοργίᾳ πρὸς αὐτὴν χρώμενος ᾗ τις ἂν χρήσαιτο
καὶ πρὸς θυγατέρα. ξένου δ' ἐπελθόντος τῷ πλουσίῳ τῶν μὲν ἰδίων οὐδὲν ἠξίωσεν
ἐκεῖνος βοσκημάτων καταθύσας εὐωχῆσαι τὸν φίλον, πέμψας δὲ τὴν ἀμνάδα τοῦ
πένητος ἀπέσπασε, [150] καὶ ταύτην παρασκευάσας εἱστίασε τὸν ξένον.”
σφόδρα ἐλύπησεν ὁ λόγος οὗτος τὸν βασιλέα καὶ πονηρὸν πρὸς τὸν Νάθαν τὸν
ἄνθρωπον ἐκεῖνον, ὃς δὴ τοῦτο τὸ ἔργον ἐτόλμησεν, ἀπεφήνατο καὶ τετραπλὴν
ἀποτῖσαι τὴν ἀμνάδα δίκαιον εἶναι καὶ πρὸς τούτῳ θανάτῳ κολασθῆναι. Νάθας δ'
ὑποτυχὼν αὐτὸν ἔλεγεν ἐκεῖνον εἶναι τὸν ἄξιον ταῦτα παθεῖν ὑφ' ἑαυτοῦ
κεκριμένον τολμήσαντα μέγα καὶ δεινὸν ἔργον. [151] ἀνεκάλυπτε δ' αὐτῷ καὶ
παρεγύμνου τὴν ὀργὴν τοῦ θεοῦ ποιήσαντος μὲν αὐτὸν βασιλέα πάσης τῆς Ἑβραίων
δυνάμεως καὶ τῶν ἐν κύκλῳ πάντων ἐθνῶν πολλῶν καὶ μεγάλων κύριον, ῥυσαμένου δ'
ἔτι πρὸ τούτων ἐκ τῶν Σαούλου χειρῶν, δόντος δ' αὐτῷ καὶ γυναῖκας ἃς δικαίως
καὶ νομίμως ἠγάγετο, καταφρονηθέντος δ' ὑπ' αὐτοῦ καὶ ἀσεβηθέντος, ὃς ἀλλοτρίαν
τε γήμας ἔχει γυναῖκα καὶ τὸν ἄνδρα αὐτῆς ἀποκτείνειεν ἐκδοὺς τοῖς πολεμίοις:
[152] δώσειν οὖν αὐτὸν ἀντὶ τούτων δίκας τῷ θεῷ καὶ βιασθήσεσθαι μὲν αὐτοῦ
τὰς γυναῖκας ὑφ' ἑνὸς τῶν παίδων, ἐπιβουλευθήσεσθαι δὲ καὶ αὐτὸν ὑπ' ἐκείνου,
καὶ τὸ ἁμάρτημα τοῦτο κρύφα δράσαντα φανερὰν τὴν ἐπ' αὐτῷ δίκην ὑφέξειν:
τεθνήξεσθαι δὲ καὶ τὸν παῖδά σοι παραχρῆμα τὸν ἐξ αὐτῆς γεγενημένον.
[153] ταραχθέντος δ' ἐπὶ τούτοις τοῦ βασιλέως καὶ συσχεθέντος ἱκανῶς καὶ
μετὰ δακρύων καὶ λύπης ἀσεβῆσαι λέγοντος, ἦν γὰρ ὁμολογουμένως θεοσεβὴς καὶ
μηδὲν ἁμαρτὼν ὅλως περὶ τὸν βίον ἢ τὰ περὶ τὴν Οὐρία γυναῖκα, ᾤκτειρεν ὁ θεὸς
καὶ διαλλάττεται φυλάξειν αὐτῷ καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν ἐπαγγειλάμενος:
μετανοοῦντι γὰρ περὶ τῶν γεγενημένων οὐκέτι χαλεπῶς ἔχειν ἔφασκε. καὶ Νάθας μὲν
ταῦτα τῷ βασιλεῖ προφητεύσας οἴκαδε ἐπανῆλθε.
(4)[154] Τῷ δ' ἐκ τῆς Οὐρία γυναικὸς γενομένῳ παιδὶ Δαυίδῃ νόσον
ἐνσκήπτει χαλεπὴν τὸ θεῖον, ἐφ' ᾗ δυσφορῶν ὁ βασιλεὺς τροφὴν μὲν ἐφ' ἡμέρας
ἑπτὰ καίτοι γε ἀναγκαζόντων τῶν οἰκείων οὐ προσηνέγκατο, μέλαιναν δὲ
περιθέμενος ἐσθῆτα πεσὼν ἐπὶ σάκκου κατὰ γῆς ἔκειτο τὸν θεὸν ἱκετεύων ὑπὲρ τῆς
τοῦ παιδὸς σωτηρίας: σφόδρα γὰρ ἔστεργεν αὐτοῦ τὴν μητέρα. [155] τῇ δ'
ἑβδόμῃ τῶν ἡμερῶν τελευτήσαντος τοῦ παιδὸς οὐκ ἐτόλμων τῷ βασιλεῖ τοῦτο μηνύειν
οἱ θεράποντες λογιζόμενοι, μὴ γνοὺς ἔτι μᾶλλον ἀπόσχηται καὶ τροφῆς καὶ τῆς
ἄλλης ἐπιμελείας ὡς ἂν ἐπὶ ποθεινοῦ τέκνου τετελευτηκότος, ὅτε καὶ νοσοῦντος οὕτως
ὑπὸ τῆς λύπης ἑαυτὸν ἐκάκου. [156] ταραττομένων δ' αἰσθόμενος τῶν οἰκετῶν
ὁ βασιλεὺς καὶ ταῦτα πασχόντων, ἃ μάλιστα συγκρύψαι τι θέλουσι συμβαίνει,
συνεὶς ὅτι τέθνηκεν ὁ παῖς προσφωνήσας ἕνα τῶν οἰκετῶν καὶ μαθὼν τἀληθὲς
ἀνίσταται καὶ λουσάμενος καὶ λαβὼν ἐσθῆτα λευκὴν εἰς τὴν σκηνὴν τοῦ θεοῦ
παραγίνεται, [157] καὶ κελεύσας δεῖπνον αὑτῷ παραθεῖναι πολλὴν ἐπὶ τῷ
παραλόγῳ τοῖς τε συγγενέσι καὶ τοῖς οἰκέταις ἔκπληξιν παρεῖχεν, ὅτι μηδὲν
τούτων ἐπὶ νοσοῦντι τῷ παιδὶ ποιήσας πάνθ' ὁμοῦ τετελευτηκότος ἔπραττε. τήν τε
αἰτίαν, δεηθέντες ἐπιτρέψαι πρῶτον αὐτοῖς πυθέσθαι, παρεκάλουν
[εἰπεῖν] τῶν γεγενημένων. [158] ὁ δὲ ἀμαθεῖς εἰπὼν αὐτοὺς ἐδίδασκεν,
ὡς ἔτι μὲν ζῶντος τοῦ παιδὸς ἔχων ἐλπίδα σωτηρίας αὐτοῦ δεόντως πάντ' ἐποίει
τὸν θεὸν ἡγούμενος τούτοις εὐμενῆ καταστήσειν, ἀποθανόντος δ' οὐκέτι χρείαν
εἶναι λύπης ματαίας. ταῦτ' εἰπόντος ἐπῄνεσαν τὴν σοφίαν καὶ τὴν διάνοιαν τοῦ
βασιλέως. συνελθὼν δὲ τῇ γυναικὶ Βεεθσαβῇ ἔγκυον αὐτὴν ἐποίησε, καὶ
γεννησαμένης ἄρρεν παιδίον Σολόμωνα τοῦτον προσηγόρευσεν, οὕτως Νάθα τοῦ
προφήτου κελεύσαντος.
(5)[159] Ἰώαβος δὲ τῇ πολιορκίᾳ τοὺς Ἀμμανίτας ἰσχυρῶς ἐκάκου τῶν τε
ὑδάτων αὐτοὺς ἀποτεμνόμενος καὶ τῆς τῶν ἄλλων εὐπορίας, ὡς πάνυ ταλαιπωρεῖν
ἐνδείᾳ ποτοῦ καὶ τροφῆς. ἐξ ὀλίγου γὰρ φρέατος ἤρτηντο καὶ ταμείας ὡς μὴ τελέως
αὐτοὺς ἐπιλιπεῖν τὴν πηγὴν δαψιλέστερον χρωμένους. [160] γράφει δὴ τῷ
βασιλεῖ ταῦτα δηλῶν καὶ παρακαλῶν αὐτὸν ἐπὶ τὴν αἵρεσιν τῆς πόλεως ἐλθεῖν, ἵνα
τὴν νίκην αὐτὸς ἐπιγραφῇ. ταῦτα Ἰωάβου γράψαντος ἀποδεξάμενος αὐτὸν τῆς εὐνοίας
καὶ τῆς πίστεως ὁ βασιλεὺς παραλαβὼν τὴν σὺν αὐτῷ δύναμιν ἧκεν ἐπὶ τὴν τῆς
Ῥαβαθᾶς πόρθησιν, καὶ κατὰ κράτος ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκεν.
[161] αὐτὸς δὲ τὸν τοῦ βασιλέως τῶν Ἀμμανιτῶν λαμβάνει στέφανον ἕλκοντα
χρυσοῦ τάλαντον καὶ πολυτελῆ λίθον ἔχοντα ἐν μέσῳ σαρδόνυχος: ἐφόρει δ' αὐτὸν
ἐπὶ τῆς κεφαλῆς διαπαντὸς Δαυίδης. πολλὰ δὲ καὶ ἄλλα σκῦλα λαμπρὰ καὶ πολύτιμα
εὗρεν ἐν τῇ πόλει: τοὺς δ' ἄνδρας αἰκισάμενος διέφθειρε. ταὐτὰ δὲ καὶ τὰς ἄλλας
τῶν Ἀμμανιτῶν πόλεις διέθηκεν ἑλὼν αὐτὰς κατὰ κράτος.
VIII
(1)[162] Ἀναστρέψαντος δὲ εἰς Ἱεροσόλυμα τοῦ βασιλέως πταῖσμα αὐτοῦ τὴν
οἰκίαν ἐξ αἰτίας τοιαύτης καταλαμβάνει: θυγάτηρ γὰρ ἦν αὐτῷ παρθένος μὲν ἔτι τὸ
δὲ κάλλος εὐπρεπής, ὡς ἁπάσας ὑπερβάλλειν τὰς εὐμορφοτάτας γυναῖκας, Θήμαρ
ὄνομα, τῆς δ' αὐτῆς Ἀψαλώμῳ μητρὸς κεκοινωνηκυῖα. [163] ταύτης ὁ
πρεσβύτατος τῶν Δαυίδου παίδων Ἀμνὼν ἐρασθείς, ὡς οὔτε διὰ τὴν παρθενίαν αὐτῆς
οὔτε διὰ τὴν φυλακὴν τυχεῖν τῆς ἐπιθυμίας ἐδύνατο χαλεπῶς διέκειτο, καὶ τό τε
σῶμα τῆς ὀδύνης αὐτὸν κατεσθιούσης κατισχναίνετο καὶ τὴν χρόαν μετέβαλλε.
[164] δῆλος δὲ γίνεται ταῦτα πάσχων Ἰωνάθῃ τινὶ συγγενεῖ καὶ φίλῳ: συνετὸς
δ' ἦν οὗτος ἐν τοῖς μάλιστα καὶ τὴν διάνοιαν ὀξύς. ὁρῶν οὖν καθ' ἑκάστην πρωίαν
τὸν Ἀμνῶνα μὴ κατὰ φύσιν ἔχοντα τῷ σώματι προσελθὼν ἠρώτα φράσαι τὴν αἰτίαν
αὐτῷ, εἰκάζειν μέντοι γε οὕτως ἔλεγεν ἐξ ἐρωτικῆς αὐτὸν ἔχειν ἐπιθυμίας.
[165] τοῦ δὲ Ἀμνῶνος ὁμολογήσαντος τὸ πάθος ὅτι τῆς ἀδελφῆς ἐρᾷ
τυγχανούσης ὁμοπατρίας, ὁδὸν αὐτῷ καὶ μηχανὴν εἰς τὸ περιγενέσθαι τῶν εὐκταίων
ὑπέθετο: νόσον γὰρ ὑποκρίνασθαι παρῄνεσεν, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν πατέρα πέμψαι
τὴν ἀδελφὴν αὐτῷ διακονησομένην ἐκέλευσε παρακαλέσαι: ῥᾴω γὰρ ἔσεσθαι καὶ
ταχέως ἀπαλλαγήσεσθαι τῆς νόσου τούτου γενομένου. [166] πεσὼν οὖν ὁ Ἀμνὼν
ἐπὶ τὴν κλίνην νοσεῖν προσεποιήσατο κατὰ τὰς Ἰωνάθου ὑποθήκας. παραγενομένου δὲ
τοῦ πατρὸς καὶ σκεπτομένου πῶς ἔχοι, τὴν ἀδελφὴν ἐδεῖτο πέμψαι πρὸς αὐτόν: ὁ δ'
εὐθὺς ἐκέλευσεν ἀχθῆναι. ἡκούσῃ δὲ προσέταξεν ἄρτους αὐτῷ ποιῆσαι τηγανιστοὺς
αὐτουργῷ γενομένῃ: προσοίσεσθαι γὰρ ἥδιον ἐκ τῶν ἐκείνης χειρῶν. [167] ἡ
δ' ἐμβλέποντος τἀδελφοῦ φυράσασα τὸ ἄλευρον καὶ πλάσασα κολλυρίδας καὶ
τηγανίσασα προσήνεγκεν αὐτῷ: ὁ δὲ τότε μὲν οὐκ ἐγεύσατο, προσέταξε δὲ τοῖς
οἰκέταις παραιτήσασθαι πάντας πρὸ τοῦ δωματίου: βούλεσθαι γὰρ ἀναπαύσασθαι
θορύβου καὶ ταραχῆς ἀπηλλαγμένος. [168] ὡς δὲ τὸ κελευσθὲν ἐγένετο, τὴν ἀδελφὴν
ἠξίωσεν εἰς τὸν ἐνδοτέρω τὸ δεῖπνον οἶκον αὐτῷ παρενεγκεῖν: ποιησάσης δὲ τοῦτο
τῆς κόρης λαβόμενος αὐτῆς συνελθεῖν αὐτῷ πείθειν ἐπειρᾶτο. ἀνακραγοῦσα δ' ἡ
παῖς “ἀλλὰ μὴ σύ γε τοῦτο βιάσῃ με μηδὲ ἀσεβήσῃς, εἶπεν, ἀδελφέ, τοὺς νόμους
παραβὰς καὶ δεινῇ περιβαλὼν σαυτὸν αἰσχύνῃ: παῦσαι δ' οὕτως ἀδίκου καὶ μιαρᾶς
ἐπιθυμίας, ἐξ ἧς ὀνείδη καὶ κακοδοξίαν [169] ὁ οἶκος ἡμῶν κερδανεῖ.”
συνεβούλευέ τε περὶ τούτου διαλεχθῆναι τῷ πατρί: συγχωρήσειν γὰρ ἐκεῖνον. ταῦτα
δ' ἔλεγε βουλομένη τὴν ὁρμὴν αὐτοῦ τῆς ὀρέξεως πρὸς τὸ παρὸν διαφυγεῖν. ὁ δ' οὐ
πείθεται, τῷ δὲ ἔρωτι καιόμενος καὶ τοῖς τοῦ πάθους κέντροις μυωπιζόμενος
βιάζεται τὴν ἀδελφήν. [170] μῖσος δ' εὐθέως μετὰ τὴν κορείαν εἰσέρχεται
τὸν Ἀμνῶνα καὶ προσλοιδορησάμενος ἐκέλευσεν ἀναστᾶσαν ἀπιέναι. τῆς δὲ χείρω τὴν
ὕβριν καὶ διὰ τοῦτο ἀποκαλούσης, εἰ βιασάμενος αὐτὸς μηδ' ἄχρι νυκτὸς ἐπιτρέπει
μεῖναι παραχρῆμα δ' ἀπαλλάττεσθαι κελεύει ἐν ἡμέρᾳ καὶ φωτί, ἵνα καὶ μάρτυσι
τῆς αἰσχύνης περιπέσοι, προσέταξεν αὐτὴν ἐκβαλεῖν τῷ οἰκέτῃ. [171] ἡ δὲ
περιαλγὴς ἐπὶ τῇ ὕβρει καὶ τῇ βίᾳ γενομένη περιρρήξασα τὸν χιτωνίσκον, ἐφόρουν
γὰρ αἱ τῶν ἀρχαίων παρθένοι χειριδωτοὺς ἄχρι τῶν σφυρῶν πρὸς τὸ μὴ βλέπεσθαι
χιτῶνας, καὶ σποδὸν καταχεαμένη τῆς κεφαλῆς ἀπῄει διὰ τῆς πόλεως μέσης βοῶσα
καὶ ὀδυρομένη τὴν βίαν. [172] περιτυχὼν δ' αὐτῇ ὁ ἀδελφὸς Ἀψάλωμος
ἀνέκρινε, τίνος αὐτῇ δεινοῦ συμβάντος οὕτως ἔχει, κατειπούσης δ' αὐτῆς πρὸς
αὐτὸν τὴν ὕβριν ἡσυχάζειν καὶ μετρίως φέρειν παρηγόρει καὶ μὴ νομίζειν ὑβρίσθαι
φθαρεῖσαν ὑπ' ἀδελφοῦ. πεισθεῖσα οὖν παύεται τῆς βοῆς καὶ τοῦ πρὸς πολλοὺς τὴν
βίαν ἐκφέρειν, καὶ πολὺν χρόνον χηρεύουσα παρὰ Ἀψαλώμῳ τῷ ἀδελφῷ διεκαρτέρησε.
(2)[173] Γνοὺς δὲ τοῦθ' ὁ πατὴρ Δαυίδης τοῖς μὲν πεπραγμένοις ἤχθετο,
φιλῶν δὲ τὸν Ἀμνῶνα σφόδρα, πρεσβύτατος γὰρ ἦν αὐτῷ υἱός, μὴ λυπεῖν αὐτὸν
ἠναγκάζετο. ὁ δὲ Ἀψάλωμος ἐμίσει χαλεπῶς αὐτὸν καὶ λανθάνων καιρὸν εἰς ἄμυναν
αὐτοῦ τῆς ἁμαρτίας ἐπιτήδειον παρεφύλαττεν. [174] ἔτος δ' ἤδη τοῖς περὶ
τὴν ἀδελφὴν αὐτοῦ πταίσμασιν διεληλύθει δεύτερον, καὶ μέλλων ἐπὶ τὴν τῶν ἰδίων
κουρὰν ἐξιέναι θρεμμάτων εἰς Βελσεφών, πόλις δ' ἐστὶν αὕτη τῆς Ἐφράμου κληρουχίας,
παρακαλεῖ τὸν πατέρα σὺν καὶ τοῖς ἀδελφοῖς ἐλθεῖν πρὸς αὐτὸν ἐφ' ἑστίασιν.
[175] παραιτησαμένου δ' ὡς μὴ βαρὺς αὐτῷ γένοιτο, τοὺς ἀδελφοὺς ἀποστεῖλαι
παρεκάλεσε. πέμψαντος δὲ τοῖς ἰδίοις ἐκέλευσεν ὁπηνίκ' ἂν ἴδωσι τὸν Ἀμνῶνα μέθῃ
παρειμένον καὶ κάρῳ, νεύσαντος αὐτοῦ φονεύσωσι μηδένα φοβηθέντες.
(3)[176] Ὡς δ' ἐποίησαν τὸ προσταχθὲν ἔκπληξις καὶ ταραχὴ τοὺς ἀδελφοὺς
λαμβάνει, καὶ δείσαντες τοῖς αὑτῶν ἐμπηδήσαντες ἵπποις ἐφέροντο πρὸς τὸν
πατέρα. φθάσας δέ τις αὐτοὺς ἅπαντας ὑπὸ Ἀψαλώμου πεφονεῦσθαι τῷ πατρὶ
προσήγγειλεν. [177] ὁ δ' ὡς ἐπὶ παισὶν ὁμοῦ τοσούτοις ἀπολωλόσι καὶ τοῦθ'
ὑπ' ἀδελφοῦ τῆς λύπης κἀπὶ τῷ κτεῖναι [δυναμένης] δοκοῦντι γινομένης
πικρότερον, συναρπαγεὶς ὑπὸ τοῦ πάθους οὔτε τὴν αἰτίαν ἀνέκρινεν οὔτ' ἄλλο τι
μαθεῖν οἷον εἰκὸς τηλικούτου προσηγγελμένου κακοῦ καὶ δι' ὑπερβολὴν ἀπιστίαν
ἔχοντος περιέμεινεν, ἀλλὰ καταρρηξάμενος τὴν ἐσθῆτα καὶ ῥίψας ἑαυτὸν ἐπὶ τὴν
γῆν ἔκειτο πενθῶν τοὺς υἱοὺς ἅπαντας καὶ τοὺς ἀποθανεῖν δεδηλωμένους καὶ τὸν
ἀνῃρηκότα. [178] ὁ δὲ Σαμᾶ τοῦ ἀδελφοῦ αὐτοῦ παῖς Ἰωνάθης ἀνεῖναί τι τῆς
λύπης παρεκάλει καὶ περὶ μὲν τῶν ἄλλων μὴ πιστεύειν ὡς τεθνᾶσιν, οὐδὲ γὰρ
αἰτίαν εὑρίσκειν ὑπολαμβάνειν, περὶ δ' Ἀμνῶνος ἐξετάζειν ἔφη δεῖν: εἰκὸς γὰρ
διὰ τὴν Θημάρης ὕβριν ἀποτολμῆσαι τὸν Ἀψάλωμον τὴν ἀναίρεσιν τὴν ἐκείνου. [179] μεταξὺ
δὲ κτύπος ἵππων καὶ θόρυβος προσιόντων τινῶν αὐτοὺς ἐπέστρεψεν: ἦσαν δ' οἱ τοῦ
βασιλέως παῖδες οἱ διαδράντες ἀπὸ τῆς ἑστιάσεως. ὑπαντᾷ δ' αὐτοῖς ὁ πατὴρ
θρηνοῦσι λυπούμενος καὶ παρ' ἐλπίδας ὁρῶν οὓς ἀκηκόει μικρὸν ἔμπροσθεν
ἀπολωλότας. [180] ἦν δὲ παρὰ πάντων δάκρυα καὶ στόνος, τῶν μὲν ὡς ἐπ'
ἀδελφῷ τετελευτηκότι, τοῦ δὲ βασιλέως ὡς ἐπὶ παιδὶ κατεσφαγμένῳ. φεύγει δ'
Ἀψάλωμος εἰς Γεσσούραν πρὸς τὸν πάππον τὸν πρὸς μητρὸς δυναστεύοντα τῆς ἐκεῖ
χώρας, καὶ τρισὶν ὅλοις ἔτεσι παρ' αὐτῷ καταμένει.
(4)[181] Τοῦ δὲ Δαυίδου προαίρεσιν ἔχοντος ἐπὶ τὸν υἱὸν Ἀψάλωμον
πέμπειν, οὐκ ἐπὶ τιμωρίᾳ κατελευσόμενον, ἀλλ' ὅπως εἴη σὺν αὐτῷ, καὶ γὰρ τὰ τῆς
ὀργῆς ὑπὸ τοῦ χρόνου λελωφήκει, πρὸς τοῦτο μᾶλλον αὐτὸν Ἰώαβος ὁ ἀρχιστράτηγος
παρώρμησε: [182] γύναιον γάρ τι τὴν ἡλικίαν ἤδη προβεβηκὸς ἐποίησεν αὐτῷ
προσελθεῖν ἐν σχήματι πενθίμῳ, ὡς παίδων ἐπὶ τῆς ἀγροικίας αὐτῇ διενεχθέντων
καὶ πρὸς φιλονεικίαν τραπέντων οὐδενὸς τοῦ καταπαῦσαι δυναμένου παραφανέντος
ἔλεγεν ὑπὸ θατέρου τὸν ἕτερον πληγέντα ἀποθανεῖν: [183] ἠξίου τε τῶν
συγγενῶν ἐπὶ τὸν ἀνῃρηκότα ὡρμηκότων καὶ ζητούντων αὐτὸν ἀνελεῖν, χαρίσασθαι
τὴν σωτηρίαν αὐτῇ τοῦ παιδὸς καὶ μὴ τὰς ἐπιλοίπους τῆς γηρωκομίας ἐλπίδας
προσαφαιρεθῆναι: τοῦτο δ' αὐτῇ κωλύσαντα τοὺς βουλομένους ἀποκτεῖναι τὸν υἱὸν
αὐτῆς παρέξειν: οὐ γὰρ ἐφέξειν ἐκείνους ἄλλῳ τινὶ τῆς σπουδῆς ἢ τῷ παρ' αὐτοῦ
φόβῳ. [184] τοῦ δὲ συγκαταινέσαντος οἷς τὸ γύναιον ἱκέτευσεν, ὑπολαβὸν
πάλιν πρὸς τὸν βασιλέα “χάρις μέν, εἶπεν, ἤδη σου τῇ χρηστότητι κατοικτείραντός
μου τὸ γῆρας καὶ τὴν παρὰ μικρὸν ἀπαιδίαν, ἀλλ' ἵνα βέβαια τὰ παρὰ τῆς σῆς μοι
ᾖ φιλανθρωπίας, τῷ σαυτοῦ παιδὶ πρῶτον καταλλάγηθι καὶ τὴν πρὸς αὐτὸν ὀργὴν
ἄφες: [185] πῶς γὰρ ἂν πεισθείην ἐμοί σε ταύτην [ἀληθῶς] δεδωκέναι
τὴν χάριν αὐτοῦ σοῦ μέχρι νῦν ἐφ' ὁμοίοις ἀπεχθανομένου τῷ παιδί; τελέως δ'
ἀνόητον εἶναι προς [186] θεῖναι τῷ παρὰ γνώμην ἀποθανόντι υἱῷ ἄλλον
ἑκουσίως.” συνίησι δὲ ὁ βασιλεὺς ὑπόβλητον οὖσαν τὴν σκῆψιν ἐξ Ἰωάβου καὶ τῆς
τούτου σπουδῆς: καὶ ἐπειδὴ παρὰ τῆς πρεσβύτιδος πυθόμενος οὕτως ἔχον τἀληθὲς
ἔμαθε, προσκαλεσάμενος τὸν Ἰώαβον ἐπιτυχεῖν τε τοῦ προκειμένου κατὰ νοῦν ἔφασκε
καὶ τὸν Ἀψάλωμον ἄγειν ἐκέλευεν: οὐ γὰρ ἔτι χαλεπῶς ἔχειν πρὸς αὐτόν, ἀλλ' ἤδη
τὴν ὀργὴν καὶ τὸν θυμὸν ἀφεικέναι. [187] ὁ δὲ προσκυνήσας τὸν βασιλέα καὶ
τοὺς λόγους ἀσπασάμενος ἐξώρμησεν εἰς τὴν Γεσσούραν παραυτίκα καὶ τὸν Ἀψάλωμον
παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα.
(5)[188] Προέπεμψε δὲ ὁ βασιλεὺς πρόσθεν πρὸς τὸν υἱόν, ἤκουσε γὰρ
παραγενόμενον, καὶ πρὸς ἑαυτὸν ἐκέλευσε χωρεῖν: οὔπω γὰρ οὕτως ἔχειν ὥστ' εὐθὺς
ἰδεῖν κατελθόντα. καὶ ὁ μὲν τοῦτο τοῦ πατρὸς κελεύσαντος ἐξέκλινε τὴν ὄψιν
αὐτοῦ καὶ διετέλει τῆς παρὰ τῶν οἰκείων θεραπείας τυγχάνων. [189] οὐκ
ἐπιβέβλαπτο δ' εἰς τὸ κάλλος ὑπό τε τῆς λύπης καὶ τοῦ μὴ τυγχάνειν τῆς
προσηκούσης ἐπιμελείας υἱῷ βασιλέως, ἀλλ' ἔτι γὰρ ἐξεῖχε καὶ διέπρεπε πᾶν τῷ τε
εἴδει καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τοὺς ἐν πολλῇ τρυφῇ διαιτωμένους
ὑπερέβαλλε. τοσοῦτον μέντοι γε ἦν τὸ βάθος τῆς κόμης, ὡς μόλις αὐτὴν ἡμέραις
ἀποκείρειν ὀκτὼ σταθμὸν ἕλκουσαν σίκλους διακοσίους: οὗτοι δ' εἰσὶ πέντε μναῖ.
[190] διέτριψε μέντοι γε ἐν Ἱεροσολύμοις ἔτη δύο τριῶν μὲν ἀρρένων πατὴρ
γενόμενος μιᾶς δὲ θυγατρὸς τὴν μορφὴν ἀρίστης, ἣν ὁ Σολόμωνος υἱὸς Ῥοβόαμος
ὕστερον λαμβάνει, καὶ γίνεται παιδίον ἐξ αὐτῆς Ἀβίας ὄνομα. [191] πέμψας
δ' αὐτὸς Ἀψάλωμος πρὸς Ἰώαβον ἐδεῖτ' αὐτοῦ τελέως καταπραῦναι τὸν πατέρα καὶ
δεηθῆναι, ὅπως αὐτῷ συγχωρήσῃ πρὸς αὐτὸν ἐλθόντι θεάσασθαί τε καὶ προσειπεῖν.
καταμελήσαντος δὲ Ἰωάβου τῶν ἰδίων τινὰς ἀποστείλας τὴν ὁμοροῦσαν αὐτῷ χώραν
ἐπυρπόλησεν. ὁ δὲ τὸ πραχθὲν μαθὼν ἧκε πρὸς τὸν Ἀψάλωμον ἐγκαλῶν τε αὐτῷ καὶ
τὴν αἰτίαν πυνθανόμενος. [192] ὁ δέ “στρατήγημα τοῦτ', εἶπεν, εὗρον
ἀγαγεῖν σε πρὸς ἡμᾶς δυνάμενον ἀμελοῦντα τῶν ἐντολῶν, ἃς ἵνα μοι τὸν πατέρα
διαλλάξῃς ἐποιούμην. καὶ δὴ δέομαί σου παρόντος ἡμερῶσαί μοι τὸν γεγεννηκότα:
ὡς ἔγωγε δεινοτέραν τῆς φυγῆς κρίνω τὴν κάθοδον ἔτι τοῦ πατρὸς ἐν ὀργῇ
[193] μένοντος.” πεισθεὶς δ' ὁ Ἰώαβος καὶ τὴν ἀνάγκην αὐτοῦ κατοικτείρας
ἐμεσίτευσε πρὸς τὸν βασιλέα καὶ διαλεχθεὶς περὶ τοῦ παιδὸς οὕτως αὐτὸν ἡδέως
διατίθησιν, ὡς εὐθέως καλέσαι πρὸς αὑτόν. τοῦ δὲ ῥίψαντος αὑτὸν ἐπὶ τοὔδαφος
καὶ συγγνώμην αἰτουμένου τῶν ἡμαρτημένων ἀνίστησί τε καὶ τῶν γεγονότων
ἀμνηστίαν ἐπαγγέλλεται.
IX
(1)[194] Ὁ δὲ Ἀψάλωμος τοιούτων αὐτῷ τῶν παρὰ τοῦ πατρὸς ἀποβάντων
πολλοὺς μὲν ἵππους ἐν ὀλίγῳ πάνυ χρόνῳ πολλὰ δ' ἅρματα ἐκέκτητο, καὶ ὁπλοφόροι
περὶ αὐτὸν ἦσαν πεντήκοντα: [195] καθ' ἑκάστην δ' ἡμέραν ὄρθριος πρὸς τὰ
βασίλεια παρεγίνετο καὶ τοῖς ἐπὶ τὰς κρίσεις ἥκουσι καὶ ἐλαττουμένοις πρὸς
ἡδονὴν ὁμιλῶν, ὡς παρὰ τὸ μὴ συμβούλους ἀγαθοὺς εἶναι τῷ πατρὶ τάχ' αὐτῷ καὶ
ἀδίκως ἐπταικότων τῶν περὶ τὴν κρίσιν, εὔνοιαν αὑτῷ παρὰ πάντων κατεσκεύαζε
λέγων, ὡς αὐτὸς ἂν εἰ ταύτην εἶχε τὴν ἐξουσίαν πολλὴν αὐτοῖς ἐβράβευσεν
εὐνομίαν. [196] τούτοις δημαγωγῶν τὸ πλῆθος ὡς βεβαίαν ἤδη τὴν παρὰ τῶν
ὄχλων εὔνοιαν ἐνόμιζε, μετὰ δὲ τὴν τοῦ πατρὸς αὐτοῦ καταλλαγὴν τεσσάρων ἐτῶν
ἤδη διεληλυθότων, ἐδεῖτο προσελθὼν εἰς Γιβρῶνα συγχωρῆσαι πορευθέντι θυσίαν
ἀποδοῦναι τῷ θεῷ: φεύγοντα γὰρ αὐτὸν εὔξασθαι. τοῦ δὲ Δαυίδου τὴν ἀξίωσιν
ἐφέντος πορεύεται, καὶ πολὺς ἐπισυνέρρευσεν ὄχλος ἐπὶ πολλοὺς αὐτοῦ
διαπέμψαντος.
(2)[197] Παρῆν δὲ καὶ ὁ Δαυίδου σύμβουλος ὁ Γελμωναῖος Ἀχιτόφελος καὶ
διακόσιοί τινες ἐξ αὐτῶν Ἱεροσολύμων οὐκ εἰδότες μὲν τὴν ἐπιχείρησιν, ὡς δ' ἐπὶ
θυσίαν μετεσταλμένοι: καὶ βασιλεὺς ὑπὸ πάντων ἀποδείκνυται τοῦτο γενέσθαι
στρατηγήσας. [198] ὡς δ' ἀπηγγέλη ταῦτα Δαυίδῃ καὶ παρ' ἐλπίδας αὐτῷ τὰ
παρὰ τοῦ παιδὸς ἠκούσθη, δείσας ἅμα καὶ τῆς ἀσεβείας καὶ τῆς τόλμης αὐτὸν
θαυμάσας, ὅτι μηδὲ τῆς ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμης ἐμνημόνευσεν, ἀλλ'
ἐκείνων πολὺ χείροσι καὶ παρανομωτέροις ἐπεβάλετο βασιλείᾳ πρῶτον μὲν ὑπὸ θεοῦ
οὐ δεδομένῃ, δεύτερον δὲ ἐπ' ἀφαιρέσει τοῦ γεγεννηκότος, ἔγνω φεύγειν εἰς τὰ
πέραν τοῦ Ἰορδάνου. [199] καὶ συγκαλέσας τῶν φίλων τοὺς ἐπιτηδειοτάτους
καὶ περὶ τῆς τοῦ παιδὸς ἀπονοίας κοινολογησάμενος αὐτοῖς καὶ περὶ πάντων
ἐπιτρέψας κριτῇ τῷ θεῷ, καταλιπὼν τὰ βασίλεια φυλάσσειν δέκα παλλακίσιν ἀπῆρεν
ἐκ τῶν Ἱεροσολύμων, τοῦ τε ἄλλου πλήθους αὐτῷ συνεξορμήσαντος καὶ τῶν ἑξακοσίων
ὁπλιτῶν, οἳ καὶ τῆς πρώτης φυγῆς ἐκοινώνουν, ὅτ' ἔζη Σαοῦλος. [200] τὸν δὲ
Ἀβιάθαρον καὶ Σάδωκον τοὺς ἀρχιερεῖς συναπαίρειν διεγνωκότας καὶ Λευίτας
ἅπαντας μετὰ τῆς κιβωτοῦ μένειν ἔπεισεν, ὡς τοῦ θεοῦ καὶ μὴ μετακομιζομένης
αὐτῆς ῥυσομένου. [201] ἐνετείλατο δ' ἕκαστα τῶν γινομένων λάθρα
διαγγέλλειν αὐτῷ: πιστοὺς δ' ἔσχε πρὸς πάντα διακόνους παῖδας Ἀχίμανον μὲν
Σαδώκου Ἰωνάθην δὲ Ἀβιαθάρου. Ἔθις δ' ὁ Γιτταῖος συνεξώρμησεν αὐτῷ βιασάμενος
τὴν Δαυίδου βούλησιν, μένειν γὰρ αὐτὸν ἀνέπειθε, καὶ διὰ τοῦτο μᾶλλον εὔνους
αὐτῷ κατεφάνη. [202] ἀναβαίνοντος δ' αὐτοῦ διὰ τοῦ Ἐλαιῶνος ὄρους γυμνοῖς
τοῖς ποσὶ καὶ πάντων σὺν αὐτῷ δακρυόντων, ἀγγέλλεται καὶ ὁ Ἀχιτόφελος συνὼν τῷ
Ἀψαλώμῳ καὶ τὰ τούτου φρονῶν. ἐπέτεινε δ' αὐτῷ τὸ λυπηρὸν τοῦτ' ἀκουσθέν, καὶ
τὸν θεὸν ἐπεκαλεῖτο δεόμενος ἀπαλλοτριῶσαι τὴν Ἀψαλώμου διάνοιαν πρὸς τὸν
Ἀχιτόφελον. ἐδεδίει γάρ, μὴ τἀναντία συμβουλεύων πείσειεν αὐτὸν ἀνὴρ ὢν
φρενήρης καὶ συνιδεῖν τὸ λυσιτελὲς ὀξύτατος. [203] γενόμενος δ' ἐπὶ τῆς
κορυφῆς τοῦ ὄρους ἀπεσκόπει τὴν πόλιν καὶ μετὰ πολλῶν δακρύων ὡς ἂν βασιλείας
ἐκπεσὼν ηὔχετο τῷ θεῷ: συνήντησε δ' αὐτῷ φίλος ἀνὴρ καὶ βέβαιος Χουσὶς ὄνομα.
[204] τοῦτον ὁρῶν τὴν ἐσθῆτα κατερρηγμένον καὶ τὴν κεφαλὴν σποδοῦ πλήρη καὶ
θρηνοῦντα τὴν μεταβολὴν παρηγορεῖ καὶ παύσασθαι τῆς λύπης παρακαλεῖ καὶ τέλος
ἱκέτευσεν ἀπελθόντα πρὸς Ἀψάλωμον ὡς τὰ ἐκείνου φρονοῦντα τά τε ἀπόρρητα τῆς
διανοίας αὐτοῦ κατανοεῖν καὶ ταῖς Ἀχιτοφέλου συμβουλίαις ἀντιπράσσειν: οὐ γὰρ
τοσοῦτον ὠφελήσειν αὐτῷ συνερχόμενον, ὅσον παρ' ἐκείνῳ γενόμενον. καὶ ὁ μὲν
πεισθεὶς τῷ Δαυίδῃ, καταλιπὼν αὐτὸν ἧκεν εἰς Ἱεροσόλυμα: ἀφικνεῖται δ' εἰς αὐτὰ
μετ' οὐ πολὺ καὶ Ἀψάλωμος.
(3)[205] Ὀλίγον δὲ τῷ Δαυίδῃ προελθόντι Σιβᾶς ὁ τοῦ Μεμφιβόσθου δοῦλος
συνήντησεν, ὃν προνοησόμενον ἀπεστάλκει τῶν κτήσεων ἃς δεδώρητο τῷ Ἰωνάθου τοῦ
Σαούλου παιδὸς υἱῷ, μετὰ ζεύγους ὄνων καταπεφορτισμένων τοῖς ἐπιτηδείοις, ἐξ ὧν
ἐκέλευσε λαμβάνειν ὧν αὐτός τε καὶ οἱ σὺν αὐτῷ δέοιντο. [206] πυνθανομένου
δέ, ποῦ καταλέλοιπε τὸν Μεμφίβοσθον, ἐν Ἱεροσολύμοις ἔλεγε προσδοκῶντα
χειροτονηθήσεσθαι βασιλέα διὰ τὴν ὑπάρχουσαν ταραχὴν εἰς μνήμην ὧν εὐηργέτησεν
αὐτοὺς Σαοῦλος. ἀγανακτήσας δ' ἐπὶ τούτῳ πάνθ' ὅσα τῷ Μεμφιβόσθῳ παρεχώρησε
Σιβᾷ χαρίζεται πολὺ γὰρ δικαιότερον αὐτὸν ἐκείνου ταῦτ' ἔχειν ἐπέγνωκε: καὶ ὁ
μὲν Σιβᾶς περιχαρὴς ἦν.
(4)[207] Δαυίδῃ δὲ γενομένῳ κατὰ Χώρανον τόπον οὕτως καλούμενον
ἐπέρχεται τοῦ Σαούλου συγγενὴς Σαμούις μὲν ὄνομα υἱὸς δὲ Γηρᾶ, καὶ λίθοις τε
ἔβαλλεν αὐτὸν καὶ ἐκακηγόρει. περιστάντων δὲ τῶν φίλων καὶ σκεπόντων ἔτι μᾶλλον
ὁ Σαμούις βλασφημῶν διετέλει, μιαιφόνον καὶ πολλῶν ἀρχηγὸν κακῶν ἀποκαλῶν.
[208] ἐκέλευε δὲ καὶ τῆς γῆς ὡς ἐναγῆ καὶ ἐπάρατον ἐξιέναι, καὶ τῷ θεῷ
χάριν ὡμολόγει τῆς βασιλείας αὐτὸν ἀφελομένῳ καὶ διὰ παιδὸς ἰδίου τὴν ὑπὲρ ὧν
ἥμαρτεν εἰς τὸν αὑτοῦ δεσπότην δίκην αὐτὸν εἰσπραξαμένῳ. πάντων δ' ἐπ' αὐτὸν
ἠρεθισμένων ὑπ' ὀργῆς καὶ μάλιστα Ἀβεσσαίου διαχρήσασθαι βουλομένου τὸν Σαμούιν
Δαυίδης αὐτὸν τῆς ὀργῆς ἐπέσχε, [209] “μὴ τοῖς παροῦσι κακοῖς ἑτέραν
προσεξεργασώμεθα, φησί, καινοτέραν ἀφορμήν: οὐ γὰρ δὴ τοῦ προσλυσσῶντός μοι
τούτου κυνὸς αἰδώς τις ἢ φροντὶς ὑπέρχεται, τῷ θεῷ δὲ εἴκω, δι' ὃν οὗτος ἐφ'
ἡμᾶς ἀπενοήθη. θαυμαστὸν δ' οὐδὲν ὑπὸ τούτου με ταῦτα πάσχειν, ὅπου γε καὶ
παιδὸς ἀσεβοῦς πεπείραμαι. ἀλλ' ἔσται τις οἶκτος ἡμῖν ἐκ θεοῦ καὶ κρατήσομεν
τῶν ἐχθρῶν τούτου [210] θελήσαντος.” ἤνυεν οὖν τὴν ὁδὸν οὐ φροντίζων τοῦ
Σαμούι παρὰ τὸ ἕτερον μέρος τοῦ ὄρους διατρέχοντος καὶ πολλὰ κακηγοροῦντος:
παραγενόμενος δ' ἐπὶ τὸν Ἰόρδανον ἀνελάμβανε τοὺς ἰδίους ἐνταῦθα κεκοπωμένους.
(5)[211] Ἀψαλώμου δὲ καὶ Ἀχιτοφέλου τοῦ συμβούλου παραγενομένων εἰς
Ἱεροσόλυμα σὺν ἅπαντι τῷ λαῷ, καὶ ὁ Δαυίδου φίλος ἧκε πρὸς αὐτοὺς καὶ
προσκυνήσας αὐτὸν συνηύχετο τὴν βασιλείαν εἰς αἰῶνα καὶ τὸν πάντα παραμεῖναι
χρόνον. φήσαντος δ' ἐκείνου πρὸς αὐτόν, τί δήποτε φίλος ἐν τοῖς μάλιστα τοῦ
πατρὸς αὐτοῦ γεγενημένος καὶ πρὸς ἅπαντα πιστὸς εἶναι δόξας οὐ σὺν αὐτῷ νῦν
ἐστιν, ἀλλὰ καταλιπὼν ἐκεῖνον μεταβαίη πρὸς αὐτόν, δεξιῶς ἀποκρίνεται καὶ
σωφρόνως: [212] εἶπε γὰρ ἕπεσθαι δεῖν αὐτὸν τῷ θεῷ καὶ τῷ παντὶ πλήθει.
τούτων οὖν μετὰ σοῦ, ὦ δέσποτα, γεγενημένων εἰκότως ἕπομαι κἀγώ: τὴν γὰρ
βασιλείαν ἔλαβες παρὰ τοῦ θεοῦ. τὴν αὐτὴν μέντοι γε πίστιν καὶ εὔνοιαν
ἐνδείξομαι πιστευόμενος εἶναι φίλος, ἣν οἶσθά με τῷ πατρί σου παρεσχημένον.
ἀγανακτεῖν δ' οὐδὲν προσῆκε τοῖς παροῦσιν: οὐ γὰρ εἰς ἄλλην οἰκίαν ἡ βασιλεία
μεταβέβηκε, [213] μεμένηκε δ' ἐπὶ τῆς αὐτῆς υἱοῦ παραλαβόντος.” ταῦτα
λέγων ἔπειθεν: ὕποπτον γὰρ αὐτὸν εἶχε. καὶ καλέσας τὸν Ἀχιτόφελον συνεβουλεύετο
αὐτῷ τί δεῖ ποιεῖν: ὁ δὲ παρῄνεσε ταῖς τοῦ πατρὸς αὐτὸν παλλακαῖς συνελθεῖν: ἐκ
τούτου γὰρ εἴσεσθαι τὸν λαὸν ἔλεγε πιστεύσαντα, ὡς ἀδιάλλακτά σοι τὰ πρὸς αὐτόν
ἐστι, καὶ μετὰ πολλῆς συστρατεύσεσθαι προθυμίας ἐπὶ τὸν πατέρα: μέχρι δεῦρο γὰρ
φανερὰν ἔχθραν ἀναλαμβάνειν δεδιέναι προσδοκῶντας ὑμᾶς ὁμονοήσειν.
[214] πεισθεὶς δὲ τῇ συμβουλίᾳ κελεύει σκηνὴν αὑτῷ πῆξαι τοὺς οἰκέτας ἐπὶ
τοῦ βασιλείου τοῦ πλήθους ὁρῶντος, καὶ παρελθὼν συνέρχεται ταῖς τοῦ πατρὸς
παλλακαῖς. ταῦτα δ' ἐγένετο κατὰ τὴν Νάθα προφητείαν, ἣν τῷ Δαυίδῃ σημαίνων τὴν
ἐκ τοῦ παιδὸς ἐσομένην ἐπίθεσιν προεφήτευσε.
(6)[215] Ποιήσας δ' Ἀψάλωμος τὰ παραινεθέντα αὐτῷ ὑπὸ τοῦ Ἀχιτοφέλου
δεύτερον αὐτὸν ἠξίου συμβουλεύειν περὶ τοῦ πολέμου τοῦ πρὸς τὸν πατέρα. μυρίους
δ' αὐτὸν ἐπιλέκτους αἰτήσαντος ἐκείνου καὶ τόν τε πατέρα κτενεῖν αὐτοῦ καὶ τοὺς
σὺν αὐτῷ ζωοὺς ἀνάξειν ὑποσχομένου καὶ βεβαίαν τότε τὴν βασιλείαν ἔσεσθαι φήσαντος
Δαυίδου μηκέτι ζῶντος, [216] ἀρεσθεὶς τῇ γνώμῃ μετακαλεῖται καὶ τὸν Χουσὶν
τὸν Δαυίδου ἀρχίφιλον: οὕτως γὰρ αὐτὸν ἐκεῖνος ἐκάλει: καὶ τὴν Ἀχιτοφέλου
γνώμην αὐτῷ δηλώσας, τί καὶ αὐτῷ δοκεῖ περὶ αὐτῆς ἐπυνθάνετο. συνιδὼν δ', ὅτι
γενομένων ὧν Ἀχιτόφελος συνεβούλευσε κινδυνεύσει Δαυίδης συλληφθεὶς ἀποθανεῖν,
γνώμην εἰσφέρειν ἐναντίαν ἐπειρᾶτο: [217] “οὐ γὰρ ἀγνοεῖς εἶπεν, ὦ
βασιλεῦ, τὴν τοῦ πατρὸς καὶ τὴν τῶν συνόντων αὐτῷ ἀνδρείαν, ὅτι καὶ πολλοὺς
πολέμους πεπολέμηκε καὶ πάντοτε κρατῶν τῶν ἐχθρῶν ἀπήλλακται. νῦν δὲ εἰκὸς
αὐτὸν ἐπὶ στρατοπέδου μένειν: στρατηγῆσαι γὰρ ἱκανώτατος καὶ προιδεῖν ἀπάτην
ἐπερχομένων πολεμίων: [218] ἀλλὰ κατὰ τὴν ἑσπέραν ἀπολιπὼν τοὺς ἰδίους ἢ
εἴς τινα τῶν αὐλώνων ἑαυτὸν ἀποκρύψει ἢ πρὸς πέτρᾳ τινὶ λοχήσει: συμβαλόντων δὲ
τῶν ἡμετέρων οἱ μὲν ἐκείνου πρὸς μικρὸν ὑποχωρήσουσιν, αὐτοὶ δὲ θαρσήσαντες ὡς
τοῦ βασιλέως αὐτοῖς ἐγγὺς ὄντος ἀντιστήσονται, καὶ μεταξὺ τούτων μαχομένων ὁ
πατὴρ ἐπιφανεὶς ἐξαίφνης τοῖς μὲν εὐψυχίαν πρὸς τοὺς κινδύνους παρασκευάσει
τοὺς δὲ σοὺς καταπλήξεται. [219] παράθου δὴ τοίνυν καὶ τὴν ἐμὴν συμβουλίαν
τῷ λογισμῷ καὶ ταῦτ' ἐπιγνοὺς ἄριστα τὴν μὲν Ἀχιτοφέλου γνώμην παραίτησαι,
πέμψας δ' εἰς πᾶσαν τὴν χώραν τῶν Ἑβραίων παράγγειλον αὐτοῖς τὴν ἐπὶ τὸν πατέρα
σου στρατείαν, καὶ παραλαβὼν αὐτὸς τὴν δύναμιν τοῦ πολέμου γίνου στρατηγὸς καὶ
μὴ πιστεύσῃς τοῦτον ἑτέρῳ. [220] νικήσειν γὰρ προσδόκα ῥᾳδίως αὐτόν, ἂν ἐν
φανερῷ καταλάβῃς ὄντα μετ' ὀλίγων αὐτὸς πολλὰς ἔχων μυριάδας βουλομένων τὴν
περὶ σὲ σπουδὴν ἐπιδείξασθαι καὶ προθυμίαν. ἂν δ' ὁ πατὴρ αὑτὸν εἰς πολιορκίαν
περικλείσῃ, μηχανήμασι καὶ [221] ὀρύγμασιν ὑπονόμοις καθαιρήσομεν ἐκείνην
τὴν πόλιν.” ταῦτ' εἰπὼν εὐδοκίμησε μᾶλλον Ἀχιτοφέλου: τῆς γὰρ ἐκείνου γνώμης ἡ
τούτου προεκρίθη παρ' Ἀψαλώμου. θεὸς μέντοι γε ἦν ὁ τούτου τῇ διανοίᾳ τὴν τοῦ
Χουσὶ συμβουλίαν συστήσας ἀμείνω εἶναι δοκεῖν.
(7)[222] Σπεύσας δὲ πρὸς τοὺς ἀρχιερέας Σάδωκον καὶ Ἀβιάθαρον καὶ τήν
τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπ'
αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ
ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον,
μὴ μεταγνοὺς ὁ παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ πρὶν ἐν ἀσφαλείᾳ γένηται φθάσας
καταλάβῃ. [223] οἱ δὲ ἀρχιερεῖς ἐξεπίτηδες τοὺς υἱοὺς ἔξω τῆς πόλεως
κεκρυμμένους εἶχον, ὅπως διακομίσωσι πρὸς τὸν Δαυίδην τὰ πραττόμενα: πέμψαντες
οὖν πιστὴν θεραπαινίδα πρὸς αὐτοὺς φέρουσαν τὰ βεβουλευμένα ὑπὸ τοῦ Ἀψαλώμου
προσέταξαν μετὰ σπουδῆς ταῦτα Δαυίδῃ σημαίνειν. [224] οἱ δ' οὐδὲν εἰς
ἀναβολὰς καὶ μέλλησιν ὑπερέθεντο, λαβόντες δὲ τὰς τῶν πατέρων ἐντολὰς εὐσεβεῖς
ἅμα καὶ πιστοὶ γίνονται διάκονοι: καὶ τῆς ὑπηρεσίας τὸ τάχος καὶ τὴν ὀξύτητα
κρίναντες ἄριστα εἶναι ἠπείγοντο συμβαλεῖν Δαυίδῃ. [225] γενομένους δ'
αὐτοὺς ἀπὸ σταδίων τῆς πόλεως δύο θεῶνταί τινες ἱππεῖς καὶ διαβάλλουσι πρὸς τὸν
Ἀψάλωμον: ὁ δ' εὐθὺς ἔπεμψε τοὺς συλληψομένους. νοήσαντες δὲ τοῦτο οἱ τῶν
ἀρχιερέων παῖδες ἐκτραπέντες τῆς ὁδοῦ παραχρῆμα εἰς κώμην τινὰ τῶν Ἱεροσολύμων
οὐκ ἄπωθεν αὑτοὺς ἔδωκαν, Βοκχόρης ἦν ὄνομα τῇ πόλει, καὶ γυναικὸς ἐδεήθησάν
τινος κρύψαι καὶ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν. [226] ἡ δὲ καθιμήσασα
τοὺς νεανίσκους εἰς φρέαρ καὶ πλάκας ἄνωθεν ἐρίων ἐρίων ἐπιβαλοῦσα, ὡς ἧκον οἱ
διώκοντες αὐτοὺς καὶ περὶ αὐτῶν ἀνέκριναν εἰ θεάσαιτο, ἰδεῖν οὐκ ἠρνήσατο,
πιόντας γὰρ παρ' αὐτῇ πάλιν ἀπελθεῖν, εἰ μέντοι γε συντόνως διώξουσι καταλήψεσθαι
προύλεγεν. ὡς δ' ἐπὶ πολὺ διώξαντες οὐ κατέλαβον, ἀνέστρεψαν εἰς τοὐπίσω.
[227] θεασαμένη δ' αὐτοὺς ἀναζεύξαντας ἡ γυνὴ καὶ μηδένα φόβον τοῖς
νεανίσκοις ἀπ' αὐτῶν ἔτι συλλήψεως εἶναι, ἀνιμήσασα τὴν προκειμένην ὁδὸν ἀνύειν
παρεκελεύσατο: καὶ πολλῇ σπουδῇ καὶ τάχει χρησάμενοι περὶ τὴν ὁδοιπορίαν ἧκον
πρὸς Δαυίδην καὶ πάντ' ἀκριβῶς ἐδήλωσαν τὰ παρ' Ἀψαλώμου βεβουλευμένα. ὁ δὲ
διαβῆναι τὸν Ἰόρδανον τοὺς μεθ' ἑαυτοῦ προσέταξεν ἤδη νυκτὸς οὔσης καὶ μηδὲν
ὀκνεῖν δι' αὐτήν.
(8)[228] Ἀχιτόφελος δὲ τῆς γνώμης αὐτοῦ παρευδοκιμηθείσης ἐπιβὰς τοῦ
κτήνους ἐξώρμησεν εἰς Γελμὼν τὴν πατρίδα: καὶ συγκαλέσας τοὺς οἰκείους ἅπαντας
ἃ συνεβούλευσεν Ἀψαλώμῳ ταῦτ' αὐτοῖς διεξῆλθε, καὶ ὡς οὐ πεισθεὶς φανερός ἐστιν
οὐκ εἰς μακρὰν ἀπολούμενος: Δαυίδην δὲ κρατήσειν ἔλεγεν [καὶ] ἐπανήξειν
ἐπὶ τὴν βασιλείαν. [229] ἄμεινον οὖν ἔφησεν εἶναι τοῦ ζῆν αὑτὸν ἐξαγαγεῖν
ἐλευθέρως καὶ μεγαλοφρόνως ἢ παρασχεῖν αὑτὸν εἰς κόλασιν Δαυίδῃ, καθ' οὗ πάντα
συνέπραττεν Ἀψαλώμῳ. ταῦτα διαλεχθεὶς καὶ παρελθὼν εἰς τὸ μυχαίτατον τῆς οἰκίας
ἀνήρτησεν ἑαυτόν. καὶ τὸν μὲν Ἀχιτόφελον τοιούτου θανάτου δικαστὴν αὑτῷ
γενόμενον καθελόντες ἐκ τῆς ἀγχόνης ἐκήδευσαν οἱ προσήκοντες. [230] ὁ δὲ
Δαυίδης διαβὰς τὸν Ἰόρδανον, καθὼς προειρήκαμεν, εἰς Παρεμβολὰς καλλίστην καὶ
ὀχυρωτάτην πόλιν παραγίνεται: δέχονται δὲ αὐτὸν ἀσμενέστατα πάντες οἱ πρῶτοι
τῆς χώρας κατά τε αἰδῶ τῆς τότε φυγῆς καὶ κατὰ τιμὴν τῆς προτέρας εὐπραγίας.
ἦσαν δὲ οὗτοι Βερζελαῖος ὁ Γαλαδίτης καὶ Σειφὰρ ὁ τῆς Ἀμμανίτιδος δυνάστῃς καὶ
Μάχειρος ὁ τῆς Γαλαδίτιδος χώρας πρῶτος. [231] οὗτοι πᾶσαν αὐτῷ καὶ τοῖς ἐκείνου
τῶν ἐπιτηδείων ἐκτένειαν παρέσχον, ὡς μήτε κλίνας ἐπιλιπεῖν ἐστρωμένας μήτε
ἄρτους καὶ οἶνον, ἀλλὰ καὶ θυμάτων ἀφθονίαν χορηγῆσαι καὶ τῶν εἰς ἀνάπαυσιν ἤδη
κεκοπωμένοις καὶ τροφὴν χρησίμων εὐπορίαν διαρκῆ παρασχεῖν.
X
(1)[232] Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν: Ἀψάλωμος δ' ἀθροίσας μεγάλην
στρατιὰν τῶν Ἑβραίων ἐπὶ τὸν πατέρα καὶ διαβὰς τὸν Ἰόρδανον ποταμὸν οὐ πόρρω
κατέζευξε τῶν Παρεμβολῶν ἐν τῇ Γαλαδιτῶν χώρᾳ, καταστήσας στρατηγὸν πάσης τῆς
δυνάμεως Ἀμασᾶν εἰς τὴν Ἰωάβου τάξιν τοῦ συγγενοῦς αὐτοῦ: πατρὸς μὲν γὰρ ἦν
Ἰεθράου μητρὸς δὲ Ἀβιγαίας, αὕτη δὲ καὶ Σουρία ἡ Ἰωάβου μήτηρ ἀδελφαὶ ἦσαν
Δαυίδου. [233] ὡς δ' ἐξαριθμήσας τοὺς σὺν αὐτῷ Δαυίδης περὶ
τετρακισχιλίους εὗρεν ὄντας, οὐκ ἔγνω μένειν, πότ' ἐπ' αὐτὸν Ἀψάλωμος ἔλθῃ,
προσθεὶς δὲ τοῖς οὖσι χιλιάρχους καὶ ἑκατοντάρχους καὶ διελὼν εἰς τρία μέρη τὸ
μὲν τῷ στρατηγῷ παρέδωκεν Ἰωάβῳ, τὸ δὲ τῷ ἀδελφῷ αὐτοῦ Ἀβεσσαίῳ, τὴν δὲ τρίτην
μοῖραν ἐνεχείρισεν Ἐσθαίῳ συνήθει μὲν ὄντι καὶ φίλῳ ἐκ δὲ τῆς Γιττῶν πόλεως
ὑπάρχοντι. [234] βουλόμενον δὲ συνεκστρατεύειν αὐτὸν οὐκ εἴασαν οἱ φίλοι
γνώμῃ κατασχόντες σοφωτάτῃ: νικηθέντες μὲν γὰρ σὺν αὐτῷ πᾶσαν ἀποβαλεῖν ἐλπίδα
χρηστὴν ἔφασκον, ἂν δὲ ἡττηθέντες ἑνὶ μέρει τῆς δυνάμεως τῷ λοιπῷ πρὸς αὐτὸν
φύγωσιν ἀμείνονα παρασκευάσειν αὐτὸν ἰσχύν: ὑπονοήσειν δὲ καὶ τοὺς πολεμίους εἰκός
ἐστιν ἄλλο μετ' αὐτοῦ στράτευμα εἶναι. [235] πεισθεὶς δὲ τῇ συμβουλίᾳ
ταύτῃ μένειν μὲν αὐτὸς ἐν ταῖς Παρεμβολαῖς ἔκρινεν, ἐκπέμπων δὲ τοὺς φίλους καὶ
τοὺς στρατηγοὺς ἐπὶ τὸν πόλεμον παρεκάλει προθυμίαν ἐναποδείξασθαι καὶ πίστιν
καὶ μνήμην, εἴ τινος τῶν μετρίως ἐχόντων παρ' αὐτοῦ ἔτυχον: φείσασθαι δὲ καὶ
τοῦ παιδὸς Ἀψαλώμου κρατήσαντας ἠντιβόλει, μὴ κακὸν αὑτὸν ἐργάσηταί τι
τελευτήσαντος αὐτοῦ. καὶ ὁ μὲν νίκην αὐτοῖς ἐπευξάμενος ἐκπέμπει τὴν στρατιάν.
(2)[236] Ἰωάβου δὲ παρατάξαντος τὴν δύναμιν ἀντικρὺ τῶν πολεμίων ἐν
πεδίῳ μεγάλῳ ἐξόπισθεν περιβεβλημένῳ δρυμὸν ἀντεξάγει τὴν στρατιὰν καὶ
Ἀψάλωμος. καὶ συμβολῆς γενομένης ἔργα μεγάλα χειρῶν τε καὶ τόλμης παρ'
ἀμφοτέρων ἐπεδείκνυτο, τῶν μὲν ὑπὲρ τοῦ τὴν βασιλείαν ἀπολαβεῖν Δαυίδην
παρακινδυνευόντων καὶ πάσῃ προθυμίᾳ χρωμένων, τῶν δ' ἵνα μὴ ταύτην Ἀψάλωμος
ἀφαιρεθῇ καὶ δῷ τῷ πατρὶ δίκας κολασθεὶς ἀνθ' ὧν ἐτόλμησεν οὐδὲν ὀκνούντων οὔτε
ποιεῖν οὔτε πάσχειν, [237] ἔτι δὲ τῶν μὲν πλειόνων ἵνα μὴ κρατηθῶσιν ὑπὸ
τῶν σὺν Ἰωάβῳ καὶ τοῖς σὺν αὐτῷ στρατηγοῖς ὄντων ὀλίγων, αἰσχύνην γὰρ αὐτοῖς
τοῦτο εἶναι μεγίστην, τῶν δὲ Δαυίδου στρατιωτῶν ἵνα τοσούτων μυριάδων κρατήσωσι
φιλοτιμουμένων, ἔρις ἐγένετο καρτερά, καὶ νικῶσιν οἱ Δαυίδου ῥώμῃ τε προύχοντες
καὶ τῇ τῶν πολεμικῶν ἐπιστήμῃ. [238] φεύγοντας δὲ διὰ δρυμῶν καὶ φαράγγων ἑπόμενοι
τοὺς μὲν ἐλάμβανον πολλοὺς δὲ ἀνῄρουν, ὡς φεύγοντας πεσεῖν πλείονας ἢ
μαχομένους: ἔπεσον γὰρ ὡς δισμύριοι ἐπ' ἐκείνης τῆς ἡμέρας. οἱ δὲ τοῦ Δαυίδου
πάντες ὥρμησαν ἐπὶ τὸν Ἀψάλωμον: φανερὸς γὰρ αὐτοῖς ὑπό τε τοῦ κάλλους καὶ τοῦ
μεγέθους ἐγένετο. [239] δείσας δέ, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι,
ἐπιβὰς τῆς ἡμιόνου τῆς βασιλικῆς ἔφευγε: φερόμενος δὲ μετὰ ῥύμης καὶ ὑπὸ τοῦ
σάλου καὶ τῆς κινήσεως κοῦφος ὤν, ἐμπλακείσης αὐτῷ τῆς κόμης τραχεῖ δένδρῳ
μεγάλοις ἐπὶ πολὺ κλάδοις ἐκτεταμένῳ παραδόξως ἀνακρεμνᾶται. καὶ τὸ μὲν κτῆνος
ὑπ' ὀξύτητος ὡς ἐπικείμενον τὸν δεσπότην ἔτι φέρον ἐχώρει προσωτέρω, ὁ δ' ἐκ
τῶν κλάδων αἰωρούμενος ἐκρατεῖτο τοῖς πολεμίοις. [240] τοῦτό τις ἰδὼν τῶν
Δαυίδου στρατιωτῶν ἐδήλωσεν Ἰωάβῳ, καὶ πεντήκοντα σίκλους ἂν αὐτῷ δεδωκέναι τοῦ
στρατηγοῦ φήσαντος, εἰ βαλὼν ἀπέκτεινε τὸν Ἀψάλωμον, “οὐδ' εἰ χιλίους, εἶπεν,
ἔμελλές μοι παρέξειν, τοῦτ' ἂν διέθηκά μου τὸν τοῦ δεσπότου παῖδα, καὶ ταῦτ'
ἐκείνου πάντων ἡμῶν ἀκουόντων φείσασθαι τοῦ νεα [241] νίσκου δεηθέντος.” ὁ
δὲ κελεύσας αὐτῷ δεῖξαι ποῦ κρεμάμενον ἴδοι τὸν Ἀψάλωμον τοξεύσας κατὰ τῆς
καρδίας ἀπέκτεινεν: οἱ δὲ τὰ τοῦ Ἰωάβου κομίζοντες ὅπλα περιστάντες ἐν κύκλῳ τὸ
δένδρον κατασπῶσι τὸν νεκρόν: [242] καὶ τὸν μὲν εἰς χάσμα βαθὺ καὶ ἀχανὲς
ῥίψαντες ἐπιβάλλουσιν αὐτῷ λίθους, ὥστε ἀναπληρωθῆναι καὶ τὸ σχῆμα τάφου καὶ
μέγεθος λαβεῖν, σημήνας δὲ ἀνακλητικὸν ὁ Ἰώαβος ἐπέσχε τοῦ διώκειν τοὺς
οἰκείους στρατιώτας τὴν τῶν πολεμίων δύναμιν φειδόμενος τῶν ὁμοφύλων.
(3)[243] Ἔστησε δ' Ἀψάλωμος ἐν τῇ κοιλάδι τῇ βασιλικῇ στήλην λίθου
μαρμαρίνου δύο σταδίους ἀπέχουσαν Ἱεροσολύμων, ἣν προσηγόρευσεν ἰδίαν χεῖρα
λέγων, ὡς καὶ τῶν τέκνων αὐτοῦ διαφθαρέντων ἐν τῇ στήλῃ μενεῖ τὸ ὄνομα: τέκνα
γὰρ ἦν αὐτῷ τρία μὲν ἄρρενα, θυγάτηρ δὲ μία Θωμάρα τοὔνομα, ὡς προειρήκαμεν.
[244] συνοικησάσης δ' αὐτῆς τῷ Σολόμωνος υἱῷ Ῥοβοάμῳ γίνεται παῖς ὁ
διαδεξάμενος τὴν βασιλείαν Ἀβίας. καὶ περὶ μὲν τούτων ἐν ὑστέροις οἰκειότερον
τῇ ἱστορίᾳ δηλώσομεν. μετὰ δὲ τὴν Ἀψαλώμου τελευτὴν ὁ μὲν λαὸς εἰς τὰ οἰκεῖα
διεσπάρη.
(4)[245] Ἀχιμᾶς δὲ ὁ Σαδώκου τοῦ ἀρχιερέως υἱὸς Ἰωάβῳ προσελθὼν ἐδεῖτο αὐτοῦ
τὴν νίκην ἐπιτρέψαι πορευθέντι Δαυίδῃ μηνῦσαι, καὶ ὅτι τῆς παρὰ τοῦ θεοῦ
βοηθείας ἔτυχε καὶ προνοίας εὐαγγελίσασθαι. [246] καὶ τὸν μέν, οὐ
προσήκειν εἰπὼν αὐτῷ καλῶν ἄγγελον ἀεὶ γεγενημένον νῦν ἀπιέναι δηλώσοντα
θάνατον τῷ βασιλεῖ τοῦ παιδὸς αὐτοῦ, μένειν ἠξίου, καλέσας δὲ τὸν Χουσὶν ἐκείνῳ
προσέταξε τὸ ἔργον, ἵν' ὅπερ αὐτὸς εἶδε τοῦτο μηνύσειε τῷ βασιλεῖ.
[247] τοῦ δ' Ἀχιμᾶ πάλιν δεηθέντος αὐτῷ τὴν ἀγγελίαν ἐφεῖναι, περὶ μόνης
γὰρ αὐτὴν ποιήσεσθαι τῆς νίκης ἡσυχάσειν δὲ περὶ τῆς Ἀψαλώμου τελευτῆς, ἐπέτρεψεν
αὐτῷ τὴν πρὸς τὸν Δαυίδην ἄφιξιν. καὶ τὴν ἐπιτομωτέραν ἐκβαλὼν τῶν ὁδῶν, καὶ
γὰρ μόνος αὐτὴν ἐγίνωσκε, τὸν Χουσὶν φθάνει. [248] καθεζομένῳ δὲ Δαυίδῃ
μεταξὺ τῶν πυλῶν καὶ περιμένοντι, πότ' αὐτῷ τις ἐλθὼν ἀπὸ τῆς μάχης ἀγγείλῃ τὰ
κατ' αὐτήν, τῶν σκοπῶν τις ἰδὼν τὸν Ἀχιμᾶν τρέχοντα καὶ μήπω τίς ἐστι γνωρίσαι
δυνάμενος εἶπε πρὸς τὸν Δαυίδην βλέπειν τινὰ παραγινόμενον πρὸς αὐτόν.
[249] τοῦ δ' ἄγγελον εἶναι φήσαντος ἀγαθῶν, μετ' ὀλίγον ἕπεσθαί τινα καὶ
ἕτερον ἐδήλωσεν αὐτῷ. κἀκεῖνον δὲ ἄγγελον εἰπόντος, ἰδὼν τὸν Ἀχιμᾶν ὁ σκοπὸς
ἤδη ἐγγὺς γεγενημένον τὸν Σαδώκου παῖδα τοῦ ἀρχιερέως προστρέχειν ἐσήμαινεν. ὁ
δὲ Δαυίδης περιχαρὴς γενόμενος ἀγαθῶν ἄγγελον τοῦτον ἔφησεν εἶναι καί τι τῶν
εὐκταίων αὐτῷ φέρειν ἀπὸ τῆς μάχης.
(5)[250] Καὶ μεταξὺ ταῦτα λέγοντος τοῦ βασιλέως φανεὶς ὁ Ἀχιμᾶς
προσκυνεῖ τὸν βασιλέα, καὶ πυθομένῳ περὶ τῆς μάχης νίκην εὐαγγελίζεται καὶ
κράτος. ἐρομένῳ δ' εἴ τι καὶ περὶ τοῦ παιδὸς ἔχοι λέγειν αὐτὸς μὲν ἔφασκεν
εὐθὺς ὁρμῆσαι πρὸς αὐτὸν τῆς τροπῆς τῶν πολεμίων γενομένης, ἀκοῦσαι δὲ μεγάλης
φωνῆς διωκόντων τὸν Ἀψάλωμον καὶ πλεῖον τούτου μηδὲν δεδυνῆσθαι μαθεῖν διὰ τὸ
πεμφθέντα ὑπὸ Ἰωάβου δηλῶσαι τὴν νίκην ἐπείγεσθαι. [251] παραγενομένου δὲ
τοῦ Χουσὶ καὶ προσκυνήσαντος καὶ τὴν νίκην σημήναντος, περὶ τοῦ παιδὸς αὐτὸν
ἀνέκρινεν. ὁ δ' “ἐχθροῖς, εἶπε, [252] τοῖς σοῖς οἷα συμβέβηκεν Ἀψαλώμῳ
γένοιτο.” οὗτος ὁ λόγος οὐδὲ τὴν ἐπὶ τῇ νίκῃ χαρὰν εἴασεν οὔτ' αὐτῷ μεῖναι
μεγίστην οὖσαν οὔτε τοῖς στρατιώταις: αὐτὸς μὲν γὰρ ἀναβὰς ἐπὶ τὸ ὑψηλότατον
τῆς πόλεως ἀπεκλαίετο τὸν υἱὸν τυπτόμενος τὰ στέρνα καὶ τὴν κεφαλὴν
σπαραττόμενος καὶ παντοίως αὑτὸν αἰκιζόμενος καὶ “τέκνον, ἐκβοῶν, εἴθε μοι τὸν
θάνατον ἐπελθεῖν ἐγένετο καὶ ἅμα σοι τελευτῆσαι”: φύσει γὰρ ὢν φιλόστοργος πρὸς
ἐκεῖνον μᾶλλον συμπαθῶς εἶχεν. [253] ἡ στρατιὰ δὲ καὶ Ἰώαβος ἀκούσαντες,
ὅτι πενθεῖ τὸν υἱὸν οὕτως ὁ βασιλεύς, ᾐσχύνθησαν μετὰ τοῦ τῶν νενικηκότων
σχήματος εἰσελθεῖν εἰς τὴν πόλιν, κατηφεῖς δὲ καὶ δεδακρυμένοι πάντες ὡς ἀφ'
ἥττης παρῆλθον. [254] κατακαλυψαμένου δὲ τοῦ βασιλέως καὶ στένοντος τὸν
υἱὸν εἴσεισι πρὸς αὐτὸν Ἰώαβος καὶ παρηγορῶν “ὦ δέσποτα, φησί, λανθάνεις
διαβάλλων σαυτὸν οἷς ποιεῖς, ὅτι τοὺς μὲν ἀγαπῶντάς σε καὶ περὶ σοῦ
κινδυνεύοντας καὶ σαυτὸν καὶ τὴν σὴν γενεὰν δοκεῖς μισεῖν, στέργειν δὲ τοὺς
ἐχθροτάτους καὶ ποθεῖν οὐκέτ' ὄντας, οἳ δίκῃ τεθνήκασιν: [255] εἰ γὰρ
Ἀψάλωμος ἐκράτησε καὶ τὴν βασιλείαν βεβαίως κατέσχεν, οὐδενὸς ἂν ἡμῶν ὑπελείφθη
λείψανον, ἀλλὰ πάντες ἂν ἀπὸ σοῦ καὶ τῶν σῶν ἀρξάμενοι τέκνων ἀπωλώλειμεν
οἰκτρῶς, οὐ κλαιόντων ἡμᾶς τῶν πολεμίων ἀλλὰ καὶ χαιρόντων καὶ τοὺς ἐλεοῦντας
ἐπὶ τοῖς κακοῖς κολαζόντων. σὺ δ' οὐκ αἰσχύνῃ ταῦτα ποιῶν ἐπὶ μᾶλλον ἐχθρῷ, ὅτι
σὸς υἱὸς ὢν ἀσεβὴς οὕτως ἐγένετο. [256] παυσάμενος οὖν τῆς ἀδίκου λύπης
προελθὼν ὄφθητι τοῖς σαυτοῦ στρατιώταις καὶ τῆς νίκης αὐτοῖς καὶ τῆς περὶ τοὺς
ἀγῶνας προθυμίας εὐχαρίστησον. ὡς ἐγὼ τήμερον, ἂν ἐπιμένῃς τοῖς ἄρτι πραττομένοις,
ἀναπείσας ἀποστῆναί σου τὸν λαὸν καὶ τὴν βασιλείαν ἑτέρῳ παραδοῦναι, τότε σοι
πικρότερον [257] καὶ ἀληθὲς ποιήσω τὸ πένθος.” ταῦτ' εἰπὼν Ἰώαβος
ἀπέστρεψεν ἀπὸ τῆς λύπης καὶ ἤγαγεν εἰς τὸν περὶ τῶν πραγμάτων λογισμὸν τὸν
βασιλέα: μετασχηματίσας γὰρ ἑαυτὸν Δαυίδης καὶ ποιήσας ἐπιτήδειον εἰς τὴν τοῦ
πλήθους θέαν πρὸς ταῖς πύλαις ἐκάθισεν, ὡς ἅπαντα τὸν λαὸν ἀκούσαντα συνδραμεῖν
πρὸς αὐτὸν καὶ κατασπάσασθαι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
XI
(1)[258] Οἱ δ' ἐκ τῆς μάχης ἀναχωρήσαντες τῶν Ἑβραίων τῶν μετ' Ἀψαλώμου
γενόμενοι παρ' αὑτοῖς ἕκαστοι διεπέμποντο κατὰ πόλεις ὑπομιμνήσκοντες αὑτοὺς ὧν
εὐηργέτησε Δαυίδης καὶ τῆς ἐλευθερίας, ἣν ἐκ πολλῶν καὶ μεγάλων ῥυσάμενος
αὐτοὺς πολέμων παρέσχε, [259] μεμφόμενοι δ' ὅτι τῆς βασιλείας αὐτὸν ἐκβαλόντες
ἄλλῳ ταύτην ἐνεχείρισαν καὶ νῦν τεθνηκότος τοῦ κατασταθέντος ὑπ' αὐτῶν ἡγεμόνος
οὐ παρακαλοῦσι Δαυίδην παύσασθαι μὲν τῆς ὀργῆς, εὐνοικῶς δὲ πρὸς αὐτοὺς ἔχειν,
τῶν δὲ πραγμάτων καθὼς ἤδη καὶ πρότερον ποιεῖσθαι πρόνοιαν τὴν βασιλείαν
ἀπολαβόντα. [260] ταῦτα μὲν οὖν συνεχέστερον ἀπηγγέλλετο Δαυίδῃ: κἀκεῖνος
οὐδὲν ἧττον ἔπεμψε πρὸς Σάδωκον καὶ Ἀβιάθαρον τοὺς ἀρχιερέας, ἵνα τοῖς ἄρχουσι
τῆς Ἰούδα φυλῆς διαλεχθῶσιν, ὡς αἰσχρὸν αὐτοῖς ἄλλας φυλὰς πρὸ ἐκείνης Δαυίδην
χειροτονῆσαι βασιλέα, καὶ ταῦθ' ὑμῶν συγγενῶν ὄντων καὶ κοινὸν αἷμα πρὸς αὐτὸν
κεκληρωμένων. [261] τὰ δ' αὐτὰ καὶ Ἀμασᾷ τῷ στρατηγῷ προσέταξεν αὐτοὺς
λέγειν, ὅτι τῆς ἀδελφῆς υἱὸς ὢν αὐτοῦ μὴ πείθει τὸ πλῆθος Δαυίδῃ τὴν βασιλείαν
ἀποδοῦναι: προσδοκᾶν δὲ παρ' αὐτοῦ μὴ διαλλαγὴν μόνον, τοῦτο γὰρ ἤδη γέγονεν, ἀλλὰ
καὶ τὴν παντὸς τοῦ λαοῦ στρατηγίαν, ἣν αὐτῷ καὶ Ἀψάλωμος παρέσχε.
[262] καὶ οἱ μὲν ἀρχιερεῖς ἃ μὲν τοῖς τῆς φυλῆς ἄρχουσι διειλέχθησαν ἃ δὲ
τὸν Ἀμασὰν ἔπεισαν τὰ παρὰ τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντες ἐγχειρεῖν ταῖς ὑπὲρ
αὐτοῦ φροντίσι. καὶ πείθει γε τὴν φυλὴν παραχρῆμα πέμψαι πρὸς Δαυίδην πρέσβεις
παρακαλοῦντας εἰς τὴν ἰδίαν αὐτὸν ἐπανελθεῖν βασιλείαν. τὸ δ' αὐτὸ καὶ πάντες
ἐποίουν οἱ Ἰσραηλῖται προτρεψαμένου τοῦ Ἀμασᾶ.
(2)[263] Τῶν δὲ πρέσβεων ἀφικομένων πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα
παρεγένετο. πάντας δὲ τοὺς ἄλλους ἔφθασεν ἡ Ἰούδα φυλὴ πρὸς τὸν Ἰόρδανον
ποταμὸν ἀπαντῆσαι τῷ βασιλεῖ καὶ ὁ Γήρα παῖς Σαμούις μετὰ χιλίων ἀνδρῶν, οὓς ἐκ
τῆς Βενιαμίδος φυλῆς ἐπήγετο, καὶ Σιβᾶς δὲ ὁ ἀπελεύθερος Σαούλου καὶ οἱ παῖδες
αὐτοῦ πεντεκαίδεκα τὸν ἀριθμὸν ὄντες μετὰ οἰκετῶν εἴκοσιν. [264] οὗτοι σὺν
τῇ Ἰούδα φυλῇ τὸν ποταμὸν ἐγεφύρωσαν, ἵνα ῥᾷστα διαβῇ μετὰ τῶν ἰδίων ὁ
βασιλεύς. ὡς δὲ ἧκεν ἐπὶ τὸν Ἰόρδανον ἠσπάσατο μὲν αὐτὸν ἡ Ἰούδα φυλή,
προσπεσὼν δ' ἀναβάντι ἐπὶ τὴν γέφυραν Σαμούις καὶ κατασχὼν αὐτοῦ τοὺς πόδας
ἐδεῖτο συγγνῶναι περὶ τῶν εἰς αὐτὸν ἡμαρτημένων καὶ μὴ γενέσθαι πικρὸν αὐτῷ
μηδὲ τοῦτο πρῶτον ἡγήσασθαι τὴν τιμωρίαν ἐν ἐξουσίᾳ γενόμενον, λογίσασθαι δ'
ὅτι καὶ μετανοήσας ἐφ' οἷς ἐσφάλη πρῶτος ἐλθεῖν πρὸς αὐτὸν ἔσπευσε.
[265] ταῦτα δ' ἀντιβολοῦντος αὐτοῦ καὶ οἰκτιζομένου Ἀβεσσαῖος ὁ Ἰωάβου
ἀδελφός, “διὰ τοῦτο οὖν, εἶπεν, οὐ τεθνήξῃ βλασφημήσας τὸν ὑπὸ τοῦ θεοῦ
κατασταθέντα βασιλεύειν;” Δαυίδης δ' ἐπιστραφεὶς πρὸς αὐτόν, “οὐ παύσεσθ',
εἶπεν, ὦ Σαρουίας παῖδες; μὴ κινήσητε πάλιν ἡμῖν καινὰς ἐπὶ ταῖς πρώταις ταραχὰς
καὶ στάσεις: [266] οὐ γὰρ ἀγνοεῖν ὑμᾶς προσῆκεν, ὅτι σήμερον ἄρχομαι τῆς
βασιλείας. διὸ πᾶσιν ἀφιέναι τὰς κολάσεις τοῖς ἀσεβήσασιν ὄμνυμι καὶ μηδενὶ τῶν
ἁμαρτόντων ἐπεξελθεῖν. σύ τε, εἶπεν, ὦ Σαμούι, θάρρει καὶ δείσῃς μηδὲν ὡς
τεθνηξόμενος.” ὁ δὲ προσκυνήσας αὐτὸν προῆγεν.
(3)[267] Ἀπήντησε δ' αὐτῷ καὶ ὁ Σαούλου υἱωνὸς Μεμφίβοσθος ῥυπαράν τε
τὴν ἐσθῆτα περικείμενος καὶ τὴν κόμην βαθεῖαν καὶ κατημελημένην ἔχων: μετὰ γὰρ
τὴν Δαυίδου φυγὴν οὔτε ἀπεκείρατο λυπούμενος οὔτ' ἐκάθηρε τὴν ἐσθῆτα κατακρίνας
αὑτοῦ συμφορὰν ταύτην ἐπὶ τῇ τοῦ βασιλέως μεταβολῇ: διεβέβλητο δὲ καὶ ὑπὸ τοῦ
ἐπιτρόπου Σιβᾶ πρὸς αὐτὸν ἀδίκως. [268] ἀσπασαμένου δὲ αὐτοῦ καὶ
προσκυνήσαντος ἤρξατο πυνθάνεσθαι, τί δήποτ' οὐ συνεξῆλθεν αὐτῷ καὶ κοινωνὸς ἦν
τῆς φυγῆς; ὁ δ' ἀδίκημα τοῦτ' ἔλεγεν εἶναι Σιβᾶ: κελευσθεὶς γὰρ παρασκευάσαι τὰ
πρὸς τὴν ἔξοδον οὐκ ἐφρόντισεν, ἀλλ' ὥσπερ ἀνδραπόδου τινὸς οὕτως παρήκουσεν.
[269] εἰ μέντοι γε τὰς βάσεις εἶχον ἐρρωμένας, οὐκ ἂν ἀπελείφθην σου
χρῆσθαι πρὸς τὴν φυγὴν ταύταις δυνάμενος. οὐ τοῦτο δὲ μόνον ἠδίκησέ μου τὴν
πρὸς σέ, δέσποτα, εὐσέβειαν, ἀλλὰ καὶ προσδιέβαλε καὶ κατεψεύσατο κακουργῶν.
ἀλλ' οἶδα γάρ, ὅτι τούτων οὐδὲν ἡ σὴ διάνοια προσίεται δικαία τε οὖσα καὶ τὴν
ἀλήθειαν ἐνισχύειν βουλομένη καὶ τὸ θεῖον ἀγαπῶσα: [270] μείζονα γὰρ
κινδυνεύσας παθεῖν ὑπὸ τοῦ πάππου τοὐμοῦ καὶ τῆς ὅλης ἡμῶν γενεᾶς ὀφειλούσης
εἰς ἐκεῖνα ἀπολωλέναι, σύ τε μέτριος καὶ χρηστὸς ἐγένου τότε μάλιστα πάντων
ἐκείνων λήθην ποιησάμενος, ὅτ' ἐξουσίαν τῆς ὑπὲρ αὐτῶν τιμωρίας εἶχεν ἡ μνήμη.
φίλον δὲ σὸν ἔκρινας ἐμὲ καὶ ἐπὶ τῆς τραπέζης εἶχες ὁσημέραι, καὶ οὐδὲν
ἀπέλειπον τῶν συγγενῶν τοῦ [271] μάλιστα τιμωμένου.” ταῦτ' εἰπόντος οὔτε
τὸν Μεμφίβοσθον ἔγνω κολάζειν οὔθ' ὡς καταψευσαμένου τοῦ Σιβᾶ πρὸς αὐτὸν
καταδικάζειν, ἀλλ' ὑπὲρ μὲν τοῦ [μὴ μετὰ] Σιβᾶ ἐλθεῖν ἐκείνῳ πάντα χαρίσασθαι
φήσας αὐτῷ συγγινώσκειν ὑπέσχετο τὰ ἡμίση τῆς οὐσίας αὐτῷ κελεύσας ἀποδοθῆναι.
ὁ δὲ Μεμφίβοσθος “πάντ' ἐχέτω μέν, εἶπε, Σιβάς, ἐμοὶ δ' ἀπόχρη τὸ σὲ τὴν
βασιλείαν ἀπολαβεῖν.”
(4)[272] Βεέρζελον δὲ τὸν Γαλαδίτην ἄνδρα μέγαν καὶ καλὸν καὶ πολλὰ
παρεσχημένον ἐν ταῖς Παρεμβολαῖς αὐτῷ Δαυίδης προπέμψαντα μέχρι τοῦ Ἰορδάνου
παρεκάλει συνελθεῖν ἕως τῶν Ἱεροσολύμων: γηρωκομήσειν γὰρ αὐτὸν ἐν πάσῃ τιμῇ
καὶ ὡς πατρὸς ἐπιμεληθήσεσθαι καὶ προνοήσειν ἐπηγγέλλετο. [273] ὁ δὲ πόθῳ
τῶν οἴκοι παρῃτεῖτο τὴν μετ' αὐτοῦ διατριβήν: καὶ τὸ γῆρας λέγων τοιοῦτον αὐτῷ
τυγχάνειν, ὥστε μὴ ἀπολαύειν τῶν ἡδέων εἰς ὀγδοήκοντα ἔτη προβεβηκότος, ἀλλ'
ὥστε καταλύσεως ἤδη καὶ ταφῆς προνοεῖν, ἐπὶ ταύτην ἠξίου βουλόμενον αὐτῷ
χαρίζεσθαι τὰ κατ' ἐπιθυμίαν αὐτὸν ἀπολῦσαι: [274] οὔτε γὰρ τροφῆς οὔτε
ποτοῦ συνιέναι διὰ τὸν χρόνον, ἀποκεκλεῖσθαι δ' αὐτῷ καὶ τὰς ἀκοὰς ἤδη πρὸς
αὐλῶν ἤχους καὶ μέλη τῶν ἄλλων ὀργάνων, ὅσα παρὰ βασιλεῦσι τέρπει τοὺς
συνδιαιτωμένους. οὕτως δὲ λιπαρῶς δεομένου, “σὲ μέν, εἶπεν, ἀπολύω, τὸν δ' υἱὸν
Ἀχίμανον ἄφες μοι: πάντων γὰρ αὐτῷ μετα [275] δώσω τῶν ἀγαθῶν.” καὶ
Βεέρζελος μὲν καταλιπὼν τὸν υἱὸν καὶ προσκυνήσας τὸν βασιλέα καὶ πάντων
ἐπευξάμενος αὐτῷ τέλος ὧν ἔχει κατὰ ψυχὴν οἴκαδ' ὑπέστρεψε. παραγίνεται δ' εἰς
Γάλγαλα Δαυίδης τοῦ λαοῦ παντὸς ἤδη τὸ ἥμισυ περὶ αὑτὸν ἔχων καὶ τὴν Ἰούδα
φυλήν.
(5)[276] Ἀφικνοῦνται δ' εἰς Γάλγαλα πρὸς αὐτὸν οἱ πάσης φυλῆς πρῶτοι
μετὰ πολλοῦ πλήθους καὶ τὴν Ἰούδα φυλὴν κατεμέμφοντο λάθρα πρὸς αὐτὸν ἐλθοῦσαν,
ὡς δεῖν ὁμοῦ πάντας μιᾷ γνώμῃ ποιεῖσθαι τὴν ἀπάντησιν. οἱ δ' ἄρχοντες τῆς Ἰούδα
φυλῆς μὴ δυσχεραίνειν αὐτοὺς ἠξίουν προληφθέντας: καὶ γὰρ συγγενεῖς ὄντες αὐτοῦ
καὶ διὰ τοῦτο μᾶλλον προνοούμενοι καὶ στέργοντες φθάσαι, οὐ μέντοι γε διὰ τὸ
προελθεῖν δῶρα λαβεῖν αὐτούς, ἵν' ἔχωσιν ἐπὶ τούτῳ δυσφορεῖν ὕστεροι πρὸς αὐτὸν
ἐλθόντες. [277] ταῦτα τῶν τῆς Ἰούδα φυλῆς ἡγεμόνων εἰπόντων οἱ τῶν ἄλλων
ἄρχοντες οὐχ ἡσύχασαν, ἀλλ' “ἡμεῖς μέν, ἔφασαν, ὦ ἀδελφοί, θαυμάζομεν ὑμᾶς
αὑτῶν ἀποκαλοῦντας μόνων συγγενῆ τὸν βασιλέα: ὁ γὰρ τὴν ἁπάντων ἐξουσίαν παρὰ
τοῦ θεοῦ λαβὼν πάντων ἡμῶν εἶναι συγγενὴς κρίνεται. καὶ διὰ τοῦθ' ὁ μὲν λαὸς
ἕνδεκα μοίρας ἔχει, μίαν δ' ὑμεῖς, καὶ πρεσβύτεροι ἐσμέν, καὶ οὐκ ἐποιήσατε
δίκαια λεληθότως ἐλθόντες πρὸς τὸν βασιλέα.”
(6)[278] Τοιαῦτα τῶν ἡγεμόνων πρὸς ἀλλήλους διαλεχθέντων ἀνήρ τις
πονηρὸς καὶ στάσει χαίρων, ὄνομα Σαβαῖος υἱὸς δὲ Βοχορίου τῆς Βενιαμίτιδος
φυλῆς, στὰς ἐν μέσῳ πρὸς τὸ πλῆθος μέγα βοήσας εἶπεν: “οὔτ' ἔχει τις ἡμῶν παρὰ
Δαυίδου μοίρας οὔτε κλῆρον [279] παρὰ τῷ Ἰεσσαίου παιδί.” καὶ μετὰ τοὺς
λόγους σαλπίσας κέρατι σημαίνει πόλεμον πρὸς τὸν βασιλέα, καὶ πάντες
ἠκολούθησαν ἐκείνῳ Δαυίδην καταλιπόντες: μόνη δ' αὐτῷ παρέμεινεν ἡ Ἰούδα φυλὴ
καὶ κατέστησεν αὐτὸν εἰς τὸ ἐν Ἱεροσολύμοις βασίλειον. καὶ τὰς μὲν παλλακάς,
αἷς ὁ υἱὸς αὐτοῦ συνῆλθεν Ἀψάλωμος, εἰς ἄλλην μετήγαγεν οἰκίαν πάντα προστάξας
αὐταῖς χορηγεῖν τὰ ἐπιτήδεια τοὺς ἐπιμελομένους, αὐτὸς δ' οὐκέτ' ἐπλησίαζεν
αὐταῖς. [280] ἀποδείκνυσι δὲ καὶ τὸν Ἀμασὰν στρατηγὸν καὶ τὴν τάξιν αὐτῷ
ἐφ' ἧς Ἰώαβος ἦν δίδωσιν ἐκέλευσέ τε στρατιὰν ὅσην δύναται συναγαγόντ' ἐκ τῆς
Ἰούδα φυλῆς μεθ' ἡμέρας τρεῖς ὡς αὐτὸν ἐλθεῖν, ἵνα παραδοὺς αὐτῷ πᾶσαν τὴν
δύναμιν ἐκπέμψῃ πολεμήσοντα τὸν υἱὸν τοῦ Βοχορίου. [281] ἐξελθόντος δὲ τοῦ
Ἀμασᾶ καὶ περὶ τὴν ἄθροισιν τῆς στρατιᾶς βραδύνοντος, ὡς οὐκ ἐπανῄει τῇ τρίτῃ
τῶν ἡμερῶν ὁ βασιλεὺς πρὸς τὸν Ἰώαβον ἔλεγεν οὐκ εἶναι σύμφορον ἀνοχὴν τῷ
Σαβαίῳ διδόναι, μὴ γενόμενος ἐν πλείονι παρασκευῇ μειζόνων κακῶν καὶ πραγμάτων
αἴτιος, ἢ Ἀψάλωμος αὐτοῖς κατέστη, γένηται. [282] μὴ περίμενε τοίνυν
μηδένα, ἀλλὰ τὴν οὖσαν παραλαβὼν δύναμιν καὶ τοὺς ἑξακοσίους μετὰ Ἀβεσσαίου τοῦ
Ἀδελφοῦ σου δίωκε τὸν πολέμιον. καὶ ὅπου ποτ' ἂν αὐτὸν καταλάβῃς ὄντα πειράθητι
συμβαλεῖν: σπούδασον δ' αὐτὸν φθάσαι, μὴ πόλεις ὀχυρὰς καταλαβόμενος ἀγῶνας
ἡμῖν καὶ πολλοὺς ἱδρῶτας παρασκευάσῃ.”
(7)[283] Ἰώαβος δ' οὐκέτι μέλλειν ἔκρινεν, ἀλλὰ τόν τε ἀδελφὸν καὶ τοὺς
ἑξακοσίους παραλαβὼν καὶ ὅση λοιπὴ δύναμις ἦν ἐν τοῖς Ἱεροσολύμοις ἕπεσθαι
κελεύσας ἐξώρμησεν ἐπὶ τὸν Σαβαῖον. ἤδη δ' ἐν Γαβαών, κώμη δ' ἐστὶν αὕτη
σταδίους ἀπέχουσα τεσσαράκοντα τῶν Ἱεροσολύμων, γεγενημένος πολλὴν Ἀμασᾶ
δύναμιν ἀγαγόντος ἀπήντησεν αὐτῷ διεζωσμένος μάχαιραν καὶ θώρακα ἐνδεδυμένος ὁ
Ἰώαβος: [284] προσιόντος δὲ ἀσπάσασθαι τοῦ Ἀμασᾶ φιλοτεχνεῖ τὴν μάχαιραν
αὐτομάτως ἐκ τῆς θήκης ἐκπεσεῖν, βαστάσας δ' αὐτὴν ἀπὸ τῆς γῆς καὶ τῇ ἑτέρᾳ τὸν
Ἀμασᾶν ἐγγὺς γενόμενον ὡς καταφιλήσων τοῦ γενείου λαβόμενος οὐ προιδόμενον εἰς
τὴν γαστέρα πλήξας ἀπέκτεινεν, ἀσεβὲς ἔργον διαπραξάμενος καὶ παντελῶς ἀνόσιον,
ἀγαθὸν νεανίαν καὶ συγγενῆ καὶ μηδὲν ἀδικήσαντα ζηλοτυπήσας τῆς στρατηγίας καὶ
τῆς παρὰ τῷ βασιλεῖ πρὸς αὐτὸν ἰσοτιμίας. [285] διὰ ταύτην γὰρ τὴν αἰτίαν
καὶ τὸν Ἀβενῆρον ἐφόνευσεν. ἀλλ' ἐκεῖνο μὲν αὐτοῦ τὸ παρανόμημα πρόφασις
εὐπρεπὴς συγγνωστὸν ἐδόκει ποιεῖν, ὁ ἀδελφὸς Ἀσάηλος ἐκδεδικῆσθαι νομιζόμενος,
τοῦ δ' Ἀμασᾶ φόνου οὐδὲν τοιοῦτον ἔσχε παρακάλυμμα. [286] ἀποκτείνας δὲ
τὸν συστράτηγον ἐδίωκε τὸν Σαβαῖον καταλιπὼν ἕνα πρὸς τῷ νεκρῷ βοᾶν ἐντειλάμενος
πρὸς τὴν στρατιάν, ὅτι τέθνηκεν Ἀμασᾶς δικαίως καὶ μετ' αἰτίας κολαζούσης: εἰ
δὲ φρονεῖτε τὰ τοῦ βασιλέως, ἕπεσθε τῷ στρατηγῷ αὐτοῦ Ἰωάβῳ καὶ
[287] Ἀβεσσαίῳ τῷ τούτου ἀδελφῷ.” κειμένου δὲ τοῦ σώματος ἐπὶ τῆς ὁδοῦ καὶ
παντὸς τοῦ πλήθους ἐπ' αὐτῷ συρρέοντος καὶ οἷον ὄχλος φιλεῖ ἐθαύμαζον ἠλέουν
προιστάμενοι: βαστάσας δ' ἐκεῖθεν ὁ φύλαξ καὶ κομίσας εἴς τι χωρίον ἀπωτάτω τῆς
ὁδοῦ τίθησιν αὐτόθι καὶ καλύπτει ἱματίῳ. τούτου γενομένου πᾶς ὁ λαὸς ἠκολούθησε
τῷ Ἰωάβῳ. [288] διώξαντι δ' αὐτῷ διὰ πάσης τῆς Ἰσραηλιτῶν χώρας τὸν
Σαβαῖον δηλοῖ τις ἐν ὀχυρᾷ πόλει τυγχάνειν Ἀβελωχέᾳ λεγομένῃ. παραγενόμενος δ'
ἐκεῖ καὶ τῇ στρατιᾷ περικαθίσας τὴν πόλιν καὶ χαράκωμα περὶ αὐτὴν πηξάμενος
ὑπορύσσειν ἐκέλευσε τοῖς στρατιώταις τὰ τείχη καὶ καταβάλλειν αὐτά: μὴ
δεξαμένων γὰρ αὐτὸν τῶν ἐν τῇ πόλει χαλεπῶς πρὸς αὐτοὺς διετέθη.
(8)[289] Γύναιον δέ τι σῶφρον καὶ συνετὸν ἐν ἐσχάτοις ἤδη τὴν πατρίδα
κειμένην θεασάμενον ἀναβὰν ἐπὶ τὸ τεῖχος προσκαλεῖται διὰ τῶν ὁπλιτῶν τὸν
Ἰώαβον. προσελθόντος δ' ἤρξατο λέγειν, ὡς ὁ θεὸς τοὺς βασιλεῖς καὶ τοὺς
στρατηγοὺς ἀποδείξειεν, ἵνα τοὺς πολεμίους τοὺς Ἑβραίων ἐξαιρῶσι καὶ παρέχωσιν
αὐτοῖς εἰρήνην ἀπ' αὐτῶν: σὺ δὲ σπουδάζεις μητρόπολιν Ἰσραηλιτῶν καταβαλεῖν
[290] καὶ πορθῆσαι μηδὲν ἐξαμαρτοῦσαν.” ὁ δὲ ἵλεων μὲν εὔχεται τὸν θεὸν
αὐτῷ διαμένειν, αὐτὸς δ' οὕτως ἔχειν εἶπεν, ὡς μηδένα τοῦ λαοῦ φονεῦσαι, οὐχ
ὅτι πόλιν ἐξελεῖν βούλεσθαι τηλικαύτην: λαβὼν μέντοι παρ' αὐτῶν τὸν ἀντάραντα
τῷ βασιλεῖ πρὸς τιμωρίαν Σαβαῖον υἱὸν δὲ Βοχορίου παύσεσθαι τῆς πολιορκίας καὶ
τὴν στρατιὰν ἀπάξειν. [291] ὡς δ' ἤκουσεν ἡ γυνὴ τὰ παρὰ τοῦ Ἰωάβου μικρὸν
ἐπισχεῖν δεηθεῖσα, τὴν γὰρ κεφαλὴν εὐθέως αὐτῷ ῥιφήσεσθαι τὴν τοῦ πολεμίου,
καταβαίνει πρὸς τοὺς πολίτας καὶ “βούλεσθ', εἰποῦσα, κακοὶ κακῶς ἀπολέσθαι μετὰ
τέκνων καὶ γυναικῶν ὑπὲρ ἀνθρώπου πονηροῦ καὶ μηδὲ τίς ἐστι γνωριζομένου καὶ
τοῦτον ἔχειν ἀντὶ Δαυίδου τοῦ τοσαῦτ' εὐεργετήσαντος ὑμᾶς βασιλέα καὶ πρὸς δύ
[292] ναμιν τοσαύτην καὶ τηλικαύτην ἀνταίρειν μίαν πόλιν;” πείθει τὴν
κεφαλὴν ἀποτεμόντας τοῦ Σαβαίου ῥῖψαι ταύτην εἰς τὸ τοῦ Ἰωάβου στράτευμα.
τούτου γενομένου σημήνας ἀνακλητικὸν ὁ τοῦ βασιλέως στρατηγὸς ἔλυσε τὴν
πολιορκίαν καὶ παραγενόμενος εἰς Ἱεροσόλυμα παντὸς ἀποδείκνυται πάλιν τοῦ λαοῦ
στρατηγός. [293] καθίστησι δὲ καὶ Βαναῖον ὁ βασιλεὺς ἐπὶ τῶν σωματοφυλάκων
καὶ τῶν ἑξακοσίων, Ἀδώραμον δ' ἐποίησεν ἐπὶ τῶν φόρων καὶ Ἰωσάφατον υἱὸν Ἀχίλου
ἐπὶ τῶν ὑπομνημάτων, Σουσὰν δὲ γραμματέα, Σάδωκον δὲ καὶ Ἀβιάθαρον ἀπέφηνεν
ἱερεῖς.
XII
(1)[294] Μετὰ δὲ ταῦτα τῆς χώρας λιμῷ φθειρομένης ἱκέτευε Δαυίδης τὸν
θεὸν ἐλεῆσαι τὸν λαὸν καὶ τὴν αἰτίαν αὐτῷ καὶ τὴν ἴασιν φανερὰν ποιῆσαι τῆς
νόσου. τῶν δὲ προφητῶν εἰπόντων βούλεσθαι τὸν θεὸν ἐκδικίας τυχεῖν τοὺς
Γαβαωνίτας, οὓς Σαοῦλος ὁ βασιλεὺς ἀποκτείνας ἠσέβησεν ἐξαπατήσας καὶ τοὺς
ὅρκους αὐτοῖς, οὓς ὁ στρατηγὸς Ἰησοῦς ὤμοσε καὶ ἡ γερουσία, μὴ φυλάξας:
[295] ἐὰν τοίνυν δίκην ἣν αὐτοὶ θέλουσιν οἱ Γαβαωνῖται λαβεῖν ὑπὲρ τῶν
ἀνῃρημένων ταύτην αὐτοῖς παράσχῃ, διαλλαγήσεσθαι καὶ τὸν ὄχλον ἀπαλλάξειν τῶν
κακῶν ἐπηγγέλλετο. [296] ὡς οὖν ταῦτα παρὰ τῶν προφητῶν ἔμαθεν ἐπιζητεῖν
τὸν θεόν, μεταπέμπεται τοὺς Γαβαωνίτας καὶ τίνος βούλονται τυχεῖν ἐπηρώτα. τῶν
δ' ἐκ τοῦ γένους τοῦ Σαούλου παραλαβεῖν ἑπτὰ παῖδας ἀξιωσάντων πρὸς τιμωρίαν, ὁ
βασιλεὺς ἀναζητήσας παρέδωκεν αὐτοῖς Ἰεβόσθου φεισάμενος τοῦ Ἰωνάθου παιδός.
[297] παραλαβόντες δ' οἱ Γαβαωνῖται τοὺς ἄνδρας ὡς ἐβούλοντο ἐκόλασαν.
ἤρξατο δ' ὕειν παραχρῆμα ὁ θεὸς καὶ τὴν γῆν πρὸς γονὴν καρπῶν ἀνακαλεῖν
ἀπολύσας τοῦ πρότερον αὐχμοῦ: καὶ πάλιν εὐθήνησεν ἡ τῶν Ἑβραίων χώρα.
[298] Στρατεύεται δὲ μετ' οὐ πολὺν χρόνον ὁ βασιλεὺς ἐπὶ Παλαιστίνους,
καὶ συνάψας μάχην αὐτοῖς καὶ τρεψάμενος ἐμονώθη διώκων καὶ γενόμενος ἔκλυτος
ὤφθη ὑπό τινος τῶν πολεμίων Ἄκμονος μὲν τοὔνομα Ἀράφου δὲ παιδός:
[299] οὗτος ἦν μὲν καὶ ἀπόγονος τῶν Γιγάντων, ἔχων δὲ καὶ ξυστόν, οὗ τὴν
λαβὴν συνέλκειν σταθμὸν σίκλους τριακοσίους, καὶ θώρακα ἁλυσιδωτὸν καὶ ῥομφαίαν
ὥρμησεν ἐπιστραφεὶς ὡς ἀποκτενῶν τὸν τῶν πολεμίων βασιλέα: παρεῖτο γὰρ ὑπὸ τοῦ
κόπου. ἐπιφανεὶς δ' ἐξαίφνης Ἀβεσσαῖος ὁ Ἰωάβου ἀδελφὸς τὸν βασιλέα μὲν
ὑπερήσπισε περιβὰς κείμενον, ἀπέκτεινε δὲ τὸν πολέμιον. [300] ἤνεγκε δ'
ἐπὶ τῷ παρ' ὀλίγον κινδυνεῦσαι τὸν βασιλέα χαλεπῶς τὸ πλῆθος: καὶ οἱ ἡγεμόνες
ὥρκωσαν αὐτὸν μηκέτι εἰς μάχην ἀπαντῆσαι σὺν αὐτοῖς, μὴ δι' ἀνδρείαν καὶ
προθυμίαν παθών τι τῶν δεινῶν στερήσῃ τὸν λαὸν τῶν δι' αὐτὸν ἀγαθῶν, ὅσα τε ἤδη
παρέσχηκε καὶ ὅσων ἔτι μεθέξουσι πολὺν βιώσαντος χρόνον.
(2)[301] Συνελθόντων δὲ τῶν Παλαιστίνων εἰς Γάζαρα πόλιν ἀκούσας ὁ
βασιλεὺς ἔπεμψεν ἐπ' αὐτοὺς στρατιάν. ἠρίστευσε δὲ τότε καὶ σφόδρ' ηὐδοκίμησε
Σαβρήχης ὁ Χετταῖος εἷς τῶν περὶ Δαυίδην ἀνδρειοτάτων: ἀπέκτεινε γὰρ πολλοὺς
τῶν αὐχούντων προγόνους τοὺς Γίγαντας καὶ μέγα ἐπ' ἀνδρείᾳ φρονούντων, αἴτιός
τε τῆς νίκης τοῖς Ἑβραίοις ἐγένετο. [302] καὶ μετ' ἐκείνην τὴν ἧτταν πάλιν
ἐπολέμησαν οἱ Παλαιστῖνοι: καὶ στρατιὰν ἐπ' αὐτοὺς Δαυίδου πέμψαντος ἠρίστευσεν
Ἐφὰν ὁ συγγενὴς αὐτοῦ: μονομαχήσας γὰρ τῷ πάντων ἀνδρειοτάτῳ Παλαιστίνων ἀπέκτεινεν
αὐτὸν καὶ τοὺς ἄλλους εἰς φυγὴν ἔτρεψε, πολλοί τε αὐτῶν ἀπέθανον μαχόμενοι.
[303] διαλιπόντες δ' ὀλίγον χρόνον ἐστρατοπεδεύσαντο πρὸς τῇ πόλει τῶν
ὅρων τῆς Ἑβραίων χώρας οὐκ ἄπωθεν. ἦν δ' αὐτοῖς ἀνὴρ τὸ μὲν ὕψος ἓξ πηχῶν,
δακτύλους δ' ἐν ἑκατέρῳ τῶν βάσεων καὶ τῶν χειρῶν ἑνὶ περισσοτέρους εἶχε τῶν
κατὰ φύσιν. [304] ἐκ τῆς οὖν πεμφθείσης ἐπ' αὐτοὺς ὑπὸ Δαυίδου στρατιᾶς
τούτῳ μονομαχήσας Ἰωνάθης ὁ Σουμᾶ υἱὸς ἀνεῖλέ τε αὐτὸν καὶ τῆς ὅλης νίκης ῥοπὴ
γενόμενος δόξαν ἀριστείας ἀπηνέγκατο: καὶ γὰρ οὗτος ὁ Παλαιστῖνος ηὔχει τῶν
Γιγάντων ἀπόγονος εἶναι. μετὰ δὲ ταύτην τὴν μάχην οὐκέτι τοῖς Ἰσραηλίταις
ἐπολέμησαν.
(3)[305] Ἀπηλλαγμένος δ' ἤδη πολέμων ὁ Δαυίδης καὶ κινδύνων καὶ βαθείας
ἀπολαύων τὸ λοιπὸν εἰρήνης ᾠδὰς εἰς τὸν θεὸν καὶ ὕμνους συνετάξατο μέτρου ποικίλου:
τοὺς μὲν γὰρ τριμέτρους, τοὺς δὲ πενταμέτρους ἐποίησεν. ὄργανά τε κατασκευάσας
ἐδίδαξε πρὸς αὐτὰ τοὺς Ληουίτας ὑμνεῖν τὸν θεὸν κατά τε τὴν τῶν καλουμένων
σαββάτων ἡμέραν καὶ κατὰ τὰς ἄλλας ἑορτάς. [306] ἡ δὲ τῶν ὀργάνων ἐστὶν
ἰδέα τοιαύτη τις τὸν τρόπον: ἡ μὲν κινύρα δέκα χορδαῖς ἐξημμένη τύπτεται
πλήκτρῳ, ἡ δὲ νάβλα δώδεκα φθόγγους ἔχουσα τοῖς δακτύλοις κρούεται, κύμβαλά τε
ἦν πλατέα καὶ μεγάλα χάλκεα. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν, ὥστε μὴ
τελέως ἀγνοεῖν τὴν τῶν προειρημένων ὀργάνων φύσιν, ἀρκείσθω λελέχθαι.
(4)[307] Τῷ δὲ βασιλεῖ πάντες ἦσαν οἱ περὶ αὐτὸν ἀνδρεῖοι: τούτων δ' οἱ
διασημότατοι καὶ λαμπροὶ τὰς πράξεις ὀκτὼ καὶ τριάκοντα, ὧν πέντε μόνων
διηγήσομαι τὰ ἔργα: φανερὰς γὰρ καὶ τὰς τῶν ἄλλων ἀρετὰς ἀρκέσουσιν οὗτοι
ποιῆσαι: δυνατοὶ γὰρ ἦσαν οὗτοι καὶ χώραν ὑπάγεσθαι καὶ μεγάλων ἐθνῶν κρατῆσαι.
[308] πρῶτος μὲν οὖν Ἴσεβος υἱὸς Ἀχεμαίου, ὃς πολλάκις εἰς τὴν παράταξιν
ἐμπηδῶν τῶν πολεμίων οὐ πρὶν ἀνεπαύετο μαχόμενος πρὶν ἐνακοσίους αὐτῶν
καταβαλεῖν. μετ' αὐτὸν ἦν Ἐλεάζαρος υἱὸς Δωδείου, ὃς ἦν μετὰ τοῦ βασιλέως ἐν
Ἐρασαμῷ: [309] οὗτός ποτε τῶν Ἰσραηλιτῶν καταπλαγέντων τὸ πλῆθος τῶν
Παλαιστίνων καὶ φευγόντων μόνος ἔμεινε καὶ συμπεσὼν τοῖς πολεμίοις ἀπέκτεινεν
αὐτῶν πολλούς, ὡς ὑπὸ τοῦ αἵματος προσκολληθῆναι τὴν ῥομφαίαν αὐτοῦ τῇ δεξιᾷ καὶ
τοὺς Ἰσραηλίτας ἰδόντας τετραμμένους ὑπ' αὐτοῦ τοὺς Παλαιστίνους καταβάντας
διώκειν καὶ θαυμαστὴν καὶ διαβόητον τότε νίκην ἄρασθαι, τοῦ μὲν Ἐλεαζάρου
κτείνοντος ἑπομένου δὲ τοῦ πλήθους καὶ σκυλεύοντος τοὺς ἀνῃρημένους.
[310] τρίτος δὲ ἦν Ἠλοῦ μὲν υἱὸς Σαβαίας δὲ ὄνομα. καὶ οὗτος ἐν τοῖς πρὸς
Παλαιστίνους ἀγῶσιν εἰς τόπον Σιαγόνα λεγόμενον αὐτῶν παραταξαμένων, ὡς οἱ
Ἑβραῖοι πάλιν τὴν δύναμιν φοβηθέντες οὐχ ὑπέμειναν, ὑπέστη μόνος ὡς στράτευμα
καὶ τάξις, καὶ τοὺς μὲν αὐτῶν κατέβαλε τοὺς δ' οὐ καρτερήσαντας αὐτοῦ τὴν ἰσχὺν
καὶ τὴν βίαν ἀλλ' εἰς φυγὴν ἀποστραφέντας ἐδίωκε. [311] ταῦτα μὲν ἔργα
χειρῶν καὶ μάχης οἱ τρεῖς ἐπεδείξαντο. καθ' ὃν δὲ καιρὸν ἐν Ἱεροσολύμοις ὄντος
τοῦ βασιλέως ἐπῆλθεν ἡ τῶν Παλαιστίνων δύναμις πολεμῆσαι, Δαυίδης μὲν ἐπὶ τὴν
ἀκρόπολιν ἀνῆλθεν, ὡς προειρήκαμεν, πευσόμενος τοῦ θεοῦ περὶ τοῦ πολέμου,
[312] τῆς δὲ τῶν ἐχθρῶν παρεμβολῆς ἐν τῇ κοιλάδι κειμένης, ἣ μέχρι
Βηθλεέμης πόλεως διατείνει σταδίους Ἱεροσολύμων ἀπεχούσης εἴκοσιν, ὁ Δαυίδης
τοῖς ἑταίροις “καλὸν ὕδωρ, εἶπεν, ἔχομεν ἐν τῇ πατρίδι μου: καὶ μάλιστα τὸ ἐν
τῷ λάκκῳ τῷ πρὸς τῇ πύλῃ θαυμάζων, εἴ τις ἐξ αὐτοῦ πιεῖν αὐτῷ κομίσειε μᾶλλον
ἐθελήσειν ἢ εἰ πολλὰ χρήματα διδοῖ. [313] ταῦτ' ἀκούσαντες οἱ τρεῖς ἄνδρες
οὗτοι παραχρῆμα ἐκδραμόντες καὶ διὰ μέσου τοῦ τῶν πολεμίων ὁρμήσαντες στρατοπέδου
ἧκον εἰς Βηθλεέμην, καὶ τοῦ ὕδατος ἀρυσάμενοι πάλιν διὰ τῆς παρεμβολῆς
ὑπέστρεψαν πρὸς τὸν βασιλέα, ὡς τοὺς Παλαιστίνους καταπλαγέντας αὐτῶν τὸ θράσος
καὶ τὴν εὐψυχίαν ἠρεμῆσαι [καὶ μηδὲν ἐπ' αὐτοὺς τολμῆσαι] καταφρονήσαντας
τῆς ὀλιγότητος. [314] κομισθέντος δὲ τοῦ ὕδατος οὐκ ἔπιεν ὁ βασιλεὺς
κινδύνῳ καὶ αἵματι φήσας ἀνθρώπων αὐτὸ κεκομίσθαι καὶ διὰ τοῦτο μὴ προσήκειν
αὐτῷ πιεῖν, ἔσπεισε δὲ ἀπ' αὐτοῦ τῷ θεῷ καὶ περὶ τῆς σωτηρίας τῶν ἀνδρῶν
εὐχαρίστησεν αὐτῷ. μετὰ τούτους ἦν ὁ Ἰωάβου ἀδελφὸς Ἀβεσσαῖος: [315] καὶ
γὰρ οὗτος μιᾷ ἡμέρᾳ τῶν πολεμίων ἑξακοσίους ἀπέκτεινε. πέμπτος Ναβαῖος ὁ ἱερεὺς
τῷ γένει: προκληθεὶς γὰρ ὑπ' ἀδελφῶν διασήμων ἐν τῇ Μωαβίτιδι χώρᾳ κατ' ἀρετὴν
ἐκράτησεν αὐτῶν. καὶ πάλιν αὐτὸν ἀνδρὸς Αἰγυπτίου τὸ γένος θαυμαστοῦ τὸ μέγεθος
προκαλεσαμένου, γυμνὸς ὡπλισμένον τῷ δόρατι τῷ ἐκείνου βαλὼν ἀπέκτεινε:
περιελόμενος γὰρ αὐτοῦ τὸν ἄκοντα καὶ ζῶντα ἔτι καὶ μαχόμενον σκυλεύσας τοῖς
ἰδίοις αὐτὸν ὅπλοις διεχρήσατο. [316] προσαριθμήσειε δὲ ἄν τις αὐτοῦ καὶ
τοῦτο ταῖς προειρημέναις πράξεσιν ἢ ὡς πρῶτον αὐτῶν κατ' εὐψυχίαν ἢ ὡς ὅμοιον:
νίφοντος γὰρ τοῦ θεοῦ λέων εἴς τινα λάκκον ὀλισθὼν ἐνέπεσε: στενοῦ δ' ὄντος τοῦ
στομίου δῆλον ἦν ἀφανὲς ἐσόμενον ἐμφραγέντος αὐτοῦ τῇ χιόνι: πόρον οὖν οὐδένα
βλέπων ἐξόδου καὶ σωτηρίας ἐβρυχᾶτο. [317] τοῦ δὲ θηρὸς ἀκούσας ὁ Ναβαῖος,
ὥδευε γὰρ τότε, καὶ πρὸς τὴν βοὴν ἐλθών, καταβὰς εἰς τὸ στόμιον πλήξας αὐτὸν
μαχόμενον τῷ μετὰ χεῖρας ξύλῳ παραχρῆμα ἀπέκτεινε. καὶ οἱ λοιποὶ δὲ τοιοῦτοι
τὰς ἀρετὰς ὑπῆρχον.
XIII
(1)[318] Ὁ δὲ βασιλεὺς Δαυίδης βουλόμενος γνῶναι πόσαι μυριάδες εἰσὶ
τοῦ λαοῦ, τῶν Μωυσέος ἐντολῶν ἐκλαθόμενος, ὃς προεῖπεν ἐὰν ἐξαριθμηθῇ τὸ πλῆθος
ὑπὲρ ἑκάστης κεφαλῆς αὐτοῦ τῷ θεῷ τελεῖν ἡμίσικλον, προσέταξεν Ἰωάβῳ τῷ
στρατηγῷ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι. [319] τοῦ δ' οὐκ
ἀναγκαῖον εἶναι φήσαντος τοῦτο ποιεῖν οὐκ ἐπείσθη, προσέταξε δὲ μηδὲν
μελλήσαντα βαδίζειν ἐπὶ τὴν ἐξαρίθμησιν τῶν Ἑβραίων. Ἰώαβος δὲ τοὺς ἄρχοντας
τῶν φυλῶν παραλαβὼν καὶ γραμματεῖς, ἐπιὼν τὴν τῶν Ἰσραηλιτῶν χώραν καὶ τὸ
πλῆθος ὅσον ἐστὶ κατανοήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα μετὰ
μῆνας ἐννέα καὶ ἡμέρας εἴκοσι καὶ τὸν ἀριθμὸν ἀπέδωκε τῷ βασιλεῖ τοῦ λαοῦ χωρὶς
τῆς Βενιαμίτιδος φυλῆς: [320] ἐξαριθμῆσαι γὰρ αὐτὴν οὐκ ἔφθασεν ἀλλ' οὐδὲ
τὴν Λευιτῶν φυλήν: μετενόησε γὰρ ὁ βασιλεὺς ὧν εἰς τὸν θεὸν ἥμαρτεν. ἦν δὲ τῶν
ἄλλων Ἰσραηλιτῶν ἀριθμὸς ἐνενήκοντα μυριάδες ὅπλα βαστάζειν καὶ στρατεύεσθαι
δυναμένων, ἡ δὲ Ἰούδα φυλὴ καθ' ἑαυτὴν τεσσαράκοντα μυριάδες ἦσαν.
(2)[321] Τῶν δὲ προφητῶν δηλωσάντων τῷ Δαυίδῃ, ὅτι δι' ὀργῆς ἐστιν ὁ
θεὸς αὐτῷ, ἱκετεύειν ἤρξατο καὶ παρακαλεῖν εὐμενῆ γενέσθαι καὶ συγγινώσκειν
ἡμαρτηκότι. Γάδον δὲ τὸν προφήτην ἔπεμψεν ὁ θεὸς πρὸς αὐτὸν τρεῖς αἱρέσεις
κομίζοντα, ὅπως ἐκλέξηται τούτων ἣν ἂν δοκιμάσῃ: πότερον θέλει λιμὸν γενέσθαι
κατὰ τὴν χώραν ἐπὶ ἔτη ἑπτά, ἢ τρεῖς μῆνας πολεμήσας ὑπὸ τῶν ἐχθρῶν ἡττηθῆναι, ἢ
λοιμὸν ἐνσκῆψαι καὶ νόσον ἐπὶ τρεῖς ἡμέρας τοῖς Ἑβραίοις. [322] ὁ δ' εἰς
ἀμήχανον ἐκλογὴν μεγάλων κακῶν ἐμπεσὼν ἐλυπεῖτο καὶ σφόδρ' ἦν συγκεχυμένος. τοῦ
δὲ προφήτου τοῦτο δεῖν ἐξ ἀνάγκης γενέσθαι φήσαντος καὶ κελεύοντος ἀποκρίνασθαι
ταχέως, ἵνα ἀναγγείλῃ τὴν αἵρεσιν αὐτοῦ τῷ θεῷ, λογισάμενος ὁ βασιλεύς, ὡς εἰ
λιμὸν αἰτήσει, δόξει τοῦτο πεποιηκέναι τοῖς ἄλλοις αὐτῷ μὲν ἀφόβως, ὅτι πολὺν
αὐτὸς ἐγκεκλεισμένον ἔχοι σῖτον, ἐκείνοις δὲ βλαβερῶς: [323] κἂν γένηται
τοὺς τρεῖς μῆνας νικωμένους αὐτούς, ὅτι τοὺς ἀνδρειοτάτους ἔχων περὶ αὑτὸν καὶ
φρούρια καὶ διὰ τοῦτο μηδὲν φοβούμενος εἵλετο τὸν πόλεμον, ᾐτήσατο πάθος κοινὸν
καὶ βασιλεῦσι καὶ τοῖς ἀρχομένοις, ἐν ᾧ τὸ δέος ἶσον ἁπάντων γίνεται, προσειπὼν
ὅτι πολὺ κρεῖττον εἰς τὰς τοῦ θεοῦ χεῖρας ἐμπεσεῖν ἢ τὰς τῶν πολεμίων.
(3)[324] Ταῦτ' ἀκούσας ὁ προφήτης ἀπήγγειλε τῷ θεῷ: ὁ δὲ τὸν λοιμὸν καὶ
τὴν φθορὰν ἔπεμψε τοῖς Ἑβραίοις. ἀπέθνησκον δ' οὐ μονοτρόπως οὐδ' ὥστε ῥᾴδιον
κατανοῆσαι γενέσθαι τὴν νόσον, ἀλλὰ τὸ μὲν κακὸν ἓν ἦν, μυρίαις δ' αὐτοὺς
αἰτίαις καὶ προφάσεσιν οὐδ' ἐπινοῆσαι δυναμένους ἀνήρπαζεν. [325] ἄλλος
γὰρ ἐπ' ἄλλῳ διεφθείρετο, καὶ λανθάνον ἐπερχόμενον τὸ δεινὸν ὀξεῖαν τὴν
τελευτὴν ἐπέφερεν, τῶν μὲν αἰφνιδίως μετ' ἀλγημάτων σφοδρῶν καὶ πικρᾶς ὀδύνης
τὴν ψυχὴν ἀφιέντων, ἐνίων δὲ καὶ μαραινομένων τοῖς παθήμασι καὶ μηδ' εἰς
κηδείαν ὑπολειπομένων, ἀλλ' ἐν αὐτῷ τῷ κάμνειν εἰς τὸ παντελὲς δαπανωμένων:
[326] οἱ δ' αἰφνίδιον σκότους αὐτοῖς τὰς ὄψεις ὑποδραμόντος περιπνιγεῖς
ἀπῴμωζον, ἔνιοι δὲ τῶν οἰκείων τινὰ κηδεύοντες ἐναπέθνησκον ἀτελέσι ταῖς
ταφαῖς. ἀπώλοντο δ' ἀρξαμένης ἕωθεν τῆς λοιμικῆς νόσου φθείρειν αὐτοὺς ἕως ὥρας
ἀρίστου μυριάδες ἑπτά. [327] ἐξέτεινε δὲ ὁ ἄγγελος τὴν χεῖρα καὶ ἐπὶ τὰ
Ἱεροσόλυμα τὸ δεινὸν κἀκεῖσε πέμπων. ὁ δὲ βασιλεὺς σάκκον ἐνδεδυμένος ἔκειτο
κατὰ τῆς γῆς ἱκετεύων τὸν θεὸν καὶ δεόμενος ἤδη λωφῆσαι καὶ τοῖς ἀπολωλόσιν
ἀρκεσθέντα παύσασθαι: ἀναβλέψας δ' εἰς τὸν ἀέρα ὁ βασιλεὺς καὶ θεασάμενος τὸν
ἄγγελον δι' αὐτοῦ φερόμενον ἐπὶ τὰ Ἱεροσόλυμα καὶ μάχαιραν ἐσπασμένον εἶπε πρὸς
τὸν θεόν, [328] ὡς αὐτὸς εἴη κολασθῆναι δίκαιος ὁ ποιμήν, τὰ δὲ ποίμνια σώζεσθαι
μηδὲν ἁμαρτόντα, καὶ ἠντιβόλει τὴν ὀργὴν εἰς αὐτὸν καὶ τὴν γενεὰν αὐτοῦ πᾶσαν
ἀποσκήπτειν, φείδεσθαι δὲ τοῦ λαοῦ.
(4)[329] Κατακούσας δὲ ὁ θεὸς τῆς ἱκεσίας ἔπαυσε τὸν λοιμόν, καὶ πέμψας
Γάδον τὸν προφήτην ἐκέλευσεν αὐτὸν ἀναβῆναι παραχρῆμα εἰς τὴν ἅλω τοῦ
Ἰεβουσαίου Ὀροννᾶ καὶ οἰκοδομήσαντα βωμὸν ἐκεῖ τῷ θεῷ θυσίαν ἐπιτελέσαι.
Δαυίδης δ' ἀκούσας οὐκ ἠμέλησεν, ἀλλ' εὐθὺς ἔσπευσεν ἐπὶ τὸν παρηγγελμένον αὐτῷ
τόπον. [330] Ὀροννᾶς δὲ τὸν σῖτον ἀλοῶν ἐπεὶ τὸν βασιλέα προσιόντα καὶ
τοὺς παῖδας αὐτοῦ πάντας ἐθεάσατο, προσέδραμεν αὐτῷ καὶ προσεκύνησεν. ἦν δὲ τὸ
μὲν γένος Ἰεβουσαῖος, φίλος δ' ἐν τοῖς μάλιστα Δαυίδου: καὶ διὰ τοῦτ' αὐτὸν
οὐδὲν εἰργάσατο δεινόν, ὅτε τὴν πόλιν κατεστρέψατο, ὡς μικρὸν ἔμπροσθεν
ἐδηλώσαμεν. [331] τοῦ δὲ Ὀροννᾶ πυθομένου τί παρείη πρὸς τὸν δοῦλον ὁ
δεσπότης, εἶπεν ὠνήσασθαι παρ' αὐτοῦ τὴν ἅλω, ὅπως βωμὸν ἐν αὐτῇ κατασκευάσῃ τῷ
θεῷ καὶ ποιήσῃ θυσίαν. ὁ δὲ καὶ τὴν ἅλω εἶπε καὶ τὰ ἄροτρα καὶ τοὺς βόας εἰς
ὁλοκαύτωσιν χαρίζεσθαι καὶ τὸν θεὸν ἡδέως εὔχεσθαι τὴν θυσίαν προσέσθαι. [332] ὁ
δὲ βασιλεὺς ἀγαπᾶν μὲν αὐτὸν τῆς ἁπλότητος καὶ τῆς μεγαλοψυχίας ἔλεγε καὶ
δέχεσθαι τὴν χάριν, τιμὴν δ' αὐτὸν ἠξίου λαμβάνειν πάντων: οὐ γὰρ εἶναι δίκαιον
προῖκα θυσίαν ἐπιτελεῖν. τοῦ δὲ Ὀροννᾶ φήσαντος ποιεῖν ὅ τι βούλεται πεντήκοντα
σίκλων ὠνεῖται παρ' αὐτοῦ τὴν ἅλω. [333] καὶ οἰκοδομήσας τὸν βωμὸν
ἱερούργησε καὶ ὡλοκαύτωσε καὶ θυσίας ἐπήνεγκεν εἰρηνικάς. καταπραύνεται δὲ
τούτοις τὸ θεῖον καὶ πάλιν εὐμενὲς γίνεται. συνέβη δ' εἰς ἐκεῖνον ἀγαγεῖν τὸν
τόπον Ἅβραμον τὸν υἱὸν αὐτοῦ Ἴσακον ὥστε ὁλοκαυτῶσαι, καὶ μέλλοντος
ἀποσφάττεσθαι τοῦ παιδὸς κριὸν ἐξαίφνης ἀναφανῆναι παρεστῶτα τῷ βωμῷ, ὃν καὶ
κατέθυσεν Ἅβραμος ἀντὶ τοῦ παιδός, ὡς προειρήκαμεν. [334] ὁρῶν δ' ὁ
βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν
ἡδέως προσδεξάμενον ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ
παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ
γενησόμενον τὴν φωνήν: ὁ γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν
ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα μετ' αὐτὸν τὴν βασιλείαν
διαδέχεσθαι.
XIV
(1)[335] Μετὰ δὴ ταύτην τὴν προφητείαν ἐκέλευσεν ὁ βασιλεὺς τοὺς
παροίκους ἐξαριθμηθῆναι καὶ εὑρέθησαν εἰς ὀκτὼ μυριάδας καὶ δέκα. ἐκ τούτων
ἀπέδειξε λατόμους μὲν τοὺς ὀκτακισμυρίους, τὸ δ' ἄλλο πλῆθος παραφέρειν τοὺς
λίθους, τρισχιλίους δὲ καὶ πεντακοσίους τοῖς ἐργαζομένοις ἐξ αὐτῶν ἐπέστησεν.
ἡτοίμασε δὲ καὶ πολὺν σίδηρον καὶ χαλκὸν εἰς τὰ ἔργα καὶ ξύλα κέδρινα πολλὰ καὶ
παμμεγεθέστατα, Τυρίων αὐτῷ ταῦτα πεμπόντων καὶ Σιδωνίων: ἐπεστάλκει γὰρ αὐτοῖς
τὴν τῶν ξύλων χορηγίαν. [336] πρός τε τοὺς φίλους ἔλεγε ταῦτα
παρασκευάζεσθαι νῦν, ἵνα τῷ μέλλοντι παιδὶ βασιλεύειν μετ' αὐτὸν ἑτοίμην τὴν
ὕλην τῆς οἰκοδομίας καταλείπῃ καὶ μὴ τότε συμπορίζῃ νέος ὢν καὶ τῶν τοιούτων
ἄπειρος διὰ τὴν ἡλικίαν, ἀλλ' ἔχων παρακειμένην ἐπιτελῇ τὸ ἔργον.
(2)[337] Καλέσας δὲ τὸν παῖδα Σολόμωνα κατασκευάσαι τῷ θεῷ ναὸν αὐτὸν
ἐκέλευε διαδεξάμενον τὴν βασιλείαν λέγων, ὡς αὐτὸν βουλόμενον κωλύσειεν ὁ θεὸς
αἵματι καὶ πολέμοις πεφυραμένον, προείποι δ' ὅτι Σολόμων οἰκοδομήσει αὐτῷ παῖς
νεώτατος καὶ τοῦτο κληθησόμενος τοὔνομα, οὗ προνοήσειν μὲν αὐτὸς ὡς πατὴρ
ἐπηγγέλλετο, τὴν δ' Ἑβραίων χώραν εὐδαίμονα καταστήσειν ἐπ' αὐτοῦ τοῖς τε
ἄλλοις ἀγαθοῖς καὶ δὴ καὶ τῷ μεγίστῳ πάντων εἰρήνῃ καὶ πολέμων ἀπαλλαγῇ καὶ
στάσεων ἐμφυλίων. [338] σὺ τοίνυν ἐπεὶ καὶ πρὸ τῆς γενέσεως ἀπεδείχθης
βασιλεὺς ὑπὸ τοῦ θεοῦ πειρῶ τά τε ἄλλα γίνεσθαι τῆς τούτου προνοίας ἄξιος
εὐσεβὴς ὢν καὶ δίκαιος καὶ ἀνδρεῖος, καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τοὺς νόμους οὓς
διὰ Μωυσέος ἔδωκεν ἡμῖν φύλαττε καὶ τοῖς ἄλλοις μὴ παραβαίνειν ἐπίτρεπε. [339] τὸν
δὲ ναόν, ὃν ὑπὸ σοῦ βασιλεύοντος εἵλετο αὑτῷ γενέσθαι, σπούδασον ἀποδοῦναι τῷ
θεῷ μὴ καταπλαγεὶς τὸ μέγεθος τοῦ ἔργου μηδ' ἀποδειλιάσας πρὸς αὐτό: πάντα γάρ
σοι πρὸ τῆς ἐμαυτοῦ τελευτῆς ἕτοιμα ποιήσω. [340] γίνωσκε χρυσοῦ μὲν ἤδη
τάλαντα συνειλεγμένα μύρια, δέκα δ' ἀργύρου μυριάδας ταλάντων, χαλκόν τε καὶ
σίδηρον ἀριθμοῦ πλείονα συντέθεικα καὶ ξύλων δὲ καὶ λίθων ὕλην ἄφθονον, ἔχεις
δὲ καὶ λατόμων πολλὰς μυριάδας καὶ τεκτόνων: ἂν δέ τι τούτοις προσδέῃ, σὺ
προσθήσεις. [341] γίνου τοίνυν ἄριστος τὸν θεὸν ἔχων προστάτην.”
προσπαρεκελεύσατο δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ τῆς οἰκοδομίας συλλαβέσθαι τῷ
παιδὶ καὶ πάντων ἀδεεῖς ὄντας τῶν κακῶν περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἀσχολεῖν:
καρπώσεσθαι γὰρ αὐτοὺς ἀντὶ τούτων εἰρήνην καὶ εὐνομίαν, οἷς ἀμείβεται τοὺς
εὐσεβεῖς καὶ δικαίους ὁ θεὸς ἀνθρώπους. [342] οἰκοδομηθέντος δὲ τοῦ ναοῦ
τὴν κιβωτὸν αὐτὸν ἀποθέσθαι προσέταξε καὶ τὰ ἅγια σκεύη πρὸ πολλοῦ ναὸν
ὀφείλοντα ἔχειν, εἰ τῶν ἐντολῶν τοῦ θεοῦ μὴ παρήκουσαν ἡμῶν οἱ πατέρες
ἐντειλαμένου μετὰ τὸ τὴν γῆν ταύτην κατασχεῖν οἰκοδομῆσαι ναὸν αὐτῷ. ταῦτα μὲν
πρὸς τοὺς ἡγεμόνας ὁ Δαυίδης καὶ τὸν υἱὸν αὐτοῦ διελέχθη.
(3)[343] Πρεσβύτερος δὲ ὢν ἤδη καὶ τοῦ σώματος αὐτῷ ψυχομένου διὰ τὸν
χρόνον δύσριγος ὑπῆρχεν, ὡς μηδ' ὑπὸ τῆς ἐπιβολῆς ἐκ πολλῶν ἱματίων γινομένης
ἀναθερμαίνεσθαι. συνελθόντων δὲ τῶν ἰατρῶν καὶ συμβουλευσάντων, ὅπως ἐξ ἁπάσης
τῆς χώρας εὐειδὴς ἐπιλεχθεῖσα παρθένος συγκαθεύδῃ τῷ βασιλεῖ, τοῦτο γὰρ αὐτῷ
πρὸς τὸ ῥῖγος ἔσεσθαι βοήθημα θαλπούσης αὐτὸν τῆς κόρης, [344] εὑρίσκετ'
ἐν πόλει γυνὴ μία πασῶν τὸ εἶδος ἀρίστη γυναικῶν Ἀβισάκη τοὔνομα, ἣ
συγκοιμωμένη μόνον τῷ βασιλεῖ συνεθέρμαινεν αὐτόν: ὑπὸ γὰρ γήρως ἦν πρὸς
τἀφροδίσια καὶ γυναικὸς ὁμιλίαν ἀσθενής. καὶ περὶ μὲν ταύτης τῆς παρθένου μετ'
ὀλίγον δηλώσομεν.
(4)[345] Ὁ δὲ τέταρτος υἱὸς Δαυίδου νεανίας εὐειδὴς καὶ μέγας, ἐκ
γυναικὸς αὐτῷ Αἰγίσθης γεγονὼς Ἀδωνίας δὲ προσαγορευόμενος, ἐμφερὴς ὢν Ἀψαλώμῳ
τήν τε διάνοιαν αὐτὸς ὡς βασιλεύσων ἐπῆρτο καὶ πρὸς τοὺς φίλους ἔλεγεν, ὡς τὴν
ἀρχὴν αὐτὸν δεῖ παραλαβεῖν: κατεσκεύασε δὲ ἅρματα πολλὰ καὶ ἵππους καὶ
πεντήκοντα ἄνδρας τοὺς προδρόμους. [346] ταῦθ' ὁρῶν ὁ πατὴρ οὐκ ἐπέπληττεν
οὐδ' ἐπεῖχεν αὐτὸν τῆς προαιρέσεως οὐδὲ μέχρι τοῦ πυθέσθαι διὰ τί ταῦτα πράττει
προήχθη. συνεργοὺς δ' εἶχεν Ἀδωνίας τὸν στρατηγὸν Ἰώαβον καὶ τὸν ἀρχιερέα
Ἀβιάθαρον, μόνοι δ' ἀντέπραττον ὁ ἀρχιερεὺς Σάδωκος καὶ ὁ προφήτης Νάθας καὶ
Βαναίας ὁ ἐπὶ τῶν σωματοφυλάκων καὶ Σιμούεις ὁ Δαυίδου φίλος καὶ πάντες οἱ
ἀνδρειότατοι. [347] τοῦ δὲ Ἀδωνία παρασκευασαμένου δεῖπνον ἔξω τῆς πόλεως
παρὰ τὴν πηγὴν τὴν ἐν τῷ βασιλικῷ παραδείσῳ καὶ πάντας καλέσαντος τοὺς ἀδελφοὺς
χωρὶς Σολόμωνος, παραλαβόντος δὲ καὶ τὸν στρατηγὸν Ἰώαβον καὶ Ἀβιάθαρον καὶ
τοὺς ἄρχοντας τῆς Ἰούδα φυλῆς, οὔτε δὲ Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν
προφήτην καὶ τὸν ἐπὶ τῶν σωματοφυλάκων Βαναίαν καὶ πάντας τοὺς ἐκ τῆς ἐναντίας
αἱρέσεως καλέσαντος ἐπὶ τὴν ἑστίασιν, [348] τοῦτο πρὸς τὴν Σολόμωνος
κατεμήνυσε μητέρα Βερσάβην Νάθας ὁ προφήτης, ὡς Ἀδωνίας βασιλεῦσαι βούλεται,
συνεβούλευέ τε σώζειν αὑτὴν καὶ τὸν παῖδα Σολόμωνα, εἴπερ Ἀδωνίας τὴν ἀρχὴν ἤδη
παραλάβοι, καὶ περὶ τούτου πυθέσθαι τοῦ βασιλέως. [349] ταῦτα δὲ τῷ
βασιλεῖ διαλεγομένης ὁ προφήτης εἰσελεύσεσθαι καὶ αὐτὸς ἔφησε καὶ τοῖς λόγοις
αὐτῆς ἐπιμαρτυρήσειν. ἡ δὲ Βερσάβη πεισθεῖσα τῷ Νάθᾳ πάρεισι πρὸς τὸν βασιλέα,
καὶ προσκυνήσασα καὶ λόγον αἰτησα [350] μένη πάντ' αὐτῷ [καθὼς] ὁ
προφήτης ὑπέθετο διεξέρχεται τό τε δεῖπνον τὸ Ἀδωνία καὶ τοὺς ὑπ' αὐτοῦ
κεκλημένους Ἀβιάθαρον τὸν ἀρχιερέα καὶ Ἰώαβον τὸν ἄρχοντα καὶ τοὺς υἱοὺς αὐτοῦ
χωρὶς Σολόμωνος καὶ τῶν ἀναγκαίων αὐτοῦ φίλων μηνύσασα: ἔλεγέ τε πάντα τὸν λαὸν
ἀφορᾶν, τίνα χειροτονήσει βασιλέα, παρεκάλει τε κατὰ νοῦν ἔχειν, ὡς μετὰ τὴν
ἀπαλλαγὴν αὐτοῦ βασιλεύσας αὐτήν τε καὶ Σολόμωνα τὸν υἱὸν αὐτῆς ἀναιρήσει.
(5)[351] Διαλεγομένης δὲ ἔτι τῆς γυναικὸς ἤγγειλαν οἱ τοῦ δωματίου
προεστῶτες, ὅτι βούλεται Νάθας ἰδεῖν αὐτόν. τοῦ δὲ βασιλέως ἐκδέξασθαι
κελεύσαντος εἰσελθών, εἰ τήμερον ἀποδείξειε τὸν Ἀδωνίαν βασιλέα καὶ παραδοίη
τὴν ἀρχὴν ἐπυνθάνετο: [352] λαμπρὸν γὰρ αὐτὸν ποιήσαντα δεῖπνον κεκληκέναι
τοὺς υἱοὺς αὐτοῦ πάντας χωρὶς Σολόμωνος καὶ τὸν στρατηγὸν Ἰώαβον, οἳ μετὰ
κρότου καὶ παιδιᾶς εὐωχούμενοι πολλῆς αἰώνιον αὐτῷ συνεύχονται τὴν ἡγεμονίαν:
ἐκάλεσε δὲ οὔτε ἐμὲ οὔτε τὸν ἀρχιερέα Σάδωκον οὔτε Βαναίαν τὸν ἐπὶ τῶν
σωματοφυλάκων: δίκαιον δ' εἶναι ταῦτα γινώσκειν ἅπαντας, [353] εἰ κατὰ τὴν
σὴν γνώμην ἐγένετο.” ταῦτα τοῦ Νάθα φήσαντος ὁ βασιλεὺς ἐκέλευσε καλέσαι τὴν Βερσάβην
πρὸς αὑτόν: ἐκπεπηδήκει γὰρ ἐκ τοῦ δωματίου τοῦ προφήτου παραγενομένου. τῆς δὲ
γυναικὸς ἐλθούσης, “ὄμνυμί σοι, φησί, τὸν μέγιστον θεόν, ἦ μὴν τὸν υἱόν σου
Σολόμωνα βασιλεύσειν, ὡς καὶ πρότερον ὤμοσα, καὶ τοῦτον ἐπὶ τοὐμοῦ καθιεῖσθαι
θρόνου: καὶ τοῦτο ἔσται τή [354] μερον.” προσκυνησάσης δ' αὐτὸν τῆς
γυναικὸς καὶ μακρὸν εὐξαμένης αὐτῷ βίον Σάδωκον μεταπέμπεται τὸν ἀρχιερέα καὶ
Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων, καὶ παραγενομένοις κελεύει παρα
[355] λαβεῖν Νάθαν τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν ὁπλίτας καὶ
ἀναβιβάσαντας τὸν υἱὸν αὐτοῦ Σολόμωνα ἐπὶ τὴν βασιλικὴν ἡμίονον ἔξω τῆς πόλεως
ἀγαγεῖν ἐπὶ πηγὴν τὴν λεγομένην Γειὼν καὶ περιχρίσαντας τὸ ἅγιον ἔλαιον
ἀποδεῖξαι βασιλέα: τοῦτο δὲ ποιῆσαι προσέταξε Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν
τὸν προφήτην. [356] ἀκολουθοῦντάς τε προσέταξε διὰ μέσης τῆς πόλεως τοῖς
κέρασιν ἐπισαλπίζοντας βοᾶν εἰς αἰῶνα Σολόμωνα τὸν βασιλέα καθίσαι ἐπὶ τοῦ
βασιλικοῦ θρόνου, ἵνα γνῷ πᾶς ὁ λαὸς ἀποδεδειγμένον αὐτὸν ὑπὸ τοῦ πατρὸς
βασιλέα, Σολόμωνι δ' ἐντετάλθαι περὶ τῆς ἀρχῆς, ἵνα εὐσεβῶς καὶ δικαίως προστῇ
τοῦ τε Ἑβραίων ἔθνους παντὸς καὶ τῆς Ἰούδα φυλῆς. [357] Βαναία δὲ
εὐξαμένου τὸν θεὸν Σολόμωνι εὐμενῆ γενέσθαι μηδὲ μικρὸν διαλιπόντες
ἀναβιβάζουσιν ἐπὶ τὴν ἡμίονον τὸν Σολόμωνα, καὶ προαγαγόντες ἔξω τῆς πόλεως ἐπὶ
τὴν πηγὴν καὶ τῷ ἐλαίῳ χρίσαντες εἰσήγαγον εἰς τὴν πόλιν ἐπευφημοῦντες καὶ τὴν
βασιλείαν αὐτῷ γενέσθαι πολυχρόνιον εὐχόμενοι, [358] καὶ παραγαγόντες εἰς
τὸν οἶκον τὸν βασιλικὸν καθίζουσιν αὐτὸν ἐπὶ τοῦ θρόνου, καὶ πᾶς ὁ λαὸς ἐπ'
εὐωχίαν εὐθὺς ἐτράπη καὶ ἑορτὴν χορεύων καὶ αὐλοῖς τερπόμενος, ὡς ὑπὸ τοῦ
πλήθους τῶν ὀργάνων ἅπασαν περιηχεῖσθαι τὴν γῆν καὶ τὸν ἀέρα.
(6)[359] Ὡς δ' ᾔσθοντο τῆς βοῆς Ἀδωνίας τε καὶ οἱ παρόντες ἐπὶ τὸ
δεῖπνον ἐταράχθησαν, ὅ τε στρατηγὸς Ἰώαβος ἔλεγεν οὐκ ἀρέσκεσθαι τοῖς ἤχοις
οὐδὲ τῇ σάλπιγγι. παρακειμένου δὲ τοῦ δείπνου καὶ μηδενὸς γευομένου πάντων δ'
ἐπ' ἐννοίας ὑπαρχόντων, εἰστρέχει πρὸς αὐτοὺς ὁ τοῦ ἀρχιερέως Ἀβιαθάρου παῖς
Ἰωνάθης. [360] τοῦ δ' Ἀδωνία θεασαμένου τὸν νεανίαν ἡδέως καὶ προσειπόντος
ἀγαθῶν ἄγγελον, ἐδήλου πάντ' αὐτοῖς τὰ περὶ τὸν Σολόμωνα καὶ τὴν Δαυίδου τοῦ
βασιλέως γνώμην: ἀναπηδήσαντες δ' ἐκ τοῦ συμποσίου ὅ τε Ἀδωνίας καὶ οἱ
κεκλημένοι πάντες ἔφυγον πρὸς ἑαυτοὺς ἕκαστοι. [361] φοβηθεὶς δ' Ἀδωνίας
τὸν βασιλέα περὶ τῶν γεγονότων ἱκέτης γίνεται τοῦ θεοῦ καὶ τῶν τοῦ θυσιαστηρίου
κεράτων ἃ δὴ προεῖχεν ἐλλαβόμενος δηλοῦται τοῦτο Σολόμωνι πεποιηκὼς καὶ πίστεις
ἀξιῶν παρ' αὐτοῦ λαβεῖν, ὥστε μὴ μνησικακῆσαι μηδ' ἐργάσασθαι δεινὸν αὐτὸν
μηδέν. [362] ὁ δὲ ἡμέρως πάνυ καὶ σωφρόνως τῆς μὲν τότε ἁμαρτίας αὐτὸν
ἀφῆκεν ἀθῷον, εἰπὼν δέ, εἰ ληφθείη τι πάλιν καινοποιῶν, ἑαυτῷ αἴτιον τῆς
τιμωρίας ἔσεσθαι, πέμψας ἀνίστησιν αὐτὸν ἀπὸ τῆς ἱκεσίας: ἐλθόντα δὲ καὶ
προσκυνήσαντα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθεῖν ἐκέλευσε μηδὲν ὑφορώμενον καὶ τοῦ
λοιποῦ παρέχειν αὑτὸν ἀγαθὸν ὡς αὐτῷ τοῦτο συμφέρον ἠξίου.
(7)[363] Βουλόμενος δὲ Δαυίδης ἐπὶ παντὸς τοῦ λαοῦ ἀποδεῖξαι τὸν υἱὸν
βασιλέα συγκαλεῖ τοὺς ἄρχοντας εἰς Ἱεροσόλυμα καὶ τοὺς ἱερεῖς καὶ τοὺς
Ληουίτας. ἐξαριθμήσας δὲ τούτους πρῶτον εὑρίσκει τῶν ἀπὸ τριάκοντα ἐτῶν ἕως
πεντήκοντα τρισμυρίους ὀκτακισχιλίους. [364] ἐξ ὧν ἀπέδειξεν ἐπιμελητὰς
μὲν τῆς οἰκοδομίας τοῦ ναοῦ δισμυρίους τετρακισχιλίους, κριτὰς δὲ τοῦ λαοῦ καὶ
γραμματεῖς τούτων ἑξακισχιλίους, πυλωροὺς δὲ τετρακισχιλίους καὶ τοσούτους
ὑμνῳδοὺς τοῦ θεοῦ ᾄδοντας τοῖς ὀργάνοις οἷς Δαυίδης κατεσκεύασε, καθὼς προειρήκαμεν.
[365] διεμέρισε δ' αὐτοὺς καὶ κατὰ πατριὰς καὶ χωρίσας ἐκ τῆς φυλῆς τοὺς
ἱερεῖς εὗρε τούτων εἴκοσι τέσσαρας πατριάς, ἐκ μὲν τῆς Ἐλεαζάρου οἰκίας
ἑκκαίδεκα, ἐκ δὲ τῆς Ἰθαμάρου ὀκτώ, διέταξέ τε μίαν πατριὰν διακονεῖσθαι τῷ θεῷ
ἐπὶ ἡμέρας ὀκτὼ ἀπὸ σαββάτου ἐπὶ σάββατον. [366] καὶ οὕτως αἱ πατριαὶ
πᾶσαι διεκληρώσαντο Δαυίδου παρόντος καὶ Σαδώκου καὶ Ἀβιαθάρου τῶν ἀρχιερέων
καὶ πάντων τῶν ἀρχόντων: καὶ ἡ πρώτη μὲν ἀναβᾶσα πατριὰ ἐγράφη πρώτη, ἡ δὲ
δευτέρα ἀκολούθως ἄχρι τῶν εἴκοσι τεσσάρων: καὶ διέμεινεν οὗτος ὁ μερισμὸς ἄχρι
τῆς σήμερον ἡμέρας. [367] ἐποίησε δὲ καὶ τῆς Ληουίτιδος φυλῆς εἴκοσι μέρη
καὶ τέσσαρα καὶ κληρωσαμένων κατὰ τὸν αὐτὸν ἀνέβησαν τρόπον ταῖς τῶν ἱερέων
ἐφημερίσιν ἐπὶ ἡμέρας ὀκτώ. τοὺς δ' ἀπογόνους τοὺς Μωυσέος ἐτίμησεν: ἐποίησε γὰρ
αὐτοὺς φύλακας τῶν θησαυρῶν τοῦ θεοῦ καὶ τῶν ἀναθημάτων, ἃ συνέβη τοὺς βασιλεῖς
ἀναθεῖναι: διέταξε δὲ πᾶσι τοῖς ἐκ τῆς Ληουίτιδος φυλῆς καὶ τοῖς ἱερεῦσι
δουλεύειν κατὰ νύκτα καὶ ἡμέραν τῷ θεῷ, καθὼς αὐτοῖς ἐπέστειλε Μωυσῆς.
(8)[368] Μετὰ ταῦτα διεμέρισε τὴν στρατιὰν εἰς δώδεκα μοίρας σὺν
ἡγεμόσι καὶ ἑκατοντάρχοις καὶ ταξιάρχαις. εἶχεν δ' ἑκάστη τῶν μοιρῶν δισμυρίους
καὶ τετρακισχιλίους, ὧν ἐκέλευσε προσεδρεύειν κατὰ τριάκονθ' ἡμέρας ἀπὸ τῆς
πρώτης ἕως τῆς ὑστάτης Σολόμωνι τῷ βασιλεῖ σὺν τοῖς χιλιάρχοις καὶ ἑκατοντάρχοις.
[369] κατέστησε δὲ καὶ ἄρχοντα ἑκάστης μοίρας ὃν ἀγαθὸν ᾔδει καὶ δίκαιον,
ἐπιτρόπους τε τῶν θησαυρῶν καὶ κωμῶν καὶ ἀγρῶν ἄλλους καὶ κτηνῶν, ὧν οὐκ
ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων.
(9)[370] Ὡς δ' ἕκαστα τούτων κατὰ τὸν προειρημένον διέταξε τρόπον, εἰς
ἐκκλησίαν συγκαλέσας τοὺς ἄρχοντας τῶν Ἑβραίων καὶ τοὺς φυλάρχους καὶ τοὺς
ἡγεμόνας τῶν διαιρέσεων καὶ τοὺς ἐπὶ πάσης πράξεως ἢ κτήσεως τοῦ βασιλέως
τεταγμένους, στὰς ἐφ' ὑψηλοτάτου βήματος ὁ βασιλεὺς ἔλεξε πρὸς τὸ πλῆθος:
[371] “ἀδελφοὶ καὶ ὁμοεθνεῖς, γινώσκειν ὑμᾶς βούλομαι, ὅτι ναὸν
οἰκοδομῆσαι τῷ θεῷ διανοηθεὶς χρυσόν τε πολὺν παρεσκευασάμην καὶ ἀργύρου
ταλάντων μυριάδας δέκα, ὁ δὲ θεὸς ἐκώλυσέ με διὰ τοῦ προφήτου Νάθα διά τε τοὺς
ὑπὲρ ὑμῶν πολέμους καὶ τῷ φόνῳ τῶν ἐχθρῶν μεμιάνθαι τὴν δεξιάν, τὸν δὲ υἱὸν
ἐκέλευσε τὸν διαδεξόμενον τὴν βασιλείαν κατασκευάσαι τὸν ναὸν αὐτῷ.
[372] νῦν οὖν ἐπεὶ καὶ τῷ προγόνῳ ἡμῶν Ἰακώβῳ δυοκαίδεκα παίδων γενομένων
ἴστε τὸν Ἰούδαν ἀποδειχθέντα βασιλέα, καὶ ἐμὲ τῶν ἀδελφῶν ἓξ ὄντων προκριθέντα
καὶ τὴν ἡγεμονίαν λαβόντα παρὰ τοῦ θεοῦ καὶ μηδένα τούτων δυσχεράναντα, οὕτως
ἀξιῶ κἀγὼ τοὺς ἐμαυτοῦ παῖδας μὴ στασιάζειν πρὸς ἀλλήλους Σολόμωνος τὴν
βασιλείαν παρειληφότος, ἀλλ' ἐπισταμένους ὡς ὁ θεὸς αὐτὸν ἐξελέξατο φέρειν
ἡδέως αὐτὸν δεσπότην. [373] οὐ δεινὸν γὰρ θεοῦ θέλοντος οὐδ' ἀλλοτρίῳ
κρατοῦντι δουλεύειν, χαίρειν δ' ἐπ' ἀδελφῷ ταύτης τυχόντι τῆς τιμῆς προσῆκεν ὡς
κοινωνοῦντας αὐτῆς. εὔχομαι δὴ τὰς ὑποσχέσεις τοῦ θεοῦ παρελθεῖν εἰς τέλος καὶ
τὴν εὐδαιμονίαν ταύτην ἀνὰ πᾶσαν τὴν χώραν σπαρῆναι καὶ τὸν ἅπαντα ταύτῃ
παραμεῖναι χρόνον, ἣν αὐτὸς ἐπηγγείλατο παρέξειν ἐπὶ Σολόμωνος βασιλέως.
[374] ἔσται δὲ ταῦτα βέβαια καὶ καλὸν ἕξει πέρας, ἂν εὐσεβῆ καὶ δίκαιον
αὑτὸν καὶ φύλακα τῶν πατρίων παρέχῃς νόμων, ὦ τέκνον: εἰ δὲ μή, τὰ χείρω
προσδοκάτω ταῦτα παραβαίνων.”
(10)[375] Ὁ μὲν οὖν βασιλεὺς τούτους ποιησάμενος τοὺς λόγους ἐπαύσατο,
τήν τε διαγραφὴν καὶ διάταξιν τῆς οἰκοδομίας τοῦ ναοῦ πάντων ὁρώντων ἔδωκε
Σολόμωνι θεμελίων καὶ οἴκων [καὶ] ὑπερῴων, ὅσοι τε τὸ πλῆθος καὶ πηλίκοι
τὸ ὕψος καὶ εὖρος γένοιντο, ὅσα τε σκεύη χρυσᾶ καὶ ἀργυρᾶ τούτων τὸν σταθμὸν
ὥρισε. [376] προσπαρώρμησε δὲ καὶ λόγοις αὐτόν τε πάσῃ χρήσασθαι προθυμίᾳ
περὶ τὸ ἔργον καὶ τοὺς ἄρχοντας καὶ τὴν Ληουιτῶν φυλὴν συναγωνίσασθαι διά τε
τὴν ἡλικίαν καὶ διὰ τὸ τὸν θεὸν ἐκεῖνον ἑλέσθαι καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ
τῆς βασιλείας προστάτην. [377] εὐμαρῆ δ' αὐτοῖς καὶ οὐ σφόδρα ἐπίπονον τὴν
οἰκοδομίαν ἀπέφαινεν αὐτοῦ μὲν πολλὰ τάλαντα χρυσοῦ πλείω δ' ἀργύρου καὶ ξύλα
καὶ τεκτόνων πλῆθος καὶ λατόμων ἤδη παρεσκευασμένου σμαράγδου τε καὶ πάσης
ἰδέας λίθου πολυτελοῦς: [378] καὶ νῦν δ' ἔτι τῆς ἰδίας ἀπαρχὴν διακονίας
ἄλλα τρισχίλια τάλαντα χρυσοῦ καθαροῦ παρέξειν ἔλεγεν εἰς τὸ ἄδυτον καὶ εἰς τὸ
ἅρμα τοῦ θεοῦ τοὺς Χερουβεῖς, οὓς ἐφεστάναι δεήσει τὴν κιβωτὸν καλύπτοντας.
σιωπήσαντος δὲ τοῦ Δαυίδου πολλὴ καὶ τῶν ἀρχόντων καὶ τῶν ἱερέων καὶ τῆς
Ληουίτιδος φυλῆς προθυμία συμβαλλομένων καὶ ποιουμένων ἐπαγγελίας λαμπρὰς καὶ
μεγαλοπρεπεῖς ἐγένετο: [379] χρυσοῦ μὲν γὰρ ὑπέστησαν εἰσοίσειν τάλαντα
πεντακισχίλια καὶ στατῆρας μυρίους, ἀργυρίου δὲ μύρια τάλαντα, καὶ σιδήρου μυριάδας
ταλάντων πολλάς: καὶ εἴ τινι λίθος ἦν πολυτελὴς ἐκόμισε καὶ παρέδωκεν εἰς τοὺς
θησαυρούς, ὧν ἐπετρόπευεν ὁ Μωυσέος ἔκγονος Ἴαλος.
(11)[380] Ἐπὶ τούτοις ἥσθη τε ὁ λαὸς ἅπας καὶ Δαυίδης τὴν σπουδὴν καὶ
τὴν φιλοτιμίαν τῶν ἀρχόντων καὶ ἱερέων καὶ τῶν ἄλλων ἁπάντων ὁρῶν τὸν θεὸν
εὐλογεῖν ἤρξατο μεγάλῃ βοῇ πατέρα τε καὶ γένεσιν τῶν ὅλων ἀποκαλῶν καὶ
δημιουργὸν ἀνθρωπίνων καὶ θείων, οἷς αὑτὸν ἐκόσμησε, προστάτην τε καὶ κηδεμόνα
γένους τῶν Ἑβραίων καὶ τῆς τούτων εὐδαιμονίας ἧς τε αὐτῷ βασιλείας ἔδωκεν.
[381] ἐπὶ τούτοις εὐξάμενος τῷ τε παντὶ λαῷ τὰ ἀγαθὰ καὶ τῷ παιδὶ Σολόμωνι
διάνοιαν ὑγιῆ καὶ δικαίαν καὶ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν ἐρρωμένην ἐκέλευσε
καὶ τὸ πλῆθος εὐλογεῖν τὸν θεόν. καὶ οἱ μὲν πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν,
εὐχαρίστησαν δὲ καὶ Δαυίδῃ περὶ πάντων ὧν αὐτοῦ τὴν βασιλείαν παραλαβόντος
ἀπέλαυσαν. [382] τῇ δ' ἐπιούσῃ θυσίας τῷ θεῷ παρέστησαν μόσχους χιλίους
καὶ κριοὺς τοσούτους καὶ χιλίους ἀμνούς, οὓς ὡλοκαύτωσαν: ἔθυσαν δὲ καὶ τὰς
εἰρηνικὰς θυσίας πολλὰς μυριάδας ἱερείων κατασφάξαντες. καὶ δι' ὅλης τῆς ἡμέρας
ἑώρτασεν ὁ βασιλεὺς σὺν παντὶ τῷ λαῷ, καὶ Σολόμωνα δεύτερον ἔχρισαν τῷ ἐλαίῳ
καὶ ἀπέδειξαν αὐτὸν βασιλέα καὶ Σάδωκον ἀρχιερέα τῆς πληθύος ἁπάσης. εἴς τε τὸ
βασίλειον ἀγαγόντες Σολόμωνα καὶ καθίσαντες αὐτὸν ἐπὶ θρόνου τοῦ πατρῴου ἀπ'
ἐκείνης τῆς ἡμέρας ὑπήκουον αὐτῷ.
XV
(1)[383] Μετ' ὀλίγον δὲ χρόνον ὁ Δαυίδης καταπεσὼν εἰς νόσον ὑπὸ γήρως
καὶ συνειδὼς ὅτι μέλλει τελευτᾶν καλέσας τὸν υἱὸν Σολόμωνα διελέχθη πρὸς αὐτὸν
τοιάδε: “ἐγὼ μέν, ὦ τέκνον, εἰς τὸ χρεὼν ἤδη καὶ πατέρας τοὺς ἐμοὺς ἀπαλλάσσομαι
κοινὴν ὁδὸν ἁπάντων τῶν τε νῦν ὄντων καὶ τῶν ἐσομένων πορευόμενος, ἐξ ἧς οὐκέτι
οἷόν τε ἐπανελθόντα γνῶναι, τί κατὰ τὸν βίον πράττεται. [384] διὸ ζῶν ἔτι
καὶ πρὸς αὐτῷ γεγονὼς τῷ τελευτᾶν παραινῶ σοι ταῦθ' ἃ καὶ πρότερον ἔφθην
συμβουλεύσας, δικαίῳ μὲν εἶναι πρὸς τοὺς ἀρχομένους, εὐσεβεῖ δὲ πρὸς τὸν τὴν
βασιλείαν δεδωκότα θεόν, φυλάττειν δ' αὐτοῦ τὰς ἐντολὰς καὶ τοὺς νόμους, οὓς
αὐτὸς διὰ Μωυσέος κατέπεμψεν ἡμῖν, καὶ μήτε χάριτι μήτε θωπείᾳ μήτ' ἐπιθυμίᾳ
μήτε ἄλλῳ πάθει προστιθέμενον τούτων ἀμελῆσαι: [385] τὴν γὰρ τοῦ θείου
πρὸς σαυτὸν εὔνοιαν ἀπολεῖς παραβάς τι τῶν νομίμων καὶ πρὸς ἅπαντ' αὐτοῦ τὴν
ἀγαθὴν ἀποστρέψεις πρόνοιαν: τοιοῦτον δὲ σεαυτὸν παρέχων, ὁποῖον εἶναί τε δεῖ
κἀγὼ δὲ παρακαλῶ, καθέξεις ἡμῶν τὴν βασιλείαν τῷ γένει καὶ οἶκος ἄλλος Ἑβραίων
οὐκ ἂν δεσπόσειεν, ἀλλ' ἡμεῖς αὐτοὶ διὰ τοῦ παντὸς αἰῶνος. [386] μέμνησο
δὲ καὶ τῆς Ἰωάβου τοῦ στρατηγοῦ παρανομίας ἀποκτείναντος διὰ ζηλοτυπίαν δύο
στρατηγοὺς δικαίους καὶ ἀγαθούς, Ἀβεννῆρόν τε τὸν Νήρου παῖδα καὶ τὸν Ἀμασὰν
υἱὸν Ἰέθρα: ὧν ὅπως ἄν σοι δόξῃ τὸν θάνατον ἐκδίκησον, ἐπεὶ καὶ κρείττων ἐμοῦ
καὶ δυνατώτερος ὁ Ἰώαβος ὢν μέχρι νῦν τὴν δίκην διέφυγε. [387] παρατίθεμαι
δέ σοι καὶ τοὺς Βερζέλου τοῦ Γαλαδίτου παῖδας, οὓς ἐν τιμῇ πάσῃ καὶ προνοίᾳ
τοῦτ' ἐμοὶ χαριζόμενος ἕξεις: οὐ προκατάρχομεν γὰρ εὐποιίας, ἀλλ' ἀμοιβὴν ὧν ὁ
πατὴρ αὐτῶν παρὰ τὴν φυγὴν ὑπῆρξέ μοι χρεολυτοῦμεν. [388] καὶ τὸν Γήρα δὲ
υἱὸν Σουμούιν τὸν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, ὃς πολλὰ βλασφημήσας με παρὰ τὴν
φυγήν, ὅτ' εἰς Παρεμβολὰς ἐπορευόμην, ἀπήντησεν ἐπὶ τὸν Ἰόρδανον καὶ πίστεις ἔλαβεν
ὡς μηδὲν αὐτὸν παθεῖν τότε, νῦν ἐπιζητήσας αἰτίαν εὔλογον ἄμυνε.”
(2)[389] Ταῦτα παραινέσας τῷ παιδὶ περί τε τῶν ὅλων πραγμάτων καὶ
[περὶ] τῶν φίλων καὶ οὓς ᾔδει τιμωρίας ἀξίους γεγενημένους ἀπέθανεν, ἔτη
μὲν βιώσας ἑβδομήκοντα, βασιλεύσας δὲ ἑπτὰ μὲν ἐν Χεβρῶνι τῆς Ἰούδα φυλῆς καὶ
μῆνας ἕξ, ἐν Ἱεροσολύμοις δὲ ἁπάσης τῆς χώρας τρία καὶ τριάκοντα.
[390] οὕτως ἀρίστῳ ἀνδρὶ γεγενημένῳ καὶ πᾶσαν ἀρετὴν ἔχοντι καὶ τοσούτων
ἐθνῶν σωτηρίαν ἐγκεχειρισμένῳ βασιλεῖ ἔδει προσεπαινέσαι καὶ τό τε τῆς δυνάμεως
αὐτοῦ εὐσθενὲς καὶ τὸ τῆς σωφροσύνης συνετόν: ἀνδρεῖος γὰρ ἦν, ὡς οὐκ ἄλλος
τις, ἐν δὲ τοῖς ὑπὲρ τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ
πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς παρατάξεις ἀλλ'
οὐχὶ τῷ προστάττειν ὡς δεσπότης, [391] νοῆσαί τε καὶ συνιδεῖν καὶ περὶ τῶν
μελλόντων καὶ τῆς τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων ἐπιεικὴς
χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας δίκαιος φιλάνθρωπος, ἃ μόνοις
δικαιότατα βασιλεῦσιν εἶναι προσῆκε, μηδὲν ὅλως παρὰ τοσοῦτο μέγεθος ἐξουσίας
ἁμαρτὼν ἢ τὸ περὶ τὴν Οὐρία γυναῖκα. κατέλιπε δὲ καὶ πλοῦτον ὅσον οὐκ ἄλλος
βασιλεὺς οὔθ' Ἑβραίων οὔτ' ἄλλων ἐθνῶν.
(3)[392] Ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολόμων ἐν Ἱεροσολύμοις διαπρεπῶς τοῖς
τε ἄλλοις οἷς περὶ κηδείαν νομίζεται βασιλικὴν ἅπασι καὶ δὴ καὶ πλοῦτον αὐτῷ
πολὺν καὶ ἄφθονον συνεκήδευσεν, ὧν τὴν ὑπερβολὴν τεκμήραιτ' ἄν τις ῥᾳδίως ἐκ
τοῦ λεχθησομένου: [393] μετὰ γὰρ χρόνον ἐτῶν χιλίων καὶ τριακοσίων Ὑρκανὸς
ὁ ἀρχιερεὺς πολιορκούμενος ὑπ' Ἀντιόχου τοῦ Εὐσεβοῦς ἐπικληθέντος υἱοῦ δὲ
Δημητρίου, βουλόμενος χρήματ' αὐτῷ δοῦναι ὑπὲρ τοῦ λῦσαι τὴν πολιορκίαν καὶ τὴν
στρατιὰν ἀπαγαγεῖν καὶ ἀλλαχόθεν οὐκ εὐπορῶν, ἀνοίξας ἕνα οἶκον τῶν ἐν τῷ
Δαυίδου μνήματι καὶ βαστάσας τρισχίλια τάλαντα μέρος ἔδωκεν Ἀντιόχῳ καὶ
διέλυσεν οὕτως τὴν πολιορκίαν, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν. [394] μετὰ
δὲ τοῦτο ἐτῶν πολλῶν διαγενομένων πάλιν ὁ βασιλεὺς Ἡρώδης ἕτερον ἀνοίξας οἶκον
ἀνείλετο χρήματα πολλά. ταῖς μέντοι γε θήκαις τῶν βασιλέων οὐδεὶς αὐτῶν
ἐπέτυχεν: ἦσαν γὰρ ὑπὸ τὴν γῆν μηχανικῶς κεκηδευμέναι πρὸς τὸ μὴ φανεραὶ εἶναι
τοῖς εἰς τὸ μνῆμα εἰσιοῦσιν. ἀλλὰ περὶ μὲν τούτων ἡμῖν τοσοῦτον ἀπόχρη
δεδηλῶσθαι.
Index
Poster
|