Φλαυίου Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας
Liber VIII
Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας
α. Ὡς Σολόμων τὴν βασιλείαν παραλαβὼν τοὺς ἐχθροὺς ἀνεῖλε.
β. περὶ τῆς σοφίας αὐτοῦ καὶ συνέσεως καὶ τοῦ πλούτου.
γ. ὅτι πρῶτος τὸν ἐν Ἱεροσολύμοις ναὸν ᾠκοδόμησεν.
δ. ὡς τελευτήσαντος Σολόμωνος ὁ λαὸς ἀποστὰς τοῦ παιδὸς αὐτοῦ Ῥοβοάμου τῶν
δέκα φυλῶν τῶν ὑπηκόων τινὰ Ἱεροβόαμον ἀπέδειξε βασιλέα, τῶν δὲ δύο φυλῶν ὁ
υἱὸς αὐτοῦ ἐβασίλευσεν.
ε. ὡς Ἴσακος Αἰγυπτίων βασιλεὺς στρατευσάμενος ἐπὶ τὰ Ἱεροσόλυμα καὶ
κατασχὼν τὴν πόλιν τὸν πλοῦτον αὐτῆς εἰς Αἴγυπτον μετήνεγκε.
ς. στρατεία Ἱεροβοάμου τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως ἐπὶ τὸν υἱὸν τὸν Ῥοβοάμου
καὶ ἧττα.
ζ. ὅτι τὴν Ἱεροβοάμου γενεὰν Βασίνης τις ὄνομα διαφθείρας αὐτὸς τὴν
βασιλείαν ἔσχεν.
η. Αἰθιόπων ἐπιστρατεία τοῖς Ἱεροσολύμοις βασιλεύοντος αὐτῶν Ἀσάνου τοῦ Ἀβία
παιδός, καὶ διαφθορὰ τοῦ στρατοῦ.
θ. ὡς τῆς Ἀβεσσάρου γενεᾶς διαφθαρείσης ἐβασίλευσε τῶν Ἰσραηλιτῶν Ἄμαρις καὶ
ὁ υἱὸς αὐτοῦ Ἄχαβος.
ι. ὡς Ἄδαδος Δαμασκοῦ καὶ Συρίας βασιλεὺς δὶς ἐπ' Ἄχαβον στρατευσάμενος
ἡττήθη.
ια. Ἀμμανιτῶν καὶ Μωαβιτῶν στρατευσαμένων ἐπ' Ἰωσαφάτην τὸν Ἱεροσολύμων
βασιλέα ἧττα.
ιβ. ὡς Ἄχαβος ἐπὶ Σύρους στρατευσάμενος ἡττήθη τῇ μάχῃ καὶ αὐτὸς ἀπώλετο.
περιέχει ἡ βίβλος αὕτη ἔτη ἑκατὸν ἑξήκοντα καὶ τρία.
I
(1)[1] Περὶ μὲν οὖν Δαυίδου καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ ὅσων ἀγαθῶν αἴτιος
γενόμενος τοῖς ὁμοφύλοις πολέμους τε καὶ μάχας ὅσας κατορθώσας γηραιὸς
ἐτελεύτησεν, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν. [2] Σολόμωνος δὲ τοῦ
παιδὸς αὐτοῦ νέου τὴν ἡλικίαν ἔτι ὄντος τὴν βασιλείαν παραλαβόντος, ὃν ἔτι ζῶν
ἀπέφηνε τοῦ λαοῦ δεσπότην κατὰ τὴν τοῦ θεοῦ βούλησιν, καθίσαντος ἐπὶ τὸν θρόνον
ὁ μὲν πᾶς ὄχλος ἐπευφήμησεν, οἷον εἰκὸς ἐπ' ἀρχομένῳ βασιλεῖ, τελευτῆσαι καλῶς
αὐτῷ τὰ πράγματα καὶ πρὸς γῆρας ἀφικέσθαι λιπαρὸν καὶ πανεύδαιμον τὴν
ἡγεμονίαν.
(2)[3] Ἀδωνίας δέ, ὃς καὶ τοῦ πατρὸς ἔτι ζῶντος ἐπεχείρησε τὴν ἀρχὴν
κατασχεῖν, παρελθὼν πρὸς τὴν τοῦ βασιλέως μητέρα Βερσάβην καὶ φιλοφρόνως αὐτὴν
ἀσπασάμενος, πυθομένης εἰ καὶ διὰ χρείαν τινὰ πρὸς αὐτὴν ἀφῖκται καὶ δηλοῦν
κελευούσης ὡς ἡδέως παρεξομένης ἤρξατο λέγειν, [4] ὅτι γινώσκει μὲν τὴν
βασιλείαν καὶ αὐτὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν τοῦ πλήθους προαίρεσιν οὖσαν
αὐτοῦ, μεταβάσης δὲ πρὸς Σολόμωνα τὸν υἱὸν αὐτῆς κατὰ τὴν τοῦ θεοῦ γνώμην
στέργει καὶ ἀγαπᾷ τὴν ὑπ' αὐτῷ δουλείαν καὶ τοῖς παροῦσιν [ἥδεται πράγμασιν].
[5] ἐδεῖτο δ' οὖν διακονῆσαι πρὸς τὸν ἀδελφὸν αὐτῷ καὶ πεῖσαι δοῦναι τὴν
τῷ πατρὶ συγκοιμωμένην πρὸς γάμον αὐτῷ Ἀβισάκην: οὐ γὰρ πλησιάσαι τὸν πατέρα
διὰ τὸ γῆρας αὐτῇ, μένειν δ' ἔτι παρθένον. [6] ἡ δὲ Βερσάβη καὶ
διακονήσειν σπουδαίως ὑπέσχετο καὶ καταπράξεσθαι τὸν γάμον δι' ἀμφότερα, τοῦ τε
βασιλέως αὐτῷ χαρίσασθαί τι βουλησομένου καὶ δεησομένης αὐτῆς λιπαρῶς. καὶ ὁ
μὲν εὔελπις ἀπαλλάττεται περὶ τοῦ γάμου, ἡ δὲ τοῦ Σολόμωνος μήτηρ εὐθὺς ὥρμησεν
ἐπὶ τὸν υἱὸν διαλεξομένη περὶ ὧν Ἀδωνίᾳ δεηθέντι κατεπηγγείλατο. [7] καὶ προυπαντήσαντος
αὐτῇ τοῦ παιδὸς καὶ περιπλακέντος, ἐπεὶ παρήγαγεν εἰς τὸν οἶκον, οὗ συνέβαινεν
αὐτῷ κεῖσθαι τὸν βασιλικὸν θρόνον, καθίσας ἐκέλευσεν ἕτερον ἐκ δεξιῶν τεθῆναι
τῇ μητρί. καθεσθεῖσα δ' ἡ Βερσάβη “μίαν, εἶπεν, ὦ παῖ, χάριν αἰτουμένῃ
κατάνευσον καὶ μηδὲν ἐξ ἀρνήσεως δύσκολον μηδὲ σκυθρωπὸν ἀπεργάσῃ.” τοῦ δὲ
Σολόμωνος προστάττειν κελεύοντος, [8] πάντα γὰρ ὅσιον εἶναι μητρὶ
παρέχειν, καί τι προσμεμψαμένου τὴν ἀρχήν, ὅτι μὴ μετ' ἐλπίδος ἤδη βεβαίας τοῦ
τυχεῖν ὧν ἀξιοῖ ποιεῖται τοὺς λόγους ἀλλ' ἄρνησιν ὑφορωμένη, δοῦναι τὴν
παρθένον αὐτὸν Ἀβισάκην Ἀδωνίᾳ τἀδελφῷ πρὸς γάμον παρεκάλει.
(3)[9] Λαβὼν δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς τὸν λόγον ἀποπέμπεται μὲν τὴν μητέρα
μειζόνων ὀρέγεσθαι πραγμάτων εἰπὼν Ἀδωνίαν καὶ θαυμάζειν, πῶς οὐ παραχωρῆσαι
καὶ τῆς βασιλείας ὡς πρεσβυτέρῳ παρακαλεῖ τὸν γάμον αὐτῷ τὸν Ἀβισάκης αἰτουμένη
φίλους ἔχοντι δυνατοὺς Ἰώαβον τὸν στρατηγὸν καὶ Ἀβιάθαρον τὸν ἱερέα,
μεταπεμψάμενος δὲ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων ἀποκτεῖναι προσέταξεν αὐτῷ
τὸν ἀδελφὸν Ἀδωνίαν. [10] καλέσας δὲ τὸν Ἀβιάθαρον τὸν ἱερέα “θανάτου μέν,
εἶπε, ῥύεταί σε τά τε ἄλλα ὅσα τῷ πατρὶ συνέκαμες καὶ ἡ κιβωτός, ἣν σὺν αὐτῷ
μετήνεγκας. ταύτην δέ σοι τὴν τιμωρίαν ἐπιτίθημι ταξαμένῳ μετὰ Ἀδωνία καὶ τὰ
ἐκείνου φρονήσαντι: μήτε ἐνθάδε ἴσθι μήτε εἰς ὄψιν ἀπάντα τὴν ἐμήν, ἀλλ' εἰς
τὴν πατρίδα πορευθεὶς ἐν τοῖς ἀγροῖς ζῆθι καὶ τοῦτον ἄχρι τελευτῆς ἔχε τὸν βίον
ἁμαρτὼν τοῦ μηκέτ' εἶναι δι [11] καίως ἐν ἀξίᾳ.” καταλύεται μὲν οὖν ἀπὸ
τῆς ἱερατικῆς τιμῆς ὁ Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ
Ἀβιαθάρου πάππῳ προεῖπεν ὁ θεὸς Ἠλεί, μετέβη δ' εἰς τὸ Φιναάσου γένος πρὸς
Σάδωκον. [12] οἱ δὲ ἰδιωτεύσαντες ἐκ τοῦ Φιναάσου γένους καθ' ὃν καιρὸν
εἰς τὸν Ἰθαμάρου οἶκον ἡ ἀρχιερωσύνη μετῆλθεν Ἠλεὶ πρώτου ταύτην παραλαβόντος
ἦσαν οὗτοι: ὁ τοῦ ἀρχιερέως Ἰησοῦ υἱὸς Βοκίας, τούτου δὲ Ἰώθαμος, Ἰωθάμου δὲ
Μαραίωθος, Μαραιώθου δὲ Ἀροφαῖος, Ἀροφαίου δὲ Ἀχίτωβος, Ἀχιτώβου δὲ Σάδωκος, ὃς
πρῶτος ἐπὶ Δαυίδου τοῦ βασιλέως ἀρχιερεὺς ἐγένετο.
(4)[13] Ἰώαβος δὲ ὁ στρατηγὸς τὴν ἀναίρεσιν ἀκούσας Ἀδωνία περιδεὴς ἐγένετο,
φίλος γὰρ ἦν αὐτῷ μᾶλλον ἢ τῷ βασιλεῖ Σολόμωνι, καὶ κίνδυνον ἐκ τούτου διὰ τὴν
πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀλόγως ὑποπτεύων καταφεύγει μὲν ἐπὶ τὸ θυσιαστήριον,
ἀσφάλειαν δὲ ἐνόμιζεν αὑτῷ ποριεῖν ἐκ τῆς πρὸς τὸν θεὸν εὐσεβείας τοῦ βασιλέως.
[14] ὁ δὲ ἀπαγγειλάντων αὐτῷ τινων τὴν Ἰωάβου γνώμην πέμψας Βαναίαν
ἐκέλευσεν ἀναστήσαντα ἄγειν ἐπὶ τὸ δικαστήριον ὡς ἀπολογησόμενον. Ἰώαβος δὲ οὐκ
ἔφη καταλείψειν τὸ ἱερόν, ἀλλ' αὐτοῦ τεθνήξεσθαι μᾶλλον ἢ ἐν ἑτέρῳ χωρίῳ.
[15] Βαναίου δὲ τὴν ἀπόκρισιν αὐτοῦ τῷ βασιλεῖ δηλώσαντος προσέταξεν ὁ
Σολόμων ἐκεῖ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμεῖν, καθὼς βούλεται, καὶ ταύτην λαβεῖν τὴν
δίκην ὑπὲρ τῶν δύο στρατηγῶν, οὓς ὁ Ἰώαβος ἀνοσίως ἀπέκτεινε, θάψαι δ' αὐτοῦ τὸ
σῶμα, ὅπως τὰ μὲν ἁμαρτήματα μηδέποτε καταλείπῃ τὸ γένος τὸ ἐκείνου, τῆς δὲ
Ἰωάβου τελευτῆς αὐτός τε καὶ ὁ πατὴρ ἀθῷοι τυγχάνωσι. [16] καὶ Βαναίας μὲν
τὰ κελευσθέντα ποιήσας αὐτὸς ἀποδείκνυται στρατηγὸς πάσης τῆς δυνάμεως, Σάδωκον
δὲ ποιεῖ μόνον ἀρχιερέα ὁ βασιλεὺς εἰς τὸν Ἀβιαθάρου τόπον, ὃν μετεστήσατο.
(5)[17] Σουμουίσῳ δὲ προσέταξεν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις
αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χειμάρρουν Κεδρῶνα ἔχειν ἐξουσίαν,
παρακούσαντι δὲ τούτων θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς
καὶ ὅρκους αὐτῷ προσηνάγκασε ποιήσασθαι. [18] Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν
αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν
διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο
δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας.
[19] ἐπανελθόντος δὲ μετ' αὐτῶν ὁ βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν
αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου
φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόν “οὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν
ἐμὲ μηδ' ἐξελεύσεσθαί ποτ' ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην; [20] οὔκουν
ἀποδράσῃ τὴν τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ
τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσι
μὲν οὐδὲν οἱ κακοὶ μὴ παρ' αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ ᾧ
νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες αὔξεται καὶ γίνεται μείζων ἡ κόλασις
αὐτοῖς ἧς ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν.” καὶ Σουμούισον μὲν κελευσθεὶς
Βαναίας ἀπέκτεινεν.
II
(1)[21] Ἤδη δὲ τὴν βασιλείαν βεβαίως ἔχων Σολόμων καὶ τῶν ἐχθρῶν
κεκολασμένων ἄγεται τὴν Φαραώθου τοῦ τῶν Αἰγυπτίων βασιλέως θυγατέρα: καὶ
κατασκευάσας τὰ τείχη [τῶν] Ἱεροσολύμων πολλῷ μείζω καὶ ὀχυρώτερα τῶν πρόσθεν
ὄντων διεῖπε τὰ πράγματα λοιπὸν ἐπὶ πολλῆς εἰρήνης μηδ' ὑπὸ τῆς νεότητος πρός
τε δικαιοσύνην καὶ φυλακὴν τῶν νόμων καὶ μνήμην ὧν ὁ πατὴρ τελευτῶν ἐπέστειλε
βλαπτόμενος, ἀλλὰ πάνθ' ὅσα οἱ τοῖς χρόνοις προβεβηκότες καὶ πρὸς τὸ φρονεῖν
ἀκμάζοντες μετὰ πολλῆς ἀκριβείας ἐπιτελῶν. [22] ἔγνω δ' εἰς Γιβρῶνα
παραγενόμενος ἐπὶ τοῦ χαλκέου θυσιαστηρίου τοῦ κατασκευασθέντος ὑπὸ Μουσείου θῦσαι
τῷ θεῷ καὶ χίλια τὸν ἀριθμὸν ὡλοκαύτωσεν ἱερεῖα. τοῦτο δὲ ποιήσας μεγάλως ἔδοξε
τὸν θεὸν τετιμηκέναι: φανεὶς γὰρ αὐτῷ κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς
ἐκέλευσεν αἱρεῖσθαι, τίνας ἀντὶ τῆς εὐσεβείας παράσχῃ δωρεὰς αὐτῷ.
[23] Σολόμων δὲ τὰ κάλλιστα καὶ μέγιστα καὶ θεῷ παρασχεῖν ἥδιστα καὶ
λαβεῖν ἀνθρώπῳ συμφορώτατα τὸν θεὸν ᾔτησεν: οὐ γὰρ χρυσὸν οὐδ' ἄργυρον οὐδὲ τὸν
ἄλλον πλοῦτον ὡς ἄνθρωπος καὶ νέος ἠξίωσεν αὑτῷ προσγενέσθαι, ταῦτα γὰρ σχεδὸν
νενόμισται παρὰ τοῖς πλείστοις μόνα σπουδῆς ἄξια καὶ θεοῦ δῶρα εἶναι, ἀλλὰ “δός
μοι φησί, δέσποτα, νοῦν ὑγιῆ καὶ φρόνησιν ἀγαθήν, οἷς ἂν τὸν λαὸν τἀληθῆ καὶ τὰ
δίκαια λαβὼν κρίνοιμι.” [24] τούτοις ἥσθη τοῖς αἰτήμασιν ὁ θεὸς καὶ τά τε
ἄλλα πάνθ' ὧν οὐκ ἐμνήσθη παρὰ τὴν ἐκλογὴν δώσειν ἐπηγγείλατο πλοῦτον δόξαν νίκην
πολεμίων, καὶ πρὸ πάντων σύνεσιν καὶ σοφίαν οἵαν οὐκ ἄλλος τις ἀνθρώπων ἔσχεν
οὔτε βασιλέων οὔτ' ἰδιωτῶν, φυλάξειν τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ τὴν βασιλείαν
ἐπὶ πλεῖστον ὑπισχνεῖτο χρόνον, ἂν δίκαιός τε ὢν διαμένῃ καὶ πειθόμενος αὐτῷ
καὶ τὸν πατέρα μιμούμενος ἐν οἷς ἦν ἄριστος. [25] ταῦτα τοῦ θεοῦ Σολόμων
ἀκούσας ἀνεπήδησεν εὐθὺς ἐκ τῆς κοίτης καὶ προσκυνήσας αὐτὸν ὑπέστρεψεν εἰς
Ἱεροσόλυμα, καὶ πρὸ τῆς σκηνῆς μεγάλας ἐπιτελέσας θυσίας κατευωχεῖ τοὺς
Ἰουδαίους ἅπαντας.
(2)[26] Ταύταις δὲ ταῖς ἡμέραις κρίσις ἐπ' αὐτὸν ἤχθη δυσχερής, ἧς τὸ τέλος
εὑρεῖν ἦν ἐπίπονον: τὸ δὲ πρᾶγμα περὶ οὗ συνέβαινεν εἶναι τὴν δίκην ἀναγκαῖον
ἡγησάμην δηλῶσαι, ἵνα τοῖς ἐντυγχάνουσι τό τε δύσκολον τῆς κρίσεως γνώριμον
ὑπάρξῃ, καὶ τοιούτων μεταξὺ πραγμάτων γενόμενοι λάβωσιν ὥσπερ ἐξ εἰκόνος τῆς
τοῦ βασιλέως ἀγχινοίας τὸ ῥᾳδίως ἀποφαίνεσθαι περὶ τῶν ζητουμένων δυνηθῆναι.
[27] δύο γυναῖκες ἑταῖραι τὸν βίον ἧκον ἐπ' αὐτόν, ὧν ἡ ἀδικεῖσθαι δοκοῦσα
πρώτη λέγειν ἤρξατο: “οἰκῶ μέν, εἶπεν, ὦ βασιλεῦ, μετὰ ταύτης ἐν ἑνὶ δωματίῳ,
συνέβη δ' ἀμφοτέραις ἡμῖν ἐπὶ μιᾶς ἡμέρας ἀποτεκεῖν κατὰ τὴν αὐτὴν ὥραν ἄρρενα
παιδία. [28] τρίτης δὲ ἡμέρας διελθούσης ἐπικοιμηθεῖσα τῷ αὑτῆς παιδίῳ
αὕτη τοῦτο μὲν ἀποκτείνει, βαστάσασα δὲ τοὐμὸν ἐκ τῶν γονάτων πρὸς αὑτὴν
μεταφέρει καὶ τὸ νεκρὸν ἐμοῦ κοιμωμένης εἰς τὰς ἀγκάλας μου τίθησι.
[29] πρωὶ δὲ θηλὴν ὀρέξαι βουλομένη τῷ παιδίῳ τὸ μὲν ἐμὸν οὐχ εὗρον, τὸ δὲ
ταύτης νεκρὸν ὁρῶ μοι παρακείμενον: ἀκριβῶς γὰρ κατανοήσασα τοῦτο ἐπέγνων: ὅθεν
ἀπαιτῶ τὸν ἐμὸν υἱὸν καὶ οὐκ ἀπολαμβάνουσα καταπέφευγα, δέσποτα, ἐπὶ τὴν παρὰ
σοῦ βοήθειαν: τῷ γὰρ εἶναι μόνας καὶ μηδένα τὸν ἐλέγξαι δυνάμενον φοβεῖσθαι
[30] καταφρονοῦσα ἰσχυρῶς ἀρνουμένη παραμένει.” ταῦτ' εἰπούσης ὁ βασιλεὺς
ἀνέκρινε τὴν ἑτέραν, τί τοῖς εἰρημένοις ἀντιλέγειν ἔχει. τῆς δὲ ἀρνουμένης
τοῦτο πεποιηκέναι, τὸ δὲ παιδίον ζῆν τὸ αὑτῆς λεγούσης, τὸ δὲ τῆς ἀντιδίκου
τεθνηκέναι, μηδενὸς ἐπινοοῦντος τὴν κρίσιν ἀλλ' ὥσπερ ἐπ' αἰνίγματι περὶ τὴν
εὕρεσιν αὐτοῦ πάντων τῇ διανοίᾳ τετυφλωμένων μόνος ὁ βασιλεὺς ἐπενόησέ τι
τοιοῦτον: [31] κελεύσας κομισθῆναι καὶ τὸ νεκρὸν καὶ τὸ ζῶν παιδίον
μεταπέμπεταί τινα τῶν σωματοφυλάκων καὶ σπασάμενον ἐκέλευσε τὴν μάχαιραν
ἀμφότερα διχοτομῆσαι τὰ παιδία, ὅπως ἑκάτεραι λάβωσιν ἀνὰ ἥμισυ τοῦ τε ζῶντος
καὶ τοῦ τετελευτηκότος. [32] ἐπὶ τούτῳ πᾶς μὲν ὁ λαὸς λανθάνων ἐχλεύαζεν
ὡς μειράκιον τὸν βασιλέα, μεταξὺ δὲ τῆς μὲν ἀπαιτούσης καὶ ἀληθοῦς μητρὸς
ἀνακραγούσης τοῦτο μὴ ποιεῖν ἀλλὰ παραδιδόναι τῇ ἑτέρᾳ τὸ παιδίον ὡς ἐκείνης,
ἀρκεῖσθαι γὰρ τῷ ζῆν αὐτὸ καὶ βλέπειν μόνον κἂν ἀλλότριον δοκῇ, τῆς δ' ἑτέρας
ἑτοίμως ἐχούσης διαιρούμενον ἰδεῖν τὸ παιδίον καὶ προσέτι βασανισθῆναι καὶ
αὐτὴν ἀξιούσης, [33] ὁ βασιλεὺς ἐπιγνοὺς τὰς ἑκατέρων φωνὰς ἀπὸ τῆς
ἀληθείας γεγενημένας τῇ μὲν ἀνακραγούσῃ τὸ παιδίον προσέκρινε, μητέρα γὰρ αὐτὴν
ἀληθῶς εἶναι, τῆς δὲ ἄλλης κατέγνω πονηρίαν τό τε ἴδιον ἀποκτεινάσης καὶ τὸ τῆς
φίλης σπουδαζούσης ἀπολλύμενον θεάσασθαι. [34] τοῦτο μέγα δεῖγμα καὶ
τεκμήριον τῆς τοῦ βασιλέως φρονήσεως καὶ σοφίας ἐνόμιζε τὸ πλῆθος, κἀξ ἐκείνης
τὸ λοιπὸν τῆς ἡμέρας ὡς θείαν ἔχοντι διάνοιαν αὐτῷ προσεῖχον.
(3)[35] Στρατηγοὶ δ' αὐτῷ καὶ ἡγεμόνες ἦσαν τῆς χώρας ἁπάσης οἵδε: τῆς μὲν
Ἐφραίμου κληρουχίας Οὔρης: ἐπὶ δὲ τῆς Βιθιέμες τοπαρχίας ἦν Διόκληρος: τὴν δὲ
τῶν Δώρων καὶ τὴν παραλίαν Ἀβινάδαβος εἶχεν ὑπ' αὐτῷ γεγαμηκὼς τὴν Σολόμωνος
θυγατέρα: [36] τὸ δὲ μέγα πεδίον ἦν ὑπὸ Βαναίᾳ τῷ Ἀχίλου παιδί, προσεπῆρχε
δὲ καὶ τῆς ἄχρι Ἰορδάνου πάσης: τὴν δὲ Γαλαδῖτιν καὶ Γαυλανῖτιν ἕως τοῦ Λιβάνου
ὄρους καὶ πόλεις ἑξήκοντα μεγάλας καὶ ὀχυρωτάτας ἔχων ὑφ' αὑτὸν Γαβάρης
διεῖπεν: Ἀχινάδαβος δὲ τῆς Γαλιλαίας ὅλης ἄχρι Σιδῶνος ἐπετρόπευε συνοικῶν καὶ
αὐτὸς θυγατρὶ Σολόμωνος Βασίμα τοὔνομα: [37] τὴν δὲ περὶ Ἀκὴν παραλίαν
εἶχε Βανακάτης: Σαφάτης δὲ τὸ Ἰταβύριον ὄρος καὶ Καρμήλιον καὶ τὴν κάτω
Γαλιλαίαν ἄχρι τοῦ ποταμοῦ Ἰορδάνου χώραν ἐπὶ τούτῳ πᾶσαν ἐπετέτραπτο: Σουμούις
δὲ τὴν τῆς Βενιαμίδος κληρουχίαν ἐγκεχείριστο: Γαβάρης δὲ εἶχε τὴν πέραν τοῦ
Ἰορδάνου χώραν: ἐπὶ δὲ τούτων εἷς πάλιν ἄρχων ἀποδέδεικτο. [38] θαυμαστὴν
δ' ἐπίδοσιν ἔλαβεν ὅ τε τῶν Ἑβραίων λαὸς καὶ ἡ Ἰούδα φυλὴ πρὸς γεωργίαν
τραπέντων καὶ τὴν τῆς γῆς ἐπιμέλειαν: εἰρήνης γὰρ ἀπολαύοντες καὶ πολέμοις καὶ
ταραχαῖς μὴ περισπώμενοι καὶ προσέτι τῆς ποθεινοτάτης ἐλευθερίας ἀκρατῶς
ἐμφορούμενοι πρὸς τῷ συναύξειν ἕκαστος τὰ οἰκεῖα καὶ ποιεῖν ἄξια πλείονος
ὑπῆρχεν.
(4)[39] Ἦσαν δὲ καὶ ἕτεροι τῷ βασιλεῖ ἡγεμόνες, οἳ τῆς τε Σύρων γῆς καὶ τῶν
ἀλλοφύλων ἥτις ἦν ἀπ' Εὐφράτου ποταμοῦ διήκουσα μέχρι τῆς Αἰγυπτίων ἐπῆρχον
ἐκλέγοντες αὐτῷ φόρους παρὰ τῶν ἐθνῶν. [40] συνετέλουν δὲ καὶ τῇ τραπέζῃ
καθ' ἡμέραν καὶ τῷ δείπνῳ τοῦ βασιλέως σεμιδάλεως μὲν κόρους τριάκοντα, ἀλεύρου
δὲ ξ, σιτιστοὺς δὲ βόας δέκα καὶ νομάδας βόας εἴκοσι, σιτιστοὺς δὲ ἄρνας
ἑκατόν. ταῦτα πάντα πάρεξ τῶν ἀπ' ἄγρας ἐλάφων λέγω καὶ βουβάλων καὶ τῶν
πετεινῶν καὶ ἰχθύων ἐκομίζετο καθ' ἡμέραν βασιλεῖ παρὰ τῶν ἀλλοφύλων.
[41] τοσοῦτον δὲ πλῆθος ἦν ἁρμάτων Σολόμωνι, ὡς τέσσαρας εἶναι μυριάδας
φατνῶν τῶν ὑποζευγνυμένων ἵππων: χωρὶς δὲ τούτων ἦσαν ἱππεῖς δισχίλιοι καὶ
μύριοι, ὧν οἱ μὲν ἡμίσεις τῷ βασιλεῖ προσήδρευον ἐν Ἱεροσολύμοις, οἱ δὲ λοιποὶ
κατὰ τὰς βασιλικὰς διεσπαρμένοι κώμας ἐν αὐταῖς κατέμενον. ὁ δ' αὐτὸς ἡγεμὼν ὁ
τὴν τοῦ βασιλέως δαπάνην πεπιστευμένος καὶ τοῖς ἵπποις ἐχορήγει τὰ ἐπιτήδεια
συγκομίζων εἰς ὃν ὁ βασιλεὺς διέτριβε τόπον.
(5)[42] Τοσαύτη δ' ἦν ἣν ὁ θεὸς παρέσχε Σολόμωνι φρόνησιν καὶ σοφίαν, ὡς
τούς τε ἀρχαίους ὑπερβάλλειν ἀνθρώπους καὶ μηδὲ τοὺς Αἰγυπτίους, οἳ πάντων
συνέσει διενεγκεῖν λέγονται, συγκρινομένους λείπεσθαι παρ' ὀλίγον, ἀλλὰ
πλεῖστον ἀφεστηκότας τῆς τοῦ βασιλέως φρονήσεως ἐλέγχεσθαι. [43] ὑπερῆρε
δὲ καὶ διήνεγκε σοφίᾳ καὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν δόξαν ἐχόντων παρὰ τοῖς
Ἑβραίοις ἐπὶ δεινότητι, ὧν οὐ παρελεύσομαι τὰ ὀνόματα: ἦσαν δὲ Ἄθανος καὶ
Αἱμανὸς καὶ Χάλκεος καὶ Δάρδανος υἱοὶ Ἡμάωνος. [44] συνετάξατο δὲ καὶ
βιβλία περὶ ᾠδῶν καὶ μελῶν πέντε πρὸς τοῖς χιλίοις καὶ παραβολῶν καὶ εἰκόνων
βίβλους τρισχιλίας: καθ' ἕκαστον γὰρ εἶδος δένδρου παραβολὴν εἶπεν ἀπὸ ὑσσώπου
ἕως κέδρου, τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ κτηνῶν καὶ τῶν ἐπιγείων ἁπάντων ζῴων
καὶ τῶν νηκτῶν καὶ τῶν ἀερίων: οὐδεμίαν γὰρ φύσιν ἠγνόησεν οὐδὲ παρῆλθεν
ἀνεξέταστον, ἀλλ' ἐν πάσαις ἐφιλοσόφησε καὶ τὴν ἐπιστήμην τῶν ἐν αὐταῖς
ἰδιωμάτων ἄκραν ἐπεδείξατο. [45] παρέσχε δ' αὐτῷ μαθεῖν ὁ θεὸς καὶ τὴν
κατὰ τῶν δαιμόνων τέχνην εἰς ὠφέλειαν καὶ θεραπείαν τοῖς ἀνθρώποις: ἐπῳδάς τε
συνταξάμενος αἷς παρηγορεῖται τὰ νοσήματα καὶ τρόπους ἐξορκώσεων κατέλιπεν, οἷς
οἱ ἐνδούμενοι τὰ δαιμόνια ὡς μηκέτ' ἐπανελθεῖν ἐκδιώξουσι. [46] καὶ αὕτη
μέχρι νῦν παρ' ἡμῖν ἡ θεραπεία πλεῖστον ἰσχύει: ἱστόρησα γάρ τινα Ἐλεάζαρον τῶν
ὁμοφύλων Οὐεσπασιανοῦ παρόντος καὶ τῶν υἱῶν αὐτοῦ καὶ χιλιάρχων καὶ ἄλλου
στρατιωτικοῦ πλήθους ὑπὸ τῶν δαιμονίων λαμβανομένους ἀπολύοντα τούτων. ὁ δὲ
τρόπος τῆς θεραπείας τοιοῦτος ἦν: [47] προσφέρων ταῖς ῥισὶ τοῦ
δαιμονιζομένου τὸν δακτύλιον ἔχοντα ὑπὸ τῇ σφραγῖδι ῥίζαν ἐξ ὧν ὑπέδειξε
Σολόμων ἔπειτα ἐξεῖλκεν ὀσφρομένῳ διὰ τῶν μυκτήρων τὸ δαιμόνιον, καὶ πεσόντος
εὐθὺς τἀνθρώπου μηκέτ' εἰς αὐτὸν ἐπανήξειν ὥρκου, Σολόμωνός τε μεμνημένος καὶ
τὰς ἐπῳδὰς ἃς συνέθηκεν ἐκεῖνος ἐπιλέγων. [48] βουλόμενος δὲ πεῖσαι καὶ
παραστῆσαι τοῖς παρατυγχάνουσιν ὁ Ἐλεάζαρος, ὅτι ταύτην ἔχει τὴν ἰσχύν, ἐτίθει
μικρὸν ἔμπροσθεν ἤτοι ποτήριον πλῆρες ὕδατος ἢ ποδόνιπτρον καὶ τῷ δαιμονίῳ
προσέταττεν ἐξιὸν τἀνθρώπου ταῦτα ἀνατρέψαι καὶ παρασχεῖν ἐπιγνῶναι τοῖς
ὁρῶσιν, ὅτι καταλέλοιπε τὸν ἄνθρωπον. [49] γινομένου δὲ τούτου σαφὴς ἡ
Σολόμωνος καθίστατο σύνεσις καὶ σοφία δι' ἣν, ἵνα γνῶσιν ἅπαντες αὐτοῦ τὸ
μεγαλεῖον τῆς φύσεως καὶ τὸ θεοφιλὲς καὶ λάθῃ μηδένα τῶν ὑπὸ τὸν ἥλιον ἡ τοῦ
βασιλέως περὶ πᾶν εἶδος ἀρετῆς ὑπερβολή, περὶ τούτων εἰπεῖν προήχθημεν.
(6)[50] Ὁ δὲ τῶν Τυρίων βασιλεὺς Εἴρωμος ἀκούσας ὅτι Σολόμων τὴν τοῦ πατρὸς
διεδέξατο βασιλείαν ὑπερήσθη, φίλος γὰρ ἐτύγχανε τῷ Δαυίδῃ, καὶ πέμψας πρὸς
αὐτὸν ἠσπάζετό τε καὶ συνέχαιρεν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς. ἀποστέλλει δὲ πρὸς
αὐτὸν Σολόμων γράμματα δηλοῦντα τάδε: [51] “βασιλεὺς Σολόμων Εἱρώμῳ
βασιλεῖ. ἴσθι μου τὸν πατέρα βουληθέντα κατασκευάσαι τῷ θεῷ ναὸν ὑπὸ τῶν
πολέμων καὶ τῶν συνεχῶν στρατειῶν κεκωλυμένον: οὐ γὰρ ἐπαύσατο πρότερον τοὺς
ἐχθροὺς καταστρεφόμενος πρὶν ἢ πάντας αὐτοὺς φόρων ὑποτελεῖς πεποιηκέναι.
[52] ἐγὼ δὲ χάριν οἶδα τῷ θεῷ τῆς παρούσης εἰρήνης καὶ διὰ ταύτην εὐσχολῶν
οἰκοδομῆσαι τῷ θεῷ βούλομαι τὸν οἶκον: καὶ γὰρ ὑπ' ἐμοῦ τοῦτον ἔσεσθαι τῷ πατρί
μου προεῖπεν ὁ θεός. διὸ παρακαλῶ σε συμπέμψαι τινὰς τοῖς ἐμοῖς εἰς Λίβανον τὸ
ὄρος κόψοντας ξύλα: πρὸς γὰρ τομὴν ὕλης ἐπιστημονέστερον ἔχουσι τῶν ἡμετέρων οἱ
Σιδώνιοι. μισθὸν δ' ὃν ἂν ὁρίσῃς ἐγὼ τοῖς ὑλουργοῖς παρέξω.”
(7)[53] Ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν Εἵρωμος καὶ τοῖς ἐπεσταλμένοις ἡσθεὶς
ἀντιγράφει τῷ Σολόμωνι: “βασιλεὺς Εἵρωμος βασιλεῖ Σολόμωνι. τὸν μὲν θεὸν
εὐλογεῖν ἄξιον, ὅτι σοι τὴν πατρῴαν παρέδωκεν ἡγεμονίαν ἀνδρὶ σοφῷ καὶ πᾶσαν
ἀρετὴν ἔχοντι, ἐγὼ δὲ τούτοις ἡδόμενος ἅπαντα ὑπουργήσω τὰ ἐπεσταλμένα:
[54] τεμὼν γὰρ ξύλα πολλὰ καὶ μεγάλα κέδρου τε καὶ κυπαρίσσου διὰ τῶν ἐμῶν
καταπέμψω ἐπὶ θάλασσαν καὶ κελεύσω τοὺς ἐμοὺς σχεδίαν πηξαμένους εἰς ὃν ἂν
βουληθῇς τόπον τῆς σαυτοῦ χώρας πλεύσαντας ἀποθέσθαι: ἔπειθ' οἱ σοὶ
διακομίσουσιν εἰς Ἱεροσόλυμα. ὅπως δὲ καὶ σὺ παράσχῃς ἡμῖν ἀντὶ τούτων σῖτον,
οὗ διὰ τὸ νῆσον οἰκεῖν δεόμεθα, φρόντισον.”
(8)[55] Διαμένει δὲ ἄχρι τῆς τήμερον τὰ τῶν ἐπιστολῶν τούτων ἀντίγραφα οὐκ
ἐν τοῖς ἡμετέροις μόνον σωζόμενα βιβλίοις ἀλλὰ καὶ παρὰ Τυρίοις, ὥστε εἴ τις
ἐθελήσειε τὸ ἀκριβὲς μαθεῖν, δεηθεὶς τῶν ἐπὶ τοῦ Τυρίων γραμματοφυλακείου
δημοσίων εὕροι συμφωνοῦντα τοῖς εἰρημένοις ὑφ' ἡμῶν τὰ παρ' ἐκείνοις.
[56] ταῦτα μὲν οὖν διεξῆλθον βουλόμενος γνῶναι τοὺς ἐντευξομένους, ὅτι
μηδὲν μᾶλλον ἔξω τῆς ἀληθείας λέγομεν, μηδὲ πιθανοῖς τισι καὶ πρὸς ἀπάτην καὶ
τέρψιν ἐπαγωγοῖς τὴν ἱστορίαν διαλαμβάνοντες τὴν μὲν ἐξέτασιν φεύγειν
πειρώμεθα, πιστεύεσθαι δ' εὐθὺς ἀξιοῦμεν, οὐδὲ συγκεχωρημένον ἡμῖν
κατεξανισταμένοις τοῦ πρέποντος τῇ πραγματείᾳ ἀθῴοις ὑπάρχειν, ἀλλὰ μηδεμιᾶς
ἀποδοχῆς τυγχάνειν παρακαλοῦντες, ἂν μὴ μετὰ ἀποδείξεως καὶ τεκμηρίων ἰσχυρῶν
ἐμφανίζειν δυνώμεθα τὴν ἀλήθειαν.
(9)[57] Ὁ δὲ βασιλεὺς Σολόμων ὡς ἐκομίσθη τὰ παρὰ Τυρίων βασιλέως γράμματα
τήν τε προθυμίαν αὐτοῦ καὶ τὴν εὔνοιαν ἐπῄνεσε καὶ οἷς ἠξίωσε τούτοις αὐτὸν
ἠμείψατο, σίτου μὲν αὐτῷ κατ' ἔτος πέμψας δισμυρίους κόρους καὶ τοσούτους
ἐλαίου βάτους, ὁ δὲ βάτος δύναται ξέστας ἑβδομήκοντα δύο: τὸ δ' αὐτὸ μέτρον καὶ
οἴνου παρεῖχεν. [58] ἡ μὲν οὖν Εἱρώμου φιλία καὶ Σολόμωνος ἀπὸ τούτων ἔτι
μᾶλλον ηὔξησε καὶ διαμένειν ὤμοσαν εἰς ἅπαν. ὁ δὲ βασιλεὺς ἐπέταξε παντὶ τῷ λαῷ
φόρον ἐργάτας τρισμυρίους, οἷς ἄπονον τὴν ἐργασίαν κατέστησε μερίσας αὐτὴν
συνετῶς: μυρίους γὰρ ἐποίησε κόπτοντας ἐπὶ μῆνα ἕνα ἐν Λιβάνῳ ὄρει δύο μῆνας
ἀναπαύεσθαι παραγινομένους ἐπὶ τὰ οἰκεῖα, μέχρις οὗ πάλιν οἱ δισμύριοι τὴν [59] ἐργασίαν
ἀναπληρώσωσι κατὰ τὸν ὡρισμένον χρόνον ἔπειθ' οὕτως συνέβαινε τοῖς πρώτοις
μυρίοις διὰ τετάρτου μηνὸς ἀπαντᾶν ἐπὶ τὸ ἔργον. ἐγεγόνει δ' ἐπίτροπος τοῦ
φόρου τούτου Ἀδώραμος. ἦσαν δ' ἐκ τῶν παροίκων οὓς Δαυίδης καταλελοίπει τῶν μὲν
παρακομιζόντων τὴν λιθίαν καὶ τὴν ἄλλην ὕλην ἑπτὰ μυριάδες, τῶν δὲ λατομούντων
ὀκτάκις μύριοι, τούτων δ' ἐπιστάται τρισχίλιοι καὶ τριακόσιοι.
[60] προστετάχει δὲ λίθους μὲν αὐτοῖς τέμνειν μεγάλους εἰς τοὺς τοῦ ναοῦ
θεμελίους, ἁρμόσαντας δὲ πρῶτον καὶ συνδήσαντας ἐν τῷ ὄρει κατακομίζειν οὕτως
εἰς τὴν πόλιν. ἐγίνετο δὲ ταῦτ' οὐ παρὰ τῶν οἰκοδόμων τῶν ἐγχωρίων μόνον, ἀλλὰ
καὶ ὧν ὁ Εἵρωμος ἔπεμψε τεχνιτῶν.
III
(1)[61] Τῆς δ' οἰκοδομίας τοῦ ναοῦ Σολόμων ἤρξατο τέταρτον ἔτος ἤδη τῆς
βασιλείας ἔχων μηνὶ δευτέρῳ, ὃν Μακεδόνες μὲν Ἀρτεμίσιον καλοῦσιν Ἑβραῖοι δὲ
Ἰάρ, μετὰ ἔτη πεντακόσια καὶ ἐνενήκοντα καὶ δύο τῆς ἀπ' Αἰγύπτου τῶν Ἰσραηλιτῶν
ἐξόδου, μετὰ δὲ χίλια καὶ εἴκοσι ἔτη τῆς Ἁβράμου εἰς τὴν Χαναναίαν ἐκ τῆς
Μεσοποταμίας ἀφίξεως, ἀπὸ δὲ τῆς ἐπομβρίας μετὰ χίλια καὶ τετρακόσια καὶ τεσσαράκοντα:
[62] ἀπὸ δὲ τοῦ πρώτου γεννηθέντος Ἀδάμου ἕως οὗ τὸν ναὸν ᾠκοδόμησε
Σολόμων διεληλύθει τὰ πάντα ἔτη τρισχίλια καὶ ἑκατὸν δύο. καθ' ὃν δὲ ὁ ναὸς
ἤρξατο οἰκοδομεῖσθαι χρόνον, κατ' ἐκεῖνον ἔτος ἤδη τῆς ἐν Τύρῳ βασιλείας
ἑνδέκατον ἐνειστήκει Εἱρώμῳ, τῆς δὲ οἰκήσεως εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ
διεγεγόνει χρόνος ἐτῶν τεσσαράκοντα καὶ διακοσίων.
(2)[63] Βάλλεται μὲν οὖν τῷ ναῷ θεμελίους ὁ βασιλεὺς ἐπὶ μήκιστον τῆς γῆς
βάθος ὕλης λίθων ἰσχυρᾶς καὶ πρὸς χρόνον ἀντέχειν δυναμένης, οἳ τῇ τε γῇ
συμφυέντες ἔμελλον ἔδαφος καὶ ἔρεισμα τῆς ἐποικοδομησομένης κατασκευῆς ἔσεσθαι
καὶ διὰ τὴν κάτωθεν ἰσχὺν οἴσειν ἀπόνως μέγεθός τε τῶν ἐπικεισομένων καὶ
κάλλους πολυτέλειαν, ᾗ βάρος ἔμελλεν οὐχ ἧττον εἶναι τῶν ἄλλων ὅσα πρὸς ὕψος
καὶ πρὸς ὄγκον κόσμου τε χάριν καὶ μεγαλουργίας ἐπενοεῖτο. [64] ἀνήγαγε δὲ
αὐτὸν ἄχρι τῆς ὀροφῆς ἐκ λευκοῦ λίθου πεποιημένον. τὸ μὲν οὖν ὕψος ἦν ἑξήκοντα
πηχῶν, τῶν δ' αὐτῶν καὶ τὸ μῆκος, εὖρος δ' εἴκοσι. κατὰ τούτου δὲ ἄλλος ἦν
ἐγηγερμένος ἴσος τοῖς μέτροις, ὥστε εἶναι τὸ πᾶν ὕψος τῷ ναῷ πηχῶν ἑκατὸν καὶ
εἴκοσι: [65] τέτραπτο δὲ πρὸς τὴν ἀνατολήν. τὸ δὲ προνάιον αὐτοῦ
προύστησαν ἐπὶ πήχεις μὲν εἴκοσι τὸ μῆκος πρὸς τὸ εὖρος τοῦ οἴκου τεταμένον,
ἔχον δὲ πλάτος πήχεις δέκα καὶ εἰς ὕψος δὲ ἀνεγηγερμένον πηχῶν ἑκατὸν καὶ
εἴκοσι. περιῳκοδόμησε δὲ τὸν ναὸν ἐν κύκλῳ τριάκοντα βραχέσιν οἴκοις, οἳ συνοχή
τε τοῦ παντὸς ἔμελλον ἔσεσθαι διὰ πυκνότητα καὶ πλῆθος ἔξωθεν περικείμενοι, καὶ
δὴ καὶ τὰς εἰσόδους αὐτοῖς δι' ἀλλήλων κατεσκεύασεν. [66] ἕκαστος δὲ τῶν
οἴκων τούτων εὖρος μὲν εἶχε πέντε πήχεις, μῆκος δὲ τοὺς αὐτούς, ὕψος δὲ
εἴκοσιν. ἐπῳκοδόμηντο δὲ τούτοις ἄνωθεν ἕτεροι οἶκοι καὶ πάλιν ἄλλοι κατ' αὐτῶν
ἴσοι καὶ τοῖς μέτροις καὶ τῷ ἀριθμῷ, ὡς τὸ πᾶν ὕψος αὐτοὺς λαβεῖν τῷ κάτωθεν
οἴκῳ παραπλήσιον: ὁ γὰρ ὑπερῷος οὐκ ἦν περιῳκοδομημένος. [67] ὄροφος δὲ
αὐτοῖς ἐπεβέβλητο κέδρου καὶ τοῖς μὲν οἴκοις ἴδιος ἦν οὗτος ἑκάστῳ πρὸς τοὺς
πλησίον οὐ συνάπτων, τοῖς δ' ἄλλοις ὑπῆρχεν ἡ στέγη κοινὴ δι' ἀλλήλων
δεδομημένη μηκίσταις δοκοῖς καὶ διηκούσαις ἁπάντων, ὡς τοὺς μέσους τοίχους ὑπὸ
τῶν αὐτῶν συγκρατουμένους ξύλων ἐρρωμενεστέρους διὰ τοῦτο γίνεσθαι.
[68] τὴν δὲ ὑπὸ τὰς δοκοὺς στέγην τῆς αὐτῆς ὕλης ἐβάλετο πᾶσαν ἐξεσμένην
εἰς φατνώματα καὶ προσκόλλησιν χρυσοῦ. τοὺς δὲ τοίχους κεδρίναις διαλαβὼν
σανίσι χρυσὸν αὐταῖς ἐνετόρευσεν, ὥστε στίλβειν ἅπαντα τὸν ναὸν καὶ περιλάμπεσθαι
τὰς ὄψεις τῶν εἰσιόντων ὑπὸ τῆς αὐγῆς τοῦ χρυσοῦ πανταχόθεν φερομένης.
[69] ἡ δ' ὅλη τοῦ ναοῦ οἰκοδομία κατὰ πολλὴν τέχνην ἐκ λίθων ἀκροτόμων
ἐγένετο συντεθέντων ἁρμονίως πάνυ καὶ λείως, ὡς μήτε σφύρας μήτε ἄλλου τινὸς
ἐργαλείου τεκτονικοῦ τοῖς κατανοοῦσιν ἐργασίαν δηλοῦσθαι, ἀλλὰ δίχα τῆς τούτων
χρήσεως πᾶσαν ἡρμόσθαι τὴν ὕλην προσφυῶς, ὡς ἑκούσιον τὴν ἁρμονίαν αὐτῆς δοκεῖν
μᾶλλον ἢ τῆς τῶν ἐργαλείων ἀνάγκης. [70] ἐφιλοτέχνησε δὲ ὁ βασιλεὺς ἄνοδον
εἰς τὸν ὑπερῷον οἶκον διὰ τοῦ εὔρους τοῦ τοίχου: οὐ γὰρ εἶχε θύραν μεγάλην κατὰ
τῆς ἀνατολῆς ὡς εἶχεν ὁ κάτωθεν οἶκος, ἀλλ' ἐκ τῶν πλευρῶν ἦσαν εἴσοδοι διὰ
μικρῶν πάνυ θυρῶν. διέλαβε δὲ τὸν ναὸν καὶ ἔνδοθεν καὶ ἔξωθεν ξύλοις κεδρίνοις
ἁλύσεσι παχείαις συνδεδεμένοις, ὥστε ἀντ' ὀχυρωμάτων καὶ ῥώμης τοῦτο εἶναι.
(3)[71] Διελὼν δὲ τὸν ναὸν εἰς δύο τὸν μὲν ἔνδοθεν οἶκον εἴκοσι πηχῶν
ἐποίησεν ἄδυτον, τὸν δὲ τεσσαράκοντα πηχῶν ἅγιον ναὸν ἀπέδειξεν. ἐκτεμὼν δὲ τὸν
μέσον τοῖχον θύρας ἐπέστησε κεδρίνας χρυσὸν πολὺν αὐταῖς ἐνεργασάμενος καὶ
τορείαν ποικίλην. [72] κατεπέτασε δὲ ταύτας ὕφεσιν εὐανθεστάτοις ἐξ
ὑακίνθου καὶ πορφύρας καὶ κόκκου πεποιημένοις, οὐ μὴν ἀλλὰ καὶ βύσσου
λαμπροτάτης καὶ μαλακωτάτης. ἀνέθηκε δὲ εἰς τὸ ἄδυτον εἴκοσι πηχῶν τὸ εὖρος τῶν
δ' αὐτῶν καὶ τὸ μῆκος δύο Χερουβεῖς ὁλοχρύσους πηχῶν ἑκατέραν τὸ ὕψος πέντε,
δύο δ' ἦσαν ἑκατέρᾳ πτέρυγες ἐπὶ πέντε πήχεις ἐκτεταμέναι. [73] διὸ καὶ οὐ
μακρὰν ἀλλήλων αὐτὰς ἀνέστησεν, ἵνα τῶν πτερύγων τῇ μὲν ἅπτωνται τοῦ κατὰ νότον
κειμένου τοίχου τοῦ ἀδύτου, τῇ δὲ κατὰ βορέαν, αἱ δ' ἄλλαι πτέρυγες αὑταῖς
συνάπτουσαι τεθείσῃ μεταξὺ αὐτῶν τῇ κιβωτῷ σκέπη τυγχάνωσι. τὰς δὲ Χερουβεῖς
οὐδεὶς ὁποῖαί τινές εἰσιν εἰπεῖν οὐδ' εἰκάσαι δύναται. [74] κατέστρωσε δὲ
καὶ τοῦ ναοῦ τὸ ἔδαφος ἐλάσμασι χρυσοῦ, ἐπέθηκε δὲ καὶ τῷ πυλῶνι τοῦ ναοῦ θύρας
πρὸς τὸ ὕψος τοῦ τοίχου συμμεμετρημένας εὖρος ἐχούσας πηχῶν εἴκοσι, καὶ ταύτας
κατεκόλλησε χρυσῷ. [75] συνελόντι δ' εἰπεῖν οὐδὲν εἴασε τοῦ ναοῦ μέρος
οὔτε ἔξωθεν οὔτε ἔνδοθεν, ὃ μὴ χρυσὸς ἦν. κατεπέτασε δὲ καὶ ταύτας τὰς θύρας
ὁμοίως ταῖς ἐνδοτέρω καταπετάσμασιν. ἡ δὲ τοῦ προναίου πύλη τούτων οὐδὲν εἶχε.
(4)[76] Μεταπέμπεται δ' ἐκ Τύρου Σολόμων παρὰ Εἱρώμου τεχνίτην Χείρωμον
ὄνομα μητρὸς μὲν ὄντα Νεφθαλίτιδος τὸ γένος, ἐκ γὰρ ταύτης ὑπῆρχε τῆς φυλῆς,
πατρὸς δὲ Οὐρίου γένος Ἰσραηλίτου. οὗτος ἅπαντος μὲν ἐπιστημόνως εἶχεν ἔργου,
μάλιστα δὲ τεχνίτης ἦν χρυσὸν ἐργάζεσθαι καὶ ἄργυρον καὶ χαλκόν, ὑφ' οὗ δὴ καὶ
πάντα κατὰ τὴν τοῦ βασιλέως βούλησιν τὰ περὶ τὸν ναὸν ἐμηχανήθη.
[77] κατεσκεύασε δὲ ὁ Χείρωμος οὗτος καὶ στύλους δύο χαλκοῦς ἔσωθεν τὸ
πάχος τεσσάρων δακτύλων. ἦν δὲ τὸ μὲν ὕψος τοῖς κίοσιν ὀκτωκαίδεκα πήχεων, ἡ δὲ
περίμετρος δέκα καὶ δύο πηχῶν: χωνευτὸν δ' ἐφ' ἑκατέρᾳ κεφαλῇ κρίνον ἐφειστήκει
τὸ ὕψος ἐπὶ πέντε πήχεις ἐγηγερμένον, ᾧ περιέκειτο δίκτυον ἐλάτῃ χαλκέᾳ
περιπεπλεγμένον καλύπτον τὰ κρίνα. [78] τούτου δὲ ἀπήρτηντο κατὰ διστιχίαν
καὶ ῥοιαὶ διακόσιαι. τούτων τῶν κιόνων τὸν μὲν ἕτερον κατὰ τὴν δεξιὰν ἔστησε
τοῦ προπυλαίου παραστάδα καλέσας αὐτὸν Ἰαχείν, τὸν δ' ἕτερον κατὰ τὸ ἀριστερὸν
ὀνομάσας αὐτὸν Ἀβαίζ.
(5)[79] Ἐχώνευσε δὲ καὶ θάλασσαν χαλκῆν εἰς ἡμισφαίριον ἐσχηματισμένην:
ἐκλήθη δὲ τὸ χαλκούργημα θάλασσα διὸ τὸ μέγεθος: ἦν γὰρ ὁ λουτὴρ τὴν διάμετρον
πηχῶν δέκα καὶ ἐπὶ παλαιστιαῖον πάχος κεχωνευμένος. ὑπερήρειστο δὲ κατὰ τὸ
μεσαίτατον τοῦ κύτους σπείρᾳ περιαγομένῃ εἰς ἕλικας δέκα: [80] ἦν δὲ τὴν
διάμετρον πήχεως, περιειστήκεσαν δὲ περὶ αὐτὴν μόσχοι δώδεκα πρὸς τὰ κλίματα
τῶν τεσσάρων ἀνέμων ἀποβλέποντες καθ' ἕκαστον αὐτῶν τρεῖς, εἰς τὰ ὀπίσθια
νενευκότες, ὥστ' αὐτοῖς ἐπικαθέζεσθαι τὸ ἡμισφαίριον κατὰ περιαγωγὴν ἔνδον
ἀπονεῦον. ἐδέχετο δὲ ἡ θάλασσα βάτους τρισχιλίους.
(6)[81] Ἐποίησε δὲ καὶ λουτήρων δέκα βάσεις χαλκᾶς τετραγώνους. τούτων
ἑκάστη μῆκος γεγόνει πηχῶν πέντε πλάτος τεσσάρων ὕψος ἕξ. συνεκέκλειτο δὲ τὸ
ἔργον κατὰ μέρος τετορευμένον οὕτως: τέσσαρες ἦσαν κιονίσκοι κατὰ γωνίαν
ἑστῶτες τετράγωνοι τὰ πλευρὰ τῆς βάσεως ἐξ ἑκατέρου μέρους ἐν αὑτοῖς ἔχοντες
ἐξηρμοσμένα. [82] ἦν δὲ ταῦτα τριχῇ διῃρημένα: ἑκάστην δὲ χώραν ὅρος
ἐπεῖχεν εἰς ὑπόβασιν κατεσκευασμένος, ἐφ' οἷς ἐτετόρευτο πῇ μὲν λέων πῇ δὲ
ταῦρος καὶ ἀετός, ἐπὶ δὲ τῶν κιονίσκων ὁμοίως ἐξείργαστο τοῖς κατὰ τὰ πλευρὰ
τετορευμένοις. [83] τὸ δὲ πᾶν ἔργον ἐπὶ τεσσάρων αἰωρούμενον τροχῶν
εἱστήκει. χωνευτοὶ δ' ἦσαν οὗτοι πλήμνας καὶ ἄντυγας πήχεως καὶ ἡμίσους ἔχοντες
τὴν διάμετρον. ἐθαύμασεν ἄν τις τὰς ἀψῖδας τῶν τροχῶν θεασάμενος, ὅπως
συντετορευμέναι καὶ τοῖς πλευροῖς τῶν βάσεων προσηνωμέναι ἁρμονίως ταῖς ἄντυξιν
ἐνέκειντο: ἦσαν δ' ὅμως οὕτως ἔχουσαι. [84] τὰς δὲ γωνίας ἄνωθεν
συνέκλειον ὦμοι χειρῶν ἀνατεταμένων, οἷς ἐπεκάθητο σπεῖρα κατὰ κοῖλον
ἐπικειμένη τὸν λουτῆρα ταῖς χερσὶν ἐπαναπαυόμενον ἀετοῦ καὶ λέοντος αὐτοῖς
ἐφηρμοσμένων, ὡς σύμφυτα ταῦτ' εἶναι δοκεῖν τοῖς ὁρῶσι. μεταξὺ δὲ τούτων
φοίνικες ἦσαν τετορευμένοι. τοιαύτη μὲν ἡ κατασκευὴ τῶν δέκα βάσεων ὑπῆρχε.
[85] προσεξείργαστο δὲ καὶ χυτρογαύλους δέκα λουτῆρας στρογγύλους χαλκοῦς,
ὧν ἕκαστος ἐχώρει τεσσαράκοντα χόας: τὸ γὰρ ὕψος εἶχε τεσσάρων πηχῶν καὶ
τοσούτοις ἀλλήλων αὐτοῖς διειστήκει τὰ χείλη. τίθησι δὲ τοὺς λουτῆρας τούτους
ἐπὶ τῶν δέκα βάσεων τῶν κληθεισῶν Μεχενώθ. [86] πέντε δὲ λουτῆρας ἵστησιν
ἐξ ἀριστεροῦ μέρους τοῦ ναοῦ, τέτραπτο δὲ τοῦτο κατὰ βορέαν ἄνεμον, καὶ τοσούτους
ἐκ τοῦ δεξιοῦ πρὸς νότον ἀφορῶντας εἰς τὴν ἀνατολήν: κατὰ δ' αὐτὸ καὶ τὴν
θάλασσαν ἔθηκε. [87] πληρώσας δὲ ὕδατος τὴν μὲν θάλασσαν ἀπέδειξεν εἰς τὸ
νίπτειν τοὺς εἰς τὸν ναὸν εἰσιόντας ἱερεῖς ἐν αὐτῇ τὰς χεῖρας καὶ τοὺς πόδας
μέλλοντας ἀναβαίνειν ἐπὶ τὸν βωμόν, τοὺς δὲ λουτῆρας εἰς τὸ καθαίρειν τὰ ἐντὸς
τῶν ὁλοκαυτουμένων ζῴων καὶ τοὺς πόδας αὐτῶν.
(7)[88] Κατεσκεύασε δὲ καὶ θυσιαστήριον χάλκεον εἴκοσι πηχῶν τὸ μῆκος καὶ
τοσούτων τὸ εὖρος τὸ δὲ ὕψος δέκα πρὸς τὰς ὁλοκαυτώσεις. ἐποίησε δὲ αὐτοῦ καὶ
τὰ σκεύη πάντα χάλκεα ποδιστῆρας καὶ ἀναλημπτῆρας: οὐ μὴν ἀλλὰ πρὸς τούτοις
Χείρωμος καὶ λέβητας καὶ ἅρπαγας καὶ πᾶν σκεῦος ἐδημιούργησεν ἐκ χαλκοῦ τὴν
αὐγὴν ὁμοίου χρυσῷ καὶ τὸ κάλλος: [89] τραπεζῶν τε πλῆθος ἀνέθηκεν ὁ
βασιλεύς, καὶ μίαν μὲν μεγάλην χρυσέαν, ἐφ' ἧς ἐτίθεσαν τοὺς ἄρτους τοῦ θεοῦ,
καὶ ταύτῃ παραπλησίας μυρίας πρὸς αὐταῖς ἑτέρῳ τρόπῳ γεγενημένας, ἐφ' ὧν
ἐπέκειτο τὰ σκεύη φιάλαι τε καὶ σπονδεῖα χρύσεα μὲν δισμύρια ἀργύρεα δὲ
τετρακισμύρια. [90] καὶ λυχνίας δὲ μυρίας ἐποίησε κατὰ τὴν Μωυσέος προσταγήν,
ἐξ ὧν μίαν ἀνέθηκεν εἰς τὸν ναόν, ἵνα καίηται καθ' ἡμέραν ἀκολούθως τῷ νόμῳ,
καὶ τράπεζαν μίαν ἐπικειμένην ἄρτους πρὸς τὸ βόρειον τοῦ ναοῦ μέρος ἀντικρὺ τῆς
λυχνίας: ταύτην γὰρ κατὰ νότον ἔστησεν, ὁ δὲ χρύσεος βωμὸς μέσος αὐτῶν ἔκειτο.
ταῦτα πάντα εἶχεν ὁ τῶν τεσσαράκοντα πηχῶν οἶκος πρὸ τοῦ καταπετάσματος τοῦ
ἀδύτου: ἐν τούτῳ δὲ ἡ κιβωτὸς ἔμελλε κεῖσθαι.
(8)[91] Οἰνοχόας δ' ὁ βασιλεὺς μυριάδας ὀκτὼ κατεσκεύασε καὶ φιαλῶν χρυσέων
δέκα ἀργυρέας δὲ διπλασίονας. πινάκων δὲ χρυσέων εἰς τὸ προσφέρειν ἐν αὐτοῖς πεφυραμένην
σεμίδαλιν τῷ βωμῷ μυριάδας ὀκτώ, τούτων δ' ἀργυροῦς διπλασίονας. κρατῆρας δ'
οἷς ἐνεφύρων τὴν σεμίδαλιν μετ' ἐλαίου χρυσέους μὲν ἑξακισμυρίους, ἀργυρέους δὲ
δὶς τοσούτους. [92] τὰ μέτρα δὲ τοῖς Μωυσήου λεγομένοις δὲ ειν καὶ
ἐσσάρωνες παραπλήσια, χρυσᾶ μὲν δισμύρια ἀργύρεα δὲ διπλασίονα. θυμιατήρια δὲ
χρυσᾶ ἐν οἷς ἐκομίζετο τὸ θυμίαμα εἰς τὸν ναὸν δισμύρια: ὁμοίως ἄλλα θυμιατήρια
οἷς ἐκόμιζον ἀπὸ τοῦ μεγάλου βωμοῦ πῦρ ἐπὶ τὸν μικρὸν βωμὸν τὸν ἐν τῷ ναῷ
πεντακισμύρια. [93] στολὰς δὲ ἱερατικὰς τοῖς ἀρχιερεῦσι σὺν ποδήρεσιν
ἐπωμίσι καὶ λογίῳ καὶ λίθοις χιλίας: ἡ δὲ στεφάνη, εἰς ἣν τὸν θεὸν Μωυσῆς
ἔγραψε, μία ἦν καὶ διέμεινεν ἄχρι τῆσδε τῆς ἡμέρας: τὰς δὲ ἱερατικὰς στολὰς ἐκ
βύσσου κατεσκεύασε καὶ ζώνας πορφυρᾶς εἰς ἕκαστον μυρίας. [94] καὶ σαλπίγγων
κατὰ Μωυσέος ἐντολὴν μυριάδας εἴκοσι, καὶ στολῶν τοῖς ὑμνῳδοῖς Ληουιτῶν ἐκ
βύσσου μυριάδας εἴκοσι: καὶ τὰ ὄργανα τὰ μουσικὰ καὶ πρὸς τὴν ὑμνῳδίαν
ἐξηυρημένα, ἃ καλεῖται νάβλας καὶ κινύρας, ἐξ ἠλέκτρου κατεσκεύασε
τετρακισμύρια.
(9)[95] Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ
μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ
ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. περιέβαλε
δὲ τοῦ ναοῦ κύκλῳ γείσιον μὲν κατὰ τὴν ἐπιχώριον γλῶτταν τριγχὸν δὲ παρ' Ἕλλησι
λεγόμενον εἰς τρεῖς πήχεις ἀναγαγὼν τὸ ὕψος, εἴρξοντα μὲν τοὺς πολλοὺς τῆς εἰς
τὸ ἱερὸν εἰσόδου, μόνοις δὲ ἀνειμένην αὐτὴν τοῖς ἱερεῦσι σημανοῦντα.
[96] τούτου δ' ἔξωθεν ἱερὸν ᾠκοδόμησεν: ἐν τετραγώνου σχήματι στοὰς
ἐγείρας μεγάλας καὶ πλατείας καὶ πύλαις ὑψηλαῖς ἀνεῳγμένας, ὧν ἑκάστη πρὸς
ἕκαστον τῶν ἀνέμων τέτραπτο χρυσέαις κλειομένη θύραις. εἰς τοῦτο τοῦ λαοῦ
πάντες οἱ διαφέροντες ἁγνείᾳ καὶ παρατηρήσει τῶν νομίμων εἰσῄεσαν.
[97] θαυμαστὸν δὲ καὶ λόγου παντὸς ἀπέφηνε μεῖζον, ὡς δὲ εἰπεῖν καὶ τῆς
ὄψεως, τὸ τούτων ἔξωθεν ἱερόν: μεγάλας γὰρ ἐγχώσας φάραγγας, ἃς διὰ βάθος
ἄπειρον οὐδὲ ἀπόνως ἐννεύσαντας ἦν ἰδεῖν, καὶ ἀναβιβάσας εἰς τετρακοσίους
πήχεις τὸ ὕψος ἰσοπέδους τῇ κορυφῇ τοῦ ὄρους ἐφ' ἧς ὁ ναὸς ᾠκοδόμητο
κατεσκεύασε: καὶ διὰ τοῦτο ὕπαιθρον ὂν τὸ ἔξωθεν ἱερὸν ἴσον ὑπῆρχε τῷ ναῷ.
[98] περιλαμβάνει δ' αὐτὸ καὶ στοαῖς διπλαῖς μὲν τὴν κατασκευήν, λίθου δ'
αὐτοφυοῦς τὸ ὕψος κίοσιν ἐπερηρεισμέναις: ὀροφαὶ δ' αὐταῖς ἦσαν ἐκ κέδρου
φατνώμασιν ἀνεξεσμέναι. τὰς δὲ θύρας τῷ ἱερῷ τούτῳ πάσας ἐπέστησεν ἐξ ἀργύρου.
IV
(1)[99] Τὰ μὲν οὖν ἔργα ταῦτα καὶ τὰ μεγέθη καὶ κάλλη τῶν τε οἰκοδομημάτων
καὶ τῶν εἰς τὸν ναὸν ἀναθημάτων Σολόμων ὁ βασιλεὺς ἐν ἔτεσιν ἑπτὰ συντελέσας
καὶ πλούτου καὶ προθυμίας ἐπίδειξιν ποιησάμενος, ὡς ἄν τις ἰδὼν ἐνόμισεν ὡς ἐν
τῷ παντὶ κατασκευασθῆναι χρόνῳ ταῦτα ἐν οὕτως ὀλίγῳ πρὸς τὸ μέγεθος
συγκρινόμενα τοῦ ναοῦ συμπερασθῆναι, γράψας τοῖς ἡγεμόσι καὶ τοῖς πρεσβυτέροις
τῶν Ἑβραίων ἐκέλευσεν ἅπαντα τὸν λαὸν συναγαγεῖν εἰς Ἱεροσόλυμα ὀψόμενόν τε τὸν
ναὸν καὶ μετακομιοῦντα τὴν τοῦ θεοῦ κιβωτὸν εἰς αὐτόν. [100] καὶ
περιαγγελθείσης τῆς εἰς τὰ Ἱεροσόλυμα πᾶσιν ἀφίξεως ἑβδόμῳ μηνὶ μόλις συνίασιν,
ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀθύρει, ὑπὸ δὲ τῶν Μακεδόνων Ὑπερβερεταίῳ λεγομένῳ.
συνέδραμε δ' εἰς τὸν αὐτὸν χρόνον καὶ ὁ τῆς σκηνοπηγίας καιρὸς ἑορτῆς σφόδρα
παρὰ τοῖς Ἑβραίοις ἁγιωτάτης καὶ μεγίστης. [101] βαστάσαντες οὖν τὴν
κιβωτὸν καὶ τὴν σκηνήν, ἣν Μωυσῆς ἐπήξατο, καὶ πάντα τὰ πρὸς τὴν διακονίαν τῶν
θυσιῶν τοῦ θεοῦ σκεύη μετεκόμιζον εἰς τὸν ναόν. προῆγον δὲ μετὰ θυσιῶν αὐτός τε
ὁ βασιλεὺς καὶ ὁ λαὸς ἅπας καὶ οἱ Λευῖται σπονδαῖς τε καὶ πολλῶν ἱερείων αἵματι
τὴν ὁδὸν καταντλοῦντες καὶ θυμιῶντες ἀπειρόν τι θυμιαμάτων πλῆθος,
[102] ὡς ἅπαντα τὸν πέριξ ἀέρα πεπληρωμένον καὶ τοῖς πορρωτάτω τυγχάνουσιν
ἡδὺν ἀπαντᾶν καὶ γνωρίζειν ἐπιδημίαν θεοῦ καὶ κατοικισμὸν κατ' ἀνθρωπίνην δόξαν
εἰς νεοδόμητον αὐτῷ καὶ καθιερωμένον χωρίον: καὶ γὰρ οὐδ' ὑμνοῦντες οὐδὲ
χορεύοντες ἕως οὗ πρὸς τὸν ναὸν ἦλθον ἔκαμον. [103] τούτῳ μὲν οὖν τῷ τρόπῳ
τὴν κιβωτὸν μετήνεγκαν. ὡς δ' εἰς τὸ ἄδυτον αὐτὴν εἰσενεγκεῖν ἔδει, τὸ μὲν ἄλλο
πλῆθος μετέστη, μόνοι δὲ κομίσαντες οἱ ἱερεῖς μεταξὺ τῶν δύο Χερουβὶμ
κατέθεσαν: αἱ δὲ τοὺς ταρσοὺς συμπλέξασαι, καὶ γὰρ οὕτως ἦσαν ὑπὸ τοῦ τεχνίτου
κατεσκευασμέναι, τὴν κιβωτὸν ὡς ὑπὸ σκηνῇ τινι καὶ θόλῳ κατεσκέπασαν.
[104] εἶχε δὲ ἡ κιβωτὸς οὐδὲν ἕτερον ἢ δύο λιθίνας πλάκας, αἳ τοὺς δέκα
λόγους τοὺς ὑπὸ τοῦ θεοῦ Μωυσεῖ λαληθέντας ἐν Σιναίῳ ὄρει ἐγγεγραμμένους αὐταῖς
ἔσωζον. τὴν δὲ λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὸν βωμὸν τὸν χρύσεον ἔστησαν ἐν τῷ
ναῷ πρὸ τοῦ ἀδύτου κατὰ τοὺς αὐτοὺς τόπους, οὓς καὶ τότε ἐν τῇ σκηνῇ κείμενοι
κατεῖχον, καὶ τὰς καθημερινὰς θυσίας ἀνέφερον. [105] τὸ δὲ θυσιαστήριον τὸ
χάλκεον ἵστησι πρὸ τοῦ ναοῦ ἀντικρὺ τῆς θύρας, ὡς ἀνοιχθείσης αὐτὸ κατὰ
πρόσωπον εἶναι καὶ βλέπεσθαι τὰς ἱερουργίας καὶ τὴν τῶν θυσιῶν πολυτέλειαν. τὰ
δὲ λοιπὰ σκεύη πάντα συναλίσας ἔνδον εἰς τὸν ναὸν κατέθετο.
(2)[106] Ἐπεὶ δὲ πάντα διακοσμήσαντες οἱ ἱερεῖς τὰ περὶ τὴν κιβωτὸν ἐξῆλθον,
ἄφνω πίλημα νεφέλης οὐ σκληρὸν οὐδ' οἷον ὥρᾳ χειμῶνος ὑετοῦ γέμον ἵσταται
κεχυμένον δὲ καὶ κεκραμένον εἰς τὸν ναὸν εἰσερρύη, καὶ ταῖς μὲν ὄψεσι τῶν
ἱερέων ὡς μὴ καθορᾶν ἀλλήλους ἐπεσκότει, ταῖς δὲ διανοίαις ταῖς ἁπάντων
φαντασίαν καὶ δόξαν παρεῖχεν ὡς τοῦ θεοῦ κατεληλυθότος εἰς τὸ ἱερὸν καὶ
κατεσκηνωκότος ἡδέως ἐν αὐτῷ. [107] καὶ οἱ μὲν ἐπὶ ταύτης εἶχον αὑτοὺς τῆς
ἐννοίας ὁ δὲ βασιλεὺς Σολόμων ἐξεγερθείς, ἔτυχε γὰρ καθεζόμενος, ἐποιήσατο
λόγους πρὸς τὸν θεόν, οὓς τῇ θείᾳ φύσει πρέποντας ὑπελάμβανε καὶ καλῶς εἶχεν
αὐτῷ λέγειν: “σοὶ γάρ, εἶπεν, οἶκον μὲν αἰώνιον, ὦ δέσποτα, καὶ ἄξιον αὑτῷ
εἰργάσω γεγονότα τὸν οὐρανὸν οἴδαμεν καὶ ἀέρα καὶ γῆν καὶ θάλασσαν, δι' ὧν
ἁπάντων οὐδὲ τούτοις ἀρκούμενος κεχώρηκας, [108] τοῦτον δέ σοι κατεσκεύακα
τὸν ναὸν ἐπώνυμον, ὡς ἂν ἀπ' αὐτοῦ σοι τὰς εὐχὰς θύοντες καὶ καλλιεροῦντες
ἀναπέμπωμεν εἰς τὸν ἀέρα καὶ πεπεισμένοι διατελοίημεν, ὅτι πάρει καὶ μακρὰν οὐκ
ἀφέστηκας [οὐδὲ σαυτῶ]: τῷ μὲν γὰρ πάντ' ἐφορᾶν καὶ πάντ' ἀκούειν οὐδὲ νῦν ὅπου
σοι θέμις οἰκῶν ἀπολείπεις τοῦ πᾶσιν ἔγγιστα εἶναι, μᾶλλον δ' ἑκάστῳ καὶ
βουλευομένῳ καὶ διὰ νυκτὸς καὶ [109] ἡμέρας συμπάρει.” ταῦτα ἐπιθειάσας
πρὸς τὸν θεὸν ἀπέστρεψεν εἰς τὸ πλῆθος τοὺς λόγους ἐμφανίζων τοῦ θεοῦ τὴν
δύναμιν αὐτοῖς καὶ τὴν πρόνοιαν, ὅτι Δαυίδῃ τῷ πατρὶ περὶ τῶν μελλόντων ἅπαντα
καθὼς ἀποβέβηκεν ἤδη τὰ πολλὰ καὶ γενήσεται τὰ λείποντα δηλώσειε, καὶ ὡς αὐτὸς
ἐπιθείη τὸ ὄνομα μήπω γεγεννημένῳ καὶ [110] τίς μέλλοι καλεῖσθαι προείποι
καὶ ὅτι τὸν ναὸν οὗτος οἰκοδομήσει αὐτῷ βασιλεὺς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν
γενόμενος: ἃ βλέποντας κατὰ τὴν ἐκείνου προφητείαν ἐπιτελῆ τὸν θεὸν εὐλογεῖν
ἠξίου καὶ περὶ μηδενὸς ἀπογινώσκειν ὧν ὑπέσχηται πρὸς εὐδαιμονίαν ὡς οὐκ
ἐσομένου πιστεύοντας ἐκ τῶν ἤδη βλεπομένων.
(3)[111] Ταῦτα διαλεχθεὶς πρὸς τὸν ὄχλον ὁ βασιλεὺς ἀφορᾷ πάλιν εἰς τὸν ναὸν
καὶ τὴν δεξιὰν εἰς τὸν ὄχλον ἀνασχών “ἔργοις μέν, εἶπεν, οὐ δυνατὸν ἀνθρώποις
ἀποδοῦναι θεῷ χάριν ὑπὲρ ὧν εὖ πεπόνθασιν: ἀπροσδεὲς γὰρ τὸ θεῖον ἁπάντων καὶ
κρεῖττον τοιαύτης ἀμοιβῆς: ᾧ δὲ τῶν ἄλλων ζῴων ὑπὸ σοῦ, δέσποτα, κρείττονες
γεγόναμεν, τούτῳ τὴν σὴν εὐλογεῖν μεγαλειότητα καὶ περὶ τῶν ὑπηργμένων εἰς τὸν
ἡμέτερον οἶκον καὶ τὸν Ἑβραίων εὐχαριστεῖν ἀνάγκη. [112] τίνι γὰρ ἄλλῳ
μᾶλλον ἱλάσασθαι μηνίοντα καὶ δυσμεναίνοντα εὐμενῆ δεξιώτερόν ἐστιν ἡμῖν ἢ
φωνῇ, ἣν ἐξ ἀέρος τε ἔχομεν καὶ δι' αὐτοῦ πάλιν ἀνιοῦσαν οἴδαμεν; χάριν οὖν
ἔχειν δι' αὐτῆς ὁμολογῶ σοι περί τε τοῦ πατρὸς πρῶτον, ὃν ἐξ ἀφανοῦς εἰς
τοσαύτην ἀνήγαγες δόξαν, [113] ἔπειθ' ὑπὲρ ἐμαυτοῦ πάντα μέχρι τῆς
παρούσης ἡμέρας ἃ προεῖπας πεποιηκότι, δέομαί τε τοῦ λοιποῦ χορηγεῖν ὅσα θεῷ
δύναμις ἀνθρώποις ὑπὸ σοῦ τετιμημένοις, καὶ τὸν οἶκον τὸν ἡμέτερον αὔξειν εἰς
πᾶν, ὡς καθωμολόγησας Δαυίδῃ τῷ πατρί μου καὶ ζῶντι καὶ παρὰ τὴν τελευτήν, ὅτι
παρ' ἡμῖν ἡ βασιλεία μενεῖ καὶ τὸ ἐκείνου γένος αὐτὴν διαδοχαῖς ἀμείψει
μυρίαις. ταῦτ' οὖν ἡμῖν ἐπάρκεσον καὶ παισὶ τοῖς ἐμοῖς ἀρετὴν ᾗ σὺ χαίρεις
παράσχου. [114] πρὸς δὲ τούτοις ἱκετεύω καὶ μοῖράν τινα τοῦ σοῦ πνεύματος
εἰς τὸν ναὸν ἀποικίσαι, ὡς ἂν καὶ ἐπὶ γῆς ἡμῖν εἶναι δοκῇς. σοὶ μὲν γὰρ μικρὸν
οἰκητήριον καὶ τὸ πᾶν οὐρανοῦ καὶ τῶν κατὰ τοῦτον ὄντων κύτος, οὐχ ὅτι γε οὗτος
ὁ τυχὼν ναός, ἀλλὰ φυλάσσειν τε ἀπόρθητον ἐκ πολεμίων ὡς ἴδιον εἰς ἅπαν καὶ
προνοεῖν ὡς οἰκείου κτήματος παρακαλῶ. [115] κἂν ἁμαρτών ποτε ὁ λαὸς
ἔπειτα πληγῇ τινι κακῷ διὰ τὴν ἁμαρτίαν ἐκ σοῦ γῆς ἀκαρπίᾳ καὶ φθορᾷ λοιμικῇ ἤ
τινι τούτων τῶν παθημάτων, οἷς σὺ τοὺς παραβάντας τι τῶν ὁσίων μετέρχῃ, καὶ
καταφεύγῃ πᾶς ἀθροισθεὶς ἐπὶ τὸν ναὸν ἱκετεύων σε καὶ σωθῆναι δεόμενος, ἐπήκοος
αὐτοῦ γενόμενος ὡς ἔνδον ὢν ἐλεήσῃς καὶ τῶν συμφορῶν ἀπαλλάξῃς.
[116] ταύτην δὲ οὐχ Ἑβραίοις μόνον δέομαι παρὰ σοῦ τὴν βοήθειαν εἶναι
σφαλεῖσιν, ἀλλὰ κἂν ἀπὸ περάτων τῆς οἰκουμένης τινὲς ἀφίκωνται κἂν
ὁποθενδηποτοῦν προστρεπόμενοι καὶ τυχεῖν τινος ἀγαθοῦ λιπαροῦντες, δὸς αὐτοῖς
ἐπήκοος γενόμενος. [117] οὕτως γὰρ ἂν μάθοιεν πάντες, ὅτι σὺ μὲν αὐτὸς
ἐβουλήθης παρ' ἡμῖν κατασκευασθῆναί σοι τὸν οἶκον, ἡμεῖς δ' οὐκ ἀπάνθρωποι τὴν
φύσιν ἐσμὲν οὐδ' ἀλλοτρίως πρὸς τοὺς οὐχ ὁμοφύλους ἔχομεν, ἀλλὰ πᾶσι κοινὴν τὴν
ἀπὸ σοῦ βοήθειαν καὶ τὴν τῶν ἀγαθῶν ὄνησιν ὑπάρχειν ἠθελήσαμεν.”
(4)[118] Εἰπὼν ταῦτα καὶ ῥίψας αὑτὸν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πολλὴν ὥραν
προσκυνήσας ἀναστὰς θυσίας τῷ θεῷ προσήνεγκε καὶ γεμίσας τῶν ὁλοκλήρων ἱερείων
ἐναργέστατα τὸν θεὸν ἡδέως ἔγνω τὴν θυσίαν προσδεχόμενον: πῦρ γὰρ ἐξ ἀέρος
διαδραμὸν καὶ πάντων ὁρώντων ἐπὶ τὸν βωμὸν ᾆξαν ἅπασαν τὴν θυσίαν ἀνήρπασε καὶ
κατεδαίσατο. [119] ταύτης δὲ τῆς ἐπιφανείας γενομένης ὁ μὲν λαὸς δήλωσιν
εἶναι τοῦτ' εἰκάσας τῆς ἐν τῷ ναῷ τοῦ θεοῦ διατριβῆς ἐσομένης καὶ ἡσθεὶς
προσεκύνει πεσὼν ἐπὶ τοὔδαφος, ὁ δὲ βασιλεὺς εὐλογεῖν τε ἤρξατο καὶ τὸ πλῆθος
ταὐτὸ ποιεῖν παρώρμα δείγματα μὲν ἔχοντας ἤδη τῆς τοῦ θεοῦ πρὸς αὐτοὺς
εὐμενείας, [120] εὐχομένους δὲ τοιαῦτα ἀποβαίνειν ἀεὶ τὰ παρ' ἐκείνου, καὶ
τὴν διάνοιαν αὐτοῖς καθαρὰν ἀπὸ πάσης φυλάττεσθαι κακίας ἐν δικαιοσύνῃ καὶ
θρησκείᾳ καὶ τῷ τὰς ἐντολὰς τηρεῖν ἃς διὰ Μωυσέος αὐτοῖς ἔδωκεν ὁ θεὸς
διαμενούσας: ἔσεσθαι γὰρ οὕτως εὔδαιμον τὸ Ἑβραίων ἔθνος καὶ παντὸς ἀνθρώπων
γένους μακαριώτερον. [121] παρεκάλει τε μνημονεύειν, ὡς οἷς ἐκτήσαντο τὰ
παρόντα ἀγαθὰ τούτοις αὐτὰ καὶ βέβαια ἕξειν καὶ μείζω καὶ πλείω καταστήσειν: οὐ
γὰρ λαβεῖν αὐτὰ μόνον δι' εὐσέβειαν καὶ δικαιοσύνην, ἀλλὰ καὶ καθέξειν διὰ
ταῦτα προσῆκεν ὑπολαμβάνειν: εἶναι δὲ τοῖς ἀνθρώποις οὐχ οὕτως μέγα τὸ
κτήσασθαί τι τῶν [οὐχ] ὑπαρχόντων, ὡς τὸ σῶσαι τὰ πορισθέντα καὶ μηδὲν ἁμαρτεῖν
εἰς. βλάβην αὐτῶν.
(5)[122] Ὁ μὲν οὖν βασιλεὺς διαλεχθεὶς ταῦτα πρὸς τὸ πλῆθος διαλύει τὴν
ἐκκλησίαν τελέσας θυσίας ὑπέρ τε αὑτοῦ καὶ πάντων Ἑβραίων, ὡς μόσχους μὲν
καταθῦσαι μυρίους καὶ δισχιλίους, προβάτων δὲ μυριάδας δώδεκα. [123] τὸν
μὲν γὰρ ναὸν τότε πρῶτον ἔγευσεν ἱερουργημάτων καὶ κατευωχήθησαν ἐν αὐτῷ πάντες
σὺν γυναιξὶν Ἑβραῖοι καὶ τέκνοις, ἔτι δὲ καὶ τὴν σκηνοπηγίαν καλουμένην ἑορτὴν
πρὸ τοῦ ναοῦ λαμπρῶς καὶ μεγαλοπρεπῶς ἐπὶ δὶς ἑπτὰ ἡμέρας ἤγαγεν ὁ βασιλεὺς σὺν
ἅπαντι τῷ λαῷ κατευωχούμενος.
(6)[124] Ἐπεὶ δ' εἶχεν αὐτοῖς ἀποχρώντως ταῦτα καὶ μηδὲν ἐνέδει τῇ περὶ τὸν
θεὸν εὐσεβείᾳ πρὸς αὑτοὺς ἕκαστος τοῦ βασιλέως ἀπολύσαντος ἀπῄεσαν
εὐχαριστήσαντες τῷ βασιλεῖ τῆς τε περὶ αὐτοὺς προνοίας καὶ ὧν ἐπεδείξατο ἔργων,
καὶ εὐξάμενοι τῷ θεῷ παρασχεῖν αὐτοῖς εἰς πολὺν χρόνον Σολόμωνα βασιλέα τὴν
πορείαν ἐποιοῦντο μετὰ χαρᾶς καὶ παιδιᾶς ὕμνους εἰς τὸν θεὸν ᾄδοντες, ὡς ὑπὸ
τῆς ἡδονῆς ἀπόνως τὴν ὁδὸν τὴν ἐπὶ τὰ οἰκεῖα πάντας ἀνύσαι. [125] καὶ οἱ
μὲν τὴν κιβωτὸν εἰς τὸν ναὸν εἰσαγαγόντες καὶ τὸ μέγεθος καὶ τὸ κάλλος
ἱστορήσαντες αὐτοῦ καὶ θυσιῶν ἐπ' αὐτῷ μεγάλων καὶ ἑορτῶν μεταλαβόντες εἰς τὰς
αὑτῶν ἕκαστοι πόλεις ὑπέστρεψαν. ὄναρ δ' ἐπιφανὲν τῷ βασιλεῖ κατὰ τοὺς ὕπνους
ἐσήμαινεν αὐτῷ τῆς εὐχῆς ἐπήκοον τὸν θεὸν γεγονέναι, [126] καὶ ὅτι φυλάξει
τε τὸν ναὸν καὶ διὰ παντὸς ἐν αὐτῷ μενεῖ τῶν ἐκγόνων αὐτοῦ καὶ αὐτοῦ καὶ τῆς
ἁπάσης πληθύος τὰ δίκαια ποιούσης, αὐτόν τε πρῶτον ἐμμένοντα ταῖς τοῦ πατρὸς
ὑποθήκαις ἔλεγεν εἰς ὕψος καὶ μέγεθος εὐδαιμονίας ἀνοίσειν ἄπειρον καὶ
βασιλεύσειν ἀεὶ τῆς χώρας τοὺς ἐκ τοῦ γένους αὐτοῦ καὶ τῆς Ἰούδα φυλῆς:
[127] προδόντα μέντοι τὰ ἐπιτηδεύματα καὶ λήθην αὐτῶν ποιησάμενον καὶ
ξενικοὺς θεοὺς θρησκεύειν μεταβαλόμενον πρόρριζον ἐκκόψειν καὶ μήτε τοῦ γένους
τι λείψανον αὐτῶν ἐάσειν μήτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀπαθῆ παρόψεσθαι,
πολέμοις δ' αὐτοὺς καὶ κακοῖς ἐξαφανίσειν μυρίοις κἀκ τῆς γῆς, ἣν τοῖς πατράσιν
αὐτῶν ἔδωκεν, [128] ἐκβαλὼν ἐπήλυδας ἀλλοτρίας καταστήσειν, τὸν δὲ ναὸν
τὸν νῦν οἰκοδομηθέντα καταπρησθησόμενον τοῖς ἐχθροῖς παραδώσειν καὶ διαρπαγησόμενον,
κατασκάψειν δὲ καὶ τὴν πόλιν χερσὶ τῶν πολεμίων καὶ ποιήσειν μύθων ἄξια τὰ παρ'
αὐτοῖς κακὰ καὶ πολλῆς δι' ὑπερβολὴν μεγέθους ἀπιστίας, [129] ὡς τοὺς
προσοίκους ἀκούοντας τὴν συμφορὰν θαυμάζειν καὶ τὴν αἰτίαν πολυπραγμονεῖν δι'
ἣν οὕτως ἐμισήθησαν Ἑβραῖοι τῷ θεῷ πρότερον εἰς δόξαν καὶ πλοῦτον ὑπ' αὐτοῦ
παραχθέντες, καὶ παρὰ τῶν ὑπολειπομένων ἀκούειν ἐξομολογουμένων τὰς ἁμαρτίας
αὐτῶν καὶ τὰς τῶν πατρίων νομίμων παραβάσεις. ταῦτα μὲν αὐτῷ τὸν θεὸν εἰπεῖν
κατὰ τοὺς ὕπνους ἀναγέγραπται.
V
(1)[130] Μετὰ δὲ τὴν τοῦ ναοῦ κατασκευὴν ἐν ἔτεσιν ἑπτὰ καθὼς προειρήκαμεν
γενομένην τὴν τῶν βασιλείων οἰκοδομὴν κατεβάλετο, ἣν ἔτεσι τρισὶ καὶ δέκα μόγις
ἀπήρτισεν: οὐ γὰρ τὸν αὐτὸν ἐσπουδάζετο τρόπον ὅνπερ καὶ τὸ ἱερόν, ἀλλὰ τὸ μὲν
καίπερ ὂν μέγα καὶ θαυμαστῆς ἐργασίας καὶ παραδόξου τετυχηκὸς ἔτι καὶ θεοῦ
συνεργοῦντος, εἰς ὃν ἐγίνετο, τοῖς προειρημένοις ἔτεσιν ἔλαβε πέρας:
[131] τὰ δὲ βασίλεια πολὺ τῆς ἀξίας τοῦ ναοῦ καταδεέστερα τυγχάνοντα τῷ
μήτε τὴν ὕλην ἐκ τοσούτου χρόνου καὶ τῆς αὐτῆς ἡτοιμάσθαι φιλοτιμίας καὶ βασιλεῦσιν
οἰκητήριον ἀλλ' οὐ θεῷ γίνεσθαι, βράδιον ἠνύσθη. [132] καὶ αὐτὰ μὲν οὖν
ἄξια λόγου καὶ κατὰ τὴν εὐδαιμονίαν τῆς Ἑβραίων χώρας καὶ τοῦ βασιλέως
ᾠκοδομήθη, τὴν δὲ ὅλην αὐτῶν διάταξιν καὶ τὴν διάθεσιν εἰπεῖν ἀναγκαῖον, ἵν'
οὕτως ἐκ τούτου στοχάζεσθαι καὶ συνορᾶν ἔχωσι τὸ μέγεθος οἱ τῇ γραφῇ μέλλοντες
ἐντυγχάνειν.
(2)[133] Οἶκος ἦν μέγας καὶ καλὸς πολλοῖς στύλοις ἐρηρεισμένος, ὃν εἰς τὰς
κρίσεις καὶ τὴν τῶν πραγμάτων διάγνωσιν πλῆθος ὑποδέξασθαι καὶ χωρῆσαι σύνοδον
ἀνθρώπων ἐπὶ δίκας συνεληλυθότων κατεσκεύασεν ἑκατὸν μὲν πηχῶν τὸ μῆκος εὖρος
δὲ πεντήκοντα τὸ δ' ὕψος τριάκοντα, κίοσι μὲν τετραγώνοις ἀνειλημμένον ἐκ
κέδρου πᾶσιν, ἐστεγασμένον δὲ Κορινθίως, ἰσομέτροις δὲ φλιαῖς καὶ θυρώμασι
τριγλύφοις ἀσφαλῆ τε ὁμοῦ καὶ κεκαλλωπισμένον. [134] ἕτερος δὲ οἶκος ἦν ἐν
μέσῳ κατὰ ὅλου τοῦ πλάτους τεταγμένος [τετράγωνος] εὖρος πηχῶν τριάκοντα,
ἄντικρυς ἔχων ναὸν παχέσι στύλοις ἀνατεταμένον: ἦν δὲ ἐν αὐτῷ ἐξέδρα διαπρεπής,
ἐν ᾗ καθεζόμενος ὁ βασιλεὺς ἔκρινεν, ᾗ παρέζευκτο κατεσκευασμένος ἄλλος οἶκος
τῇ βασιλίσσῃ καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν δίαιταν καὶ τὰς ἀναπαύσεις οἰκήματα μετὰ
τὴν τῶν πραγμάτων ἀπόλυσιν, ἐστρωμένα πάντα σανίσι τετμημέναις ἐκ κέδρου.
[135] καὶ τὰ μὲν ᾠκοδομήσατο λίθοις δεκαπήχεσιν, ἑτέρῳ δὲ πριστῷ τοὺς
τοίχους καὶ πολυτελεῖ κατημφίεσεν, ὃν εἰς κόσμον ἱερῶν καὶ βασιλείων οἴκων
θεωρίων γῆ μεταλλεύεται τοῖς φέρουσιν αὐτὸν τόποις ἐπαινουμένη. [136] καὶ
τὸ μὲν ἀπ' αὐτοῦ κάλλος ἐπὶ τριστιχίαν ἦν ἐνυφασμένον, τετάρτη δὲ μοῖρα γλυφέων
παρεῖχε θαυμάζειν ἐπιστήμην, ὑφ' ὧν πεποίητο δένδρα καὶ φυτὰ παντοῖα σύσκια τοῖς
κλάδοις καὶ τοῖς ἐκκρεμαμένοις αὐτῶν πετάλοις, ὡς ὑπονοεῖν αὐτὰ καὶ σαλεύεσθαι
δι' ὑπερβολὴν λεπτότητος καλύπτοντα τὸν ὑπ' αὐτοῖς λίθον. [137] τὸ δὲ ἄλλο
μέχρι τῆς στέγης χριστὸν ἦν καὶ καταπεποικιλμένον χρώμασι καὶ βαφαῖς.
προσκατεσκεύασε δὲ τούτοις ἄλλα τε πρὸς τρυφὴν οἰκήματα καὶ δὴ καὶ στοὰς
μηκίστας καὶ ἐν καλῷ τῶν βασιλείων κειμένας, ἐν αἷς λαμπρότατον οἶκον εἰς
ἑστίασιν καὶ συμπόσια χρυσοῦ περίπλεων: καὶ τἆλλα δὲ ὅσα τοῦτον ἔχειν ἔδει πρὸς
τὴν τῶν ἑστιωμένων ὑπηρεσίαν σκεύη πάντ' ἐκ χρυσοῦ κατεσκεύαστο.
[138] δύσκολον δ' ἐστὶν καταριθμήσασθαι τὸ μέγεθος καὶ τὴν ποικιλίαν τῶν
βασιλείων, ὅσα μὲν ἦν αὐτοῖς τὰ μέγιστα οἰκήματα, πόσα δὲ τὰ τούτων ὑποδεέστερα
καὶ πόσα ὑπόγεια καὶ ἀφανῆ, τά τε τῶν ἀνειμένων εἰς ἀέρα κάλλη καὶ τὰ ἄλση πρὸς
θεωρίαν ἐπιτερπεστάτην καὶ θέρους ὑποφυγὴν καὶ σκέπην εἶναι τοῖς σώμασιν.
[139] ἐν κεφαλαίῳ δ' εἰπεῖν τὴν ὅλην οἰκοδομίαν ἐκ λίθου λευκοῦ καὶ κέδρου
καὶ χρυσοῦ καὶ ἀργύρου πᾶσαν ἐποιήσατο τοὺς ὀρόφους καὶ τοὺς τοίχους τοῖς
ἐγκλειομένοις χρυσῷ λίθοις διανθίσας τὸν αὐτὸν τρόπον, ὡς καὶ τὸν τοῦ θεοῦ ναὸν
τούτοις κατηγλάισεν. [140] εἰργάσατο δὲ καὶ ἐξ ἐλέφαντος θρόνον
παμμεγεθέστατον ἐν κατασκευῇ βήματος ἔχοντα μὲν ἓξ βαθμούς, ἑκάστῳ δὲ τούτων ἐξ
ἑκατέρου μέρους δύο λέοντες ἐφειστήκεσαν τοσούτων ἄνωθεν ἄλλων παρεστώτων. τὸ δ'
ἐνήλατον τοῦ θρόνου χεῖρες ἦσαν δεχόμεναι τὸν βασιλέα, ἀνακέκλιτο δ' εἰς μόσχου
προτομὴν τὰ κατόπιν αὐτοῦ βλέποντος, χρυσῷ δὲ ἅπας ἦν δεδεμένος.
(3)[141] Ταῦτα Σολόμων εἰκοσαετίᾳ κατασκευάσας, ἐπεὶ πολὺν μὲν αὐτῷ χρυσὸν
πλείω δ' ἄργυρον ὁ τῶν Τυρίων βασιλεὺς Εἴρωμος εἰς τὴν οἰκοδομίαν συνήνεγκεν
ἔτι δὲ καὶ ξύλα κέδρου καὶ πίτυος, ἀντεδωρήσατο καὶ αὐτὸς μεγάλαις δωρεαῖς τὸν
Εἴρωμον σῖτόν τε κατ' ἔτος πέμπων αὐτῷ καὶ οἶνον καὶ ἔλαιον, ὧν μάλιστα διὰ τὸ
νῆσον οἰκεῖν, ὡς καὶ προειρήκαμεν ἤδη, χρῄζων διετέλει. [142] πρὸς τούτοις
δὲ καὶ πόλεις αὐτῷ τῆς Γαλιλαίας εἴκοσι μὲν τὸν ἀριθμὸν οὐ πόρρω δὲ τῆς Τύρου
κειμένας ἐχαρίσατο, ἃς ἐπελθὼν καὶ κατανοήσας Εἴρωμος καὶ δυσαρεστήσας τῇ δωρεᾷ
πέμψας πρὸς Σολόμωνα μὴ δεῖσθαι τῶν πόλεων ἔλεγε κἄκτοτε προσηγορεύθησαν Χαβαλὼν
γῆ: μεθερμηνευόμενον δὲ τὸ χάβαλον κατὰ Φοινίκων γλῶτταν οὐκ ἀρέσκον σημαίνει.
[143] καὶ σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις διεπέμψατο πρὸς Σολόμωνα ὁ
τῶν Τυρίων βασιλεὺς παρακαλῶν, ὅπως αὐτῷ σαφηνίσῃ τούτους καὶ τῆς ἀπορίας τῶν
ἐν αὐτοῖς ζητουμένων ἀπαλλάξῃ. τὸν δὲ δεινὸν ὄντα καὶ συνετὸν οὐδὲν τούτων
παρῆλθεν, ἀλλὰ πάντα νικήσας τῷ λογισμῷ καὶ μαθὼν αὐτῶν τὴν διάνοιαν ἐφώτισε.
VI
(1)[144] Μέμνηται τούτων τῶν δύο βασιλέων καὶ Μένανδρος ὁ μεταφράσας ἀπὸ τῆς
Φοινίκων διαλέκτου τὰ Τυρίων ἀρχεῖα εἰς τὴν Ἑλληνικὴν φωνὴν λέγων οὕτως:
“τελευτήσαντος δὲ Ἀβιβάλου διεδέξατο τὴν βασιλείαν παρ' αὐτοῦ υἱὸς Εἴρωμος, ὃς
βιώσας ἔτη πεντηκοντατρία ἐβασίλευσε τριάκοντα καὶ τέσσαρα. [145] οὗτος
ἔχωσε τὸ Εὐρύχωρον τόν τε χρυσοῦν κίονα τὸν ἐν τοῖς τοῦ Διὸς ἀνέθηκεν: ἔτι [τε]
ὕλην ξύλων ἀπελθὼν ἔκοψεν ἀπὸ τοῦ ὄρους τοῦ λεγομένου Λιβάνου εἰς τὰς τῶν ἱερῶν
στέγας: [146] καθελών τε τὰ ἀρχαῖα ἱερὰ καὶ ναὸν ᾠκοδόμησε τοῦ Ἡρακλέους
καὶ τῆς Ἀστάρτης, πρῶτός τε τοῦ Ἡρακλέους ἔγερσιν ἐποιήσατο ἐν τῷ Περιτίῳ μηνί:
τοῖς τε Ἰτυκαίοις ἐπεστρατεύσατο μὴ ἀποδιδοῦσι τοὺς φόρους καὶ ὑποτάξας πάλιν
αὑτῷ ἀνέστρεψεν. ἐπὶ τούτου ἦν Ἀβδήμονος παῖς νεώτερος, ὃς ἀεὶ ἐνίκα τὰ
προβλήματα, [147] ἃ ἐπέτασσε Σολόμων ὁ Ἱεροσολύμων βασιλεύς.” μνημονεύει
δὲ καὶ Δῖος λέγων οὕτως: “Ἀβιβάλου τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Εἴρωμος
ἐβασίλευσεν. οὗτος τὰ πρὸς ἀνατολὰς μέρη τῆς πόλεως προσέχωσε καὶ μεῖζον τὸ
ἄστυ ἐποίησε καὶ τοῦ Ὀλυμπίου Διὸς τὸ ἱερὸν καθ' ἑαυτὸ ὂν ἐγχώσας τὸν μεταξὺ
τόπον συνῆψε τῇ πόλει καὶ χρυσοῖς ἀναθήμασιν ἐκόσμησεν: ἀναβὰς δὲ εἰς τὸν
Λίβανον ὑλοτόμησε πρὸς τὴν τῶν ἱερῶν κατασκευήν. [148] τὸν δὲ τυραννοῦντα
Ἱεροσολύμων Σολόμωνα πέμψαι φησὶ πρὸς Εἴρωμον αἰνίγματα καὶ παρ' αὐτοῦ λαβεῖν
ἀξιοῦντα, τὸν δὲ μὴ δυνηθέντα διακρῖναι τῷ λύσαντι χρήματα ἀποτίνειν.
[149] ὁμολογήσαντα δὲ τὸν Εἴρωμον καὶ μὴ δυνηθέντα λῦσαι τὰ αἰνίγματα
πολλὰ τῶν χρημάτων εἰς τὸ ἐπιζήμιον ἀναλῶσαι: εἶτα δὲ Ἀβδήμονά τινα Τύριον
ἄνδρα τὰ προτεθέντα λῦσαι καὶ αὐτὸν ἄλλα προβαλεῖν, ἃ μὴ λύσαντα τὸν Σολόμωνα
πολλὰ τῷ Εἰρώμῳ προσαποτῖσαι χρήματα.” καὶ Δῖος μὲν οὕτως εἴρηκεν.
(2)[150] Ἐπεὶ δ' ἑώρα τὰ τῶν Ἱεροσολύμων τείχη ὁ βασιλεὺς πύργων πρὸς
ἀσφάλειαν δεόμενα καὶ τῆς ἄλλης ὀχυρότητος, πρὸς γὰρ τἀξίωμα τῆς πόλεως ἡγεῖτο
δεῖν καὶ τοὺς περιβόλους εἶναι, ταῦτά τε προσεπεσκεύαζε καὶ πύργοις αὐτὰ
μεγάλοις προσεξῇρεν. [151] ᾠκοδόμησε δὲ καὶ πόλεις ταῖς βαρυτάταις
ἐναρίθμους Ἄσωρόν τε καὶ Μαγέδω, τὴν τρίτην δὲ Γάζαρα, ἣν τῆς Παλαιστίνων χώρας
ὑπάρχουσαν Φαραώνης ὁ τῶν Αἰγυπτίων βασιλεὺς στρατευσάμενος καὶ πολιορκήσας
αἱρεῖ κατὰ κράτος: ἀποκτείνας δὲ πάντας τοὺς ἐνοικοῦντας αὐτὴν κατέσκαψεν, εἶτα
δωρεὰν ἔδωκεν τῇ θυγατρὶ Σολόμωνι γεγαμημένῃ. [152] διὸ καὶ ἀνήγειρεν
αὐτὴν ὁ βασιλεὺς οὖσαν ὀχυρὰν φύσει καὶ πρὸς πολέμους καὶ τὰς τῶν καιρῶν
μεταβολὰς χρησίμην εἶναι δυναμένην. οὐ πόρρω δ' αὐτῆς ἄλλας ᾠκοδόμησε δύο
πόλεις: Βητχώρα τῇ ἑτέρᾳ ὄνομα ἦν, ἡ δ' ἑτέρα Βελὲθ ἐκαλεῖτο.
[153] προσκατεσκεύασε δὲ ταύταις καὶ ἄλλας εἰς ἀπόλαυσιν καὶ τρυφὴν
ἐπιτηδείως ἐχούσας τῇ τε τῶν ἀέρων εὐκρασίᾳ καὶ τοῖς ὡραίοις εὐφυεῖς καὶ
νάμασιν ὑδάτων ἐνδρόσους. ἐμβαλὼν δὲ καὶ εἰς τὴν ἔρημον τῆς ἐπάνω Συρίας καὶ
κατασχὼν αὐτὴν ἔκτισεν ἐκεῖ πόλιν μεγίστην δύο μὲν ἡμερῶν [ὁδὸν] ἀπὸ τῆς ἄνω
Συρίας διεστῶσαν, ἀπὸ δ' Εὐφράτου μιᾶς, ἀπὸ δὲ τῆς μεγάλης Βαβυλῶνος ἓξ ἡμερῶν
ἦν τὸ μῆκος. [154] αἴτιον δὲ τοῦ τὴν πόλιν οὕτως ἀπὸ τῶν οἰκουμένων μερῶν
τῆς Συρίας ἀπῳκίσθαι τὸ κατωτέρω μὲν μηδαμοῦ τῆς γῆς ὕδωρ εἶναι, πηγὰς δ' ἐν
ἐκείνῳ τῷ τόπῳ μόνον εὑρεθῆναι καὶ φρέατα. ταύτην οὖν τὴν πόλιν οἰκοδομήσας καὶ
τείχεσιν ὀχυρωτάτοις περιβαλὼν Θαδάμοραν ὠνόμασε καὶ τοῦτ' ἔτι νῦν καλεῖται
παρὰ τοῖς Σύροις, οἱ δ' Ἕλληνες αὐτὴν προσαγορεύουσι Πάλμυραν.
(3)[155] Σολόμων μὲν οὖν ὁ βασιλεὺς ταῦτα κατ' ἐκεῖνον τὸν καιρὸν πράττων
διετέλει. πρὸς δὲ τοὺς ἐπιζητήσαντας, ὅτι πάντες οἱ Αἰγυπτίων βασιλεῖς ἀπὸ
Μιναίου τοῦ Μέμφιν οἰκοδομήσαντος, ὃς ἔτεσι πολλοῖς ἔμπροσθεν ἐγένετο τοῦ
πάππου ἡμῶν Ἁβράμου, μέχρι Σολόμωνος πλειόνων ἐτῶν τριακοσίων καὶ χιλίων μεταξὺ
διεληλυθότων Φαραῶθαι ἐκλήθησαν ἀπὸ τοῦ μετ' αὐτοὺς ἐν τοῖς μεταξὺ χρόνοις
ἄρξαντος βασιλέως Φαραώθου τὴν προσηγορίαν λαβόντες, ἀναγκαῖον ἡγησάμην εἰπεῖν,
ἵνα τὴν ἄγνοιαν αὐτῶν ἀφέλω καὶ ποιήσω τοῦ ὀνόματος φανερὰν τὴν αἰτίαν, ὅτι
Φαραὼ κατ' Αἰγυπτίους βασιλέα σημαίνει. [156] οἶμαι δ' αὐτοὺς ἐκπαίδων
ἄλλοις χρωμένους ὀνόμασιν ἐπειδὰν βασιλεῖς γένωνται τὸ σημαῖνον αὐτῶν τὴν
ἐξουσίαν κατὰ τὴν πάτριον γλῶτταν μετονομάζεσθαι: καὶ γὰρ οἱ τῆς Ἀλεξανδρείας
βασιλεῖς ἄλλοις ὀνόμασι καλούμενοι πρότερον ὅτε τὴν βασιλείαν ἔλαβον Πτολεμαῖοι
προσηγορεύθησαν ἀπὸ τοῦ πρώτου βασιλέως. [157] καὶ οἱ Ῥωμαίων δὲ
αὐτοκράτορες ἐκ γενετῆς ἀπ' ἄλλων χρηματίσαντες ὀνομάτων Καίσαρες καλοῦνται τῆς
ἡγεμονίας καὶ τῆς τιμῆς τὴν προσηγορίαν αὐτοῖς θεμένης ἀλλ' οὐχ οἷς ὑπὸ τῶν
πατέρων ἐκλήθησαν τούτοις ἐπιμένοντες. νομίζω δὲ καὶ Ἡρόδοτον τὸν Ἁλικαρνασέα
διὰ τοῦτο μετὰ Μιναίαν τὸν οἰκοδομήσαντα Μέμφιν τριάκοντα καὶ τριακοσίους
βασιλεῖς Αἰγυπτίων γενέσθαι λέγοντα μὴ δηλῶσαι αὐτῶν τὰ ὀνόματα, ὅτι κοινῶς
Φαραῶθ' ἐκαλοῦντο: [158] καὶ γὰρ μετὰ τὴν τούτων τελευτὴν γυναικὸς
βασιλευσάσης λέγει τοὔνομα Νικαύλην καλῶν δηλῶν, ὡς τῶν μὲν ἀρρένων βασιλέων
τὴν αὐτὴν προσηγορίαν ἔχειν δυναμένων, τῆς δὲ γυναικὸς οὐκέτι κοινωνεῖν
ἐκείνης, καὶ διὰ τοῦτ' εἶπεν αὐτῆς τὸ φύσει δεῆσαν ὄνομα. [159] ἐγὼ δὲ καὶ
ἐν τοῖς ἐπιχωρίοις ἡμῶν βιβλίοις εὗρον, ὅτι μετὰ Φαραώθην τὸν Σολόμωνος
πενθερὸν οὐκέτ' οὐδεὶς τοῦτο τὸ ὄνομα βασιλεὺς Αἰγυπτίων ἐκλήθη, καὶ ὅτι
ὕστερον ἧκε πρὸς Σολόμωνα ἡ προειρημένη γυνὴ βασιλεύουσα τῆς Αἰγύπτου καὶ τῆς
Αἰθιοπίας. περὶ μὲν οὖν ταύτης μετ' οὐ πολὺ δηλώσομεν: νῦν δὲ τούτων
ἐπεμνήσθην, ἵνα παραστήσω τὰ ἡμέτερα βιβλία καὶ τὰ παρ' Αἰγυπτίοις περὶ πολλῶν
ὁμολογοῦντα.
(4)[160] Ὁ δὲ βασιλεὺς Σολόμων τοὺς ἔτι τῶν Χαναναίων οὐχ ὑπακούοντας, οἳ ἐν
τῷ Λιβάνῳ διέτριβον ὄρει καὶ μέχρι πόλεως Ἀμάθης, ὑποχειρίους ποιησάμενος φόρον
αὐτοῖς προσέταξε καὶ πρὸς τὸ θητεύειν αὐτῷ καὶ τὰς οἰκετικὰς χρείας ἐκτελεῖν
καὶ πρὸς γεωργίαν κατ' ἔτος ἐξ αὐτῶν ἐπελέγετο. [161] τῶν γὰρ Ἑβραίων
οὐδεὶς ἐδούλευεν οὐδ' ἦν εὔλογον ἔθνη πολλὰ τοῦ θεοῦ δεδωκότος αὐτοῖς
ὑποχείρια, δέον ἐκ τούτων ποιεῖσθαι τὸ θητικόν, αὐτοὺς κατάγειν εἰς τοῦτο τὸ
σχῆμα, ἀλλὰ πάντες ἐν ὅπλοις ἐφ' ἁρμάτων καὶ ἵππων στρατευόμενοι μᾶλλον ἢ
δουλεύοντες διῆγον. [162] τῶν δὲ Χαναναίων, οὓς εἰς τὴν οἰκετείαν ἀπήγαγεν.
ἄρχοντας ἀπέδειξε πεντακοσίους καὶ πεντήκοντα τὸν ἀριθμόν, οἳ τὴν ὅλην αὐτῶν
ἐπιτροπὴν εἰλήφεσαν παρὰ τοῦ βασιλέως, ὥστε διδάσκειν αὐτοὺς τὰ ἔργα καὶ τὰς
πραγματείας, ἐφ' ἃς ἂν αὐτῶν ἔχρῃζεν.
(5)[163] Ἐναυπηγήσατο δὲ ὁ βασιλεὺς ἐν τῷ Αἰγυπτιακῷ κόλπῳ σκάφη πολλὰ τῆς
Ἐρυθρᾶς θαλάσσης ἔν τινι τόπῳ λεγομένῳ Γασίων Γάβελος οὐ πόρρω Ἰλάνεως πόλεως,
ἣ νῦν Βερενίκη καλεῖται: αὕτη γὰρ ἡ χώρα τὸ πρὶν Ἰουδαίων ἦν. ἔτυχε δὲ καὶ τῆς
ἁρμοζούσης εἰς τὰς ναῦς δωρεᾶς παρ' Εἰρώμου τοῦ Τυρίων βασιλέως:
[164] ἄνδρας γὰρ αὐτῷ κυβερνήτας καὶ τῶν θαλασσίων ἐπιστήμονας ἔπεμψεν
ἱκανούς, οἷς ἐκέλευσε πλεύσαντας μετὰ τῶν ἰδίων οἰκονόμων εἰς τὴν πάλαι μὲν
Σώφειραν νῦν δὲ χρυσῆν γῆν καλουμένην, τῆς Ἰνδικῆς ἐστιν αὕτη, χρυσὸν αὐτῷ
κομίσαι. καὶ συναθροίσαντες ὡς τετρακόσια τάλαντα πάλιν ἀνεχώρησαν πρὸς τὸν
βασιλέα.
(6)[165] Τὴν δὲ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας τότε βασιλεύουσαν γυναῖκα
σοφίᾳ διαπεπονημένην καὶ τἆλλα θαυμαστὴν ἀκούουσαν τὴν Σολόμωνος ἀρετὴν καὶ
φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ ἐκ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς
αὐτὸν ἤγαγε: [166] πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλ' οὐχ ὑπὸ τῆς ἀκοῆς, ἣν
εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν, ὅλη γὰρ ἐπὶ
τοῖς ἀπαγγέλλουσι κεῖται, θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς
σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς
διανοίας δεηθεῖσα ἧκεν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς:
[167] ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ
λίθων πολυτελῶν. ὡς δ' ἀφικομένην αὐτὴν ἡδέως ὁ βασιλεὺς προσεδέξατο. τά τε
ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει
καταλαμβανόμενος θᾶττον ἢ προσεδόκα τις ἐπελύετο. [168] ἡ δ' ἐξεπλήσσετο
μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης
τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δ' ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους
καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων: [169] καὶ
γὰρ ἐν ταύτῃ πολλὴν τοῦ βασιλέως καθεώρα φρόνησιν. ὑπερεξέπληττε δ' αὐτὴν ὅ τε
οἶκος ὁ δρυμὼν ἐπικαλούμενος Λιβάνου καὶ ἡ τῶν καθ' ἡμέραν δείπνων πολυτέλεια
καὶ τὰ τῆς παρασκευῆς αὐτοῦ καὶ διακονίας ἥ τε τῶν ὑπηρετούντων ἐσθὴς καὶ τὸ
μετ' ἐπιστήμης αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπές, οὐχ ἥκιστα δὲ καὶ αἱ καθ'
ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν περὶ αὐτὰς
ἐπιμελές. [170] ταῦθ' ὁρῶσα καθ' ἡμέραν ὑπερεθαύμαζε, καὶ κατασχεῖν οὐ
δυνηθεῖσα τὴν ἔκπληξιν τῶν βλεπομένων φανερὰν ἐποίησεν αὑτὴν θαυμαστικῶς
διακειμένην: πρὸς γὰρ τὸν βασιλέα προήχθη λόγους εἰπεῖν, ὑφ' ὧν ἠλέγχθη σφόδρα
τὴν διάνοιαν ἐπὶ τοῖς προειρημένοις ἡττημένη: [171] “πάντα μὲν γάρ, εἶπεν,
ὦ βασιλεῦ, τὰ δι' ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετ' ἀπιστίας παραγίνεται, τῶν δὲ
σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν αὑτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ
ὧν ἡ βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα ἡ φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλ' οὖσα
ἀληθὴς πολὺ [172] καταδεεστέραν τὴν εὐδαιμονίαν ἀπέφηνεν ἧς ὁρῶ νῦν
παροῦσα τὰς μὲν γὰρ ἀκοὰς πείθειν ἐπεχείρει μόνον, τὸ δὲ ἀξίωμα τῶν πραγμάτων
οὐχ οὕτως ἐποίει γνώριμον, ὡς ἡ ὄψις αὐτὸ καὶ τὸ παρ' αὐτοῖς εἶναι συνίστησιν.
ἐγὼ γοῦν οὐδὲ τοῖς ἀπαγγελλομένοις διὰ πλῆθος καὶ μέγεθος ὧν ἐπυνθανόμην
πιστεύουσα πολλῷ πλείω τούτων ἱστόρηκα. [173] καὶ μακάριόν τε τὸν Ἑβραίων
λαὸν εἶναι κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθ' ἡμέραν τῆς σῆς
ἀπολαύουσιν ὄψεως καὶ τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις
τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως, ὥστε
σὲ ποιῆσαι βασιλέα.”
VII
(1)[174] Παραστήσασα δὲ καὶ διὰ τῶν λόγων, πῶς αὐτὴν διέθηκεν ὁ βασιλεύς,
ἔτι καὶ ταῖς δωρεαῖς τὴν διάνοιαν αὐτῆς ἐποίησε φανεράν: εἴκοσι μὲν γὰρ αὐτῷ
τάλαντα ἔδωκε χρυσίου ἀρωμάτων τε πλῆθος ἀσυλλόγιστον καὶ λίθον πολυτελῆ:
λέγουσι δ' ὅτι καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἣν ἔτι νῦν ἡμῶν ἡ χώρα φέρει,
δούσης ταύτης τῆς γυναικὸς ἔχομεν. [175] ἀντεδωρήσατο δ' αὐτὴν καὶ Σολόμων
πολλοῖς ἀγαθοῖς καὶ μάλισθ' ὧν κατ' ἐπιθυμίαν ἐξελέξατο: οὐδὲν γὰρ ἦν, ὅ τι
δεηθείσῃ λαβεῖν οὐ παρέσχεν, ἀλλ' ἑτοιμότερον ὧν αὐτὸς κατὰ τὴν οἰκείαν
ἐχαρίζετο προαίρεσιν ἅπερ ἐκείνη τυχεῖν ἠξίου προιέμενος τὴν μεγαλοφροσύνην
ἐπεδείκνυτο. καὶ ἡ μὲν τῶν Αἰγυπτίων καὶ τῆς Αἰθιοπίας βασίλισσα ὧν
προειρήκαμεν τυχοῦσα καὶ μεταδοῦσα πάλιν τῷ βασιλεῖ τῶν παρ' αὐτῆς εἰς τὴν
οἰκείαν ὑπέστρεψε.
(2)[176] Κατὰ δὲ τὸν αὐτὸν καιρὸν κομισθέντων ἀπὸ τῆς χρυσῆς καλουμένης γῆς
λίθου πολυτελοῦς τῷ βασιλεῖ καὶ ξύλων πευκίνων, τοῖς ξύλοις εἰς ὑποστήριγμα τοῦ
τε ναοῦ καὶ τῶν βασιλείων κατεχρήσατο καὶ πρὸς τὴν τῶν μουσικῶν ὀργάνων
κατασκευὴν κινύρας τε καὶ νάβλας, ὅπως ὑμνῶσιν οἱ Ληουῖται τὸν θεόν: πάντων δὲ
τῶν ποτε κομισθέντων αὐτῷ τὰ κατ' ἐκείνην τὴν ἡμέραν ἐνεχθέντα καὶ μεγέθει καὶ
κάλλει διέφερεν. [177] ὑπολάβῃ δὲ μηδείς, ὅτι τὰ τῆς πεύκης ξύλα τοῖς νῦν
εἶναι λεγομένοις καὶ ταύτην ὑπὸ τῶν πιπρασκόντων τὴν προσηγορίαν ἐπὶ καταπλήξει
τῶν ὠνουμένων λαμβάνουσίν ἐστι παραπλήσια. ἐκεῖνα γὰρ τὴν μὲν ἰδέαν ἐμφερῆ τοῖς
συκίνοις γίνεται, λευκότερα δέ ἐστι καὶ στίλβει πλέον. [178] τοῦτο μὲν
πρὸς τὸ μηδένα τὴν διαφορὰν ἀγνοῆσαι μηδὲ τὴν φύσιν τῆς ἀληθοῦς πεύκης, ἐπεὶ
διὰ τὴν τοῦ βασιλέως χρείαν ἐμνήσθημεν αὐτῆς, εὔκαιρον εἶναι καὶ φιλάνθρωπον
δηλῶσαι νομίσαντες εἰρήκαμεν.
(3)[179] Ὁ δὲ τοῦ χρυσοῦ σταθμὸς τοῦ κομισθέντος αὐτῷ τάλαντα ἑξακόσια καὶ
ἑξήκοντα καὶ ἕξ, μὴ συγκαταριθμουμένου καὶ τοῦ ὑπὸ τῶν ἐμπόρων ὠνηθέντος μηδ'
ὧν οἱ τῆς Ἀραβίας τοπάρχαι καὶ βασιλεῖς ἔπεμπον αὐτῷ δωρεῶν. ἐχώνευσε δὲ τὸν
χρυσὸν εἰς διακοσίων κατασκευὴν θυρεῶν ἀνὰ σίκλους ἀγόντων ἑξακοσίους.
[180] ἐποίησε δὲ καὶ ἀσπίδας τριακοσίας ἀγούσης ἑκάστης χρυσίου μνᾶς
τρεῖς: ἀνέθηκε δὲ ταύτας φέρων εἰς τὸν οἶκον τὸν δρυμῶνα Λιβάνου καλούμενον. οὐ
μὴν ἀλλὰ καὶ τὰ ἐκπώματα διὰ χρυσοῦ καὶ λίθου τὰ πρὸς τὴν ἑστίασιν ὡς ἔνι
μάλιστα φιλοτεχνῶν κατεσκεύασε καὶ τὴν ἄλλην τῶν σκευῶν δαψίλειαν χρυσέαν
ἅπασαν ἐμηχανήσατο: [181] οὐδὲν γὰρ ἦν ὅ τις ἀργύρῳ ἐπίπρασκεν ἢ πάλιν
ἐωνεῖτο, ἀλλὰ πολλαὶ γὰρ ἦσαν ναῦς, ἃς ὁ βασιλεὺς ἐν τῇ Ταρσικῇ λεγομένῃ
θαλάττῃ καταστήσας παραγαγεῖν εἰς τὰ ἐνδοτέρω τῶν ἐθνῶν παντοίαν ἐμπορίαν
προσέταξεν, ὧν ἐξεμπολουμένων ἄργυρός τε καὶ χρυσὸς ἐκομίζετο τῷ βασιλεῖ καὶ
πολὺς ἐλέφας Αἰθίοπές τε καὶ πίθηκοι. τὸν δὲ πλοῦν ἀπιοῦσαί τε καὶ
ἐπανερχόμεναι τρισὶν ἔτεσιν ἤνυον.
(4)[182] Φήμη δὲ λαμπρὰ πᾶσαν ἐν κύκλῳ τὴν χώραν περιήρχετο διαβοῶσα τὴν
Σολόμωνος ἀρετὴν καὶ σοφίαν, ὡς τούς τε πανταχοῦ βασιλεῖς ἐπιθυμεῖν εἰς ὄψιν
αὐτῷ παραγενέσθαι τοῖς λεγομένοις δι' ὑπερβολὴν ἀπιστοῦντας, καὶ δωρεαῖς
μεγάλαις προσεμφανίζειν τὴν περὶ αὐτὸν σπουδήν: [183] ἔπεμπον γὰρ αὐτῷ
σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἁλουργεῖς ἐσθῆτας καὶ ἀρωμάτων γένη πολλὰ καὶ ἵππους
καὶ ἅρματα καὶ τῶν ἀχθοφόρων ἡμιόνων ὅσους καὶ ῥώμῃ καὶ κάλλει τὴν τοῦ βασιλέως
ὄψιν εὖ διαθήσειν ἐπελέγοντο, ὥστε τοῖς οὖσιν αὐτῷ πρότερον ἅρμασι καὶ ἵπποις
ἐκ τῶν πεμπομένων προσθέντα ποιῆσαι τὸν μὲν τῶν ἁρμάτων ἀριθμὸν τετρακοσίοις
περισσότερον, ἦν γὰρ αὐτῷ πρότερον χίλια, τὸν δὲ τῶν ἵππων δισχιλίοις, ὑπῆρχον
γὰρ αὐτῷ δισμύριοι ἵπποι. [184] ἤσκηντο δ' οὗτοι πρὸς εὐμορφίαν καὶ τάχος,
ὡς μήτ' εὐπρεπεστέρους ἄλλους εἶναι συμβαλεῖν αὐτοῖς μήτε ὠκυτέρους, ἀλλὰ
καλλίστους τε πάντων ὁρᾶσθαι καὶ ἀπαραμίλλητον αὐτῶν εἶναι τὴν ὀξύτητα.
[185] ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον
ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες,
μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας.
ψῆγμα δὲ χρυσοῦ καθ' ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς
κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης. [186] τούτων
περὶ αὐτὸν ὄντων ὁ βασιλεὺς καθωπλισμένων καὶ τόξα ἐξηρτημένων ἐφ' ἅρματος
αὐτὸς ὀχούμενος καὶ λευκὴν ἠμφιεσμένος ἐσθῆτα πρὸς αἰώραν ἔθος εἶχεν ἐξορμᾶν.
ἦν δέ τι χωρίον ἀπὸ δύο σχοίνων Ἱεροσολύμων, ὃ καλεῖται μὲν Ἠτάν, παραδείσοις
δὲ καὶ ναμάτων ἐπιρροαῖς ἐπιτερπὲς ὁμοῦ καὶ πλούσιον: εἰς τοῦτο τὰς ἐξόδους
αἰωρούμενος ἐποιεῖτο.
(5)[187] Θείᾳ τε περὶ πάντα χρώμενος ἐπινοίᾳ τε καὶ σπουδῇ καὶ λίαν ὢν
φιλόκαλος οὐδὲ τῶν ὁδῶν ἠμέλησεν, ἀλλὰ καὶ τούτων τὰς ἀγούσας εἰς Ἱεροσόλυμα
βασίλειον οὖσαν λίθῳ κατέστρωσε μέλανι, πρός τε τὸ ῥᾳστώνην εἶναι τοῖς
βαδίζουσι, καὶ πρὸς τὸ δηλοῦν τὸ ἀξίωμα τοῦ πλούτου καὶ τῆς ἡγεμονίας.
[188] διαμερίσας δὲ τὰ ἅρματα καὶ διατάξας, ὥστε ἐν ἑκάστῃ πόλει τούτων
ἀριθμὸν ὡρισμένον ὑπάρχειν, αὐτὸς μὲν περὶ αὑτὸν ἐτήρησεν ὀλίγα, τὰς δὲ πόλεις
ταύτας ἁρμάτων προσηγόρευσε. τοῦ δ' ἀργυρίου τοσοῦτον ἐποιήσατο πλῆθος ἐν
Ἱεροσολύμοις ὁ βασιλεύς, ὅσον ἦν καὶ τῶν λίθων, καὶ τῶν κεδρίνων ξύλων οὐ
πρότερον ὄντων, ὥσπερ καὶ τῶν δένδρων τῶν συκαμινίνων, ὧν πληθύει τὰ τῆς
Ἰουδαίας πεδία. [189] προσέταξε δὲ καὶ τοῖς ἐμπόροις Αἰγύπτου κομίζουσιν
αὐτῷ πιπράσκειν τὸ μὲν ἅρμα σὺν ἵπποις δυσὶν ἑξακοσίων δραχμῶν ἀργυρίου, αὐτὸς
δὲ τοῖς τῆς Συρίας βασιλεῦσι καὶ τοῖς πέραν Εὐφράτου διέπεμπεν αὐτούς.
(6)[190] Γενόμενος δὲ πάντων βασιλέων ἐνδοξότατος καὶ θεοφιλέστατος καὶ
φρονήσει καὶ πλούτῳ διενεγκὼν τῶν πρὸ αὐτοῦ τὴν Ἑβραίων ἀρχὴν ἐσχηκότων οὐκ
ἐπέμεινε τούτοις ἄχρι τελευτῆς, ἀλλὰ καταλιπὼν τὴν τῶν πατρίων ἐθισμῶν φυλακὴν
οὐκ εἰς ὅμοιον οἷς προειρήκαμεν αὐτοῦ τέλος κατέστρεψεν, [191] εἰς δὲ
γυναῖκας ἐκμανεὶς καὶ τὴν τῶν ἀφροδισίων ἀκρασίαν οὐ ταῖς ἐπιχωρίαις μόνον
ἠρέσκετο, πολλὰς δὲ καὶ ἐκ τῶν ἀλλοτρίων ἐθνῶν γήμας Σιδωνίας καὶ Τυρίας καὶ
Ἀμμανίτιδας καὶ Ἰδουμαίας παρέβη μὲν τοὺς Μωσήους νόμους, ὃς ἀπηγόρευσε
συνοικεῖν ταῖς οὐχ ὁμοφύλοις, [192] τοὺς δ' ἐκείνων ἤρξατο θρησκεύειν θεοὺς
ταῖς γυναιξὶ καὶ τῷ πρὸς αὐτὰς ἔρωτι χαριζόμενος, τοῦτ' αὐτὸ ὑπιδομένου τοῦ
νομοθέτου προειπόντος μὴ γαμεῖν τὰς ἀλλοτριοχώρους, ἵνα μὴ τοῖς ξένοις
ἐπιπλακέντες ἔθεσι τῶν πατρίων ἀποστῶσι, μηδὲ τοὺς ἐκείνων σέβωνται θεοὺς
παρέντες τιμᾶν τὸν ἴδιον. [193] ἀλλὰ τούτων μὲν κατημέλησεν ὑπενεχθεὶς εἰς
ἡδονὴν ἀλόγιστον Σολόμων, ἀγαγόμενος δὲ γυναῖκας ἀρχόντων καὶ διασήμων
θυγατέρας ἑπτακοσίας τὸν ἀριθμὸν καὶ παλλακὰς τριακοσίας, πρὸς δὲ ταύταις καὶ
τὴν τοῦ βασιλέως τῶν Αἰγυπτίων θυγατέρα, εὐθὺς μὲν ἐκρατεῖτο πρὸς αὐτῶν, ὥστε
μιμεῖσθαι τὰ παρ' ἐκείναις, καὶ τῆς εὐνοίας καὶ φιλοστοργίας ἠναγκάζετο
παρέχειν αὐταῖς δεῖγμα τὸ βιοῦν ὡς αὐταῖς πάτριον ἦν: [194] προβαινούσης
δὲ τῆς ἡλικίας καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν
μνήμην τῶν ἐπιχωρίων ἐπιτηδευμάτων ἔτι μᾶλλον τοῦ μὲν ἰδίου θεοῦ κατωλιγώρησε,
τοὺς δὲ τῶν γάμων τῶν ἐπεισάκτων τιμῶν διετέλει. [195] καὶ πρὸ τούτων δὲ
ἁμαρτεῖν αὐτὸν ἔτυχε καὶ σφαλῆναι περὶ τὴν φυλακὴν τῶν νομίμων, ὅτε τὰ τῶν
χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασε τῶν ὑπὸ τῇ θαλάττῃ τῷ ἀναθήματι καὶ τῶν
λεόντων τῶν περὶ τὸν θρόνον τὸν ἴδιον: οὐδὲ γὰρ ταῦτα ποιεῖν ὅσιον εἰργάσατο.
[196] κάλλιστον δ' ἔχων καὶ οἰκεῖον παράδειγμα τῆς ἀρετῆς τὸν πατέρα καὶ
τὴν ἐκείνου δόξαν, ἣν αὐτῷ συνέβη καταλιπεῖν διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, οὐ
μιμησάμενος αὐτὸν καὶ ταῦτα δὶς αὐτῷ τοῦ θεοῦ κατὰ τοὺς ὕπνους φανέντος καὶ τὸν
πατέρα μιμεῖσθαι παραινέσαντος ἀκλεῶς ἀπέθανεν. [197] ἧκεν οὖν εὐθὺς ὁ
προφήτης ὑπὸ θεοῦ πεμφθεὶς οὔτε λανθάνειν αὐτὸν ἐπὶ τοῖς παρανομήμασι λέγων
οὔτ' ἐπὶ πολὺ χαιρήσειν τοῖς πραττομένοις ἀπειλῶν, ἀλλὰ ζῶντος μὲν οὐκ
ἀφαιρεθήσεσθαι τὴν βασιλείαν ἐπεὶ τῷ πατρὶ Δαυίδῃ τὸ θεῖον ὑπέσχετο διάδοχον
αὐτὸν ποιήσειν ἐκείνου, [198] τελευτήσαντος δὲ τὸν υἱὸν αὐτοῦ ταῦτα
διαθήσειν οὐχ ἅπαντα μὲν τὸν λαὸν ἀποστήσας αὐτοῦ, δέκα δὲ φυλὰς παραδοὺς αὐτοῦ
τῷ δούλῳ, δύο δὲ μόνας καταλιπὼν τῷ υἱωνῷ τῷ Δαυίδου δι' αὐτὸν ἐκεῖνον, ὅτι τὸν
θεὸν ἠγάπησε, καὶ διὰ τὴν πόλιν Ἱεροσόλυμα, ἐν ᾗ ναὸν ἔχειν ἠβουλήθη.
(7)[199] Ταῦτ' ἀκούσας Σολόμων ἤλγησε καὶ σφοδρῶς συνεχύθη πάντων αὐτῷ
σχεδὸν τῶν ἀγαθῶν ἐφ' οἷς ζηλωτὸς ἦν εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς
δὲ διῆλθε χρόνος ἀφ' οὗ κατήγγειλεν ὁ προφήτης αὐτῷ τὰ συμβησόμενα καὶ πολέμιον
εὐθὺς ἐπ' αὐτὸν ἤγειρεν ὁ θεὸς Ἄδερον μὲν ὄνομα τὴν δ' αἰτίαν τῆς ἔχθρας
λαβόντα τοιαύτην: [200] παῖς οὗτος ἦν Ἰδουμαῖος γένος ἐκ βασιλικῶν
σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαυίδου στρατηγοῦ καὶ
πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἕξ, φυγὼν
ἧκε πρὸς Φαραῶνα τὸν Αἰγυπτίων βασιλέα. [201] ὁ δὲ φιλοφρόνως αὐτὸν
δεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφὴν καὶ γενόμενον ἐν ἡλικίᾳ
λίαν ἠγάπα, ὡς καὶ τῆς αὑτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν ὄνομα
Θαφίνην, ἐξ ἧς αὐτῷ υἱὸς γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνετράφη.
[202] ἀκούσας οὖν τὸν Δαυίδου θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου προσελθὼν
ἐδεῖτο τοῦ Φαραῶνος ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως
ἀνακρίναντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθὼν ἐσπούδακε καταλιπεῖν αὐτόν, ἐνοχλῶν
πολλάκις καὶ παρακαλῶν τότε μὲν οὐκ ἀφείθη: [203] κατ' ἐκεῖνον δὲ τὸν καιρόν,
καθ' ὃν ἤδη Σολόμωνι τὰ πράγματα κακῶς ἔχειν ἤρχετο διὰ τὰς προειρημένας
παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπ' αὐτοῖς τοῦ θεοῦ, συγχωρήσαντος τοῦ Φαραῶνος ὁ
Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν: καὶ μὴ δυνηθεὶς αὐτὴν ἀποστῆσαι τοῦ Σολόμωνος,
κατείχετο γὰρ φρουραῖς πολλαῖς καὶ οὐκ ἦν ἐλεύθερος δι' αὐτὰς οὐδ' ἐπ' ἀδείας ὁ
νεωτερισμός, ἄρας ἐκεῖθεν εἰς τὴν Συρίαν ἀφίκετο. [204] συμβαλὼν δὲ ἐκεῖ
τινι Ῥάζῳ μὲν τοὔνομα τὸν δὲ τῆς Σωφηνῆς ἀποδεδρακότι βασιλέα Ἀδραάζαρον
δεσπότην ὄντα καὶ λῃστεύοντι τὴν χώραν εἰς φιλίαν αὐτῷ συνάψας ἔχοντι περὶ
αὑτὸν στῖφος λῃστρικὸν ἀναβαίνει, καὶ κατασχὼν τὴν ἐκεῖ Συρίαν βασιλεὺς αὐτῆς
ἀποδείκνυται καὶ κατατρέχων τὴν τῶν Ἰσραηλιτῶν γῆν ἐποίει κακῶς καὶ διήρπαζε
Σολόμωνος ζῶντος ἔτι. καὶ ταῦτα μὲν ἐκ τοῦ Ἀδέρου συνέβαινε πάσχειν τοῖς Ἑβραίοις.
(8)[205] Ἐπιτίθεται δὲ Σολόμωνι καὶ τῶν ὁμοφύλων τις Ἱεροβόαμος υἱὸς
Ναβαταίου κατὰ προφητείαν πάλαι γενομένην αὐτῷ τοῖς πράγμασιν ἐπελπίσας: παῖδα
γὰρ αὐτὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα καὶ ὑπὸ τῇ μητρὶ παιδευόμενον ὡς εἶδε
γενναῖον καὶ τολμηρὸν Σολόμων ὄντα τὸ φρόνημα τῆς τῶν τειχῶν οἰκοδομίας
ἐπιμελητὴν κατέστησεν, ὅτε τοῖς Ἱεροσολύμοις τὸν κύκλον περιέβαλεν.
[206] οὕτως δὲ τῶν ἔργων προενόησεν, ὥστε ὁ βασιλεὺς αὐτὸν ἀπεδέξατο καὶ
γέρας αὐτῷ στρατηγίαν ἐπὶ τῆς Ἰωσήπου φυλῆς ἔδωκεν. ἀπερχομένῳ δὲ τῷ Ἱεροβοάμῳ
κατ' ἐκεῖνον τὸν καιρὸν ἐκ τῶν Ἱεροσολύμων συνεβόλησε προφήτης ἐκ πόλεως μὲν
Σιλὼ Ἀχίας δὲ ὄνομα. καὶ προσαγορεύσας αὐτὸν ἀπήγαγεν ἐκ τῆς ὁδοῦ μικρὸν
ἀπονεύσας εἴς τι χωρίον, εἰς ὃ παρῆν μηδὲ εἷς ἄλλος. [207] σχίσας δὲ εἰς
δώδεκα φάρση τὸ ἱμάτιον, ὅπερ ἦν αὐτὸς περιβεβλημένος, ἐκέλευσε τὸν Ἱεροβόαμον
λαβεῖν τὰ δέκα προσειπών, ὅτι ταῦτα ὁ θεὸς βούλεται καὶ σχίσας τὴν Σολόμωνος
ἀρχὴν τῷ παιδὶ μὲν τῷ τούτου διὰ τὴν πρὸς Δαυίδην γεγενημένην ὁμολογίαν αὐτῷ
μίαν φυλὴν καὶ τὴν ἑξῆς αὐτῇ δίδωσι, σοὶ δὲ τὰς δέκα Σολόμωνος εἰς αὐτὸν
ἐξαμαρτόντος καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἐκείνων θεοῖς αὑτὸν ἐκδεδωκότος.
[208] εἰδὼς οὖν τὴν αἰτίαν δι' ἣν μετατίθησι τὴν αὑτοῦ γνώμην ἀπὸ
Σολόμωνος ὁ θεὸς δίκαιος εἶναι πειρῶ καὶ φύλαττε τὰ νόμιμα, προκειμένου σοι τῆς
εὐσεβείας καὶ τῆς πρὸς τὸν θεὸν τιμῆς ἄθλου μεγίστου τῶν ἁπάντων, γενήσεσθαι
τηλικούτῳ ἡλίκον οἶσθα Δαυίδην γενόμενον.”
VIII
(1)[209] Ἐπαρθεὶς οὖν τοῖς τοῦ προφήτου λόγοις Ἱεροβόαμος φύσει θερμὸς ἂν
νεανίας καὶ μεγάλων ἐπιθυμητὴς πραγμάτων οὐκ ἠρέμει. γενόμενος δ' ἐν τῇ
στρατηγίᾳ καὶ μεμνημένος τῶν ὑπὸ Ἀχία δεδηλωμένων εὐθὺς ἀναπείθειν ἐπεχείρει
τὸν λαὸν ἀφίστασθαι Σολόμωνος καὶ κινεῖν καὶ παράγειν εἰς αὑτὸν τὴν ἡγεμονίαν.
[210] μαθὼν δὲ τὴν διάνοιαν αὐτοῦ καὶ τὴν ἐπιβολὴν Σολόμων ἐζήτει συλλαβὼν
αὐτὸν ἀνελεῖν. φθάσας δὲ γνῶναι τοῦτο Ἱεροβόαμος πρὸς Ἴσακον φεύγει τὸν
Αἰγυπτίων βασιλέα, καὶ μέχρι τῆς Σολόμωνος τελευτῆς ἐκεῖ μείνας τό τε μηδὲν ὑπ'
αὐτοῦ παθεῖν ἐκέρδησε καὶ τὸ τῇ βασιλείᾳ φυλαχθῆναι. [211] ἀποθνήσκει δὲ
Σολόμων ἤδη γηραιὸς ὢν βασιλεύσας μὲν ὀγδοήκοντα ἔτη, ζήσας δὲ ἐνενήκοντα καὶ
τέσσαρα: θάπτεται δὲ ἐν Ἱεροσολύμοις ἅπαντας ὑπερβαλὼν εὐδαιμονίᾳ τε καὶ πλούτῳ
καὶ φρονήσει τοὺς βασιλεύσαντας, εἰ μὴ ὅσα γε πρὸς τὸ γῆρας ὑπὸ τῶν γυναικῶν
ἀπατηθεὶς παρηνόμησε: περὶ ὧν καὶ τῶν δι' αὐτὰς κακῶν συμπεσόντων Ἑβραίοις
εὐκαιρότερον ἕξομεν διασαφῆσαι.
(2)[212] Μετὰ δὲ τὴν Σολόμωνος τελευτὴν διαδεξαμένου τοῦ παιδὸς αὐτοῦ τὴν
βασιλείαν Ῥοβοάμου, ὃς ἐκ γυναικὸς Ἀμμανίτιδος ὑπῆρχεν αὐτῷ γεγονὼς Νοομᾶς
τοὔνομα, πέμψαντες εὐθὺς εἰς τὴν Αἴγυπτον οἱ τῶν ὄχλων ἄρχοντες ἐκάλουν τὸν
Ἱεροβόαμον. ἀφικομένου δὲ πρὸς αὐτοὺς εἰς Σίκιμα πόλιν καὶ Ῥοβόαμος εἰς αὐτὴν
παραγίνεται: δέδοκτο γὰρ αὐτὸν ἐκεῖσε συνελθοῦσι τοῖς Ἰσραηλίταις ἀποδεῖξαι
βασιλέα. [213] προσελθόντες οὖν οἵ τε ἄρχοντες αὐτῷ τοῦ λαοῦ καὶ
Ἱεροβόαμος παρεκάλουν λέγοντες ἀνεῖναί τι τῆς δουλείας αὐτοῖς καὶ γενέσθαι
χρηστότερον τοῦ πατρός: βαρὺν γὰρ ὑπ' ἐκείνῳ ζυγὸν αὐτοὺς ὑπενεγκεῖν:
εὐνούστεροι δὲ ἔσεσθαι πρὸς αὐτὸν καὶ ἀγαπήσειν τὴν δουλείαν διὰ τὴν ἐπιείκειαν
ἢ διὰ τὸν φόβον. [214] ὁ δὲ μετὰ τρεῖς ἡμέρας εἰπὼν αὐτοῖς ἀποκρινεῖσθαι
περὶ ὧν ἀξιοῦσιν ὕποπτος μὲν εὐθὺς γίνεται μὴ παραχρῆμα ἐπινεύσας αὐτοῖς τὰ
πρὸς ἡδονήν, πρόχειρον γὰρ ἠξίουν εἶναι τὸ χρηστὸν καὶ φιλάνθρωπον καὶ ταῦτ' ἐν
νέῳ, ἐδόκει δ' ὅμως καὶ τὸ βουλεύσασθαι τοῦ μὴ παραυτίκα ἀπειπεῖν ἀγαθῆς
ἐλπίδος ἔχεσθαι.
(3)[215] Συγκαλέσας δὲ τοὺς πατρῴους φίλους ἐσκοπεῖτο μετ' αὐτῶν, ποδαπὴν
δεῖ ποιήσασθαι τὴν ἀπόκρισιν πρὸς τὸ πλῆθος. οἱ δ' ἅπερ εἰκὸς τοὺς εὔνους καὶ
φύσιν ὄχλων εἰδότας παρῄνουν αὐτῷ φιλοφρόνως ὁμιλῆσαι τῷ λαῷ καὶ δημοτικώτερον
ἢ κατὰ βασιλείας ὄγκον: χειρώσεσθαι γὰρ οὕτως εἰς εὔνοιαν αὐτὸν φύσει τῶν
ὑπηκόων ἀγαπώντων τὸ προσηνὲς καὶ παρὰ μικρὸν ἰσότιμον τῶν βασιλέων.
[216] ὁ δ' ἀγαθὴν οὕτως καὶ συμφέρουσαν ἴσως πρὸς τὸ πᾶν, εἰ δὲ μή, πρός
γε τὸν τότε καιρὸν ὅτ' ἔδει γενέσθαι βασιλέα γνώμην ἀπεστράφη τοῦ θεοῦ
ποιήσαντος οἶμαι κατακριθῆναι τὸ συμφέρον ὑπ' αὐτοῦ: καλέσας δὲ μειράκια τὰ
συντεθραμμένα καὶ τὴν τῶν πρεσβυτέρων αὐτοῖς συμβουλίαν εἰπών, τί δοκεῖ ποιεῖν
αὐτοῖς ἐκέλευσε λέγειν. [217] τὰ δέ, οὔτε γὰρ ἡ νεότης οὔτε ὁ θεὸς ἠφίει
νοεῖν τὰ κρείττω, παρῄνεσαν ἀποκρίνασθαι τῷ λαῷ τὸν βραχύτατον αὐτοῦ δάκτυλον
τῆς τοῦ πατρὸς ὀσφύος εἶναι παχύτερον καί, εἰ σκληροῦ λίαν ἐπειράθησαν ἐκείνου,
πολὺ μᾶλλον αὐτοῦ λήψεσθαι πεῖραν δυσκόλου: καὶ εἰ μάστιξιν αὐτοὺς ἐκεῖνος
ἐνουθέτει, σκορπίοις τοῦτο ποιήσειν αὐτὸν προσδοκᾶν. [218] τούτοις ἡσθεὶς
ὁ βασιλεὺς καὶ δόξας προσήκειν τῷ τῆς ἀρχῆς ἀξιώματι τὴν ἀπόκρισιν, ὡς συνῆλθεν
ἀκουσόμενον τὸ πλῆθος τῇ τρίτῃ τῶν ἡμερῶν, μετεώρου τοῦ λαοῦ παντὸς ὄντος καὶ
λέγοντος ἀκοῦσαί τι τοῦ βασιλέως ἐσπουδακότος, οἰομένου δέ τι καὶ φιλάνθρωπον,
τὴν τῶν μειρακίων αὐτοῖς συμβουλίαν παρεὶς τὴν τῶν φίλων ἀπεκρίνατο. ταῦτα δ'
ἐπράττετο κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ἵνα λάβῃ τέλος ἃ προεφήτευσεν Ἀχίας.
(4)[219] Πληγέντες δ' ὑπὸ τῶν λόγων καὶ ἀλγήσαντες ὡς ἐπὶ πείρᾳ τοῖς
εἰρημένοις ἠγανάκτησαν καὶ μέγα πάντες ἐκβοήσαντες οὐκέτι οὐδὲν αὐτοῖς οὐδὲ
συγγενὲς πρὸς Δαυίδην καὶ τοὺς ἀπ' αὐτοῦ μετ' ἐκείνην ἔφασαν τὴν ἡμέραν:
παραχωρεῖν δ' αὐτῷ μόνον τὸν ναὸν ὃν ὁ πάππος αὐτοῦ κατεσκεύασεν εἰπόντες
καταλείψειν ἠπείλησαν. [220] οὕτως δ' ἔσχον πικρῶς καὶ τὴν ὀργὴν ἐτήρησαν,
ὡς πέμψαντος αὐτοῦ τὸν ἐπὶ τῶν φόρων Ἀδώραμον, ἵνα καταπραύνῃ καὶ συγγνόντας
τοῖς εἰρημένοις, εἴ τι προπετὲς καὶ δύσκολον ἦν ἐν αὐτοῖς, ποιήσῃ μαλακωτέρους,
οὐχ ὑπέμειναν, ἀλλὰ βάλλοντες αὐτὸν λίθοις ἀπέκτειναν. [221] ταῦτ' ἰδὼν Ῥοβόαμος
καὶ νομίσας αὑτὸν βεβλῆσθαι τοῖς λίθοις, οἷς τὸν ὑπηρέτην ἀπέκτεινεν αὐτοῦ τὸ
πλῆθος, δείσας μὴ καὶ ἔργῳ πάθῃ τὸ δεινὸν ἐπιβὰς εὐθὺς ἐπὶ ἅρματος ἔφυγεν εἰς
Ἱεροσόλυμα. καὶ ἡ μὲν Ἰούδα φυλὴ καὶ ἡ Βενιαμίδος χειροτονοῦσιν αὐτὸν βασιλέα,
τὸ δὲ ἄλλο πλῆθος ἀπ' ἐκείνης τῆς ἡμέρας τῶν Δαυίδου παίδων ἀποστὰν τὸν
Ἱεροβόαμον ἀπέδειξε τῶν πραγμάτων κύριον. [222] Ῥοβόαμος δὲ ὁ Σολόμωνος
παῖς ἐκκλησίαν ποιήσας τῶν δύο φυλῶν, ἃς εἶχεν ὑπηκόους, οἷός τε ἦν λαβὰν
ὀκτωκαίδεκα παρ' αὐτῶν στρατοῦ μυριάδας ἐπιλέκτους ἐξελθεῖν ἐπὶ τὸν Ἱεροβόαμον
καὶ τὸν λαόν, ὅπως πολεμήσας ἀναγκάσῃ δουλεύειν αὐτῷ. [223] κωλυθεὶς δ'
ὑπὸ τοῦ θεοῦ διὰ τοῦ προφήτου ποιήσασθαι τὴν στρατείαν, οὐ γὰρ εἶναι δίκαιον
τοὺς ὁμοφύλους πολεμεῖν οὗτος ἔλεγε καὶ ταῦτα κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς
τοῦ πλήθους ἀποστάσεως γεγενημένης, οὐκέτ' ἐξῆλθε. [224] διηγήσομαι δὲ
πρῶτον ὅσα Ἱεροβόαμος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς ἔπραξεν, εἶτα δὲ τούτων ἐχόμενα
τὰ ὑπὸ Ῥοβοάμου τοῦ τῶν δύο φυλῶν βασιλέως γεγενημένα δηλώσομεν: φυλαχθείη γὰρ
ἂν οὕτως ἄχρι παντὸς τῆς ἱστορίας τὸ εὔτακτον.
(5)[225] Ὁ τοίνυν Ἱεροβόαμος οἰκοδομήσας βασίλειον ἐν Σικίμῃ πόλει ἐν ταύτῃ
τὴν δίαιταν εἶχε, κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγομένῃ. μετ' οὐ πολὺ δὲ
τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης λογισάμενος, ὡς ἐὰν ἐπιτρέψῃ τῷ
πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν
διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν
αὐτῷ τοῦ θεοῦ καταλείψει μὲν αὐτόν, προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ, καὶ
κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον:
[226] δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναίσκους τοσούτους ἕνα
μὲν ἐν Βηθήλῃ πόλει, τὸν ἕτερον δὲ ἐν Δάνῃ, ἡ δ' ἐστὶ πρὸς ταῖς πηγαῖς τοῦ
μικροῦ Ἰορδάνου, τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς προειρημέναις πόλεσι
ναίσκων, καὶ συγκαλέσας τὰς δέκα φυλὰς ὧν αὐτὸς ἦρχεν ἐδημηγόρησε τούτους
ποιησάμενος τοὺς λόγους: [227] “ἄνδρες ὁμόφυλοι, γινώσκειν ὑμᾶς νομίζω
τοῦτο, ὅτι πᾶς τόπος ἔχει τὸν θεὸν καὶ οὐκ ἔστιν ἓν ἀποδεδειγμένον χωρίον ἐν ᾧ
πάρεστιν, ἀλλὰ πανταχοῦ τε ἀκούει καὶ τοὺς θρησκεύοντας ἐφορᾷ. ὅθεν οὔ μοι
δοκεῖ νῦν ἐπείγειν ὑμᾶς εἰς Ἱεροσόλυμα πορευθέντας εἰς τὴν τῶν ἐχθρῶν πόλιν
μακρὰν οὕτως ὁδὸν προσκυνεῖν: [228] ἄνθρωπος γὰρ κατεσκεύακε τὸν ναόν,
πεποίηκα δὲ κἀγὼ δύο χρυσᾶς δαμάλεις ἐπωνύμους τῷ θεῷ καὶ τὴν μὲν ἐν Βηθήλῃ
πόλει καθιέρωσα τὴν δ' ἐν Δάνῃ, ὅπως ὑμῶν οἱ τούτων ἔγγιστα τῶν πόλεων
κατῳκημένοι προσκυνῶσιν εἰς αὐτὰς ἀπερχόμενοι τὸν θεόν. ἀποδείξω δέ τινας ὑμῖν
καὶ ἱερεῖς ἐξ ὑμῶν αὐτῶν καὶ Ληουίτας, ἵνα μὴ χρείαν ἔχητε τῆς Ληουίτιδος φυλῆς
καὶ τῶν υἱῶν Ἀαρῶνος, ἀλλ' ὁ βουλόμενος ὑμῶν ἱερεὺς εἶναι προσενεγκάτω μόσχον
τῷ θεῷ καὶ κριόν, ὃ καὶ τὸν [229] πρῶτον ἱερέα φασὶν Ἀαρῶνα πεποιηκέναι.”
ταῦτ' εἰπὼν ἐξηπάτησε τὸν λαὸν καὶ τῆς πατρίου θρησκείας ἀποστάντας ἐποίησε
παραβῆναι τοὺς νόμους. ἀρχὴ κακῶν ἐγένετο τοῦτο τοῖς Ἑβραίοις καὶ τοῦ πολέμῳ
κρατηθέντας ὑπὸ τῶν ἀλλοφύλων αἰχμαλωσίᾳ περιπεσεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ χώραν
δηλώσομεν.
IX
(1)[230] Ἐνστάσης δὲ τῆς ἑορτῆς ἑβδόμῳ μηνὶ βουλόμενος καὶ αὐτὸς ἐν Βηθήλῃ
ταύτην ἀγαγεῖν, ὥσπερ ἑώρταζον καὶ αἱ δύο φυλαὶ ἐν Ἱεροσολύμοις, οἰκοδομεῖ μὲν
θυσιαστήριον πρὸ τῆς δαμάλεως, γενόμενος δὲ αὐτὸς ἀρχιερεὺς ἐπὶ τὸν βωμὸν
ἀναβαίνει σὺν τοῖς ἰδίοις ἱερεῦσι. [231] μέλλοντος δ' ἐπιφέρειν τὰς θυσίας
καὶ τὰς ὁλοκαυτώσεις ἐν ὄψει τοῦ λαοῦ παντὸς παραγίνεται πρὸς αὐτὸν ἐξ Ἱεροσολύμων
προφήτης Ἰάδων ὄνομα τοῦ θεοῦ πέμψαντος, ὃς σταθεὶς ἐν μέσῳ τῷ πλήθει τοῦ
βασιλέως ἀκούοντος εἶπε τάδε πρὸς τὸ θυσιαστήριον ποιούμενος τοὺς λόγους:
[232] “ὁ θεὸς ἔσεσθαί τινα προλέγει ἐκ τοῦ Δαυίδου γένους Ἰωσίαν ὄνομα, ὃς
ἐπὶ σοῦ θύσει τοὺς ψευδιερεῖς τοὺς κατ' ἐκεῖνον τὸν καιρὸν γενησομένους καὶ τὰ
ὀστᾶ τῶν λαοπλάνων τούτων καὶ ἀπατεώνων καὶ ἀσεβῶν ἐπὶ σοῦ καύσει. ἵνα μέντοι
γε πιστεύσωσιν οὗτοι τοῦθ' οὕτως ἕξειν, σημεῖον αὐτοῖς προερῶ γενησόμενον:
ῥαγήσεται τὸ θυσιαστήριον παραχρῆμα καὶ [233] πᾶσα ἡ ἐπ' αὐτοῦ πιμελὴ τῶν
ἱερείων ἐπὶ γῆν χυθήσεται.” ταῦτ' εἰπόντος τοῦ προφήτου παροξυνθεὶς ὁ
Ἱεροβόαμος ἐξέτεινε τὴν χεῖρα κελεύων συλλαβεῖν αὐτόν. ἐκτεταμένη δ' ἡ χεὶρ
εὐθέως παρείθη καὶ οὐκέτ' ἴσχυε ταύτην πρὸς αὑτὸν ἀναγαγεῖν, ἀλλὰ νεναρκηκυῖαν
καὶ νεκρὰν εἶχεν ἀπηρτημένην. ἐρράγη δὲ καὶ τὸ θυσιαστήριον καὶ κατηνέχθη πάντα
ἀπ' αὐτοῦ, καθὼς προεῖπεν ὁ προφήτης. [234] μαθὼν δὲ ἀληθῆ τὸν ἄνθρωπον
καὶ θείαν ἔχοντα πρόγνωσιν παρεκάλεσεν αὐτὸν δεηθῆναι τοῦ θεοῦ ἀναζωπυρῆσαι τὴν
δεξιὰν αὐτῷ. καὶ ὁ μὲν ἱκέτευσε τὸν θεὸν τοῦτ' αὐτῷ παρασχεῖν, ὁ δὲ τῆς χειρὸς
τὸ κατὰ φύσιν ἀπολαβούσης χαίρων ἐπ' αὐτῇ τὸν προφήτην παρεκάλει δειπνῆσαι παρ'
αὐτῷ. [235] Ἰάδων δέ φησιν οὐχ ὑπομένειν εἰσελθεῖν πρὸς αὐτὸν οὐδὲ
γεύσασθαι ἄρτου καὶ ὕδατος ἐν ταύτῃ τῇ πόλει: τοῦτο γὰρ αὐτῷ τὸν θεὸν
ἀπειρηκέναι καὶ τὴν ὁδὸν ἣν ἦλθεν ὅπως μὴ δι' αὐτῆς ποιήσηται τὴν ἐπιστροφήν,
ἀλλὰ δι' ἄλλης ἔφασκεν: τοῦτον μὲν οὖν ὁ βασιλεὺς ἐθαύμαζεν τῆς ἐγκρατείας,
αὐτὸς δ' ἦν ἐν φόβῳ μεταβολὴν αὐτοῦ τῶν πραγμάτων ἐκ τῶν προειρημένων οὐκ
ἀγαθὴν ὑπονοῶν.
X
(1)[236] Ἦν δέ τις ἐν τῇ πόλει πρεσβύτης πονηρὸς ψευδοπροφήτης, ὃν εἶχεν ἐν
τιμῇ Ἱεροβόαμος ἀπατώμενος ὑπ' αὐτοῦ τὰ πρὸς ἡδονὴν λέγοντος. οὗτος τότε μὲν
κλινήρης ἦν διὰ τὴν ἀπὸ τοῦ γήρως ἀσθένειαν, τῶν δὲ παίδων αὐτῷ δηλωσάντων τὰ
περὶ τοῦ παρόντος ἐξ Ἱεροσολύμων προφήτου καὶ τῶν σημείων τῶν γενομένων,
[237] καὶ ὡς παρεθεῖσαν αὐτῷ τὴν δεξιὰν Ἱεροβόαμος εὐξαμένου πάλιν ἐκείνου
ζῶσαν ἀπολάβοι, δείσας μὴ παρευδοκιμήσειεν αὐτὸν ὁ ξένος παρὰ τῷ βασιλεῖ καὶ
πλείονος ἀπολαύοι τιμῆς προσέταξε τοῖς παισὶν εὐθὺς ἐπιστρώσασι τὸν ὄνον
ἕτοιμον πρὸς ἔξοδον αὐτῷ παρασκευάσαι. [238] τῶν δὲ σπευσάντων ὃ
προσετάγησαν ἐπιβὰς ἐδίωξε τὸν προφήτην καὶ καταλαβὼν ἀναπαυόμενον ὑπὸ δένδρῳ
δασεῖ καὶ σκιὰν ἔχοντι δρυὸς εὐμεγέθους ἠσπάσατο πρῶτον, εἶτ' ἐμέμφετο μὴ παρ'
αὐτὸν εἰσελθόντα καὶ ξενίων μεταλαβόντα. [239] τοῦ δὲ φήσαντος κεκωλῦσθαι
πρὸς τοῦ θεοῦ γεύσασθαι παρά τινι τῶν ἐν ἐκείνῃ τῇ πόλει, “ἀλλ' οὐχὶ παρ' ἐμοὶ
πάντως, εἶπεν, ἀπηγόρευκέ σοι τὸ θεῖον παραθέσθαι τράπεζαν: προφήτης γάρ εἰμι
κἀγὼ καὶ τῆς αὐτῆς σοι κοινωνὸς πρὸς αὐτὸν θρησκείας, καὶ πάρειμι νῦν ὑπ' αὐτοῦ
πεμφθείς. [240] ὅπως ἀγάγω σε πρὸς ἐμαυτὸν ἑστιασόμενον.” ὁ δὲ ψευσαμένῳ
πεισθεὶς ἀνέστρεψεν: ἀριστώντων δ' ἔτι καὶ φιλοφρονουμένων ὁ θεὸς ἐπιφαίνεται
τῷ Ἰάδωνι καὶ παραβάντα τὰς ἐντολὰς αὐτοῦ τιμωρίαν ὑφέξειν ἔλεγεν καὶ ποδαπὴν
ἐδήλου: λέοντα γὰρ αὐτῷ κατὰ τὴν ὁδὸν ἀπερχομένῳ συμβαλεῖν ἔφραζεν, ὑφ' οὗ
διαφθαρήσεσθαι καὶ τῆς ἐν τοῖς πατρῴοις μνήμασι ταφῆς ἀμοιρήσειν.
[241] ταῦτα δ' ἐγένετο οἶμαι κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ὅπως μὴ προσέχοι
τοῖς τοῦ Ἰάδωνος λόγοις Ἱεροβόαμος ἐληλεγμένῳ ψευδεῖ. πορευομένῳ τοίνυν τῷ
Ἰάδωνι πάλιν εἰς Ἱεροσόλυμα συμβάλλει λέων καὶ κατασπάσας αὐτὸν ἀπὸ τοῦ κτήνους
ἀπέκτεινε, καὶ τὸν μὲν ὄνον οὐδὲν ὅλως ἔβλαψε, παρακαθεζόμενος δ' ἐφύλαττε
κἀκεῖνον καὶ τὸ τοῦ προφήτου σῶμα, μέχρις οὗ τινες τῶν ὁδοιπόρων ἰδόντες
ἀπήγγειλαν ἐλθόντες εἰς τὴν πόλιν τῷ ψευδοπροφήτῃ. [242] ὁ δὲ τοὺς υἱοὺς
πέμψας ἐκόμισε τὸ σῶμα εἰς τὴν πόλιν καὶ πολυτελοῦς κηδείας ἠξίωσεν
ἐντειλάμενος τοῖς παισὶ καὶ αὐτὸν ἀποθανόντα σὺν ἐκείνῳ θάψαι, λέγων ἀληθῆ μὲν
εἶναι πάνθ' ὅσα προεφήτευσε κατὰ τῆς πόλεως ἐκείνης καὶ τοῦ θυσιαστηρίου καὶ
τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν, ὑβρισθήσεσθαι δ' αὐτὸς μετὰ τὴν τελευτὴν
οὐδὲν σὺν ἐκείνῳ ταφεὶς τῶν ὀστῶν οὐ γνωρισθησομένων. [243] κηδεύσας οὖν
τὸν προφήτην καὶ ταῦτα τοῖς υἱοῖς ἐντειλάμενος πονηρὸς ὢν καὶ ἀσεβὴς πρόσεισι
τῷ Ἱεροβοάμῳ καὶ “τί δήποτ' ἐταράχθης, εἰπών, ὑπὸ τῶν τοῦ ἀνοήτου λόγων;” ὡς τὰ
περὶ τὸ θυσιαστήριον αὐτῷ καὶ τὴν αὑτοῦ χεῖρα διηγήσαθ' ὁ βασιλεὺς θεῖον ἀληθῶς
καὶ προφήτην ἄριστον ἀποκαλῶν, ἤρξατο ταύτην αὐτοῦ τὴν δόξαν ἀναλύειν
[κακουργῶν] καὶ πιθανοῖς περὶ τῶν γεγενημένων χρώμενος λόγοις βλάπτειν αὐτῶν
τὴν ἀλήθειαν. [244] ἐπεχείρει γὰρ πείθειν αὐτόν, ὡς ὑπὸ κόπου μὲν ἡ χεὶρ
αὐτοῦ ναρκήσειε βαστάζουσα τὰς θυσίας, εἶτ' ἀνεθεῖσα πάλιν εἰς τὴν αὑτῆς
ἐπανέλθοι φύσιν, τὸ δὲ θυσιαστήριον καινὸν ὂν καὶ δεξάμενον θυσίας πολλὰς καὶ
μεγάλας ῥαγείη καὶ πέσοι διὰ βάρος τῶν ἐπενηνεγμένων. ἐδήλου δ' αὐτῷ καὶ τὸν
θάνατον τοῦ τὰ σημεῖα [ταῦτα] προειρηκότος ὡς ὑπὸ λέοντος ἀπώλετο: οὕτως οὐδὲ
ἓν οὔτ' εἶχεν [245] οὔτ' ἐφθέγξατο προφήτου.” ταῦτα εἰπὼν πείθει τὸν
βασιλέα καὶ τὴν διάνοιαν αὐτοῦ τελέως ἀποστρέψας ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὁσίων
ἔργων καὶ δικαίων ἐπὶ τὰς ἀσεβεῖς πράξεις παρώρμησεν. οὕτως δ' ἐξύβρισεν εἰς τὸ
θεῖον καὶ παρηνόμησεν, ὡς οὐδὲν ἄλλο καθ' ἡμέραν ζητεῖν ἢ τί καινὸν καὶ
μιαρώτερον τῶν ἤδη τετολμημένων ἐργάσηται. καὶ τὰ μὲν περὶ Ἱεροβόαμον ἐπὶ τοῦ
παρόντος ἐν τούτοις ἡμῖν δεδηλώσθω.
(2)[246] Ὁ δὲ Σολόμωνος υἱὸς Ῥοβόαμος ὁ τῶν δύο φυλῶν βασιλεύς, ὡς
προειρήκαμεν, ᾠκοδόμησε πόλεις ὀχυράς τε καὶ μεγάλας Βηθλεὲμ καὶ Ἠταμὲ καὶ
Θεκωὲ καὶ Βηθσοὺρ καὶ Σωχὼ καὶ Ὀδολλὰμ καὶ Εἰπὰν καὶ Μάρισαν καὶ τὴν Ζιφὰ καὶ
Ἀδωραὶμ καὶ Λάχεις καὶ Ἀζηκὰ καὶ Σαρὰμ καὶ Ἠλὼμ καὶ Χεβρῶνα. [247] ταύτας
μὲν ἐν τῇ Ἰουδαίᾳ φυλῇ [καὶ κληρουχίᾳ] πρώτας ᾠκοδόμησε, κατεσκεύασε δὲ καὶ
ἄλλας μεγάλας ἐν τῇ Βενιαμίδι κληρουχίᾳ, καὶ τειχίσας φρουράς τε κατέστησεν ἐν
ἁπάσαις καὶ ἡγεμόνας σῖτόν τε πολὺν καὶ οἶνον καὶ ἔλαιον τά τε ἄλλα πρὸς
διατροφὴν ἐν ἑκάστῃ τῶν πόλεων δαψιλῶς ἀπέθετο, πρὸς δὲ τούτοις θυρεοὺς καὶ
σιρομάστας εἰς πολλὰς μυριάδας. [248] συνῆλθον δὲ οἱ παρὰ πᾶσι τοῖς
Ἰσραηλίταις ἱερεῖς πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα καὶ Ληουῖται καὶ εἴ τινες ἄλλοι
τοῦ πλήθους ἦσαν ἀγαθοὶ καὶ δίκαιοι καταλιπόντες αὑτῶν τὰς πόλεις, ἵνα
θρησκεύσωσιν ἐν Ἱεροσολύμοις τὸν θεόν: οὐ γὰρ ἡδέως εἶχον προσκυνεῖν
ἀναγκαζόμενοι τὰς δαμάλεις, ἃς Ἱεροβόαμος κατεσκεύασε: καὶ ηὔξησαν τὴν Ῥοβοάμου
βασιλείαν ἐπ' ἔτη τρία. [249] γήμας δὲ συγγενῆ τινα καὶ τρεῖς ποιησάμενος
ἐξ αὐτῆς παῖδας ἤγετο ὕστερον καὶ τὴν ἐκ τῆς Ἀψαλώμου θυγατρὸς Θαμάρης Μαχάνην
ὄνομα καὶ αὐτὴν οὖσαν συγγενῆ: καὶ παῖς ἐξ αὐτῆς ἄρρην αὐτῷ γίνεται, ὃν Ἀβίαν
προσηγόρευσεν. τεκνοῖ δὲ καὶ ἐξ ἄλλων γυναικῶν πλειόνων, ἁπασῶν δὲ μᾶλλον
ἔστερξε τὴν Μαχάνην. [250] εἶχε δὲ τὰς μὲν νόμῳ συνοικούσας αὐτῷ γυναῖκας
ὀκτωκαίδεκα παλλακὰς δὲ τριάκοντα, καὶ υἱοὶ μὲν αὐτῷ γεγόνεισαν ὀκτὼ καὶ εἴκοσι
θυγατέρες δ' ἑξήκοντα. διάδοχον δὲ ἀπέδειξε τῆς βασιλείας τὸν ἐκ τῆς Μαχάνης
Ἀβίαν καὶ τοὺς θησαυροὺς αὐτῷ καὶ τὰς ὀχυρωτάτας πόλεις ἐπίστευσεν.
(3)[251] Αἴτιον δ' οἶμαι πολλάκις γίνεται κακῶν καὶ παρανομίας τοῖς
ἀνθρώποις τὸ τῶν πραγμάτων μέγεθος καὶ ἡ πρὸς τὸ βέλτιον αὐτῶν τροπή: τὴν γὰρ
βασιλείαν αὐξανομένην οὕτω βλέπων Ῥοβόαμος εἰς ἀδίκους καὶ ἀσεβεῖς ἐξετράπη
πράξεις καὶ τῆς τοῦ θεοῦ θρησκείας κατεφρόνησεν, ὡς καὶ τὸν ὑπ' αὐτῷ λαὸν
μιμητὴν γενέσθαι τῶν ἀνομημάτων. [252] συνδιαφθείρεται γὰρ τὰ τῶν
ἀρχομένων ἤθη τοῖς τῶν ἡγουμένων τρόποις, καὶ ὡς ἔλεγχον τῆς ἐκείνων ἀσελγείας
τὴν αὑτῶν σωφροσύνην παραπέμποντες ὡς ἀρετῇ ταῖς κακίαις αὐτῶν ἕπονται: οὐ γὰρ
ἔνεστιν ἀποδέχεσθαι δοκεῖν τὰ τῶν βασιλέων ἔργα μὴ ταὐτὰ πράττοντας.
[253] τοῦτο τοίνυν συνέβαινε καὶ τοῖς ὑπὸ Ῥοβοάμῳ τεταγμένοις ἀσεβοῦντος
αὐτοῦ καὶ παρανομοῦντος σπουδάζειν, μὴ προσκρούσωσι τῷ βασιλεῖ θέλοντες εἶναι
δίκαιοι. τιμωρὸν δὲ τῶν εἰς αὐτὸν ὕβρεων ὁ θεὸς ἐπιπέμπει τὸν Αἰγυπτίων βασιλέα
Ἴσωκον, περὶ οὗ πλανηθεὶς Ἡρόδοτος τὰς πράξεις αὐτοῦ Σεσώστρει προσάπτει.
[254] οὗτος γὰρ ὁ Ἴσωκος πέμπτῳ ἔτει τῆς Ῥοβοάμου βασιλείας ἐπιστρατεύεται
μετὰ πολλῶν αὐτῷ μυριάδων: ἅρματα μὲν γὰρ αὐτῷ χίλια καὶ διακόσια τὸν ἀριθμὸν
ἠκολούθει, ἱππέων δὲ μυριάδες ἕξ, πεζῶν δὲ μυριάδες τεσσαράκοντα. τούτων τοὺς
πλείστους Λίβυας ἐπήγετο καὶ Αἰθίοπας. [255] ἐμβαλὼν οὖν εἰς τὴν χώραν τῶν
Ἑβραίων καταλαμβάνει τε τὰς ὀχυρωτάτας τῆς Ῥοβοάμου βασιλείας πόλεις ἀμαχητὶ
καὶ ταύτας ἀσφαλισάμενος ἔσχατον ἐπῆλθε τοῖς Ἱεροσολύμοις ἐγκεκλεισμένου τοῦ
Ῥοβοάμου καὶ τοῦ πλήθους ἐν αὐτοῖς διὰ τὴν Ἰσώκου στρατείαν καὶ τὸν θεὸν
ἱκετευόντων δοῦναι νίκην καὶ σωτηρίαν: [256] ἀλλ' οὐκ ἔπεισαν τὸν θεὸν
ταχθῆναι μετ' αὐτῶν: ὁ δὲ προφήτης Σαμαίας ἔφησεν αὐτοῖς τὸν θεὸν ἀπειλεῖν
ἐγκαταλείψειν αὐτούς, ὡς καὶ αὐτοὶ τὴν θρησκείαν αὐτοῦ κατέλιπον. ταῦτ' ἀκούσαντες
εὐθὺς ταῖς ψυχαῖς ἀνέπεσον καὶ μηδὲν ἔτι σωτήριον ὁρῶντες ἐξομολογεῖσθαι πάντες
ὥρμησαν, ὅτι δικαίως αὐτοὺς ὁ θεὸς ὑπερόψεται γενομένους περὶ αὐτὸν ἀσεβεῖς καὶ
συγχέοντας τὰ νόμιμα. [257] κατιδὼν δ' αὐτοὺς ὁ θεὸς οὕτω διακειμένους καὶ
τὰς ἁμαρτίας ἀνθομολογουμένους οὐκ ἀπολέσειν αὐτοὺς εἶπε πρὸς τὸν προφήτην,
ποιήσειν μέντοι γε τοῖς Αἰγυπτίοις ὑποχειρίους, ἵνα μάθωσι πότερον ἀνθρώπῳ
δουλεύειν ἐστὶν ἀπονώτερον ἢ θεῷ. [258] παραλαβὼν δὲ Ἴσωκος ἀμαχητὶ τὴν
πόλιν δεξαμένου Ῥοβοάμου διὰ τὸν φόβον οὐκ ἐνέμεινε ταῖς γενομέναις συνθήκαις,
ἀλλ' ἐσύλησε τὸ ἱερὸν καὶ τοὺς θησαυροὺς ἐξεκένωσε τοῦ θεοῦ καὶ τοὺς βασιλικοὺς
χρυσοῦ καὶ ἀργύρου μυριάδας ἀναριθμήτους βαστάσας καὶ μηδὲν ὅλως ὑπολιπών.
[259] περιεῖλε δὲ καὶ τοὺς χρυσοῦς θυρεοὺς καὶ τὰς ἀσπίδας, ἃς κατεσκεύασε
Σολόμων ὁ βασιλεύς, οὐκ εἴασε δὲ οὐδὲ τὰς χρυσᾶς φαρέτρας, ἃς ἀνέθηκε Δαυίδης
τῷ θεῷ λαβὼν παρὰ τοῦ τῆς Σωφηνῆς βασιλέως, καὶ τοῦτο ποιήσας ἀνέστρεψεν εἰς τὰ
οἰκεῖα. [260] μέμνηται δὲ ταύτης τῆς στρατείας καὶ ὁ Ἁλικαρνασεὺς Ἡρόδοτος
περὶ μόνον τὸ τοῦ βασιλέως πλανηθεὶς ὄνομα, καὶ ὅτι ἄλλοις τε πολλοῖς ἐπῆλθεν
ἔθνεσι καὶ τὴν Παλαιστίνην Συρίαν ἐδουλώσατο λαβὼν ἀμαχητὶ τοὺς ἀνθρώπους τοὺς
ἐν αὐτῇ. [261] φανερὸν δ' ἐστίν, ὅτι τὸ ἡμέτερον ἔθνος βούλεται δηλοῦν
κεχειρωμένον ὑπὸ τοῦ Αἰγυπτίου: ἐπάγει γάρ, ὅτι στήλας κατέλιπεν ἐν τῇ τῶν
ἀμαχητὶ παραδόντων ἑαυτοὺς αἰδοῖα γυναικῶν ἐγγράψας: Ῥοβόαμος δ' αὐτῷ παρέδωκεν
ὁ ἡμέτερος βασιλεὺς ἀμαχητὶ τὴν πόλιν. [262] φησὶ δὲ καὶ Αἰθίοπας παρ'
Αἰγυπτίων μεμαθηκέναι τὴν τῶν αἰδοίων περιτομήν: Φοίνικες γὰρ καὶ Σύροι οἱ ἐν
τῇ Παλαιστίνῃ ὁμολογοῦσι παρ' Αἰγυπτίων μεμαθηκέναι.” δῆλον οὖν ἐστιν, ὅτι
μηδένες ἄλλοι περιτέμνονται τῶν ἐν τῇ Παλαιστίνῃ Σύρων ἢ μόνοι ἡμεῖς. ἀλλὰ περὶ
μὲν τούτων ἕκαστοι λεγέτωσαν ὅ τι ἂν αὐτοῖς δοκῇ.
(4)[263] Ἀναχωρήσαντος δὲ Ἰσώκου Ῥοβόαμος ὁ βασιλεὺς ἀντὶ μὲν τῶν χρυσέων
θυρεῶν καὶ τῶν ἀσπίδων χάλκεα ποιήσας τὸν αὐτὸν ἀριθμὸν παρέδωκε τοῖς τῶν
βασιλείων φύλαξιν. ἀντὶ δὲ τοῦ μετὰ στρατηγίας ἐπιφανοῦς καὶ τῆς ἐν τοῖς
πράγμασι λαμπρότητος διάγειν ἐβασίλευσεν ἐν ἡσυχίᾳ πολλῇ καὶ δέει πάντα τὸν
χρόνον ἐχθρὸς ὢν Ἱεροβοάμῳ. [264] ἐτελεύτησε δὲ βιώσας ἔτη πεντήκοντα καὶ
ἑπτὰ βασιλεύσας δ' αὐτῶν ἑπτακαίδεκα, τὸν τρόπον ἀλαζὼν ἀνὴρ καὶ ἀνόητος καὶ
διὰ τὸ μὴ προσέχειν τοῖς πατρῴοις φίλοις τὴν ἀρχὴν ἀπολέσας: ἐτάφη δ' ἐν
Ἱεροσολύμοις ἐν ταῖς θήκαις τῶν βασιλέων. διεδέξατο δ' αὐτοῦ τὴν βασιλείαν ὁ
υἱὸς Ἀβίας ὄγδοον ἤδη καὶ δέκατον ἔτος Ἱεροβοάμου τῶν δέκα φυλῶν βασιλεύοντος.
[265] καὶ ταῦτα μὲν τοιοῦτον ἔσχε τὸ τέλος: τὰ δὲ περὶ Ἱεροβόαμον ἀκόλουθα
τούτων ἔχομεν πῶς κατέστρεψε τὸν βίον διεξελθεῖν: οὗτος γὰρ οὐ διέλιπεν οὐδ'
ἠρέμησεν εἰς τὸν θεὸν ἐξυβρίζων, ἀλλὰ καθ' ἑκάστην ἐπὶ τῶν ὑψηλῶν ὀρῶν βωμοὺς
ἀνιστὰς καὶ ἱερεῖς ἐκ τοῦ πλήθους ἀποδεικνὺς διετέλει.
XI
(1)[266] Ταῦτα δ' ἔμελλεν οὐκ εἰς μακρὰν τἀσεβήματα καὶ τὴν ὑπὲρ αὐτῶν δίκην
εἰς τὴν αὐτοῦ κεφαλὴν καὶ πάσης αὐτοῦ τῆς γενεᾶς τρέψειν τὸ θεῖον. κάμνοντος δ'
αὐτῷ κατ' ἐκεῖνον τὸν καιρὸν τοῦ παιδός, ὃν Ὀβίμην ἐκάλουν, τὴν γυναῖκα αὐτοῦ
προσέταξε τὴν στολὴν ἀποθεμένην καὶ σχῆμα λαβοῦσαν ἰδιωτικὸν πορευθῆναι πρὸς
Ἀχίαν τὸν προφήτην: [267] εἶναι γὰρ θαυμαστὸν ἄνδρα περὶ τῶν μελλόντων
προειπεῖν: καὶ γὰρ περὶ τῆς βασιλείας αὐτῷ τοῦτον δεδηλωκέναι: παραγενομένην δ'
ἐκέλευσε περὶ τοῦ παιδὸς ἀνακρίνειν ὡς ξένην, εἰ διαφεύξεται τὴν νόσον. ἡ δὲ
μετασχηματισαμένη, καθὼς αὐτῇ προσέταξεν ὁ ἀνήρ, ἧκεν εἰς Σιλὼ πόλιν: ἐκεῖ γὰρ
διέτριβεν ὁ Ἀχίας. [268] καὶ μελλούσης εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιέναι τὰς
ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας ἐπιφανεὶς ὁ θεὸς ἀμφότερα αὐτῷ μηνύει τήν τε
Ἱεροβοάμου γυναῖκα πρὸς αὐτὸν ἀφιγμένην καὶ τί δεῖ περὶ ὧν πάρεστιν
ἀποκρίνασθαι. [269] παριούσης δὲ τῆς γυναικὸς εἰς τὴν οἰκίαν ὡς ἰδιώτιδος
καὶ ξένης ἀνεβόησεν “εἴσελθε, ὦ γύναι Ἱεροβοάμου: τί κρύπτεις σαυτήν; τὸν γὰρ
θεὸν οὐ λανθάνεις, ὃς ἀφιξομένην τέ μοι ἐδήλωσε καὶ προσέταξε τίνας ποιήσομαι
τοὺς λόγους. ἀπελθοῦσα οὖν πρὸς τὸν ἄνδρα φράζε αὐτῷ ταῦτα λέγειν: [270] ἐπεί
σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ
τοῦ Δαυίδου γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν
θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατασκευάσας ἐκείνους τιμᾷς, οὕτω σε πάλιν
καθαιρήσω καὶ πᾶν ἐξολέσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν ποιήσω
γενέσθαι. [271] βασιλεὺς γὰρ ἐξεγείρεθ' ὑπ' ἐμοῦ τοῦ λαοῦ παντός, ὃς
οὐδένα ὑπολείψει τοῦ Ἱεροβοάμου γένους: μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος
ἐκπεσὸν τῆς ἀγαθῆς γῆς καὶ διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, ὅτι τοῖς
τοῦ βασιλέως ἀσεβήμασι κατηκολούθησε καὶ τοὺς ὑπ' αὐτοῦ γενομένους προσκυνεῖ
θεοὺς τὴν ἐμὴν θυσίαν ἐγκαταλιπόν. [272] σὺ δέ, ὦ γύναι, ταῦτα
ἀπαγγέλλουσα σπεῦδε πρὸς τὸν ἄνδρα. τὸν δὲ υἱὸν καταλήψῃ τεθνηκότα: σοῦ γὰρ
εἰσιούσης εἰς τὴν πόλιν ἀπολείψει τὸ ζῆν αὐτόν. ταφήσεται δὲ κλαυθεὶς ὑπὸ τοῦ
πλήθους παντὸς κοινῷ τιμηθεὶς πένθει: καὶ γὰρ μόνος τῶν ἐκ τοῦ Ἱεροβοάμου
γένους [273] ἀγαθὸς οὗτος ἦν.” ταῦτ' αὐτοῦ προφητεύσαντος ἐκπηδήσασα ἡ
γυνὴ τεταραγμένη καὶ τῷ τοῦ προειρημένου παιδὸς θανάτῳ περιαλγής, θρηνοῦσα διὰ
τῆς ὁδοῦ καὶ τὴν μέλλουσαν τοῦ τέκνου κοπτομένη τελευτὴν ἀθλία τοῦ πάθους
ἠπείγετο κακοῖς ἀμηχάνοις καὶ σπουδῇ μὲν ἀτυχεῖ χρωμένη διὰ τὸν υἱὸν αὐτῆς,
ἔμελλε γὰρ αὐτὸν ἐπειχθεῖσα θᾶττον ὄψεσθαι νεκρόν, ἀναγκαίᾳ δὲ διὰ τὸν ἄνδρα.
καὶ παραγενομένη τὸν μὲν ἐκπεπνευκότα καθὼς εἶπεν ὁ προφήτης εὗρε, τῷ δὲ
βασιλεῖ πάντα ἀπήγγειλεν.
(2)[274] Ἱεροβόαμος δ' οὐδενὸς τούτων φροντίσας πολλὴν ἀθροίσας στρατιὰν ἐπὶ
τὸν Ῥοβοάμου παῖδα τῶν δύο φυλῶν τὴν βασιλείαν τοῦ πατρὸς διαδεξάμενον Ἀβίαν ἐξεστράτευσε
πολεμήσων: κατεφρόνει γὰρ αὐτοῦ διὰ τὴν ἡλικίαν. ὁ δὲ ἀκούσας τὴν ἔφοδον τὴν
Ἱεροβοάμου πρὸς αὐτὴν οὐ κατεπλάγη, γενόμενος δ' ἐπάνω καὶ τῆς νεότητος τῷ
φρονήματι καὶ τῆς ἐλπίδος τοῦ πολεμίου στρατιὰν ἐπιλέξας ἐκ τῶν δύο φυλῶν
ἀπήντησε τῷ Ἱεροβοάμῳ εἰς τόπον τινὰ καλούμενον ὄρος Σαμαρῶν καὶ
στρατοπεδευσάμενος ἐγγὺς αὐτοῦ τὰ πρὸς τὴν μάχην εὐτρέπιζεν. [275] ἦν δ' ἡ
δύναμις αὐτοῦ μυριάδες τεσσαράκοντα, ἡ δὲ τοῦ Ἱεροβοάμου στρατιὰ διπλασίων
ἐκείνης. ὡς δὲ τὰ στρατεύματα πρὸς τὰ ἔργα καὶ τοὺς κινδύνους ἀντιπαρετάσσετο
καὶ συμβαλεῖν ἔμελλε, στὰς ἐφ' ὑψηλοῦ τινος Ἀβίας τόπου καὶ τῇ χειρὶ κατασείσας
τὸ πλῆθος καὶ τὸν Ἱεροβόαμον ἀκοῦσαι πρῶτον αὐτοῦ μεθ' ἡσυχίας ἠξίωσε.
[276] γενομένης δὲ σιωπῆς ἤρξατο λέγειν: “ὅτι μὲν τὴν ἡγεμονίαν ὁ θεὸς
Δαυίδῃ καὶ τοῖς ἐκγόνοις αὐτοῦ κατένευσεν εἰς ἅπαντα χρόνον, οὐδ' ὑμεῖς
ἀγνοεῖτε, θαυμάζω δέ, πῶς ἀποστάντες τοὐμοῦ πατρὸς τῷ δούλῳ Ἱεροβοάμῳ
προσέθεσθε καὶ μετ' ἐκείνου πάρεστε νῦν ἐπὶ τοὺς ὑπὸ τοῦ θεοῦ βασιλεύειν
κεκριμένους πολεμήσοντες καὶ τὴν ἀρχὴν ἀφαιρησόμενοι τὴν ὑπάρχουσαν: τὴν μὲν
γὰρ πλείω μέχρι νῦν Ἱεροβόαμος ἀδίκως ἔχει. [277] ἀλλ' οὐκ οἶμαι καὶ
ταύτης αὐτὸν ἀπολαύσειν ἐπὶ πλείονα χρόνον, ἀλλὰ δοὺς καὶ τοῦ παρεληλυθότος
δίκην τῷ θεῷ παύσεται τῆς παρανομίας καὶ τῶν ὕβρεων, ἃς οὐ διαλέλοιπεν εἰς
αὐτὸν ὑβρίζων καὶ ταὐτὰ ποιεῖν ὑμᾶς ἀναπεπεικώς, οἳ μηδὲν ἀδικηθέντες ὑπὸ τοῦ
πατρός, ἀλλ' ὅτι μὴ πρὸς ἡδονὴν ἐκκλησιάζων ὡμίλησεν ἀνθρώπων πονηρῶν συμβουλίᾳ
πεισθείς, ἐγκατελίπετε τῷ δοκεῖν ὑπ' ὀργῆς ἐκεῖνον, ταῖς δ' ἀληθείαις αὑτοὺς
ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἐκείνου νόμων ἀπεσπάσατε. [278] καίτοι συνεγνωκέναι
καλῶς εἶχεν ὑμᾶς οὐ λόγων μόνον δυσκόλων ἀνδρὶ νέῳ καὶ δημαγωγίας ἀπείρῳ, ἀλλ'
εἰ καὶ πρός τι δυσχερὲς ἡ νεότης αὐτὸν καὶ ἡ ἀμαθία τῶν πραττομένων ἐξῆγεν
ἔργον, διά τε Σολόμωνα τὸν πατέρα καὶ τὰς εὐεργεσίας τὰς ἐκείνου: παραίτησιν
γὰρ εἶναι δεῖ τῆς τῶν ἐγγόνων ἁμαρτίας τὰς τῶν πατέρων εὐποιίας.
[279] ὑμεῖς δ' οὐδὲν τούτων ἐλογίσασθε οὔτε τότ' οὔτε νῦν, ἀλλ' ἧκε
στρατὸς ἐφ' ἡμᾶς τοσοῦτος: τίνι καὶ πεπιστευκὼς περὶ τῆς νίκης; ἦ ταῖς χρυσαῖς
δαμάλεσι καὶ τοῖς ἐπὶ τῶν ὀρῶν βωμοῖς, ἃ δείγματα τῆς ἀσεβείας ἐστὶν ὑμῶν ἀλλ'
οὐχὶ τῆς θρησκείας; ἢ τὸ πλῆθος ὑμᾶς εὐέλπιδας ἀπεργάζεται τὴν ἡμετέραν
στρατιὰν ὑπερβάλλον; [280] ἀλλ' οὐδ' ἥτις ἰσχὺς μυριάδων στρατοῦ μετ'
ἀδικημάτων πολεμοῦντος: ἐν γὰρ μόνῳ τῷ δικαίῳ καὶ πρὸς τὸ θεῖον εὐσεβεῖ τὴν
βεβαιοτάτην ἐλπίδα τοῦ κρατεῖν τῶν ἐναντίων ἀποκεῖσθαι συμβέβηκεν, ἥτις ἐστὶ
παρ' ἡμῖν τετηρηκόσιν ἀπ' ἀρχῆς τὰ νόμιμα καὶ τὸν ἴδιον θεὸν σεβομένοις, ὃν οὐ
χεῖρες ἐποίησαν ἐξ ὕλης φθαρτῆς οὐδ' ἐπίνοια πονηροῦ βασιλέως ἐπὶ τῇ τῶν ὄχλων
ἀπάτῃ κατεσκεύασεν, ἀλλ' ὃς ἔργον ἐστὶν αὑτοῦ καὶ ἀρχὴ καὶ τέλος τῶν ἁπάντων.
[281] συμβουλεύω τοιγαροῦν ὑμῖν ἔτι καὶ νῦν μεταγνῶναι καὶ λαβόντας ἀμείνω
λογισμὸν παύσασθαι τοῦ πολεμεῖν καὶ τὰ πάτρια καὶ τὸ προαγαγὸν ὑμᾶς ἐπὶ
τοσοῦτον μέγεθος εὐδαιμονίας γνωρίσαι.”
(3)[282] Ταῦτα μὲν Ἀβίας διελέχθη πρὸς τὸ πλῆθος: ἔτι δὲ αὐτοῦ λέγοντος
λάθρα τινὰς τῶν στρατιωτῶν Ἱεροβόαμος ἔπεμψε περικυκλωσομένους τὸν Ἀβίαν ἔκ
τινων οὐ φανερῶν τοῦ στρατοπέδου μερῶν. μέσου δ' αὐτοῦ περιληφθέντος τῶν
πολεμίων ἡ μὲν στρατιὰ κατέδεισε καὶ ταῖς ψυχαῖς ἀνέπεσεν, ὁ δ' Ἀβίας
παρεθάρρυνε καὶ τὰς ἐλπίδας ἔχειν ἐν τῷ θεῷ παρεκάλει: τοῦτον γὰρ οὐ
κεκυκλῶσθαι πρὸς τῶν πολεμίων. [283] οἱ δὲ ὁμοῦ πάντες ἐπικαλεσάμενοι τὴν
παρὰ τοῦ θεοῦ συμμαχίαν τῶν ἱερέων τῇ σάλπιγγι σημανάντων ἀλαλάξαντες ἐχώρησαν
ἐπὶ τοὺς πολεμίους: καὶ τῶν μὲν ἔθραυσε τὰ φρονήματα καὶ τὰς ἀκμὰς αὐτῶν
ἐξέλυσεν ὁ θεός, τὴν δὲ Ἀβία στρατιὰν ὑπερτέραν ἐποίησεν: [284] ὅσος γὰρ
οὐδέποτ' ἐμνημονεύθη φόνος ἐν πολέμῳ γεγονέναι οὔθ' Ἑλλήνων οὔτε βαρβάρων,
τοσούτους ἀποκτείναντες τῆς Ἱεροβοάμου δυνάμεως θαυμαστὴν καὶ διαβόητον νίκην
παρὰ τοῦ θεοῦ λαβεῖν ἠξιώθησαν: πεντήκοντα γὰρ μυριάδας τῶν ἐχθρῶν κατέβαλον
καὶ τὰς πόλεις αὐτῶν διήρπασαν τὰς ὀχυρωτάτας ἑλόντες κατὰ κράτος, τήν τε
Βηθήλην καὶ τὴν τοπαρχίαν αὐτῆς καὶ τὴν Ἰσανὰν καὶ τὴν τοπαρχίαν αὐτῆς.
[285] καὶ Ἱεροβόαμος μὲν οὐκέτι μετὰ ταύτην τὴν ἧτταν ἴσχυσεν ἐφ' ὅσον
Ἀβίας περιῆν χρόνον. τελευτᾷ δ' οὗτος ὀλίγον τῇ νίκῃ χρόνον ἐπιζήσας ἔτη
βασιλεύσας τρία, καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις ἐν ταῖς προγονικαῖς θήκαις,
ἀπολείπει δὲ υἱοὺς μὲν δύο καὶ εἴκοσι θυγατέρας δὲ ἓξ καὶ δέκα. πάντας τούτους
ἐκ γυναικῶν δεκατεσσάρων ἐτεκνώσατο. [286] διεδέξατο δ' αὐτοῦ τὴν
βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἄσανος: καὶ ἡ μήτηρ τοῦ νεανίσκου Μαχαία τοὔνομα. τούτου
κρατοῦντος εἰρήνης ἀπέλαυεν ἡ χώρα τῶν Ἰσραηλιτῶν ἐπὶ ἔτη δέκα.
(4)[287] Καὶ τὰ μὲν περὶ Ἀβίαν τὸν Ῥοβοάμου τοῦ Σολόμωνος οὕτως
παρειλήφαμεν. ἐτελεύτησε δὲ καὶ Ἱεροβόαμος ὁ τῶν δέκα φυλῶν βασιλεὺς ἄρξας ἔτη
δύο καὶ εἴκοσι. διαδέχεται δ' αὐτὸν ὁ παῖς Νάβαδος δευτέρου ἔτους ἤδη τῆς
βασιλείας Ἀσάνου διεληλυθότος. ἦρξε δὲ ὁ τοῦ Ἱεροβοάμου παῖς ἔτη δύο τῷ πατρὶ
τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν ἐμφερὴς ὤν. [288] ἐν δὲ τούτοις τοῖς δυσὶν
ἔτεσι στρατευσάμενος ἐπὶ Γαβαθῶνα πόλιν Παλαιστίνων οὖσαν πολιορκίᾳ λαβεῖν
αὐτὴν προσέμενεν: ἐπιβουλευθεὶς δ' ἐκεῖ ὑπὸ φίλου τινὸς Βασάνου ὄνομα Σειδοῦ δὲ
παιδὸς ἀποθνήσκει, ὃς μετὰ τὴν τελευτὴν αὐτοῦ τὴν βασιλείαν παραλαβὼν ἅπαν τὸ
Ἱεροβοάμου γένος διέφθειρε. [289] καὶ συνέβη κατὰ τὴν τοῦ θεοῦ προφητείαν
τοὺς μὲν ἐν τῇ πόλει τῶν Ἱεροβοάμου συγγενῶν ἀποθανόντας ὑπὸ κυνῶν σπαραχθῆναι
καὶ δαπανηθῆναι, τοὺς δ' ἐν τοῖς ἀγροῖς ὑπ' ὀρνίθων. ὁ μὲν οὖν Ἱεροβοάμου οἶκος
τῆς ἀσεβείας αὐτοῦ καὶ τῶν ἀνομημάτων ἀξίαν ὑπέσχε δίκην.
XII
(1)[290] Ὁ δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον ἄριστος καὶ πρὸς
τὸ θεῖον ἀφορῶν καὶ μηδὲν μήτε πράττων μήτ' ἐννοούμενος, ὃ μὴ πρὸς τὴν
εὐσέβειαν εἶχε καὶ τὴν τῶν νομίμων φυλακὴν τὴν ἀναφοράν. κατώρθωσε δὲ τὴν αὑτοῦ
βασιλείαν ἐκκόψας εἴ τι πονηρὸν ἦν ἐν αὐτῇ καὶ καθαρεύσας ἁπάσης κηλῖδος.
[291] στρατοῦ δ' εἶχεν ἐπιλέκτων ἀνδρῶν ὡπλισμένων θυρεὸν καὶ σιρομάστην ἐκ
μὲν τῆς Ἰούδα φυλῆς μυριάδας τριάκοντα, ἐκ δὲ τῆς Βενιαμίτιδος ἀσπίδας
φορούντων καὶ τοξοτῶν μυριάδας πέντε καὶ εἴκοσι. [292] ἤδη δὲ αὐτοῦ δέκα
ἔτη βασιλεύοντος στρατεύει μεγάλῃ δυνάμει Ζαραῖος ἐπ' αὐτὸν ὁ τῆς Αἰθιοπίας
βασιλεὺς ἐνενήκοντα μὲν πεζῶν μυριάσιν ἱππέων δὲ δέκα τριακοσίοις δ' ἅρμασι.
καὶ μέχρι πόλεως Μαρήσας, ἔστι δ' αὕτη τῆς Ἰούδα φυλῆς, ἐλάσαντος αὐτοῦ μετὰ
τῆς οἰκείας δυνάμεως ἀπήντησεν Ἄσανος, [293] καὶ ἀντιπαρατάξας αὐτῷ τὴν
στρατιὰν ἔν τινι φάραγγι Σαβαθὰ λεγομένῃ τῆς πόλεως οὐκ ἄπωθεν, ὡς κατεῖδε τὸ
τῶν Αἰθιόπων πλῆθος ἀναβοήσας νίκην ᾔτει παρὰ τοῦ θεοῦ καὶ τὰς πολλὰς ἑλεῖν
μυριάδας τῶν πολεμίων: οὐδὲ γὰρ ἄλλῳ τινὶ θαρσήσας ἔλεγεν ἢ τῇ παρ' αὐτοῦ
βοηθείᾳ δυναμένῃ καὶ τοὺς ὀλίγους ἀπεργάσασθαι κρείττους τῶν πλειόνων καὶ τοὺς
ἀσθενεῖς τῶν ὑπερεχόντων ἀπαντῆσαι πρὸς μάχην τῷ Ζαραίῳ.
(2)[294] Ταῦτα λέγοντος Ἀσάνου νίκην ἐσήμαινεν ὁ θεός, καὶ συμβαλὼν μετὰ
χαρᾶς τῶν προδεδηλωμένων ὑπὸ τοῦ θεοῦ πολλοὺς ἀποκτείνει τῶν Αἰθιόπων καὶ
τραπέντας εἰς φυγὴν ἐδίωξεν ἄχρι τῆς Γεραρίτιδος χώρας. ἀφέμενοι δὲ τῆς
ἀναιρέσεως ἐπὶ τὴν διαρπαγὴν τῶν πόλεων, ἥλω γὰρ ἡ Γεράρων, ἐχώρησαν καὶ τῆς
παρεμβολῆς αὐτῶν, ὡς πολὺν μὲν ἐκφορῆσαι χρυσὸν πολὺν δὲ ἄργυρον λείαν τε
ἀπαγαγεῖν καμήλους τε καὶ ὑποζύγια καὶ βοσκημάτων ἀγέλας. [295] Ἄσανος μὲν
οὖν καὶ ἡ παρ' αὐτῷ στρατιὰ τοιαύτην παρὰ τοῦ θεοῦ νίκην λαβόντες καὶ ὠφέλειαν
ἀνέστρεφον εἰς Ἱεροσόλυμα, παραγενομένοις δὲ αὐτοῖς ἀπήντησε κατὰ τὴν ὁδὸν
προφήτης Ἀζαρίας ὄνομα. οὗτος ἐπισχεῖν κελεύσας τῆς ὁδοιπορίας ἤρξατο λέγειν
πρὸς αὐτούς, ὅτι ταύτης εἶεν τῆς νίκης παρὰ τοῦ θεοῦ τετυχηκότες, ὅτι δικαίους
καὶ ὁσίους ἑαυτοὺς παρέσχον καὶ πάντα κατὰ βούλησιν θεοῦ πεποιηκότας.
[296] ἐπιμένουσι μὲν οὖν ἔφασκεν ἀεὶ κρατεῖν αὐτοὺς τῶν ἐχθρῶν καὶ τὸ ζῆν
μετ' εὐδαιμονίας παρέξειν τὸν θεόν, ἀπολιποῦσι δὲ τὴν θρησκείαν ἅπαντα τούτων ἐναντία
συμβήσεσθαι καὶ γενήσεσθαι χρόνον ἐκεῖνον, ἐν ᾧ μηδεὶς ἀληθὴς εὑρεθήσεται
προφήτης ἐν τῷ ὑμετέρῳ ὄχλῳ οὐδὲ ἱερεὺς τὰ δίκαια χρηματίζων, [297] ἀλλὰ
καὶ αἱ πόλεις ἀνάστατοι γενήσονται καὶ τὸ ἔθνος κατὰ πάσης σπαρήσεται γῆς
ἔπηλυν βίον καὶ ἀλήτην βιωσόμενον. καιρὸν δ' αὐτοῖς ἔχουσι συνεβούλευεν ἀγαθοῖς
γίνεσθαι καὶ μὴ φθονῆσαι τῆς εὐμενείας αὑτοῖς τοῦ θεοῦ. ταῦτ' ἀκούσας ὁ
βασιλεὺς καὶ ὁ λαὸς ἐχάρησαν καὶ πολλὴν πρόνοιαν ἐποιοῦντο κοινῇ τε πάντες καὶ
κατ' ἰδίαν τοῦ δικαίου: διέπεμψε δ' ὁ βασιλεὺς καὶ τοὺς ἐν τῇ χώρᾳ τῶν νομίμων
ἐπιμελησομένους.
(3)[298] Καὶ τὰ μὲν Ἀσάνου τοῦ βασιλέως τῶν δύο φυλῶν ἐν τούτοις ὑπῆρχεν.
ἐπάνειμι δ' ἐπὶ τὸ πλῆθος τῶν Ἰσραηλιτῶν καὶ τὸν βασιλέα αὐτῶν Βασάνην τὸν
ἀποκτείναντα τὸν Ἱεροβοάμου υἱὸν Νάβαδον καὶ κατασχόντα τὴν ἀρχήν. [299] οὗτος
γὰρ ἐν Θαρσάλῃ πόλει διατρίβων καὶ ταύτην οἰκητήριον πεποιηκὼς εἴκοσι μὲν
ἐβασίλευσεν ἔτη καὶ τέσσαρα, πονηρὸς δὲ καὶ ἀσεβὴς ὑπὲρ Ἱεροβόαμον καὶ τὸν υἱὸν
αὐτοῦ γενόμενος πολλὰ καὶ τὸ πλῆθος κακὰ διέθηκε καὶ τὸν θεὸν ἐξύβρισεν: ὃς
αὐτῷ πέμψας Ἰηοῦν τὸν προφήτην προεῖπε διαφθερεῖν αὐτοῦ πᾶν τὸ γένος καὶ τοῖς
αὐτοῖς οἷς καὶ τὸν Ἱεροβοάμου κακοῖς περιέβαλεν οἶκον ἐξολέσειν, [300] ὅτι
βασιλεὺς ὑπ' αὐτοῦ γενόμενος οὐκ ἠμείψατο τὴν εὐεργεσίαν τῷ δικαίως προστῆναι
τοῦ πλήθους καὶ εὐσεβῶς, ἅπερ αὐτοῖς πρῶτον τοῖς οὖσι τοιούτοις ἀγαθὰ ἔπειτα τῷ
θεῷ φίλα, τὸν δὲ κάκιστον Ἱεροβόαμον ἐμιμήσατο καὶ τῆς ψυχῆς ἀπολομένης τῆς
ἐκείνου ζῶσαν αὐτοῦ τὴν πονηρίαν ἐνεδείξατο: πεῖραν οὖν ἕξειν εἰκότως τῆς
ὁμοίας συμφορᾶς αὐτὸν ἔλεγεν ὅμοιον αὐτῷ γενόμενον. [301] Βασάνης δὲ
προακηκοὼς τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι κακὰ μεθ' ὅλης τῆς γενεᾶς ἐπὶ τοῖς
τετολμημένοις οὐ πρὸς τὸ λοιπὸν ἡσύχασεν, ἵνα μὴ μᾶλλον πονηρὸς δόξας ἀποθάνῃ
καὶ περὶ τῶν παρῳχημένων ἔκτοτε γοῦν μετανοήσας συγγνώμης τύχῃ, [302] ἀλλ'
ὥσπερ οἱ προκειμένων αὐτοῖς ἄθλων ἐπὰν περί τι σπουδάσωσιν οὐ διαλείπουσι περὶ
τοῦτο ἐνεργοῦντες, οὕτω καὶ Βασάνης προειρηκότος αὐτῷ τοῦ προφήτου τὰ μέλλοντα
ὡς ἐπ' ἀγαθοῖς τοῖς μεγίστοις κακοῖς ὀλέθρῳ γένους καὶ οἰκίας ἀπωλείᾳ χείρων
ἐγένετο, καὶ καθ' ἑκάστην ἡμέραν ὥσπερ ἀθλητὴς κακίας τοῖς περὶ ταύτην πόνοις
προσετίθει. [303] καὶ τελευταῖον τὴν στρατιὰν παραλαβὼν πάλιν ἐπῆλθε πόλει
τινὶ τῶν οὐκ ἀφανῶν Ἀρμαθῶνι τοὔνομα σταδίους ἀπεχούσῃ Ἱεροσολύμων
τεσσαράκοντα, καὶ καταλαβόμενος αὐτὴν ὠχύρου προδιεγνωκὼς καταλιπεῖν ἐν αὐτῇ δύναμιν,
ἵν' ἐκεῖθεν ὡρμημένοι τὴν Ἀσάνου βασιλείαν κακώσωσι.
(4)[304] Φοβηθεὶς δὲ Ἄσανος τὴν ἐπιχείρησιν τοῦ πολεμίου καὶ λογισάμενος, ὡς
πολλὰ διαθήσει κακὰ τὴν ὑπ' αὐτῷ βασιλευομένην ἅπασαν ὁ καταλειφθεὶς ἐν
Ἀρμαθῶνι στρατός, ἔπεμψε πρὸς τὸν Δαμασκηνῶν βασιλέα πρέσβεις καὶ χρυσὸν καὶ
ἄργυρον παρακαλῶν συμμαχίαν καὶ ὑπομιμνήσκων, ὅτι καὶ πατρῴα φιλία πρὸς
ἀλλήλους ἐστὶν αὐτοῖς. [305] ὁ δὲ τῶν χρημάτων τὸ πλῆθος ἀσμένως ἐδέξατο
καὶ συμμαχίαν ἐποιήσατο πρὸς αὐτὸν διαλύσας τὴν πρὸς τὸν Βασάνην φιλίαν, καὶ πέμψας
εἰς τὰς ὑπ' αὐτοῦ βασιλευομένας πόλεις τοὺς ἡγεμόνας τῆς ἰδίας δυνάμεως
ἐκέλευσε κακοῦν αὐτάς. οἱ δὲ τὰς μὲν ἐνεπίμπρασαν τὰς δὲ διήρπασαν πορευθέντες,
τήν τε Ἰωάνου λεγομένην καὶ Δάνα καὶ Ἀβελάνην καὶ ἄλλας πολλάς.
[306] ταῦτ' ἀκούσας ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῦ μὲν οἰκοδομεῖν καὶ
ὀχυροῦν τὸν Ἀραμαθῶνα ἐπαύσατο καὶ μετὰ σπουδῆς ὡς βοηθήσων τοῖς οἰκείοις
κακουμένοις ἀνέστρεψεν, ὁ δ' Ἄσανος ἐκ τῆς παρεσκευασμένης ὑπ' αὐτοῦ πρὸς
οἰκοδομίαν ὕλης πόλεις ἀνήγειρεν ἐν αὐτῷ τῷ τόπῳ δύο καρτεράς, ἡ μὲν Γαβαὰ ἐκαλεῖτο,
ἡ δὲ Μασταφάς. [307] καὶ μετὰ ταῦτα καιρὸν οὐκ ἔσχεν ὁ Βασάνης τῆς ἐπὶ τὸν
Ἄσανον στρατείας: ἐφθάσθη γὰρ ὑπὸ τοῦ χρεὼν καὶ θάπτεται μὲν ἐν Θαρσῇ πόλει,
παραλαμβάνει δ' αὐτοῦ τὴν ἀρχὴν παῖς Ἤλανος. οὗτος ἄρξας ἐπ' ἔτη δύο τελευτᾷ
φονεύσαντος αὐτὸν ἐξ ἐπιβουλῆς Ζαμβρίου τοῦ ἱππάρχου τῆς ἡμισείας τάξεως:
[308] κατευωχηθέντα γὰρ αὐτὸν παρὰ τῷ οἰκονόμῳ αὐτοῦ Ὠσᾶ τοὔνομα πείσας
ἐπιδραμεῖν τῶν ὑφ' αὑτὸν ἱππέων τινὰς ἀπέκτεινε δι' αὐτῶν μεμονωμένον τῶν περὶ
αὐτὸν ὁπλιτῶν καὶ ἡγεμόνων: οὗτοι γὰρ ἅπαντες περὶ τὴν πολιορκίαν τῆς Γαβαθώνης
ἐγίνοντο τῆς Παλαιστίνων.
(5)[309] Φονεύσας δὲ τὸν Ἤλανον ὁ ἵππαρχος Ζαμβρίας αὐτὸς βασιλεύει καὶ
πᾶσαν τὴν Βασάνου γενεὰν κατὰ τὴν Ἰηοῦς προφητείαν διαφθείρει: τῷ γὰρ αὐτῷ
τρόπῳ συνέβη τὸν οἶκον αὐτοῦ πρόρριζον ἀπολέσθαι διὰ τὴν ἀσέβειαν, ὡς καὶ τὸν
Ἱεροβοάμου διαφθαρέντα γεγράφαμεν. [310] ἡ δὲ πολιορκοῦσα τὴν Γαβαθώνην
στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν
βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης
ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ
πόλει κατὰ κράτος αἱρεῖ. [311] Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην
συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν
ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δ' εὐθὺς ὁ τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν
αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δ' οἱ τοῦτον
ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει ὁ Ἀμαρῖνος
τοῦ ὄχλου. [312] τριακοστῷ δὲ ἔτει τῆς Ἀσάνου βασιλείας ἦρξεν ὁ Ἀμαρῖνος
ἔτη δώδεκα: τούτων τὰ μὲν ἓξ ἐν Θάρσῳ πόλει, τὰ δὲ λοιπὰ ἐν Σωμαρεῶνι λεγομένῃ
πόλει ὑπὸ δὲ Ἑλλήνων Σαμαρείᾳ καλουμένῃ. προσηγόρευσε δ' αὐτὴν αὐτὸς Σωμαραῖος
ἀπὸ τοῦ τὸ ὄρος ἀποδομένου αὐτῷ ἐφ' ᾧ κατεσκεύασε τὴν πόλιν Σωμάρου. [313] διέφερε
δ' οὐδὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων ἢ τῷ χείρων αὐτῶν εἶναι: ἅπαντες γὰρ
ἐζήτουν πῶς ἀποστήσουσιν ἀπὸ τοῦ θεοῦ τὸν λαὸν τοῖς καθ' ἡμέραν ἀσεβήμασι καὶ
διὰ τοῦτο δι' ἀλλήλων αὐτοὺς ὁ θεὸς ἐποίησεν ἐλθεῖν καὶ μηδένα τοῦ γένους
ὑπολιπεῖν. ἐτελεύτησε δὲ καὶ οὗτος ἐν Σαμαρείᾳ, διαδέχεται δ' αὐτὸν ὁ παῖς
Ἄχαβος.
(6)[314] Μαθεῖν δ' ἔστιν ἐκ τούτων, ὅσην τὸ θεῖον ἐπιστροφὴν ἔχει τῶν
ἀνθρωπίνων πραγμάτων, καὶ πῶς μὲν ἀγαπᾷ τοὺς ἀγαθούς, μισεῖ δὲ τοὺς πονηροὺς
καὶ προρρίζους ἀπόλλυσιν: οἱ μὲν γὰρ τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπ' ἄλλῳ διὰ
τὴν παρανομίαν καὶ τὰς ἀδικίας ἐν ὀλίγῳ χρόνῳ πολλοὶ κακῶς διαφθαρέντες
ἐγνώσθησαν καὶ τὸ γένος αὐτῶν, ὁ δὲ τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν βασιλεὺς
Ἄσανος δι' εὐσέβειαν καὶ δικαιοσύνην εἰς μακρὸν καὶ εὔδαιμον ὑπὸ τοῦ θεοῦ
προήχθη γῆρας καὶ τεσσαράκοντα καὶ ἓν ἄρξας ἔτος εὐμοίρως ἀπέθανε.
[315] τελευτήσαντος δ' αὐτοῦ διεδέξατο τὴν ἡγεμονίαν ὁ υἱὸς Ἰωσαφάτης ἐκ
γυναικὸς Ἀβιδᾶς τοὔνομα γεγενημένος. τοῦτον μιμητὴν Δαυίδου τοῦ προπάππου κατά
τε ἀνδρείαν καὶ εὐσέβειαν ἅπαντες ἐν τοῖς ἔργοις ὑπέλαβον. ἀλλὰ περὶ μὲν τούτου
τοῦ βασιλέως οὐ κατεπείγει νῦν λέγειν.
XIII
(1)[316] Ὁ δὲ Ἄχαβος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς κατῴκει μὲν ἐν Σαμαρείᾳ, τὴν
δ' ἀρχὴν κατέσχεν ἕως ἐτῶν εἴκοσι καὶ δύο μηδὲν καινίσας τῶν πρὸ αὐτοῦ
βασιλέων, εἰ μὴ ὅσα ≥ πρὸς τὸ χεῖρον καθ' ὑπερβολὴν πονηρίας ἐπενόησεν, ἅπαντα
δ' αὐτῶν τὰ κακουργήματα καὶ τὴν πρὸς τὸ θεῖον ὕβριν ἐκμιμησάμενος καὶ μάλιστα
τὴν Ἱεροβοάμου ζηλώσας παρανομίαν: [317] καὶ γὰρ οὗτος δαμάλεις τὰς ὑπ'
ἐκείνου κατασκευασθείσας προσεκύνησε καὶ τούτοις ἄλλα παράδοξα προσεμηχανήσατο.
ἔγημε δὲ γυναῖκα θυγατέρα μὲν Εἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως
Ἰεζαβέλην δὲ ὄνομα, ἀφ' ἧς τοὺς ἰδίους αὐτῆς θεοὺς προσκυνεῖν ἔμαθεν.
[318] ἦν δὲ τὸ γύναιον δραστήριόν τε καὶ τολμηρόν, εἰς τοσαύτην δὲ ἀσέλγειαν
καὶ μανίαν προύπεσεν, ὥστε καὶ ναὸν τῷ Τυρίων θεῷ ὃν Βελίαν προσαγορεύουσιν
ᾠκοδόμησε καὶ ἄλσος παντοίων δένδρων κατεφύτευσε: κατέστησε δὲ [καὶ] ἱερεῖς καὶ
ψευδοπροφήτας τούτῳ τῷ θεῷ: καὶ αὐτὸς δ' ὁ βασιλεὺς πολλοὺς τοιούτους περὶ
αὑτὸν εἶχεν ἀνοίᾳ καὶ πονηρίᾳ πάντας ὑπερβεβληκὼς τοὺς πρὸ αὐτοῦ.
(2)[319] Προφήτης δέ τις τοῦ μεγάλου θεοῦ ἐκ πόλεως Θεσσεβώνης τῆς
Γαλααδίτιδος χώρας προσελθὼν Ἀχάβῳ προλέγειν αὐτῷ τὸν θεὸν ἔφασκε μήθ' ὕσειν
αὐτὸν ἐν ἐκείνοις τοῖς ἔτεσι μήτε δρόσον καταπέμψειν εἰς τὴν χώραν, εἰ μὴ
φανέντος αὐτοῦ. καὶ τούτοις ἐπομόσας ἀνεχώρησεν εἰς τὰ πρὸς νότον μέρη
ποιούμενος παρὰ χειμάρρῳ τινὶ τὴν διατριβήν, ἐξ οὗ καὶ τὸ ποτὸν εἶχε: τὴν γὰρ
τροφὴν αὐτῷ καθ' ἡμέραν κόρακες προσέφερον. [320] ἀναξηρανθέντος δὲ τοῦ
ποταμοῦ δι' ἀνομβρίαν εἰς Σαριφθὰν πόλιν οὐκ ἄπωθεν τῆς Σιδῶνος καὶ Τύρου,
μεταξὺ γὰρ κεῖται, παραγίνεται τοῦ θεοῦ κελεύσαντος: εὑρήσειν γὰρ ἐκεῖ γυναῖκα
χήραν, ἥτις αὐτῷ παρέξει τροφάς. [321] ὢν δ' οὐ πόρρω τῆς πύλης ὁρᾷ
γυναῖκα χερνῆτιν ξυλιζομένην: τοῦ δὲ θεοῦ δηλώσαντος ταύτην εἶναι τὴν μέλλουσαν
αὐτὸν διατρέφειν προσελθὼν ἠσπάσατο καὶ κομίσαι ὕδωρ παρεκάλεσεν, ὅπως πίῃ, καὶ
πορευομένης μετακαλεσάμενος καὶ ἄρτον ἐνεγκεῖν ἐκέλευσε. [322] τῆς δ'
ὀμοσάσης μηδὲν ἔχειν ἢ μίαν ἀλεύρου δράκα καὶ ὀλίγον ἐλαίου, πορεύεσθαι δὲ
συνειλεχυῖαν τὰ ξύλα, ἵνα φυράσασα ποιήσῃ αὑτῇ καὶ τῷ τέκνῳ ἄρτον, μεθ' ὃν
ἀπολεῖσθαι λιμῷ δαπανηθέντα μηκέτι μηδενὸς ὄντος ἔλεγεν, “ἀλλὰ θαρσοῦσα, εἶπεν,
ἄπιθι καὶ τὰ κρείττω προσδοκῶσα, καὶ ποιήσασα πρῶτον ἐμοὶ βραχὺ κόμισον:
προλέγω γάρ σοι μηδέποτ' ἐπιλείψειν ἀλεύρων ἐκεῖνο τὸ ἄγγος μηδ' ἐλαίου τὸ
κεράμιον, μέχρις οὗ ἂν ὕσῃ ὁ θεός.” [323] ταῦτ' εἰπόντος τοῦ προφήτου
παραγενομένη πρὸς αὑτὴν ἐποίησε τὰ εἰρημένα καὶ αὐτή τε ἔσχε καὶ τῷ τέκνῳ
χορηγεῖ τὴν διατροφὴν καὶ τῷ προφήτῃ, ἐπέλιπε δ' οὐδὲν αὐτοὺς τούτων, ἄχρις οὗ
καὶ ὁ αὐχμὸς ἐπαύσατο. [324] μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ
Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως: “ἀβροχία τ'
ἐπ' αὐτοῦ ἐγένετο ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς ἕως τοῦ ἐχομένου ἔτους
Ὑπερβερεταίου, ἱΚετείαν δ' αὐτοῦ ποιησαμένου κεραυνοὺς ἱκανοὺς βεβληκέναι.
οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ καὶ Αὖζαν τὴν ἐν Λιβύῃ.” καὶ ταῦτα
μὲν δηλῶν τὴν ἐπ' Ἀχάβου γενομένην ἀνομβρίαν, κατὰ γὰρ τοῦτον καὶ Ἰθώβαλος
ἐβασίλευε Τυρίων, ὁ Μένανδρος ἀναγέγραφεν.
(3)[325] Ἡ δὲ γυνὴ περὶ ἧς πρὸ τούτων εἴπομεν, ἡ τὸν προφήτην διατρέφουσα,
τοῦ παιδὸς αὐτῇ καταπεσόντος εἰς νόσον, ὡς καὶ τὴν ψυχὴν ἀφεῖναι καὶ δόξαι
νεκρόν, ἀνακλαιομένη καὶ ταῖς τε χερσὶν αὑτὴν αἰκιζομένη καὶ φωνὰς οἵας
ὑπηγόρευε τὸ πάθος ἀφιεῖσα κατῃτιᾶτο τῆς παρ' αὐτῇ παρουσίας τὸν προφήτην ὡς
ἐλέγξαντα τὰς ἁμαρτίας αὐτῆς καὶ διὰ τοῦτο τοῦ παιδὸς τετελευτηκότος.
[326] ὁ δὲ παρεκελεύετο θαρρεῖν καὶ παραδοῦναι τὸν υἱὸν αὐτῷ: ζῶντα γὰρ
αὐτὸν ἀποδώσειν. παραδούσης οὖν βαστάσας εἰς τὸ δωμάτιον, ἐν ᾧ διέτριβεν αὐτός,
καὶ καταθεὶς ἐπὶ τῆς κλίνης ἀνεβόησε πρὸς τὸν θεὸν οὐ καλῶς ἀμείψασθαι τὴν
ὑποδεξαμένην καὶ θρέψασαν τὸν υἱὸν αὐτῆς ἀφαιρησόμενον, ἐδεῖτό τε τὴν ψυχὴν
εἰσπέμψαι πάλιν τῷ παιδὶ καὶ παρασχεῖν αὐτῷ τὸν βίον. [327] τοῦ δὲ θεοῦ
κατοικτείραντος μὲν τὴν μητέρα, βουληθέντος δὲ καὶ τῷ προφήτῃ χαρίσασθαι τὸ μὴ
δόξαι πρὸς αὐτὴν ἐπὶ κακῷ παρεῖναι, παρὰ πᾶσαν τὴν προσδοκίαν ἀνεβίωσεν. ἡ δ'
εὐχαρίστει τῷ προφήτῃ καὶ τότε σαφῶς ἔλεγε μεμαθηκέναι, ὅτι τὸ θεῖον αὐτῷ
διαλέγεται.
(4)[328] Χρόνου δ' ὀλίγου διελθόντος παραγίνεται πρὸς Ἄχαβον τὸν βασιλέα
κατὰ βούλησιν τοῦ θεοῦ δηλώσων αὐτῷ τὸν γενησόμενον ὑετόν. λιμὸς δὲ τότε
κατεῖχε τὴν χώραν ἅπασαν καὶ πολλὴ τῶν ἀναγκαίων ἀπορία, ὡς μὴ μόνον ἀνθρώπους
αὐτῶν σπανίζειν, ἀλλὰ καὶ τὴν γῆν μηδ' ὅσα τοῖς ἵπποις καὶ τοῖς ἄλλοις κτήνεσι
πρὸς νομήν ἐστι χρήσιμα διὰ τὴν ἀνομβρίαν ἀναδιδόναι. [329] τὸν οὖν
ἐπιμελόμενον αὐτοῦ τῶν κτημάτων ὁ βασιλεὺς καλέσας Ὠβεδίαν ἀπιέναι βούλεσθαι
πρὸς αὐτὸν εἶπεν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων καὶ τοὺς χειμάρρους, ἵν' εἴ που παρ'
αὐτοῖς εὑρεθείη πόα ταύτην εἰς τροφὴν ἀμησάμενοι τοῖς κτήνεσιν ἔχωσι. καὶ
περιπέμψαντα κατὰ πᾶσαν τὴν οἰκουμένην τοὺς ζητήσοντας τὸν προφήτην Ἠλίαν οὐχ
εὑρηκέναι: συνέπεσθαι δ' ἐκέλευσε κἀκεῖνον αὐτῷ. [330] δόξαν οὖν ἐξορμᾶν
αὐτοῖς μερισάμενοι τὰς ὁδοὺς ὅ τε Ὠβεδίας καὶ ὁ βασιλεὺς ἀπῄεσαν ἕτερος ἑτέραν
τῶν ὁδῶν. συνεβεβήκει δὲ καθ' ὃν Ἰεζαβέλη ἡ βασίλισσα καιρὸν τοὺς προφήτας
ἀπέκτεινε τοῦτον ἑκατὸν ἐν τοῖς ὑπὸ Γάρις σπηλαίοις κρύψαι προφήτας καὶ τρέφειν
αὐτοὺς ἄρτον χορηγοῦντα μόνον καὶ ὕδωρ. [331] μονωθέντι δ' ἀπὸ τοῦ
βασιλέως Ὠβεδίᾳ συνήντησεν ὁ προφήτης Ἠλίας: καὶ πυθόμενος παρ' αὐτοῦ τίς εἴη
καὶ μαθὼν προσεκύνησεν αὐτόν: ὁ δὲ πρὸς τὸν βασιλέα βαδίζειν ἐκέλευσε καὶ
λέγειν, ὅτι παρείη πρὸς αὐτόν. [332] ὁ δὲ τί κακὸν ὑπ' αὐτοῦ πεπονθότα
πρὸς τὸν ἀποκτεῖναι ζητοῦντα καὶ πᾶσαν ἐρευνήσαντα γῆν πέμπειν αὐτὸν ἔλεγεν: ἢ
τοῦτ' ἀγνοεῖν αὐτόν, ὅτι μηδένα τόπον κατέλιπεν, εἰς ὃν οὐκ ἀπέστειλε τοὺς
ἀνάξοντας εἰ λάβοιεν ἐπὶ θανάτῳ; [333] καὶ γὰρ εὐλαβεῖσθαι πρὸς αὐτὸν
ἔφασκε, μὴ τοῦ θεοῦ φανέντος αὐτῷ πάλιν εἰς ἄλλον ἀπέλθῃ τόπον, εἶτα διαμαρτὼν
αὐτοῦ πέμψαντος τοῦ βασιλέως μὴ δυνάμενος εὑρεῖν ὅπου ποτ' εἴη γῆς ἀποθάνῃ.
[334] προνοεῖν οὖν αὐτοῦ τῆς σωτηρίας παρακαλεῖ τὴν περὶ τοὺς ὁμοτέχνους
αὐτοῦ σπουδὴν λέγων, ὅτι σώσειεν ἑκατὸν προφήτας Ἱεζαβέλης πάντας τοὺς ἄλλους
ἀνῃρηκυίας καὶ ἔχοι κεκρυμμένους αὐτοὺς καὶ τρεφομένους ὑπ' αὐτοῦ. ὁ δὲ μηδὲν
δεδιότα βαδίζειν ἐκέλευε πρὸς τὸν βασιλέα δοὺς αὐτῷ πίστεις ἐνόρκους, ὅτι
πάντως κατ' ἐκείνην Ἀχάβῳ φανήσεται τὴν ἡμέραν.
(5)[335] Μηνύσαντος δὲ τῷ βασιλεῖ Ὠβεδίου τὸν Ἠλίαν ὑπήντησεν ὁ Ἄχαβος καὶ
ἤρετο μετ' ὀργῆς, εἰ αὐτὸς εἴη ὁ τὸν Ἑβραίων λαὸν κακώσας καὶ τῆς ἀκαρπίας
αἴτιος γεγενημένος. ὁ δ' οὐδὲν ὑποθωπεύσας αὐτὸν εἶπεν ἅπαντα τὰ δεινὰ
πεποιηκέναι καὶ τὸ γένος αὐτοῦ ξενικοὺς ἐπεισενηνοχότας τῇ χώρᾳ θεοὺς καὶ
τούτους σέβοντας, τὸν δ' ἴδιον αὐτῶν, ὃς μόνος ἐστὶ θεός, ἀπολελοιπότας καὶ
μηδεμίαν ἔτι πρόνοιαν αὐτοῦ ποιουμένους. [336] νῦν μέντοι γε ἀνελθόντα
ἐκέλευε πάντα τὸν λαὸν εἰς τὸ Καρμήλιον ὄρος ἀθροῖσαι πρὸς αὐτὸν καὶ τοὺς
προφήτας αὐτοῦ καὶ τῆς γυναικός, εἰπὼν ὅσοι τὸν ἀριθμὸν εἴησαν, καὶ τοὺς τῶν
ἀλσῶν προφήτας ὡς τετρακοσίους τὸ πλῆθος ὄντας. [337] ὡς δὲ συνέδραμον
πάντες εἰς τὸ προειρημένον ὄρος Ἀχάβου διαπέμψαντος, σταθεὶς αὐτῶν ὁ προφήτης
Ἠλίας μεταξύ, μέχρι πότε διῃρημένους αὐτοὺς τῇ διανοίᾳ καὶ ταῖς δόξαις οὕτως
βιώσειν ἔφασκε: νομίσαντας μὲν γὰρ τὸν ἐγχώριον θεὸν ἀληθῆ καὶ μόνον ἕπεσθαι
τούτῳ καὶ ταῖς ἐντολαῖς αὐτοῦ παρῄνει, μηδὲν δὲ τοῦτον ἡγουμένους ἀλλὰ περὶ τῶν
ξενικῶν ὑπειληφότας ὡς ἐκείνους δεῖ θρησκεύειν αὐτοῖς συνεβούλευε
κατακολουθεῖν. [338] τοῦ δὲ πλήθους μηδὲν πρὸς ταῦτ' ἀποκριναμένου ἠξίωσεν
Ἠλίας πρὸς διάπειραν τῆς τε τῶν ξενικῶν θεῶν ἰσχύος καὶ τῆς τοῦ ἰδίου, μόνος ὢν
αὐτοῦ προφήτης ἐκείνων δὲ τετρακοσίους ἐχόντων, λαβεῖν αὐτός τε βοῦν καὶ ταύτην
θύσας ἐπιθεῖναι ξύλοις πυρὸς οὐχ ὑπαφθέντος, κἀκείνους ταὐτὸ ποιήσαντας
ἐπικαλέσασθαι τοὺς ἰδίους θεοὺς ἀνακαῦσαι τὰ ξύλα: γενομένου γὰρ τούτου
μαθήσεσθαι αὐτοὺς τὴν ἀληθῆ φύσιν τοῦ θεοῦ. [339] ἀρεσάσης δὲ τῆς γνώμης
ἐκέλευσεν Ἠλίας τοὺς προφήτας ἐκλεξαμένους βοῦν πρώτους θῦσαι καὶ τοὺς αὑτῶν
ἐπικαλέσασθαι θεούς. ἐπεὶ δ' οὐδὲν ἀπήντα παρὰ τῆς εὐχῆς καὶ τῆς ἐπικλήσεως θύσασι
τοῖς προφήταις, σκώπτων ὁ Ἠλίας μεγάλῃ βοῇ καλεῖν αὐτοὺς ἐκέλευε τοὺς θεούς: ἢ
γὰρ ἀποδημεῖν αὐτοὺς ἢ καθεύδειν. [340] τῶν δ' ἀπ' ὄρθρου τοῦτο ποιούντων
μέχρι μέσης ἡμέρας καὶ τεμνόντων αὑτοὺς μαχαίραις καὶ σιρομάσταις κατὰ τὸ
πάτριον ἔθος, μέλλων αὐτὸς ἐπιτελεῖν ἐκέλευσε τοὺς μὲν ἀναχωρῆσαι, τοὺς δ'
ἐγγὺς προσελθόντας τηρεῖν αὐτόν, μὴ πῦρ λάθρα τοῖς ξύλοις ἐμβάλῃ.
[341] τοῦ δὲ ὄχλου προσελθόντος λαβὼν δώδεκα λίθους κατὰ φυλὴν τοῦ λαοῦ
τῶν Ἑβραίων ἀνέστησεν ἐξ αὐτῶν θυσιαστήριον καὶ περὶ αὐτὸ δεξαμενὴν ὤρυξε
βαθυτάτην, καὶ συνθεὶς τὰς σχίζας ἐπὶ τοῦ βωμοῦ καὶ κατ' αὐτῶν ἐπιθεὶς τὰ
ἱερεῖα τέσσαρας ἀπὸ τῆς κρήνης ἐκέλευσεν ὑδρίας ὕδατος κατασκεδάσαι τοῦ
θυσιαστηρίου, ὡς ὑπερβαλεῖν αὐτὸ καὶ τὴν δεξαμενὴν ἅπασαν γεμισθῆναι ὕδατος
πηγῆς ἀναδοθείσης. [342] ταῦτα δὲ ποιήσας ἤρξατο εὔχεσθαι τῷ θεῷ καὶ
καλεῖν αὐτὸν καὶ ποιεῖν τῷ πεπλανημένῳ πολὺν ἤδη χρόνον λαῷ φανερὰν τὴν αὑτοῦ
δύναμιν. καὶ ταῦτα λέγοντος ἄφνω πῦρ ἐξ οὐρανοῦ τοῦ πλήθους ὁρῶντος ἐπὶ τὸν
βωμὸν ἔπεσε καὶ τὴν θυσίαν ἐδαπάνησεν, ὡς ἀνακαῆναι καὶ τὸ ὕδωρ καὶ ψαφαρὸν
γενέσθαι τὸν τόπον.
(6)[343] Οἱ δ' Ἰσραηλῖται τοῦτ' ἰδόντες ἔπεσον ἐπὶ τῆς γῆς καὶ προσεκύνουν
ἕνα θεὸν καὶ μέγιστον καὶ ἀληθῆ μόνον ἀποκαλοῦντες, τοὺς δ' ἄλλους ὀνόματι ὑπὸ
φαύλης καὶ ἀνοήτου δόξης πεποιημένους: συλλαβόντες δ' αὐτῶν καὶ τοὺς προφήτας
ἀπέκτειναν Ἠλία παραινέσαντος. ἔφη δὲ καὶ τῷ βασιλεῖ πορεύεσθαι πρὸς ἄριστον
μηδὲν ἔτι φροντίσαντα: μετ' ὀλίγον γὰρ ὄψεσθαι τὸν θεὸν ὕοντα. [344] καὶ ὁ
μὲν Ἄχαβος ἀπηλλάγη, Ἠλίας δ' ἐπὶ τὸ ἀκρωτήριον τοῦ Καρμηλίου ἀναβὰς ὄρους καὶ
καθίσας ἐπὶ τῆς γῆς προσηρείσατο τοῖς γόνασι τὴν κεφαλήν, τὸν δὲ θεράποντα
ἐκέλευσεν ἀνελθόντα ἐπί τινα σκοπὴν εἰς τὴν θάλασσαν ἀποβλέπειν, κἂν ἴδῃ
νεφέλην ἐγειρομένην ποθέν, φράζειν αὐτῷ: μέχρι γὰρ τότε καθαρῷ συνέβαινε τῷ
ἀέρι εἶναι. [345] τοῦ δὲ ἀναβάντος καὶ μηδὲν πολλάκις ὁρᾶν φήσαντος,
ἕβδομον ἤδη βαδίσας ἑωρακέναι μελαινόμενον εἶπέ τι τοῦ ἀέρος οὐ πλέον ἴχνους
ἀνθρωπίνου. ὁ δὲ Ἠλίας ταῦτ' ἀκούσας πέμπει πρὸς τὸν Ἄχαβον κελεύων αὐτὸν εἰς
τὴν πόλιν ἀπέρχεσθαι πρὶν ἢ καταρραγῆναι τὸν ὄμβρον. [346] καὶ ὁ μὲν εἰς
Ἱερέζηλα πόλιν παραγίνεται: μετ' οὐ πολὺ δὲ τοῦ ἀέρος ἀχλύσαντος καὶ νέφεσι
καλυφθέντος πνεῦμά τε λάβρον ἐπιγίνεται καὶ πολὺς ὄμβρος. ὁ δὲ προφήτης ἔνθεος
γενόμενος τῷ τοῦ βασιλέως ἅρματι μέχρι τῆς Ἱερέζηλας πόλεως συνέδραμε.
(7)[347] Μαθοῦσα δὲ ἡ τοῦ Ἀχάβου γυνὴ Ἰεζάβηλα τά τε σημεῖα τὰ ὑπὸ Ἠλία
γενόμενα καὶ ὅτι τοὺς προφήτας αὐτῶν ἀπέκτεινεν, ὀργισθεῖσα πέμπει πρὸς αὐτὸν
ἀγγέλους ἀπειλοῦσα δι' αὐτῶν ἀποκτείνειν αὐτόν, ὡς κἀκεῖνος τοὺς προφήτας αὐτῆς
ἀπολέσειε. [348] φοβηθεὶς δ' ὁ Ἠλίας φεύγει εἰς πόλιν Βερσουβεὲ λεγομένην,
ἐπ' ἐσχάτης δ' ἔστιν αὕτη τῆς χώρας τῶν τῆς Ἰούδα φυλῆς ἐχόντων κατὰ τὴν
Ἰδουμαίων γῆν, καταλιπὼν δ' ἐκεῖ τὸν θεράποντα εἰς τὴν ἔρημον ἀνεχώρησεν
εὐξάμενος ἀποθανεῖν: οὐ γὰρ δὴ κρείττων εἶναι τῶν πατέρων, ἵνα ἐκείνων
ἀπολωλότων αὐτὸς ζῆν γλίχηται: [349] κατακοιμηθεὶς δὲ πρός τινι δένδρῳ
διεγείραντος αὐτόν τινος ἀναστὰς εὑρίσκει παρακειμένην αὑτῷ τροφὴν καὶ ὕδωρ:
φαγὼν δὲ καὶ συλλεξάμενος ἐκ τῆς τροφῆς ἐκείνης τὴν δύναμιν εἰς τὸ Σιναῖον
καλούμενον ὄρος παραγίνεται, οὗ Μωυσῆς τοὺς νόμους παρὰ τοῦ θεοῦ λέγεται
λαβεῖν. [350] εὑρὼν δ' ἐν αὐτῷ σπήλαιόν τι κοῖλον εἴσεισι καὶ διετέλει
ποιούμενος ἐν αὐτῷ τὴν μονήν. ἐρομένης δέ τινος αὐτὸν φωνῆς ἐξ ἀδήλου, τί
παρείη καταλελοιπὼς τὴν πόλιν ἐκεῖσε, διὰ τὸ κτεῖναι μὲν τοὺς προφήτας τῶν
ξενικῶν θεῶν, πεῖσαι δὲ τὸν λαὸν ὅτι μόνος εἴη θεὸς ὁ ὤν, ὃν ἀπ' ἀρχῆς
ἐθρήσκευσαν, ἔφησε: ζητεῖσθαι γὰρ ἐπὶ τούτῳ πρὸς τιμωρίαν ὑπὸ τῆς γυναικὸς τοῦ
βασιλέως. [351] πάλιν δὲ ἀκούσας προελθεῖν εἰς τὸ ὕπαιθρον τῇ ἐπιούσῃ,
γνώσεσθαι γὰρ οὕτως τί δεῖ ποιεῖν, προῆλθεν ἐκ τοῦ σπηλαίου μεθ' ἡμέραν καὶ
σεισμοῦ τε ἐπακούει καὶ λαμπρὰν πυρὸς αὐγὴν ὁρᾷ. [352] καὶ γενομένης
ἡσυχίας φωνὴ θεία μὴ ταράττεσθαι τοῖς γινομένοις αὐτὸν παρακελεύεται, κρατήσειν
γὰρ οὐδένα τῶν ἐχθρῶν αὐτοῦ, προσέταξέ τε ὑποστρέψαντα εἰς τὴν οἰκείαν ἀποδεῖξαι
τοῦ πλήθους βασιλέα Ἰηοῦν τὸν Νεμεσαίου παῖδα, ἐκ Δαμασκοῦ δὲ τῶν Σύρων
Ἀζάηλον: ἀντ' αὐτοῦ δὲ προφήτην Ἐλισσαῖον ὑπ' αὐτοῦ γενήσεσθαι ἐκ πόλεως
Ἀβέλας: διαφθερεῖ δὲ τοῦ ἀσε [353] βοῦς ὄχλου τοὺς μὲν Ἀζάηλος τοὺς δὲ
Ἰηοῦς.” ὁ δ' Ἠλίας ὑποστρέφει ταῦτ' ἀκούσας εἰς τὴν Ἑβραίων χώραν καὶ τὸν
Σαφάτου παῖδα Ἐλισσαῖον καταλαβὼν ἀροῦντα καὶ μετ' αὐτοῦ τινας ἄλλους
ἐλαύνοντας ζεύγη δώδεκα προσελθὼν ἐπέρριψεν αὐτῷ τὸ ἴδιον ἱμάτιον. [354] ὁ
δ' Ἐλισσαῖος εὐθέως προφητεύειν ἤρξατο καὶ καταλιπὼν τοὺς βόας ἠκολούθησεν Ἠλίᾳ.
δεηθεὶς δὲ συγχωρῆσαι αὐτῷ τοὺς γονεῖς ἀσπάσασθαι κελεύοντος τοῦτο ποιεῖν
ἀποταξάμενος αὐτοῖς εἵπετο καὶ ἦν Ἠλίου τὸν ἅπαντα χρόνον τοῦ ζῆν καὶ μαθητὴς
καὶ διάκονος. καὶ τὰ μὲν περὶ τοῦ προφήτου τούτου τοιαῦτα ἦν.
(8)[355] Ναβώθης δέ τις ἐξ Ἱεζαρήλου πόλεως ἀγρογείτων ὢν τοῦ βασιλέως
παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων
ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν
ἐπιτρέποντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν,
αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός.
[356] λυπηθεὶς δ' ὡς ἐφ' ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βασιλεὺς οὔτε
λουτρὸν προσηνέγκατο οὔτε τροφήν, τῆς δ' Ἰεζαβέλης τῆς γυναικὸς αὐτοῦ
πυνθανομένης, ὅ τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε
δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβώθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς
αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη μὴ τυχὼν ὧν ἠξίου.
[357] ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης
ἐπὶ τὴν συνήθη τρέπεσθαι τοῦ σώματος πρόνοιαν: μελήσειν γὰρ αὐτῇ περὶ τῆς
Ναβώθου τιμωρίας. [358] καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς
ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχάβου ὀνόματος νηστεῦσαί τε κελεύουσα καὶ
ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβωθον, εἶναι γὰρ αὐτὸν γένους
ἐπιφανοῦς, παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας τοὺς καταμαρτυρήσοντας
αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ
διαχρήσασθαι τῷ τρόπῳ. [359] καὶ Νάβωθος μέν, ὡς ἔγραψεν ἡ βασίλισσα,
οὕτως καταμαρτυρηθεὶς βλασφημῆσαι τὸν θεόν τε καὶ Ἄχαβον βαλλόμενος ὑπὸ τοῦ
πλήθους ἀπέθανεν, ἀκούσασα δὲ ταῦτα Ἰεζάβηλα εἴσεισι πρὸς τὸν βασιλέα καὶ
κληρονομεῖν τὸν Ναβώθου ἀμπελῶνα προῖκα ἐκέλευσεν. [360] ὁ δὲ Ἄχαβος ἥσθη
τοῖς γεγενημένοις καὶ ἀναπηδήσας ἀπὸ τῆς κλίνης ὀψόμενος ἧκε τὸν ἀμπελῶνα τὸν
Ναβώθου. ἀγανακτήσας δ' ὁ θεὸς πέμπει τὸν προφήτην Ἠλίαν εἰς τὸ Ναβώθου χωρίον
Ἀχάβῳ συμβαλοῦντα καὶ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ
δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸς ἀδίκως. [361] ὡς δ' ἧκε πρὸς
αὐτὸν εἰπόντος τοῦ βασιλέως, ὅ τι βούλεται χρήσασθαι αὐτῷ, αἰσχρὸν γὰρ ὄντα ἐπὶ
ἁμαρτήματι ληφθῆναι ὑπ' αὐτοῦ, κατ' ἐκεῖνον ἔφη τὸν τόπον, ἐν ᾧ τὸν Ναβώθου
νεκρὸν ὑπὸ κυνῶν δαπανηθῆναι συνέβη, τό τε αὐτοῦ καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι
αἷμα καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι τοιαῦτα ἀσεβῆσαι τετολμηκότος καὶ παρὰ
τοὺς πατρίους νόμους πολίτην ἀδίκως ἀνῃρηκότος. [362] Ἀχάβῳ δὲ λύπη τῶν
πεπραγμένων εἰσῆλθε καὶ μετάμελος, καὶ σακκίον ἐνδυσάμενος γυμνοῖς τοῖς ποσὶ
διῆγεν οὐχ ἁπτόμενος τροφῆς ἀνθομολογούμενός τε τὰ ἡμαρτημένα καὶ τὸν θεὸν
οὕτως ἐξευμενίζων. ὁ δὲ ζῶντος μὲν αὐτοῦ πρὸς τὸν προφήτην ὑπερβαλεῖσθαι τὴν
τοῦ γένους τιμωρίαν εἶπεν ἐφ' οἷς ἐπὶ τοῖς τετολμημένοις μετανοεῖ, τελέσειν δὲ
τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ Ἀχάβου. καὶ ὁ μὲν προφήτης ταῦτ' ἐδήλωσε τῷ βασιλεῖ.
XIV
(1)[363] Τῶν δὲ περὶ τὸν Ἄχαβον ὄντων τοιούτων κατὰ τὸν αὐτὸν καιρὸν ὁ τοῦ
Ἀδάδου βασιλεύων τῶν Σύρων καὶ Δαμασκοῦ δύναμιν ἐξ ἁπάσης τῆς χώρας συναγαγὼν
καὶ συμμάχους τοὺς πέραν Εὐφράτου βασιλέας ποιησάμενος τριάκοντα καὶ δύο
ἐστράτευσεν ἐπὶ τὸν Ἄχαβον. [364] ὁ δ' οὐκ ὢν ὅμοιος αὐτῷ τῇ στρατιᾷ πρὸς
μάχην μὲν οὐ παρετάξατο, πάντα δ' εἰς τὰς ὀχυρωτάτας πόλεις ἐγκλείσας τὰ ἐν τῇ
χώρᾳ αὐτὸς μὲν ἔμεινεν ἐν Σαμαρείᾳ: τείχη γὰρ αὕτη λίαν ἰσχυρὰ περιεβέβλητο καὶ
τὰ ἄλλα δυσάλωτος ἐδόκει: ὁ δὲ Σύρος ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τὴν
Σαμάρειαν καὶ περικαθίσας αὐτῇ τὸν στρατὸν ἐπολιόρκει. [365] πέμψας δὲ
κήρυκα πρὸς Ἄχαβον ἠξίου πρεσβευτὰς δέξασθαι παρ' αὐτοῦ, δι' ὧν αὐτῷ δηλώσει τί
βούλεται. τοῦ δὲ τῶν Ἰσραηλιτῶν βασιλέως πέμπειν ἐπιτρέψαντος ἐλθόντες οἱ
πρέσβεις ἔλεγον κατ' ἐντολὴν τοῦ βασιλέως τὸν Ἀχάβου πλοῦτον καὶ τὰ τέκνα αὐτοῦ
καὶ τὰς γυναῖκας Ἀδάδου τυγχάνειν: ἂν δ' ὁμολογήσῃ καὶ λαβεῖν αὐτὸν τούτων ὅσα
βούλεται συγχωρήσῃ, τὴν στρατιὰν ἀπάξει καὶ παύσεται πολιορκῶν αὐτόν. [366] ὁ
δ' Ἄχαβος τοῖς πρέσβεσιν ἐκέλευσε πορευθεῖσι λέγειν τῷ βασιλεῖ αὐτῶν, ὅτι καὶ
αὐτὸς καὶ οἱ ἑκείνου πάντες κτήματά εἰσιν αὐτοῦ. [367] ταῦτα δ'
ἀπαγγειλάντων πέμπει πάλιν πρὸς αὐτὸν ἀξιῶν ἀνωμολογηκότα πάντα εἶναι ἐκείνου
δέξασθαι τοὺς πεμφθησομένους εἰς τὴν ἐπιοῦσαν ὑπ' αὐτοῦ δούλους, οἷς ἐρευνήσασι
τά τε βασίλεια καὶ τοὺς τῶν φίλων καὶ συγγενῶν οἴκους ἐκέλευε διδόναι πᾶν ὅ τι
ἂν ἐν αὐτοῖς εὕρωσι κάλλιστον, τὰ δ' ἀπαρέσαντα σοὶ καταλεί [368] ψουσιν.”
Ἄχαβος δ' ἀγασθεὶς ἐπὶ τῇ δευτέρᾳ πρεσβείᾳ τοῦ τῶν Σύρων βασιλέως συναγαγὼν εἰς
ἐκκλησίαν τὸ πλῆθος ἔλεγεν, ὡς αὐτὸς μὲν ἑτοίμως εἶχεν ὑπὲρ σωτηρίας αὐτοῦ καὶ
εἰρήνης καὶ γυναῖκας τὰς ἰδίας προέσθαι τῷ πολεμίῳ καὶ τὰ τέκνα καὶ πάσης
παραχωρῆσαι κτήσεως: ταῦτα γὰρ ἐπιζητῶν ἐπρεσβεύσατο πρῶτον ὁ Σύρος. [369] νῦν
δ' ἠξίωκε δούλους πέμψαι τάς τε πάντων οἰκίας ἐρευνῆσαι καὶ μηδὲν ἐν αὐταῖς
καταλιπεῖν τῶν καλλίστων κτημάτων πρόφασιν βουλόμενος πολέμου λαβεῖν, εἰδὼς ὅτι
τῶν μὲν ἐμαυτοῦ δι' ὑμᾶς οὐκ ἂν φεισαίμην, ἀφορμὴν δ' ἐκ τοῦ περὶ τῶν ὑμετέρων
ἀηδοῦς πραγματευόμενος εἰς τὸ πολεμεῖν: ποιήσω γε μὴν τὰ ὑμῖν
[370] δοκοῦντα.” τὸ δὲ πλῆθος μὴ δεῖν ἀκούειν τῶν κατ' αὐτὸν ἔλεγεν, ἀλλὰ
καταφρονεῖν καὶ πρὸς τὸ πολεμεῖν ἑτοίμως ἔχειν. τοῖς οὖν πρεσβευταῖς
ἀποκρινάμενος λέγειν ἀπελθοῦσιν, ὅτι τοῖς τὸ πρῶτον ἀξιωθεῖσιν ὑπ' αὐτοῦ καὶ
νῦν ἐμμένει τῆς τῶν πολιτῶν ἀσφαλείας ἕνεκα πρὸς δὲ τὴν δευτέραν ἀξίωσιν οὐχ
ὑπακούει, ἀπέλυσεν αὐτούς.
(2)[371] Ὁ δ' Ἄδαδος ἀκούσας ταῦτα καὶ δυσχεράνας τρίτον ἔπεμψε πρὸς Ἄχαβον
τοὺς πρέσβεις ἀπειλῶν ὑψηλότερον τῶν τειχῶν οἷς καταφρονεῖ χῶμα τούτοις
ἐπεγείρειν αὐτοῦ τὴν στρατιὰν κατὰ δράκα λαμβάνουσαν, ἐμφανίζων αὐτῷ τῆς
δυνάμεως τὸ πλῆθος καὶ καταπληττόμενος. [372] τοῦ δ' Ἀχάβου μὴ καυχᾶσθαι
δεῖν ἀποκριναμένου καθωπλισμένον ἀλλὰ τῇ μάχῃ κρείττω γενόμενον, ἐλθόντες οἱ
πρέσβεις καὶ δειπνοῦντα καταλαβόντες τὸν βασιλέα μετὰ τριάκοντα καὶ δύο
βασιλέων συμμάχων ἐδήλωσαν αὐτῷ τὴν ἀπόκρισιν: ὁ δ' εὐθέως τοῦτο προσέταξε καὶ
περιχαρακοῦν τὴν πόλιν καὶ χώματα βάλλεσθαι καὶ μηδένα τρόπον ἀπολιπεῖν
πολιορκίας. [373] ἦν δ' Ἄχαβος τούτων πραττομένων ἐν ἀγωνίᾳ δεινῇ σὺν
παντὶ τῷ λαῷ: θαρρεῖ δὲ καὶ τῶν φόβων ἀπολύεται προφήτου τινὸς αὐτῷ
προσελθόντος καὶ φήσαντος αὐτῷ τὸν θεὸν ὑπισχνεῖσθαι ποιήσειν τὰς τοσαύτας τῶν
πολεμίων μυριάδας ὑποχειρίους. [374] πυθομένῳ δέ, διὰ τίνων ἂν ἡ νίκη
γένοιτο, “διὰ τῶν παίδων, εἶπε, τῶν ἡγεμόνων ἡγουμένου σοῦ διὰ τὴν ἀπειρίαν
ἐκείνων.” καλέσαντος δὲ τοὺς τῶν ἡγεμόνων υἱούς, εὑρέθησαν δ' ὡς διακόσιοι καὶ
τριακονταδύο, μαθὼν τὸν Σύρον πρὸς εὐωχίαν καὶ ἄνεσιν τετραμμένον ἀνοίξας τὰς
πύλας ἐξέπεμψε τοὺς παῖδας. [375] τῶν δὲ σκοπῶν δηλωσάντων τοῦτο τῷ Ἀδάδῳ
πέμπει τινὰς ὑπαντησομένους ἐντειλάμενος, ἂν μὲν εἰς μάχην ὦσι προεληλυθότες,
ἵνα δήσαντες ἀγάγωσι πρὸς αὐτόν, ἂν δ' εἰρηνικῶς, ὅπως ταὐτὸ ποιῶσιν.
[376] εἶχε δ' ἑτοίμην Ἄχαβος καὶ τὴν ἄλλην στρατιὰν ἐντὸς τῶν τειχῶν. οἱ
δὲ τῶν ἀρχόντων παῖδες συμβαλόντες τοῖς φύλαξι πολλοὺς αὐτῶν ἀποκτείνουσι καὶ
τοὺς ἄλλους ἄχρι τοῦ στρατοπέδου διώκουσιν. ἰδὼν δὲ τούτους νικῶντας ὁ βασιλεὺς
ἐξαφίησι καὶ τὴν ἄλλην στρατιὰν ἅπασαν. [377] ἡ δ' αἰφνιδίως ἐπιπεσοῦσα
τοῖς Σύροις ἐκράτησεν αὐτῶν, οὐ γὰρ προσεδόκων αὐτοὺς ἐπεξελεύσεσθαι, καὶ διὰ
τοῦτο γυμνοῖς καὶ μεθύουσι προσέβαλλον, ὥστε τὰς πανοπλίας ἐκ τῶν στρατοπέδων
φεύγοντας καταλιπεῖν καὶ τὸν βασιλέα σωθῆναι μόλις ἐφ' ἵππου ποιησάμενον τὴν
φυγήν. [378] Ἄχαβος δὲ πολλὴν ὁδὸν διώκων τοὺς Σύρους ἤνυσεν ἀναιρῶν
αὐτούς, διαρπάσας δὲ τὰ ἐν τῇ παρεμβολῇ, πλοῦτος δ' ἦν οὐκ ὀλίγος, ἀλλὰ καὶ
χρυσοῦ πλῆθος καὶ ἀργύρου τά τε ἅρματα τοῦ Ἀδάδου καὶ τοὺς ἵππους λαβὼν
ἀνέστρεψεν εἰς τὴν πόλιν. τοῦ δὲ προφήτου παρασκευάζεσθαι φήσαντος καὶ τὴν
δύναμιν ἑτοίμην ἔχειν, ὡς τῷ ἐπιόντι πάλιν ἔτει στρατεύσοντος ἐπ' αὐτὸν τοῦ
Σύρου, ὁ μὲν Ἄχαβος πρὸς τούτοις ἦν.
(3)[379] Ὁ δὲ Ἄδαδος διασωθεὶς ἐκ τῆς μάχης μεθ' ὅσης ἠδυνήθη στρατιᾶς
συνεβουλεύσατο τοῖς αὑτοῦ φίλοις, πῶς ἂν ἐπιστρατεύσηται τοῖς Ἰσραηλίταις. οἱ
δὲ ἐν μὲν τοῖς ὄρεσιν οὐκ ἐδίδοσαν γνώμην συμβαλεῖν αὐτοῖς: τὸν γὰρ θεὸν αὐτῶν
ἐν τοῖς τοιούτοις δύνασθαι τόποις καὶ διὰ τοῦτο νῦν ὑπ' αὐτῶν νενικῆσθαι:
κρατήσειν δὲ ἔλεγον ἐν πεδίῳ ποιησαμένους τὴν μάχην. [380] συνεβούλευον δὲ
πρὸς τούτῳ τοὺς μὲν βασιλέας οὓς ἐπηγάγετο συμμάχους ἀπολῦσαι πρὸς τὰ οἰκεῖα,
τὴν δὲ στρατιὰν αὐτῶν κατασχεῖν ἀντ' ἐκείνων σατράπας καταστήσαντα: εἰς δὲ τὴν
τῶν ἀπολωλότων τάξιν στρατολογῆσαι δύναμιν ἐκ τῆς χώρας τῆς αὐτῶν καὶ ἵππους
καὶ ἅρματα. δοκιμάσας οὖν ταῦτα εἰρῆσθαι καλῶς οὕτως διεκόσμησε τὴν δύναμιν.
(4)[381] Ἀρξαμένου δὲ ἔαρος ἀναλαβὼν τὴν στρατιὰν ἦγεν ἐπὶ τοὺς Ἑβραίους,
καὶ γενόμενος πρὸς πόλει τινί, Ἀφεκὰ δ' αὐτὴν καλοῦσιν, ἐν μεγάλῳ
στρατοπεδεύεται πεδίῳ. Ἄχαβος δ' ἀπαντήσας αὐτῷ μετὰ τῆς δυνάμεως
ἀντεστρατοπεδεύσατο: σφόδρα δ' ἦν ὀλίγον αὐτοῦ τὸ στράτευμα πρὸς τοὺς πολεμίους
ἀντιπαραβαλλόμενον. [382] τοῦ δὲ προφήτου προσελθόντος αὐτῷ πάλιν καὶ
νίκην τὸν θεὸν αὐτῷ διδόναι φήσαντος, ἵνα τὴν ἰδίαν ἰσχὺν ἐπιδείξηται μὴ μόνον
ἐν τοῖς ὄρεσιν ἀλλὰ κἀν τοῖς πεδίοις ὑπάρχουσαν, ὅπερ οὐκ εἶναι δοκεῖ τοῖς
Σύροις, ἑπτὰ μὲν ἡμέρας ἀντεστρατοπεδευκότες ἡσύχαζον, τῇ δὲ ὑστάτῃ τούτων ὑπὸ
τὸν ὄρθρον προελθόντων ἐκ τοῦ στρατοπέδου τῶν πολεμίων καὶ παραταξαμένων εἰς
μάχην ἀντεπεξῆγε καὶ Ἄχαβος τὴν [οἰκείαν] δύναμιν. [383] καὶ συμβαλὼν
καρτερᾶς τῆς μάχης γενομένης τρέπεται τοὺς πολεμίους εἰς φυγὴν καὶ διώκων
ἐπέκειτο. οἱ δὲ καὶ ὑπὸ τῶν ἁρμάτων καὶ ὑπ' ἀλλήλων ἀπώλοντο, ἴσχυσαν δ' ὀλίγοι
διαφυγεῖν εἰς τὴν Ἀφεκὰ πόλιν αὐτῶν. [384] ἀπέθανον δὲ καὶ αὐτοὶ τῶν
τειχῶν αὐτοῖς ἐπιπεσόντων ὄντες δισμύριοι ἑπτακισχίλιοι. διεφθάρησαν δ' ἐν
ἐκείνῃ τῇ μάχῃ ἄλλαι μυριάδες δέκα. ὁ δὲ βασιλεὺς τῶν Σύρων Ἄδαδος φεύγων μετά
τινων πιστοτάτων οἰκετῶν εἰς ὑπόγειον οἶκον ἐκρύβη. [385] τούτων
φιλανθρώπους καὶ ἐλεήμονας εἶναι φησάντων τοὺς τῶν Ἰσραηλιτῶν βασιλέας καὶ
δυνήσεσθαι τῷ συνήθει τρόπῳ τῆς ἱκετείας χρησαμένους τὴν σωτηρίαν αὐτῷ παρ'
Ἀχάβου λαβεῖν, εἰ συγχωρήσειεν αὐτοῖς πρὸς αὐτὸν ἀπελθεῖν, ἀφῆκεν: οἱ δὲ
σάκκους ἐνδυσάμενοι καὶ σχοινία ταῖς κεφαλαῖς περιθέμενοι, οὕτως γὰρ τὸ παλαιὸν
ἱκέτευον οἱ Σύροι, πρὸς Ἄχαβον παρεγένοντο καὶ δεῖσθαι τὸν Ἄδαδον σώζειν αὐτὸν
ἔλεγον εἰς ἀεὶ δοῦλον αὐτοῦ τῆς χάριτος γενησόμενον. [386] ὁ δὲ συνήδεσθαι
φήσας αὐτῷ περιόντι καὶ μηδὲν ἐν τῇ μάχῃ πεπονθότι τιμὴν καὶ εὔνοιαν, ἣν ἄν τις
ἀδελφῷ παράσχοι, κατεπηγγείλατο. λαβόντες δὲ ὅρκους παρ' αὐτοῦ μηδὲν ἀδικήσειν
φανέντα προάγουσι πορευθέντες ἐκ τοῦ οἴκου ἐν ᾧ κέκρυπτο καὶ προσάγουσι τῷ
Ἀχάβῳ ἐφ' ἅρματος καθεζομένῳ: ὁ δὲ προσεκύνησεν αὐτόν. [387] Ἄχαβος δ'
ἐπιδοὺς αὐτῷ τὴν δεξιὰν ἀναβιβάζει ἐπὶ τὸ ἅρμα καὶ καταφιλήσας θαρρεῖν ἐκέλευε
καὶ μηδὲν τῶν ἀτόπων προσδοκᾶν, Ἄδαδος δ' εὐχαρίστει καὶ παρ' ὅλον τὸν τοῦ ζῆν
χρόνον ἀπομνημονεύσειν τῆς εὐεργεσίας ὡμολόγει καὶ τὰς πόλεις τῶν Ἰσραηλιτῶν,
ἃς ἀπήνεγκαν οἱ πρὸ αὐτοῦ βασιλεῖς, ἀποδώσειν ἐπηγγείλατο καὶ Δαμασκὸν ὥστε
ἐξελαύνειν εἰς αὐτήν, καθὼς καὶ οἱ πατέρες αὐτοῦ εἰς Σαμάρειαν εἶχον τοῦτο
ποιεῖν, ἀνήσειν. [388] γενομένων δ' αὐτοῖς ὅρκων καὶ συνθηκῶν πολλὰ
δωρησάμενος αὐτῷ Ἄχαβος ἀπέπεμψεν εἰς τὴν ἰδίαν βασιλείαν. καὶ τὰ μὲν περὶ τῆς
Ἀδάδου τοῦ Σύρων βασιλέως στρατείας ἐπὶ Ἄχαβον καὶ τοὺς Ἰσραηλίτας τοιοῦτον ἔσχε
τὸ τέλος.
(5)[389] Προφήτης δέ τις τοὔνομα Μιχαίας προσελθών τινι τῶν Ἰσραηλιτῶν
ἐκέλευεν αὐτὸν εἰς τὴν κεφαλὴν πλῆξαι: τοῦτο γὰρ ποιήσειν κατὰ βούλησιν τοῦ
θεοῦ. τοῦ δὲ μὴ πεισθέντος προεῖπε παρακούσαντα τῶν τοῦ θεοῦ προσταγμάτων
λέοντι περιτυχόντα διαφθαρήσεσθαι. συμβάντος τούτου τἀνθρώπῳ πρόσεισιν ἑτέρῳ
πάλιν ὁ προφήτης ταὐτὸ προστάσσων. [390] πλήξαντος δ' ἐκείνου καὶ
θραύσαντος αὐτοῦ τὸ κρανίον καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ βασιλεῖ λέγων
αὐτῷ συνεστρατεῦσθαι καὶ παραλαβεῖν ἐπὶ φυλακῇ τινα τῶν αἰχμαλώτων παρὰ τοῦ
ταξιάρχου, φυγόντος δ' αὐτοῦ κινδυνεύειν ὑπὸ τοῦ παραδεδωκότος ἀποθανεῖν:
ἀπειλῆσαι γὰρ αὐτὸν εἰ διαφύγοι ὁ αἰχμάλωτος ἀποκτείνειν. [391] δίκαιον δὲ
φήσαντος Ἀχάβου τὸν θάνατον εἶναι λύσας τὴν κεφαλὴν ἐπιγινώσκεται ὑπ' αὐτοῦ
Μιχαίας ὁ προφήτης ὤν. ἐκέχρητο δὲ σοφίσματι πρὸς αὐτὸν τῷ γενομένῳ πρὸς τοὺς
μέλλοντας λόγους: [392] εἶπε γάρ, [ὡς] ὁ θεὸς ἀφέντ' αὐτὸν διαδράναι τὴν
τιμωρίαν Ἄδαδον τὸν βλασφημήσαντα εἰς αὐτὸν μετελεύσεται καὶ ποιήσει σεαυτὸν
μὲν ἀποθανεῖν ὑπ' ἐκείνου, τὸν δὲ λαὸν ὑπὸ τῆς στρατιᾶς αὐτοῦ.” παροξυνθεὶς δ'
Ἄχαβος πρὸς τὸν προφήτην τὸν μὲν ἐγκλεισθέντα φυλάττεσθαι ἐκέλευσε,
συγκεχυμένος δ' αὐτὸς ἐπὶ τοῖς Μιχαίου λόγοις ἀνεχώρησεν εἰς τὴν οἰκείαν.
XV
(1)[393] Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν: ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα
Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν
ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου
κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν.
[394] ἀλλ' εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς
καὶ τί καθ' ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δ'
αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν
ἄρασθαι μεγίστην.
(2)[395] Τρίτῳ δ' ἔτει τῆς βασιλείας συγκαλέσας τοὺς ἡγεμόνας τῆς χώρας καὶ
τοὺς ἱερεῖς ἐκέλευε τὴν γῆν περιελθόντας ἅπαντα τὸν λαὸν τὸν ἐπ' αὐτῇ διδάξαι
κατὰ πόλιν τοὺς Μωσείους νόμους καὶ φυλάσσειν τούτους καὶ σπουδάζειν περὶ τὴν
θρησκείαν τοῦ θεοῦ. καὶ ἥσθη πᾶν τὸ πλῆθος οὕτως, ὡς μηδὲν ἄλλο φιλοτιμεῖσθαι
μηδὲ ἀγαπᾶν ὡς τὸ τηρεῖν τὰ νόμιμα. [396] οἵ τε προσχώριοι διετέλουν
στέργοντες τὸν Ἰωσάφατον καὶ πρὸς αὐτὸν εἰρήνην ἄγοντες: οἱ δὲ Παλαιστῖνοι
τακτοὺς ἐτέλουν αὐτῷ φόρους καὶ Ἄραβες ἐχορήγουν κατ' ἔτος ἄρνας ἑξήκοντα καὶ
τριακοσίους καὶ ἐρίφους τοσούτους. πόλεις τε μεγάλας ὠχύρωσεν ἄλλας τε καὶ
βαρεῖς, καὶ δύναμιν στρατιωτικὴν πρὸς πολέμους ηὐτρέπιστο. [397] ἦν δὲ ἐκ
μὲν τῆς Ἰούδα φυλῆς στρατὸς ὁπλιτῶν μυριάδες τριάκοντα, ὧν Ἐδναῖος τὴν
ἡγεμονίαν εἶχεν, Ἰωάννης δὲ μυριάδων εἴκοσι. ὁ δ' αὐτὸς οὗτος ἡγεμὼν κἀκ τῆς
Βενιαμίτιδος φυλῆς εἶχε τοξοτῶν πεζῶν μυριάδας εἴκοσι, ἄλλος δ' ἡγεμὼν ᾧ
Χάβαθος ὄνομα μυριάδας ὁπλιτῶν ὀκτωκαίδεκα τὸ πλῆθος τῷ βασιλεῖ προσένειμε,
πάρεξ ὧν εἰς τὰς ὀχυρωτάτας διέπεμψε πόλεις.
(3)[398] Ἠγάγετο δὲ τῷ παιδὶ Ἰωράμῳ τὴν Ἀχάβου θυγατέρα τοῦ τῶν δέκα φυλῶν
βασιλέως Ὀθλίαν ὄνομα. πορευθέντα δ' αὐτὸν μετὰ χρόνον τινὰ εἰς Σαμάρειαν
φιλοφρόνως Ἄχαβος ὑπεδέξατο καὶ τὸν ἀκολουθήσαντα στρατὸν ἐξένισε λαμπρῶς σίτου
τε καὶ οἴνου καὶ θυμάτων ἀφθονίᾳ, παρεκάλεσέ τε συμμαχῆσαι κατὰ τοῦ Σύρων
βασιλέως, ἵνα τὴν ἐν τῇ Γαλαδηνῇ πόλιν Ἀραμαθὰν ἀφέληται: [399] τοῦ γὰρ
πατρὸς αὐτὴν τοῦ αὐτοῦ πρῶτον τυγχάνουσαν ἀφῃρῆσθαι τὸν ἐκείνου πατέρα. τοῦ δὲ
Ἰωσαφάτου τὴν βοήθειαν ἐπαγγειλαμένου, καὶ γὰρ εἶναι δύναμιν αὐτῷ μὴ ἐλάττω τῆς
ἐκείνου, καὶ μεταπεμψαμένου τὴν δύναμιν ἐξ Ἱεροσολύμων εἰς Σαμάρειαν,
προεξελθόντες ἔξω τῆς πόλεως οἱ δύο βασιλεῖς καθίσαντες ἐπὶ τοῦ ἰδίου θρόνου
ἑκάτερος τοῖς οἰκείοις στρατιώταις τὸ στρατιωτικὸν διένεμον.
[400] Ἰωσαφάτης δ' ἐκέλευσεν εἴ τινές εἰσι προφῆται καλέσαντ' αὐτοὺς
ἀνακρῖναι περὶ τῆς ἐπὶ τὸν Σύρον ἐξόδου, εἰ συμβουλεύουσι κατ' ἐκεῖνον τὸν
καιρὸν αὐτῷ ποιήσασθαι τὴν στρατείαν: καὶ γὰρ εἰρήνη τε καὶ φιλία τότε τῷ Ἀχάβῳ
πρὸς τὸν Σύρον ὑπῆρχεν ἐπὶ τρία ἔτη διαμείνασα, ἀφ' οὗ λαβὼν αὐτὸν αἰχμάλωτον
ἀπέλυσεν ἄχρις ἐκείνης τῆς ἡμέρας.
(4)[401] Καλέσας δὲ Ἄχαβος τοὺς αὑτοῦ προφήτας ὡσεὶ τετρακοσίους τὸν ἀριθμὸν
ὄντας ἐκέλευσεν ἔρεσθαι τοῦ θεοῦ, εἰ δίδωσιν αὐτῷ στρατευσαμένῳ ἐπὶ Ἄδερα νίκην
καὶ καθαίρεσιν τῆς πόλεως, δι' ἣν ἐκφέρειν μέλλει τὸν πόλεμον. [402] τῶν δὲ
προφητῶν συμβουλευσάντων ἐκστρατεῦσαι, κρατήσειν γὰρ τοῦ Σύρου καὶ λήψεσθαι
ὑποχείριον αὐτὸν ὡς καὶ τὸ πρῶτον, συνεὶς ἐκ τῶν λόγων Ἰωσάφατος, ὅτι
ψευδοπροφῆται τυγχάνουσιν, ἐπύθετο τοῦ Ἀχάβου εἰ καὶ ἕτερός τίς ἐστι προφήτης
τοῦ θεοῦ, ἵνα ἀκριβέστερον μάθωμεν περὶ τῶν μελλόντων.” ὁ δ' Ἄχαβος εἶναι μὲν
ἔφη, [403] μισεῖν δ' αὐτὸν κακὰ προφητεύσαντα καὶ προειπόντα ὅτι
τεθνήξεται νικηθεὶς ὑπὸ τοῦ Σύρου, ἐν φρουρᾷ δὲ νῦν αὐτὸν ἔχειν: καλεῖσθαι δὲ
Μιχαίαν, υἱὸν δ' εἶναι Ὀμβλαίου: τοῦ δ' Ἰωσαφάτου κελεύσαντος αὐτὸν προαχθῆναι
πέμψας εὐνοῦχον ἄγει τὸν Μιχαίαν. [404] κατὰ δὲ τὴν ὁδὸν ἐδήλωσεν αὐτῷ ὁ
εὐνοῦχος πάντας τοὺς ἄλλους προφήτας νίκην τῷ βασιλεῖ προειρηκέναι. ὁ δὲ οὐκ
ἐξὸν αὐτῷ καταψεύσασθαι τοῦ θεοῖ φήσας, ἀλλ' ἐρεῖν ὅτι ἂν αὐτῷ περὶ τοῦ
βασιλέως [αὐτὸς] εἴπῃ, ὡς ἧκε πρὸς τὸν Ἄχαβον καὶ λέγειν αὐτῷ τἀληθὲς οὗτος
ἐνωρκίσατο, δεῖξαι τὸν θεὸν αὐτῷ φεύγοντας τοὺς Ἰσραηλίτας ἔφη καὶ διωκομένους
ὑπὸ τῶν Σύρων καὶ διασκορπιζομένους ὑπ' αὐτῶν εἰς τὰ ὄρη, καθάπερ ποιμένων
ἠρημωμένα ποίμνια. [405] ἔλεγε δὲ σημαίνειν τοὺς μὲν μετ' εἰρήνης
ἀναστρέψειν εἰς τὰ ἴδια, πεσεῖσθαι δ' αὐτὸν μόνον ἐν τῇ μάχῃ. ταῦτα φήσαντος
τοῦ Μιχαία πρὸς Ἰωσάφατον ὁ Ἄχαβος “ἀλλ' ἔγωγε μικρὸν ἔμπροσθεν ἐδήλωσά σοι τὴν
τἀνθρώπου πρός με διάθεσιν, καὶ ὅτι μοι τὰ χείρω προεφήτευσε.” τοῦ δὲ Μιχαία εἰπόντος,
[406] ὡς προσῆκεν αὐτῷ πάντων ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ θεοῦ προλεγομένων, καὶ
ὡς παρορμῶσιν αὐτὸν οἱ ψευδοπροφῆται ποιήσασθαι τὸν πόλεμον ἐλπίδι νίκης, καὶ
ὅτι δεῖ πεσεῖν αὐτὸν μαχόμενον, αὐτὸς μὲν ἦν ἐπ' ἐννοίᾳ, Σεδεκίας δέ τις τῶν
ψευδοπροφητῶν προσελθὼν Μιχαίᾳ μὲν μὴ προσέχειν παρῄνει: [407] λέγειν γὰρ
αὐτὸν οὐδὲν ἀληθές: τεκμηρίῳ δὲ ἐχρήσατο οἷς Ἠλίας προεφήτευσεν ὁ τούτου
κρείττων τὰ μέλλοντα συνιδεῖν: καὶ γὰρ τοῦτον ἔλεγε προφητεύσαντα ἐν Ἱεζερήλα
πόλει ἐν τῷ Ναβώθου ἀγρῷ τὸ αἷμα αὐτοῦ κύνας ἀναλιχμήσεσθαι προειπεῖν, καθὼς
καὶ Ναβώθου τοῦ δι' αὐτὸν καταλευσθέντος ὑπὸ τοῦ ὄχλου. [408] δῆλον οὖν,
ὅτι οὗτος ψεύδεται τῷ κρείττονι προφήτῃ τἀναντία λέγων ἀπὸ ἡμερῶν τριῶν φάσκων
τεθνήξεσθαι. γνώσεσθε δ' εἴπερ ἐστὶν ἀληθὴς καὶ τοῦ θείου πνεύματος ἔχει τὴν δύναμιν:
εὐθὺς γὰρ ῥαπισθεὶς ὑπ' ἐμοῦ βλαψάτω μου τὴν χεῖρα, ὥσπερ Ἰάδαος τὴν Ἱεροβοάμου
τοῦ βασιλέως συλλαβεῖν θελήσαντος ἀπεξήρανε δεξιάν: ἀκή [409] κοας γὰρ
οἶμαι τοῦτο πάντως γενόμενον.” ὡς οὖν πλήξαντος αὐτοῦ τὸν Μιχαίαν μηδὲν συνέβη
παθεῖν, Ἄχαβος θαρρήσας ἄγειν τὴν στρατιὰν πρόθυμος ἦν ἐπὶ τὸν Σύρον: ἐνίκα γὰρ
οἶμαι τὸ χρεὼν καὶ πιθανωτέρους ἐποίει τοῦ ἀληθοῦς τοὺς ψευδοπροφήτας, ἵνα λάβῃ
τὴν ἀφορμὴν τοῦ τέλους. Σεδεκίας σιδήρεα ποιήσας κέρατα λέγει πρὸς Ἄχαβον, ὡς
θεὸν αὐτῷ σημαίνειν τούτοις ἅπασαν καταστρέψεσθαι τὴν Συρίαν.
[410] Μιχαίαν δὲ μετ' οὐ πολλὰς ἡμέρας εἰπόντα τὸν Σεδεκίαν ταμιεῖον ἐκ
ταμιείου κρυβόμενον ἀμείψειν ζητοῦντα φυγεῖν τῆς ψευδολογίας τὴν δίκην,
ἐκέλευσεν ὁ βασιλεὺς ἀπαχθέντα φυλάττεσθαι πρὸς Ἀχάμωνα τὸν τῆς πόλεως ἄρχοντα
καὶ χορηγεῖσθαι μηδὲν ἄρτου καὶ ὕδατος αὐτῷ περισσότερον.
(5)[411] Καὶ Ἄχαβος μὲν καὶ Ἰωσάφατος ὁ τῶν Ἱεροσολύμων βασιλεὺς ἀναλαβόντες
τὰς δυνάμεις ἤλασαν εἰς Ῥαμάθην πόλιν τῆς Γαλαδίτιδος. ὁ δὲ τῶν Σύρων βασιλεὺς
ἀκούσας αὐτῶν τὴν στρατείαν ἀντεπήγαγεν αὐτοῖς τὴν αὑτοῦ στρατιὰν καὶ οὐκ
ἄπωθεν τῆς Ἀραμάθης στρατοπεδεύεται. [412] συνέθεντο δὲ ὅ τε Ἄχαβος καὶ
Ἰωσάφατος ἀποθέσθαι μὲν τὸν Ἄχαβον τὸ βασιλικὸν σχῆμα, τὸν δὲ τῶν Ἱεροσολύμων
βασιλέα τὴν αὐτοῦ στολὴν ἔχοντα στῆναι ἐν τῇ παρατάξει, κατασοφιζόμενοι τὰ ὑπὸ
τοῦ Μιχαία προειρημένα. εὗρε δ' αὐτὸν τὸ χρεὼν καὶ δίχα τοῦ σχήματος:
[413] ὁ μὲν γὰρ Ἄδαδος ὁ τῶν Σύρων βασιλεὺς παρήγγειλε τῇ στρατιᾷ διὰ τῶν
ἡγεμόνων μηδένα τῶν ἄλλων ἀναιρεῖν, μόνον δὲ τὸν βασιλέα τῶν Ἰσραηλιτῶν. οἱ δὲ
Σύροι τῆς συμβολῆς γενομένης ἰδόντες τὸν Ἰωσάφατον ἑστῶτα πρὸ τῆς τάξεως καὶ
τοῦτον εἰκάσαντες εἶναι τὸν Ἄχαβον ὥρμησαν ἐπ' αὐτὸν καὶ περικυκλωσάμενοι,
[414] ὡς ἐγγὺς ὄντες ἔγνωσαν οὐκ ὄντα τοῦτον, ἀνεχώρησαν ὀπίσω, ἀπό τε
ἀρχομένης ἠοῦς ἄχρι δείλης μαχόμενοι καὶ νικῶντες ἀπέκτειναν οὐδένα κατὰ τὴν
τοῦ βασιλέως ἐντολὴν ζητοῦντες τὸν Ἄχαβον ἀνελεῖν μόνον καὶ εὑρεῖν οὐ
δυνάμενοι. παῖς δέ τις βασιλικὸς τοῦ Ἀδάδου Ἀμανὸς ὄνομα τοξεύσας εἰς τοὺς
πολεμίους τιτρώσκει τὸν βασιλέα διὰ τοῦ θώρακος κατὰ τοῦ πνεύμονος.
[415] Ἄχαβος δὲ τὸ μὲν συμβεβηκὸς οὐκ ἔγνω ποιῆσαι τῷ στρατεύματι φανερὸν
μὴ τραπείησαν, τὸν δ' ἡνίοχον ἐκέλευσεν ἐκτρέψαντα τὸ ἅρμα ἐξάγειν τῆς μάχης:
χαλεπῶς γὰρ βεβλῆσθαι καὶ καιρίως. ὀδυνώμενος δὲ ἔστη ἐπὶ τοῦ ἅρματος ἄχρι
δύνοντος ἡλίου καὶ λιφαιμήσας ἀπέθανε.
(6)[416] Καὶ τὸ μὲν τῶν Σύρων στράτευμα νυκτὸς ἤδη γενομένης ἀνεχώρησεν εἰς
τὴν παρεμβολήν, καὶ δηλώσαντος τοῦ στρατοκήρυκος ὅτι τέθνηκεν Ἄχαβος ἀνέζευξαν
εἰς τὰ ἴδια, κομίσαντες δὲ τὸν Ἀχάβου νεκρὸν εἰς Σαμάρειαν ἐκεῖ θάπτουσι.
[417] καὶ τὸ ἅρμα ἀποπλύναντες ἐν τῇ Ἱεζερήλα κρήνῃ καθῃμαγμένον τῷ τοῦ
βασιλέως φόνῳ ἀληθῆ τὴν Ἠλία προφητείαν ἐπέγνωσαν: οἱ μὲν γὰρ κύνες
ἀνελιχμήσαντο τὸ αἷμα, αἱ δὲ ἑταιριζόμεναι ἐν τῇ κρήνῃ τὸ λοιπὸν λουόμεναι
τούτῳ διετέλουν. ἀπέθανε δ' ἐν Ἀραμάθῃ, Μιχαία τοῦτο προειπόντος.
[418] συμβάντων οὖν Ἀχάβῳ τῶν ὑπὸ τῶν δύο προφητῶν εἰρημένων μέγα τὸ θεῖον
ἡγεῖσθαι καὶ σέβειν καὶ τιμᾶν αὐτὸ πανταχοῦ, καὶ τῆς ἀληθείας μὴ τὰ πρὸς ἡδονὴν
καὶ βούλησιν πιθανώτερα δοκεῖν, ὑπολαμβάνειν δ' ὅτι προφητείας καὶ τῆς διὰ τῶν
τοιούτων προγνώσεως οὐδέν ἐστι συμφορώτερον παρέχοντος οὕτω τοῦ θεοῦ τί δεῖ
φυλάξασθαι, [419] λογίζεσθαί τε πάλιν ἐκ τῶν περὶ τὸν βασιλέα γεγενημένων
στοχαζομένους προσῆκε τὴν τοῦ χρεὼν ἰσχύν, ὅτι μηδὲ προγινωσκόμενον αὐτὸ
διαφυγεῖν ἔστιν, ἀλλ' ὑπέρχεται τὰς ἀνθρωπίνας ψυχὰς ἐλπίσι κολακεῦον χρησταῖς,
αἷς εἰς τὸ πόθεν αὐτῶν κρατήσει περιάγει. [420] φαίνεται οὖν καὶ Ἄχαβος
ὑπὸ τούτου τὴν διάνοιαν ἀπατηθείς, ὥστε ἀπιστῆσαι μὲν τοῖς προλέγουσι τὴν
ἧτταν, τοῖς δὲ πρὸς χάριν προφητεύσασι πεισθεὶς ἀποθανεῖν. τοῦτον μὲν οὖν ὁ
παῖς Ὀχοζίας διεδέξατο.
Index
Poster
|