Epiphanius
Panarion
(ed. K. Holl)
Epiphanius, Bände 13: Ancoratus und Panarion //
Die griechischen christlichen Schriftsteller 25, 31, 37.
Leipzig: Hinrichs, 1:1915; 2:1922; 3:1933:
1:153464; 2:5523; 3:2526.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΕΠΙΦΑΝΙΟΥ
ΕΠΙΣΚΟΠΟΥ
ΚΩΝΣΤΑΝΤΕΙΑΣ ΤΗΣ ΚΥΠΡΟΥ
ΚΑΤΑ
ΑΙΡΕΣΕΩΝ ΟΓΔΟΗΚΟΝΤΑ
ΤΟ
ΕΠΙΚΛΗΘΕΝ
ΠΑΝΑΡΙΟΣ ΕΙΤ’ ΟΥΝ
ΚΙΒΩΤΙΟΣ
Ἐπιστολὴ γραφεῖσα ἐν τῷ ἐνενηκοστῷ δευτέρῳ ἔτει Διοκλητιανοῦ βασιλείας,
Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἔτους δωδεκάτου καὶ Γρατιανοῦ ἔτους ὀγδόου, πρὸς
Ἐπιφάνιον Παλαιστινὸν Ἐλευθεροπολίτην, γενόμενόν <ποτε> πατέρα
μοναστηρίου ἐν τῇ τῆς αὐτῆς Ἐλευθεροπόλεως περιοικίᾳ, ἐπίσκοπον ὄντα νῦν πόλεως
Κωνσταντίας ἐπαρχίας Κύπρου, παρὰ Ἀκακίου καὶ Παύλου, πρεσβυτέρων ἀρχιμανδριτῶν
τουτέστιν πατέρων μοναστηρίων μερῶν Χαλκίδος καὶ Βεροίας τῆς κοίλης Συρίας,
<αἰτησάντων αὐτὸν> περὶ τοῦ κατὰ αἱρέσεων πασῶν γράψαι, οὐ μὴν ἀλλὰ καὶ
<ἄλλων> πολλῶν προτρεψαμένων καὶ ὡς εἰπεῖν ἀναγκασάντων αὐτὸν εἰς τοῦτο
ἥκειν
Τῷ κυρίῳ ἡμῶν καὶ τιμιωτάτῳ κατὰ πάντα, εὐλαβεστάτῳ πατρὶ Ἐπιφανίῳ ἐπισκόπῳ
Ἀκάκιος πρεσβύτερος καὶ Παῦλος πρεσβύτερος, ἀρχιμανδρῖται, ἐν κυρίῳ χαίρειν.
Ἤρκει μὲν ἡ θέα τῆς σῆς θεοσεβείας, πάτερ, ἐμπλήσασα πνευματικῶν ῥημάτων καὶ
ἐμφυτεύσασα τὸν τοσοῦτον πρὸς ἡμᾶς πόθον γεγονότα <τοῖς> τῆς σῆς αὐτοψίας
μεταλαβοῦσιν. ἀλλ' ἐπειδὴ πρόδρομος φήμη μαθητοῦ τοῦ σωτῆρος κηρύττουσα τὴν τῆς
εὐωδίας τῶν ῥημάτων καὶ πράξεων ὀσμὴν ἄγχει καὶ λέξεων καὶ νοῦ κορεσθῆναι, ἔδει
μὲν αὐτοψίᾳ ἐλθόντας μεταλαβεῖν τῆς ἐκ θεοῦ σοι δοθείσης χάριτος ὡς τοῖς
ἀποστόλοις. ἀλλ' ἐπειδὴ ἡ ὁδὸς ἐπεσχέθη ὑπὸ τῆς ἀρρωστίας τῆς σωματικῆς καὶ τῆς
ταλαιπωρίας, οὐκ ἰσχύσαμεν αὐτοὶ γενόμενοι πρὸς τοὺς σοὺς πόδας
προκυλινδούμενοι ἀκοῦσαί τε καὶ μαθεῖν τὰ ἐκπορευόμενα πνευματικὰ ἅγια ῥήματα
ἐκ τοῦ σοῦ στόματος. πιστεύομεν γὰρ ὅτι εἰ ἦμεν ἄξιοι ἀνελθόντες τε καὶ
ἀκούσαντες ἐστηριζόμεθα τὴν πολιτείαν ἣν προβεβλήμεθα, εἰ ἐσμὲν ἄξιοι τὸ τέρμα
ταύτης καταλαβεῖν. τῆς οὖν ἀρρωστίας καταλαβούσης δεόμεθα τῆς τοσαύτης σου
θεοσεβείας, μὴ φθονήσῃς μεταδοῦναι ἡμῖν ἀπὸ τῶν δεδωρημένων σοι ἀληθῶς ὑπὸ τοῦ
σωτῆρος. ὁμολογοῦμεν γὰρ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἱ ἀκούοντες, ὅτι ἐν
ταύτῃ τῇ γενεᾷ νέον σε ἀπόστολον ἤγειρεν ἡμῖν καὶ κήρυκα ὁ σωτήρ, Ἰωάννην νέον,
τοῦ κηρύσσειν τὰ ὀφειλόμενα φυλάττεσθαι ὑπὸ τῶν τὸν δρόμον τοῦτον
προβαλλομένων. τοῦ οὖν κοινοῦ ἀδελφοῦ Μαρκέλλου ἐπὶ τῇ τοσαύτῃ φήμῃ
ἀγχομένουκαὶ ἑλκομένου τῇ ποθήσει τῆς σῆς θεοσεβείας, ὄντος τε καὶ τῆς ἡμετέρας
μάνδρας, αὐτόν τε ὑπηρέτην ἐσχηκότες τῆς τοσαύτης ὁδοῦ, καὶ νεοκατηχήτου ὄντος,
ἐπετρέψαμεν <αὐτῷ> τὴν τοσαύτην ἡμῶν τόλμαν τῶν ἁμαρτωλῶν πρὸς τὸν
μαθητήν σε τοῦ σωτῆρος. ὃ δὲ ἀξιοῦμεν, τῶν ῥηθέντων σοι πρός τινας ἀδελφοὺς εἰς
παιδείαν δωρήσασθαι, ὅπερ σοὶ μὲν τῷ δικαίῳ ἀβαρές, ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς
μεταλαβοῦσιν εὐφρανθῆναι ἐν κυρίῳ. ἐμπλησθέντες γάρ σου τῶν πνευματικῶν ῥημάτων
ἐπικουφιζόμεθα τῶν ἀνομιῶν ἡμῶν. ἠκούσαμεν δὲ ἐπικληθέντα ὀνόματα ὑπὸ τῆς σῆς
τιμιότητος ταῖς αἱρέσεσιν, ὧν ἑκάστης θρῃσκείας ἀξιοῦμεν τὴν σὴν θεοσέβειαν
διαρρήδην ἡμῖν δηλῶσαι τὴν αἵρεσιν. <οὐκ> ἴση γὰρ ἁπάντων ἡ δωρεά. καὶ σὲ
ἀξιοῦμεν εὐχὴν ποιήσασθαι, σὲ τὸν δίκαιον, τῷ κυρίῳ ὑπὲρ πάντων τῶν σε
ποθούντων καὶ ἐκδεχομένων τὴν παρὰ σοῦ δωρεάν. ἐν νηστείᾳ καὶ εὐχῇ ἐσμεν τὸν κοινὸν
ἡμῶν ἀδελφὸν δεχθέντα ὑπὸ τῆς σῆς τιμιότητος ἀσμένως [καὶ] κομίσαι τὴν ὑπὸ σοῦ
δεδωρημένην δωρεὰν καὶ οὕτως ἀναπέμψαι τὰς ἐξ ἔθους εὐχὰς πατρὶ καὶ υἱῷ καὶ
ἁγίῳ πνεύματι. πάντες ἐλπίζουσιν οἱ ἀδελφοὶ τῇ ὑπὸ σοῦ εὐχῇ ὑπὲρ αὐτῶν
γιγνομένῃ στηριχθῆναι. παρακαλοῦμεν μὴ ὀκνῆσαι μεταδοῦναι χάριν θεϊκὴν ἐσχηκότα
ἀποστόλων. πάντες οἱ μικροὶ ἐν ταῖς μάνδραις ὄντες εὐχὴν τῷ κρείττονι
ἀναπέμπουσι μεταλαβεῖν ἀπὸ τῆς σῆς θεοσεβείας πνευματικὴν δωρεάν. ἐρρωμένος ἐν
κυρίῳ καὶ εὔθυμος ἐν Χριστῷ διατελοίης καὶ ἐν ἁγίῳ πνεύματι * τὸν δοθέντα σοι
θρόνον καὶ τὴν θεϊκὴν δωρεὰν μέχρι τοῦ σὲ ἐκδεχομένου στεφάνου.
Ἡ ἀντιγραφεῖσα πρὸς τοὺς περὶ Ἀκάκιον καὶ Παῦλον πρεσβυτέρους ὑπὸ
<τοῦ> αὐτοῦ Ἐπιφανίου πρὸς τὰ ὑπ' αὐτῶν αὐτῷ γραφέντα περὶ τοῦ κατὰ
αἱρέσεων γράψαι αὐτόν
1. Κυρίοις τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις Ἀκακίῳ καὶ Παύλῳ
Ἐπιφάνιος ἐν κυρίῳ χαίρειν.
Προοίμιον εἴτ' οὖν λαλιάν, ἐπιγραφὴν ὥσπερ διαγράφοντες παλαιοὶ συγγραφεῖς
διὰ τοῦ αἰνίγματος ὑπόφασιν ἐδείκνυον πάσης ὑποκειμένης πραγματείας. ὅθεν καὶ
αὐτοὶ τῷ αὐτῷ κεχρημένοι χαρακτῆρι προοιμιαζόμεθα ὑμῖν, ἀγαπητοί, [τὰ] τῆς κατὰ
αἱρέσεων † αἰτήσεως ὑμῶν ἐν ὀλίγῳ τὴν δύναμιν ἀνακεφαλαιούμενοι. ἐπειδὴ γὰρ
μέλλομεν ὑμῖν τά τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν τάς τε παρ' αὐτοῖς ἀθεμίτους
πράξεις ἀνακαλύπτειν, ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα, σὺν αὐτοῖς δὲ ἅμα καὶ
ἀντιδότους ἐφαρμόσαι, ἀλεξητήρια τῶν δεδηγμένων καὶ προκαταληπτικὰ τῶν
μελλόντων εἰς τοῦτο ἐμπίπτειν, τοῖς φιλοκάλοις διαγράφομεν αὐτὸ τοῦτο τὸ
προοίμιον, Πανάριον εἴτ' οὖν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύοντες, ὅπερ
ἐστὶ διὰ βιβλίων τριῶν συγγραφέν, <περι>έχον αἱρέσεις ὀγδοήκοντα, αἵτινές
εἰσι θηρίων εἴτ' οὖν ἑρπετῶν αἰνίγματα. «μία δὲ μετὰ τὰς ὀγδοήκοντα» ἡ τῆς
ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγματεία καὶ Χριστοῦ «νύμφη
ἁγία» ἐκκλησία, οὖσα μὲν ἀπ' αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας κατὰ
τὴν διαδοχὴν τοῦ χρόνου μέσον τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα καὶ ὑφ'
ἡμῶν ἐν ὑπομνήσει διὰ τοῦ κηρύγματος Χριστοῦ ταχθεῖσα καὶ πάλιν μετὰ πάσας τὰς
τῶν αἱρέσεων τούτων μοχθηρίας εἰς ἀναψυχὴν τῶν τὸν κάματον τῶν αἱρέσεων διὰ τῆς
ἀναγνώσεως διελθόντων ὑφ' ἡμῶν μετ' ἐπιτομῆς τοῦ λόγου κατὰ τὴν τῶν ἀποστόλων
διδασκαλίαν σαφῶς ἀπαγγελθεῖσα.
2. Παρακλήθητε δὲ πάντες οἱ φιλοκάλως ἐντυγχάνοντες τῷ τε προοιμίῳ καὶ ταῖς
μετέπειτα αἱρέσεσι καὶ τῇ ὑπὲρ τῆς ἀληθείας ἀπολογίᾳ τε καὶ διδασκαλίᾳ τῆς
ἀληθείας καὶ πίστει τῆς ἁγίας καθολικῆς ἐκκλησίας, συγγνῶναι ἡμῖν ἀνθρώποις
οὖσι καὶ μετὰ πόνου καὶ ζήλου θεϊκοῦ φιλοτιμουμένοις ὑπὲρ θεοσεβείας
ἀπολογεῖσθαι, εἴ τι ὑπέρογκον * εἰς αὐτὸ τὸ πανάγιον καὶ πανσεβάσμιον ὄνομα
θέλοντες κατὰ τὴν ἰδίαν δύναμιν ὑπεραπολογεῖσθαι, τοῦ θεοῦ συγχωροῦντος τὰ ὑπὲρ
δύναμιν ἡμῖν ἐκζητοῦσιν, ἐπειδὴ δι' ἀλήθειαν ἡμῖν ὁ λόγος καὶ δι' εὐσέβειαν ἡ
πραγματεία. καὶ ἔτι παρακλήθητε <συγγνῶναι ἡμ>ῖν, εἴ που εὕροιτε
<ἡμᾶς>, καίτοι γε μὴ ἐν ἔθει ὄντας ἐπισκώπτειν τινὰς ἢ ἐπισκωμματίζειν,
διὰ δὲ τὸν πρὸς τὰς αἱρέσεις ζῆλον καὶ εἰς ἀποτροπὴν τῶν ἐντυγχανόντων εἴ που
παροξυνόμενοι λέξωμεν, ἢ ἀπατεῶνάς τινας καλοῦντες ἢ ἀγύρτας ἢ ἀθλίους. αὐτὴ
γὰρ ἡ ἀνάγκη ἡ πρὸς τοὺς λόγους τοῦ ἀγῶνος παρασκευάζει ἡμῖν τὸν τοιοῦτον
ἱδρῶτα δι' ἀποτροπὴν τῶν ἐντυγχανόντων καὶ ὅπως δείξωμεν παντελῶς ἀπηγορευμένας
τοῦ ἡμετέρου φρονήματος τὰς ἐκείνων ἐργασίας καὶ μυστήρια καὶ διδασκαλίας, ἵν'
ἀπὸ τῶν λόγων καὶ τῆς ὀξύτητος τῆς ἀντιλογίας καὶ τὸ ἡμέτερον ἐλευθέριον ἀποδείξωμεν
καί τινας ἀπὸ τῶν αὐτῶν ἐκκλίνωμεν καὶ διὰ τῶν δοκούντων βαρυτέρων λόγων.
3. Καὶ ἔστι τὰ ἐν τῇ πάσῃ πραγματείᾳ διὰ τῶν προειρημένων τριῶν βιβλίων,
πρώτου καὶ δευτέρου καὶ τρίτου, ἅτινα τρία βιβλία εἰς ἑπτὰ τόμους διείλομεν, ἐν
δὲ ἑκάστῳ τόμῳ ἀριθμός τις αἱρέσεων καὶ σχισμάτων ἔγκειται, ὁμοῦ δὲ πᾶσαί εἰσιν
ὀγδοήκοντα, ὧν αἱ ὀνομασίαι καὶ αἱ προφάσεις αὗται· πρώτη Βαρβαρισμός, δευτέρα
Σκυθισμός, τρίτη Ἑλληνισμός, τετάρτη Ἰουδαϊσμός, πέμπτη Σαμαρειτισμός. ἐκ
τούτων αἱ καθεξῆς· πρὸ Χριστοῦ μὲν τῆς ἐπιδημίας, μετὰ δὲ Βαρβαρισμὸν καὶ τὴν
Σκυθικὴν δεισιδαιμονίαν αἱ ἀπὸ τοῦ Ἑλληνισμοῦ φύσασαι αὗται· ἕκτη Πυθαγόρειοι
εἴτ' οὖν Περιπατητικοί, διὰ τῶν περὶ Ἀριστοτέλην διαιρεθεῖσα· ἑβδόμη
Πλατωνικοί· ὀγδόη Στωϊκοί· ἐνάτη Ἐπικούρειοι. εἶτα ἡ Σαμαρειτικὴ αἵρεσις ἡ οὖσα
ἐκ τοῦ Ἰουδαϊσμοῦ καὶ ταύτης τέσσαρα ἔθνη· δεκάτη Γοροθηνοί, ἑνδεκάτη
Σεβουαῖοι, δωδεκάτη Ἐσσηνοί, τρισκαιδεκάτη Δοσίθεοι. εἶτα ὁ αὐτὸς προειρημένος
Ἰουδαϊσμὸς ἀπὸ τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς καὶ διὰ τοῦ δοθέντος νόμου τῷ
Μωυσῇ πλατυνθεὶς καὶ ἀπὸ τοῦ Ἰούδα υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴλ διὰ Δαυὶδ τοῦ
βασιλεύσαντος ἐκ τῆς τούτου φυλῆς τὸ ἐπώνυμον τοῦ Ἰουδαϊσμοῦ κληρωθείς. καὶ ἀπ'
αὐτοῦ τοῦ Ἰουδαϊσμοῦ ἑπτὰ αἱρέσεις αὗται· τεσσαρεσκαιδεκάτη Γραμματέων,
πεντεκαιδεκάτη Φαρισαίων, ἑκκαιδεκάτη Σαδδουκαίων, ἑπτακαιδεκάτη
Ἡμεροβαπτιστῶν, ὀκτωκαιδεκάτη Ὀσσαίων, ἐννεακαιδεκάτη Νασαραίων, εἰκοστὴ
Ἡρῳδιανῶν.
4. Ἐκ τούτων τῶν αἱρέσεων καὶ μετέπειτα κατὰ διαδοχὴν τῶν χρόνων ἐπεφάνη ἡ
σωτήριος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἰκονομία ἤγουν ἡ ἔνσαρκος αὐτοῦ
παρουσία καὶ εὐαγγελικὴ διδασκαλία τε καὶ κήρυγμα βασιλείας, ἥτις μόνη ἐστὶ
πηγὴ σωτηρίας καὶ πίστις ἀληθείας τῆς καθολικῆς καὶ ἀποστολικῆς καὶ ὀρθοδόξου
ἐκκλησίας. ἐκ δὲ ταύτης περιεκλάσθησάν τε καὶ ἐσχίσθησαν ὄνομα μόνον Χριστοῦ
ἔχουσαι, ἀλλ' οὐχὶ τὴν πίστιν, αἱρέσεις αὗται· πρώτη Σιμωνιανοί, δευτέρα
Μενανδριανοί, τρίτη Σατορνιλιανοί, τετάρτη Βασιλειδιανοί, πέμπτη Νικολαῗται,
ἕκτη Γνωστικοὶ οἱ καὶ Στρατιωτικοὶ οἱ αὐτοὶ δὲ Φιβιωνῖται παρὰ δέ τισι
Σεκουνδιανοὶ παρὰ ἄλλοις δὲ Σωκρατῖται παρ' ἑτέροις δὲ Ζακχαῖοι παρὰ δέ τισι
Κοδδιανοὶ καλούμενοι καὶ Βορβορῖται καὶ Βαρβηλῖται, ἑβδόμη Καρποκρατῖται, ὀγδόη
Κηρινθιανοὶ οἱ καὶ Μηρινθιανοί, ἐνάτη Ναζωραῖοι, δεκάτη Ἐβιωναῖοι, ἑνδεκάτη
Οὐαλεντῖνοι, δωδεκάτη Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος,
τρισκαιδεκάτη Πτολεμαῖοι· τεσσαρεσκαιδεκάτη Μαρκώσιοι, πεντεκαιδεκάτη
Κολορβάσιοι, ἑκκαιδεκάτη Ἡρακλεωνῖται, ἑπτακαιδεκάτη Ὀφῖται, ὀκτωκαιδεκάτη
Καϊανοί, ἐννεακαιδεκάτη Σηθιανοί, εἰκοστὴ Ἀρχοντικοί, εἰκοστὴ πρώτη
Κερδωνιανοί, εἰκοστὴ δευτέρα Μαρκίωνες, εἰκοστὴ τρίτη Λουκιανισταί, εἰκοστὴ
τετάρτη Ἀπελληϊανοί, εἰκοστὴ πέμπτη Σευηριανοί, εἰκοστὴ ἕκτη Τατιανοί· εἰκοστὴ
ἑβδόμη Ἐγκρατῖται, εἰκοστὴ ὀγδόη κατὰ Φρύγας, τῶν καὶ Μοντανιστῶν καὶ
Τασκοδρουγιτῶν· οὗτοι δὲ πάλιν οἱ Τασκοδρουγῖται διῃρέθησαν εἰς ἑαυτούς,
εἰκοστὴ ἐνάτη Πεπουζιανοὶ οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς
συνάπτονται Ἀρτοτυρῖται, τριακοστὴ Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν
τοῦ ἔτους ποιοῦντες, τριακοστὴ πρώτη Ἄλογοι οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν
Ἰωάννου μὴ δεχόμενοι, τριακοστὴ δευτέρα Ἀδαμιανοί, τριακοστὴ τρίτη Σαμψαῖοι οἱ
καὶ Ἐλκεσαῖοι, τριακοστὴ τετάρτη Θεοδοτιανοί, τριακοστὴ πέμπτη Μελχισεδεκιανοί,
τριακοστὴ ἕκτη Βαρδησιανισταί, τριακοστὴ ἑβδόμη Νοητιανοί, τριακοστὴ ὀγδόη
Οὐαλήσιοι, τριακοστὴ ἐνάτη Καθαροὶ οἱ καὶ Ναυᾶτοι, τεσσαρακοστὴ Ἀγγελικοί,
τεσσαρακοστὴ πρώτη Ἀποστολικοὶ οἱ καὶ Ἀποτακτικοί, τεσσαρακοστὴ δευτέρα
Σαβελλιανοί, τεσσαρακοστὴ τρίτη Ὠριγένειοι οἱ καὶ αἰσχροποιοί, τεσσαρακοστὴ
τετάρτη Ὠριγένειοι οἱ καὶ τοῦ Ἀδαμαντίου· τεσσαρακοστὴ πέμπτη Παύλου τοῦ
Σαμοσατέως, τεσσαρακοστὴ ἕκτη Μανιχαῖοι οἱ καὶ Ἀκουανῖται, τεσσαρακοστὴ ἑβδόμη
Ἱερακῖται, τεσσαρακοστὴ ὀγδόη Μελιτιανοὶ οἱ κατ' Αἴγυπτον σχίσμα ὄντες,
τεσσαρακοστὴ ἐνάτη Ἀρειανοὶ οἱ καὶ Ἀρειομανῖται· πεντηκοστὴ Αὐδιανῶν τὸ σχίσμα,
πεντηκοστὴ πρώτη Φωτεινιανοί, πεντηκοστὴ δευτέρα Μαρκελλιανοί, πεντηκοστὴ τρίτη
Ἡμιάρειοι, πεντηκοστὴ τετάρτη Πνευματομάχοι οἱ καὶ Μακεδονιανοὶ καὶ Ἐλευσίου
μαθηταί, οἱ τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα βλασφημοῦντες, πεντηκοστὴ πέμπτη Ἀεριανοί,
πεντηκοστὴ ἕκτη Ἀετιανοὶ οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ
Ἄνομος· πεντηκοστὴ ἑβδόμη Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν
ὁμολογοῦντες, οἱ καὶ Ἀπολλιναρῖται, πεντηκοστὴ ὀγδόη οἱ καὶ τὴν ἁγίαν Μαρίαν
τὴν ἀειπάρθενον λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι,
οὕστινας ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, πεντηκοστὴ ἐνάτη οἱ καὶ εἰς ὄνομα τῆς
αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, ἑξηκοστὴ
Μασσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ οἱ ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ
Σατανιανοί.
5. Ἐπανιὼν δὲ αὖθις καὶ διελὼν ταύτας κατὰ βιβλίον ὑποδείξω ἐν ταύτῃ μου τῇ
ἀνακεφαλαιώσει, πόσαι τούτων τῶν ὀγδοήκοντα αἱρέσεων ἐν τῷ πρώτῳ βιβλίῳ καὶ
καθεξῆς ἐν τῷ δευτέρῳ ἕως τοῦ τρίτου, ἀλλὰ καὶ καθ' ἕκαστον τῶν ἑπτὰ τόμων τῶν
ἐν τοῖς τρισὶ βιβλίοις συντεταγμένων, πόσαι εἰσὶν αἱ ἐν αὐτῷ χωρηθεῖσαι
αἱρέσεις. καὶ ἔστιν οὕτως· ἐν τῷ πρώτῳ βιβλίῳ τόμοι τρεῖς, αἱρέσεις δὲ
τεσσαράκοντα ἕξ, σὺν ταῖς <μητράσι καὶ πρωτοτύποις> ὀνομασίαις τούτων,
φημὶ δὲ Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ καὶ
Σαμαρειτισμοῦ. ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις εἴκοσι τρεῖς. ἐν δὲ
τῷ τρίτῳ βιβλίῳ τόμοι δύο, αἱρέσεις ἕνδεκα. ἐν τῷ οὖν πρώτῳ βιβλίῳ πρώτῳ τόμῳ
αἱρέσεις εἴκοσι, αἵ εἰσιν αἵδε· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαϊσμός.
Ἑλλήνων διαφοραί· Πυθαγόρειοι εἴτ' οὖν Περιπατητικοὶ Πλατωνικοὶ Στωϊκοὶ
Ἐπικούρειοι. Σαμαρειτικὴ αἵρεσις, ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ· Σαμαρειτῶν ἔθνη
τέσσαρα οὕτως· Γοροθηνοὶ Σεβουαῖοι Ἐσσηνοὶ Δοσίθεοι. Ἰουδαίων αἱρέσεις ἑπτὰ
οὕτως· Γραμματεῖς Φαρισαῖοι Σαδδουκαῖοι Ἡμεροβαπτισταὶ Ὀσσαῖοι Νασαραῖοι
Ἡρῳδιανοί. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου ὡσαύτως αἱρέσεις δεκατρεῖς
οὕτως· Σιμωνιανοὶ Μενανδριανοὶ Σατορνιλιανοὶ Βασιλειδιανοὶ Νικολαῗται
Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται οἱ αὐτοὶ δὲ παρά τισι
Σεκουνδιανοὶ παρὰ δὲ ἄλλοις Σωκρατῖται παρὰ δὲ ἑτέροις Ζακχαῖοι καλούμενοι καὶ
Κοδδιανοὶ καὶ Βορβορῖται καὶ Βαρβηλῖται, Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ
Μηρινθιανοί, Ναζωραῖοι Ἐβιωναῖοι Οὐαλεντῖνοι Σεκουνδιανοί, οἷς συνάπτονται
Ἐπιφάνης καὶ Ἰσίδωρος, Πτολεμαῖοι. ἐν δὲ τῷ τρίτῳ τόμῳ τοῦ αὐτοῦ πρώτου βιβλίου
αἱρέσεις δεκατρεῖς οὕτως· Μαρκώσιοι Κολορβάσιοι Ἡρακλεωνῖται Ὀφῖται Καϊανοὶ
Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκίωνες Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ
Τατιανοί. αὕτη ἡ ἀνακεφαλαίωσις τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων.
Τοῦ δὲ δευτέρου βιβλίου τόμοι δύο. καὶ ἐν μὲν τῷ πρώτῳ τόμῳ τοῦ δευτέρου
βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ' ἀρχῆς ἀκολουθίαν τοῦ ἀριθμοῦ, αἱρέσεις
δεκαοκτὼ οὕτως· Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται·
οἱ δὲ Τασκοδρουγῖται διῃρέθησαν ἀπὸ τῶν προειρημένων, Πεπουζιανοὶ <οἱ καὶ
Πρισκιλλιανοὶ> καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται,
Τεσσαρεσκαιδεκατῖται οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἄλογοι οἱ τὸ
εὐαγγέλιον Ἰωάννου καὶ τὴν ἀποκάλυψιν μὴ δεχόμενοι, Ἀδαμιανοὶ Σαμψαῖοι, οἱ καὶ
Ἐλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι
Καθαροὶ Ἀγγελικοὶ Ἀποστολικοί, οἱ καὶ Ἀποτακτικοί, οἷς συνάπτονται οἱ
καλούμενοι Σακκοφόροι, Σαβελλιανοὶ Ὠριγενιανοὶ οἱ αἰσχροποιοὶ Ὠριγενιανοὶ οἱ
τοῦ Ἀδαμαντίου. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ δευτέρου βιβλίου, πέμπτῳ δὲ
ὄντι κατὰ τὸν ἀριθμὸν τὸν προειρημένον, αἱρέσεις πέντε οὕτως· Παύλου τοῦ
Σαμοσατέως Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται Μελιτιανῶν τῶν ἐν τῇ Αἰγύπτῳ
σχίσμα Ἀρειανοί. αὕτη καὶ ἡ τοῦ δευτέρου βιβλίου τῶν <δύο> τόμων
ἀνακεφαλαίωσις.
Ὁμοίως καὶ ἐν τῷ τρίτῳ βιβλίῳ εἰσὶ τόμοι δύο. ἐν τῷ μὲν πρώτῳ τόμῳ τοῦ
τρίτου βιβλίου, ἕκτῳ δὲ ὄντι καθ' ὃν ἀριθμὸν προείπαμεν, αἱρέσεις ἑπτὰ οὕτως·
Αὐδιανοὶ σχίσμα ὄντες, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματομάχοι, οἱ τὸ
πνεῦμα τοῦ θεοῦ τὸ ἅγιον βλασφημοῦντες, Ἀεριανοὶ Ἀετίου τοῦ Ἀνομοίου, ᾧ συνήφθη
Εὐνόμιος ὁ καὶ Ἄνομος. ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου, ἑβδόμῳ
δὲ τόμῳ ὄντι καθ' ἣν εἴπαμεν τῶν τόμων τοῦ ἀριθμοῦ διαίρεσιν, ὅς ἐστι τόμος
ἕβδομος καὶ τέλος τῆς πραγματείας, αἱρέσεις τέσσαρες οὕτως· Διμοιρῖται, οἱ μὴ
τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες οἱ καὶ Ἀπολλιναρῖται, καὶ οἱ τὴν
ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι
λέγοντες, οὓς ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας
κολλυρίδα προσφέροντες, οἵτινες καλοῦνται Κολλυριδιανοί, Μασσαλιανοί, καὶ ἡ
περὶ τῆς ὀρθῆς πίστεως καὶ ἀληθείας ἀπολογία μετ' ἐπιτομῆς τοῦ λόγου, ἥτις
ἐστὶν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
Αὕτη ἡ ἀνακεφαλαίωσις καὶ ἐπιγραφὴ τῆς πάσης κατὰ αἱρέσεων ὀγδοήκοντα
πραγματείας καὶ μιᾶς τῆς ὑπὲρ ἀληθείας ἀπολογίας τῆς μόνης τουτέστι τῆς
καθολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας, ἐν τρισὶ μὲν βιβλίοις ὑποκειμένοις
συντεταγμένης, ἐν ἑπτὰ δὲ τόμοις διαιρεθείσης.
Ἐπιφανίου ἐπισκόπου κατὰ αἱρέσεων τὸ ἐπικληθὲν πανάριον εἴτουν κιβώτιον
1. Ἀρχόμενος πίστιν τε καὶ ἀπιστίαν, εὐδοξίαν τε καὶ ἑτεροδοξίαν ἀναγγέλλειν
τε καὶ λέγειν μνησθήσομαι τῆς ἀρχῆς τῆς τοῦ κόσμου καταβολῆς καὶ ἀκολουθίας, οὐ
διὰ τῆς ἐμαυτοῦ δυνάμεως οὐδ' ἀπὸ ἰδίων λογισμῶν ὁρμώμενος, ἀλλ' ὡς ὁ θεὸς ὁ πάντων
δεσπότης καὶ ἐλεήμων ἀπεκάλυψε τοῖς ἑαυτοῦ προφήταις καὶ δι' αὐτῶν ἡμᾶς τῆς τοῦ
παντὸς γνώσεως κατὰ τὸ ἐγχωροῦν ἀνθρωπείᾳ φύσει κατηξίωσε. καὶ ἀρχόμενος περὶ
τούτων εὐθὺς διασκοπεῖν πρῶτον μὲν οὐκ ἐν μικρῷ ἀγῶνι καθίσταμαι, ἀλλὰ καὶ
σφόδρα δέδια ἐπιβαλλόμενος ἔργῳ οὐ τῷ τυχόντι καὶ ἐπικαλοῦμαι αὐτὸν τὸν ἅγιον
θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ παῖδα Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα,
ὅπως καταυγάσῃ τῆς ἡμετέρας εὐτελείας τὸν νοῦν πρὸς φωτισμὸν τῆς περὶ τούτων
γνώσεως. οἱ μὲν γὰρ τῶν Ἑλλήνων συγγραφεῖς ποιηταί τε καὶ λογογράφοι
ἐπιβαλλόμενοί τινι μυθώδει συγγράμματι Μοῦσάν τινα ἐπεκαλοῦντο. οὐ γὰρ θεόν·
δαιμονιώδης γὰρ παρ' αὐτοῖς ἡ σοφία καὶ «ἐπίγειος καὶ οὐκ ἄνωθεν κατερχομένη»
κατὰ τὸ γεγραμμένον. ἡμεῖς δὲ ἐπικαλούμεθα τὸν τῶν ὅλων ἅγιον δεσπότην ἀντιλαβέσθαι
τῆς ἡμῶν πτωχείας καὶ ἐμπνεῦσαι τὸ ἅγιον αὐτοῦ πνεῦμα, εἰς τὸ μηδὲν
παραπεποιημένον εἰς τὴν τῆς ἐπαγγελίας γραφὴν συντάξαι. καὶ αὐτὸ τοῦτο
αἰτησάμενοι, τὴν ἑαυτῶν ἀνικανότητα γινώσκοντες «κατὰ τὸ μέτρον τῆς πίστεως καὶ
κατὰ ἀναλογίαν» δωρήσασθαι τὸν αὐτὸν ἡμῖν παρακαλοῦμεν.
2. Ἔστω δὲ ὁ σκοπὸς * τῷ ἐντυγχάνοντι περὶ παντός του ζητήματος, ὅτι τῶν
καιρῶν ἐστι καὶ χρόνων τὰ ἐφευρήματα, ὅσα ἠδυνήθη ὁ σμικρὸς ἡμῶν νοῦς
ἐξασκηθεὶς καταλαβέσθαι, καὶ οὐ πάντως που ἐπαγγελλόμεθα πάντων τῶν ἐν τῷ κόσμῳ
*· ἄφατα γάρ ἐστι καὶ φατά, ἀμύθητά τε καὶ ἐν ἀριθμῷ μὴ καθιστάμενα καὶ ὅσον
μὲν εἰς ἀνθρώπους ἧκεν ἀνέφικτα, μόνῳ δὲ τῷ τῶν ὅλων δεσπότῃ γινωσκόμενα. τὸ δὲ
ἐπάγγελμα ἔχει περὶ διαφορᾶς δοξῶν τε καὶ γνώσεων, [ἐπαγγελμάτων τε] πίστεώς τε
θεοῦ καὶ ἀπιστίας, αἱρέσεών τε καὶ κακοδόξου γνώμης ἀνθρωπείας ὑπὸ πεπλανημένων
ἀνδρῶν ἐν κόσμῳ ἐσπαρμένης, ἐξότε ἄνθρωπος ἐπὶ γῆς πέπλασται ἄχρι τοῦ ἡμετέρου
χρόνου τουτέστι βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἑνδεκάτου ἔτους καὶ
Γρατιανοῦ ἑβδόμου. τῶν δὲ ὑφ' ἡμῶν μελλόντων εἰς γνῶσιν τῶν ἐντυγχανόντων ἥκειν
<περὶ> αἱρέσεών τε καὶ σχισμάτων τὰ μὲν ἐκ φιλομαθίας ἴσμεν, τὰ δὲ ἐξ
ἀκοῆς κατειλήφαμεν, τοῖς δέ τισιν ἰδίοις ὠσὶ καὶ ὀφθαλμοῖς παρετύχομεν· καὶ τῶν
μὲν τὰς ῥίζας καὶ τὰ διδάγματα ἐξ ἀκριβοῦς ἀπαγγελίας ἀποδοῦναι πεπιστεύκαμεν,
τῶν δὲ μέρος τι τῶν παρ' αὐτοῖς γινομένων. ἐξ ὧν τοῦτο μὲν διὰ συνταγμάτων
παλαιῶν συγγραφέων, τοῦτο δὲ δι' ἀκοῆς ἀνθρώπων ἀκριβῶς πιστωσαμένων τὴν ἡμῶν
ἔννοιαν ἔγνωμεν. τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι' ἑαυτῶν
ἐπιβαλλόμενοι οὐδ' ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν
βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον, ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ
βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *, ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν
ἡμῶν ἀσθένειαν καὶ βιασαμένων ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν
τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὦ τιμιώτατοί μου ἀδελφοὶ
καὶ φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι. ἐπεὶ οὖν πανταχόθεν οὐκ
ἀθεεὶ διασκοπήσας τὰς ψήφους τῶν αἰτήσεων διὰ τὴν ὑπερβάλλουσαν τῶν τοῦ θεοῦ
δούλων ἀγάπην εἰς τοῦτο παρελθεῖν κατηξίωμαι, οὐ δι' εὐεπείας λόγων οὐ
στωμύλοις τισὶ φθογγαῖς, ἀλλ' ἁπλῇ τῇ διαλέκτῳ ἁπλῷ τῷ λόγῳ, ἀκριβείᾳ δὲ τῶν ἐν
τῷ λόγῳ δηλουμένων ἄρξομαι τοῦ λέγειν.
3. Καὶ Νίκανδρος μὲν ὁ συγγραφεὺς θηρῶν τε καὶ ἑρπετῶν ἐποιήσατο τῶν φύσεων
τὴν γνῶσιν, ἄλλοι δὲ συγγραφεῖς ῥιζῶν τε καὶ βοτανῶν τὰς ὕλας *, ὡς
Διοσκουρίδης μὲν ὁ ὑλοτόμος, Πάμφιλός τε καὶ Μιθριδάτης ὁ βασιλεύς, Καλλισθένης
τε καὶ Φίλων, Ἰόλαός τε ὁ Βιθυνὸς καὶ Ἡρακλείδας ὁ Ταραντῖνος, Κρατεύας ὁ
ῥιζοτόμος, Ἀνδρέας τε καὶ Βάσσος ὁ Τύλιος, Νικήρατος καὶ Πετρώνιος, Νίγερ καὶ
Διόδοτος, καὶ ἄλλοι τινές. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἡμεῖς τὰς τῶν αἱρέσεων ῥίζας τε
καὶ γνώμας πειρώμενοι ἀποκαλύπτειν οὐ βλάβης ἕνεκα τοῖς ἐντυγχάνειν ἐθέλουσιν
*, ἀλλὰ καθάπερ τοῖς προειρημένοις συγγραφεῦσι διὰ σπουδῆς ἐγένετο οὐ τὸ κακὸν
σημᾶναι, ἀλλὰ πρὸς φόβον καὶ ἀσφάλειαν τῆς ἀνθρωπείας φύσεως, εἰς τὸ γινώσκειν
τὰ δεινὰ καὶ ὀλετήρια καὶ προασφαλίζεσθαι καὶ διαδιδράσκειν σὺν τῇ τοῦ θεοῦ
δυνάμει διὰ τοῦ προσέχειν καὶ μὴ συναμιλλᾶσθαι τοῖς δηλητηρίοις τοιούτοις
περιτυχόντας καὶ ὑπὸ τῶν τοιούτων ἐπιβουλευθέντας ἢ δι' ἐμφυσήματος ἢ δήγματος
ἢ θεωρίας, οἱ αὐτοὶ τὰ αὐτὰ μεριμνήσαντες <ἅμα> καὶ ἀλεξητήρια ῥιζῶν τε
καὶ βοτανῶν προετύπωσαν πρὸς ἀθέτησιν τῆς τῶν προειρημένων ἑρπετῶν μοχθηρίας, –
οὕτω καὶ ἡμῖν τὸ πόνημα διὰ τὴν τῶν προειρημένων ἀποτροπὴν καὶ ὑμῶν,
ποθεινότατοι, * εἰς τὸ ἀποκαλύψαι τῶν δεινῶν ἑρπετῶν καὶ θηρίων μορφάς τε καὶ
ἰοὺς καὶ δήγματα ὀλετήρια. πρὸς ἀντίθεσιν δὲ τούτων ὅσαπερ δυνάμεθα ἐν συντόμῳ
εἴ που ἓν ἢ δύο ῥήματα εἰς τὸ ἀνακρούσασθαι μὲν αὐτῶν τὸν ἰόν, σῶσαι δὲ τὸν
βουλόμενον * μετὰ τὸν κύριον καὶ καθ' ἑκουσίαν γνώμην καὶ ἀκουσίαν εἰς τὰ αὐτὰ
ἑρπετώδη τῶν αἱρέσεων διδάγματα παραπεπτωκότα ἀντιδότων δίκην παραθησόμεθα.
<α.> <Βαρβαρισμός>
1 Καὶ γὰρ ἀπ' ἀρχῆς Ἀδὰμ τῇ ἕκτῃ ἡμέρᾳ πλασθεὶς ἀπὸ γῆς καὶ λαβὼν τὸ
ἐμφύσημα ἐζωογονήθη (οὐ γάρ, ὥς τινες οἴονται, ἀπὸ πέμπτης ἤρξατο καὶ τῇ ἕκτῃ
ἐτελειώθη· ἔσφαλται γὰρ ἡ τῶν λεγόντων τοῦτο διάνοια), ἁπλοῦς τε ἦν καὶ ἄκακος,
οὐκ ὄνομά τι κεκτημένος ἕτερον, οὐ δόξης οὐ γνώμης οὐ βίου διακρίσεως ἐπίκλησιν
κεκτημένος <ἀλλ'> ἢ Ἀδὰμ μόνον κληθείς, τὸ ἑρμηνευόμενον ἄνθρωπος. τούτῳ
πλάττεται ἐξ αὐτοῦ γυνὴ ὁμοία αὐτῷ, ἐκ τοῦ αὐτοῦ σώματος, <διὰ> τοῦ αὐτοῦ
ἐμφυσήματος. παῖδες δὲ γεννῶνται τούτῳ ἄρρενές τε καὶ θήλειαι. καὶ βιώσας ἔτη
ἐννακόσια τριάκοντα τὸ χρεὼν ἀπέδωκε. τούτου παῖς Σήθ, υἱὸς δὲ τούτου Ἐνώς, καὶ
κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ. ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα
<περι>έχει, ἐντεῦθεν ἤρξατο ἡ κακομηχανία ἐν κόσμῳ γίνεσθαι, καὶ ἀπ'
ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας,
νῦν δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα φαρμακεία καὶ μαγεία, ἀσέλγεια,
μοιχεία τε καὶ ἀδικία. οὐ γνώμη <δέ> τις ἑτέρα, οὐ δόξα μετηλλαγμένη,
ἀλλὰ μία γλῶττα καὶ γένος ἓν ἐπὶ γῆς κατ' ἐκεῖνο καιροῦ ἐσπαρμένον. τούτῳ δὲ τῷ
Ἰάρεδ γίνεται παῖς τοὔνομα Ἐνώχ, ὅς «εὐηρέστησε τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο·
μετέθηκεν γὰρ αὐτὸν ὁ θεός» καὶ «οὐκ εἶδεν θάνατον». Ἐνὼχ δὲ γεννᾷ τὸν
Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε. καὶ ἡ τοῦ θεοῦ δικαιοκρισία
κατακλυσμὸν ὕδατος ἐπενέγκασα τῇ οἰκουμένῃ πᾶσαν σάρκα ἀνθρώπων τε καὶ τῶν
ἄλλων * ἐξήλειψεν, ἐφύλαξε δὲ ἐν λάρνακι διὰ προστάγματος τὸν Νῶε,
εὐαρεστήσαντα ἐνώπιον αὐτοῦ καὶ εὑρόντα χάριν, αὐτόν τε τὸν προδεδηλωμένον Νῶε
καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Σὴμ Χὰμ Ἰάφεθ, τήν τε ἰδίαν σύζυγον καὶ τῶν τριῶν
υἱῶν τὰς τρεῖς γυναῖκας, ὥστε ἀνθρώπων ψυχὰς ὀκτὼ ἐν τῇ τότε λάρνακι
διασεσῶσθαι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ ἀπὸ παντὸς γένους θηρίων τε καὶ
ζῴων, κτηνῶν τε καὶ τῶν ἄλλων τῶν ἐπὶ γῆς πρὸς σύστασιν πάλιν τῆς ἐν κόσμῳ
πάντων ὑποστάσεως ἀπὸ τινῶν μὲν δύο δύο ἀπὸ δὲ ἄλλων ἑπτὰ ἑπτά. καὶ οὕτως
παρῆλθε δεκάτη γενεὰ ἐτῶν δισχιλίων διακοσίων ἑξήκοντα δύο. καὶ ὁ κατακλυσμὸς
πέπαυται καὶ Νῶε καὶ ὁ αὐτοῦ οἶκος λείψανον τῷ κόσμῳ γεγένηται. οὔπω δὲ οὐχ
ἑτεροδοξία, οὐκ ἔθνος τι διαφερόμενον, οὐκ ὄνομα αἱρέσεως, ἀλλ' οὐδὲ εἰδωλολατρεία.
ἐπειδὴ δὲ ἕκαστος ἀνθρώπων ἰδίᾳ γνώμῃ ἐστοίχει (νόμος γὰρ οὐδὲ εἷς ἐτύγχανεν·
ἕκαστος γὰρ ἑαυτῷ νόμος ἐγίνετο καὶ τῇ ἰδίᾳ γνώμῃ ἐστοίχει, καθὼς παρὰ τῷ
ἀποστόλῳ ἡ χρῆσις, οὐ μόνον Βαρβαρισμοῦ, ἀλλὰ καὶ τῶν ἄλλων· φησὶ γάρ «ἐν
Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ Ἰουδαῖος»), Βαρβαρισμὸς
τότε ἐκαλεῖτο ἐν ταῖς δέκα γενεαῖς τοῦ χρόνου τὸ ἐπώνυμον.
<β.> <Σκυθισμός>
1 Μετὰ δὲ τὸν κατακλυσμὸν ἐπιστάσης τῆς λάρνακος τοῦ Νῶε ἐν τοῖς ὄρεσι
τοῦ Ἀραρὰτ ἀνὰ μέσον Ἀρμενίων καὶ Καρδυαίων ἐν τῷ Λουβὰρ ὄρει καλουμένῳ, ἐκεῖσε
πρώτως κατοίκησις γίνεται μετὰ τὸν κατακλυσμὸν τῶν ἀνθρώπων κἀκεῖ φυτεύει
ἀμπελῶνα Νῶε ὁ προφήτης, οἰκιστής τε γίνεται τοῦ τόπου. γίνονται δὲ τοῖς αὐτοῦ
παισὶν (οὐ γὰρ ἔτι αὐτὸν ἐμφαίνει γεγεννηκέναι) παῖδες καὶ παίδων παῖδες ἕως πέμπτης
γενεᾶς ἐτῶν ἑξακοσίων πεντήκοντα ἐννέα, πάρεξ τοῦ Σήμ. κατὰ ἀκολουθίαν δὲ τοῦ
ἑνὸς υἱοῦ διέξειμι τὴν γενεαλογίαν· Σὴμ τοίνυν γεννᾷ τὸν Ἀρφαξάδ, Ἀρφαξὰδ τὸν
Κηνᾶ, Κηνᾶ τὸν Σάλα, Σάλα τὸν Ἔβερ, εὐλαβῆ καὶ θεοσεβῆ, Ἔβερ τὸν Φαλέκ. καὶ
οὐδὲν ἦν ἐπὶ τῆς γῆς οὐχ αἵρεσις, οὐ γνώμη ἑτέρα καὶ ἑτέρα, ἀλλ' ἢ μόνον
ἄνθρωποι ἐκαλοῦντο, «ἑνὸς χείλους καὶ μιᾶς γλώττης». ἦν δὲ μόνον ἀσέβεια καὶ
εὐσέβεια ὁ κατὰ φύσιν νόμος καὶ ἡ κατὰ φύσιν ἑκάστου θελήματος οὐκ ἀπὸ
διδασκαλίας οὔτε ἀπὸ συγγραμμάτων [συγγραφέων] πλάνη, οὐκ Ἰουδαϊσμὸς οὐχ
Ἑλληνισμὸς οὐχ αἵρεσις ἑτέρα τις, ἀλλ' ὡς εἰπεῖν ἡ νῦν πίστις ἐμπολιτευομένη ἐν
τῇ ἄρτι ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ, ἀπ' ἀρχῆς οὖσα καὶ ὕστερον πάλιν
ἀποκαλυφθεῖσα. τῷ γὰρ βουλομένῳ φιλαλήθως * ἰδεῖν * ἀρχὴ πάντων ἐστὶν ἡ καθολικὴ
καὶ ἁγία ἐκκλησία, ἐξ αὐτοῦ τοῦ σκοποῦ. Ἀδὰμ γὰρ <ὁ> πρωτόπλαστος
πέπλασται οὐκ ἐμπερίτομος, ἀλλ' ἀκροβύστης μὲν τῇ σαρκί, οὐκ εἰδωλολάτρης δὲ ἦν
καὶ ᾔδει πατέρα θεὸν καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· προφήτης γὰρ ἦν. οὐκ ἔχων
τοίνυν περιτομὴν οὐκ ἦν Ἰουδαῖος, ξόανα δὲ μὴ προσκυνῶν ἢ ἄλλο τι οὐκ ἦν
εἰδωλολάτρης· προφήτης γὰρ <ἦν> ὁ Ἀδὰμ καὶ ᾔδει ὅτι ὁ πατὴρ εἶπε τῷ υἱῷ
«ποιήσωμεν ἄνθρωπον». τί οὖν ἦν, μήτε περιτομὴν ἔχων μήτε εἴδωλα σέβων, ἀλλ'
ὅτι τοῦ Χριστιανισμοῦ τὸν χαρακτῆρα ὑποφαίνων ἐδείκνυτο; οὕτως καὶ ἐπὶ τοῦ Ἄβελ
καὶ ἐπὶ τοῦ Σὴθ καὶ ἐπὶ τοῦ Ἐνὼς καὶ ἐπὶ τοῦ Ἐνὼχ καὶ ἐπὶ τοῦ Μαθουσάλα καὶ ἐπὶ
τοῦ Νῶε καὶ ἐπὶ τοῦ Ἔβερ ἄχρι τοῦ Ἀβραὰμ διαληπτέον. ἐνήργει δὲ τότε εὐσέβειά
τε καὶ ἀσέβεια, πίστις καὶ ἀπιστία· πίστις μὲν ἐπέχουσα τοῦ Χριστιανισμοῦ τὴν
εἰκόνα, ἀπιστία δὲ ἐπέχουσα ἀσεβείας τὸν χαρακτῆρα καὶ παρανομίας, ἐναντία τοῦ
κατὰ φύσιν νόμου, ἕως τοῦ προδεδηλωμένου χρόνου. πέμπτῃ τοίνυν γενεᾷ μετὰ τὸν
κατακλυσμόν, πληθυνόντων ἄρτι τῶν ἀνθρώπων ἀπὸ τῶν τριῶν υἱῶν τοῦ Νῶε, κατὰ
διαδοχὴν παίδων παῖδες καὶ τούτων παῖδες γεγόνασιν ἑβδομήκοντα δύο τὸν ἀριθμὸν
ἐν κόσμῳ ἀρχηγέται καὶ κεφαλαιωταί. ἐπεκτεινόμενοι δὲ καὶ πρόσω βαίνοντες ἀπὸ
τοῦ Λουβὰρ ὄρους καὶ ὁρίων τῆς Ἀρμενίας τουτέστιν Ἀραρὰτ τῆς χώρας γίνονται ἐν
πεδίῳ Σεναάρ, ἔνθα που * ἐπελέξαντο· κεῖται δὲ αὕτη ἡ Σεναὰρ νυνὶ ἐν χώρᾳ τῇ
Περσίδι· ἦν δὲ πάλαι Ἀσσυρίων. ἐκεῖσε τοίνυν συνδυάσαντες συμβούλιον λαμβάνουσι
μετ' ἀλλήλων πύργον καὶ πόλιν οἰκοδομῆσαι· ἀπὸ δὲ τοῦ κλίματος τοῦ πρὸς Εὐρώπην
εἰς Ἀσίαν κεκλικότες ἐπωνομάσθησαν πάντες κατὰ τὴν τοῦ χρόνου ἐπίκλησιν Σκύθαι.
κτίζουσι δὲ τὴν πυργοποιίαν καὶ οἰκοδομοῦσι τὴν Βαβυλῶνα. καὶ οὐκ ηὐδόκησεν ὁ
θεὸς ἐπὶ τῷ ἔργῳ τῆς αὐτῶν ἀνοίας· διεσκέδασε γὰρ αὐτῶν τὰς γλώττας καὶ ἀπὸ
μιᾶς εἰς ἑβδομήκοντα δύο διένειμεν κατὰ τὸν τῶν τότε ἀνδρῶν ἀριθμὸν εὑρεθέντων,
ὅθεν καὶ Μέροπες οὗτοι κέκληνται διὰ τὴν μεμερισμένην φωνήν, καὶ τὸν πύργον
ἀνέμων βολὴ κατέστρεψεν. ἐμερίσθησαν γοῦν ἐπὶ πᾶσαν τὴν γῆν δεξιά τε καὶ
εὐώνυμα, οἱ μὲν παλίνορσοι ὅθεν ἐκβεβήκασιν, ἄλλοι δὲ ἐπὶ τὰ πρόσω τῆς ἀνατολῆς
κεχωρηκότες, ἕτεροι δὲ τὴν Λιβύην κατειλήφασιν· ὡς καὶ περὶ τούτων τὴν
ἀκρίβειαν εἴ τις ἐθέλοι καταλαβέσθαι, εὕροι ἂν ἕκαστον τῶν προκεχωρηκότων καθ'
ἑκάστην τινὰ πατρίδα πῶς εἴληχε τὸν κλῆρον, ὡς ὁ Μιστρὲμ μὲν διαδέχεται τὸν τῆς
Αἰγύπτου κλῆρον, Χοὺς δὲ τὴν Αἰθιοπίδα, Ψοῦς τὰ Ἀξωμιτικὰ μέρη, Ῥέγμα καὶ
Σαβακαθὰ καὶ † Θωϋὰν καὶ † Λοὺδ τὰ πρὸς τῇ Γαραμῶν χώρᾳ. καὶ ἵνα μὴ εἰς πολὺ
πλάτος ποιήσωμαι τὴν ἐνταῦθα σύνταξιν τοῦ προοιμίου, ἐλεύ σομαι πάλιν ἐπὶ τὸ
προκείμενον καὶ κατὰ τὴν διαδοχὴν αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας.
<γ.> <Ἑλληνισμός>
1 Μεταξὺ γοῦν τοῦ Ἔβερ καὶ τοῦ Φαλὲκ καὶ τῆς πυργοποιίας καὶ πρώτης
πόλεως μετὰ τὸν κατακλυσμὸν κτισθείσης ἐπ' αὐτῇ τῇ οἰκοδομῇ ἀρχὴ λοιπὸν
συμβουλίας ἀθροισμοῦ καὶ τυραννίδος γίνεται.
Νεβρὼδ γὰρ βασιλεύει υἱὸς τοῦ Χοὺς τοῦ Αἰθίοπος, ἐξ οὗ Ἀσοὺρ γεγέννηται. τούτου
ἡ βασιλεία ἐν Ὀρὲχ γεγένηται καὶ ἐν Ἀρφὰλ καὶ Χαλάννῃ· κτίζει δὲ καὶ τὴν Θειρὰς
καὶ τὴν Θοβὲλ καὶ Λόβον ἐν τῇ Ἀσσυρίων χώρᾳ. τοῦτόν φασι παῖδες Ἑλλήνων εἶναι
τὸν Ζωροάστρην, ὃς πρόσω χωρήσας ἐπὶ τὰ ἀνατολικὰ μέρη οἰκιστὴς γίνεται
Βάκτρων. ἐντεῦθεν τὰ κατὰ τὴν γῆν παράνομα διανενέμηται· ἐφευρετὴς γὰρ οὗτος
γεγένηται κακῆς διδαχῆς, ἀστρολογίας καὶ μαγείας, ὥς τινές φασι περὶ τούτου τοῦ
Ζωροάστρου· πλήν, ὡς ἡ ἀκρίβεια περιέχει, τοῦ Νεβρὼδ τοῦ γίγαντος οὗτος ἦν ὁ
χρόνος, πολὺ δὲ ἀλλήλων τῷ χρόνῳ διεστήκασιν ἄμφω, ὅ τε Νεβρὼδ καὶ ὁ
Ζωροάστρης. Φαλὲκ δὲ γεννᾷ τὸν Ῥαγαῦ, Ῥαγαῦ τὸν Σεροὺχ τὸν ἑρμηνευόμενον
ἐρεθισμόν, ἀφ' οὗ ἤρξατο εἰς ἀνθρώπους ἡ εἰδωλολατρεία τε καὶ ὁ Ἑλληνισμός, ὡς
ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. οὔπω δὲ ἐν ξοάνοις καὶ ἐν τορείαις λίθων ἢ
ξύλων ἢ ἀργυροτεύκτων ἢ <ἐκ> χρυσοῦ ἢ ἄλλης τινὸς ὕλης πεποιημέναις,
μόνον δὲ διὰ χρωμάτων καὶ εἰκόνων ἡ τοῦ ἀνθρώπου διάνοια ἑαυτῇ ἐφηύρατο τὴν
κακίαν καὶ διὰ τοῦ αὐτεξουσίου καὶ λογιότητος καὶ νοῦ ἀντὶ τῆς ἀγαθότητος τὸ
παράνομον ἐφηύρατο. γίνεται δὲ τῷ Σεροὺχ παῖς ὁ Ναχώρ, Ναχὼρ δὲ γεννᾷ τὸν
Θάρρα. ἐντεῦθεν γέγονεν ἀνδριαντοπλασία ἀπὸ πηλουργίας καὶ κεραμικῆς ἐπιστήμης
ἐκ τῆς τοῦ Θάρρα τούτου τέχνης. περιέστη δὲ ὁ αἰὼν εἰς εἰκοστὴν γενεὰν ἕως
τούτου, ἐτῶν τρισχιλίων τριακοσίων τριάκοντα δύο. καὶ οὐδεὶς πώποτε τῶν
προτέρων ἀνθρώπων πρὸ πατρὸς υἱὸς ἐτελεύτα, ἀλλὰ πατέρες πρὸ παίδων τελευτῶντες
τοὺς υἱοὺς διαδόχους κατελίμπανον (καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ
θανάτῳ ἰδίῳ τέθνηκεν)· ἐξότε δὲ Θάρρα ἀντίζηλον τῷ θεῷ προεστήσατο διὰ τῆς
ἰδίας πηλουργίας τεχνησάμενος, τὰ ὅμοια οἷς ἔπραξεν ἀπὸ τῆς δίκης ἀπείληφε καὶ
αὐτὸς παραζηλωθεὶς διὰ τοῦ ἰδίου τέκνου. ὅθεν θαυμάσασα ἡ θεία γραφὴ
ἐπεσημήνατο λέγουσα «καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον Θάρρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ
τῆς γεννήσεως αὐτοῦ». ἕως τούτου ἔμεινε Σκυθική τις διαδοχὴ καὶ ἐπίκλησις. οὔπω
δὲ ἦν τις αἵρεσις, οὔπω μηχανή τις ἑτέρα ἢ μόνον «<πρώτη> πορνεία,
ἐπίνοια εἰδώλων». καὶ ἔνθεν ἐθεοποιήσαντο ἢ κακοδαίμονας τυράννους ἢ γόητας
φαντάσαντας τὴν οἰκουμένην, τιμήσαντες τὰ τούτων μνήματα, καὶ μετέπειτα πολλῷ
τῷ χρόνῳ τοὺς περὶ Κρόνον καὶ Δία Ῥέαν τε καὶ Ἥραν καὶ τοὺς ἀμφ' αὐτούς, ἔπειτα
δὲ Ἀκινάκην σέβοντες οἵ τε τῶν Σκυθῶν Σαυρομάται Ὄδρυσόν τε τῶν Θρᾳκῶν
προπάτορα, ἐξ οὗ τὸ γένος κατάγεται Φρυγῶν· ὅθεν καὶ Θρᾷκες ἀπὸ τοῦ Θήρας
ἐπίκλην τοῦ ἐν τῇ πυργοποιίᾳ γεγενημένου καλοῦνται. περιέστη δὲ πᾶς ὁ χρόνος
ἐντεῦθεν λαβούσης τῆς πλάνης ἀρχὴν εἰς τὸν προδηλούμενον καιρόν, * φύρων λοιπὸν
τὰς ὁδούς· συγγραφεῖς τε ἔνθεν καὶ ἱστοριογράφοι ἀπὸ τῆς τῶν Αἰγυπτίων
ἐρανισάμενοι ἐθνομύθου πλάνης *, ὅθεν δὴ τὰ τῆς φαρμακείας καὶ μαγείας ηὑρέθη.
μετηνέχθη δὲ ταῦτα εἰς Ἕλληνας ἀπὸ τῆς ἡλικίας Κέκροπος. καὶ ἦν μὲν κατὰ τοῦτον
τὸν καιρὸν Νίνος ἐν Ἀσσυρίοις καὶ Σεμίραμις, σύγχρονοι ὄντες τῷ Ἀβραάμ,
Αἰγυπτίων δὲ ἑκκαιδεκάτη δυναστεία· οἱ ἐν Σικυῶνι δὲ τότε μόνοι ἐβασιλεύοντο, ἧς
βασιλείας ἀρχὴ γέγονεν Εὔρωψ.
<δ.> <Ἰουδαϊσμός>
1 Καὶ ὁ θεὸς ἐπιλέγεται τὸν Ἀβραὰμ τῷ αὐτῷ χαρακτῆρι τῆς ἁγίας
καθολικῆς ἐκκλησίας ἐν ἀκροβυστίᾳ πιστὸν καὶ ἐν εὐσεβείᾳ τελειότατον, ἐν γνώσει
προφήτην ἐν βίῳ εὐαγγελικὴν κεκτημένον ἀναστροφήν. οἴκοι γὰρ γέγονε πατέρα
τιμῶν, καλούμενος <δὲ> ὑπὸ τοῦ λόγου καὶ τῶν οἰκείων ἀπετάσσετο,
πειθόμενος [δὲ] τῷ καλοῦντι, ὥσπερ οἱ περὶ Πέτρον καὶ Ἀνδρέαν καὶ Ἰάκωβον καὶ
Ἰωάννην. καὶ ἵνα μὴ πάλιν μηκύνω τὸν λόγον, συνελὼν ἐρῶ. εἰς ἔτη γὰρ ἐλάσας
οὗτος ὁ πατριάρχης ἐνενήκοντα ἐννέα ὑπὸ τοῦ θεοῦ χρηματίζεται εἰς περιτομὴν καὶ
ἄρχεται ἔνθεν ὁ χαρακτὴρ τοῦ Ἰουδαϊσμοῦ μετὰ τὸν Ἑλληνισμόν· καὶ ἦν <ἀπὸ>
τῆς τοῦ κόσμου καταβολῆς εἰκοστὴ πρώτη γενεά, ἔτη τρισχίλια τετρακόσια
τριάκοντα ἕν. Σκυθισμὸς γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ ἄχρι τοῦ πύργου καὶ τοῦ Σερούχ,
ἀπὸ δὲ τοῦ Σεροὺχ ἕως τοῦ Ἀβραὰμ καὶ δεῦρο Ἑλληνισμός, ἀπὸ δὲ Ἀβραὰμ οὔπω
ἐπώνυμον ἦν αἱρέσεως ἀλλ' ἢ μόνον τῆς αὐτοῦ θεοσεβείας τοὔνομα· Ἀβράμιοι τοίνυν
οἱ ἀπὸ Ἀβραὰμ ἐκαλοῦντο. παῖδες γὰρ ὑπῆρξαν τούτῳ ὀκτώ, Ἰσαὰκ δὲ ὁ κληρονόμος μόνος
ἦν, διότι καὶ κατὰ γνώμην πατρὸς ἐβίου θεοσεβείᾳ προσανέχων καὶ κατ' ἐπαγγελίαν
θεοῦ τῷ πατρὶ ἐδεδώρητο. ἔσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ἀπὸ παιδίσκης τῆς Ἄγαρ,
Χεττούρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. διεμερίσθησαν δὲ οὗτοι ἐπὶ τὴν εὐδαίμονα
Ἀραβίαν λεγομένην· Ζεμβρὰν καὶ Ἰεζὰν καὶ Ἰεσβὸκ καὶ Σωυὲ καὶ Ἐμαδὲμ καὶ Μαδιάμ.
καὶ «ὁ τῆς παιδίσκης» (Ἰσμαὴλ δὲ ὡς ἔφην τούτῳ ἦν ὄνομα), καταλαμβάνει δὲ οὗτος
* καὶ κτίζει τὴν Φαρὰν καλουμένην ἐν τῇ ἐρήμῳ. τούτῳ παῖδες γίνονται δεκαδύο
τὸν ἀριθμόν, ἐξ ὧν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τανῦν
καλουμένων. γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ, καὶ ἐκαλεῖτο τότε τὸ
γένος τῶν θεοσεβῶν Ἀβράμιοί τε καὶ Ἰσάκιοι. διορισθέντος δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν
Ἰδουμαίαν πρὸς τῇ μεσημβρίᾳ τῆς Χαναὰν κειμένην χώραν καὶ ἀνατολῇ οἰκιστὴς
γίνεται τοῦ Σηεὶρ ὄρους καὶ πόλιν κτίζει [τὴν] Ἐδώμ, τὴν Ῥοκὸμ καὶ Πέτραν
καλουμένην. γίνονται δὲ τούτῳ παῖδες καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος
κατὰ διαδοχήν, οἳ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ
Ἰώβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ἰσαὰκ ἀριθμουμένου·
Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ἠσαῦ, Ἠσαῦ τὸν Ῥαγουήλ, Ῥαγουὴλ τὸν Ζαρά, Ζαρὰ τὸν Ἰώβ,
πρὶν μὲν καλούμενον Ἰωβὰβ ὕστερον δὲ κληθέντα Ἰώβ, ὀλίγον ἔμπροσθεν πρὸ τοῦ
γενομένου αὐτῷ πειρασμοῦ. ἦν δὲ περιτομὴ πολιτευομένη. Ἰακὼβ δὲ ἀποδιδράσκει
ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ διὰ μῆνιν αὐτοῦ κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς
ἐπὶ τὴν Μεσοποταμίαν Φαδάν, ἐπέκεινα τῆς Μεσοποταμίας Σουβά· ὃς ἄγεται ἐκεῖθεν
τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμὸν καὶ κυΐσκουσιν αὐτῷ παῖδας
δεκαδύο, τοὺς καὶ πατριάρχας ἐπικληθέντας. παλινδρομοῦντι δὲ αὐτῷ ἐπὶ τὴν
Χανανῖτιν γῆν πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα Ἰσαὰκ καὶ μητέρα Ῥεβέκκαν γίνεταί τις
αὐτῷ ὀπτασία ἐκ θεοῦ παρὰ τὰς τοῦ Ἰορδάνου διεκβολάς (Ἰαβὸκ δὲ τὸν χειμάρρουν
καλοῦσιν), ἔνθα που ἐθεάσατο παρεμβολὰς ἀγγέλων. «καὶ ἰδού, φησίν, ἄνθρωπος ἀφ'
ἑσπέρας καὶ συνεπάλαιεν αὐτῷ ἄχρι τῆς ἕω», ὃν ἄγγελον ἐπεσημήνατο ἡ γραφή· ὃς
κατ' εὐλογίαν δίδωσι τῷ Ἰακὼβ ἀξιώματος ὄνομα τὸ Ἰσραήλ. διαναστὰς δὲ ἐκεῖθεν
Ἰακὼβ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου εἶδος θεοῦ. ἐπειδὴ <δὲ> ὁ πρὸς αὐτὸν
διὰ τῆς εὐλογίας φήσας «οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ' Ἰσραὴλ
κληθήσεται» * καὶ διέστειλε λέγων ὅτι «ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων
δυνατὸς ἔσῃ», ἀπὸ τούτου τοῦ χρόνου Ἰσραηλῖται καλοῦνται.
2. Καὶ ὁ Ἰσραὴλ μετὰ τὴν τοῦ Ἰωσὴφ εἰς Αἴγυπτον κάθοδον κάτεισι καὶ αὐτὸς
σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ υἱῶν τε καὶ ἐκγόνων, γυναικῶν τε τῶν προειρημένων καὶ
ἄλλων, ἐν ἑβδομήκοντα ψυχαῖς τὸν ἀριθμόν. διατρίβει δὲ τὸ γένος τοῦ Ἰσραὴλ ἐν
τῇ τῶν Αἰγυπτίων χώρᾳ γενεὰς πέντε. Ἰακὼβ γὰρ γεννᾷ τὸν Λευὶ καὶ τὸν Ἰούδαν καὶ
τοὺς ἄλλους δέκα πατριάρχας. Λευὶ γεννᾷ τὸν Καάθ, Ἰούδας γεννᾷ τὸν Φαρές· Καὰθ
γεννᾷ τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα· Φαρὲς γεννᾷ τὸν Ἐσρώμ, Ἐσρὼμ γεννᾷ τὸν
Ἀράμ, Ἀρὰμ γεννᾷ τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ τὸν Ναασσών. ἐν χρόνοις Μωυσέως καὶ
Ναασσὼν πέμπτῃ γενεᾷ κατὰ τὸν Λευὶ ἔξεισιν Ἰσραὴλ ἐκ τῆς Αἰγύπτου διὰ τῆς
ἐρυθρᾶς θαλάσσης ἐν θεοσημείοις καὶ στρατοπεδεύει ἐν τῇ ἐρήμῳ Σινᾶ. καὶ χρησμῶν
δοθέντων ἐκ θεοῦ τῷ θεράποντι αὐτοῦ Μωυσῇ ἀριθμήσασθαι ἀπὸ εἴκοσι ἐτῶν καὶ ἕως
πεντήκοντα ἄνδρας δυναμένους σπάσασθαι ῥομφαίαν καὶ λαμβάνειν ὅπλα πολεμικά,
εἰς ἑξήκοντα δύο μυριάδας καὶ ὀκτακισχιλίους πεντακοσίους ηὗρεν. ἦν δὲ κατ'
ἐκεῖνο καιροῦ Ἴναχος παρ' Ἕλλησι γνωριζόμενος, οὗ θυγάτηρ Ἰώ, ἡ καὶ Ἀτθὶς
καλουμένη, δι' ἣν καὶ ἡ νῦν Ἀττική· ἐξ ἧς καὶ ὁ Βόσπορος, οὗ ἐπώνυμος πόλις
Βόσπορος ἐν τῷ Εὐξείνῳ πόντῳ καλουμένη· καλοῦσι δὲ αὐτὴν Αἰγύπτιοι Ἶσιν, ἣν καὶ
ὡς θεὰν προσκυνοῦσιν. ὁμώνυμος δὲ τούτῳ καὶ ποταμός ἐστιν Ἴναχος οὕτω
καλούμενος. ἐκεῖθεν ἀρχὴν ἔσχεν τὰ παρ' Ἕλλησι μυστήριά τε καὶ τελεταί,
πρότερον παρ' Αἰγυπτίοις καὶ παρὰ Φρυξὶ καὶ Φοίνιξι καὶ Βαβυλωνίοις κακῶς
ἐπινενοημένα, μετενεχθέντα δὲ εἰς Ἕλληνας ἀπὸ τῆς τῶν Αἰγυπτίων χώρας ὑπὸ
Κάδμου καὶ αὐτοῦ τοῦ Ἰνάχου, Ἄπιδος πρότερον κληθέντος καὶ οἰκοδομήσαντος τὴν
Μέμφιν, ἀλλὰ καὶ παρ' Ὀρφέως καὶ ἄλλων τινῶν τὴν ἀρχὴν λαβόντα καὶ εἰς αἱρέσεις
συσταθέντα ὕστερον ἐν Ἐπικούρῳ καὶ Ζήνωνι τῷ Στωϊκῷ καὶ Πυθαγόρᾳ καὶ Πλάτωνι ἐξ
οὗπερ ἤρξαντο χρόνου κρατυνθείσας ἕως τῶν Μακεδονικῶν χρόνων καὶ Ξέρξου τοῦ
βασιλέως τῶν Περσῶν μετὰ τὴν ἅλωσιν τῶν Ἱεροσολύμων τὸ πρῶτον καὶ
Ναβουχοδονόσορ αἰχμαλωσίαν καὶ Λαρείου καὶ τῶν κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα
χρόνον. Πλάτων γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν ἐγνωρίζετο καὶ οἱ πρὸ αὐτοῦ
Πυθαγόρας τε καὶ Ἐπίκουρος ὁ μετέπειτα. ὅθεν δὴ ὡς προεῖπον τὴν πρόφασιν
εἴληφεν καὶ εἰς κατάστασιν ἦλθε τὰ παρ' Ἕλλησι συγγράμματα καὶ μετὰ τοῦτον τὸν
χρόνον αἱ βοώμεναι αἱρέσεις τῶν φιλοσόφων, πρὸς ἀλλήλας τῇ μὲν πλάνῃ συνᾴδουσαι
καὶ ὁμόστοιχον γνῶσιν συνυφαίνουσαι εἰδωλολατρείας τε καὶ ἀσεβείας καὶ ἀθεΐας,
τῇ δὲ αὐτῇ πλάνῃ εἰς ἑαυτὰς συγκλώμεναι [διαφέρονται] ἑτέρα πρὸς τὴν ἑτέραν.
Κατὰ Στωϊκῶν, ἀπὸ Ἑλληνισμοῦ <αἱρέσεως> <γ>, τῆς δὲ ἀκολουθίας
<ε>
1 Καὶ Στωϊκοὶ μὲν φρονοῦσι περὶ θεότητος τοῦτο· φάσκουσιν εἶναι νοῦν
τὸν θεὸν ἢ παντὸς τοῦ ὁρωμένου κύτους, οὐρανοῦ δέ φημι καὶ γῆς καὶ τῶν ἄλλων,
ὡς ἐν σώματι ψυχήν. μερίζουσι δὲ οἱ αὐτοὶ τὴν μίαν θεότητα εἰς πολλὰς μερικὰς
οὐσίας, εἰς ἥλιον καὶ σελήνην καὶ ἄστρα, εἰς ψυχὴν καὶ ἀέρα καὶ τὰ ἄλλα·
μεταγγισμούς τε ψυχῶν * καὶ μετενσωματώσεις ἀπὸ σώματος εἰς σῶμα, καθαιρομένων
<ψυχῶν ἀπὸ> σωμάτων ἠδ' αὖ πάλιν εἰσδυουσῶν καὶ ἀνάπαλιν γεννωμένων, διὰ
πολλῆς αὐτῶν πλάνης ταύτην τὴν ἀσέβειαν παρυφαίνοντες. μέρος δὲ θεοῦ καὶ
ἀθάνατον τὴν ψυχὴν ἡγοῦνται. ἔσχον δὲ Ζήνωνα ἀρχηγὸν τῆς Στοᾶς, περὶ οὗ πολὺς
θρυλεῖται λόγος. οἱ μὲν γὰρ αὐτὸν ἔφασαν Κλεάνθου<ς> τινὸς * τοῦ ἀπὸ
Τύρου ὁρμωμένου, ἄλλοι δὲ φάσκουσιν αὐτὸν Κιτιέα τῆς Κύπρου νησιώτην, ἐν Ῥώμῃ
δὲ βεβιωκέναι χρόνον, ὕστερον δὲ ἐν Ἀθήναις προστησάμενον τουτὶ τὸ δόγμα ἐν τῇ
Στοᾷ οὕτω καλουμένῃ, τινὲς δέ φασι δύο Ζήνωνας εἶναι, τόν τε Ἐλεάτην καὶ τὸν
προειρημένον· ὅμως οἱ ἀμφότεροι ἴσως ἐδογμάτισαν, εἰ καὶ δύο εἶεν. φάσκει οὖν
καὶ οὗτος τὴν ὕλην σύγχρονον εἶναι τῷ θεῷ, ἴσα ταῖς ἄλλαις αἱρέσεσιν,
εἱμαρμένην τε εἶναι καὶ γένεσιν, ἐξ ἧς τὰ πάντα διοικεῖται καὶ πάσχει. πόσα
τοίνυν ἰσχύει ἡ σύντομος ἡμῶν αὕτη σύνταξις, πρὸς τὴν τούτου φαυλότητα
ἀλεξητήριον φάρμακον * διεξιέναι καὶ οὐχὶ μᾶλλον εἰς ὄγκον πολὺν ἐλάσω τῆς
πραγματείας τὸ ἐχέγγυον· ἀκροθιγῶς δέ, ἵνα μὴ ἐν παραδρομῇ γένωμαι, πρὸς τοῦτον
ἐρῶ.
2. Πόθεν εἴληφας, ὦ οὗτος, τὴν τῆς διδασκαλίας ὑφήγησιν; ἢ ποῖον πνεῦμα
ἅγιον οὐρανόθεν λελάληκέ σοι περὶ τῆς σοῦ πλάνης; δύο μὲν γὰρ ἐπὶ τὸ αὐτὸ
σύγχρονα, ὕλην καὶ θεόν, βεβιασμένως λέγεις· πεσεῖται γάρ σου ὁ λόγος καὶ
ἀσύστατος ἔσται. ὁμολογεῖς μὲν γάρ τινα εἶναι δημιουργόν, ὃν καὶ παντοκράτορα
φῄς, τοῦτον δὲ μερίζεις εἰς πολυθεΐαν. τίνος δ' ἂν εἴη δημιουργός, εἰ σύγχρονος
εἴη ἡ ὕλη; ἔσται γὰρ καθ' ἑαυτὴν ἑαυτῆς δεσπόζουσα ἡ μὴ ἀπὸ αἰτίου τινὸς
λαβοῦσα τὴν ἀρχὴν καὶ οὐχ ὑποτασσομένη. εἰ δὲ ὁ δημιουργὸς παρὰ ταύτης
λαμβάνει, προβολὴν ταύτην εὑράμενος, ἀδράνειά τις ἂν εἴη καὶ ἔρανος δι' ἀπορίαν
τῷ προσπορισαμένῳ οὐκ ἀπὸ τῶν ἰδίων ἀλλ' ἐξ ὑποκειμένων ἀλλοτρίων, ὅπως τὸ
ἴδιον ὑποστήσεται δημιούρ γημα. καὶ περὶ τοῦ τῶν ψυχῶν μεταγγισμοῦ πολλή τις ἡ
φαυλότης τῆς παραπεποιημένης σου διανοίας, ἐθελόσοφε καὶ γνῶσιν ἀνθρώποις
ἐπαγγελλόμενε. εἰ γὰρ μέρος θεοῦ ὑπάρχει καὶ ἀθάνατος, σώματα δὲ οἰκτρὰ οὐ
μόνον εἴποιμι * θηρίων δὲ καὶ ἑρπετῶν καὶ κνωδάλων δυσγενῶν τῇ πλάσει αὐτῆς
συνάπτεις τῇ ἀπὸ θεοῦ κατὰ σὲ τὴν οὐσίαν κεκτημένῃ, καὶ τί ἂν γένοιτο τούτου μοχθηρότερον;
3. Εἱμαρμένην δὲ παρεισάγεις, ὡς ἐξ αὐτῆς γίνεσθαι τὰ τῷ ἀνθρώπῳ συμβαίνοντα
καὶ ἄλλοις. ἐξ ἑνὸς δὲ ῥητοῦ δι' ἐπιτομῆς τοῦ λόγου ἀνατραπήσεται ἡ σὴ
μυθοποιία. εἰ γὰρ εἱμαρμένης τὸ σοφίζεσθαι τὸ συνετίζεσθαι τὸ λογικὸν γεννᾶσθαι
καὶ ἄλογον καὶ τὰ ἄλλα πάντα, παυσάσθωσαν νόμοι· ἐπικρατεῖ γὰρ ἡ εἱμαρμένη
μοιχῶν τε καὶ ἄλλων· δίκην δὲ μᾶλλον τίσουσιν οἱ ἀνάγκην ἐπιτιθέντες ἀστέρες
ἤπερ ὁ ἀναγκαζόμενος δρᾶσαι τὸ ἐπιχείρημα. ἀλλὰ καὶ ἄλλως ἔτι περὶ τούτων ἐρῶ·
ἀργείτωσαν αἱ διατριβαί, παυσάσθωσαν σοφισταί τε καὶ ῥήτορες καὶ γραμματικοί,
ἰατροί τε καὶ ἄλλαι ἐπιστῆμαι βαναύσων τε τεχνῶν ἀμύθητον πλῆθος, καὶ μηκέτι
μηδεὶς παιδευέτω, εἴπερ ἐξ εἱμαρμένης τυγχάνει τῶν ἐπιστημῶν καὶ μὴ ἐκ
γραμμάτων μαθήσεως ὁ πορισμὸς τῇ ἀνθρωπείᾳ φύσει. εἰ γὰρ εἱμαρμένη τὸν
πεπαιδευμένον καὶ λογιώτατον παρεσκεύασε, μὴ μανθανέτω τις παρὰ τοῦ
διδάσκοντος, ἀλλὰ τῇ φύσει † λαμβανέτωσαν τὴν εἴδησιν αἱ τοὺς μίτους κλώθουσαι
Μοῖραι κατὰ τὸ φθέγμα τῆς κομπώδους σου διὰ λόγων πλάνης.
Πλατωνικοί, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις <δ>, τῆς δὲ ἀκολουθίας <Ϛ>
1 ἀλλὰ ταῦτα πρὸς Ζήνωνα καὶ τοὺς Στωϊκούς μοι λελέχθω. Πλάτων δὲ ἅμα
καὶ αὐτὸς κατὰ τὰ αὐτὰ φερόμενος, τῇ μετενσωματώσει καὶ μεταγγισμῷ τῶν ψυχῶν
καὶ πολυθεΐαις καὶ ταῖς ἄλλαις εἰδωλολατρείαις καὶ δεισιδαιμονίαις *, οὐ περὶ
τῆς ὕλης πάντῃ ἴσως κατὰ Ζήνωνα καὶ τοὺς Στωϊκοὺς ἐφρόνησεν. οἶδεν γὰρ αὐτὸς
θεόν, τὰ δὲ γεγενημένα πάντα ἐκ τοῦ ὄντος θεοῦ γεγενῆσθαι· εἶναι δὲ πρῶτον
αἴτιον καὶ δεύτερον καὶ τρίτον· καὶ τὸ μὲν πρῶτον αἴτιον θεόν, τὸ δὲ δεύτερον
αἴτιον ἐκ θεοῦ γεγενῆσθαι * τινὰς δυνάμεις, δι' αὐτοῦ δὲ καὶ τῶν δυνάμεων
γεγενῆσθαι τὴν ὕλην. φάσκει γὰρ οὕτως· «οὐρανὸς ἅμα χρόνῳ γεγένηται, ὁμοῦ ἄρα
καὶ λυθήσεται», τὰ πρότερα ἑαυτοῦ τὰ περὶ ὕλης ἀνασκευάσας. εἶπε γάρ ποτε καὶ
σύγχρονον εἶναι τῷ θεῷ τὴν ὕλην.
Πυθαγόρειοι, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις <ε>, τῆς δὲ ἀκολουθίας <ζ>
1 Πρὸ δὲ τούτου Πυθαγόρας καὶ οἱ Περιπατητικὴν ἐπαγγελλόμενοι
χαρακτηρίζουσιν ἕνα θεόν, φιλοσοφίαις δὲ ἄλλαις * καὶ τοῖς * φιλοσοφουμένοις
προσανέχουσι. τὰ ἴσα μὲν τούτοις πάλιν τὰ τῆς ἀθεμίτου γνώμης καὶ ἀσεβεστάτης,
τῶν ψυχῶν ἀπαθανατισμούς τε καὶ μετενσωματώσεις καὶ σωμάτων φθοράς, αὐτός τε
καὶ οἱ σὺν αὐτῷ ἀγορεύουσιν. οὗτος δὲ τέλος ἐν τῇ Μηδίᾳ τὸν βίον καταστρέφει.
σῶμα δὲ λέγει εἶναι τὸν θεὸν τουτέστιν οὐρανόν, ὀφθαλμοὺς δὲ αὐτοῦ καὶ τὰ ἄλλα
ὥσπερ ἐν ἀνθρώπῳ, ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα καὶ τὰ κατ' οὐρανὸν
στοιχεῖα.
Ἐπικούρειοι, ἀπὸ Ἑλληνισμοῦ αἵρεσις <Ϛ>, τῆς δὲ ἀκολουθίας <η>
1. Ἐπίκουρος δὲ καθεξῆς μετὰ τούτους ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο·
ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα ἠδ' αὖ πάλιν εἰς ἄτομα χωρεῖν καὶ ἐξ
αὐτοματισμοῦ εἶναι τὰ ὅλα καὶ τὸν κόσμον ὑφεστάναι, ἀεὶ γεννώσης τῆς φύσεως ἠδ'
αὖ πάλιν δαπανωμένης καὶ ἐξ αὑτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης, ἀφ'
ἑαυτῆς φυομένης καὶ εἰς ἑαυτὴν συντριβομένης. εἶναι δὲ ἐξ ὑπαρχῆς ᾠοῦ δίκην τὸ
σύμπαν, τὸ δὲ πνεῦμα δρακοντοειδῶς περὶ τὸ ᾠὸν ὡς στέφανον ἢ ὡς ζώνην
περισφίγγειν τότε τὴν φύσιν. θελῆσαν δὲ βιασμῷ τινὶ καιρῷ περισσοτέρως σφίγξαι
τὴν πᾶσαν ὕλην εἴτ' οὖν φύσιν τῶν πάντων οὕτως διχάσαι μὲν τὰ ὄντα εἰς τὰ δύο
ἡμισφαίρια καὶ λοιπὸν ἐκ τούτου τὰ ἄτομα διακεκρίσθαι. τὰ μὲν γὰρ κοῦφα καὶ
λεπτότερα τῆς πάσης φύσεως ἐπιπολάσαι ἄνω τουτέστιν φῶς καὶ αἰθέρα καὶ τὸ
λεπτότατον τοῦ πνεύματος, τὰ δὲ βαρύτατα καὶ σκυβαλώδη κάτω νενευκέναι,
τουτέστι γῆν (ὅπερ ἐστὶ τὸ ξηρόν) καὶ τὴν ὑγρὰν τῶν ὑδάτων οὐσίαν. τὰ δὲ ὅλα ἀφ'
ἑαυτῶν κινεῖσθαι καὶ δι' ἑαυτῶν ἐν τῇ περιδινήσει τοῦ πόλου καὶ τῶν ἄστρων ὡς
ἀπὸ τοῦ δρακοντοειδοῦς ἔτι τὰ πάντα ἐλαύνεσθαι πνεύματος.
Καὶ ἀπὸ μέρους μὲν περὶ τούτων ἔφημεν· τῷ δὲ αὐτῷ τρόπῳ τὰς τέσσαρας ταύτας
αἱρέσεις ἀνατρεπτέον· * διὰ τὴν συντομίαν τῆς ἀναγνώσεως.
2. Ἐντεῦθεν ὡς καὶ ἀνωτέρω λοιπὸν ἔφην ποιηταὶ λογογράφοι ἱστοριογράφοι
ἀστρονόμοι τε καὶ οἱ τὰ ἄλλα τῆς πλάνης εἰσηγησάμενοι [οἱ] παρασκευάσαντες τὸν
νοῦν ἐπὶ μυρίας κακὰς αἰτίας καὶ ἀγωγὰς ἐσκότωσαν καὶ ἐθόλωσαν τὴν τῆς
ἀνθρωπότητος ὑπόληψιν. καὶ γέγονεν αὕτη «πρώτη πλάνη ἐπίνοια εἰδώλων» καὶ
κακοδαιμονία διδασκαλίας. ἦν δὲ τὰ πάντα μεμερισμένα Ἑλληνισμός τε καὶ
Ἰουδαϊσμός· Ἰουδαϊσμὸς δὲ οὔπω πρότερον καλούμενος, ἀλλὰ διὰ τοῦ Ἰσραὴλ τὸ
ἐπώνυμον τῆς θεοσεβοῦς θρῃσκείας ἐπικεκτημένος, ἕως ὅτε <<ε>>
διαδοχαὶ γεγένηνται. ὁ γὰρ Ναασσὼν ὁ ἐν τῇ ἐρήμῳ γεγονὼς φύλαρχος τῆς φυλῆς
Ἰούδα γεννᾷ τὸν Σαλμών, Σαλμὼν γεννᾷ τὸν Βοόζ, Βοὸζ γεννᾷ τὸν Ὠβήδ, Ὠβὴδ γεννᾷ
τὸν Ἰεσσαί, ἔτι τῶν θεοσεβῶν Ἰσραηλιτῶν καλουμένων, Ἰεσσαὶ γεννᾷ τὸν Δαυὶδ τὸν
βασιλέα, ὃς πρῶτος ἐβασίλευσεν ἐκ φυλῆς Ἰούδα· ἐξ οὗ λοιπὸν οἱ κατὰ διαδοχὴν
βασιλεῖς ἐκ τοῦ σπέρματος αὐτοῦ, υἱὸς διαδεχόμενος πατέρα, καθεξῆς
συνεστήκασιν. ἦν δὲ πρὸ αὐτοῦ τοῦ Δαυὶδ ὁ φύσει πρῶτος βασιλεύσας ἐν Ἰσραὴλ
Σαοὺλ υἱὸς Κεὶς ἐκ φυλῆς Βενιαμίν, * καὶ οὐκέτι αὐτὸν διεδέξατο υἱός, ἀλλὰ
μετέστη τὸ βασίλειον αὐτοῦ εἰς Δαυίδ, διὰ δὲ Δαυὶδ πρώτου εἰς τὴν φυλὴν Ἰούδα.
πρῶτος γὰρ τῷ αὐτῷ Ἰακὼβ παῖς γίνεται Ῥουβήν, δεύτερος Συμεών, τρίτος Λευί,
τέταρτος Ἰούδας, ὅθεν Ἰουδαῖοι καλοῦνται διὰ τὴν φυλὴν Ἰούδα, τοῦ γένους τῶν
θεοσεβῶν εἰς τὸ ὄνομα τοῦτο μεταπεσόντος. ἐκαλοῦντο γοῦν Ἰσραηλῖται καὶ
Ἰουδαῖοι.
3. Ἕως τούτου τοῦ χρόνου συνήφθησαν αἱ τέσσαρες γενεαὶ τῆς γῆς, τῶν τεσσάρων
τμημάτων τούτων διαιρεθέντων κατὰ τοὺς πρώην χρόνους ἕως τοῦ καιροῦ τούτου τοῦ
ἐνταῦθά μοι δεδηλωμένου καὶ ἐπέκεινα· τουτέστιν ἀπὸ Ἀδὰμ ἕως τοῦ Νῶε
Βαρβαρισμός, ἀπὸ τοῦ Νῶε ἕως τοῦ πύργου καὶ τοῦ Σεροὺχ μετὰ δύο γενεὰς τοῦ
πύργου ἡ Σκυθικὴ δεισιδαιμονία καὶ μετέπειτα ἀπὸ τοῦ πύργου καὶ Σεροὺχ καὶ †
Ἀρὰμ ἕως τοῦ Ἀβραὰμ Ἑλληνισμός, ἀπὸ τούτου καὶ μετέπειτα θεοσέβεια συναπτομένη
τῷ αὐτῷ Ἀβραάμ, ἀπὸ τοῦ κατὰ διαδοχὴν σπέρματος αὐτοῦ τουτέστιν τοῦ Ἰούδα
Ἰουδαϊσμός· ὡς ἐπιμαρτυρεῖ μοι ὁ πνευματοφόρος καὶ ἅγιος τοῦ θεοῦ ἀπόστολος
Παῦλος ὧδέ πως λέγων ὅτι «ἐν Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλλην, οὐκ
Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις», ἐπειδὴ ἐξ ὑπαρχῆς, ὅτε ἔκτιστο ἡ κτίσις, καινὴ
οὖσα οὐδέν τι διαφορώτερον ἔσχεν ὄνομα. συνῳδὰ δὲ τούτοις πάλιν ἐν ἑτέρῳ τόπῳ
λέγει οὕτως «ὀφειλέτης εἰμὶ Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις»,
ἵνα δείξῃ σοφοὺς μὲν τοὺς Ἰουδαίους, ἀνοήτους δὲ τοὺς Σκύθας. καί φησιν
«ὀφειλέτης εἰμί» *. ἐντεῦθεν τὸ πᾶν γένος τοῦ Ἰσραὴλ Ἰουδαῖοι ἐκαλοῦντο ἀπὸ
χρόνου τοῦ Δαυὶδ καὶ διήρκεσεν ἐπωνύμως καλούμενον Ἰσραηλιτῶν τε καὶ Ἰουδαίων
[ἔχον τὴν ἐπίκλησιν] τὸ πᾶν γένος τοῦ Ἰσραὴλ ἀπὸ τῶν χρόνων τοῦ Δαυὶδ καὶ τοῦ
υἱοῦ αὐτοῦ Σολομῶντος καὶ υἱοῦ τοῦ Σολομῶντος, φημὶ δὲ τοῦ Ῥοβοὰμ τοῦ μετὰ τὸν
Σολομῶντα βασιλεύσαντος ἐν Ἱερουσαλήμ. ἵνα δὲ μὴ ἐν παρεξόδῳ γένωμαι,
παρερχόμενος τὰ κατὰ τὴν τῶν Ἰουδαίων θρῃσκείαν καὶ μὴ ὑποσημαινόμενος τῆς κατ'
αὐτοὺς δόξης τὴν ὑπόθεσιν ὀλίγα ἀπὸ πολλῶν παραθήσομαι. πᾶσι γὰρ ὡς εἰπεῖν
φανερώτατα ὑπάρχει τὰ κατὰ τοὺς Ἰουδαίους. διὸ οὐ πάνυ κάματον ἀναδέξομαι περὶ
ταύτης τῆς ὑποθέσεως κατὰ τὸ λιπτότατον διηγήσασθαι, ἀλλ' ὅμως ἦν ἀναγκαῖον
ὀλίγα ἀπὸ πολλῶν ἐνταῦθα παραθέσθαι.
4. Ἰουδαῖοι τοίνυν οἱ ἀπὸ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν ὑπάρχοντες καὶ τὴν αὐτοῦ
θεοσέβειαν διαδεξάμενοι περιτομὴν μὲν τοῦ Ἀβραὰμ ἔχουσιν, ἣν κατὰ πρόσταξιν
θεοῦ εἴληφεν ἐνενηκοστὸν ἔνατον ἔτος κατάγων δι' αἰτίαν ἣν ἄνω προεῖπον, εἰς τὸ
τούτου σπέρμα πάροικον γινόμενον ἐν γῇ ἀλλοτρίᾳ μὴ ἀποστραφῆναι τὸ ὄνομα τοῦ
θεοῦ, ἐπὶ σώματος δὲ φέρειν σφραγῖδα ὑπομνήσεως χάριν καὶ ἐλέγχου εἰς τὸ
ἐμμένειν τῇ τοῦ πατρὸς αὐτῶν θεοσεβείᾳ. ὁ δὲ τούτου παῖς Ἰσαὰκ ὀκταήμερος
περιτέμνεται, ὡς τὸ τοῦ θεοῦ εἶχεν θέσπισμα. καὶ ὡμολόγηται μὲν ὅτι ἐκ
προστάγματος θεοῦ ἡ περιτομὴ τότε ὑπῆρχεν, τύπῳ δὲ ἦν αὕτη διατεταγμένη τότε,
ὡς κατὰ ἀκολουθίαν προβαίνοντες ὕστερον περὶ τούτου δείξομεν. διήρκεσαν τοίνυν
περιτεμνόμενοι καὶ θεοσεβείᾳ προσανέχοντες οἱ αὐτοῦ τοῦ Ἀβραὰμ κατὰ διαδοχὴν
παῖδες, ἀπ' αὐτοῦ φημι καὶ καθεξῆς Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ τούτου παῖδες, ἔν τε
τῇ Χανανίτιδι γῇ, Ἰουδαίᾳ καὶ Φυλιστιεὶμ οὕτως κληθείσῃ τότε, τανῦν δὲ
Παλαιστίνῃ καλουμένῃ, ἀλλὰ καὶ ἐν Αἰγύπτῳ. Ἰακὼβ γὰρ ὁ καὶ Ἰσραὴλ κάτεισιν ἅμα
τοῖς ἕνδεκα αὐτοῦ παισὶν εἰς Αἴγυπτον, ἔτος κατάγων ἑκατοστὸν τριακοστὸν τῆς
αὐτοῦ ζωῆς. Ἰωσὴφ δὲ ὁ ἕτερος αὐτοῦ υἱὸς ἤδη ἐν Αἰγύπτῳ προϋπῆρχεν βασιλεύων,
πραθεὶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ διὰ φθόνον. ἡ δὲ τοῦ θεοῦ οἰκονομία τὰ ἀγαθὰ
συνεργοῦσα τῷ δικαίῳ, εἰς θαυμασμὸν μετήγαγεν τὴν κατὰ τοῦ αὐτοῦ Ἰωσὴφ
ἐπιβουλήν. κάτεισι τοίνυν ὡς προεῖπον ὁ Ἰακὼβ εἰς Αἴγυπτον καὶ οἱ αὐτοῦ υἱοὶ
καὶ γυναῖκες καὶ ἔκγονοι ἐν ἑβδομήκοντα πέντε ψυχαῖς ἀριθμηθέντες, ὡς περιέχει
ἡ πρώτη βίβλος τῆς κατὰ τὸν Μωυσέα πεντατεύχου, περὶ τούτων πάντων σαφῶς δηλοῦσα.
διετέλεσαν δὲ ἐκεῖσε ἐπὶ πέντε γενεαῖς, ὡς καὶ πολλάκις εἶπον, νῦν δὲ ἀνάγκην
ἔσχον ταῦτα δευτερῶσαι. ἔμειναν γὰρ ἀπὸ τοῦ Ἰακὼβ αἱ γενεαὶ ἀριθμούμεναι διὰ
τοῦ Λευί, ἐξ οὗπερ οἱ ἱερεῖς κατέστησαν, καὶ διὰ τοῦ Ἰούδα, ἐξ οὗ μετὰ χρόνον ὁ
βασιλεὺς ἦρξε Δαυίδ. καὶ ὁ μὲν Λευὶ γεννᾷ τὸν Καὰθ καὶ τοὺς ἄλλους, Καὰθ γεννᾷ
τὸν Ἀμράμ, Ἀμρὰμ γεννᾷ τὸν Μωυσέα καὶ Ἀαρὼν τὸν ἀρχιερέα. οὗτος ὁ Μωυσῆς
ἐκβάλλει τοὺς υἱοὺς Ἰσραὴλ ἐν δυνάμει θεοῦ ἐκ γῆς Αἰγύπτου, ὡς ἔχει ἡ δευτέρα
βίβλος κατὰ τὴν νομοθεσίαν.
5. Τίς μέντοι γε ἦν ἡ τῶν υἱῶν Ἰσραὴλ πολιτεία ἄχρι τούτου τοῦ χρόνου, οὐ
πάνυ σαφῶς κατὰ τὸ φανερώτατον ἔστιν εἰπεῖν ἢ μόνον ὅτι ἐν θεοσεβείᾳ καὶ
περιτομῇ ὑπῆρχον· εἰ καὶ γέγραπται ὅτι «ἐπληθύνθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν γῇ
Αἰγύπτῳ καὶ χυδαῖοι ἐγένοντο». πάντως γάρ που ὁ χρόνος τῆς αὐτῶν παροικίας καὶ
ἐπιμιξίας διὰ ῥᾳθυμίαν τὸ χυδαῖον εἰργάσατο. τίνων μέντοι γεύεσθαι ἢ τίνα
ἀπαγορεύειν ἢ τἆλλα ὅσα κατὰ διαστολὴν τοῦ νόμου φυλάττειν προσετάχθησαν, οὔπω
κατὰ τὸ φανερώτατον ἐπεσημήνατο. ἐξιόντων δὲ ἐκ γῆς Αἰγύπτου ἐν τῷ δευτέρῳ ἔτει
τῆς αὐτῶν ἐξόδου νομοθεσίας θεοῦ καταξιοῦνται διὰ χειρὸς αὐτοῦ τοῦ Μωυσέως. ἡ
δὲ νομοθεσία ἡ ἐκ θεοῦ αὐτοῖς δοθεῖσα παιδαγωγοῦ δίκην (ὡς καὶ παιδαγωγὸς ἦν ὁ
νόμος σωματικῶς μὲν διαστελλόμενος, πνευματικὴν δὲ ἔχων τὴν προσδοκίαν) ἐδίδαξε
περιτέμνεσθαι σαββατίζειν ἀποδεκατοῦν πάντα τὰ αὐτῶν γεννήματα καὶ ὅσαπερ παρ'
αὐτοῖς ἐτίκτετο ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπαρχάς τε διδόναι καὶ πεντηκοστὴν
καὶ τριακοστήν, εἰδέναι δὲ θεὸν μόνον καὶ αὐτῷ λατρεύειν. ἐν μοναρχίᾳ μὲν οὖν
<ἦν> κηρυττόμενον τὸ ὄνομα, ἐν δὲ τῇ μοναρχίᾳ ἡ τριὰς ἀεὶ κατηγγέλλετο
καὶ ἐπιστεύετο παρὰ τοῖς ἐξοχωτάτοις αὐτῶν, τουτέστιν προφήταις καὶ
ἡγιασμένοις. θυσίας τε καὶ λατρείας διαφόρους τῷ παμβασιλεῖ θεῷ ἐν τῇ ἐρήμῳ
προσέφερον ἐν τῇ λατρείᾳ τῆς σκηνῆς τῆς ἁγίας ὑπὸ Μωυσέως διὰ τύπων δηλωθέντων
αὐτῷ ὑπὸ θεοῦ κατασκευασθείσης. ἐδέξαντο γοῦν οἱ αὐτοὶ Ἰουδαῖοι καὶ προφητικὰς
φωνὰς περὶ τοῦ Χριστοῦ ἐρχομένου, λεγομένου μὲν προφήτου ὄντος δὲ θεοῦ καὶ
ἀγγέλου μὲν κληθέντος υἱοῦ δὲ ὄντος θεοῦ, μέλλοντος δὲ ἐνανθρωπήσειν καὶ ἐν
ἀδελφοῖς αὐτοῦ ἐγκαταλέγεσθαι, ὡς ἔχουσι πᾶσαι αἱ θεῖαι γραφαί, μάλιστα ἡ τοῦ
Δευτερονομίου κατὰ τὴν νομοθεσίαν πέμπτη βίβλος καὶ <αἱ> καθεξῆς.
6. Ἔσχον δὲ οὗτοι οἱ Ἰουδαῖοι ἄχρι τῆς ἀπὸ Βαβυλῶνος τῆς αἰχμαλωσίας
ἐπανόδου βίβλους τε καὶ προφήτας τούτους καὶ προφητῶν βίβλους ταύτας· πρώτην
μὲν Γένεσιν δευτέραν Ἔξοδον τρίτην Λευιτικὸν τετάρτην Ἀριθμοὺς πέμπτην
Δευτερονόμιον ἕκτη βίβλος Ἰησοῦ τοῦ Ναυῆ ἑβδόμη τῶν Κριτῶν ὀγδόη τῆς Ῥοὺθ ἐνάτη
τοῦ Ἰὼβ δεκάτη τὸ Ψαλτήριον ἑνδεκάτη Παροιμίαι Σολομῶντος δωδεκάτη Ἐκκλησιαστὴς
τρισκαιδεκάτη τὸ ᾆσμα τῶν ᾀσμάτων τεσσαρεσκαιδεκάτη Βασιλειῶν πρώτη
πεντεκαιδεκάτη Βασιλειῶν δευτέρα ἑκκαιδεκάτη Βασιλειῶν τρίτη ἑπτακαιδεκάτη
Βασιλειῶν τετάρτη ὀκτωκαιδεκάτη Παραλειπομένων πρώτη ἐννεακαιδεκάτη
Παραλειπομένων δευτέρα εἰκοστὴ τὸ Δωδεκαπρόφητον εἰκοστὴ πρώτη Ἠσαΐας ὁ
προφήτης εἰκοστὴ δευτέρα Ἰερεμίας ὁ προφήτης μετὰ τῶν Θρήνων καὶ ἐπιστολῶν
αὐτοῦ τε καὶ <τοῦ> Βαροὺχ εἰκοστὴ τρίτη Ἰεζεκιὴλ ὁ προφήτης εἰκοστὴ
τετάρτη Δανιὴλ ὁ προφήτης εἰκοστὴ πέμπτη Ἔσδρας <α>, εἰκοστὴ ἕκτη Ἔσδρας
<β>, εἰκοστὴ ἑβδόμη Ἐσθήρ. αὗταί εἰσιν αἱ εἴκοσι ἑπτὰ βίβλοι ἐκ θεοῦ
δοθεῖσαι τοῖς Ἰουδαίοις· εἴκοσι δύο δέ εἰσιν ὡς τὰ παρ' αὐτοῖς στοιχεῖα τῶν
Ἑβραϊκῶν γραμμάτων ἀριθμούμεναι διὰ τὸ διπλοῦσθαι δέκα βίβλους εἰς πέντε
λογιζομένας. περὶ τούτου δὲ ἄλλῃ που σαφῶς εἰρήκαμεν. εἰσὶ δὲ καὶ ἄλλαι δύο
βίβλοι παρ' αὐτοῖς ἐν ἀμφιλέκτῳ, ἡ Σοφία τοῦ Σιρὰχ καὶ ἡ τοῦ Σολομῶντος, χωρὶς
ἄλλων τινῶν βιβλίων ἐναποκρύφων. πᾶσαι δὲ αὗται αἱ ἱεραὶ βίβλοι τὸν Ἰουδαϊσμὸν
ἐδίδασκον καὶ τὰ τοῦ νόμου φυλάγματα ἕως τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
παρουσίας. καὶ καλῶς ἐφέροντο παιδαγωγούμενοι ἐν τῷ νόμῳ, εἰ ἐδέξαντο τὸν
Χριστὸν τὸν ὑπὸ τοῦ παιδαγωγοῦ, φημὶ δὲ τοῦ νόμου, αὐτοῖς προκηρυχθέντα τε καὶ
προφητευθέντα, ἵνα δεξάμενοι αὐτοῦ τὴν θεότητα καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν
μάθωσιν οὐ κατάλυσιν νόμου, ἀλλὰ τὴν τοῦ νόμου πλήρωσιν, ἐπειδὴ οἱ τύποι ἐν τῷ
νόμῳ ἦσαν, ἡ δὲ ἀλήθεια ἐν τῷ εὐαγγελίῳ. ἐκεῖ γὰρ περιτομὴ σαρκική, ὑπηρετήσασα
χρόνῳ ἕως τῆς μεγάλης περιτομῆς, τουτέστι τοῦ βαπτίσματος τοῦ περιτέμνοντος
ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ σφραγίσαντος ἡμᾶς εἰς ὄνομα θεοῦ. καὶ ἦν ἐκεῖ σάββατον
κατέχον ἡμᾶς εἰς τὸ μέγα σάββατον, τουτέστιν εἰς ἀνάπαυσιν Χριστοῦ, ἵνα ἐν
Χριστῷ σαββατίσωμεν ἀπὸ ἁμαρτημάτων. καὶ ἦν ἐκεῖ πρόβατον ἄλογον θυόμενον,
καθοδηγοῦν ἡμᾶς εἰς τὸ μέγα πρόβατον καὶ ἐπουράνιον ὑπὲρ ἡμῶν καὶ «ὑπὲρ ὅλου
τοῦ κόσμου» τυθέν. καὶ ἦν ἐκεῖ ἀποδεκάτωσις ἀσφαλιζομένη, ἵνα μὴ λάθῃ ἡμᾶς τὸ
ἰῶτα, ἡ δεκάς, τὸ πρῶτον στοιχεῖον τοῦ Ἰησοῦ ὀνόματος.
7. Ἐπεὶ οὖν τῷ τύπῳ ἤχθησαν καὶ οὐκ ἔφθασαν εἰς τελείωσιν τὴν διὰ νόμου καὶ
προφητῶν καὶ ἄλλων καὶ πάσης βίβλου κεκηρυγμένην, ἐξεβλήθησαν ἀπὸ τῆς γεωργίας
καὶ εἰσῆλθεν τὰ ἔθνη, ἐκείνων μηκέτι δυναμένων σωθῆναι, εἰ μή τι ἀνακάμψωσιν
εἰς τὴν χάριν τοῦ εὐαγγελίου. πάντα γὰρ αὐτοῖς τὰ δικαιώματα κατήργηται,
ἑκάστης μαρτυρίας τοῦτο λεγούσης, ὡς ἔχει ἐν πάσῃ γραφῇ. συντόμως δὲ ἀπὸ μιᾶς
μαρτυρίας τὸ ἀνυπέρθετον καὶ ἀπαράβατον τῆς κατ' αὐτῶν ἀποφάσεως ἐροῦμεν, ὡς
ἔστιν ἰδεῖν ἀκριβῶς τὴν κατ' αὐτῶν ψῆφον, καθώς φησιν «ἥτις ψυχὴ οὐκ ἀκούσεται
τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἀπὸ τῆς φυλῆς αὐτῆς καὶ ἐξ Ἰσραὴλ καὶ
ὑποκάτωθεν τοῦ οὐρανοῦ»· ὡς τοῦ κυρίου μέλλοντος τὰ διὰ τοῦ νόμου μυστικῶς
παραδοθέντα τελείως καὶ σωτηριωδῶς ἐπασφαλίζεσθαι, τὸν δὲ μὴ ἀκούοντα αὐτοῦ καὶ
μὴ ἀνεχόμενον μὴ ἔχειν σωτηρίαν, κἄν τε τὸν νόμον ποιήσῃ, τοῦ νόμου μὴ
δυναμένου τελειοῦν τὸν ἄνθρωπον διὰ τὸ σωματικῶς τὰ ἐν αὐτῷ δικαιώματα
γεγράφθαι καὶ ἐν Χριστῷ ἀληθινῶς πληροῦσθαι.
Ἕως τούτου μοι λελέχθω περὶ τοῦ Ἰουδαϊσμοῦ. καὶ γὰρ ὀλίγων ἐμνημόνευσα εἰς
τὸ μὴ τὸ πᾶν αὐτῶν παρασιωπῆσαι, ἀλλὰ ἐν μέρει ὑποδεῖξαι. πᾶσι γὰρ ὡς εἰπεῖν
πρόδηλός ἐστιν ἡ κατ' αὐτοὺς ὑπόθεσις καὶ ὁ πρὸς αὐτοὺς ἔλεγχος. ἐδείξαμεν δὲ
καὶ τὴν ἀρχήν, πόθεν ἔσχον τὴν εἰσαγωγήν, ὅτι ἐξ ἀρχῆς ἐκ τῆς τοῦ Ἀβραὰμ τοῦ
πατριάρχου θεοσεβείας <Ἀβράμιοι> καλοῦνται <οἱ> θεοσεβεῖς διὰ τὸ
εἶναι αὐτοὺς ἐκ σπέρματος αὐτοῦ, ἀπὸ δὲ τοῦ ἐκγόνου αὐτοῦ, φημὶ δὲ Ἰακὼβ τοῦ καὶ
Ἰσραήλ, Ἰσραηλῖται· ἐξ ἡμερῶν δὲ Δαυὶδ τοῦ βασιλεύσαντος ἐκ φυλῆς Ἰούδα
ἐκαλοῦντο Ἰουδαῖοί τε καὶ Ἰσραηλῖται πᾶσαι αἱ δώδεκα φυλαὶ καὶ ἕως Σολομῶντος
τοῦ υἱοῦ Δαυὶδ καὶ ἕως τοῦ Ῥοβοάμ, υἱοῦ Σολομῶντος, ἐκγόνου δὲ τοῦ Δαυίδ. καὶ
κατὰ ἐπιτίμησιν θεοῦ καὶ ἀναξιότητα τοῦ Ῥοβοὰμ ἐσχίσθησαν αἱ δεκαδύο φυλαὶ καὶ
γεγόνασι δύο ἥμισυ μετὰ τοῦ Ἰούδα τουτέστι μετὰ Ῥοβοὰμ καὶ ἐννέα ἥμισυ μετὰ
Ἱεροβοάμ. ἐκαλοῦντο δὲ αἱ ἐννέα ἥμισυ Ἰσραηλῖταί τε καὶ Ἰσραήλ, βασιλευόμεναι
ὑπὸ τοῦ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ἐν Σαμαρείᾳ· αἱ δὲ δύο ἥμισυ εἰς Ἱερουσαλὴμ
Ἰουδαῖοι ἐκαλοῦντο, βασιλευόμεναι ὑπὸ Ῥοβοὰμ υἱοῦ Σολομῶντος. καὶ γεγόνασι
πάλιν διαδοχαὶ βασιλέων· Ῥοβοὰμ γεννᾷ τὸν Ἀβιά, Ἀβιὰ γεννᾷ τὸν Ἀσά, Ἀσὰ γεννᾷ
τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ γεννᾷ τὸν Ἰωράμ, Ἰωρὰμ γεννᾷ τὸν Ὀχοζίαν, Ὀχοζίας γεννᾷ τὸν
Ἰωάς, Ἰωὰς γεννᾷ τὸν Ἀμεσσίαν, Ἀμεσσίας γεννᾷ τὸν Ἀζαρίαν τὸν καλούμενον Ὀζίαν,
Ἀζαρίας ὁ καὶ Ὀζίας γεννᾷ τὸν Ἰωάθαμ, Ἰωάθαμ γεννᾷ τὸν Ἄχαζ, Ἄχαζ γεννᾷ τὸν
Ἐζεκίαν· ἐν χρόνοις δὲ Ἐζεκίου καὶ Ἄχαζ ᾐχμαλωτεύθησαν φυλαὶ ἐκ τοῦ Ἰσραὴλ εἰς
τὰ ὅρια Μήδων. μετὰ τοῦτο Ἐζεκίας γεννᾷ τὸν Μανασσῆ, Μανασσῆς γεννᾷ τὸν Ἀμώς,
Ἀμὼς γεννᾷ τὸν Ἰωσίαν, Ἰωσίας γεννᾷ τὸν Ἰεχονίαν, τὸν καὶ Σελοὺμ καλούμενον, ὃς
καὶ Ἀμασίας ἐλέγετο. ὁ Ἰεχονίας οὗτος γεννᾷ τὸν Ἰεχονίαν τὸν καλούμενον
Σεδεκίαν καὶ Ἰωακείμ.
8. Καὶ μηδεὶς περὶ τούτου ἀμφιβαλλέτω, θαυμαζέτω δὲ μᾶλλον τὴν ἀκριβολογίαν,
ὠφελίμως ἐνταῦθα κειμένην τοῖς σπουδαίοις χρηστομαθίας ἕνεκα τὰ ἀκριβῆ τῶν
γραφῶν καταλαμβάνειν ἐθέλουσιν, οἵτινες εὐθὺς μετὰ τῆς ὠφελείας εὐγνωμονεῖν
ἀναγκασθήσονται, κερδήσαντες τὸ ὑπό τινων ἀμαθῶν ἐν τῷ εὐαγγελίῳ δι' ἀμφιβολίαν
ὡς κατὰ διόρθωσιν ἀφανισθὲν ῥητόν. τριχῶς γὰρ ἀριθμήσαντος τοῦ ἁγίου Ματθαίου
τὰς γενεάς, ἀπὸ τοῦ Ἀβραὰμ μέχρι τοῦ Δαυὶδ φήσαντος γενεὰς δεκατέσσαρας καὶ ἀπὸ
τοῦ Δαυὶδ ἕως τῆς αἰχμαλωσίας γενεὰς δεκατέσσαρας καὶ ἀπὸ τῆς αἰχμαλωσίας ἕως
τοῦ Χριστοῦ γενεὰς δεκατέσσαρας, οἱ δύο ἀνώτεροι ἀριθμοὶ σαφεῖς εὑρίσκονται,
μηδεμίαν ἔλλειψιν ἀριθμοῦ περιέχοντες· ἕως γὰρ τοῦ Ἰεχονίου περιέχουσι τοὺς
χρόνους· ὁ δὲ τρίτος ἀριθμὸς οὐκέτι δεκατεσσάρων γενεῶν εὑρίσκεται κατὰ
διαδοχὴν ὀνομάτων ἔχων τὸ πλήρωμα, ἀλλὰ δεκατριῶν, ἐπειδή τινες εὑρόντες
Ἰεχονίαν ἅμα Ἰεχονίᾳ ἑτέρῳ ἐπὶ τὸ αὐτὸ ἐνόμισαν τὸν ἀριθμὸν δεδισσολογημένον.
οὐκ ἦν δὲ δισσολογία, ἀλλὰ ἀριθμὸς σαφής. εἰς ὄνομα γὰρ πατρὸς ὁ παῖς
ἐπεκέκλητο Ἰεχονίας τοῦ Ἰεχονίου. ἀφελόμενοι οὖν τινες ὡς κατὰ φιλοκαλίαν τὸ ἓν
ὄνομα, ἀγνοίᾳ φερόμενοι, ἐλλιπῆ ἐποιήσαντο τῆς ὑποθέσεως κατὰ τὴν ὁμάδα τοῦ
ἀριθμοῦ τῶν δεκατεσσάρων ὀνομάτων τὴν ὑπόσχεσιν καὶ τὸ πολύπειρον τῆς σχέσεως
ἠφάνισαν.
Γίνεται γοῦν ἐντεῦθεν ἀπὸ τοῦ χρόνου Ἰεχονίου ἡ αἰχμαλωσία ἡ εἰς Βαβυλῶνα.
ἐν τούτῳ τῷ χρόνῳ τῆς αἰχμαλωσίας προσῆλθον οἱ πρεσβύτεροι τῷ Ναβουχοδονόσορ ἐν
Βαβυλῶνι, παρακαλοῦντες ἀποσταλῆναί τινας τῶν ἰδίων αὐτοῦ ἐγκαθέτους εἰς τὴν
Ἰσραηλῖτιν γῆν, ὅπως μὴ ἡ χώρα ὑλομανήσασα ἐρημωθείη. καὶ ἐδέξατο τὴν παρ'
αὐτῶν παράκλησιν (οὐ γὰρ ἀνεβάλλετο) καὶ ἀποστέλλει μὲν τῶν ἰδίων τέσσαρα γένη,
τούς τε Κουθαίους καλουμένους καὶ Κουδαίους, Σεπφαρουραίους καὶ Ἀναγωγαυαίους,
οἵτινες ἅμα τοῖς αὐτῶν εἰδώλοις ἀναβάντες κατῴκουν τὸ τηνικαῦτα τὴν Σαμάρειαν,
ταύτην ἐπιλεξάμενοι ἑαυτοῖς τὴν γῆν διὰ τὸ εἶναι πίονά τε καὶ γονιμωτάτην.
χρόνῳ δὲ οὗτοι ὑπὸ τῶν θηρίων διασπαραττόμενοι, λεόντων τε καὶ παρδάλεων καὶ
ἄρκων καὶ τῶν ἄλλων πονηρῶν θηρίων, ἀποστέλλουσιν εἰς Βαβυλῶνα, παρακαλοῦντες
καὶ ὑπερβολῇ θαυμάζοντες τὴν <τῶν> κατοικησάντων τὸ πρὶν ἐγκαθέτων
διαγωγήν, πῶς ἠδύναντο ὑποστῆναι τὴν τῶν θηρῶν ἁρπαγήν τε καὶ βίαν. ὁ δὲ
βασιλεὺς μεταστειλάμενος τοὺς πρεσβυτέρους ἤρετο τὴν αὐτοῖς γενομένην ἀγωγὴν
<ἐπὶ> τῆς ἐν τῇ Ἰουδαίᾳ καθέξεως, πῶς τε διελάνθανον τὴν τῶν θηρῶν
ἁρπαγήν, τοσαύτης θηριοβολίας καὶ λύμης κατὰ τὴν γῆν ἐκείνην ὑπαρχούσης. οἱ δὲ
τὴν τοῦ θεοῦ νομοθεσίαν αὐτῷ ἐδείκνυον καὶ μετὰ συνέσεως αὐτῷ ἀπεκάλυπτον τῆς
εὐλόγου γνώμης τὰ καθεξῆς, φήσαντες μὴ δύνασθαι ἐκεῖσε ἔθνος καθέζεσθαι, εἰ μή
τι ἂν τὸν νόμον τοῦ θεοῦ τοῦ οὐρανοῦ τὸν διὰ Μωυσέως δοθέντα ἐπιτελέσειεν·
εἶναι γὰρ τὸν θεὸν ὑπερασπιστὴν τῆς γῆς, μὴ βούλεσθαι δὲ παραβάσεις ἐν αὐτῇ
παρὰ ἐθνῶν ἀλλοφύλων γίνεσθαι εἰδωλολατρείας καὶ τῶν ἄλλων. ὁ δὲ ἐπιμελόμενος
καὶ πειθόμενος τῇ τῶν ἀναδιδαξάντων ἀληθεστάτῃ ἑρμηνείᾳ ἀντίγραφον τοῦ νόμου ᾔτησεν.
οἱ δὲ ἀφθόνως δεδωκότες μετὰ καὶ τοῦ νόμου Ἔσδραν τινὰ ἱερέα ἀποστέλλουσιν
παιδευτὴν τοῦ νόμου ἀπὸ Βαβυλωνίας πρὸς τὸ παιδεῦσαι τοὺς ἐν τῇ Σαμαρείᾳ
καθεσθέντας Ἀσσυρίους (τοὺς προδεδηλωμένους Κουθαίους καὶ <τοὺς> ἄλλους)
τὸν νόμον τὸν Μωυσέως. γίνεται δὲ τοῦτο ἐν τῷ τριακοστῷ ἔτει πλείω ἐλάσσω τῆς
τοῦ Ἰσραὴλ καὶ Ἱερουσαλὴμ αἰχμαλωσίας. ἐπαίδευε τοίνυν Ἔσδρας καὶ οἱ μετ' αὐτὸν
τὸ γένος τὸ ἐν τῇ Σαμαρείᾳ καὶ ἐκλήθησαν Σαμαρεῖται οἱ τὸν νόμον διὰ τοῦ Ἔσδρα
τοῦ ἀπὸ Βαβυλῶνος ἥκοντος ὑποδεξάμενοι. διῆλθεν δὲ χρόνος ἐτῶν τεσσαράκοντα
ἄλλων καὶ ἡ αἰχμαλωσία ἀνέθη καὶ ἀνῆλθεν Ἰσραὴλ ἀπὸ τῆς Βαβυλῶνος.
9. Ἔπεισι δὲ θαυμάζειν πῶς συμβέβηκε κατὰ τὰ τέσσαρα ἔθνη καὶ τέσσαρας
αἱρέσεις ἐν αὐτῷ τῷ ἔθνει γενέσθαι, φημὶ δὲ πρῶτον Ἐσσηνῶν δεύτερον Γοροθηνῶν
τρίτον Σεβουαίων τέταρτον Δοσιθέων. ἐντεῦθεν ἀρχή μοι γίνεται τῆς τοῦ
ἐπαγγέλματος κατὰ αἱρέσεων πραγματείας καὶ τὸ αἴτιον ὅπως * διασαφήσω ἐν βραχεῖ
[ἐρῶ]. τί δέ ἐστιν ἄλλο ἢ ὅτι <ὡς> ἀπὸ τῆς τῶν γλωττῶν πολυφόρου
ἀλλοιοφωνίας φυλαὶ γεγόνασι, κατὰ δὲ ἑκάστην φυλήν τε καὶ πατριαρχίαν ἔθνη
διάφορα προέστη, πᾶν δὲ ἔθνος ἑαυτῷ προεστήσατο βασιλέα εἰς κεφαλήν, συμβέβηκε
δὲ ἀπὸ τούτου πολέμων εἶναι ἔνστασιν καὶ συμπληγάδας ἐθνῶν ἔθνεσι
συρρηγνυμένων, ἑκάστου βιαζομένου τὸ ἴδιον θέλημα προτιμᾶσθαι, εἰς ἑαυτὸν δὲ τὰ
τῶν πέλας ἀποφέρεσθαι διὰ τὴν ἐν τῷ βίῳ ἐν ἡμῖν πᾶσιν ἀκόρεστον πλεονεξίαν, –
οὕτω καὶ ἐν τούτῳ τῷ καιρῷ τῷ προδεδηλωμένῳ μεταπεσούσης τῆς μιᾶς τοῦ Ἰσραὴλ
θρῃσκείας καὶ τῆς κατὰ τὸν νόμον γραφῆς εἰς ἕτερα γένη *, (φημὶ δὲ εἰς
Ἀσσυρίους ἐξ ὧν Σαμαρεῖται οἱ ἐγκάθετοι), συμβέβηκε καὶ τὴν γνώμην
διχονοηθῆναι. καὶ λοιπὸν ὥρμησεν ἡ πλάνη καὶ ἡ διχόνοια ὑποσπείρειν ἀπὸ τῆς
μιᾶς θεοσεβείας εἰς πολλὰς παραπεποιημένας γνώμας, καθὼς ἑκάστῳ ἔδοξε καὶ ᾠήθη
τῷ γράμματι ἐνασκεῖσθαι καὶ φράζειν ἕκαστος κατὰ τὸ ἴδιον θέλημα.
Κατὰ Σαμαρειτῶν, ἀπὸ Ἑλληνισμοῦ αἱρέσεως <ζ>, τῆς δὲ ἀκολουθίας
<θ>
1. Σαμαρεῖται μὲν οὖν ἀρχὴ τῶν αἱρέσεων ἀπὸ γραφῆς θεϊκῆς ὁρμωμένων μετὰ τὰς
προειρημένας ἄνευ γραφῆς θεϊκῆς Ἑλληνικὰς αἱρέσεις ἀπ' ἰδίων λογισμῶν ἀνθρώποις
† ἐμβροντηθείσας ἀπὸ διανοίας. πᾶν τοίνυν τὸ γένος Σαμαρειτῶν ἐκαλοῦντο.
ἑρμηνεύονται δὲ Σαμαρεῖται φύλακες διὰ τὸ ἐν τάξει φυλάκων τετάχθαι ἐν τῇ γῇ ἢ
ἀπὸ τοῦ φύλακας αὐτοὺς εἶναι τῆς κατὰ τὸν νόμον Μωυσέως διατάξεως. ἐκαλεῖτο δὲ
καὶ τὸ ὄρος ἔνθα ἐκαθέσθησαν Σομόρων, ἅμα δὲ καὶ Σωμήρ, ἀπὸ ἀρχαίου τινὸς
Σομόρων υἱοῦ Σωμήρ, οὕτω τοῦ ἀνδρὸς καλουμένου. ἦν δὲ οὗτος ὁ Σομόρων υἱὸς ἑνὸς
ἀνδρὸς τῶν ἀπὸ γένους τῶν Φερεζαίων καὶ Γεργεσαίων, οἳ κατῴκουν τὸ τηνικαῦτα
τὴν γῆν, ἐκ διαδοχῆς ὄντες παῖδες τοῦ Χαναὰν τοῦ τὴν γῆν ταύτην ἁρπάξαντος τὴν
νῦν Ἰουδαίαν ἢ Σαμάρειαν καλουμένην, οὖσαν τῶν υἱῶν Σήμ, μὴ οὖσαν δὲ αὐτῶν
ἰδίαν διὰ τὸ αὐτὸν τὸν Χαναὰν εἶναι υἱὸν τοῦ Χὰμ πατραδέλφου τοῦ Σήμ. καὶ
συμβέβηκε τὸ ὄνομα ἐκ διαφόρων προφάσεων καλεῖσθαι Σαμαρείτας ἔκ τε τοῦ Σωμὴρ
ἔκ τε τοῦ Σομόρων ἔκ τε τοῦ φυλάττειν τὴν γῆν ἔκ τε τοῦ φυλάττειν τὰ παιδεύματα
τοῦ νόμου.
2. Διαφέρονται δὲ οὗτοι Ἰουδαίοις κατὰ τοῦτο πρῶτον, ὅτι οὐκ ἐδόθη αὐτοῖς
προφητῶν τῶν μετὰ Μωυσέα γραφὴ ἢ μόνον ἡ πεντάτευχος ἡ διὰ Μωυσέως τῷ σπέρματι
Ἰσραὴλ ἐν τῇ ἐξόδω τῆς ἀπ' Αἰγύπτου πορείας δοθεῖσα, φημὶ δὲ Γένεσις Ἔξοδος
Λευιτικὸν Ἀριθμοὶ Δευτερονόμιον· ἐν δὲ τῇ Ἑβραΐδι διαλέκτῳ οὕτως καλοῦνται,
Βρεσὶθ Ἐλλεσιμὼθ Οὐϊκρὰ Οὐιδαβὴρ Ἐλλεαδδεβαρίν. καὶ ἔσπαρται μὲν ἐν ταύταις
ταῖς πέντε βίβλοις ἀναστάσεως νεκρῶν τὸ σημεῖον, οὐ μέντοι γε τηλαυγῶς κεκήρυκται,
καὶ ἔσπαρται ἐν αὐταῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ περὶ τοῦ ἁγίου
πνεύματος καὶ κατὰ εἰδώλων· τὸ δὲ τηλαυγέστερον ἐν αὐταῖς <τὸ> περὶ
μοναρχίας ἔχει τὴν εἰσαγωγήν, ἐν δὲ τῇ μοναρχίᾳ πνευματικῶς ἡ τριὰς
καταγγελλομένη ἐστίν. οἱ δὲ δεξάμενοι τὸν νόμον εἰς τὸ μετατεθῆναι τῆς
εἰδωλολατρείας καὶ τὸν ἕνα θεὸν ἐπιγνῶναι ἐσπουδάσθησαν, οἷς οὐ γέγονεν
ἐπιμέλειά τις τὸ ἀκριβέστερον ἐπιγνῶναι. σφαλέντες δὲ οἱ τοιοῦτοι καὶ μὴ
τηλαυγῶς τὸ πᾶν μέρος τῆς πίστεως καὶ τῆς ἡμετέρας ζωῆς τὸ ἀκρίβασμα κατειληφότες
ἠγνόησαν μὲν νεκρῶν ἀνάστασιν καὶ ἀπιστοῦσι, πνεῦμα δὲ ἅγιον οὐ παραδέχονται·
καὶ γὰρ ἠγνόησαν. καὶ αὕτη ἡ αἵρεσις ἀθετοῦσα μὲν νεκρῶν ἀνάστασιν, ἀπωθουμένη
δὲ εἰδωλολατρείαν, ἐν ἑαυτῇ δὲ εἰδωλολατροῦσα κατ' ἄγνοιαν διὰ τὸ ἀποκεκρύφθαι
τὰ εἴδωλα τῶν τεσσάρων ἐθνῶν ἐν τῷ ὄρει τῷ παρ' αὐτοῖς Γαριζὶν σεσυκοφαντημένως
καλουμένῳ. τῷ γὰρ βουλομένῳ ἀκριβῶς περὶ τοῦ ὄρους Γαριζὶν ἐρευνᾶσθαι ἰστέον
ὅτι πρὸς τῇ Ἱεριχῷ κεῖνται τὰ δύο ὄρη, τό τε τοῦ Γαριζὶν καὶ τὸ τοῦ Γεβάλ,
πέραν τοῦ Ἰορδάνου πρὸς τῇ ἀνατολῇ τῆς Ἱεριχώ, ὡς ἔχει τὸ Δευτερονόμιον καὶ
Ἰησοῦ τοῦ Ναυῆ ἡ βίβλος. εἰδωλολατροῦσιν οὖν ἀγνοοῦντες ἐκ τοῦ πανταχόθεν
προσέχειν πρὸς τὸ ὄρος ἐν τῷ αὐτοὺς εὔχεσθαι * δῆθεν ὅτι ἡγίασται. ἀδύνατον γὰρ
τὴν γραφὴν ψεύσασθαι φάσκουσαν «ἔμειναν ποιοῦντες τὸν νόμον καὶ προσκυνοῦντες
τὰ αὐτῶν εἴδωλα ἕως τῆς σήμερον ἡμέρας», ὡς ἐμφέρεται ἐν τῇ τετάρτῃ τῶν
Βασιλειῶν.
3. Ἐλέγχονται δὲ οὗτοι πανταχόθεν περὶ νεκρῶν ἀναστάσεως· πρῶτον ἀπὸ τοῦ
Ἄβελ, ὅτι μετὰ τὸ ἀποθανεῖν τὸ αἷμα προσδιαλέγεται τῷ δεσπότῃ. αἷμα δὲ οὐ ψυχὴ
τυγχάνει, ἀλλ' ἐν αἵματι ἡ ψυχή, καὶ οὐκ εἶπεν «ἡ ψυχὴ βοᾷ πρός με», ἀλλὰ «τὸ
αἷμα βοᾷ πρός με» δεικνὺς ὅτι ἔστιν ἐλπὶς ἀναστάσεως τῶν σωμάτων· ἀλλὰ καὶ Ἐνὼχ
μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο· ἀλλὰ καὶ Σάρρα μετὰ τὸ
νεκρωθῆναι αὐτῆς τὴν μήτραν καὶ τὴν πηγὴν τὴν κατ' ἐθισμὸν ξηρανθῆναι αὖθις
ἀναζωογονουμένη εἰς καταβολὴν σπέρματος καὶ ἡ πρεσβῦτις κυΐσκουσα τέκνον κατ'
ἐπαγγελίαν διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως· οὐ μὴν δὲ ἀλλὰ καὶ Ἰακὼβ ἐπιμελόμενος
τῶν ἰδίων ὀστέων ὡς οὐ περὶ ἀπολλυμένων ἐνετέλλετο· οὐ μόνον δὲ ἀλλὰ καὶ Ἰωσὴφ
τῇ αὐτῇ ἀκολουθίᾳ ἐντελλόμενος τῆς ἀναστάσεως ὑπέφαινε τὸ εἶδος. οὐ μὴν δὲ ἀλλὰ
καὶ ἡ ῥάβδος τοῦ Ἀαρὼν ἡ βλαστήσασα ξηρὰ οὖσα αὖθις καρπὸν ἤνεγκεν εἰς ἐλπίδα
ζωῆς, τὰ νεκρὰ ἡμῶν σώματα ἀναστήσεσθαι σημαίνουσα καὶ εἰς ἀνάστασιν φέρουσα·
καὶ τοῦ Μωυσέως ἡ ῥάβδος ὁμοίως ἡ ξυλίνη κατὰ θεοῦ βούλημα ἐμψυχουμένη καὶ ὄφις
γινομένη ἀνάστασιν ἐδήλου. ἀλλὰ καὶ Μωυσῆς εὐλογῶν τοὺς περὶ Ῥουβὴν λέγει «ζήτω
Ῥουβὴν καὶ μὴ ἀποθανέτω», τὸν ἀπὸ πάλαι τελευτήσαντα *, ἵνα δείξῃ ζωὴν εἶναι
μετὰ θάνατον, κρίσιν δὲ δευτέρου θανάτου εἰς καταδίκην. διὸ δύο εὐλογίας αὐτῷ
ἐπιτίθησι, τὸ «ζήτω» λέγων ἐν τῇ ἀναστάσει καὶ «μὴ ἀποθανέτω» ἐν τῇ κρίσει, οὐ
θάνατον τὸν διὰ σώματος ἀπαλλαγῆς λέγων, ἀλλὰ τὸν διὰ καταδίκης. ἀρκέσει γοῦν
τὰ ὀλίγα πρὸς ἀντίθεσιν τούτων. ἔχουσι δὲ καὶ ἄλλα τινὰ ἀνοίας ἔμπλεα, οὔρῳ
κλυζόμενοι, ἐπὰν ἀπὸ ξένης ἔλθωσι <ὡς> μεμιασμένοι δῆθεν· ὕδατι σὺν
ἱματίοις βαπτιζόμενοι, ἐπὰν ἅψωνται ἑτέρου τῶν ἀλλοεθνῶν. μιασμὸν γὰρ ἡγοῦνται
τό τινος ἅψασθαι ἤτοι θιγεῖν ἄλλου τινὸς ἀνθρώπου ἀπὸ ἄλλου δόγματος. πολλὴ δὲ
ἡ τούτων φρενοβλάβεια.
4. Πῶς δὲ εὐθυέλεγκτος ἡ αὐτῶν ἄνοια γίνεται, ἐπίστησον τὸν νοῦν, ὦ
θαυμασιώτατε, καὶ εἴσῃ. νεκρὸν μὲν γὰρ εὐθέως βδελύττονται, αὐτοὶ νεκροὶ ὄντες
τοῖς ἔργοις. μαρτυροῦσι γὰρ οὐ μία μαρτυρία, ἀλλὰ πολλαὶ τῷ μὴ εἶναι τὸν νεκρὸν
ἐβδελυγμένον, ἀλλ' ὅτι αἰνιγματωδῶς ὁ νόμος ἔλεγεν. οὐκέτι γὰρ δύο ἢ τρεῖς
μαρτυρίαι εἰς τοῦτο ἡμῖν ἐπιμαρτυροῦσιν, ἀλλὰ μυριάδες ἑξήκοντα δύο αἱ
ἠριθμημέναι ἐν τῇ ἐρήμῳ * καὶ ἄλλαι τοσαῦται καὶ ἐπέκεινα καὶ ἔτι πολὺ πλείους
αἱ τῇ σορῷ τοῦ Ἰωσὴφ ἐπακολουθοῦσαι τῇ διὰ τεσσαράκοντα ἐτῶν βασταζομένῃ ἐν ὅλῃ
τῇ παρεμβολῇ καὶ μὴ βδελυττομένῃ μήτε μολυνούσῃ. ἔλεγε δὲ τὰ ἀληθῆ ὁ νόμος, ὅτι
«ἐάν τις ἅψηται τοῦ νεκροῦ, μένει βέβηλος ἕως ἑσπέρας καὶ λούσεται ὕδατι καὶ
καθαρισθήσεται». ἦν δὲ τοῦτο αἰνιττόμενος εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
νέκρωσιν κατὰ τὸ ἔνσαρκον αὐτοῦ πάθος. ἀπὸ γὰρ τοῦ «τοῦ» ἄρθρου τοὔνομα τῆς
διακρίσεως ἔστιν σημᾶναι. ὅπου γὰρ τὸ ἄρθρον κεῖται, ἐπὶ ἑνί τινι ὡρισμένῳ καὶ
διαφανεστάτῳ ἐστὶν ἡ βεβαίωσις διὰ τὸ ἄρθρον· ἄνευ δὲ τοῦ ἄρθρου ἐπὶ ἑνός του
τυχόντος ἀορίστως ἐστὶ ληπτέον· ὡς οἷον εἰπεῖν ἐὰν εἴπωμεν βασιλεύς, ὄνομα μὲν
ἐσημάναμεν, ἀλλ' οὐ τηλαυγῶς τὸν ὁριζόμενον ἐδείξαμεν· βασιλέα γὰρ λέγομεν καὶ
Περσῶν καὶ Μήδων καὶ Ἐλαμιτῶν. ἐὰν δὲ μετὰ προσθήκης τοῦ ἄρθρου εἴπωμεν ὁ
βασιλεύς, ἀναμφίβολόν ἐστι τὸ σημαινόμενον· ὁ γὰρ βασιλεὺς ὁ ζητούμενος ἢ ὁ
λεγόμενος ἢ ὁ γινωσκόμενος ἢ ὁ τοῦ τινος βασιλεύων διὰ τοῦ ἄρθρου ὑποδείκνυται.
καὶ ἐὰν εἴπωμεν θεὸς ἄνευ τοῦ ἄρθρου, τὸν τυχόντα εἴπαμεν θεὸν τῶν ἐθνῶν ἢ θεὸν
τὸν ὄντα. ἐὰν δὲ εἴπωμεν ὁ θεός, δῆλον ὡς ἀπὸ τοῦ «ὁ» ἄρθρου τὸν ὄντα
σημαίνομεν, ἀληθῆ τε καὶ γινωσκόμενον, ὡς καὶ ἄνθρωπος καὶ ὁ ἄνθρωπος. καὶ εἰ
μὲν ἔλεγεν ὁ νόμος «ἐὰν ἅψησθε νεκροῦ», κατὰ πάντων ἐξεφέρετο ἡ ψῆφος καὶ ἁπλῶς
<ἐπὶ> παντὸς νεκροῦ ἦν ἐπικειμένη ἡ τοῦ ζητήματος λέξις· ὁπότε δὲ λέγει
«ἐὰν ἅψηταί τις τοῦ νεκροῦ», ἐπὶ ἕνα τινὰ φέρει τὴν ἀγωγήν, φημὶ δὲ ἐπὶ τὸν
κύριον, ὡς ἄνω μοι προδεδήλωται. ἔλεγε δὲ τοῦτο αἰνιγματωδῶς ἄρα ὁ νόμος διὰ
τοὺς μέλλοντας χεῖρας ἐπιβάλλειν ἐπὶ τὸν Χριστὸν καὶ σταυρῷ παραδιδόναι, ὅτι
χρείαν εἶχον οὗτοι καθαρισμοῦ, ἕως δύνῃ αὐτοῖς ἡ ἡμέρα καὶ ἀνατείλῃ αὐτοῖς ἄλλο
φῶς διὰ τοῦ βαπτίσματος τοῦ ὕδατος, τοῦ «λουτροῦ τῆς παλιγγενεσίας»· ὡς καὶ
ἐπιμαρτυρεῖ μοι ἐνταῦθα Πέτρος λέγων τοῖς Ἰσραηλίταις τοῖς ἐν Ἱεροσολύμοις τοῖς
λέγουσιν αὐτῷ «τί ποιήσωμεν, ἄνδρες ἀδελφοί;», διὰ τὸ εἰρηκέναι αὐτὸν αὐτοῖς
ὅτι «τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε»· καὶ κατανυγεῖσι τὴν καρδίαν εἶπε
«μετανοήσατε, ἄνδρες ἀδελφοί, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνόματι Ἰησοῦ
Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ ἀφεθήσονται ὑμῖν αἱ ἁμαρτίαι καὶ λήψεσθε τὴν δωρεὰν
τοῦ ἁγίου πνεύματος». οὐ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος· εἰ δὲ καὶ περὶ
νεκροῦ, ἀλλὰ περὶ ὁριζομένου λέγει ὁ νόμος. <περὶ γὰρ οὐχ ὁριζομένου>
ἄλλως ἐκδίδοται· λέγει γὰρ ὅτι «ἐὰν παρέλθῃ νεκρός, κλείσατε τὰς θύρας καὶ τὰς
θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος», ὡσεὶ ἔλεγεν περὶ ἀκοῆς ἁμαρτίας ὅτι ἐὰν
ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας ἢ εἶδος παραπτώματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ
ἐπιθυμίας καὶ στόμα ἀπὸ κακολογίας καὶ οὖς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ
νεκρωθῇ ὅλος ὁ οἶκος τουτέστιν ψυχὴ καὶ σῶμα. διὸ καὶ ὁ προφήτης λέγει «ἀνέβη
θάνατος διὰ τῶν θυρίδων», καὶ οὐ πάντως περὶ τῶν θυρίδων τούτων λέγει· ἢ γὰρ
κλείσαντες τὰς θυρίδας οὐδέποτε ἀποθανεῖν εἴχομεν. θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ
τοῦ σώματος αἰσθητήρια, βλέμμα ἀκοὴ καὶ τὰ ἄλλα δι' ὧν θάνατος εἰς ἡμᾶς
εἰσπορεύεται, εἰ δι' αὐτῶν ἁμαρτήσαιμεν. ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ καὶ
οὐκ ἐβδελύξατο, καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον κατεφίλησε. καὶ οὐ
γέγραπται ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ. ἐνεταφίασαν οἱ ἄγγελοι, ὡς ἡ εἰς ἡμᾶς
ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωυσέως τοῦ ἁγίου καὶ οὐκ ἐλούσαντο, ἀλλ' οὔτε
ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος. 5. καὶ δέδια πάλιν μὴ εἰς μῆκος
ἐλάσω τὴν τοῦ ζητήματος ἐπίλυσιν. ἀφ' ἑνὸς δὲ ἢ δευτέρου λόγου δοθήσεται τῷ
σοφῷ τὸ σοφισθῆναι ἐν κυρίῳ κατὰ τῶν δι' ἐναντίας. εἰ δὲ καὶ περὶ τοῦ πνεύματος
ἔσται μοι ἐν ἐπιτομῇ τὸ λέγειν, οὐκ ὀκνήσαιμι ἄν. διαρρήδην τοίνυν εὐθὺς ὁ
κύριος λέγει τῷ Μωυσῇ «ἀνάγαγέ μοι εἰς τὸ ὄρος ἑβδομήκοντα πρεσβυτέρους, καὶ
λήψομαι ἀπὸ τοῦ ἐπὶ σοὶ πνεύματος καὶ ἐκχεῶ ἐπ' αὐτοὺς καὶ ἀντιλήψονταί σου».
περὶ δὲ τοῦ υἱοῦ ὅπως γνῶμεν, <ὁ> πατὴρ λέγει «ποιήσωμεν ἄνθρωπον κατ'
εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»· τὸ δὲ «ποιήσωμεν» οὐχ ἑνός ἐστι σημαντικόν,
καί «ἔβρεξε κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ καὶ θεῖον παρὰ κυρίου ἀπ'
οὐρανοῦ». περὶ δὲ προφητῶν *, ἐπειδὴ ἔφθη αὐτοῖς δοθῆναι <μόνη> ἡ
πεντάτευχος καὶ οὐκέτι ἄλλαι γραφαί, ἐστοίχησάν <τε> μόνῃ τῇ πεντατεύχῳ
καὶ οὐχὶ τῇ ἀκολουθίᾳ. κἄν τε δὴ αὐτοῖς εἴπῃ τις νυνὶ περὶ τῶν ἄλλων, φημὶ δὲ
περὶ Δαυὶδ καὶ Ἠσαΐα καὶ τῶν καθεξῆς, οὐ παραδέχονται, κατεχόμενοι παραδόσει τῇ
προαχθείσῃ παρ' αὐτοῖς ἀπὸ τῶν ἰδίων πατέρων. καὶ ἕως ὧδε ἔστω μοι ἡ περὶ
Σαμαρειτῶν ὑφήγησις, ἐν βραχεῖ μὲν τῷ λόγῳ εἰρημένη, δι' ὃν προορῶμεν φόβον μὴ
ἐκτεῖναι εἰς πλάτος τὴν ὑπόσχεσιν τῆς συντάξεως.
Κατὰ Ἐσσηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως <α>, τῆς δὲ ἀκολουθίας
<ι>
1 Εἰς τέσσαρας μὲν οὗτοι αἱρέσεις ἐτμήθησαν, τὰ ἴσα φρονοῦντες ἀλλήλοις
<περὶ> περιτομῆς καὶ σαββάτου καὶ τῶν <ἄλλων τῶν> ἐν τῷ νόμῳ, ἐν
βραχεῖ δὲ καὶ ἐν τινὶ ποσῶς ἕκαστος τῶν τριῶν πρὸς τοὺς πέλας διαφέρεται, πλὴν
τῶν Δοσιθέων μόνον. ἐνέμειναν γὰρ οἱ Ἐσσηνοὶ τῇ πρώτῃ ἀγωγῇ μηδὲν
ὑπερβαλλόμενοι· μετὰ τούτους Γοροθηνοὶ διεφώνησαν πρὸς ἀλλήλους διὰ σμικρόν τι,
ἐπειδήπερ ἀντιλογία τις ἀνὰ μέσον αὐτῶν γεγένηται, φημὶ δὲ μέσον Σεβουαίων καὶ
Ἐσσηνῶν καὶ Γοροθηνῶν. ἡ δὲ ἀντιλογία τοῦτον ἔχει τὸν τρόπον· ὁ νόμος ἐκέλευεν
ἐκ πανταχόθεν τοὺς Ἰουδαίους συναθροίζεσθαι εἰς τὰ Ἱεροσόλυμα, πολλάκις μὲν οὖν
<καὶ> κατὰ τρεῖς καιροὺς τοῦ ἔτους, κατά τε τὸν τῶν Ἀζύμων καὶ κατὰ
Πεντηκοστὴν καὶ κατὰ Σκηνοπηγίαν. ᾤκουν δὲ Ἰουδαῖοι διεσπαρμένοι καὶ ἐν τοῖς
τέρμασι τῆς Ἰουδαίας καὶ Σαμαρείας. συνέβαινε δὲ αὐτοῖς διὰ τῶν Σαμαρειτῶν τὴν
ὁδοιπορίαν ποιεῖσθαι διερχομένοις εἰς τὴν Ἱερουσαλήμ. ἐπεὶ οὖν συνετύγχανον ἐν
ἑνὶ καιρῷ τὸ ἄθροισμα ἔχοντες τοῦ ἑορτάζειν, ἐντεῦθεν συμπληγάδες ἐγίνοντο·
ἀλλὰ καὶ ὅτε ᾠκοδόμει Ἔσδρας τὴν Ἱερουσαλὴμ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον,
ἀξιωσάντων τῶν Σαμαρειτῶν συνεπιδοῦναι βοήθειαν Ἰουδαίοις καὶ συνοικοδομῆσαι
καὶ ἀποτραπέντων παρ' αὐτοῦ τοῦ Ἔσδρα καὶ τοῦ Νεεμία·
Κατὰ Σεβουαίων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως <β>, τῆς δὲ ἀκολουθίας
<ια>
1 τότε οἱ Σεβουαῖοι διὰ μῆνιν καὶ ὀργὴν μετέθηκαν τοὺς καιροὺς τῶν
ἑορτῶν τῶν προειρημένων, τὸ πρῶτον μὲν κατὰ ὀργὴν τοῦ Ἔσδρα, δεύτερον δὲ διὰ
τὴν προειρημένην πρόφασιν τὴν εἰς μάχην προκαλουμένην αὐτοὺς διὰ τῶν παριόντων.
τάττουσι δὲ οὗτοι τὸν νέον μῆνα τῶν Ἀζύμων μετὰ τὸ νέον ἔτος, ὅπερ γίνεται ἐν
τῷ μετοπώρῳ, τουτέστι μετὰ τὸν Θεσρὶ μῆνα, ὃς Αὔγουστος παρὰ Ῥωμαίοις καλεῖται
Μεσορὶ δὲ παρ' Αἰγυπτίοις Γορπιαῖος δὲ παρὰ Μακεδόσι παρ' Ἕλλησι δὲ Ἀπελλαῖος.
ἀπεντεῦθεν οὗτοι ἀρχὴν τοῦ ἔτους ποιοῦνται καὶ εὐθὺς τὰ Ἄζυμα ἐπιτελοῦσιν, ἐν
δὲ τῷ μετοπώρῳ τὴν Πεντηκοστὴν ποιοῦσι, τὴν δὲ Σκηνοπηγίαν αὐτῶν ἐπιτελοῦσιν
ὅτε παρὰ τοῖς Ἰουδαίοις τὰ Ἄζυμα καὶ τὸ Πάσχα. οὐ μὴν ἐπείσθησαν τοῖς
Σεβουαίοις.
Κατὰ Γοροθηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεως <γ>, τῆς δὲ ἀκολουθίας
<ιβ>.
1 Γοροθηνοί τε καὶ οἱ ἄλλοι. Ἐσσηνοὶ δὲ ἐγγὺς τῶν ἄλλων γινόμενοι τὰ
ἴσα ἐκείνοις πράττουσι· μόνοι δὲ Γοροθηνοὶ καὶ Δοσίθεοι τὴν φιλονεικίαν εἰσὶ
πρὸς Σεβουαίους κεκτημένοι. καὶ ποιοῦσιν αὐτοὶ τὰς ἑορτάς, φημὶ δὲ Γοροθηνοὶ
καὶ Δοσίθεοι, ὅταν οἱ Ἰουδαῖοι ἐπιτελῶσι, τῶν τε Ἀζύμων καὶ Πάσχων, Πεντηκοστῆς
τε καὶ Σκηνοπηγιῶν καὶ νηστείας τῆς παρ' αὐτοῖς νομιτευομένης ἡμέραν μίαν. οἱ
δὲ ἄλλοι οὐχ οὕτως ποιοῦσιν, ἀλλὰ ἰδιαζόντως ἐν μησὶν οἷς προείπαμεν.
Κατὰ Δοσιθέων, ἀπὸ Σαμαρειτῶν αἱρέσεως <δ>, τῆς δὲ ἀκολουθίας
<ιγ>
1 Δοσίθεοι δὲ τούτοις διαφέρονται κατὰ πολλοὺς τρόπους. ἀνάστασιν γὰρ
ὁμολογοῦσι καὶ πολιτεῖαι παρ' αὐτοῖς εἰσιν· ἐμψύχων ἀπέχονται, ἀλλὰ καί τινες
αὐτῶν ἐγκρατεύονται ἀπὸ γάμου μετὰ τὸ † βιῶσαι, ἄλλοι δὲ καὶ παρθενεύουσιν·
ὡσαύτως τε περιτομὴν καὶ σάββατον καὶ τὸ μὴ θιγγάνειν τινὸς διὰ τὸ βδελύττεσθαι
πάντα ἄνθρωπον ὁμοίως ἔχουσι. νηστείας δὲ τοὺς αὐτοὺς φυλάττειν καὶ ἐξασκεῖσθαι
εἰσάγει ὁ λόγος. ἡ δὲ πρόφασις τοῦ τὸν Δοσίθεον φρονῆσαι ταῦτα αὕτη· οὗτος
συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, ἐν παιδεύσει δὲ
<τῇ> κατὰ τὸν νόμον προήκων δευτερώσεσί τε ταῖς παρ' αὐτοῖς, θηρώμενος δὲ
τὰ πρωτεῖα καὶ ἀποτυχὼν καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέκλινεν
εἰς τὸ Σαμαρειτικὸν γένος καὶ ταύτην τὴν αἵρεσιν προεστήσατο. ἐν σπηλαίῳ δέ που
ἀναχωρῶν δι' ὑπερβολὴν ἐθελοσοφίας, ματαίως καὶ ὑποκριτικῶς ἐν νηστείᾳ καρτερῶν
ὡς λόγος ἔχει οὕτως ἀπέθανεν ἐν ἐνδείᾳ ἄρτου καὶ ὕδατος, ἑκουσίᾳ δῆθεν τῇ
γνώμῃ. μετὰ ἡμέρας δὲ τινὰς ἐλθόντας ἐπὶ τὴν τούτου ἐπίσκεψιν εὑρηκέναι τὸ σῶμα
ὀδωδὸς ἐξέρψαν τε σκώληκας καὶ νέφος μυιῶν ἐπ' αὐτὸ ἐσμηνευκέναι. οὗτος τοίνυν
οὕτως ματαίως τὸν ἑαυτοῦ βίον καταστρέψας αἴτιος γέγονεν αὐτοῖς τῆς αἱρέσεως,
ἐξ οὗπερ οἱ αὐτὸν μιμούμενοι Δοσίθεοι εἴτουν Δοσιθηνοὶ καλοῦνται.
Καὶ αὗται μὲν αἱ ἐλθοῦσαι εἰς ἡμῶν τὴν γνῶσιν [περὶ] τῶν προειρημένων
τεσσάρων αἱρέσεων διαφοραί, αἵτινες ἀνατραπήσονται διὰ τῶν κατ' αὐτῶν
εἰρημένων. ἐπάνειμι δὲ αὖθις τὰς κατὰ διαδοχὴν τῶν χρόνων παρενδύσεις καὶ τῆς
πλάνης τὰ βοσκήματα συνείρων καὶ ποιούμενος τὴν πρὸς αὐτοὺς ἀντιλογίαν, ἐν τῷ
τὰ σχέτλια αὐτῶν ἀποκαλύπτειν ἐπιτηδεύματα καὶ διὰ συντόμου λόγου ποιεῖσθαι τὸν
ἔλεγχον τῆς τῶν κακῶν καὶ ὀλετηρίων ἑρπετῶν ἰοβολίας.
Πεπλήρωνται αἱ τῶν Σαμαρειτῶν αἱρέσεις <δ>
Ἰουδαϊσμὸς λοιπόν. ὁ δὲ Ἰουδαϊσμὸς ἐμερίσθη εἰς αἱρέσεις ἑπτά·
Κατὰ Σαδδουκαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως <α>, τῆς δὲ ἀκολουθίας
<ιδ>
1. Αἱρέσεις πάλιν μετὰ ταύτας τὰς προειρημένας τῶν Σαμαρειτῶν καὶ
<τὰς> ἄνω που τῶν Ἑλλήνων προδηλωθείσας γεγόνασιν ἑπτὰ τὸν ἀριθμὸν παρὰ
Ἰουδαίοις πρὸς τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας ἐν τῇ Ἰουδαίᾳ τε καὶ
Ἱεροσολύμοις.
2. Πρῶτοι Σαδδουκαῖοι, ἀπόσπασμα ὄντες ἀπὸ Δοσιθέου τοῦ προλελεγμένου.
ἐπονομάζουσι δὲ οὗτοι ἑαυτοὺς Σαδδουκαίους, δῆθεν ἀπὸ δικαιοσύνης τῆς
ἐπικλήσεως ὁρμωμένης· Σεδὲκ γὰρ ἑρμηνεύεται δικαιοσύνη. ἦν δὲ καὶ Σαδδούκ τις
τοὔνομα κατὰ τὸ παλαιὸν τῶν ἱερέων. ἀλλ' οὐκ ἐνέμειναν οὗτοι ἐν τῇ τοῦ
ἐπιστάτου αὐτῶν διδασκαλίᾳ. ἠθέτησαν μὲν γὰρ οὗτοι νεκρῶν τὴν ἀνάστασιν, ὅμοια
Σαμαρείταις φρονοῦντες· οὐ παραδέχονται δὲ ἀγγέλους, ὅπερ Σαμαρεῖται οὐκ
ἀθετοῦσι· πνεῦμα δὲ ἅγιον οὐκ ἴσασιν, οὐ γάρ εἰσι τούτου ἠξιωμένοι· τὰ πάντα δὲ
ἴσα Σαμαρείταις φυλάττουσιν. οὐκ ἦσαν δὲ οὗτοι Σαμαρεῖται, ἀλλὰ Ἰουδαῖοι. ἐν
Ἱεροσολύμοις γὰρ ἐθυσίαζον τά τε ἄλλα πάντα Ἰουδαίοις συνέπραττον.
3. καὶ αὐτοὶ δὲ ἀνατραπήσονται ἀπὸ τῆς ἀξιοπίστου τοῦ κυρίου φωνῆς, ἣν αὐτοὶ
καθ' ἑαυτῶν ἐπεσπάσαντο διὰ τῆς τοῦ ζητήματος ἐπιλύσεως, ὅτε προσῆλθον αὐτῷ
λέγοντες, εἰ δύναται εἶναι νεκρῶν ἀνάστασις· καὶ ὅτι ἑπτὰ ἀδελφοὶ ἐγένοντο, καὶ
ὁ πρῶτος γυναῖκα ἔγημεν καὶ ἄπαις ἐτελεύτα, καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν,
Μωυσέως παρακελευομένου ἐπιγαμβρεῦσαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἄπαιδος
τελευτήσαντος καὶ ἄγεσθαι αὐτὴν τῷ ἀδελφῷ αὐτοῦ πρὸς τὸ ἐξαναστῆσαι σπέρμα εἰς
ὄνομα τοῦ κατοιχομένου. ἔλαβε γοῦν, φησί, ταύτην ὁ πρῶτος καὶ ὁ δεύτερος καὶ
ἐτελεύτησαν, ὁμοίως καὶ οἱ ἑπτά. ἐν δὲ τῇ ἀναστάσει τῶν νεκρῶν τίνος ἔσται αὕτη
γυνή, ἐπειδὴ καὶ οἱ ἑπτὰ αὐτὴν ἐγνώκασιν; ὁ δὲ κύριος ἔφη «πλανᾶσθε, μὴ εἰδότες
τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε
γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλὰ ἰσάγγελοί εἰσιν. ὅτι δὲ ἀναστήσονται οἱ νεκροὶ
Μωυσῆς ὑμᾶς διδάξει, ὡς ὁ θεὸς αὐτῷ ἐχρημάτισε λέγων, ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ
καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν». καί
«ἐφίμωσεν αὐτῶν τὸ στόμα». εὐάλωτοι γὰρ οὗτοι καὶ μὴ δυνάμενοι ἀντιστῆναι μὴ
μίαν ὥραν πρὸς τὴν ἀλήθειαν.
Κατὰ Γραμματέων, ἀπὸ Ἰουδαϊσμοῦ <αἱρέσεως> <β>, τῆς δὲ
ἀκολουθίας <ιε>
1 Μετὰ τούτους τοὺς Σαδδουκαίους Γραμματεῖς γεγόνασιν, ἀνὰ μέσον τοῦ
χρόνου ἢ καὶ σὺν αὐτοῖς τὴν ἡλικίαν κατάγοντες· οἵτινες ἦσαν δευτερωταὶ τοῦ
νόμου ὡς γραμματικήν τινα ἐπιστήμην ὑφηγούμενοι, τὰ μὲν ἄλλα πράττοντες τῶν
Ἰουδαίων περιττὴν δέ τινα δῆθεν σοφιστικὴν ὑφήγησιν εἰσηγούμενοι, οὐ κατὰ νόμον
μόνον βιοῦντες, ἀλλὰ περισσότερον «ξεστῶν βαπτισμοὺς» φυλάσσοντες «καὶ ποτηρίων
καὶ πινακίων» καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας, ὡς δῆθεν ἐπὶ τὸ ἀκραιφνὲς καὶ
ὅσιον διακείμενοι, «πυγμῇ μὲν τὰς χεῖρας νιπτόμενοι», πυγμῇ δὲ καὶ μολυσμούς
τινας δι' ὑδάτων καὶ λουτρῶν ἀποσμηχόμενοι, ἔχοντες δέ τινα «κράσπεδα»
σημαντικὰ τῆς αὐτῶν πολιτείας εἰς ἐπίδειξιν κόμπου καὶ ἔπαινον τῶν θεωμένων· καὶ
«φυλακτήρια» παρ' ἑαυτοῖς ἐπὶ τὰ ἱμάτια ἐπετίθεντο τουτέστι πλατέα σήματα
πορφύρας. νομίσῃ δ' ἄν τις, ἐπειδήπερ καὶ ἐν τῷ εὐαγγελίῳ τοῦτο ἐμφέρεται, μὴ
ἄρα περὶ περιάπτων λέγει, ἐπειδὴ καὶ εἴωθόν τινες τὰ περίαπτα φυλακτήρια
ὀνομάζειν. οὐκ ἔχει δὲ ὁ λόγος τὸ παράπαν περὶ τούτου. ἀλλ' ἐπειδὴ στολὰς εἴτ'
οὖν ἀμπεχόνας οἱ τοιοῦτοι ἀνεβάλλοντο καὶ δαλματικὰς εἴτ' οὖν κολοβίωνας ἐκ
πλατυσήμων διὰ πορφύρας ἁλουργοϋφεῖς κατεσκευασμένας, τὰ δὲ σήματα τῆς πορφύρας
φυλακτήρια εἴωθον οἱ ἠκριβωμένοι μετονομάζειν, τούτου ἕνεκεν φυλακτήρια αὐτὰ
καὶ ὁ κύριος κατ' ἐκείνους εἴρηκε. δηλοῖ δὲ καὶ ἡ ἀκολουθία τὴν φράσιν τῆς
ὀνομασίας, <τὸ> «καὶ τὰ κράσπεδα τῶν ἱματίων»· τὰ γὰρ κράσπεδά
<φησιν>, ἵνα εἴπῃ κροσσούς, καὶ τὰ φυλακτήρια, ἵνα εἴπῃ τῆς πορφύρας τὰ
σήματα. φησὶ γὰρ ὅτι «πλατύνετε τὰ φυλακτήρια καὶ τὰ κράσπεδα τῶν ἱματίων ὑμῶν
μεγαλύνετε». ῥοΐσκους δέ τινας ἐπὶ τὰ τέσσαρα πτερύγια τοῦ τρίβωνος ἕκαστος
εἶχεν ἐξ αὐτοῦ τοῦ στήμονος καταδεδεμένους, ἐν ᾧ χρόνῳ ἐνεκρατεύετο ἢ παρθενίαν
ἤσκει· ἐπειδὴ γὰρ ἕκαστος ταξάμενος ὥριζε καιρὸν ἁγνείας ἢ ἐγκρατείας καὶ ταῦτα
αὐτῶν τὰ πρωτότυπα ἦν εἰς τὸ ἐμφαίνειν τοῖς ἀνθρώποις τὰ παρ' αὐτῶν
ἐπαγγελλόμενα, ἵνα μηδεὶς ἅψηται δῆθεν τῶν ἡγιασμένων.
Δευτερώσεις δὲ παρ' αὐτοῖς τέσσαρες ἦσαν· μία μὲν εἰς ὄνομα Μωυσέως τοῦ
προφήτου <φερομένη>, δευτέρα δὲ εἰς τὸν διδάσκαλον αὐτῶν Ἀκίβαν οὕτω
καλούμενον ἢ Βαρακίβαν· ἄλλη δὲ εἰς τὸν Ἀδδᾶν ἢ Ἄνναν τὸν καὶ Ἰούδαν· ἑτέρα δὲ
εἰς τοὺς υἱοὺς Ἀσαμωναίου. ἐκ τούτων τῶν τεσσάρων δευτερώσεων ὅσα παρ' αὐτοῖς
νενόμισται οἰήσει σοφίας (ἀσοφίας δὲ τὰ πλεῖστα), αὐχεῖται καὶ ᾄδεται καὶ ἐν
τάξει προκριτέας διδασκαλίας βοᾶταί τε καὶ φημίζεται.
Κατὰ Φαρισαίων, ἀπὸ Ἰουδαϊσμοῦ <αἱρέσεως> <γ>, τῆς δὲ
ἀκολουθίας <ιϚ>
1. Ταύταις ταῖς δυσὶν αἱρέσεσιν κατ' ἀκολουθίαν συνῆπται ἡ τῶν Φαρισαίων
αἵρεσις ἄλλη τις· οἵτινες τὰ αὐτὰ τούτοις ἐφρόνουν, Γραμματεῦσι δέ φημι τοῖς
ἑρμηνευομένοις νομοδιδασκάλοις· συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ Νομικοί. ἄλλα δὲ καὶ
παρὰ τούτους πάλιν οἱ Φαρισαῖοι ἐφρόνουν, πολιτείας μείζους ἔχοντες. τινὲς μὲν
γὰρ αὐτῶν, ὅτε ἤσκουν καὶ ὥριζον δεκαετίαν ἢ ὀκταετίαν ἢ τετραετίαν ὁμοίως
παρθενίας ἢ ἐγκρατείας, συνεχῶς εὐχόμενοι πυκνότερον ἀγῶνα τοῦτον ἐνίσταντο διὰ
τὸ δῆθεν μὴ σωματικόν τι παθεῖν ἢ κλαπῆναι δι' ὀνειράτων ἀηδῆ ῥύσιν σώματος
ἀπεργαζομένων. καὶ οἱ μὲν σανίδα ἑαυτοῖς ἐφιλοκάλουν σπιθαμῆς μόνης τὸ πλάτος
καὶ ἐπὶ ταύτην ἑαυτοὺς ἐτίθεσαν κατὰ τὴν ἑσπέραν, ἵν' εἰ ὑπνώσειέν τις καὶ
καταπέσοι εἰς τοὔδαφος αὖθις ἐγείρηται εἰς εὐχήν, διὰ τὸ ἄγρυπνον ἔχειν τὸν
βίον κατὰ τὸ δυνατόν. ἄλλοι δὲ κόχλακας συλλέγοντες ἑαυτοῖς ὑπεστρώννυον εἰς τὸ
νυττομένους μὴ ὕπνῳ βαθεῖ φέρεσθαι, ἀλλὰ βιάζεσθαι γρηγόρησιν ἑαυτοῖς
προσπορίζεσθαι· ἄλλοι δὲ καὶ ἀκάνθας στρωμνὴν εἶχον διὰ τὴν αὐτὴν ὑπόθεσιν.
ἐνήστευον δὲ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν δὲ τὴν
δεκάτωσιν, τὰς ἀπαρχὰς ἐδίδουν, τριακοντάδας τε καὶ πεντηκοντάδας, τάς τε
θυσίας καὶ τὰς εὐχὰς ἀσφαλέστατα ἀπετίννυον. τῷ δὲ προειρημένῳ σχήματι τῶν
Γραμματέων προήρχοντο, διά τοι τῆς ἀμπεχόνης καὶ διὰ τῶν ἄλλων σχημάτων καὶ
γυναικικῶν ἱματίων ἐν πλατείαις ταῖς κρηπῖσιν καὶ γλώτταις τῶν ὑποδημάτων
προϊόντες. ἐλέγοντο δὲ Φαρισαῖοι διὰ τὸ ἀφωρισμένους εἶναι αὐτοὺς ἀπὸ τῶν ἄλλων
διὰ τὴν ἐθελοπερισσοθρῃσκείαν τὴν παρ' αὐτοῖς νενομισμένην· Φάρες γὰρ κατὰ τὴν
Ἑβραΐδα ἑρμηνεύεται ἀφορισμός.
2. Ὡμολόγουν δὲ οὗτοι ἀνάστασιν νεκρῶν, ἐπίστευόν τε ἀγγέλους εἶναι καὶ
πνεῦμα, ἠγνόησαν δὲ υἱὸν θεοῦ ὡς οἱ ἄλλοι. ἀλλὰ καὶ εἱμαρμένη καὶ ἀστρονομία
παρ' αὐτοῖς σφόδρα ἐχρημάτιζεν. αὐτίκα γοῦν τὰ Ἑλληνικὰ ὀνόματα τὰ ἐκ τῆς τῶν
πεπλανημένων ἀστρονομίας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἑτέροις ὀνόμασι παρ'
αὐτοῖς μετωνόμασται· οἷον Ἥλιος ἡμὰ καὶ σέμες, Σελήνη ἰέρεε καὶ ἀλβανά, ὅθεν
καὶ μήνη καλεῖται (ἰέρεε γὰρ ὁ μὴν λέγεται, μήνη δὲ ἡ σελήνη, ὡς καὶ παρ'
Ἕλλησι διὰ τὸν μῆνα), Ἄρης χωχὲβ ὀκβόλ, Ἑρμῆς χωχὲβ ὀχομόδ, Ζεὺς χωχὲβ βάαλ,
Ἀφροδίτη ζερούα ἤτοι λουήθ, Κρόνος χωχὲβ σαβήθ (λέγεται δὲ παρ' αὐτοῖς καὶ
ἄλλοις ὀνόμασιν, οὐκ ἠδυνήθην δὲ ἀκριβῶς τὴν τούτων ἐπωνυμίαν ἐκθεῖναι). ἀλλὰ
καὶ τὰ ματαίως νομιζόμενα εἰς ἀριθμὸν στοιχείων παρὰ τοῖς πεπλανημένοις
ὀνόματα, ἃ ζῴδια καλοῦσι * καὶ ἀθεμίτως τὸν κόσμον εἰς ἀσέβειαν ἐπλάνησαν, οὕτω
πάλιν Ἑβραϊκῶς [αὐτὰ] καλοῦσι· τελὰ σὼρ θωμὶμ σαρατὰν ἀρὶ βεθουλὰ
μωζανὴ<μ> ἀκρὰβ κέσετ γαδὶ δαλλὶ δεγγίμ· οἵτινες τοῖς Ἕλλησι μάτην, λέγω
δὴ οἱ Φαρισαῖοι, ἀκολουθήσαντες μετωνόμασαν εἰς τὴν Ἑβραΐδα τὰ αὐτὰ ὀνόματα
οὕτω· Κριὸν δὴ τὸν παρ' ἐκείνοις λεγόμενον τελά, Ταῦρον σώρ, Διδύμους θωμίμ,
Καρκίνον σαρατάν, Λέοντα ἀρί, Παρθένον βεθουλά, Ζυγὸν μωζανή<μ>, Σκορπίον
ἀκράβ, Τοξότην κέσετ, Αἰγόκερων γαδί, Ὑδρηχόον δαλλί, Ἰχθύας δεγγίμ.
3. Ταῦτα δέ μοι οὐκ εἰς στρόβησιν τῶν ἐντυγχανόντων κατατέτακται οὐδὲ ἵνα
τὴν χυδαιολογίαν τῶν τὴν ἀσύστατον καὶ φρενοβλαβῆ μωρολογίαν τῆς ἀστρονομίας τῷ
βίῳ παρεισαξάντων συστήσω· ἐλήλεγκται γὰρ αὕτη ὑπὸ τῆς ἀληθείας ἀσύστατος οὖσα
καὶ ἐσφαλμένη. εἴρηται δὲ ἡμῖν ἐν ἄλλοις λόγοις πολλὰ πρὸς ἀνατροπὴν τῶν
γένεσιν καὶ εἱμαρμένην νομιζόντων, ἀλλὰ καὶ ἐν τῷ προοιμίῳ τούτου τοῦ
συντάγματος ἐν ὀλίγῳ ἡμῖν κατὰ τῶν αὐτῶν πεπραγμάτευται· διὰ δὲ τὸ μή τινα
νομίσαι κατὰ συκοφαντίαν ἡμᾶς κατά τινων φέρεσθαι καὶ μὴ τὰ ἀληθῆ ἐκ παραδόσεων
ἀκριβώσαντας ἐκθέσθαι ταῦτα ἡμῖν καὶ ὀνομαστὶ εἴρηται. ἐσχάτη δὲ αὐτοῖς ἀπορία
καὶ ἠλιθιότης οὐχ ἡ τυχοῦσα, τοῖς καὶ ἀνάστασιν ὁμολογοῦσιν καὶ κρίσιν δικαίαν
ὁριζομένοις. πῶς γὰρ δύναται κρίσις εἶναι καὶ εἱμαρμένη; δυοῖν γὰρ ἀνάγκη
θάτερον, ἢ γενέσεως ὑπαρχούσης μὴ εἶναι κρίσιν διὰ τὸ τὸν πράττοντα οὐκ ἀφ'
ἑαυτοῦ πράττειν, ἀλλὰ κατὰ ἀνάγκην ἐπικρατείας τῆς πεπρωμένης, ἢ [ὅτι] κρίσεως
ὑπαρχούσης καὶ ἐν ἀληθείᾳ ἐπαπειλουμένης καὶ νόμων δικαζόντων καὶ τῶν τὸ
πονηρὸν δρώντων δίκην ὑπεχόντων – νόμου τε ὁμολογουμένου δικαίου καὶ κρίσεως
θεοῦ ἀληθεστάτης – ἀργεῖν τὴν πεπρωμένην καὶ μὴ ἔχειν ὅλως σύστασιν τὸ παράπαν·
4. ὁπότε διὰ τὸ δύνασθαι ἁμαρτεῖν καὶ μὴ ἁμαρτεῖν τὸν μὲν διὰ τὰ ἁμαρτήματα
δίκην ἀπαιτεῖσθαι, τὸν δὲ ἔπαινον ἀπεκδέχεσθαι διὰ τὸ εὖ πεπραχέναι ὥρισται
καθ' ἑκατέρων τὸ διάφορον. ὡς καὶ μιᾷ φωνῇ † δικαίᾳ λέγειν συντόμῳ ἀληθείᾳ
<τῇ> διὰ Ἠσαΐου τοῦ προφήτου ἐκ προσώπου κυρίου εἰρημένῃ ὅτι «ἐὰν θέλητε
καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ
εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα».
ὥστε παντί τῳ δῆλόν ἐστι καὶ σαφὲς καὶ ἀναμφίβολον, ὡς τὸ αὐτεξούσιον παρέσχετο
ὁ θεὸς <ὁ> δι' αὑτοῦ φήσας τό «ἐὰν θέλητε καὶ ἐὰν μὴ θέλητε», ὡς περὶ τὸν
ἄνθρωπον εἶναι τὸ ἀγαθοεργεῖν ἢ τὸ φαύλων ἐφίεσθαι πραγμάτων. ἄρα τοίνυν
ἔσφαλται ἡ διάνοια τῶν γένεσιν εἶναι νομισάντων καὶ μάλιστα Φαρισαίων· οἷς
ἐπιφωνητέον ἐστὶ πυκνότερον καὶ πολλαχῶς, οὐ διὰ μιᾶς φωνῆς ἀλλὰ πολλάκις τὰ
παρὰ τοῦ σωτῆρος πρὸς αὐτοὺς εἰρημένα «οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι
ὑποκριταί, ὅτι καταλελοίπατε τὰ βαρέα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον, καὶ
ἀποδεκατοῦτε τὸ ἄνηθον καὶ τὸ ἡδύοσμον καὶ τὸ πήγανον, καὶ καθαρίζετε τὸ ἐκτὸς
τοῦ ποτηρίου καὶ τοῦ πίνακος, τὸ δὲ ἐντός ἐστι μεστὸν ἀκαθαρσίας καὶ ἀκρασίας.
καὶ δοκιμάζετε δίκαιον εἶναι ὀμνύναι ἐν τῷ ἐπάνω τοῦ θυσιαστηρίου, τὸ δὲ ἐν
αὐτῷ τῷ θυσιαστηρίῳ παρ' ὑμῖν τοῦ ὅρκου λέλυται, καὶ τὸ ἐν τῷ οὐρανῷ ὀμνύναι
οὐδὲν εἶναί φατε, ἐὰν δέ τις ὀμόσῃ ὑπεράνω τοῦ οὐρανοῦ, τοῦτο δεδικαίωται. οὐχὶ
τὸ θυσιαστήριον βαστάζει τὸ ἐπικείμενον καὶ ὁ οὐρανὸς θρόνος ἐστὶ τοῦ ἐπ' αὐτῷ
ἐπικαθεζομένου; ἢ ὅτι λέγετε, ἐάν τις εἴπῃ πατρὶ καὶ μητρὶ κορβάν, ὅ ἐστι δῶρον
ὃ ἐξ ἐμοῦ ὠφεληθήσῃ, οὐκέτι μὴ τιμήσῃ τὸν πατέρα, καὶ ἠθετήσατε τὴν ἐντολὴν τοῦ
θεοῦ διὰ τῆς τῶν πρεσβυτέρων ὑμῶν παραδόσεως. καὶ κυκλεύετε θάλασσαν καὶ ξηρὰν
ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον
ὑμῶν».
Τί τοίνυν περιττότερον τῶν ἁγίων ῥήσεων προβάλοιτό τις πρὸς ἀντίθεσιν τῶν
προειρημένων; ἀλλὰ καὶ ἀρκεῖσθαι μᾶλλον ἡγοῦμαι ταῖς τοῦ σωτῆρος σοφαῖς καὶ
ἀληθιναῖς λέξεσι, πρὸς ἃς οὐκ ἠδυνήθησαν ἀντωπῆσαι οὔτε πρὸς τὸ βραχύτατον.
Κατὰ Ἡμεροβαπτιστῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως <δ>, τῆς δὲ ἀκολου θίας
<ιζ>
1. Ταύταις δὲ συνέπεταί τις αἵρεσις Ἡμεροβαπτιστῶν οὕτω καλουμένων, μηδὲν
μὲν παραλλάττουσα τῶν ἄλλων, ἀλλ' ἴσα τῶν Γραμματέων καὶ Φαρισαίων φρονοῦσα, οὐ
μὴν ἐξισουμένη τοῖς Σαδδουκαίοις ἐν τῇ τῶν νεκρῶν ἀναστάσεως ἀρνήσει, ἀλλὰ τῇ
ἀπιστίᾳ τῇ ἐν τοῖς ἄλλοις. τοῦτο δὲ περιττὸν ἦν αὕτη κεκτημένη ἡ αἵρεσις, ὥστε
ἐν ἔαρί τε καὶ μετοπώρῳ χειμῶνί τε καὶ θέρει πάντοτε καθ' ἡμέραν βαπτίζεσθαι,
ὅθεν καὶ Ἡμεροβαπτιστῶν εἴληφε τὴν ἐπωνυμίαν. ἔφασκε γὰρ αὕτη ἡ αἵρεσις ἄλλως
μὴ εἶναι ζῆν ἀνθρώπῳ, εἰ μή τι ἄρα καθ' ἑκάστην ἡμέραν βαπτίζοιτό τις ἐν ὕδατι,
ἀπολουόμενός τε καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰτίας.
2. Πρὸς ταύτην δὲ καὶ αὐτὴν ἐξ ἑνὸς λόγου ἡμῖν ἀνατροπὴ γενήσεται, ὅτι
ἀπιστίας παρ' αὐτοῖς μᾶλλον ἢ πίστεως οἱ λόγοι. ἐλέγχει γὰρ αὐτοὺς ἡ συνείδησις
αὐτῶν καθ' ἑκάστην ἡμέραν βαπτιζομένων, ὡς ὅτι ἡ ἐλπὶς τῆς χθὲς ἡμέρας παρ'
αὐτοῖς τέθνηκεν, ἡ πίστις τε καὶ ὁ ἁγνισμός. εἰ μὲν γὰρ ἑνὶ βαπτίσματι
ἐστοίχουν, ἄρα ἐθάρρουν τούτῳ ὡς ζῶντι καὶ ἀθανάτῳ ὄντι εἰς τὸν αἰῶνα· ὁπότε δὲ
σήμερον μὲν ἐλούσαντο, οὐχ ἕνεκεν πλύσεως σώματος ἢ ῥύπου, ἀλλ' ἕνεκεν
ἁμαρτημάτων, ἄρα κατ' αὐτοὺς ἐκαθαρίσθη· αὖθις δὲ τῇ ἑξῆς πάλιν λουόμενοι
ἀπεφήναντο τὸ παρελθὸν ἐν τῇ χθὲς τεθνάναι βάπτισμα. εἰ μὴ γὰρ τὸ πρὸ μιᾶς
ἐτεθνήκει, οὐκ ἂν εἰς τὴν ἑξῆς ἑτέρου ἐπεδέοντο πρὸς καθαρισμὸν ἁμαρτημάτων.
καὶ εἰ ὅλως οὐκ ἀπέχονται τοῦ ἁμαρτάνειν, νομίζοντες ὅτι τὸ ὕδωρ καθαρίσει τοὺς
ἐνδελεχῶς καθ' ἑκάστην ἁμαρτάνοντας, μάταιος αὐτῶν ἡ ὑπόνοια καὶ τὸ ἐπιτήδευμα
φροῦδον καὶ ἕωλον. οὔτε γὰρ Ὠκεανὸς οὔτε πάντα τὰ ῥεῖθρα καὶ πελάγη, ποταμοί τε
ἀένναοι καὶ πηγαὶ πᾶσά τε ἡ ὀμβροτόκος φύσις συνελθοῦσαι δύνανται ἁμαρτήματα
ἀφανίσαι, ἐπειδήπερ οὐ κατὰ λόγον οὐδὲ ἐκ προστάγματος θεοῦ γίνεται· μετάνοια
γὰρ καθαρίζει καὶ τὸ ἓν βάπτισμα διὰ τῆς τῶν μυστηρίων ὀνομασίας. παρελεύσομαι
δὲ καὶ ταύτην, αὐτάρκως ἡγησάμενος τὸ ἐν ὀλίγῳ [τὸ] ἀλέξημα τῆς αὐτῶν
φρενοβλαβείας ὑποδείξας, ὡς ἐνταῦθα τοῖς ἐντυγχάνουσι συντέτακται.
Κατὰ Νασαραίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως <ε>, τῆς δὲ ἀκολουθίας
<ιη>
1. Ἑξῆς δὲ ἐπιβαλοῦμαι διηγεῖσθαι τὰ κατὰ τὴν αἵρεσιν τὴν μετὰ τοὺς
Ἡμεροβαπτιστὰς καλουμένην τῶν Νασαραίων, οἵτινες Ἰουδαῖοί εἰσι τὸ γένος, ἀπὸ
τῆς Γαλααδίτιδος καὶ Βασανίτιδος καὶ τῶν ἐπέκεινα τοῦ Ἰορδάνου ὁρμώμενοι, ὡς ὁ
εἰς ἡμᾶς ἐλθὼν περιέχει λόγος, ἐξ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ οὖσα, ἥτις τὰ πάντα
ἰουδάϊζεν, μηδὲν περαιτέρω φρονοῦσα σχεδὸν τῶν προειρημένων. περιτομὴν γὰρ
ὡσαύτως ἐκέκτητο, σάββατον τὸ αὐτὸ ἐφύλαττεν, ἑορταῖς ταῖς αὐταῖς προσανεῖχεν,
οὐ μὴν εἱμαρμένην παρεισῆγεν οὔτε ἀστρονομίαν. καὶ πατέρας μὲν ἐδέχετο τοὺς ἐν
τῇ πεντατεύχῳ ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωυσέως, τοὺς ἐν ἀριστείᾳ θεοσεβείας διαφανεῖς
ὑπάρξαντας, φημὶ δὲ Ἀδὰμ καὶ Σὴθ καὶ Ἐνὼχ καὶ Μαθουσάλα καὶ Νῶε καὶ Ἀβραὰμ καὶ
Ἰσαὰκ καὶ Ἰακώβ, Λευί τε καὶ Ἀαρὼν καὶ Μωυσέα καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, αὐτὴν δὲ
οὐ παρεδέχετο τὴν πεντάτευχον, ἀλλὰ ὡμολόγει μὲν τὸν Μωυσέα καὶ ὅτι ἐδέξατο
νομοθεσίαν ἐπίστευεν, οὐ ταύτην δέ, φησίν, ἀλλ' ἑτέραν· ὅθεν τὰ μὲν πάντα
φυλάττουσι τῶν Ἰουδαίων Ἰουδαῖοι ὄντες, θυσίαν δὲ οὐκ ἔθυον οὐδὲ ἐμψύχων
μετεῖχον, ἀλλὰ ἀθέμιτον ἦν παρ' αὐτοῖς τὸ κρεῶν μεταλαμβάνειν ἢ θυσιάζειν
αὐτοῖς. ἔφασκον γὰρ πεπλάσθαι ταῦτα τὰ βιβλία καὶ μηδὲν τούτων ὑπὸ τῶν πατέρων
γεγενῆσθαι. αὕτη ἦν ἡ τῶν Νασαραίων διαφορὰ πρὸς τὰς ἄλλας, ὡς καὶ πρὸς αὐτοὺς
ὁ ἔλεγχος οὐκ ἐν ἑνὶ τόπῳ, ἀλλὰ ἐν πολλοῖς ἐστι φανερός.
2. Πρῶτον μὲν <ἐν> τῷ ὁμολογεῖν αὐτοὺς τοὺς πατέρας καὶ πατριάρχας καὶ
Μωυσέα· ἄλλης γραφῆς γὰρ περὶ τούτων μὴ λεγούσης, πόθεν αὐτοῖς ἡ γνῶσις τῆς τῶν
πατέρων ὀνομασίας καὶ ἀριστείας, εἰ μὴ ἐξ αὐτῶν τῶν γραφῶν τῆς πεντατεύχου; καὶ
πῶς οἷόν τε ἐν ταὐτῷ εἶναι ἀληθὲς καὶ ψεῦδος καὶ ἐν μέρει τὴν γραφὴν ἀληθεύειν,
ἐν μέρει δὲ ψεύδεσθαι, τοῦ σωτῆρος λέγοντος «ἢ ποιήσατε τὸ δένδρον ἀγαθὸν καὶ
τοὺς καρποὺς ἀγαθοὺς ἢ τὸ δένδρον σαπρὸν καὶ τοὺς καρποὺς σαπρούς»· «οὐ δύναται
γὰρ δένδρον ἀγαθὸν καρποὺς σαπροὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς
ποιῆσαι». μάταιος τοίνυν αὐτῶν ἡ διάνοια καὶ ἡ εἰσήγησις, ἐκ πολλῶν ἔχουσα τὴν
ἀνατροπήν, ὡς ἄχρι τῆς δεῦρο οὐ μόνον τὰ ἐν ταῖς γραφαῖς ᾄδεται, ἀλλὰ καὶ οἱ
τόποι τῶν παραδοξοποιιῶν σῴζονται· πρῶτον ὅπου τὸ πρόβατον Ἀβραὰμ προσέφερε τῷ
θεῷ, ὄρος Σιὼν ἄχρι τῆς δεῦρο οὕτω καλούμενον, ἀλλὰ καὶ ὅπου ἡ δρῦς τῆς Μαμβρῆ,
ἔνθα τοῖς ἀγγέλοις παρετέθη ὁ μόσχος. εἰ δὲ Ἀβραὰμ ἀγγέλοις παρέθετο κρεῶν τὴν
ἑτοιμασίαν, ἀποδέων οὐκ ἦν αὐτὸς τῆς τούτων μετοχῆς.
3. Ἀλλὰ καὶ τοῦ προβάτου <τοῦ> τυθέντος ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ἔτι
παρ' Αἰγυπτίοις τυγχάνει ᾀδομένη ἡ παράδοσις καὶ παρὰ τοῖς εἰδωλολάτραις. ἐν
γὰρ τῷ καιρῷ, ὅτε τὸ πάσχα ἐγίνετο ἐκεῖσε (ἀρχὴ δὲ αὕτη γίνεται τοῦ ἔαρος ὅτε ἡ
πρώτη ἰσημερία) ἐκ μίλτεως λαμβάνουσι πάντες οἱ Αἰγύπτιοι κατὰ ἀγνωσίαν καὶ
χρίουσι μὲν τὰ πρόβατα, χρίουσι δὲ καὶ τὰ δένδρα, τὰς συκᾶς καὶ τὰ ἄλλα,
φημίζοντες καὶ λέγοντες ὅτι, φησί, τὸ πῦρ ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέφλεξέ ποτε τὴν
οἰκουμένην· τὸ δὲ σχῆμα τοῦ αἵματος τὸ πυρωπὸν ἀλεξητήριόν ἐστι τῆς τοσαύτης
πληγῆς καὶ τοιαύτης. πόθεν δὲ οὐκ ἔχομεν δεῖξαι περὶ τῆς ἀκολουθίας, ὡς ἔτι καὶ
δεῦρο τὰ λείψανα τῆς τοῦ Νῶε λάρνακος δείκνυται ἐν τῇ τῶν Καρδυαίων χώρᾳ. καὶ
πάντως δὲ εἰ ἐπιζητήσειέ τις καὶ ἀνερευνήσειε, καὶ τὰ λείψανα τοῦ θυσιαστηρίου
(ἐπείπερ ἀκόλουθόν ἐστιν) εὕροι ἂν ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους, ὅπου ἔμεινε Νῶε
ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ καὶ προσενέγκας ἀπὸ τῶν ζῴων τῶν καθαρῶν καὶ τῶν
στεάτων κυρίῳ τῷ θεῷ [ὅτε] ἤκουσεν «ἰδοὺ δέδωκά σοι τὰ πάντα ὡς λάχανα ἀγροῦ,
θῦσον καὶ φάγε». παρελεύσομαι δὲ καὶ ταύτης πάλιν τὸ ἐπείσακτον καὶ ἠλίθιον τῆς
αἱρέσεως, ἀρκεσθεὶς ταῖς προειρημέναις ὀλίγαις λέξεσιν, ἐνσπαρείσαις ὑπὸ τῆς
ἡμῶν βραχύτητος ἐνταῦθα πρὸς ἀντίθεσιν τῆς πλάνης τῆς προειρημένης αἱρέσεως.
Κατὰ Ὀσσαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως <Ϛ>, τῆς δὲ ἀκολουθίας
<ιθ>
1. Μετὰ ταύτην πάλιν ἄλλη τις αἵρεσις ταύταις παραπεπλεγμένη, ἡ τῶν Ὀσσαίων
καλουμένη. Ἰουδαῖοι δὲ οὗτοι ὡς καὶ αἱ προειρημέναι, ὑποκριταὶ τὸν τρόπον
δεινοὶ τὴν ἐπίνοιαν. ὡρμῶντο δὲ οὗτοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα περιέχει
παράδοσις, ἀπὸ τῆς Ναβατικῆς χώρας καὶ Ἰτουραίας, Μωαβίτιδός τε καὶ
Ἀριηλίτιδος, τῶν ἐπέκεινα τῆς κοιλάδος τῆς ἁλυκῆς οὕτως ἐν τῇ θείᾳ γραφῇ
κληθείσης ὑπερκειμένων χωρῶν· ἔστι δὲ αὕτη ἡ νεκρὰ καλουμένη θάλασσα. τοῦτο δὲ
τὸ γένος τῶν Ὀσσαίων ἑρμηνεύεται διὰ τῆς ἐκδόσεως τοῦ ὀνόματος στιβαρὸν γένος.
συνήφθη δὲ τούτοις μετέπειτα ὁ καλούμενος Ἠλξαῒ ἐν χρόνοις βασιλέως Τραιανοῦ
μετὰ τὴν τοῦ σωτῆρος παρουσίαν, ὃς ἐγένετο ψευδοπροφήτης· συνεγράψατο δὲ οὗτος
βιβλίον δῆθεν κατὰ προφητείαν ἢ ὡς κατὰ ἔνθεον σοφίαν· φασὶ δὲ καὶ ἄλλον τινὰ
Ἰεξαῖον εἶναι ἀδελφὸν τούτου. γέγονε δὲ οὗτος ὁ ἄνθρωπος πεπλανημένος τὸν
τρόπον ἀπατηλὸς τὴν γνώμην, ἀπὸ Ἰουδαίων ὁρμώμενος καὶ τὰ Ἰουδαίων φρονῶν, κατὰ
νόμον δὲ μὴ πολιτευόμενος, ἕτερα ἀνθ' ἑτέρων παρεισφέρων καὶ [τὴν] ἰδίαν αὑτῷ
αἵρεσιν πλάσας, ἅλας καὶ ὕδωρ καὶ γῆν καὶ ἄρτον καὶ οὐρανὸν καὶ αἰθέρα καὶ
ἄνεμον ὅρκον αὐτοῖς εἰς λατρείαν ὁρισάμενος· ποτὲ δὲ πάλιν ἄλλους μάρτυρας ἑπτὰ
ὁρισάμενος, τὸν οὐρανόν φημι καὶ τὸ ὕδωρ καὶ πνεύματα, <ὥς> φησιν, ἅγια
καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς καὶ τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν.
ἀπεχθάνεται δὲ τῇ παρθενίᾳ, μισεῖ δὲ τὴν ἐγκράτειαν, ἀναγκάζει δὲ γαμεῖν·
φαντασιώδη δέ τινα ὡς δῆθεν <ἐξ> ἀποκαλύψεως παρεισφέρει, ὑπόκρισιν δὲ
διδάσκει, φήσας μὴ εἶναι ἁμαρτίαν, εἰ καί <τις> παρατύχοι εἴδωλα
προσκυνήσας καιρῷ ἐνστάντος διωγμοῦ, ἐὰν μόνον ἐν τῇ συνειδήσει μὴ προσκυνήσῃ,
καὶ ὅ τι δἂν ὁμολογήσῃ στόματι, ἐν δὲ τῇ καρδίᾳ μή.
2. μάρτυρα δέ τινα παρεισφέρων οὐκ αἰσχύνεται ὁ ἀπατεών, λέγων Φινεές τινα
ἱερέα τῶν ἀπὸ γένους Λευί τε καὶ Ἀαρὼν καὶ τοῦ ἀρχαίου Φινεὲς ἐν τῇ Βαβυλῶνι
ἐπὶ τῆς αἰχμαλωσίας προσκυνήσαντα τὴν Ἄρτεμιν ἐν Σούσοις διαπεφευγέναι ὄλεθρον
θανάτου ἐπὶ Δαρείου τοῦ βασιλέως· ὥστε εἶναι αὐτοῦ τὰ πάντα ψευδῆ καὶ μάταια.
Οὗτος μὲν οὖν <ὡς> ἄνω <εἴρηται> συνῆπται τῇ προειρημένῃ αἱρέσει
τῇ τῶν Ὀσσαίων καλουμένῃ, ἧς ἔτι λείψανα καὶ δεῦρο ὑπάρχει ἐν τῇ αὐτῇ
Ναβατίτιδι γῇ τῇ καὶ Περαίᾳ πρὸς τῇ Μωαβίτιδι· ὅπερ γένος νυνὶ Σαμψαίων
καλεῖται. φαντάζονται δὲ δῆθεν καλεῖν τοῦτον δύναμιν ἀποκεκαλυμμένην, διὰ τὸ ἢλ
καλεῖσθαι δύναμιν, ξαῒ δὲ κεκαλυμμένον. ἠλέγχθη δὲ τὸ πᾶν τοῦ ἐπιτηδεύματος
φρύαγμα καὶ εἰς μεγάλην αἰσχύνην ὑπέπεσε παρὰ τοῖς δυναμένοις τὰ ἀληθῆ
κατανοεῖν τε καὶ ἀκριβοῦν *. ἔτι γὰρ καὶ δεῦρο ἐπὶ τῶν ἡμερῶν Κωνσταντίου τε
καὶ τῶν νῦν βασιλέων *. ἕως μὲν γὰρ Κωνσταντίου ἐκ τοῦ γένους αὐτοῦ τοῦ Ἠλξαῒ
Μαρθοῦς τις καὶ Μαρθάνα δύο ἀδελφαὶ ἐν τῇ αὐτῶν χώρᾳ ἀντὶ θεῶν προσεκυνοῦντο,
ὅτι δῆθεν ἐκ τοῦ σπέρματος τοῦ προειρημένου Ἠλξαῒ ὑπῆρχον. τέθνηκεν δὲ ἡ
Μαρθοῦς πρὸ ὀλίγου τοῦ χρόνου, Μαρθάνα δὲ εἰς ἔτι δεῦρο ὑπῆρχεν. ὧν καὶ τὰ
πτύσματα καὶ τὰ ἄλλα τοῦ σώματος ῥύπη ἀπεφέροντο οἱ πεπλανημένοι αἱρετικοὶ ἐν
ἐκείνῃ τῇ χώρᾳ, δῆθεν πρὸς ἀλέξησιν νοσημάτων. οὐ μὴν ἐνήργουν· ἀλλὰ τὸ
πεπλανημένον σοβαρὸν ἀεὶ καὶ πρὸς ἀπάτην ἕτοιμον· τυφλὸν γὰρ ἡ κακία καὶ
ἀσύνετον ἡ πλάνη.
3. Καὶ ἕως ποῦ κατατρίβομαι τὰ περὶ τοῦ γόητος τούτου φθεγγόμενος ὅσα τε
κατὰ τῆς ἀληθείας κατεψεύσατο, πρῶτον μὲν διδάσκων ἀπαρνησιθεΐαν καὶ ὑπόκρισιν,
βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας μετέχειν ἀπατᾶν τε τοὺς ἀκούοντας καὶ
ἀρνεῖσθαι τὴν ἰδίαν πίστιν στόματι καὶ μὴ ἔχειν ἁμαρτίαν φάσκων· ὡς εἶναι
ἀθεράπευτον τὸ αὐτῶν πάθος καὶ μὴ δυνάμενον διορθωθῆναι. εἰ γὰρ τὸ στόμα τὸ
ὁμολογοῦν τὴν ἀλήθειαν προετοιμάζεται εἰς ψεῦδος, ἆρά γέ τις αὐτοῖς ἂν
πιστεύσειε τὴν καρδίαν μὴ ἔχειν ἠπατημένην; ὁπότε διαρρήδην ἐκφωνεῖ ὁ θεῖος
λόγος διδάσκων ἐν πνεύματι ἁγίῳ ὅτι «καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι
δὲ ὁμολογεῖται εἰς σωτηρίαν». ἀλλὰ καὶ πάλιν δῆθεν μὲν Χριστὸν ὀνόματι
ὁμολογεῖ, λέγων ὅτι Χριστὸς ὁ μέγας βασιλεύς· οὐ μὴν πάνυ γε κατείληφα ἐκ τῆς
αὐτοῦ δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίβλου τῆς αὐτοῦ ληρῳδίας εἰ
περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑφηγήσατο· οὔτε γὰρ τοῦτο ὁρίζει, Χριστὸν δὲ
ἁπλῶς λέγει, ὡς ἐξ ὧν κατειλήφαμεν τινὰ ἕτερον σημαίνων ἢ προσδοκῶν. κωλύει γὰρ
εἰς ἀνατολὰς εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως, ἐπὶ τὰ Ἱεροσόλυμα δὲ
ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπὸ ἀνατολῶν εἰς δύσιν
προσέχειν τῇ Ἱερουσαλήμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ
ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπὸ μεσημβρίας εἰς ἄρκτον, ὡς πανταχόθεν τὸ πρόσωπον
ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ. καὶ ὅρα τὴν τοῦ ἀπατεῶνος φρενοβλάβειαν.
ἀναθεματίζει μὲν γὰρ θυσίας καὶ ἱερουργίας ὡς ἀλλοτρίας οὔσας θεοῦ καὶ μήτε
ὅλως θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας καὶ λέγει ἐκεῖ δεῖν
εὔχεσθαι εἰς Ἱερουσαλήμ, ὅπου ἦν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, <ὁ>
ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν καὶ τὰ ἄλλα καὶ τὸ θυσιαστήριον
τό τε πῦρ ὡς θεοῦ ἀλλότριον, τὸ δὲ ὕδωρ εἶναι δεξιὸν πῦρ δὲ ἀλλότριον εἶναι
φάσκων διὰ τούτων τῶν λέξεων· «τέκνα, μὴ πρὸς τὸ εἶδος τοῦ πυρὸς πορεύεσθε, ὅτι
πλανᾶσθε· πλάνη γάρ ἐστι τὸ τοιοῦτον. ὁρᾷς γάρ, φησίν, αὐτὸ ἐγγυτάτω καὶ ἔστιν
ἀπὸ πόρρωθεν· μὴ πορεύεσθε πρὸς τὸ εἶδος αὐτοῦ, πορεύεσθε δὲ μᾶλλον ἐπὶ τὴν
φωνὴν τοῦ ὕδατος.» καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα.
4. Εἶτα δὲ διαγράφει Χριστὸν τινὰ εἶναι δύναμιν, οὗ καὶ τὰ μέτρα σημαίνει,
εἰκοσιτεσσάρων μὲν σχοίνων τὸ μῆκος ὡς μιλίων ἐνενηκονταὲξ τὸ δὲ πλάτος σχοίνων
ἓξ μιλίων εἰκοσιτεσσάρων, καὶ τὸ πάχος ὁμοίως τερατευόμενος καὶ τοὺς πόδας καὶ
τὰ ἄλλα μυθολογήματα. εἶναι δὲ καὶ τὸ ἅγιον πνεῦμα καὶ αὐτὸ θήλειαν, ὅμοιον τῷ
Χριστῷ, ἀνδριάντος δίκην ὑπὲρ νεφέλην καὶ ἀνὰ μέσον δύο ὀρέων ἑστός. καὶ τὰ
ἄλλα σιωπήσω, ἵνα μὴ εἰς μυθολογίαν φαντασιάσω τὴν ἀκοὴν τῶν ἐντυγχανόντων τίσι
δὲ λόγοις καὶ κενοφωνίαις ὕστερον ἐν τῇ βίβλῳ ἀπατᾷ λέγων «μηδεὶς ζητήσῃ τὴν
ἑρμηνείαν, ἀλλ' ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω», καὶ αὐτὰ δῆθεν ἀπὸ Ἑβραϊκῆς
διαλέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν, οὐδὲν ὄντα τὰ παρ' αὐτῷ
φανταζόμενα. φάσκει γὰρ λέγειν «ἀβὰρ ἀνὶδ μωῒβ νωχιλὲ δαασὶμ ἀνὴ δαασὶμ νωχιλὲ
μωῒβ ἀνὶδ ἀβὰρ σελάμ», ἅτινα ἑρμηνευόμενα ἔχει τὴν σαφήνειαν ταύτην· «παρελθέτω
ταπείνωσις <ἡ> ἐκ τῶν πατέρων μου τῆς κατακρίσεως αὐτῶν καὶ καταπατήματος
αὐτῶν καὶ πόνου αὐτῶν, καταπατήματι ἐν κατακρίσει διὰ τῶν πατέρων μου, ἀπὸ
ταπεινώσεως παρελθούσης ἐν ἀποστολῇ τελειώσεως.» ἐπ' αὐτῷ δὲ πάντα πληροῦται
ταῦτα. κεκένωται γὰρ αὐτοῦ ἡ δύναμις καὶ ἡ πλάνη. εἰ δὲ ἓν ῥῆμα πρὸς ἓν θελήσει
τις κατὰ λεπτολογίαν ἀκοῦσαι ἑρμηνευόμενον, καὶ τοῦτο οὐκ ἂν ὀκνήσαιμεν
ποιῆσαι, ἀλλ' εἰς καθῆκον κατὰ πάντα τῶν βουλομένων λεπτολόγως ἀκούειν αὐτὰ δὴ
τὰ ῥήματα αὐτοῦ καὶ τὰς αὐτῶν ἑρμηνείας ἄντικρυς παραθησόμεθα, καὶ ἔστιν οὕτως·
ἀβάρ, παρελθέτω· ἀνίδ, ταπείνωσις· μωΐβ, ἡ ἐκ <τῶν> πατέρων μου· νωχιλέ,
τῆς κατακρίσεως αὐτῶν· δαασίμ, καὶ καταπατήματος αὐτῶν· ἀνή, καὶ πόνου αὐτῶν·
δαασίμ, καταπατήματι· νωχιλέ, ἐν κατακρίσει· μωΐβ, διὰ τῶν πατέρων μου· ἀνίδ,
ἀπὸ ταπεινώσεως· ἀβάρ, παρελθούσης· σελάμ, ἐν ἀποστολῇ τελειώσεως.
5. Αὕτη γοῦν ἡ αἵρεσις ἡ τῶν Ὀσσηνῶν ἄνω προειρημένη, ἡ πολιτευομένη μὲν τὴν
τῶν Ἰουδαίων πολιτείαν κατὰ τὸ σαββατίζειν τε καὶ περιτέμνεσθαι καὶ τοῦ νόμου
ποιεῖν τὰ πάντα· μόνον δὲ <τῷ> ἀπαγορεύειν τὰς βίβλους <Μωυσέως>
ὁμοίως τοῖς Νασαραίοις σχίσμα [δὲ] ἐργάζεται αὕτη, διαφερομένη πρὸς τὰς ἄλλας
ἓξ τούτων τῶν ἑπτὰ αἱρέσεων. ἀρκέσει γοῦν εἰς ἀνατροπὴν ταύτης τὸ εἶναι αὐτὴν
ἀλλοτρίαν θεοῦ *, τοῦ κυρίου σαφῶς λέγοντος ὅτι «οἱ ἱερεῖς ἐν τῷ ἱερῷ βεβηλοῦσι
τὸ σάββατον». ἡ δὲ βεβήλωσις τοῦ σαββάτου τίς αὕτη ἀλλ' ὅτι ἔργον οὐδεὶς
εἰργάζετο ἐν τῷ σαββάτῳ, ἐν δὲ τῷ ἱερῷ οἱ ἱερεῖς θυσίαν ἐπιτελοῦντες ἔλυον τὸ
σάββατον, βεβηλοῦντες διὰ τὴν ἐνδελεχῆ τῶν ζῴων θυσίαν;
Καὶ παρελεύσομαι καὶ ταύτην τὴν αἵρεσιν. συνῆπται γὰρ οὗτος πάλιν ὁ Ἠλξαῒ
τοῖς μετὰ τὸν Χριστὸν Ἐβιωναίοις, ἀλλὰ καὶ τοῖς Ναζωραίοις τοῖς μετέπειτα
γεγονόσι. καὶ κέχρηνται αὐτῷ τέσσαρες αἱρέσεις, ἐπειδὴ θέλγονται τῇ αὐτοῦ
πλάνῃ· <ἡ> Ἐβιωναίων τε τῶν μετέπειτα <γεγονότων καὶ> Ναζωραίων,
Ὀσσαίων τε τῶν πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ καὶ Νασαραίων τῶν ἄνω μοι προδεδηλωμένων.
Αὕτη δὲ ἡ <ἕκτη> αἵρεσις τῶν ἑπτὰ τῶν ἐν Ἱεροσολύμοις, αἵτινες
ἐνέμειναν ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας καὶ μετὰ τὴν τοῦ Χριστοῦ ἔνσαρκον
παρουσίαν ἄχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως, ἥτις γέγονεν ὑπὸ Τίτου βασιλέως,
ἀδελφοῦ Δομετιανοῦ υἱοῦ δὲ Οὐεσπασιανοῦ, ἐν τῷ δευτέρῳ ἔτει τῆς τοῦ πατρὸς
αὐτοῦ Οὐεσπασιανοῦ βασιλείας. μετὰ δὲ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ἐπέμεινεν ἥ τε
αὐτὴ καὶ αἱ ἄλλαι ὀλίγῳ τῷ χρόνῳ φημιζόμεναι αἱρέσεις, Σαδδουκαίων φημὶ καὶ
Γραμματέων, Φαρισαίων τε καὶ Ἡμεροβαπτιστῶν Ὀσσαίων τε καὶ Νασαραίων καὶ
Ἡρῳδιανῶν, ἄχρις οὗ κατὰ καιρὸν καὶ κατὰ χρόνον ἑκάστη αὐτῶν διασκορπισθεῖσα
διελύθη.
6. Ἀρκετῶς δὲ ἔχει ἀπ' αὐτῆς τῆς αὐτῶν φρενοβλαβείας καὶ τῶν ῥημάτων τοῦ
κηρύγματος τοῦ δηλητηρίου ἰοῦ ἀλεξητήριον ἑαυτῷ πάντα νουνεχῆ κατασκευάσαι,
καταγνόντα τῆς συρφετώδους αὐτῶν διδασκαλίας τε καὶ λαλιᾶς, καὶ μάλιστα τοῦ
κυρίου εὐθὺς λέγοντος ἔν τε τῷ νόμῳ καὶ ἐν τῷ εὐαγγελίῳ «οὐκ ἔσονταί σοι θεοὶ
ἕτεροι» «οὐ λήψῃ ὄνομά τινος ἑτέρου ἐπὶ ὅρκῳ», καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ
λέγοντος «μὴ ὀμνύναι μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἕτερόν τινα ὅρκον, ἀλλ'
ἤτω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ περισσότερον γὰρ τούτων ἐκ τοῦ πονηροῦ
ὑπάρχει». ἐγὼ δὲ περὶ τούτου νομίζω θεσπίσαι τὸν κύριον διὰ τὸ μέλλειν τινὰς
λέγειν ἐν ἄλλοις ὀνόμασιν ὅρκον προβάλλεσθαι· πρῶτον μὲν οὖν ὅτι οὐ δεῖ ὀμνύναι
οὔτε αὐτὸν τὸν κύριον οὔτε ἄλλον τινὰ ὅρκον· <ἐκ> τοῦ γὰρ πονηροῦ ἐστι τὸ
ὀμνύναι. πονηρὸς δὲ ἄρα καὶ ὁ ἐν τῷ Ἠλξαῒ λαλήσας, ὁ καταναγκάσας οὐ μόνον ἐν
θεῷ ὀμνύναι, ἀλλὰ καὶ ἐν ἁλὶ καὶ ἐν ὕδατι καὶ <ἐν ἄρτῳ καὶ> ἐν αἰθέρι καὶ
ἐν ἀνέμῳ καὶ ἐν τῇ γῇ καὶ ἐν οὐρανῷ. ἀρκετὸν δὲ ὡς ἐν παρόδῳ διὰ τῶν δύο λόγων
πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πλάνης ἀντιδότῳ χρήσασθαι τὸν βουλόμενον ἰατρευθῆναι.
παρελθὼν δὲ τούτου τὴν ἐρεσχελίαν καὶ τὸ ὕπουλον ταύτης τῆς αἱρέσεως ἐφεξῆς
ποιήσομαι τῆς ἑβδόμης αἱρέσεως τὸν ἔλεγχον, τῆς παρὰ τοῖς αὐτοῖς τότε
νομιτευομένης. καὶ ἔστιν αὕτη·
Κατὰ Ἡρῳδιανῶν, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως <ζ>, τῆς δὲ ἀκολουθίας
<κ>
1. Μετὰ ταύτην δὲ καὶ μετὰ ταύτας πάλιν ἑβδόμη ἦν Ἡρῳδιανῶν καλουμένη. οὐδὲν
δὲ ἔσχον τι παρηλλαγμένον οὗτοι, ἀλλὰ ὅλοι Ἰουδαῖοι <ἦσαν> ἀργοί τε καὶ
ὑποκριταί. Ἡρῴδην δὲ οὗτοι ἡγοῦντο Χριστόν, Χριστὸν τὸν ἐν πάσαις γραφαῖς νόμου
τε καὶ προφητῶν προσδοκώμενον νομίσαντες αὐτὸν εἶναι τὸν Ἡρῴδην, καὶ ἐπ' αὐτῷ
ἀπατώμενοι ἐσεμνύνοντο τῷ Ἡρῴδῃ, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες (μετὰ τοῦ καὶ εἰς
χάριν τοῦ τότε βασιλέως κενοδοξῆσαι) τοῦ εἰρημένου «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα
οὔτε ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται» ἢ ὡς ἔχει τὰ ἄλλα
ἀντίγραφα «ἕως ἔλθῃ ᾧ τὰ ἀποκείμενα»· ἐπειδήπερ ὁ Ἡρῴδης υἱὸς Ἀντιπάτρου ἐτύγχανεν
Ἀσκαλωνίτου τινὸς ἱεροδούλου Ἀπόλλωνος τοῦ εἰδώλου· οὗ ὁ πατὴρ τοῦ αὐτοῦ
Ἀντιπάτρου Ἡρῴδης μὲν ἦν τοὔνομα, υἱὸς δὲ ἦν καὶ αὐτὸς Ἀντιπάτρου. αἰχμάλωτος
δὲ ἤχθη ὑπὸ Ἰδουμαίων ὁ αὐτὸς Ἀντίπατρος κἀκεῖσε ἐν τῇ Ἰδουμαίᾳ διατρίβων
ἐγέννησε τὸν Ἡρῴδην. τοῦ δὲ πατρὸς πένητος ὄντος καὶ μὴ δυναμένου λύτροις
ῥύσασθαι τὸν υἱόν, λέγω δὴ τὸν Ἀντίπατρον, ἔμεινε πολλῷ τῷ χρόνῳ δουλεύων·
ὕστερον δὲ ἐλυτρώθη ἐξ ἐράνου τῶν πολιτῶν σὺν τῷ παιδίῳ Ἡρῴδῃ καὶ μετῆλθεν εἰς
τὰ οἰκεῖα. διόπερ τινὲς αὐτὸν λέγουσιν Ἰδουμαῖον, ἄλλοι δὲ Ἀσκαλωνίτην ἴσασιν.
ὕστερον δὲ ἐφιλιώθη † Δημητρίῳ καὶ ἐπίτροπος κατέστη ἐπὶ τῆς Ἰουδαίας, ἐν
γνώσει τε γέγονεν Αὐγούστῳ βασιλεῖ καὶ ἀπὸ τοῦ ἐπιτροπεύειν προσηλυτεύει,
περιτέμνεταί τε αὐτὸς καὶ περιτέμνει Ἡρῴδην τὸν υἱόν, εἰς ὃν ἦλθεν ὁ κλῆρος τῆς
τῶν Ἰουδαίων βασιλείας· ἦν δὲ βασιλεὺς ἐν τῇ Ἰουδαίᾳ ὑπὸ βασιλέα Αὔγουστον
ὑπόσπονδος ὑπάρχων. ἐπὶ οὖν ἐξ ἀλλοφύλων οὗτος βασιλεύει, κατὰ διαδοχὴν δὲ
διήρκεσεν ἀπὸ τοῦ Ἰούδα καὶ ἀπὸ τοῦ Δαυὶδ τὸ βασίλειον καὶ οἱ ἐκ τοῦ Ἰούδα
ἄρχοντες καὶ πατριάρχαι <ἐξέλιπον>, μετέστη δὲ τὸ βασίλειον εἰς
ἀλλόφυλον, πιθανὸν ἔδοξεν [ἐν] τῇ ὑπολήψει τῶν πεπλανημένων τὸ ἀπατηθῆναι καὶ
νομίσαι αὐτὸν Χριστὸν εἶναι, ἀπὸ τῆς ἀκολουθίας τοῦ προειρημένου ῥητοῦ τοῦ «οὐκ
ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται», ὡς εἶναι τοῦτο <οὕτως>
παρ' αὐτοῖς νοητέον, ὅτι τούτῳ ἀπέκειτο, φησίν· ἐξέλιπον γὰρ ἐκεῖνοι καὶ οὗτος
οὐκ ἀπὸ γένους τοῦ Ἰούδα, ἀλλ' οὔτε ὅλως τοῦ Ἰσραὴλ ὑπάρχει· τ<οι>ούτῳ δὲ
ἀπέκειτο <τὸ> εἶναι Χριστόν.
2. ἀλλ' ἐλέγχει αὐτοὺς ἡ ἀκολουθία φάσκουσα ὅτι «αὐτὸς προσδοκία ἐθνῶν καὶ
ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». ποῖον δὲ τῶν ἐθνῶν ἐπὶ Ἡρῴδῃ ἤλπισεν; ποία δὲ
προσδοκία ἐθνῶν Ἡρῴδην καραδοκεῖ; πῶς δὲ παρ' αὐτοῖς ἐπληροῦτο τό «ἐκοιμήθη ὡς
λέων καὶ ὡς σκύμνος λέοντος, τίς ἐξεγερεῖ αὐτόν»; ποῦ δὲ «ἔπλυνεν ἐν αἵματι τὴν
στολὴν αὐτοῦ» ὁ Ἡρῴδης ἢ «ἐν αἵματι σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ», ὡς ὁ κύριος
ἡμῶν Ἰησοῦς Χριστὸς τὸ σῶμα αὐτοῦ ῥαντίσας αἵματι τῷ ἰδίῳ καὶ ἐν αἵματι
σταφυλῆς τὸ περιβόλαιον αὐτοῦ; ἀλλὰ «νόει ὃ λέγω. δώσει γάρ σοι ὁ κύριος
σύνεσιν ἐν πᾶσιν.» ἵνα γὰρ δείξῃ τὸ καθάρσιον τῆς τοῦ λαοῦ τοῦ κυρίου
καταστάσεως, ἦλθεν διὰ τοῦ ἰδίου αἵματος τῆς διδασκαλίας καθᾶραι τοὺς ὀδόντας
τῶν ἀνθρώπων τοὺς εἰς αἷμα κνίσης καὶ ἀθεμίτου θυσίας μεμολυσμένους. καὶ τί μοι
τὰ πλήθη λέγειν; πολλὰ γάρ ἐστι καὶ οὐκ ἐνδέχεται ὁ χρόνος πρὸς ἀντίθεσιν τῶν
προειρημένων αἱρέσεων ἐπιμηκύνειν τὸν λόγον.
3. Ἀλλ' αὗται μὲν αἱ ἑπτὰ ἦσαν ἐν Ἰσραήλ, ἐν τῇ Ἱερουσαλὴμ καὶ ἐν τῇ
Ἰουδαίᾳ, αἱ δὲ τέσσαρες αἱ προειρημέναι παρὰ Σαμαρείταις ἐν τῇ Σαμαρείᾳ· αἱ
πλείους δὲ καθῃρέθησαν. οὐκέτι γὰρ Γραμματεῖς, οὐκέτι Φαρισαῖοι, οὐκέτι
Σαδδουκαῖοι, οὐκέτι Ἡμεροβαπτισταί, οὐκέτι Ἡρῳδιανοί· μόνοι δέ τινες ἐν σπάνει
εὑρίσκονται εἴπου εἷς ἢ δύο Νασαρηνοὶ ὑπὲρ τὴν ἄνω Θηβαΐδα καὶ ἐπέκεινα τῆς
Ἀραβίας καὶ Ὀσσαίων τὸ λεῖμμα, οὐκέτι ἰουδαΐζον ἀλλὰ συναφθὲν Σαμψίταις τοῖς
κατὰ διαδοχὴν ἐν τοῖς πέραν τῆς νεκρᾶς θαλάσσης ὑπερκειμένοις *· νυνὶ δὲ τῇ τῶν
Ἐβιωναίων αἱρέσει συνήφθησαν. καὶ γέγονε λῆξαι μὲν αὐτοὺς ἀπὸ Ἰουδαϊσμοῦ, ὥσπερ
δὲ ῥίζαν τμηθῆναι ἢ σῶμα ἑρπετοῦ καὶ ἐξ αὐτοῦ φῦναι δικέφαλον καὶ ἄρριζον ὄφιν
ἐν ἑνὶ σώματι ἡμιτόμῳ ἐκπεφυκότα καὶ ἐξηρτημένον.
Ἕως ὧδε ἡ περὶ τῶν τεσσάρων αἱρέσεων τῶν Σαμαρειτῶν διαλογὴ καὶ τῶν ἑπτὰ τῶν
Ἰουδαίων, ἐξ ὧν οὐκέτι φέρονται <ἀλλ'> ἢ τρεῖς μόναι τῶν Σαμαρειτῶν, λέγω
δὴ <ἡ> Γοροθηνῶν τε καὶ Δοσιθέων καὶ Σεβουαίων, Ἐσσηνῶν δὲ οὐ πάνυ, ἀλλ'
ὡς ἐν σκότῳ τεθαμμένων· παρὰ δὲ τοῖς Ἰουδαίοις οὐκέτι ἀλλ' ἢ Ὀσσαίων καὶ
Νασαραίων ὀλίγοι ἀφωρισμένοι. Ὀσσαῖοι δὲ μετέστησαν ἀπὸ Ἰουδαϊσμοῦ εἰς τὴν τῶν
Σαμψαίων αἵρεσιν, οἵτινες οὐκέτι οὔτε Ἰουδαῖοι ὑπάρχουσιν οὔτε Χριστιανοί.
ταῦτά μοι περὶ τῶν προειρημένων ἕως ὧδε ἐχέτω.
Ἐνδημία Χριστοῦ καὶ ἐνσάρκου παρουσίας καὶ ἀληθείας πρόσωπον·ἡ μία καὶ μόνη
οὖσα τοῦ θεοῦ πίστις
1. Εὐθὺς δὲ ἐπεδήμησεν κατὰ πόδας ἡ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος
παρουσία, ἥτις κατέλαβε τὰς προειρημένας ἑπτὰ αἱρέσεις ἐν Ἱεροσολύμοις. ἔσβεσε
δὲ ταύτας ἡ αὐτοῦ δύναμις καὶ διεσκέδασε. λοιπὸν δὲ μετὰ τὴν αὐτοῦ ἐπιδημίαν αἱ
μετέπειτα πᾶσαι γεγόνασιν αἱρέσεις, λέγω δὴ μετὰ τὸ εὐαγγελισθῆναι Μαριὰμ ἐν
Ναζαρὲτ διὰ τοῦ Γαβριὴλ καὶ μετὰ πᾶσαν ἁπλῶς τὴν ἔνσαρκον τοῦ κυρίου παρουσίαν
εἴτουν ἀνάληψιν. ηὐδόκησε γὰρ ὁ θεὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων τὸν ἴδιον υἱὸν
κατελθόντα ἐν μήτρᾳ παρθενικῇ συλληφθῆναι, Λόγον ὄντα ἀπ' οὐρανοῦ, ἐκ κόλπων
πατρῴων γεγεννημένον ἀχρόνως καὶ ἀνάρχως, ἐλθόντα δὲ ἐπ' ἐσχάτων τῶν ἡμερῶν,
θεὸν Λόγον ὄντα ἐκ θεοῦ πατρὸς ἀληθινῶς γεγεννημένον, ὁμοούσιον ὄντα τῷ πατρὶ
καὶ οὐδὲν παρὰ τὸν πατέρα ἠλλοιωμένον, ἀλλὰ ἄτρεπτον ὄντα καὶ ἀναλλοίωτον,
ἀπαθῆ τε καὶ ὅλως μὴ πάσχοντα, συμπάσχοντα δὲ τῷ ἡμετέρῳ γένει, κατελθόντα ἀπ'
οὐρανοῦ, ἐγκυμονηθέντα οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλὰ διὰ πνεύματος ἁγίου,
ἀληθινῶς σῶμα ἀπὸ Μαρίας ἐσχηκότα, ἀναπλάσαντα ἑαυτῷ τὴν σάρκα ἀπὸ τῆς μήτρας
τῆς ἁγίας παρθένου καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφότα καὶ νοῦν καὶ πᾶν εἴ τί
ἐστιν ἄνθρωπος χωρὶς ἁμαρτίας εἰς ἑαυτὸν τῇ ἑαυτοῦ θεότητι συνενώσαντα,
γεγεννημένον τε ἐν Βηθλεέμ, περιτμηθέντα ἐν τῷ σπηλαίῳ, προσενεχθέντα ἐν
Ἱεροσολύμοις, ἐναγκαλισθέντα ὑπὸ Συμεῶνος, ἀνθομολογηθέντα ὑπὸ Ἄννης τῆς τοῦ
Φανουὴλ προφήτιδος, ἀπενεχθέντα εἰς Ναζαρέτ, ἐλθόντα τῷ ἑξῆς ἐνιαυτῷ ὀφθῆναι
ἐνώπιον κυρίου εἰς Ἱερουσαλήμ, γενόμενόν τε ἐν Βηθλεὲμ διὰ τὴν συγγένειαν ὑπὸ
τῆς μητρὸς βασταζόμενον, αὖθις πάλιν εἰς Ναζαρὲτ ἀπενεχθέντα καὶ κατὰ δευτέραν
περίοδον ἐνιαυτοῦ εἰς τὰ Ἱεροσόλυμα καὶ Βηθλεὲμ ἐληλυθότα, βασταζόμενον ὡσαύτως
ὑπὸ τῆς ἰδίας μητρός, ἐν Βηθλεὲμ δὲ ἐν οἰκίᾳ κατελθόντα σὺν τῇ ἰδίᾳ μητρὶ καὶ
Ἰωσὴφ γέροντι ὄντι σὺν τῇ Μαρίᾳ δὲ ὄντι, κἀκεῖσε τῷ δευτέρῳ ἔτει τῆς αὐτοῦ
γεννήσεως κατοπτευθέντα ὑπὸ τῶν μάγων προσκυνηθέντα δῶρα λαβόντα καὶ ἐν αὐτῇ τῇ
νυκτὶ [ὑπὸ] ἀγγέλου τῷ Ἰωσὴφ χρηματίσαντος εἰς Αἴγυπτον παραληφθέντα, ἐκεῖθεν
πάλιν διὰ δύο ἐτῶν ἐπανεληλυθότα, τελευτήσαντος τοῦ Ἡρῴδου, Ἀρχελάου τε
διαδεξαμένου.
2. Τῷ γὰρ τριακοστῷ τρίτῳ Ἡρῴδου, τεσσαρακοστῷ δὲ δευτέρῳ Αὐγούστου τοῦ
βασιλέως, γεννᾶται ὁ σωτὴρ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. κάτεισι δὲ εἰς Αἴγυπτον τῷ
τριακοστῷ πέμπτῳ Ἡρῴδου, ἄνεισι δὲ ἀπὸ τῆς Αἰγύπτου μετὰ τὴν Ἡρῴδου τελευτήν.
διὸ ἐπὶ τριάκοντα καὶ ἑπτὰ ἔτεσι τῆς αὐτῆς τοῦ Ἡρῴδου ἀρχῆς ἦν ὁ παῖς τεσσάρων
ἐτῶν, ὅτε Ἡρῴδης τριάκοντα ἑπτὰ πληρώσας κατέστρεψε τὸν βίον. Ἀρχέλαος δὲ ἐννέα
ἔτη βασιλεύει, οὗ ἐν ἀρχῇ τῆς βασιλείας ἐξιὼν Ἰωσὴφ ἀπ' Αἰγύπτου ἅμα τῇ Μαρίᾳ
καὶ τῷ παιδί, ἀκούσας τὸν Ἀρχέλαον βασιλεύειν ἀνεχώρησεν εἰς τὰ μέρη τῆς
Γαλιλαίας καὶ κατῴκησεν τότε εἰς Ναζαρέτ. Ἀρχέλαος δὲ γεννᾷ τὸν Ἡρῴδην τὸν
νεώτερον, καὶ βασιλεύει Ἡρῴδης οὗτος τῷ ἐνάτῳ ἔτει τῆς τοῦ πατρὸς βασιλείας
Ἀρχελάου κατὰ διαδοχήν. καὶ γέγονε λογιζόμενα δεκατρία ἔτη τῇ ἐνσάρκῳ Χριστοῦ
παρουσίᾳ. ὀκτωκαιδεκάτῳ δὲ ἔτει Ἡρῴδου τοῦ καὶ Ἀγρίππα ἐπικληθέντος ἤρξατο ὁ
Ἰησοῦς τοῦ κηρύγματος καὶ τὸ βάπτισμα τὸ ἀπὸ Ἰωάννου τότε λαμβάνει καὶ κηρύσσει
ἐνιαυτὸν δεκτόν, ὑπ' οὐδενὸς ἀντιλεγόμενος, οὔτε ὑπὸ Ἰουδαίων οὔτε ὑπὸ Ἑλλήνων
οὔτε ὑπὸ Σαμαρειτῶν οὔτε ὑπό τινος ἑτέρου. ἔπειτα ἀντιλεγόμενος ἐκήρυξεν
ἐνιαυτὸν δεύτερον καὶ γέγονεν ἐννεακαίδεκα ἔτη τῷ αὐτῷ Ἡρῴδῃ, τῷ δὲ σωτῆρι
τριακοστὸν δεύτερον. ἐν δὲ τῷ εἰκοστῷ ἔτει τοῦ Ἡρῴδου τοῦ τετράρχου καλουμένου
γίνεται τὸ σωτήριον πάθος καὶ ἡ ἀπάθεια, ἡ θανάτου γεῦσις γεῦσίς τε θανάτου
ἄχρι σταυροῦ, πάσχοντος ἐν ἀληθείᾳ, ἀπαθοῦς δὲ μένοντος ἐν θεότητι («Χριστοῦ
γὰρ παθόντος ὑπὲρ ἡμῶν σαρκί» φησὶν ἡ θεία γραφὴ καὶ πάλιν «θανατωθεὶς σαρκί, ζωοποιηθεὶς
δὲ πνεύματι» καὶ τὰ ἑξῆς), σταυροῦται θάπτεται κατέρχεται εἰς τὰ καταχθόνια ἐν
θεότητι καὶ ἐν ψυχῇ, αἰχμαλωτεύει τὴν αἰχμαλωσίαν καὶ ἀνίσταται τῇ τρίτῃ ἡμέρᾳ
σὺν αὐτῷ τῷ ἁγίῳ σώματι, συνενώσας τὸ σῶμα τῇ θεότητι, μηκέτι λυόμενον μηκέτι
πάσχον μηκέτι ὑπὸ θανάτου κυριευόμενον (ὥς φησιν ὁ ἀπόστολος «θάνατος αὐτοῦ
οὐκέτι κυριεύει»),
3. αὐτὸ τὸ σῶμα ἀληθινῶς αὐτὴν τὴν σάρκα αὐτὴν τὴν ψυχὴν αὐτὰ τὰ πάντα· οὐκ
ἄλλο τι παρὰ τὸ ὂν σῶμα, ἀλλ' αὐτὸ τὸ ὂν ἐνδυναμώσας καὶ ἑνώσας εἰς μίαν
ἑνότητα εἰς μίαν θεότητα, τὸ σαρκικὸν ἄφθαρτον τὸ σωματικὸν πνευματικὸν τὸ
παχυμερὲς λεπτομερὲς τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθοράν, μὴ
καταλειφθείσης τῆς ψυχῆς ἐν Ἅιδῃ, μὴ μερισθέντος τοῦ ὀργάνου πρὸς ἁμαρτίαν, μὴ
χρανθέντος τοῦ νοῦ τροπῇ, ἀλλὰ τὰ ὅλα μὲν ἀνθρώπου λαβών, φυλάξας δὲ ὅλα
τέλεια, ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους
χρείας, λέγω δὴ τὰς ἐκ σώματός τε καὶ ψυχῆς καὶ ἐκ νοῦ ἀνθρωπίνου * πιστουμένας
τὴν πληροφορίαν, τουτέστιν πείνῃ καὶ δίψῃ, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δάκρυσί τε καὶ
ὕπνῳ, καμάτῳ καὶ ἀναπαύσει. ταῦτα γὰρ οὐχ ἁμαρτίας εἶδος, ἀλλ' ἐνανθρωπήσεως
ἀληθεστάτης γνώρισμα, ἀληθείᾳ τῆς θεότητος συνούσης τῇ ἐνανθρωπήσει, οὐ τὰ
ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα καὶ τὰ ἐκτὸς
ἁμαρτίας καὶ τροπῆς ἀπηγορευμένης ὑπάρχοντα. ἀλλὰ καὶ ἀνέστη καὶ θυρῶν
κεκλεισμένων εἰσῆλθεν, ἵνα τὸ παχυμερὲς λεπτομερὲς ἀποδείξῃ, αὐτὸ τὸ ὂν σὺν
σαρκὶ καὶ ὀστέοις. μετὰ γὰρ τὸ εἰσελθεῖν ἔδειξε χεῖρας καὶ πόδας καὶ πλευρὰν
νενυγμένην, ὀστέα τε καὶ νεῦρα καὶ τὰ ἄλλα, ὡς μὴ εἶναι φαντασίαν τὸ ὁρώμενον·
πίστεώς τε καὶ ἐλπίδος τῆς ἡμετέρας τὴν ὑπόσχεσιν ἐποιεῖτο, δι' ἑαυτοῦ τὰ ὅλα
τελειώσας. καὶ συναλίζεται οὐ δοκήσει ἀλλὰ ἀληθείᾳ, παιδεύων τε ἐδίδαξε
βασιλείαν οὐρανῶν κηρύσσειν ἐν ἀληθείᾳ, τὸ μέγα καὶ κορυφαιότατον * σημαίνων
τοῖς μαθηταῖς καὶ λέγων «μαθητεύσατε τὰ ἔθνη», τουτέστιν μεταβάλετε τὰ ἔθνη ἀπὸ
κακίας εἰς ἀλήθειαν, ἀπὸ αἱρέσεων εἰς μίαν ἑνότητα, «βαπτίζοντες αὐτοὺς εἰς
ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος», εἰς τὴν κυριακὴν ὀνομασίαν τῆς
τριάδος, τὴν ἁγίαν καὶ βασιλικὴν σφραγῖδα, ἵνα δείξῃ ἐκ τοῦ ὀνόματος μηδεμίαν
ἀλλοίωσιν εἶναι τῆς μιᾶς ἑνότητος. ὅπου γὰρ οἱ βαπτιζόμενοι κελεύονται ὑπ'
αὐτοῦ <σφραγίζεσθαι> εἰς ὄνομα πατρός, ἀσφαλὴς ἡ δοξολογία· «εἰς ὄνομα
υἱοῦ» οὐκ ἀποδεόντως ἡ ἐπίκλησις· «εἰς ὄνομα ἁγίου πνεύματος» οὐ διῃρημένος ὁ
σύνδεσμος οὐδὲ ἀπηλλοτριωμένος, τῆς μιᾶς θεότητος ἔχων τὴν σφραγῖδα.
4. Καὶ ἀνελήφθη εἰς οὐρανὸν ἐν αὐτῷ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ νῷ,
συνενώσας εἰς μίαν ἑνότητα καὶ μίαν πνευματικὴν ὑπόστασιν καὶ ἔνθεον
ἀποτελέσας, ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, πέμψας κήρυκας εἰς ὅλην τὴν
οἰκουμένην, Σίμωνα Πέτρον, Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην τοὺς
υἱοὺς Ζεβεδαίου οὓς πάλαι ἐξελέξατο, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον Θωμᾶν
τε καὶ Ἰούδαν καὶ Θαδδαῖον, Σίμωνα τὸν ζηλωτήν· Ἰούδας γὰρ ὁ Ἰσκαριώτης, εἰ καὶ
πρώην ἐν τοῖς δώδεκα ἐψηφίζετο, προδότης γενόμενος ἀπετμήθη τοῦ ἁγίου τῶν
ἀποστόλων καταλόγου. ἀπέστειλεν δὲ καὶ ἄλλους ἑβδομήκοντα δύο κηρύττειν, ἐξ ὧν
ἦσαν οἱ ἑπτὰ οἱ ἐπὶ τῶν χηρῶν τεταγμένοι, Στέφανος Φίλιππος Πρόχορος Νικάνωρ
Τίμων Παρμενᾶς καὶ Νικόλαος, πρὸ τούτων δὲ Ματθίας ὁ ἀντὶ Ἰούδα συμψηφισθεὶς
μετὰ τῶν ἀποστόλων· μετὰ τούτους δὲ τοὺς ἑπτὰ καὶ Ματθίαν τὸν πρὸ αὐτῶν Μάρκον
καὶ Λουκᾶν, Ἰοῦστον, Βαρνάβαν καὶ Ἀπελλῆν, Ῥοῦφον, Νίγερα καὶ <τοὺς>
λοιποὺς τῶν ἑβδομήκοντα δύο. μετ' αὐτοὺς δὲ πάντας καὶ σὺν αὐτοῖς Παῦλον τὸν
ἅγιον ἀπόστολον διὰ φωνῆς ἰδίας ἀπ' οὐρανοῦ ἀπόστολον ὁμοῦ καὶ κήρυκα ἐθνῶν καὶ
πληρωτὴν ἀποστολικῆς διδασκαλίας ἐξελέξατο· ὃς εὑρίσκει τὸν ἅγιον Λουκᾶν, ὄντα
τῶν ἑβδομήκοντα δύο τῶν διεσκορπισμένων, <ὃν> ἐπιστρέψας καὶ ἀκόλουθον
ἑαυτῷ ποιήσας συνεργὸν τοῦ εὐαγγελίου ὁμοῦ καὶ ἀπόστολον <ἀπέδειξεν>. καὶ
οὕτως ἐτελέσθη ἡ πᾶσα εὐαγγελικὴ πραγματεία ἕως τούτου τοῦ χρόνου.
Ἔσται δέ μοι ὁ λόγος ἕως ὧδε περὶ τῶν εἴκοσι αἱρέσεων καὶ τῆς κατὰ δύναμιν
ἀκολουθίας ἐν συντόμῳ μοι εἰρημένης εὐαγγελικῆς φωταγωγίας τῆς ἐν κόσμῳ διὰ τοῦ
Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ γεγενημένης, οἷς τὰ ὅμοια συλλέξαι καὶ παραθέσθαι
τὰ προθεσπίσματά τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ ψαλμῶν καὶ τῶν ἄλλων
τὰς ἀκολουθίας καὶ ἀγωγὰς ἔνεστιν ἰδεῖν καὶ τὴν ἀκρίβειαν καταλαβέσθαι, ὡς οὐ
νόθος ἀλλὰ ἀληθὴς καὶ προκαταγγελθεῖσα ἀπὸ τῆς παλαιᾶς διαθήκης καὶ ἀναμφίβολός
ἐστιν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία. ἵνα δὲ μὴ εἰς
ὄγκον παρεκτείνω τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι.
Προϊὼν δὲ ἐφεξῆς τὰς μετέπειτα τῷ βίῳ ἐπιφυείσας ἐπὶ κακῇ προφάσει δόξας
ὁμοίως διαγορεύσω, ἤδη τὰς ἕνδεκα τὰς ἀπὸ Ἰουδαίων καὶ Σαμαρειτῶν καὶ τὰς πρὸ
αὐτῶν ἐννέα ἐξ Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν ἄλλων γενομένας πρὸ τῆς τοῦ κυρίου
παρουσίας καὶ ἕως αὐτοῦ τοῦ χρόνου μετρίως ἀπαριθμησάμενος.
Κατὰ Σιμωνιανῶν πρώτη μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν μόνην οὖσαν, τῆς δὲ
ἀκολουθίας <κα>
1. Σίμωνος γίνεται τοῦ μάγου πρώτη αἵρεσις ἀπὸ Χριστοῦ καὶ δεῦρο ἀρξαμένη,
οὖσα αὕτη τῶν εἰς ὄνομα Χριστοῦ οὐκ ὀρθῶς οὐδὲ εὐαγῶς <πιστευόντων>, ἀλλὰ
κατὰ τὴν παραπεποιημένην ἐν αὐτοῖς φθορὰν τὰ δεινὰ ἐργαζομένων. οὗτος ὁ Σίμων
γόης ἦν, ἀπὸ Γιτθῶν δὲ ὡρμᾶτο τῆς πόλεως τῆς ἐν τῇ Σαμαρείᾳ, νυνὶ κώμης
ὑπαρχούσης. ἐφαντασίαζε δὲ τὸ γένος τῶν Σαμαρειτῶν ταῖς μαγείαις ἐξαπατῶν τε
καὶ δελεάζων, ἔλεγεν δὲ ἑαυτὸν εἶναι τὴν μεγάλην δύναμιν τοῦ θεοῦ καὶ ἄνωθεν
καταβεβηκέναι. τὸν πατέρα δὲ ἔλεγεν ἑαυτὸν τοῖς Σαμαρείταις, Ἰουδαίοις δὲ
ἔλεγεν ἑαυτὸν εἶναι τὸν υἱόν, παθόντα δὲ μὴ πεπονθέναι, ἀλλὰ δοκήσει μόνον.
ὑπεκορίσθη δὲ οὗτος τοὺς ἀποστόλους καὶ αὐτὸς δὲ [ὁμοίως] ἴσα τοῖς ἄλλοις ὑπὸ
Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν. οἱ πάντες δὲ χωρὶς αὐτοῦ ἐξεδέξαντο τὴν τῶν
μεγάλων ἀποστόλων παρουσίαν καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον πνεῦμα ἅγιον,
ἐπειδήπερ Φίλιππος διάκονος ὢν οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας τοῦ δι' αὐτῆς
διδόναι πνεῦμα ἅγιον. οὐκ ὀρθὴν δὲ ὁ Σίμων ἔχων τὴν καρδίαν οὔτε τὸν λογισμόν,
αἰσχροκερδίᾳ δέ τινι καὶ φιλοχρημοσύνῃ προσανέχων καὶ τῆς μοχθηρᾶς αὐτοῦ
ἐπιτηδεύσεως ἐκτὸς βαίνων οὐδαμῶς, προσέφερε χρήματα Πέτρῳ τῷ ἀποστόλῳ, ὅπως δῴη
αὐτῷ ἐξουσίαν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν πνεῦμα ἅγιον παρέχειν, λογισάμενος
ὀλίγον δώσειν πολλὴν δὲ ἀντὶ ὀλίγου διὰ τοῦ ἄλλοις παρέχειν πνεῦμα ἐπισωρεῦσαι
χρημάτων πληθὺν καὶ ἐπικερδῆσαι.
2. Οὗτος μὲν οὖν ἔχων τὴν διάνοιαν πεπονηρευμένην ἀπὸ τῆς ἐν τῇ μαγείᾳ
δαιμονιώδους πλάνης καὶ πεφαντασιωμένην, πρόχειρος ὢν ἀεὶ τῆς ἑαυτοῦ κακίας τὰ
βαρβαρικὰ καὶ δαιμονίων πράγματα διὰ τῆς ἑαυτοῦ μαγγανείας ἐπιδείκνυσθαι,
παρελθὼν εἰς μέσον καὶ προσχήματι ὀνόματος Χριστοῦ, ὡς ἐλλέβορον μέλιτι
παραπλέκων, δηλητήριον τοῖς ὑπ' αὐτοῦ ἀγρευθεῖσιν εἰς τὴν κακομήχανον αὐτοῦ
πλάνην παρενθεὶς τῷ τοῦ ὀνόματος ἀξιώματι Χριστοῦ θάνατον ἐνεποίησεν τοῖς
πεισθεῖσιν. λάγνος δὲ ὢν κατὰ τὴν φύσιν καὶ αἰδοῖ τῇ τῶν ἑαυτοῦ ὑποσχέσεων
ὑπονυττόμενος, παραπεφθαρμένην ὑπόνοιαν τοῖς ὑπ' αὐτοῦ ἀπατωμένοις ὁ ἀγύρτης
παρεποιήσατο. γυναῖκα γάρ τινα ἑαυτῷ εὑράμενος ῥεμβάδα Ἑλένην τοὔνομα ἀπὸ τῆς
Τυρίων ὁρμωμένην ἄγεται, μὴ ὑποφαίνων συνάφειαν ἔχειν πρὸς ταύτην· ἐν παραβύστῳ
δὲ αἰσχρότητι συμπεριπλεκόμενος τῷ γυναίῳ ὁ γόης τινὰ μυθώθη ψυχαγωγίαν τοῖς ἑαυτοῦ
μαθηταῖς ὑφηγεῖτο, δῆθεν ἑαυτὸν εἶναι δύναμιν θεοῦ λέγων τὴν μεγάλην, τὴν δὲ
σύζυγον πορνάδα πνεῦμα ἅγιον εἶναι τετόλμηκεν λέγειν καὶ διὰ ταύτην
κατεληλυθέναι φησίν. «ἐν ἑκάστῳ δὲ οὐρανῷ μετεμορφούμην, φησίν, κατὰ τὴν μορφὴν
τῶν ἐν ἑκάστῳ οὐρανῷ, ἵνα λάθω τὰς ἀγγελικάς μου δυνάμεις καὶ κατέλθω ἐπὶ τὴν
Ἔννοιαν, ἥτις ἐστὶν αὕτη ἡ καὶ Προύνικος καὶ πνεῦμα ἅγιον καλουμένη, δι' ἧς
τοὺς ἀγγέλους ἔκτισα, οἱ δὲ ἄγγελοι τὸν κόσμον ἔκτισαν καὶ τοὺς ἀνθρώπους».
εἶναι δὲ ταύτην τὴν Ἑλένην ἐκείνην τὴν πάλαι, δι' ἣν οἱ Τρῶες καὶ Ἕλληνες εἰς
μάχην ἦλθον. ἔλεγε δὲ μῦθόν τινα εἰς ταῦτα, ὅτι ἄνωθεν ἡ δύναμις κατιοῦσα
ἑαυτὴν μετεμόρφου, ἀλληγορικῶς δὲ οἱ ποιηταὶ περὶ τούτου ἔφασαν. διὰ γὰρ τὴν
ἄνωθεν δύναμιν (ἣν Προύνικόν φασιν, ἥτις παρ' ἄλλαις αἱρέσεσι Βαρβηρὼ ἤτοι Βαρβηλὼ
καλεῖται), τὸ κάλλος αὐτῆς ἐμφαίνουσαν εἰς οἶστρόν <τε> ἄξασαν αὐτοὺς καὶ
διὰ τοῦτο πεμφθεῖσαν εἰς συλαγωγίαν τῶν ἀρχόντων τῶν τὸν κόσμον τοῦτον
κτισάντων, [καὶ] τοὺς αὐτοὺς ἀγγέλους εἰς πόλεμον δι' αὐτὴν ἥκειν, αὐτὴν δὲ
μηδὲν πεπονθέναι, ἀλληλοκτονίας δὲ αὐτοὺς εἰς ἑαυτοὺς ἐργάσασθαι παρασκευάσαι
δι' ἣν ἐνέβαλεν εἰς αὐτοὺς πρὸς ἑαυτὴν ἐπιθυμίαν. καὶ συνέχοντες αὐτὴν τοῦ μὴ
ἄνω δύνασθαι ἀνιέναι συνεγίνοντο αὐτῇ, ἕκαστος ἐν ἑκάστῳ σώματι γυναικείας καὶ
θηλυκῆς σχέσεως, μεταγγιζομένης αὐτῆς ἀπὸ σωμάτων θηλυκῶν εἰς σώματα διάφορα
ἀνθρωπίνης φύσεώς τε καὶ κτηνῶν καὶ τῶν ἄλλων, ἵνα δι' ὧν αὐτοὶ ἐργάζονται,
κτείνοντές τε καὶ κτεινόμενοι, μείωσιν ἑαυτῶν διὰ τῆς τοῦ αἵματος προχύσεως
ἐργάζωνται, εἶτα ἐκείνη τὴν δύναμιν συλλεγομένη πάλιν αὖθις εἰς οὐρανὸν ἀναβῆναι
δυνηθῇ.
3. «Ἦν δὲ αὕτη τότε ἡ ἐπὶ τοῖς Ἕλλησί τε καὶ Τρωσὶ καὶ ἀνωτάτω πρὶν ἢ τὸν
κόσμον γενέσθαι καὶ μετὰ τὸν κόσμον διὰ τῶν ἀοράτων δυνάμεων τὰ ἰσότυπα
πεποιηκυῖα. αὐτὴ δέ ἐστιν ἡ νῦν σὺν ἐμοὶ καὶ διὰ ταύτην κατελήλυθα. καὶ αὕτη δὲ
προσεδόκα τὴν ἐμὴν παρουσίαν· αὕτη γάρ ἐστιν ἡ Ἔννοια, ἡ παρὰ Ὁμήρῳ Ἑλένη
καλουμένη. καὶ τούτου ἕνεκεν ἀναγκάζεται αὐτὴν διαγράφειν Ὅμηρος ἐπὶ πύργου
ἑστηκέναι καὶ διὰ λαμπάδος ὑποφαίνειν τοῖς Ἕλλησι τὴν κατὰ τῶν Φρυγῶν
ἐπιβουλήν. ἐχαρακτήριζε δὲ διὰ τῆς λαμπηδόνος, ὡς ἔφην, τὴν τοῦ ἄνωθεν φωτὸς
ἔνδειξιν.» διὸ καὶ τὸν παρὰ τῷ Ὁμήρῳ δούρειον ἵππον μεμηχανημένον, ὃν
νομίζουσιν Ἕλληνες ἐπίτηδες γεγενῆσθαι, ἔλεγε πάλιν ὁ γόης ὅτι ἄγνοιά ἐστι τῶν
ἐθνῶν· καί «ὡς οἱ Φρύγες ἕλκοντες αὐτὸν ἀγνοίᾳ τὸν ἴδιον ὄλεθρον ἐπεσπάσαντο,
οὕτω [γὰρ] καὶ τὰ ἔθνη τουτέστιν οἱ ἄνθρωποι οἱ ἐκτὸς τῆς ἐμῆς γνώσεως διὰ τῆς
ἀγνοίας ἕλκουσιν ἑαυτοῖς τὴν ἀπώλειαν». ἀλλὰ καὶ Ἀθηνᾶν πάλιν τὴν αὐτὴν ἔλεγε
τὴν παρ' αὐτῷ Ἔννοιαν καλουμένην, χρώμενος δῆθεν ὁ πλάνος ταῖς τοῦ ἁγίου
ἀποστόλου Παύλου φωναῖς μεταποιῶν τε τὴν ἀλήθειαν εἰς τὸ αὐτοῦ ψεῦδος, τό
«ἐνδύσασθε τὸν θώρακα τῆς πίστεως καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ
κνημῖδας καὶ μάχαιραν καὶ θυρεόν», πάντα ταῦτα ἐπὶ τῆς τοῦ Φιλιστίωνος
μιμολογίας ὁ ἀπατεὼν τὰ ὑπὸ τοῦ ἀποστόλου εἰρημένα διὰ στερεὸν λογισμὸν καὶ
πίστιν ἁγνῆς ἀναστροφῆς καὶ δύναμιν θείου λόγου καὶ ἐπουρανίου εἰς χλεύην
λοιπὸν καὶ οὐδὲν ἕτερον μεταστρέφων. «τί γάρ;» φησί, «ταῦτα πάντα εἰς Ἀθηνᾶς
τύπους μυστηριωδῶς ἐσχημάτιζε». διὸ πάλιν ἔλεγεν, ὡς προεῖπον, ὑποφαίνων
ἐκείνην τὴν μετ' αὐτοῦ γυναῖκα τὴν ἀπὸ Τύρου ληφθεῖσαν αὐτῷ, τὴν ὁμώνυμον τῆς
παλαιᾶς Ἑλένης, τὰ πάντα ταύτην καλῶν καὶ Ἔννοιαν καὶ Ἀθηνᾶν καὶ Ἑλένην καὶ τὰ
ἄλλα, «καὶ διὰ ταύτην, φησί, καταβέβηκα· τοῦτο γάρ ἐστι τὸ γεγραμμένον ἐν τῷ
εὐαγγελίῳ τὸ πρόβατον τὸ πεπλανημένον». ἀλλὰ καὶ εἰκόνα τινὰ παραδέδωκε τοῖς
αὐτοῦ ὡς δῆθεν αὐτοῦ οὖσαν καὶ προσκυνοῦσι ταύτην ἐν εἴδει Διός· ἄλλην δὲ
ὡσαύτως Ἑλένης εἰκόνα παραδέδωκεν αὐτοῖς ἐν σχήματι Ἀθηνᾶς, καὶ προσκυνοῦσι
ταύτας οἱ παρ' αὐτοῦ ἠπατημένοι.
4. Μυστήρια δὲ ὑπέθετο αἰσχρότητος ῥύσεώς τε σωμάτων, ὅπως σεμνότερον
ὑφηγήσωμαι, ἀνδρῶν μὲν διὰ τῆς ἀπορροίας, γυναικῶν δὲ διὰ τῶν κατ' ἐθισμὸν
[τῶν] ἐμμηνίων συλλογῇ τινι αἰσχροτάτῃ εἰς μυστήρια συναγομένων. καὶ ταῦτα
εἶναι μυστήρια ζωῆς γνώσεώς <τε> τῆς τελειοτάτης· ὅπερ μάλιστα ὑπάρχει τῷ
τὴν σύνεσιν ἐκ θεοῦ κεκτημένῳ βδελυρίαν μᾶλλον ἡγεῖσθαι καὶ θάνατον ἤπερ ζωήν.
ὀνόματα δέ τινα ὁ αὐτὸς ὑποτίθεται ἀρχῶν τε καὶ ἐξουσιῶν, οὐρανούς τε διαφόρους
φησί, καθ' ἕκαστον δὲ στερέωμα καὶ οὐρανὸν δυνάμεις τινὰς ὑφηγεῖται καὶ ὀνόματα
βαρβαρικὰ τούτοις ἐκτίθεται· μὴ ἄλλως δὲ δύνασθαι σῴζεσθαί τινα, εἰ μή τι ἂν
μάθοι ταύτην τὴν μυσταγωγίαν καὶ τὰς τοιαύτας θυσίας τῷ πατρὶ τῶν ὅλων διὰ τῶν
ἀρχῶν τούτων καὶ ἐξουσιῶν προσφέρειν. εἶναι δὲ τὸν αἰῶνα τοῦτον ἀπὸ ἀρχῶν καὶ
ἐξουσιῶν, φησί, τῆς κακίας ἐν ἐλαττώματι κατεσκευασμένον. φθορὰν δὲ ὑφηγεῖται
σαρκὸς καὶ ἀπώλειαν, μόνον ψυχῶν δὲ κάθαρσιν καὶ τούτων εἰ διὰ τῆς αὐτοῦ
πεπλανημένης γνώσεως ἐν μυσταγωγίᾳ κατασταῖεν. καὶ οὕτως ἄρχεται τῶν Γνωστικῶν
καλουμένων ἡ † ἀρχή. μὴ εἶναι δὲ τὸν νόμον θεοῦ, ἀλλὰ ἀριστερᾶς δυνάμεως ἔφασκε,
μήτε προφήτας ἐξ ἀγαθοῦ θεοῦ ὑπάρχειν; ἀλλὰ ἑτέρας καὶ ἑτέρας δυνάμεως. καὶ ὡς
βούλεται ἑκάστῳ ὁρίζεται· τὸν μὲν νόμον τινός, Δαυὶδ δὲ ἄλλης, Ἠσαΐαν ἑτέρας,
Ἰεζεκιὴλ πάλιν ἑτέρας, καὶ ἕκαστόν τινα τῶν προφητῶν μιᾷ ἀρχῇ ἀνατίθεται. εἶναι
δὲ τούτους ἅπαντας ἐκ τῆς ἀριστερᾶς δυνάμεως καὶ ἔξω τοῦ πληρώματος, πάντα δὲ
πιστεύοντα τῇ παλαιᾷ διαθήκῃ θάνατον ὑπέχειν.
5. Ἀνατρέπεται δὲ τοῦτο τὸ δόγμα ἀπ' αὐτῆς τῆς ἀληθείας. εἰ γὰρ αὐτὸς εἴη ἡ
δύναμις τοῦ θεοῦ ἡ μεγάλη καὶ τὸ σὺν αὐτῷ πορνίδιον τὸ πνεῦμα τὸ ἅγιον ὡς αὐτός
φησι, φησάτω τί τὸ ὄνομα τῆς δυνάμεως ἢ τίνι τῷ λόγῳ τὸ ἐπίθετον τῇ μὲν γυναικὶ
ἐφηύρατο, ἑαυτῷ δὲ οὐδὲν τὸ παράπαν· πῶς δὲ ἐν χρόνῳ τινὶ εὑρίσκεται κατὰ
διαδοχὴν τὸ χρεὼν ἐπὶ τῆς Ῥωμαίων ἀποδούς, ὅτε ἐν μέσῃ τῶν Ῥωμαίων πόλει ὁ
τάλας καταπεσὼν τέθνηκεν· τίνι <δὲ> τῷ λόγῳ ὁ Πέτρος ἀπεφήνατο, αὐτὸν μὴ
κλῆρον μὴ μερίδα ἔχειν ἐν τῷ μέρει τῆς θεοσεβείας· πῶς δὲ δύναται ὁ κόσμος θεοῦ
ἀγαθοῦ μὴ ὑπάρχειν, ὁπότε ἐξ αὐτοῦ πάντες οἱ ἀγαθοὶ ἐξελέγησαν· πῶς δὲ ἀριστερὰ
εἴη δύναμις ἡ ἐν νόμῳ καὶ ἐν προφήταις λαλήσασα, ἥτις περὶ τῆς ἐλεύσεως τοῦ
Χριστοῦ <ἀπὸ τοῦ> ἀγαθοῦ θεοῦ προκεκήρυχεν καὶ τὰ φαῦλα πάντα ἀπαγορεύει·
πῶς δὲ οὐκ ἂν εἴη μία θεότης καὶ τὸ αὐτὸ πνεῦμα καινῆς καὶ παλαιᾶς διαθήκης,
ὁπότε ὁ κύριος εἶπεν «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι»; καὶ ἵνα
δείξῃ ὅτι ὁ νόμος ὑπ' αὐτοῦ κατηγγέλη καὶ διὰ Μωυσέως ἐδωρήθη, ἡ δὲ εὐαγγελικὴ
χάρις δι' ἑαυτοῦ καὶ τῆς ἐνσάρκου παρουσίας κεκήρυκται, ἔλεγε τοῖς Ἰουδαίοις
«εἰ ἐπιστεύετε Μωυσῇ, καὶ ἐμοὶ ἂν ἐπιστεύετε· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν».
καὶ ἄλλα πολλὰ ἔστιν * πρὸς ἀντίθεσιν τῆς τοῦ γόητος ληρολογίας· πῶς δὲ ἔσται
τὰ αἰσχρὰ ζωτικά, εἰ μή τι ἂν δαιμόνων εἴη τὸ φρόνημα, ὁπότε αὐτὸς ὁ κύριος
λέγει ἐν τῷ εὐαγγελίῳ πρὸς τοὺς λέγοντας αὐτῷ «εἰ οὕτως ἡ αἰτία τοῦ ἀνδρὸς καὶ
τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι»· ὁ δὲ πρὸς αὐτοὺς ἔφη «οὐ πάντες τοῦτο
χωροῦσι· εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν
οὐρανῶν» καὶ ἔδειξεν ὡς τὸ φύσει ἀπέχεσθαι συζυγίας βασιλείας οὐρανῶν ἐστι τὸ
δῶρον. πάλιν δὲ ἐν ἄλλῳ τόπῳ λέγει κατὰ τὸν σεμνὸν γάμον, ὃν αὐτὸς ὁ Σίμων
παραφθείρων αἰσχρῶς μεθοδεύει τὴν ἑαυτοῦ ἐπιθυμίαν, ὅτι «οὓς ὁ θεὸς συνέζευξεν,
ἄνθρωπος μὴ χωριζέτω».
6. Πῶς δὲ πάλιν ὁ πλάνος ἐπιλαθόμενος τῆς ἰδίας ληρῳδίας ἑαυτὸν ἐλέγχει,
ὥσπερ ἀγνοῶν ἃ προλέγει; φήσας γὰρ ὅτι ὑπ' αὐτοῦ γεγόνασιν οἱ ἄγγελοι διὰ τῆς
αὐτοῦ Ἐννοίας, πάλιν ἔλεγεν μεταμορφοῦσθαι καθ' ἕκαστον οὐρανόν, ὅπως λάθοι
τοὺς αὐτοὺς ἐν τῷ κατιέναι. ἄρα δεδιὼς ἐλάνθανε, καὶ πῶς δέδιεν ὁ ληρολόγος οὓς
αὐτὸς ἐποίησεν ἀγγέλους; πῶς δὲ οὐ πάντῃ εὐθυέλεγκτος αὐτοῦ τοῖς συνετοῖς ἡ
ὑποσπορὰ τῆς πλάνης εὑρεθήσεται, ὁπότε «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ
τὴν γῆν» φησὶν ἡ γραφή; καὶ συνᾳδόντως τούτῳ τῷ λόγῳ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ
φησὶν ὡς πρὸς τὸν θεὸν καὶ πατέρα τὸν ἴδιον «πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς
γῆς». εἰ τοίνυν ποιητὴς οὐρανοῦ καὶ γῆς ὑπάρχει ὁ θεὸς ὁ πατὴρ τοῦ κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, μάτην τὰ πάντα τῷ συκοφάντῃ Σίμωνι εἴρηται, τὸ ὑπὸ ἀγγέλων τὸν
κόσμον ἐν ἐλαττώματι γεγενῆσθαι καὶ τὰ ἄλλα πάντα, ὅσα δαιμονῶν ὁ πλάνος τῷ
κόσμῳ παραλαλῶν εἰσηγήσατο καὶ ἀπάτην τισὶν ἐνεποίησεν τοῖς ὑπ' αὐτοῦ
ἠπατημένοις.
7. Καὶ ταῦτά μοι ἐν ἐπιτομῇ πρὸς τὴν τούτου αἵρεσιν εἰρημένα ἀρκέσει τοῖς
ἐντυγχάνουσιν εἰς πρόφασιν ἀληθείας τε καὶ ἰάσεως καὶ εἰς ἔλεγχον τῶν διὰ τῆς
τοιαύτης θηριώδους φθορᾶς πειρωμένων ἀδικεῖν τοὺς ἀγνοοῦντας. ὑπερβήσομαι δὲ καὶ
ἐφ' ἑτέρας πάλιν βαδιοῦμαι αἱρέσεως ἔλεγχον, τούτου τὴν ἰοβολίαν ἱκανῶς
συντρίψας. ἔστιν γὰρ ἐν αὐτῷ μεταβολὴ καὶ ἐνδοιασμός, πλάνου μὲν ὄντος αὐτοῦ
μορφὴν δὲ ὀνόματος Χριστοῦ ἐνδυσαμένου, ὡς ἡ τῶν ἐκτρωμάτων ἑρπετώδης ἐξ οὐρίων
ᾠῶν ἀσπίδων κυϊσκομένη φθορὰ καὶ ἄλλων ἐχιδνῶν, ὥς φησιν ὁ προφήτης «ᾠὰ ἀσπίδων
ἔρρηξαν, καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν ηὗρεν οὔριον καὶ ἐν αὐτῷ
βασιλίσκον». ἀλλὰ τῇ δυνάμει ὡς ἔφην τοῦ Χριστοῦ τοῦτον παίσαντες διὰ τῶν τῆς
ἀληθείας λόγων καὶ τὴν αὐτοῦ λύμην ἀφανίσαντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.
Κατὰ Μενάνδρου, <β> ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, τῆς δὲ ἀκολουθίας
<κβ>
1. Ταύτῃ καθεξῆς συνέπεται Μένανδρός τις, ὃς ἀπὸ Σαμαρειτῶν ὁρμώμενος
ἐγένετο μαθητεύων τούτῳ τῷ Σίμωνι ἐν χρόνῳ τινί. ὁμοίως δὲ ἔλεγεν καὶ αὐτὸς τὸν
κόσμον γεγονέναι ὑπὸ ἀγγέλων, ἑαυτὸν δὲ ἔλεγεν ἄνωθεν δύναμιν θεοῦ
καταπεπέμφθαι. μείζονα δὲ κυβείαν οὗτος ὑπὲρ τὸν πρότερον ἐργασάμενος πρὸς
ἀπάτην τῶν ἀνθρώπων ἔλεγεν ἑαυτὸν πεπέμφθαι εἰς σωτηρίαν, δῆθεν εἰς τὸ
συναγαγεῖν τινὰς εἰς τὸ ἑαυτοῦ μυστήριον διὰ τὸ μὴ ὑπὸ τῶν τὸν κόσμον
πεποιηκότων ἀγγέλων καὶ ἀρχῶν καὶ ἐξουσιῶν κατακυριευθῆναι. ὅμοια δὲ τῷ ἑαυτοῦ
διδασκάλῳ τὰ πάντα συνυφαίνων καὶ γοητείαις καὶ ταῖς ἄλλαις μαγγανείαις * οὐ
διέλειπεν, οὐδὲν δὲ διήλλαττε τῇ διδασκαλίᾳ ἀλλ' ἢ μόνον ὅτι ἑαυτὸν ἔλεγε μείζονα
μᾶλλον ἢ τὸν πρὸ αὐτοῦ ὄντα αὐτοῦ διδάσκαλον.
2. Τῷ δὲ αὐτῷ ἐλαττώματι ᾧ καὶ ὁ αὐτοῦ διδάσκαλος περιέπεσε καὶ αὐτὸς ἁλοὺς
διὰ τῶν αὐτῶν τοῦ ἐλέγχου τῆς ἀληθείας λόγων ἀνατραπήσεται. † ἀνετράπη γὰρ
οὗτος καὶ ἔληξεν ἡ αὐτοῦ αἵρεσις ὡς ἐπὶ τὸ πλεῖστον. ὑπερβήσομαι δὲ καὶ ἐφ'
ἑτέραν πάλιν προκόπτων τῇ ὑφηγήσει ἐλεύσομαι. τῷ γὰρ ὄντι οἱ παλαιοὶ ἱστοροῦσι
μῦθον, ὡς ἐκ πολλῶν ἀσπίδων συνηγμένων ἐν ἄγγει ἑνὶ ὀστρακίνῳ καὶ κατατεθεισῶν
ἐν τοῖς θεμελίοις τῶν τεσσάρων γωνιῶν ἑκάστου τεμένους τῶν ἐν Αἰγύπτῳ οἰκοδομηθέντων
εἰδώλων, [καὶ] εἴ τις τούτων ἰσχυροτέρα ηὕρηται παρὰ τὰς ἄλλας, ἐπελθοῦσα ταῖς
ἑτέραις κατέφαγε· μείνασα δὲ καθ' ἑαυτὴν καὶ τροφῆς μὴ εὐποροῦσα, στραφεῖσα
αὕτη καὶ ἀπὸ τῆς κέρκου αὐτῆς ἐσθίειν ἀρξαμένη ἕως μέρους τινὸς * τοῦ σώματος
κατέφαγε· καὶ οὕτως ἔμεινεν οὐκέτι τελεία, ἀλλὰ ἥμισυ ὑπάρχουσα ἑρπετοῦ. διὸ
καὶ ἀσπιδογοργόνα ταύτην ἐκάλεσαν, ὥστε νοεῖν ἡμᾶς τὸ παλαιὸν μὲν εἶναι τοῦτο,
νῦν δὲ μηκέτι τοῦτο εὑρισκόμενον, ἀλλὰ ἠφανίσθαι· ὡς καὶ αὕτη παντελῶς
ἀπολομένη ἔχει μὲν παρ' ἡμῶν τὴν ἀντιλογίαν, αὐτὴ δὲ διὰ τῆς δυνάμεως Χριστοῦ
ἠφάνισται. καὶ ταύτην δὲ ὑπερβάντες ἐπὶ τὰς ἑξῆς ἴωμεν, ἀγαπητοί.
Κατὰ Σατορνίλου, <γ> ἀπὸ τῆς τοῦ κυρίου παρουσίας, τῆς δὲ ἀκολουθίας
<κγ>
1. Μετὰ τοῦτον Σατορνῖλός τις ἀνέστη, καὶ αὐτὸς ἐκεῖθεν τὰς ἀφορμάς, ἀπὸ
Μενάνδρου φημὶ καὶ τῶν πρώην λαβών. οὗτος πρὸς τῇ Συρίᾳ κατοικήσας, τουτέστιν
Ἀντιοχείᾳ τῇ πρὸς Δάφνην, πολλήν τινα τέχνην καὶ ἐμπειρίαν πλάνης τῷ κόσμῳ
παρεισήνεγκεν. δύο γὰρ οὗτοι ἐγένοντο συσχολασταί, Βασιλείδης τε καὶ
Σατορνῖλος· καὶ ὁ μὲν Βασιλείδης πρὸς τῇ Αἰγύπτῳ χωρήσας ἐκεῖσε τὰ σκοτεινὰ
αὐτοῦ τοῦ βάθους τῆς πλάνης κεκήρυχεν, ὁ δὲ Σατορνῖλος ἐν τῷ προειρημένῳ τόπῳ
διατρίβων ὁμοίως τῷ Μενάνδρῳ τὸν κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι κατήγγελλεν. ἕνα
δὲ εἶναι πατέρα ἄγνωστον, τὸν αὐτόν τε πεποιηκέναι δυνάμεις καὶ ἀρχὰς καὶ
ἐξουσίας· τοὺς δὲ ἀγγέλους διεστάναι τῆς ἄνω δυνάμεως, ἑπτὰ δέ τινας τὸν κόσμον
πεποιηκέναι καὶ τὰ ἐν αὐτῷ· τὸν κόσμον δὲ κατὰ μεριτείαν ἑκάστῳ ἀγγέλῳ
κεκληρῶσθαι. ὁμοῦ δὲ συνελθόντας τοὺς αὐτοὺς ἀγγέλους ἐντεθυμῆσθαι καὶ κοινῇ
τὸν ἄνθρωπον πεποιηκέναι κατὰ τὴν μορφὴν τῆς ἄνωθεν παρακυψάσης φωτεινῆς
εἰκόνος, ἣν μὴ δυνηθέντες παρακύψασαν κατασχεῖν διὰ τὸ παραχρῆμα ἀναδραμεῖν,
μιμήσασθαι ἠθέλησαν. καὶ πεπλάσθαι μὲν τὸν ἄνθρωπον ὑπ' αὐτῶν οὐδενὸς ἕνεκα
ἀλλ' ἢ διὰ τοιαύτην πρόφασιν. ἐπειδὴ γάρ, φησίν, ἄνωθεν τὸ αὐτὸ φῶς παρακῦψαν
ἐρεθισμόν τινα ἐνεποίησε τοῖς αὐτοῖς ἀγγέλοις, τούτους πρὸς πόθον τοῦ ἄνω
ὁμοιώματος ἐπιχειρῆσαι τοῦ ἀνθρώπου τὸ πλάσμα ποιῆσαι. ἐπειδὴ γὰρ ἠράσθησαν τοῦ
ἄνω φωτὸς πόθῳ τῷ πρὸς αὐτὸ καὶ ἡδονῇ κατασχεθέντες, φανέντος καὶ ἀφαντωθέντος
ἀπ' αὐτῶν, ἐρασθέντας τε αὐτοῦ καὶ μὴ δυνηθέντας ἐμπλησθῆναι τῆς αὐτοῦ
ἐρασμιότητος διὰ τὸ ὑπὸ θῆξιν ἀναπτῆναι τὸ αὐτὸ φῶς, τούτου χάριν εἰρηκέναι
τοὺς ἀγγέλους [φησὶ] δραματουργεῖ ὁ αὐτὸς γόης ὅτι «ποιήσωμεν ἄνθρωπον κατ'
εἰκόνα καὶ καθ' ὁμοίωσιν»· παρακόψας τὸ εἰρημένον ἐν τῇ Γενέσει ὑπὸ τοῦ ἁγίου
θεοῦ τὸ «[καθ'] ἡμετέραν», ἐάσας <δὲ> τὸ «κατ' εἰκόνα», ἵνα δὴ ἔχῃ ἡ
αὐτοῦ πλάνη τὴν πιθανότητα· ὡς δῆθεν ἄλλων μὲν ποιούντων εἰκόνα δὲ ἑτέρου †
λέγειν ἐν τῷ «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν». γενομένου δέ,
φησί, τοῦ ἀνθρώπου διὰ τὸ αὐτῶν ἀδρανὲς μὴ δύνασθαι αὐτὸν τελεσφορῆσαι, κεῖσθαι
δὲ καὶ σκαρίζειν χαμαὶ κείμενον δίκην σκώληκος ἕρποντος, μὴ δύνασθαι δὲ μήτε
ἀνορθοῦσθαι μήτε τι ἕτερον πράττειν, ἕως ἡ ἄνω δύναμις παρακύψασα καὶ σπλαγχνισθεῖσα
διὰ τὴν ἰδίαν αὐτῆς εἰκόνα τε καὶ ἰδέαν κατ' οἶκτον ἀπέστειλε σπινθῆρα τῆς
αὐτῆς δυνάμεως καὶ δι' αὐτοῦ ἀνώρθωσε τὸν ἄνθρωπον καὶ οὕτως ἐζωογόνησε, δῆθεν
τὸν σπινθῆρα ψυχὴν τὴν ἀνθρωπείαν φάσκων. καὶ τούτου ἕνεκα πάντως δὴ τὸν
σπινθῆρα σωθῆναι, τὸ δὲ πᾶν τοῦ ἀνθρώπου ἀπολέσθαι· ἐν τῷ ἄνω μὲν τὸ ἄνωθεν
κατελθὸν ἀνακομισθῆναι χρόνοις τισί, τὸ δὲ κάτωθεν πᾶν τὸ ὑπὸ τῶν ἀγγέλων
πλασθὲν ἐνταῦθα αὐτοῖς καταλιμπάνεσθαι. Χριστὸν δὲ καὶ αὐτὸν φάσκει ὁ γόης ἐν
σχήματι ἀνθρώπου ἐληλυθέναι καὶ ἰδέᾳ μόνῃ, τὰ πάντα δὲ [ἐν] τῷ δοκεῖν
πεποιηκέναι, τουτέστι τὸ γεγεννῆσθαι τὸ περιπατεῖν τὸ ὀπτάνεσθαι τὸ πεπονθέναι.
2. Ἀπὸ τούτου δὲ ἡ ψευδωνύμως καλουμένη γνῶσις ἄρχεται πάλιν προστίθεσθαι τῷ
βυθῷ τῆς αὐτῆς πονηρίας, ἀπὸ Σίμωνος μὲν λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν πρόφασιν, προστιθεμένη
δὲ ἄλλῃ περισσοτέρᾳ φλυαρίᾳ, ὡς τὸν ταύτης ἔλεγχον ὕστερον ἐροῦμεν. φάσκει γὰρ
οὗτος, τοὺς ἀγγέλους λέγων, καὶ τὸν θεὸν τῶν Ἰουδαίων ἕνα ἐξ αὐτῶν εἶναι,
διεστάναι δὲ τὸν αὐτὸν καὶ τοὺς αὐτοὺς ἀπὸ τῆς ἄνω δυνάμεως, τὸν δὲ σωτῆρα
ἀπεστάλθαι ἀπὸ πατρὸς παρὰ γνώμην τῶν δυνάμεων ἐπὶ καταλύσει τοῦ θεοῦ τῶν
Ἰουδαίων καὶ ἐπὶ σωτηρίᾳ τῶν πειθομένων <αὐτῷ>· εἶναι δὲ αὐτοὺς τοὺς
ταύτης τῆς αἱρέσεως τοὺς ἔχοντας τὸν σπινθῆρα τοῦ ἄνωθεν πατρός. δύο γὰρ
πεπλάσθαι ἀπ' ἀρχῆς ἀνθρώπους φάσκει, ἕνα ἀγαθὸν καὶ ἕνα φαῦλον· ἐξ ὧν δύο
εἶναι τὰ γένη τῶν ἀνθρώπων ἐν κόσμῳ, ἀγαθῶν τε καὶ πονηρῶν. ἐπειδὴ δὲ οἱ
δαίμονες τοῖς πονηροῖς ἐβοήθουν, τούτου ἕνεκα ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὡς
προεῖπον ἦλθεν ὁ σωτὴρ ἐπὶ βοηθείᾳ τῶν ἀγαθῶν ἀνθρώπων καὶ ἐπὶ καταλύσει τῶν
πονηρῶν καὶ τῶν δαιμόνων. τὸ γαμεῖν δὲ καὶ τὸ γεννᾶν ὁ αὐτὸς ἀγύρτης ἐκ τοῦ
Σατανᾶ ὑπάρχειν λέγει, ὅθεν καὶ οἱ πλείους αὐτῶν ἐμψύχων ἀπέχονται, ὅπως διὰ
τῆς προσποιητῆς δῆθεν πολιτείας τινὰς ἐπαγάγωνται εἰς τὴν αὐτῶν ἀπάτην. τὰς δὲ
προφητείας φάσκει ὁ αὐτὸς πάλιν γόης τὰς μὲν ὑπὸ τῶν κοσμοποιῶν ἀγγέλων
πεπροφητεῦσθαι, τὰς δὲ ὑπὸ τοῦ Σατανᾶ. καὶ αὐτὸν γὰρ τὸν Σατανᾶν ἄγγελον
φάσκει, ἀντιπράττοντα τοῖς κοσμοποιοῖς ἀγγέλοις, μάλιστα δὲ τῷ θεῷ τῶν
Ἰουδαίων.
3. Ὅταν δὲ ταῦτα φάσκῃ ὁ κτηνώδης, πάντως που καὶ αὐτὸς δειχθήσεται ἕνα θεὸν
ὁμολογῶν καὶ ἐπὶ μίαν ἑνότητα μοναρχίας ἀνάγων τὸ πᾶν. εἰ γὰρ οἱ ἄγγελοι
<τὸν ἄνθρωπον> πεποιήκασιν, ἄγγελοι δὲ πάλιν ἀπὸ τῆς ἄνωθεν δυνάμεως τὸ
αἴτιον ἐσχήκασι τοῦ εἶναι, ἄρα οὐκ αὐτοὶ αἴτιοι τοῦ πλάσματος τοῦ ἀνθρώπου,
ἀλλὰ ἡ ἄνωθεν δύναμις ἡ τοὺς ἀγγέλους ποιήσασα, ἐξ ὧν καὶ ἡ πλάσις τοῦ ἀνθρώπου
συνέστηκε. καὶ γὰρ οὐκ αἴτιον τὸ ἐργαλεῖον τῶν ὑπ' αὐτοῦ γινομένων, ἀλλὰ ὁ
ἐνεργῶν τὸ ἐνέργημα διὰ τοῦ ἐργαλείου δι' οὗ τὸ ἔργον γίνεται, ὡς καὶ γέγραπται
«μὴ δοξασθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν» καὶ τὰ ἑξῆς. οὕτω δὲ ὁρῶμεν ὅτι
οὔτε ἡ μάχαιρα αἰτία τοῦ φόνου, ἀλλὰ ὁ τῇ μαχαίρᾳ τὸν φόνον ἐπιχειρήσας καὶ οὐ
τὸ κηροπλαστεῖον δύναται δι' ἑαυτοῦ ποιεῖν τὰ πλασσόμενα, ἀλλὰ ὁ τὸ
κηροπλαστεῖον καὶ τὸ πλάσμα ἐργασάμενος. οὐκοῦν οὐδὲ οἱ ἄγγελοι αἴτιοι, ἀλλ' ὁ
τοὺς ἀγγέλους ποιήσας, εἰ καὶ <μὴ> ἦν παραγγείλας αὐτοῖς τοῦ [μὴ] ποιῆσαι
ἄνθρωπον. ἢ γὰρ καταψηφίζεται τῆς ἄνω δυνάμεως ἄγνοιαν καὶ ἀγνωσίαν τῶν
μελλόντων ἔσεσθαι, παρὰ τὸ αὐτῆς θέλημα ἐπιτελουμένων, ἢ εὐδοκίᾳ τῇ ἑαυτῆς *
τοὺς ἀγγέλους πεποιηκέναι πρὸς τὸ χρήσιμον τὴν κατασκευὴν τοῦ ἀνθρώπου, οὗ
ἤθελε κατασκευάζειν ποιήσασα τοὺς ἀγγέλους, καὶ μὴ ἐντειλαμένη τοῦ [μὴ]
ἐπιτελέσαι τὸ ἐπιχείρημα τουτέστι τοῦ ἀνθρώπου τὸ πλαστεῖον, ὡς ἡ αὐτοῦ μυθώδης
τεχνουργία περιέχει.
4. Ἢ οὐκοῦν πάλιν τὸν μυθολόγον ἐρωτητέον· ᾔδει ἡ ἄνω δύναμις ὅ τι μέλλουσι
πράττειν; ναί, φησίν. ἄρα γοῦν εἰ ᾔδει, αὐτὴ πεποίηκε καὶ οὐκ αὐτοί· εἰ δὲ ᾔδει
μὲν οὐκ ἤθελε δέ, παρὰ δὲ τὴν αὐτῆς γνώμην ἐπεχείρησαν τὸ ἐπιχείρημα αὐτοί,
τίνι τῷ λόγῳ οὐ κεκώλυκεν; εἰ δὲ ἀδυνάτως ἔσχεν τοῦ κωλῦσαι, πρώτη φαυλότης,
ὅτι καθ' ἑαυτῆς τοὺς ὑπ' αὐτῆς γεγονότας ἀγγέλους εἰς ἀντίθεσιν ἑαυτῆς καὶ
παροξυσμὸν κατεσκεύασε, δεύτερον δέ, ὅτι δυναμένη οὐ κεκώλυκεν, ἀλλὰ συνήργησεν
εἰς τὸ πονηρὸν ἔργον τὸ ὑπὸ τῶν ἀγγέλων γεγενημένον. εἰ δὲ οὐ συνήργησε καὶ
βουληθεῖσα οὐκ ἠδυνήθη κωλῦσαι, πολλή τις ἀσθένεια ἐν τῇ θελησάσῃ καὶ μὴ
δυνηθείσῃ, καὶ μᾶλλον ἰσχυρότερον εἴη τὸ ὑπ' αὐτῆς γενόμενον τῶν ἀγγέλων στῖφος
ἢ αὐτὴ ἡ αἰτία οὖσα τῶν ὑπ' αὐτῆς γεγονότων ἀγγέλων. ἐξ ἅπαντος τοίνυν
ἁλίσκεται ἡ τῆς αἱρέσεως ὑπόθεσις ἀσυστασίᾳ μᾶλλον περιπίπτουσα καὶ οὐκ
ἀληθείᾳ. εἰ δὲ ἐγίνωσκε μέν, ἀνάγκῃ δὲ ἐποίει τούτους ὃ μὴ θέμις ἐστὶ
<μέλλοντας> πράττειν παρὰ τὸ αὐτῆς βούλημα, ἐλαττώσει ἑτέρᾳ περιπεσεῖται
πάλιν καὶ οὐδὲ ἓν πλήρωμα εὑρεθήσεται ἐν τῇ ἄνω δυνάμει κατὰ τὸν αὐτοῦ λόγον.
ἔτι δὲ προσθείημεν αὐτὸν ἐρωτῶντες· λέγε ἡμῖν, ὦ οὗτος, ὁ διὰ θυρίδων παρακύψας
(ἵνα οὕτως χλευάσω τὴν σοῦ ληρῳδίαν) καὶ ἐν τῷ παρακύπτειν σκοπήσας ὡς
ἐκτίσθησαν οἱ ἄγγελοι καὶ τὴν ὑπ' αὐτῶν περὶ τὸ ἀνθρώπινον πλάσμα * τεχνουργίαν
τότε κατοπτεύσας καὶ τῆς ἄνωθεν δυνάμεως ἐξιχνεύσας τὴν μηχανοποιίαν, ᾔδεισαν
οὗτοι τί πλάσσουσιν ἢ ἠγνόουν; ἀγνοοῦντες δὲ ὑπὸ τίνος ἠναγκάζοντο τὸ ἐν
ἀγνωσίᾳ * ἐπιτελεῖν; οὐχί, φησίν, οὐκ ἠγνόουν· ᾔδεισαν γὰρ ὃ ἔμελλον πράττειν.
ἡ τοίνυν ἄνωθεν δύναμις ᾔδει τούτους τοῦτο μέλλοντας ἐπιχειρεῖν ἢ ἠγνόει; οὐκ
ἠγνόει. ἐποίησεν οὖν αὐτοὺς ἵνα τοῦτο πράξωσιν ἢ μή; οὐχί, φησίν· ἐποίησε γὰρ
αὐτοὺς μόνον, οὗτοι δὲ παρὰ τὴν ἄνω δύναμιν ἐπεχείρησαν πρὸς τὸ ποιῆσαι πλάσμα.
οὐκοῦν οὗτοι μὲν ᾔδεισαν, ἐκείνη δὲ ἡ ἄνω δύναμις ἠγνόει κατὰ τὸν σοῦ λόγον, ὦ
πάντων ἀνθρώπων ἀβέλτερε. καὶ ἔσται μὲν ἡ τῶν ἀνθρώπων κατασκευὴ σύστασις καὶ
οἱ αἴτιοι ταύτης ἄγγελοι ἐν γνώσει, ἡ δὲ τοὺς ἀγγέλους ποιήσασα δύναμις ἐν
ἀγνωσίᾳ. ληρῶδες δ' ἂν εἴη τοῦτο καὶ ἠλίθιον, ὅτι μᾶλλον ἐντελέστερον τὸ ἔργον
τοῦ τεχνίτου καὶ ὁ τεχνίτης ἀδρανέστερος τῶν ὑπ' αὐτοῦ γενομένων ἀγγέλων,
αἰτίων ὄντων τῆς ἀνθρωπείας συστάσεως. ὥστε οὖν ἐξ ἅπαντος ἀνάγκῃ ὁμολογήσειας
ἂν ἐπὶ τὸν αὐτὸν ποιητὴν τὸν ἕνα καὶ ἐπὶ τὴν μίαν μοναρχίαν <δεῖν> τὸ πᾶν
ἄγειν.
5. Καὶ γὰρ ὁ θεὸς ὁ πατὴρ ἐποίησε τὸν ἄνθρωπον καὶ πάντα κατὰ τὴν ἰδίαν
εὐδοκίαν καὶ οὐχ οἱ ἄγγελοι, οὐδὲ κατὰ τὴν τῶν ἀγγέλων συμβουλίαν τι γέγονεν.
ἐν τῷ γὰρ εἰπεῖν τὸν θεόν «ποιήσωμεν ἄνθρωπον», «κατ' εἰκόνα ἡμετέραν» εἶπεν,
καὶ οὐ «κατ' εἰκόνα» μόνον. συνεκάλει γὰρ εἰς τὴν ἑαυτοῦ δημιουργίαν συνδημιουργὸν
τὸν αὐτοῦ Λόγον καὶ μονογενῆ, ὡς ἔχει καὶ ἡ ἐξ ἀληθείας ὁρμωμένη πιστῶν ἔννοια
καὶ αὐτὸ τὸ τῆς ἀληθείας ἀκρίβασμα, ὡς καὶ ἐν ἑτέροις πλείοσι περὶ τούτου σαφῶς
καὶ διὰ μήκους ἐποιησάμεθα τὴν ὁμολογίαν, ὡς ὁ πατὴρ συγκαλεῖται τὸν υἱὸν
συνδημιουργεῖν τὸν ἄνθρωπον, δι' οὗ καὶ τὰ ἄλλα πάντα ἐποίησεν. οὐ μόνον δὲ
συγκαλεῖν εἴποιμι τὸν υἱόν, ἀλλὰ καὶ τὸ ἅγιον πνεῦμα. «τῷ γὰρ λόγῳ κυρίου οἱ
οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν».
εἴτε δὲ βουληθείη εἴτε καὶ μὴ βουληθείη (φημὶ δὲ ὁ Σατορνῖλος ὁ τῆς αἱρέσεως
ταύτης ἀρχηγός), ἀναγκασθήσεται ἐξ ἅπαντος ἕνα τὸν θεὸν ὁμολογεῖν, θεὸν καὶ
κύριον, τοῦ σύμπαντος ὄντα κτιστήν τε καὶ δημιουργόν, ἅμα τε καὶ τοῦ ἀνθρώπου.
αἰσχυνθήσεται δὲ κατὰ πάντα τρόπον ὡς συκοφάντης καὶ εἰς τὸν περὶ προφητῶν
λόγον καὶ εἰς τὴν κατὰ τοῦ σεμνοῦ γάμου φαύλην κατηγορίαν. αὐτὸς γὰρ ὁ κύριος
ἡμῶν Ἰησοῦς Χριστὸς διαρρήδην ἐκφωνεῖ ἐν τῷ εὐαγγελίῳ καὶ λέγει συνῳδὰ τῷ
προφήτῃ ὅτι «ὁ λαλῶν ἐν τοῖς προφήταις, ἰδοὺ πάρειμι» καὶ πάλιν «ὁ πατήρ μου
ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι». ἵνα δὲ δείξῃ τί ἐργάζεται ὁ αὐτοῦ πατὴρ
καὶ αὐτός, ἀπεφήνατο λέγων τοῖς ἐρωτήσασιν αὐτὸν εἰ χρὴ ἀπολύειν τὴν γυναῖκα
κατὰ πᾶσαν αἰτίαν «πῶς γέγραπται; ὅτε ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ
θῆλυ ἐποίησεν αὐτούς», καὶ πάλιν μεθ' ἕτερα ὅτι «ἕνεκεν τούτου καταλείψει
ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ,
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ εὐθὺς προσέθηκε λέγων «ὃ ὁ θεὸς
συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· ὡς ἐξ ἅπαντος τὸν σωτῆρα διδάσκειν τὸν
ποιητὴν τῶν ἀνθρώπων θεὸν εἶναι τῶν πάντων, αὐτοῦ δὲ πατέρα.
καὶ ὅτι ὁ γάμος οὐκ ἐκ τοῦ Σατανᾶ, ἀλλ' ἐκ τοῦ θεοῦ τυγχάνει, πρῶτον
μὲν ὁ κύριος λέγει· «ὃ ὁ θεός» φησίν «συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· εἶτα ὁ
ἅγιος ἀπόστολος «τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος». ταῖς δὲ φύσει
χηρευσάσαις ὡσαύτως παραγγέλλει, λέγων διὰ Τιμοθέου «νεωτέρας χήρας παραιτοῦ·
μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσι», καὶ μεθ' ἕτερα
«γαμείτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν», ἀνυπέρβατον νόμον τιθέμενος, ἐκ
θεοῦ ὄντα καὶ κατὰ σεμνότητα ἀνθρώποις κεχαρισμένον.
6. Περὶ δὲ τῶν κατὰ τῶν θεοῦ προφητειῶν ὑπ' αὐτοῦ σεσυκοφαντημένων ὑπονοιῶν,
ὡς μὴ εἶναι αὐτὰς ἐκ θεοῦ, μυρία ἔστιν εἰπεῖν, ὡς αὐτὸς λέγει ὁ μονογενής, † ἐξ
ὧν τὸν κόσμον ἑαυτοῦ εὐαγγελιζόμενος λέγει, πρῶτον μὲν ὅτι «Ἀβραὰμ ὁ πατὴρ ἡμῶν
ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδεν καὶ ἐχάρη», καὶ πάλιν φησίν «εἰ
ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψεν».
τίς δὲ τῶν εὖ φρονούντων καὶ σύνεσιν ἀπὸ θεοῦ κεκτημένων οὐκ ἐλέγξειε τὸν
ἀπατεῶνα Σατορνῖλον, γινώσκων ἐν δόξῃ ἀποκαλυφθέντα τὸν σωτῆρα εἰς παράστασιν
ἀληθείας ἄλλως τὴν ἑαυτοῦ δόξαν μὴ ὑποδείξαντα ἀλλὰ ἢ ἀνὰ μέσον Ἠλίου καὶ
Μωυσέως τῶν καὶ αὐτῶν ἐν δόξῃ ἰδίᾳ μετ' αὐτοῦ ὀφθέντων; ἄλλα δὲ ὅσα τοιαῦτά
ἐστιν ἃ ὑπ' αὐτοῦ τοῦ κυρίου καὶ ἐν πάσῃ τῇ καινῇ διαθήκῃ λεγόμενα τὴν σύστασιν
ποιεῖται νόμου τε καὶ προφητῶν καὶ πάσης παλαιᾶς διαθήκης πρὸς τὴν καινὴν
διαθήκην, ὅτι ἑνὸς θεοῦ εἰσιν ἀμφότεραι, ὡς λέγει «ἐλεύσονται καὶ
ἀνακλιθήσονται ἐν κόλποις Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν
καὶ ἀναπαύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν» καὶ τὰ ἑξῆς, πάλιν δὲ τὸ ἐκ προσώπου
Δαυὶδ περὶ αὐτοῦ προφητευόμενον, τό «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ
δεξιῶν μου» καὶ πάλιν <τὸ> παρ' αὐτοῦ λεγόμενον τοῖς Φαρισαίοις «οὐδέποτε
ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες;» καὶ ὡς ὁ Λουκᾶς
διαβεβαιοῦται αὐτὸν τὸν σωτῆρα μετὰ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν ὦφθαι κατὰ τὴν
ὁδὸν τοῖς περὶ τὸν Ναθαναὴλ καὶ τὸν Κλεόπαν καὶ τούτους νενουθετηκέναι ἀπὸ τῶν
ψαλμῶν καὶ ἀπὸ τῶν προφητῶν «ὅτι οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ
νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ». καὶ οὐδὲν ἔστιν ὅλως διαφωνοῦν ἀνὰ μέσον τῆς τοῦ
Χριστοῦ ἐνσάρκου παρουσίας πρὸς τὰς τῶν προφητῶν προφητείας.
7. Ἀλλ' ἕως τούτου περὶ τῆς Σατορνίλου αἱρέσεως εἰρήσθω, ἵνα μὴ ἀναλίσκω
χρόνους περὶ τὰς μωρὰς αὐτοῦ ζητήσεις καὶ τὰς τούτων ἀνατροπὰς ἐνειλούμενος. ἐκ
ταύτης δὲ παρελθὼν ἑξῆς τὴν Βασιλείδου τοῦ συσχολαστοῦ τούτου, τοῦ καὶ
συνηπατημένου δηλώσω. μετέχουσι γὰρ οὗτοι <τῶν αὐτῶν>, ὡς ἀπ' ἀλλήλων τὸν
ἰὸν δανεισάμενοι κατὰ τὴν ἐναργῆ παροιμίαν, [ὡς] ἀσπὶς παρ' ἐχίδνης ἰὸν
δανειζομένη. ὁμοῦ γάρ εἰσι τῆς σχολῆς καὶ συνεδρίου ἀλλήλων, καθ' ἑαυτὸν δὲ
ἕστηκεν ἑκάτερος τὴν αἵρεσιν προστησάμενος, καὶ τὴν μὲν κακίαν παρ' ἀλλήλων
ἠρανίσαντο, τὴν δὲ διαφωνίαν ἐν αὑτοῖς ἐνεστήσαντο. εἴτε οὖν οὗτος δίκην ἐχίδνης
παρὰ τῶν ἀνωτάτω μετασχὼν τῷ Βασιλείδῃ μεταδέδωκεν ἢ ἐκεῖνος τούτῳ, ὅμως
ὀλέθριος ὢν ὁ τούτων ἰὸς καὶ ἀπὸ τοιούτων ἑρπετῶν ὁρμώμενος διὰ τῆς τοῦ κυρίου
διδασκαλίας ἀντιδότου δίκην ἀμαυρωθείς τε καὶ ἀφανισθεὶς ὑφ' ἡμῶν καταλελείφθω.
ἡμεῖς δὲ θεὸν ἐπικαλούμενοι ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί.
Κατὰ Βασιλείδου <δ>, τῆς δὲ ἀκολουθίας <κδ>
1. Βασιλείδης μὲν οὖν, καθὰ ἄνω προδεδήλωται, ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ
στειλάμενος τὴν πορείαν ἐκεῖσε τὰς διατριβὰς ἐποιεῖτο, εἶτα ἔρχεται εἰς τὰ μέρη
τοῦ Προσωπίτου καὶ Ἀθριβίτου, οὐ μὴν ἀλλὰ καὶ περὶ τὸν Σαΐτην [καὶ
Ἀλεξάνδρειαν] καὶ Ἀλεξανδρειοπολίτην χῶρον ἤτοι νομόν. (νομὸν γὰρ οἱ Αἰγύπτιοί
φασι τὴν ἑκάστης πόλεως περιοικίδα ἤτοι περίχωρον. εὕροις δ' ἄν, ὦ φιλολόγε,
καὶ τοῦτο εἰς σαυτοῦ ὠφέλειαν πρὸς φιλομάθειαν καὶ σαφήνειαν, εἰς εὐσεβῆ
σύστασιν καὶ φράσιν τῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων, τῶν εἰς ἀπορίαν τινὰς
ἐμβαλλόντων δι' ἀπειρίαν. ὅπου γὰρ ἐν τῷ ἁγίῳ προφήτῃ Ἠσαΐᾳ εὕροις γεγραμμένον
περὶ νομῶν πόλεων Αἰγυπτιακῶν οἷον Τάνεως ἢ Μέμφεως ἢ νομοῦ τῆς Βουβάστου, τὴν
περίμετρον τῆς τυχούσης πόλεως σημαίνει. καὶ τοῦτο φιλομαθείας ἕνεκεν
ἑρμηνευέσθω). ἦν γοῦν ἐν τούτοις τοῖς τόποις ὁ προειρημένος ἀγύρτης τὴν
διαβίωσιν ἔχων, ἐξ ὧν φαίνεται ἡ καὶ εἰς δεῦρο ἀκμάζουσα αὐτοῦ αἵρεσις ἐκ τῆς
αὐτοῦ διδασκαλίας λαβοῦσα τὴν πρόφασιν. καὶ ἄρχεται μὲν κηρύττειν ὑπερβολὴν
ὑπὲρ τὸν συσχολαστὴν αὐτοῦ γόητα τὸν καταλειφθέντα ἐπὶ τῆς Συρίας, ἵνα δῆθεν τὰ
ὑπὲρ ἐκεῖνον διηγούμενος δόξῃ φαντασιάζειν πλέον τοὺς ἀκούοντας, ἀρέσκεσθαί τε
καὶ συναγείρειν πλῆθος ὑπὲρ τὸν ἑταῖρον αὐτοῦ Σατορνῖλον. καί τινας λοιπὸν
φαντασιώδεις μυθοποιίας ὑποβαλλόμενος ἄρχεται μὲν οὕτως (τὰ ἀληθῆ δὲ
<εἰπεῖν> οὐκ ἀπὸ τῆς ἑαυτοῦ ἐννοίας ἐναρξάμενος ἡμῖν τὰ δεινά τε καὶ
ὀλετήρια, ἀλλὰ προφάσεις λαβὼν ἐκ τοῦ Σατορνίλου καὶ Σίμωνος τοῦ
προεληλεγμένου· βούλεται δὲ ἑτέρως αὐτὰ μεταχειρίζειν καὶ εἰς ὄγκον μείζονα
διηγεῖσθαι τὰ μυθολογήματα)· ὅτι, φησίν, ἦν ἓν τὸ Ἀγέννητον, ὃ μόνος ἐστὶ
πάντων πατήρ· ἐκ τούτου προβέβληται. φησίν, Νοῦς, ἐκ δὲ τοῦ Νοῦ Λόγος, ἐκ δὲ
τοῦ Λόγου Φρόνησις, ἐκ δὲ τῆς Φρονήσεως Δύναμίς τε καὶ Σοφία, ἐκ δὲ τῆς
Δυνάμεως καὶ Σοφίας ἀρχαὶ ἐξουσίαι ἄγγελοι. ἐκ δὲ τούτων τῶν δυνάμεών τε καὶ
ἀγγέλων γεγονέναι ἀνώτερον πρῶτον οὐρανόν, καὶ ἀγγέλους ἑτέρους ἐξ αὐτῶν
γεγονέναι, τοὺς δὲ ὑπ' αὐτῶν γεγονότας ἀγγέλους πεποιηκέναι αὖθις δεύτερον
οὐρανὸν καὶ αὐτοὺς δὲ πάλιν πεποιηκέναι ἀγγέλους. καὶ οἱ ἐξ αὐτῶν γενόμενοι
τρίτον αὖθις πεποιήκασιν οὐρανὸν καὶ οὕτως οἱ καθ' ἕνα οὐρανὸν εἰσαῦθις ἕτερον
καὶ ἑτέρους κατασκευάζοντες ἄχρι τριακοσίων ἑξήκοντα πέντε οὐρανῶν ἐληλάκασι
τὸν ἀριθμὸν ἀπὸ τοῦ ἀνωτάτου ἕως τούτου τοῦ καθ' ἡμᾶς οὐρανοῦ.
2. Ἀφραινόντων δ' ἂν εἴη τοῦτο τὸ ἐπαγωγὸν πιστεύειν τῇ μανιώδει αὐτοῦ
φλυαρίᾳ, συνετοῖς δὲ εὐθυέλεγκτος καὶ ληρώδης ὁ τούτου λόγος καὶ ἡ γνώμη, πῶς
εἰς ὑπερβάλλουσαν καὶ ἄπειρον κακοτροπίαν ἐξετόπισε τὴν ἑαυτοῦ γνώμην. ὁρίζει
γὰρ ὡς κατὰ ποιητικόν τινα ἐνθουσιασμὸν ἐμβροντηθὲν τὸ ἐλεεινὸν ἀνθρωπάριον
ὀνόματα ἑκάστῳ ἄρχοντι τῶν οὐρανῶν ἐκτιθέμενον πρὸς τὸ διὰ τῶν ὀνομάτων ὧν
ποιητεύεται παρὰ τῶν μὴ τὸν νοῦν ἐρρωμένον ἐχόντων πιστεύεσθαι εἰς ὄλεθρον τῆς
τῶν ἠπατημένων ψυχῆς. οὐ μὴν δὲ ἀλλὰ καὶ μαγγανικαῖς μηχανίαις προσανέχων οὐκ
ἐπαύσατο καὶ περιεργίαις ὁ ἀπατεών. ὕστερον δέ φησιν ὑπὸ τῶν ἐν τούτῳ τῷ καθ'
ἡμᾶς οὐρανῷ ἀγγέλων καὶ τῆς ἐν αὐτῷ δυνάμεως τὴν κτίσιν ταύτην γεγενῆσθαι· ἐξ
ὧν ἀγγέλων ἕνα λέγει τὸν θεόν, ὃν διελὼν τῶν Ἰουδαίων μόνον ἔφη εἶναι, ἕνα
τοῦτον καὶ συναρίθμιον ἀγγέλοις τοῖς ὑπ' αὐτοῦ κατὰ μιμολογίαν
ὀνοματοποιουμένοις τάσσων, καὶ ἐξ αὐτοῦ πεπλάσθαι τὸν ἄνθρωπον. καὶ τούτους ἅμα
αὐτῷ μεμερικέναι τὸν κόσμον κατὰ διαίρεσιν κλήρων τῷ πλήθει τῶν ἀγγέλων, τούτῳ
δὲ λελογχέναι τὸ γένος τῶν Ἰουδαίων τῷ προειρημένῳ θεῷ τῶν Ἰουδαίων· βλασφημῶν
δὲ τὸν αὐτὸν παντοκράτορα κύριον, τὸν ὄντως ὄντα θεὸν μόνον καὶ οὐχ ἕτερον
(πατέρα γὰρ τὸν αὐτὸν εἶναι ὁμολογοῦμεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ), τοῦτον
ἐκεῖνος ἀρνούμενος ἕνα βούλεται αὐτὸς παριστᾶν τῶν ὑπ' αὐτοῦ λεγομένων ἀγγέλων,
καθά μοι προδεδήλωται. ἐληλυθέναι δὲ τοὺς Ἰουδαίους εἰς κλῆρον αὐτοῦ καὶ αὐτὸν
ὑπερασπίζειν τούτων, εἶναι δὲ αὐτὸν πάντων τῶν ἀγγέλων αὐθαδέστερον ἐξαγαγεῖν
τε τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου αὐθαδείᾳ βραχίονος τοῦ ἰδίου διὰ τὸ εἶναι
αὐτὸν ἰταμώτερον τῶν ἄλλων καὶ αὐθαδέστερον. ὅθεν διὰ τὴν αὐθάδειαν αὐτοῦ, ὥς
φησιν βλασφημῶν ὁ γόης, βεβουλεῦσθαι τὸν αὐτὸν αὐτῶν θεὸν καθυποτάξαι τῷ γένει
τοῦ Ἰσραὴλ πάντα τὰ ἄλλα ἔθνη καὶ διὰ τοῦτο παρεσκευακέναι πολέμους. πολλὰ δὲ
καὶ ἄλλα κατὰ τοῦ ἁγίου θεοῦ χαλάσας τὴν γλῶτταν καὶ ἐπάρας τὸ στόμα οὐκ
ἐντρέπεται λαλῶν ὁ ἐλεεινότατος. διὰ τοῦτο γάρ, φησί, καὶ τὰ ἄλλα ἔθνη
ἐπολέμησε τοῦτο τὸ ἔθνος καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξατο διὰ τὴν τῶν ἄλλων
ἀγγέλων παραζήλωσιν, ἐπειδήπερ παροτρυνθέντες (ὡς καταφρονούμενοι ὑπ' αὐτοῦ)
καὶ αὐτοὶ τὰ ἴδια ἔθνη ἐπὶ τὸ ἔθνος τοῦ Ἰσραὴλ τὸ ὑπ' αὐτὸν ἐπέσεισαν. καὶ
τούτου ἕνεκα πόλεμοι πάντοτε καὶ ἀκαταστασίαι κατ' αὐτῶν ἐπανέστησαν.
3. Αὕτη ἡ τοῦ ἀπατεῶνος πιθανολογία. καὶ αὐτὸς δὲ περὶ Χριστοῦ ὡς δοκήσει
πεφηνότος ὁμοίως δοξάζει. εἶναι δέ φησιν αὐτὸν φαντασίαν ἐν τῷ φαίνεσθαι μὴ
εἶναι δὲ ἄνθρωπον μηδὲ σάρκα εἰληφέναι. δραματουργεῖ δὲ ἡμῖν ἄλλην
δραματουργίαν ὁ δεύτερος μιμολόγος ἐν τῷ περὶ τοῦ σταυροῦ λόγῳ Χριστοῦ, οὐχὶ
Ἰησοῦν φάσκων πεπονθέναι, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον· ἐπειδὴ γὰρ ἐν τῷ ἀπὸ
Ἱεροσολύμων τὸν κύριον ἐκβάλλεσθαι, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου,
ἠγγάρευσάν τινα Σίμωνα Κυρηναῖον βαστάξαι τὸν σταυρόν. ἔνθεν εὑρίσκει * τῆς
αὐτοῦ κυβείας ποιήσασθαι τὴν τραγῳδίαν καί φησιν· ἐκεῖνον ἐν τῷ βαστάζειν τὸν
σταυρὸν μετεμόρφωσεν εἰς τὸ ἑαυτοῦ εἶδος καὶ ἑαυτὸν εἰς τὸν Σίμωνα, καὶ ἀντὶ
ἑαυτοῦ παραδέδωκε Σίμωνα εἰς τὸ σταυρωθῆναι. ἐκείνου δὲ σταυρουμένου ἕστηκεν
καταντικρὺς ἀοράτως ὁ Ἰησοῦς, καταγελῶν τῶν τὸν Σίμωνα σταυρούντων, αὐτὸς δὲ
ἀνέπτη εἰς τὰ ἐπουράνια παραδοὺς τὸν Σίμωνα ἀνασκολοπισθῆναι καὶ ἀπαθῶς
ἀνεχώρησεν εἰς τὸν οὐρανόν· ὁ δὲ Σίμων αὐτὸς ἐσταυρώθη, καὶ οὐχὶ ὁ Ἰησοῦς·
Ἰησοῦς γάρ, φησίν, ἀναπετασθεὶς εἰς τὸν οὐρανὸν διῆλθε πάσας τὰς δυνάμεις, ἕως
οὗ ἀπεκατέστη πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα. οὗτος γάρ, φησίν, ἐστὶν ὁ υἱὸς τοῦ
πατρὸς ὁ προειρημένος, ὁ ἀποσταλεὶς ἐπὶ βοηθείᾳ τῶν υἱῶν τῶν ἀνθρώπων, δι' ἣν
εἶδεν ὁ πατὴρ ἀκαταστασίαν ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς ἀγγέλοις. καὶ οὗτός
ἐστι, φησίν, ἡ σωτηρία ἡμῶν, ὁ ἐλθὼν καὶ ἡμῖν μόνοις ἀποκαλύψας ταύτην τὴν
ἀλήθειαν.
Τοιαῦται μὲν αἱ ῥαψῳδίαι τῆς τοῦ ἀγύρτου μυθοποιίας. ἀλλὰ καὶ ἀπεντεῦθεν,
προκοπτούσης τῆς ἀκαθαρσίας τῆς ἀπὸ τοῦ Σίμωνος ἐναρξαμένης, πᾶσαν ἐπιτήδευσιν
κακομηχανίας καὶ ἀσελγείας ἐπιτρέπει τοὺς αὐτῷ μαθητευομένους ἐπιτελεῖν, ἀνδρῶν
μετὰ γυναικῶν πολυμιξίαν τινὰ κακῆς ὑποθέσεως τοὺς αὐτῷ πεισθέντας ἐκδιδάσκων·
ὡς λέγει ὁ ἀπόστολος ἐπὶ τούτοις καὶ τοῖς ὁμοίοις αὐτῶν «ἀποκαλύπτεσθαι ὀργὴν
θεοῦ καὶ δικαιοκρισίαν ἐπὶ τοὺς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχοντας». διὰ ταύτην
γὰρ τὴν αἰτίαν τῆς ἡδυπαθείας πολλοὶ εἰς τὴν αἵρεσιν ἐμπίπτουσιν, ἀδεῶς
εὑρίσκοντες ἐπιτελεῖν τὴν ἡδονὴν ἑαυτῶν ἐν ταῖς αἰσχρουργίαις.
4. Διδάσκει δὲ πάλιν καὶ ἐπιτρέπει φάσκων μὴ δεῖν μαρτυρεῖν. ὁ γὰρ μαρτυρῶν
ἄμισθος εὑρεθήσεται, μὴ μαρτυρῶν ὑπὲρ τοῦ πεποιηκότος τὸν ἄνθρωπον· μαρτυρεῖ
γὰρ ὑπὲρ τοῦ ἐσταυρωμένου Σίμωνος. πόθεν δὲ τούτῳ μισθὸς εἴη, ὁπότε ἀποθνῄσκει
μὲν ὑπὲρ Σίμωνος τοῦ ἐσταυρωμένου, ὑπὲρ Χριστοῦ δὲ τοῦτο ποιεῖν ὁμολογεῖ ὃν
ἀγνοεῖ, ἀποθνῄσκων ὑπὲρ οὗ οὐ γινώσκει; δεῖ τοίνυν ἀρνεῖσθαι καὶ μὴ προαλῶς
ἀποθνῄσκειν.
5. Φωραθήσεται δὲ οὗτος διαβολικὴν δύναμιν εἰσηγούμενος κατὰ τῶν ψυχῶν,
ἀπαρνησιθεΐαν αὐτὰς ἐκδιδάσκων, ὁπότε αὐτὸς ὁ κύριός φησι «τὸν ἀρνούμενόν με
ἐνώπιον τῶν ἀνθρώπων ἀρνήσομαι ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς».
ἀλλά φησιν ὁ ἀγύρτης· «ἡμεῖς, φησίν, ἐσμὲν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι πάντες ὕες
καὶ κύνες. καὶ διὰ τοῦτο εἶπεν· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων
μηδὲ δῶτε τὸ ἅγιον τοῖς κυσίν». κρύπτει γὰρ ἑαυτοῦ τὴν ἀδικίαν ἀπὸ τῶν νοῦν
ἐχόντων, ἀποκαλύπτει δὲ τῇ ἑαυτοῦ φατρίᾳ καὶ τοῖς ὑπ' αὐτοῦ ἠπατημένοις. ἐπειδὴ
γὰρ ἀληθῶς τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα «αἰσχρόν ἐστι καὶ λέγειν»,
λέγει ὅτι «ἐνώπιον τῶν ἀνθρώπων» δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν· «ἡμεῖς γάρ ἐσμεν
οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι ὕες καὶ κύνες», ὡς προεῖπον. φάσκει δὲ ὅλως περὶ
πατρὸς καὶ τοῦ ἑαυτοῦ μυστηρίου μηδενὶ <δεῖν> ἀποκαλύπτειν, ἀλλὰ σιγῇ
ἔχειν ἐν ἑαυτοῖς, ἑνὶ δὲ ἀπὸ χιλίων ἀποκαλύπτειν καὶ δυσὶν ἀπὸ μυρίων, καὶ
ὑποτίθεται τοῖς αὐτοῦ μαθηταῖς λέγων ὅτι «σὺ πάντας γίνωσκε, σὲ δὲ μηδεὶς
γινωσκέτω». αὐτὸς δὲ καὶ οἱ ἀπ' αὐτοῦ ἐρωτώμενοι Ἰουδαίους μὲν ἑαυτοὺς μηκέτι
εἶναι φάσκουσι, Χριστιανοὺς δὲ μηδέπω γεγενῆσθαι, ἀλλὰ ἀρνεῖσθαι πάντοτε, ἔχειν
δὲ ἐν ἑαυτῷ σιγῇ τὴν πίστιν καὶ μηδενὶ ὑποδεικνύναι, τὴν αἰσχύνην ἑαυτοῦ
ὑφορώμενος διὰ τὸ ἀπαρρησίαστον τῆς αἰσχρουργίας καὶ κακῆς αὐτοῦ διδασκαλίας.
6. Ἔσχεν δὲ ἡ ἀρχὴ αὐτῆς τῆς κακῆς προφάσεως τὴν αἰτίαν ἀπὸ τοῦ ζητεῖν καὶ
λέγειν πόθεν τὸ κακόν. πᾶς δὲ ἀπὸ τῆς ἑαυτοῦ πραγματείας δειχθήσεται ὁποῖός
ἐστιν. ἔμποροι γοῦν κακῶν οὗτοι οἱ τοῦ κακοῦ ἐρασταὶ καὶ οὐχὶ ἀγαθῶν, ὡς καὶ ἡ
γραφὴ εἶπεν ὅτι «ζητοῦντας κακὰ καταλήψεται κακά». οὔτε γάρ ποτε <τὸ>
κακὸν ἦν οὔτε ῥίζα γέγονε κακίας οὔτε ἐνυπόστατον τὸ κακόν ἐστιν. οὐκ ἦν γάρ
ποτε τὸ κακόν, ἐπείσακτον δὲ διὰ προφάσεως ἐν ἑκάστῳ τῶν ποιούντων τὸ κακὸν
ἔνεστιν· ἐν δὲ τῷ μὴ ποιοῦντι οὐκ ἔστιν, καθάπερ ἐν τοῖς ἄνω λόγοις
προδεδήλωται. λέγει γὰρ ὁ κύριος μετὰ τὸ πάντα πεποιηκέναι «ἰδοὺ πάντα καλὰ
λίαν», δεικνὺς ὅτι τὸ κακὸν οὐκ ἀρχαΐζει οὐδὲ ἐξ ὑπαρχῆς ὑπῆρχεν πρὸ τοῦ ἀπὸ
τοῦ ἀνθρώπου ἐνάρξασθαι· δι' ἡμῶν γὰρ γίνεται καὶ δι' ἡμῶν οὐ γίνεται. ἄρα οὖν
ἐν τῷ πάντα ἄνθρωπον δύνασθαι μὴ ποιεῖν τὸ κακὸν καὶ δύνασθαι ποιεῖν τὸ κακόν,
ὅταν μὲν ποιῇ, ἔστι τὸ κακόν, ὅταν δὲ μὴ ποιῇ, οὐκ ἔστι τὸ κακόν. ποῦ τοίνυν
τοῦ κακοῦ ἐστιν ἡ ῥίζα ἢ ἡ ὑπόστασις τῆς πονηρίας;
7. Εἰς δὲ πολλὴν οὗτος ἐλήλακε μωρίαν, φάσκων ὅτι ἡ <ἄνω> Δύναμις τὸν
Νοῦν προεβάλετο, ὁ δὲ Νοῦς τὸν Λόγον, ὁ δὲ Λόγος τὴν Φρόνησιν, ἡ δὲ Φρόνησις
Δύναμιν καὶ Σοφίαν, ἐκ δὲ Δυνάμεως καὶ Σοφίας ἐξουσίαι καὶ δυνάμεις καὶ
ἄγγελοι. λέγει δὲ τὴν ὑπεράνω τούτων δύναμιν εἶναι καὶ ἀρχὴν Ἀβρασάξ, διὰ τὸ
τὴν ψῆφον τοῦ Ἀβρασὰξ ἔχειν τριακοσιοστὸν ἑξηκοστὸν πέμπτον ἀριθμόν, ὡς ἐκ
τούτου τὴν μαρτυρίαν τῆς αὐτοῦ μυθοποιίας τῶν τριακοσίων ἑξήκοντα πέντε οὐρανῶν
συνιστᾶν πειρᾶσθαι. οἷς οὐρανοῖς καὶ τοποθεσίας ἴσα τοῖς μαθηματικοῖς διαιρεῖν
καὶ συνιστᾶν ἐπιτηδεύων οὐ παρέργως μηχανᾶται. τὰ γὰρ ἐκείνων μάταια θεωρήματα
λαβὼν εἰς ἴδιον χαρακτῆρα αὐτός τε καὶ οἱ ὑπ' αὐτὸν εἰς αἰτίαν τῆς ἰδίας
εἰδωλοποιοῦ καὶ [πεπλανημένης] ἐπιπλάστου διδασκαλίας μετήνεγκαν.
καὶ βούλονται τὴν σύστασιν τούτων ἀπὸ τῶν ὁμοίων ψήφων ποιεῖσθαι, ὡς
προεῖπον, τοῦ Ἀβρασὰξ τῶν τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν ἔχοντος, δῆθεν
δεικνύντες διὰ τοῦτο ἔχειν τὸν ἐνιαυτὸν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν
ἀριθμὸν κατὰ περίοδον. πέπτωκε δὲ αὐτοῦ ὁ ληρώδης λόγος. εὑρίσκεται γὰρ ὁ
ἐνιαυτὸς τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν. εἶτα, ἐντεῦθεν, φησί,
καὶ ὁ ἄνθρωπος ἔχει τριακόσια ἑξήκοντα πέντε μέλη, ὡς ἑκάστῃ τῶν δυνάμεων
ἀπονέμεσθαι ἓν μέλος. ὅθεν καὶ ἐν τούτῳ πέπτωκεν αὐτοῦ ἡ ἐπινενοημένη καὶ νόθος
διδασκαλία· ἐν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ <τξδ> μέλη.
8. Θαυμαστῶς δὲ ὁ μακάριος Εἰρηναῖος, ὁ τῶν ἀποστόλων διάδοχος, περὶ τούτου
λεπτολογῶν διήλεγξε τούτου τὴν ἀβελτερίαν. ἀνατραπήσεται γὰρ καὶ νῦν ἡ φλυαρία
τοῦ ἄνωθεν καταβεβηκότος Βασιλείδου καὶ τὰ ἄνω σαφῶς κατοπτεύσαντος, μᾶλλον δὲ
ἄνωθεν πεπτωκότος ἀπὸ τοῦ τῆς ἀληθείας σκοποῦ, ὅτι εἰ οὗτος ὁ οὐρανὸς ὑπὸ τῶν
κατ' αὐτὸν ἀγγέλων γεγένηται, αὐτοὶ δὲ ὑπὸ τῶν ἀνωτέρω καὶ οἱ ἀνωτέρω ὑπὸ τῶν
ἔτι ἀνωτέρω, ἄρ' οὖν ἡ ἄνω Δύναμις, ἡ καὶ Ἀβρασὰξ καλουμένη, εὑρεθήσεται ἡ τὰ
πάντα πεποιηκυῖα καὶ ἡ αἰτία τῶν ὄντων πάντων, καὶ οὐδὲν δίχα αὐτῆς [τι]
γεγενῆσθαι εὑρεθήσεται, ὁπότε αὐτὴ τὸ αἴτιον καὶ τὸ πρῶτον ἀρχέτυπον παρ' αὐτῶν
καταγγέλλεται, καὶ τὸ λεγόμενον παρ' αὐτοῖς τοῦ κόσμου τούτου ὑστέρημα ὑπό
τινος ἑτέρου μὴ γεγενῆσθαι, ἀλλ' ἀπὸ τῆς πρώτης ἀρχῆς καὶ αἰτίας τῶν μετέπειτα
γεγονότων. ἐρωτητέον δὲ τὸν αὐτόν, τίνι <τῷ> λόγῳ ἐπὶ τοσαύτην ἡμᾶς
πληθὺν φέρεις, ὦ οὗτος, καὶ μὴ μᾶλλον ἐπὶ τὴν ἀρχήν, τουτέστιν ἐπὶ τὸν ἕνα θεὸν
τὸν παντοκράτορα; ὁπότε ἐξ ἅπαντος ἤτοι οὕτως λέγοντα ἢ οὕτως δεῖ τὸν ἕνα
αἴτιον πάντων ὁμολογεῖν δεσπότην.
ἀλλὰ καὶ περὶ τῆς τοῦ Χριστοῦ ὑποθέσεως ἀπόκριναι, ὦ τῆς μυθοποιοῦ
πραγματείας ταύτης πλάστα. εἰ Σίμων ἐσταυρώθη ὁ Κυρηναῖος, ἄρα οὐ διὰ Ἰησοῦ ἡ
σωτηρία γεγένηται ἡμῶν ἀλλὰ διὰ Σίμωνος, καὶ οὐκέτι ὁ κόσμος ἐλπίσειεν διὰ
Ἰησοῦ Χριστοῦ σῴζεσθαι τοῦ μὴ παθόντος ὑπὲρ ἡμῶν. οὔτε γὰρ Σίμων δύναται
σῴζειν, ἄνθρωπος ὢν ψιλὸς καὶ οὐδὲν ἕτερον. ἅμα δὲ καὶ συκοφαντίαν καταψηφίζῃ
τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, εἰ ἕτερον ἀνθ' ἑαυτοῦ παρέδωκεν ὁ ἀγαθὸς θεὸς
βιασάμενος εἰς φόνον. καὶ ἔσται λοιπὸν ὄναρ, μᾶλλον δὲ κακοηθείας καὶ κυβείας ἔργον
τὸ τοιοῦτον, ὅτι <ὁ> κύριος κυβείᾳ τινὶ ἑαυτὸν κρύψας ἄλλον ἀντ' αὐτοῦ
παρέδωκε· καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν μὴ
δυναμένη δέ. ἀλλὰ ἐλεγχομένη ὑπ' αὐτῆς τῆς ἀληθείας ἀσυστάτως τὸ ποίημα τοῦτο
εἰσηγουμένη.
9. Πάντῃ γὰρ ἐλέγχει τοῦτον τὸν αἱρεσιάρχην ἡ ἀλήθεια ἐν παλαιᾷ καὶ καινῇ
διαθήκῃ. παντὶ γάρ τῳ δῆλον ὅτι Χριστὸς ἑκὼν ἐπὶ τὸ πάθος ἦλθε καὶ θελήματι
ἰδίῳ καὶ τοῦ ἰδίου πατρὸς καὶ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος ἔλαβε τὴν σάρκα
ἐνανθρωπήσας ἐν ἡμῖν, ἐν τελειότητι θεὸς ὢν ἀπ' ἀρχῆς, ἐκ πατρὸς γεγεννημένος
ἀνάρχως καὶ ἀχρόνως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν μήτρᾳ παρθένου γενέσθαι
καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος καὶ γεννηθεὶς ἐν ἀληθείᾳ καὶ
ἐνανθρωπήσας ἐν βεβαιώσει, ἵνα ἐν αὐτῇ πάθῃ ὑπὲρ ἡμῶν τῇ σαρκὶ καὶ τὴν ψυχὴν δῷ
ὑπὲρ τῶν ἰδίων προβάτων· ὡς ἐλέγχει τούτους λέγων «ἰδού, ἀναβαίνομεν εἰς
Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται καὶ ἀποκτανθήσεται καὶ τῇ
τρίτῃ ἡμέρᾳ ἀναστήσεται», τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας «δύνασθε πιεῖν τὸ
ποτήριον ὃ μέλλω πίνειν;», ὡς καὶ ὁ ἀπόστολος Πέτρος λέγει «θανατωθεὶς σαρκί,
ζωοποιηθεὶς δὲ πνεύματι» καὶ πάλιν «ὃς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί»· πάλιν δὲ
Ἰωάννης λέγει «εἴ τις οὐ λέγει τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, οὗτος
ἀντίχριστός ἐστιν», ὁ δὲ ἅγιος Παῦλός φησι «γευσάμενος θανάτου, θανάτου δὲ
σταυροῦ», ὡς καὶ Μωυσῆς προαναφωνῶν ἔλεγεν «ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ
ξύλου». ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων, ἀλλ' ὁ κύριος ὁ ὑπὲρ ἡμῶν πεπονθώς, ἵνα τὰ
ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γεγένηται, ἵνα τὸ κέντρον
τοῦ θανάτου κλάσῃ, καταβὰς εἰς τὰ καταχθόνια, ἵνα τοὺς ἀδαμαντίνους μοχλοὺς
συντρίψῃ· ὅπερ ποιήσας ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν ἐκένωσέ τε τὸν Ἅιδην.
10. Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι, αὐτὸς ἑαυτὸν
παραδούς. τί γὰρ λέγεις, ὦ θεήλατε τῶν ἀνθρώπων; οὐκ ἠδύνατο ἐλευθεροστομεῖν
καὶ ἀναχωρῆσαι ἀπ' αὐτῶν, εἰ μὴ ἠθέλησε σταυρωθῆναι; ἀλλὰ παίγνιον ἐποίει
κυβείας ὁ τοῦ θεοῦ <υἱὸς> θεὸς Λόγος καὶ ἄλλον ἀντὶ ἑαυτοῦ παρεδίδου
ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων ἐγώ εἰμι ἡ ἀλήθεια· «ἐγὼ γάρ εἰμι, φησίν, ἡ
ἀλήθεια καὶ ἡ ζωή»; ἡ δὲ ζωὴ οὐκ ἂν ἑτέρῳ θάνατον παρασκευάσειε καὶ ἡ ἀλήθεια
οὐκ ἂν κρύψῃ τὸ ἐν ἀληθείᾳ παρ' αὐτῆς γινόμενον καὶ ἕτερα ἀνθ' ἑτέρων ὑποδείξῃ.
οὐκέτι γὰρ ἡ ἀλήθεια εὑρεθήσεται ἀλήθεια, πλάνην ἐργαζομένη καὶ κρύπτουσα τὸ
ἑαυτῆς ἔργον, δι' ἐναντίου δὲ πραγματευομένη σοφίσματος. καὶ ἁπλῶς ἐκ πάντων ὡς
εἰπεῖν, ἵνα μὴ μηκύνω τὸν λόγον, «οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων» καὶ «τῶν
ἐργαζομένων τὴν ἀνομίαν». πόσοι ἑαυτοῖς σκότος ηὕρηνται καὶ ἄλλοις τοῖς
μετέπειτα τῷ σκότει αὐτῶν πειθομένοις· τοῖς δὲ συνετοῖς φανήσεται ἡ ἀλήθεια, ἡ
δὲ Βασιλείδου καὶ τῶν τοιούτων πραγματεία πλάνης ἔργον ἐλεγχθήσεται.
Καὶ ταῦτά μοι περὶ ταύτης τῆς αἱρέσεως καὶ τοῦ μύθου τούτου εἰρήσθω·
ἐντεῦθεν δὲ ἐφ' ἑτέραν αἵρεσιν βαδιοῦμαι. τίνι γὰρ οὐ φωρατὴ ἔσται ἡ τοιαύτη
αἵρεσις μῦθός τις οὖσα καὶ ὡσεὶ κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ
κέρατος ἐν ἀέρι προκύπτουσα καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτῇ
ἐργαζομένη; ἀλλὰ καὶ «τὸ κέρας τῶν ἁμαρτωλῶν ὁ κύριος συνέτριψεν, τὸ δὲ κέρας
τοῦ δικαίου μόνον ὑψωθήσεται», ὅπερ ἐστὶ πίστις ἀληθείας. διὸ καὶ τοῦτον
συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ ἐπὶ τὰς μετέπειτα διέλθωμεν, θεὸν
βοηθὸν ἐπικαλούμενοι, ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν
αἰώνων, ἀμήν.
Κατὰ Νικολαϊτῶν <ε>, τῆς δὲ ἀκολουθίας <κε>
1. Νικόλαος γέγονεν εἷς ἀπὸ τῶν ἑπτὰ διακόνων τῶν ἐκλελεγμένων ὑπὸ τῶν
ἀποστόλων ἅμα Στεφάνῳ τῷ ἁγίῳ καὶ πρωτομάρτυρι καὶ Προχόρῳ καὶ Παρμενᾷ καὶ τοῖς
ἄλλοις. οὗτος ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος προσήλυτος γίνεται· μετέπειτα δὲ
καταδεξάμενος τὸν περὶ Χριστοῦ κηρύγματος λόγον καὶ αὐτὸς συνήφθη τοῖς μαθηταῖς
ἔν τε τοῖς προκριτέοις τὰ πρῶτα ἐξεταζόμενος <ἦν>· ὅθεν καὶ ἐν τοῖς
ἐκλεγεῖσιν εἰς τὴν τῶν χηρῶν τότε ἐπιμέλειαν ἐγκατηριθμήθη. ὕστερον δὲ τοῦτον
ὑπέδυ ὁ διάβολος καὶ ἐξηπάτησεν αὐτοῦ τὴν καρδίαν τῇ αὐτῇ πλάνῃ τῶν
προειρημένων παλαιῶν κατατρωθῆναι μειζόνως ὑπὲρ τοὺς πρώην. γύναιον γὰρ οὗτος
ἔχων εὔμορφον καὶ ἀπὸ τοῦ γυναίου ἐγκρατευσάμενος ὡς κατὰ μίμησιν ὧν ἑώρα θεῷ
προσανεχόντων, μέχρι τινὸς ἐκαρτέρει, οὐ μὴν εἰς τέλος ἤνεγκε κρατεῖν τῆς αὐτοῦ
ἀκρασίας, ἀλλὰ βουληθεὶς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφειν προφάσεις
τινὰς οὐκ ἀγαθὰς ἑαυτῷ θηρώμενος ἐπενόει πρὸς ἀπολογίαν τοῦ ἰδίου τῆς ἀκολασίας
πάθους· ᾧ μᾶλλον συνέφερεν *. εἶτα τοῦ σκοποῦ ἐκπεσὼν τῇ ἰδίᾳ γυναικὶ συνήφθη
ἀπεριέργως. οὗτος δὲ αἰσχυνόμενος τὴν ἑαυτοῦ ἧτταν καὶ ὑφορώμενος φωραθῆναι
ἐτόλμα λέγειν [ὅτι], εἰ μή τις καθ' ἑκάστην ἡμέραν λαγνεύῃ, ζωῆς μὴ δύνασθαι
μετέχειν τῆς αἰωνίου. ἐκ προφάσεως γὰρ εἰς πρόφασιν μετηνέχθη ἑτέραν. ὁρῶν γὰρ
τὴν ἑαυτοῦ σύμβιον κάλλει μὲν διαπρέπουσαν ταπεινότητι δὲ φερομένην,
ἐζηλοτύπησε ταύτην καὶ κατὰ τὴν ἰδίαν ἀσέλγειαν τοὺς ἄλλους εἶναι νομίσας τὰ
πρῶτα μὲν ἐμπαροινῶν εἰς τὴν ἰδίαν γαμετὴν διετέλει καὶ διαβολάς τινας αὐτῇ
ἐπιφέρων διὰ λόγων, τὸ δὲ πέρας ἑαυτὸν κατέσπασεν οὐ μόνον εἰς τὴν χρῆσιν τῆς
σαρκὸς τὴν κατὰ φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ εἰς βλάσφημον ὑπόνοιαν καὶ βλάβην
κακοτροπίας καὶ πλάνην παρεισδύσεως πονηρίας.
2. Καὶ ἐντεῦθεν ἄρχονται οἱ τῆς ψευδωνύμου γνώσεως * τῷ κόσμῳ ἐπιφύεσθαι
κακῶς, φημὶ δὲ οἱ καλούμενοι Γνωστικοὶ καὶ Φιβιωνῖται καὶ οἱ τοῦ Ἐπιφάνους καλούμενοι,
Στρατιωτικοί τε καὶ Λευιτικοὶ καὶ Βορβορῖται καὶ οἱ λοιποί. ἕκαστος γὰρ τούτων
τὴν ἑαυτοῦ αἵρεσιν τοῖς πάθεσιν ἑαυτοῦ ἐπισπώμενος μυρίας ὁδοὺς ἐπενόησε
κακίας. τινὲς μὲν γὰρ αὐτῶν Βαρβηλώ τινα δοξάζουσιν, ἣν ἄνω φάσκουσιν εἶναι ἐν
ὀγδόῳ οὐρανῷ, καὶ ταύτην ἀπὸ τοῦ πατρὸς προβεβλῆσθαί φασιν· μητέρα δὲ αὐτὴν
εἶναι οἱ μὲν τοῦ Ἰαλδαβαὼθ λέγουσιν, οἱ δὲ τοῦ Σαβαώθ. τὸν δὲ υἱὸν ταύτης
κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι, λέγειν δὲ
τοῖς ὑποκάτω ὅτι «ἐγώ εἰμι, φησίν, ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ
ἔστιν ἕτερος θεός». τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι τὸν λόγον τοῦτον καὶ κλαῦσαι.
ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ καὶ ἀποσυλᾶν τὸ ἐξ αὐτῶν
σπέρμα δι' ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους
σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ. καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ
αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε. καί τινες ὡς ἔφην τῶν προειρημένων
διὰ πολλῆς κακομηχανίας ἃ μὴ θέμις λέγειν πως ἐν πολυμιξίᾳ γυναικῶν καὶ ἐν
αἰσχροποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος
ἀπόστολός φησι «τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν». 3. τῷ
δὲ βουλομένῳ ἰδεῖν τὴν ἀντίθετον ἐκ πνεύματος ἁγίου περὶ τῆς τούτου αἱρέσεως
ἀνατροπὴν ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἁγίου Ἰωάννου ἀποκαλύψεως, ὡς γράφων μιᾷ τῶν
ἐκκλησιῶν ἐκ προσώπου κυρίου τουτέστιν τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε κατασταθέντι σὺν
τῇ δυνάμει τοῦ ἁγίου ἀγγέλου τοῦ ἐπὶ τοῦ θυσιαστηρίου φησίν «ἔχεις δέ τι καλόν,
ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κἀγὼ μισῶ».
Προύνικον δὲ ἄλλοι τιμῶντές τινα, ὡς καὶ οὗτοι μυθωδῶς πάλιν εἰς ταύτην τὴν
ὑπόνοιαν τῆς αἰσχρουργίας τὰ ἑαυτῶν πάθη ἐπιτελοῦντές φασι· τῆς Προυνίκου τὴν
δύναμιν συλλέγομεν ἀπὸ τῶν σωμάτων, διά τε τῶν ῥευστῶν, φημὶ δὲ γονῆς καὶ
καταμηνίων *· περὶ ὧν ὀλίγῳ ὕστερον, ὅταν περὶ αὐτῶν μονομερῶς λέγειν
ἐπιβαλώμεθα, κατὰ λεπτότητα ὑφηγήσομαι, οὐκ εἰς τὸ χρᾶναι ἀκοὰς τῶν ἀκουόντων ἢ
ἐντυγχανόντων, ἀλλ' εἰς τὸ τοῖς συνετοῖς ἀπέχθειαν μᾶλλον ἐργάσασθαι πρὸς
αὐτοὺς καὶ ἀποτροπὴν τῆς τῶν κακῶν ἐργασίας, οὐ συκοφαντῶν τοὺς ἀλιτηρίους,
ἀλλὰ κατ' ἀλήθειαν τὰ παρ' αὐτῶν γινόμενα εἰς τοὐμφανὲς θριαμβεύων. ἕτεροι δὲ
τὸν προειρημένον Ἰαλδαβαὼθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι πρῶτον υἱὸν ὡς ἔφην
τῆς Βαρβηλώ· καὶ διὰ τοῦτό φησιν δεῖν ἄγειν αὐτῷ τὴν τιμήν, ὅτι πολλὰ
ἀπεκάλυψεν. ὅθεν καὶ βιβλία τινὰ ἐξ ὀνόματος τοῦ Ἰαλδαβαὼθ ποιητεύονται,
ἐκτυποῦντες καὶ ὀνομασίας μυρίας βαρβαρικὰς ἀρχόντων, <ὥς> φασιν, καὶ
ἐξουσιῶν καθ' ἕκαστον οὐρανὸν ἐναντιουμένων τῇ τῶν ἀνθρώπων ψυχῇ. καὶ πολλὴ
ἁπλῶς ἡ διὰ τῆς πλάνης αὐτῶν γινομένη τῷ γένει τῶν ἀνθρώπων ἐπιβουλή. ἄλλοι δὲ
τὸν Καυλακαῦ ὡσαύτως δοξάζουσιν, ἄρχοντά τινα τοῦτον οὕτως καλοῦντες,
φαντασιάζειν φιλοτιμούμενοι τοὺς ἀπείρους διὰ τῆς τῶν ὀνομάτων ἐκπλήξεως καὶ
ἐπιπλάστου τῆς τοῦ ὀνόματος βαρβαρωνυμίας. τοῖς δὲ ἐμπείροις καὶ ἐκ θεοῦ
λαβοῦσι περὶ ἑκάστης ὀνομασίας καὶ ὑποθέσεως τῆς ἀληθινῆς τοῦ θεοῦ γνώσεως
χάριν πῶς οὐκ εὐθυέλεγκτα τοῦ μύθου αὐτῶν καὶ πλάνης τὰ διδάγματα
<ἀν>εχέγγυα;
4. Προύνικον γὰρ ἐὰν εἴπωσι, τὸ ὅλον ἐστὶν ἡδυπαθείας καὶ ἀκρασίας
ἐξέρευξις. πᾶν γὰρ τὸ προυνικευόμενον λαγνείας ὑποφαίνει τὸ ἐπώνυμον, φθορᾶς δὲ
τὸ ἐπιχείρημα. ἐπὶ τοῖς γὰρ τὰ σώματα διακορεύουσιν Ἑλληνική τίς ἐστιν λέξις τό
«ἐπρουνίκευσε τήνδε»· ὅθεν καὶ ἐν μύθοις ἀναγράφουσιν οἱ τὰ ἐρωτικὰ
συγγραψάμενοι Ἑλλήνων ἀπατεῶνες περὶ κάλλους λέγοντες οὕτως ὅτι κάλλος προύνικον.
ἀλλὰ καὶ περὶ τοῦ Καυλακαῦ τίς τῶν γινωσκόντων οὐκ ἂν καταγελάσειεν, ὅτι τὰς
Ἑβραϊστὶ καλῶς εἰρημένας λέξεις καὶ Ἑλληνιστὶ καλῶς ἑρμηνευθείσας καὶ
<εἰσέτι> νῦν παρὰ τοῖς Ἑβραϊστὶ ἀναγινώσκουσι φανερὰς οὔσας καὶ οὐδὲν
σκολιὸν ἐχούσας αὐτοὶ εἰς εἰδωλοποιίας τε καὶ εἰς μορφὰς καὶ εἰς ἐνυποστατικὰς
ἀρχὰς καὶ ὡς εἰπεῖν ἀνδριαντοπλασίας, τοῖς ἀφελέσι διὰ φαντασίας τὴν πλάνην
ὑποσπείροντες, ἀνατυποῦσιν εἰς τὴν τῆς αἰσχρᾶς αὐτῶν καὶ μυθώδους τέχνης
ὑποσποράν; καυλακαῦ γὰρ ἐν τῷ Ἠσαΐᾳ γέγραπται, λέξις τις οὖσα ἐν τῇ δωδεκάτῃ
ὁράσει, ἔνθα λέγει «θλίψιν ἐπὶ θλίψιν, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν
προσδέχου»· ὡς καὶ αὐτὰ τὰ Ἑβραϊκὰ ῥήματα τελειότατα ἐνταῦθα παραθήσομαι αὐταῖς
λέξεσιν ὥς ἐστι γεγραμμένα· τὸ γὰρ σαυλασαῦ σαυλασαῦ ἑρμηνεύεται θλίψις ἐπὶ θλίψιν,
καυλακαῦ καυλακαῦ ἐλπὶς ἐπ' ἐλπίδι, ζιηρσὰμ ζιηρσὰμ ἔτι μικρὸν ἔτι μικρὸν
προσδέχου. ποῦ οὖν ἡ τούτων μυθολογία; ποῦ ἡ κίσσησις τῆς φαντασιολογίας; πόθεν
τῷ κόσμῳ τὰ ζιζάνια; τίς ὁ ἀναγκάσας εἰς ἑαυτοὺς ἐπισπάσασθαι ὄλεθρον τοὺς
ἀνθρώπους; εἰ μὲν γὰρ γινώσκοντες μετεποίησαν τὰς ὀνομασίας εἰς φαντασίαν,
ἀπωλείας ἑαυτοῖς προφανῶς αἴτιοι γεγόνασιν· εἰ δὲ ἀγνοοῦντες ἃ μὴ ᾔδεισαν
ἔφασαν, οὐδὲν αὐτῶν ἀθλιώτερον. μωρὰ γὰρ ταῦτα ὡς ἀληθῶς, <ὡς> καὶ παντὶ
τῷ σύνεσιν ἐν θεῷ κεκτημένῳ ἔνεστιν ἰδεῖν. ἡδυπαθείας γὰρ χάριν ἑαυτούς τε καὶ
τοὺς πειθομένους ἀπώλεσαν καὶ ἀπολλύουσιν.
πνεῦμα γάρ ἐστι πλάνης, ὥσπερ φύσημα ἐν αὐλῷ διαφόροις κινήσεσιν ἕκαστον τῶν
ἀφρόνων κινοῦν κατὰ τῆς ἀληθείας. καὶ γὰρ καὶ αὐτὸς ὁ αὐλὸς μίμημά ἐστι τοῦ
δράκοντος, δι' οὗ ἐλάλησεν ὁ πονηρὸς καὶ ἠπάτησε τὴν Εὔαν. ἀπὸ τοῦ τύπου γὰρ
ἐκείνου κατὰ μίμησιν ὁ αὐλὸς τοῖς ἀνθρώποις εἰς ἀπάτην κατεσκευάσθη. καὶ ὅρα
τὸν τύπον ὃν αὐτὸς ὁ αὐλῶν ἐν τῷ αὐλῷ ποιεῖται. αὐλῶν γὰρ ἄνω ἀνανεύει καὶ κάτω
κατανεύει, δεξιά τε κλίνει καὶ εὐώνυμα ὁμοίως ἐκείνῳ. τούτοις γὰρ καὶ ὁ
διάβολος τοῖς σχήμασι κέχρηται, ἵνα κατὰ τῶν ἐπουρανίων ἐνδείξηται τὴν
βλασφημίαν καὶ τὰ ἐπὶ τῆς γῆς ἀφανισμῷ ἀφανίσῃ καὶ ὁμοῦ συμπεριλάβῃ τὴν
οἰκουμένην, δεξιά τε καὶ εὐώνυμα λυμαινόμενος τοὺς τῇ πλάνῃ πειθομένους τε καὶ
θελγομένους ὥσπερ διὰ μουσικοῦ ὀργάνου ταῖς φωναῖς ταῖς πεπλασμέναις.
5. Ἄλλοι δέ τινες ἐξ αὐτῶν καινά τινα ὀνόματα ἀναπλάττουσι, λέγοντες ὅτι
σκότος ἦν καὶ βυθὸς καὶ ὕδωρ, τὸ δὲ πνεῦμα ἀνὰ μέσον τούτων διορισμὸν ἐποιήσατο
αὐτῶν· τὸ δὲ σκότος ἦν χαλεπαῖνόν τε καὶ ἐγκοτοῦν τῷ πνεύματι, ὅπερ σκότος
ἀναδραμὸν περιεπλάκη τῷ πνεύματι καὶ ἐγέννησε, φησίν, τινὰ Μήτραν καλουμένην,
ἥτις γεννηθεῖσα ἐνεκίσσησεν ἐν αὐτῷ τῷ πνεύματι. ἐκ δὲ τῆς Μήτρας προεβλήθησάν
τινες τέσσαρες αἰῶνες, ἐκ δὲ τῶν τεσσάρων αἰώνων ἄλλοι δεκατέσσαρες, καὶ γέγονε
δεξιά τε καὶ ἀριστερά, φῶς καὶ σκότος. ὕστερον δὲ μετὰ πάντας τούτους
προβεβλῆσθαί τινα αἰσχρὸν αἰῶνα, μεμίχθαι δὲ τοῦτον τῇ Μήτρᾳ τῇ ἄνω
προδεδηλωμένῃ καὶ ἐκ τούτου τοῦ αἰῶνος τοῦ αἰσχροῦ καὶ τῆς Μήτρας γεγονέναι
θεούς τε καὶ ἀγγέλους καὶ δαίμονας καὶ ἑπτὰ πνεύματα. φωρατὴ δὲ τούτων ἡ τῆς
πλάνης μιμολογία. ἀπ' ἀρχῆς γὰρ ἕνα πατέρα λέγοντες καὶ ὁριζόμενοι ὕστερον
πολλοὺς θεοὺς ὑπέφηναν, εἰς τὸ δεῖξαι αὐτὴν τὴν πλάνην καθ' ἑαυτῆς τὰ ὑπ' αὐτῆς
ψευδῆ λεγόμενα ὁπλίζειν ἑαυτὴν δὲ λύειν, τῆς ἀληθείας ἀεὶ * ἐκ παντὸς μέρους
εὑρισκομένης.
6. Τί τοίνυν εἴπω πρὸς σέ, ὦ Νικόλαε; τί διαλεχθήσομαι; πόθεν, ὦ οὗτος,
ἥκεις φέρων ἡμῖν αἰσχρὸν αἰῶνα καὶ ῥίζαν πονηρίας καὶ Μήτραν γεννητικὴν καὶ
πολλοὺς θεοὺς καὶ δαίμονας; ὁ γὰρ ἀπόστολος φήσας «εἴπερ εἰσὶ λεγόμενοι θεοί»
οὐκ εἶναι τούτους ὑποφαίνει. ἐν τῷ γὰρ εἰπεῖν «λεγόμενοι» ἔδειξεν αὐτοὺς ἐν τῷ
λέγεσθαι μόνον εἶναι, μὴ ὄντας τῇ ὑποστάσει ἀλλὰ διὰ τῆς τινῶν ὑπολήψεως. «ἡμῖν
δέ», φησίν, «εἷς θεός», δηλονότι τοῖς τὴν γνῶσιν τῆς ἀληθείας ἐπισταμένοις. καὶ
οὐκ εἶπεν λεγόμενον θεόν, ἀλλὰ ὄντα θεόν· εἰ δὲ ἡμῖν εἷς θεός, οὐκέτι πολλοὶ
θεοί. καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησίν «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν
θεόν», ἵνα ἀνατρέψῃ τὴν διάνοιαν τῶν τὰ μυθώδη λεγόντων καὶ νομιζόντων εἶναι
πολυθεΐαν· εἷς γὰρ ἡμῶν ἐστιν ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τρεῖς
ὑποστάσεις μία κυριότης μία θεότης μία δοξολογία, καὶ οὐ πολλοὶ θεοί. ποῦ δὲ
πληροῦται κατὰ σέ, ὦ Νικόλαε, τὸ ὑπὸ τοῦ σωτῆρος εἰρημένον ὅτι «εἰσὶν εὐνοῦχοι
οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἳ ἐκ γεννητῆς
ἐγεννήθησαν καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν
οὐρανῶν». εἰ τοίνυν εὐνοῦχοί εἰσι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, πῶς σύ γε
σεαυτὸν πεπλάνηκας καὶ τοὺς σοὶ πειθομένους, διὰ λαγνείας καὶ αἰσχροποιίας τὴν
ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατέχων καὶ * διδάσκων; ποῦ δὲ παρὰ σοὶ πεπλήρωται
τό «περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος,
τὸ καλὸν οὕτως εἶναι», καὶ πάλιν «ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ
τῷ κυρίῳ, ἵνα ᾖ ἁγία ἐν σώματι καὶ ἐν πνεύματι». καὶ πόσα ἔστι περὶ ἁγνείας καὶ
ἐγκρατείας καὶ παρθενίας λέγειν; παρὰ σοῦ γὰρ ὁ πᾶς βόρβορος τῆς ἀκαθαρσίας
ἀναισχύντως ὁρίζεται. ἀλλὰ ἐκ τῶν δύο ἢ τριῶν τούτων ῥητῶν, τῆς καταγελάστου
αἱρέσεως πρὸς ἀνατροπὴν τοῖς ἐντυγχάνουσιν *, ὁ σκοπὸς ἐνταῦθά μοι παρακείσθω.
7. Προϊὼν δὲ καθεξῆς τὴν τούτῳ συνεζευγμένην αἵρεσιν, ὥσπερ χορτομανήσασαν
ὕλην ἢ δάσος ἀκανθῶν πανταχόθεν συνηνωμένων ἢ κατεξηραμμένην ἐν ἀγρῷ πληθὺν
ξύλων τε καὶ φρυγάνων εἰς κατάκαυσιν ἑτοιμαζομένην ὑποδείξω, διὰ τὸ τῇ αὐτῇ
αἱρέσει τοῦ ἐλεεινοῦ Νικολάου *. ὥσπερ <γὰρ> δι' ἐγκεντρισμοῦ ἢ ψώρας
ἀγρίας ἢ λέπρας ἐξ ἑτέρων σωμάτων ἕτερα σώματα * παραφθείρεσθαι, οὕτως ἀπὸ
μέρους <τούτοις> εἰσὶ συνηνωμένοι οἱ λεγόμενοι <Γνωστικοί>, ἐξ
αὐτοῦ Νικολάου καὶ τῶν πρὸ αὐτοῦ (Σίμωνος δέ φημι καὶ τῶν ἄλλων) λαβόντες τὰς
προφάσεις, Γνωστικοὶ <μὲν> καλούμενοι, κατάγνωστοι δὲ τὸ πᾶν διὰ τὴν ἐν
τοῖς πράγμασι τῆς ἀκαθάρτου ἐργασίας αὐτῶν μοχθηρίαν καὶ αἰσχρουργίαν. ὡς
ἀληθῶς γὰρ καὶ τοῦτον πρὸς ὀλίγον ἐγκρατευσάμενον, εἶτα ἀποστάντα τῆς
ἐγκρατείας, δίκην ὕδρωπος τοῦ ἑρπετοῦ καλουμένου ἐξ ὑδάτων εἰς γῆν ἀνελθόντος
καὶ εἰς ὕδωρ αὖθις ἀναστρέψαντος, καλάμῳ τῷ ἐν χειρὶ δοθέντι Χριστοῦ παίσαντες
καὶ ὀλέσαντες ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδίσωμεν.
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν <Ϛ>, τῆς δὲ ἀκολουθίας <κϚ>
1. Πάλιν οὗτοι οἱ Γνωστικοὶ διαφόρως ἀπὸ τούτου φυόμενοι ἠπατημένοι
ἄνθρωποι, ὥσπερ ἀπὸ κοπρίας καρποί, ὡς παντί τῳ δῆλόν ἐστι καὶ φωρατὸν πρὸς
δοκιμὴν ἀληθείας οὐ μόνον εἴποιμι πιστοῖς ἀλλὰ τάχα καὶ ἀπίστοις, ἐν τῷ κόσμῳ
ἐβλάστησαν· τὸ γὰρ Μήτραν καὶ αἰσχρότητα λέγειν καὶ τὰ ἄλλα πῶς οὐχὶ
καταγέλαστα φανείη πᾶσιν ἀνθρώποις, «Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ
ἀνοήτοις»; πολλὴ δὲ συμφορὰ καὶ μεγίστη ὡς εἰπεῖν ταλαιπωρία, τοὺς ἐν
καταγνώσει καὶ ἐν πλάνῃ ἐπισείεσθαι ἡμῖν τῶν αἱρέσεων ἀρχηγοὺς καὶ ἐπανίστασθαι
ὥσπερ κνωδάλων πλῆθος, ὀχλήσεις τε καὶ δυσοδμίας κνισμούς τε καὶ ἐπεντριβὰς
ἡμῖν ἐμποιοῦντας διὰ τῆς [τοῦ] μυθοποιοῦ πλάνης. οὗτοι δὲ οἱ τούτῳ τῷ Νικολάῳ
συνεζευγμένοι, πάλιν ἀπ' αὐτοῦ ὡς ἀπὸ οὐρίου ᾠοῦ ὄφεως σκορπίοι ἢ ἐξ ἀσπίδων *
γεγεννημένοι, τινὰ ἡμῖν παρεισφέρουσι κενοφωνίας ὀνόματα καὶ βίβλους πλάττουσι,
Νωρίαν τινὰ βίβλον καλοῦντες, καὶ ἐξ ὑπονοίας Ἑλληνικῆς δεισιδαιμονίας
μεταποιοῦντες τὴν παρὰ τοῖς Ἕλλησι μυθώδη ῥαψῳδίαν καὶ φαντασίαν οὕτω τὸ ψεῦδος
τῇ ἀληθείᾳ παραπλέκουσι. ταύτην γάρ φασιν τὴν Νωρίαν εἶναι τοῦ Νῶε γυναῖκα·
καλοῦσι δὲ Νωρίαν, ὅπως τὰ Ἑλληνικῶς παρὰ τοῖς Ἕλλησι ῥαψῳδηθέντα αὐτοὶ
βαρβαρικοῖς ὀνόμασι μεταποιήσαντες τοῖς ἠπατημένοις παρ' αὐτῶν φαντασίαν
ἐργάσωνται, ἵνα δὴ καὶ ἑρμηνείαν ποιήσωσι τοῦ τῆς Πύρρας ὀνόματος, Νωρίαν
ταύτην ὀνομάζοντες. ἐπειδὴ γὰρ νοῦρα ἐν τῇ Ἑβραΐδι πῦρ οὐ κατὰ τὴν βαθεῖαν
γλῶσσαν ἑρμηνεύεται ἀλλὰ Συριακῇ διαλέκτῳ (ἡσὰθ γὰρ τὸ πῦρ παρὰ Ἑβραίοις
καλεῖται κατὰ τὴν βαθεῖαν γλῶσσαν), τούτου χάριν αὐτοῖς συμβέβηκε κατὰ ἄγνοιαν
καὶ ἀπειρίαν τῷ ὀνόματι τούτῳ χρήσασθαι. οὔτε γὰρ Πύρρα ἡ παρ' Ἕλλησιν οὔτε
Νωρία ἡ παρὰ τούτοις μυθευομένη, ἀλλὰ Βαρθενὼς τῷ Νῶε γέγονε γυνή· (καὶ οἱ
Ἕλληνες γάρ φασι τὴν Δευκαλίωνος γυναῖκα Πύρραν καλεῖσθαι). εἶτα τὴν αἰτίαν
ὑποτίθενται οὗτοι οἱ τὰ τοῦ Φιλιστίωνος ἡμῖν αὖθις προφερόμενοι, ὅτι πολλάκις
βουλομένη μετὰ τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος,
φησίν, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις
ἅπασιν ἐν τῷ κατακλυσμῷ. αὐτὴν δέ φησιν ἐπικαθιζάνειν ἐν τῇ λάρνακι καὶ
ἐμπιπρᾶν αὐτήν, καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον· ὅθεν δὴ εἰς ἔτη πολλὰ
ἐλήλακεν ἡ τῆς αὐτοῦ τοῦ Νῶε λάρνακος κατασκευὴ διὰ τὸ πολλάκις αὐτὴν ὑπ' αὐτῆς
ἐμπεπρῆσθαι. ἦν γάρ, φησίν, ὁ Νῶε πειθόμενος τῷ ἄρχοντι, ἡ δὲ Νωρία ἀπεκάλυψε
τὰς ἄνω δυνάμεις καὶ τὴν ἀπὸ τῶν δυνάμεων Βαρβηλώ, τὴν ὑπεναντίαν τῷ ἄρχοντι,
ὡς καὶ αἱ ἄλλαι δυνάμεις, καὶ ὑπέφαινεν ὅτι δεῖ τὰ συληθέντα ἀπὸ τῆς ἄνωθεν
Μητρὸς διὰ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος καὶ τῶν ἄλλων τῶν σὺν αὐτῷ
θεῶν τε καὶ ἀγγέλων καὶ δαιμόνων συλλέγειν ἀπὸ τῆς ἐν τοῖς σώμασι δυνάμεως, διὰ
τῆς ἀπορροίας ἀρρένων τε καὶ θηλειῶν.
2. Καὶ ἁπλῶς περικακῶ τὴν πᾶσαν τούτων τοῦ σκότους πήρωσιν ὑποδεῖξαι. πολὺν
γὰρ χρόνον ἀναλώσαιμι ἄν, εἰ ἐνταῦθα τὴν περὶ τούτων γενομένην σύνταξιν ἐθελήσω
λεπτολογῆσαι, τὰ ἄτοπα αὐτῶν τῆς ψευδωνύμου γνώσεως διδάγματα καθ' ἕκαστον
ὑφηγούμενος. ἄλλοι δὲ ἐξ αὐτῶν, διαφόρως πάλιν ἐπεντριβόμενοι τάς τε ὄψεις
αὐτῶν κρούοντες καὶ περικρουόμενοι, Βαρκαββᾶν τινα προφήτην παρεισάγουσιν,
ἄξιον τοῦ αὐτοῦ ὀνόματος. καββᾶ γὰρ ἑρμηνεύεται πορνεία κατὰ τὴν Συριακὴν
διάλεκτον, φονοκτονία δὲ κατὰ τὴν Ἑβραϊκήν, καὶ πάλιν ἑρμηνεύεται τετάρτη μοῖρα
τοῦ μέτρου· χλεύης δὲ καὶ γέλωτος τὸ τοιοῦτον, μᾶλλον δὲ σχετλιασμοῦ ἄξιον παρὰ
τοῖς τὸ ὄνομα τοῦτο ἐπισταμένοις κατὰ τὰς ἰδίας γλώσσας. φέρουσι δὲ ἡμῖν ἐκ
τούτου τοῦ θαυμασιωτάτου προφήτου διήγησιν αἰσχράν, ὅπως φθοριμαίοις σώμασι
πλησιάσαι πεισθῶμεν καὶ τῆς ἄνωθεν ἐλπίδος ἐκπέσωμεν, οὐκ αἰσχυνόμενοι αὐτοῖς
τοῖς ῥήμασι τὰ τῆς πορνείας διηγεῖσθαι πάλιν ἐρωτικὰ τῆς Κύπριδος ποιητεύ ματα.
ἄλλοι δὲ ἐξ αὐτῶν πάλιν ἐπίπλαστον εἰσάγουσιν ἀγώγιμόν τι ποίημα, ᾧ ποιητεύματι
ἐπέθεντο ὄνομα, εὐαγγέλιον τελειώσεως τοῦτο φάσκοντες. καὶ ἀληθῶς οὐκ
εὐαγγέλιον τοῦτο, ἀλλὰ πένθος τῆς τελειώσεως. πᾶσα γὰρ ἡ τοῦ θανάτου τελείωσις
ἐν τῇ τοιαύτῃ ὑποσπορᾷ τοῦ διαβόλου ἐμφέρεται. ἄλλοι δὲ οὐκ αἰσχύνονται
λέγοντες εὐαγγέλιον Εὔας. εἰς ὄνομα γὰρ αὐτῆς, δῆθεν ὡς εὑρούσης τὸ βρῶμα τῆς
γνώσεως ἐξ ἀποκαλύψεως τοῦ λαλήσαντος αὐτῇ ὄφεως, * σπορὰν ὑποτίθενται. καὶ
ὥσπερ ἐν ἀστάτῳ γνώμῃ μεθύοντος καὶ παραλαλοῦντος οὐκ ἴσα εἴη τὰ ῥήματα, ἀλλὰ
τὰ μὲν γέλωτι πεποιημένα ἕτερα δὲ κλαυθμοῦ ἔμπλεα, οὕτως ἡ τῶν ἀπατεώνων γέγονε
κατὰ πάντα τρόπον τῆς κακίας ὑποσπορά.
3. Ὁρμῶνται δὲ ἀπὸ μωρῶν ὀπτασιῶν καὶ μαρτυριῶν ἐν ᾧ εὐαγγελίῳ
ἐπαγγέλλονται. φάσκουσι γὰρ οὕτως ὅτι «ἔστην ἐπὶ ὄρους ὑψηλοῦ καὶ εἶδον
ἄνθρωπον μακρὸν καὶ ἄλλον κολοβόν, καὶ ἤκουσα ὡσεὶ φωνὴν βροντῆς καὶ ἤγγισα τοῦ
ἀκοῦσαι καὶ ἐλάλησε πρός με καὶ εἶπεν· ἐγὼ σὺ καὶ σὺ ἐγώ, καὶ ὅπου ἐὰν ᾖς, ἐγὼ
ἐκεῖ εἰμι, καὶ ἐν ἅπασίν εἰμι ἐσπαρμένος. καὶ ὅθεν ἐὰν θέλῃς, συλλέγεις με, ἐμὲ
δὲ συλλέγων ἑαυτὸν συλλέγεις». καὶ ὦ τῆς τοῦ διαβόλου ὑποσπορᾶς. πόθεν τὸν νοῦν
ἐξέτρεψε τῆς ἀνθρωπότητος καὶ εἰς μωρὰ καὶ ἀσύστατα περιέσπασεν ἀπὸ τοῦ λόγου
τῆς ἀληθείας; οὐκ ἔστι γὰρ σχεδὸν τῷ νοῦν ἔχοντι χρεία ἀπὸ γραφῆς ἢ ἀπὸ
παραδειγμάτων ἢ ἑτέρου τινὸς πράγματος ποιεῖσθαι τούτων τὴν ἀνατροπήν. τῷ γὰρ ὀρθῷ
λογισμῷ εὔδηλος αὐτῶν καὶ φωρατὴ ἡ τῆς μωρολογίας δραματουργία καὶ μοιχῶν
ἐργασία. ταῦτά τοι καὶ τὰ τοιαῦτα εἰσηγούμενοι οἱ ἀμφὶ τὴν γνῶσιν συνεζευγμένοι
τῇ τοῦ Νικολάου αἱρέσει τῆς ἀληθείας ἐκπεπτώκασιν, οὐ μόνον τὸν νοῦν τῶν
πεισθέντων αὐτοῖς ἐκτρέψαντες, ἀλλὰ καὶ τὰ σώματα καὶ τὰς ψυχὰς δουλώσαντες
πορνείᾳ καὶ πολυμιξίᾳ· αὐτὴν δῆθεν τὴν σύναξιν αὐτῶν ἐν αἰσχρότητι πολυμιξίας
φύροντες, ἔσθοντές τε καὶ παραπτόμενοι καὶ ἀνθρωπίνων σαρκῶν καὶ ἀκαθαρσιῶν. ὧν
οὐ τολμήσω τὸ πᾶν ἐξειπεῖν, εἰ μή τι ἀναγκασθείην διὰ τὴν ὑπερβολὴν τῆς ἐν ἐμοὶ
ἀλγούσης διανοίας περὶ τῶν ματαίως ὑπ' αὐτῶν γινομένων, ἐκπληττόμενος εἰς οἷον
ὄγκον καὶ κακῶν βυθὸν ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος ἄγει τοὺς αὐτῷ
πειθομένους, ὥστε μιᾶναι καὶ νοῦν καὶ καρδίαν καὶ χεῖρας καὶ στόματα καὶ σώματα
καὶ ψυχὰς τούτων τῶν ὑπ' αὐτοῦ ἐν τῇ τοσαύτῃ σκοτώσει παγιδευθέντων. δέδια δὲ
μή πη ἄρα τὸν μέγαν τοῦτον ὅλον ἰὸν ἀποκαλύψαιμι, ὥσπερ βασιλίσκου τινὸς ὄφεως
τὸ πρόσωπον, εἰς λύμην μᾶλλον τῶν ἐντυγχανόντων ἤπερ εἰς διόρθωσιν. χραίνει μὲν
γὰρ τὰ ὦτα ἀληθῶς ἡ τῆς μεγάλης τόλμης βλάσφημος συναγωγὴ καὶ τῆς αἰσχρότητος
αὐτῆς συλλογή τε καὶ διήγησις καὶ ἡ τῆς ἀγυρτώδους αἰσχρουργίας βορβορώδης
κακόνοια, ὡς καὶ παρά τισι φύσει Βορβοριανοὶ καλοῦνται, ἕτεροι δὲ Κοδδιανοὺς
αὐτοὺς ἐπιφημίζουσι (κοδδὰ γὰρ λέγεται κατὰ τὴν Συριακὴν διάλεκτον παροψὶς ἢ
τρυβλίον), ἀπὸ τοῦ μὴ δύνασθαί τινας μετ' αὐτῶν ἐσθίειν, κατ' ἰδίαν δὲ τοῖς
μεμιαμμένοις δίδοσθαι τὰ βρώματα καὶ μή τινα δύνασθαι σὺν αὐτοῖς διὰ τὸν
μολυσμὸν κἂν ἄρτον συνεσθίειν· διά τοι τοῦτο ἀφωρισμένους τούτους ἡγούμενοι οἱ
συμμέτοικοι Κοδδιανοὺς ἐπωνόμασαν. οἱ αὐτοὶ δὲ ἐν Αἰγύπτῳ Στρατιωτικοὶ
καλοῦνται καὶ Φιβιωνῖται, ὡς ἄνω μοι ἐν μέρει λέλεκται· τινὲς δὲ αὐτοὺς
Ζακχαίους καλοῦσιν, ἄλλοι δὲ Βαρβηλίτας. ὅμως οὐδὲ παρελθεῖν δυνήσομαι, ἀλλὰ
ἀναγκάζομαι ἐξειπεῖν. ἐπειδὴ <γὰρ> καὶ ὁ ἅγιος Μωυσῆς ἀπὸ πνεύματος ἁγίου
ἐμφορούμενος γράφει ὅτι «ἐάν τις ἴδῃ φόνον καὶ μὴ ἀναγγείλῃ, ἐπικατάρατος ὁ
τοιοῦτος εἴη», οὐ δύναμαι τοῦτον τὸν μέγαν φόνον καὶ τὴν μεγάλην ταύτην φονώδη
ἐργασίαν παρελθεῖν καὶ οὐχὶ δηλῶν δηλῶσαι. δηλώσας γὰρ τάχα τοῖς συνετοῖς τὸ
πτῶμα τοῦτο, ὥσπερ τὸ «φρέαρ τῆς ἀπωλείας», φόβον καὶ φρῖξιν ἐμποιήσω εἰς τὸ μὴ
μόνον ἀποδρᾶναι τοὺς συνετούς, ἀλλὰ καὶ καταλιθάσαι τὸν ἐν τῷ βαράθρῳ τοῦτον
σκολιὸν ὄφιν καὶ βασιλίσκον εἰς τὸ μηδὲ πλησιάσαι τινὰ τολμᾶν. καὶ ταῦτα μὲν ἤδη
περὶ αὐτῶν εἰρημένα ὀλίγα τινὰ ὄντα ἐν μέρει τετάχθω.
4. Παρελεύσομαι δὲ εἰς τὸν οἶκον τοῦ βυθοῦ τῆς θανατώδους αὐτῶν διηγήσεως
(διάφορος γὰρ παρ' αὐτοῖς ἡ τῆς ἡδονῆς αὐτῶν κακοδιδασκαλία), ὅτι πρῶτον μὲν
κοινὰς τὰς ἑαυτῶν γυναῖκας ἔχουσι. καὶ εἴ τις ξένος παραγένοιτο τοῦ αὐτῶν
δόγματος, σημεῖόν ἐστι παρ' αὐτοῖς ἀνδρῶν πρὸς γυναῖκας καὶ γυναικῶν πρὸς
ἄνδρας, ἐν τῷ ἐκτείνειν τὴν χεῖρα, δῆθεν εἰς ἀσπασμόν, ὑποκάτωθεν τῆς παλάμης
ψηλάφησίν τινα γαργαλισμοῦ ἐμποιεῖν, διὰ τούτου ὑποφαίνοντες ὡς τῆς αὐτῶν θρῃσκείας
ἐστὶν ὁ παραγενόμενος. ἐντεῦθεν λοιπὸν ἐπιγνόντες ἀλλήλους τρέπονται εὐθὺς εἰς
ἑστίασιν· δαψιλῆ δὲ τὰ ἐδέσματα κρεοφαγίας καὶ οἰνοποσίας παρατιθέασι, κἄν τε
πένητες εἶεν. ἐκ τούτου δὲ συμποσιάσαντες καὶ ὡς ἔπος εἰπεῖν τὰς φλέβας τοῦ
κόρου ἐμπλήσαντες ἑαυτῶν εἰς οἶστρον τρέπονται. καὶ ὁ μὲν ἀνὴρ τῆς γυναικὸς
ὑποχωρήσας φάσκει λέγων τῇ ἑαυτοῦ γυναικὶ ὅτι «ἀνάστα, ποίησον τὴν ἀγάπην μετὰ
τοῦ ἀδελφοῦ». οἱ δὲ τάλανες μιγέντες ἀλλήλοις καί, ὡς ἐπὶ ἀληθείας αἰσχύνομαι
εἰπεῖν τὰ παρὰ τοῖς αὐτοῖς αἰσχρὰ πραττόμενα (ὅτι κατὰ τὸν ἅγιον ἀπόστολον τὰ
παρ' αὐτοῖς γινόμενα «αἰσχρόν ἐστι καὶ λέγειν»), ὅμως οὐκ αἰσχυνθῶ λέγειν ἃ
αὐτοὶ ποιεῖν οὐκ αἰσχύνονται, ἵνα κατὰ πάντα τρόπον φρῖξιν ἐργάσωμαι τοῖς
ἀκούουσι τὰ παρ' αὐτῶν τολμώμενα αἰσχρουργήματα – μετὰ γὰρ τὸ μιγῆναι πάθει
πορνείας πρὸς ἐπὶ τούτοις ἀνατείνοντες τὴν ἑαυτῶν βλασφημίαν εἰς οὐρανὸν
δέχεται μὲν τὸ γύναιον καὶ ὁ ἀνὴρ τὴν ῥύσιν τὴν ἀπὸ τοῦ ἄρρενος εἰς ἰδίας αὐτῶν
χεῖρας καὶ ἵστανται εἰς οὐρανὸν ἀνανεύσαντες, ἐπὶ χεῖρας δὲ ἔχοντες τὴν
ἀκαθαρσίαν καὶ εὔχονται δῆθεν, οἱ μὲν Στρατιωτικοὶ καλούμενοι καὶ Γνωστικοί, τῷ
πατρὶ φύσει τῶν ὅλων προσφέροντες αὐτὸ τὸ ἐπὶ ταῖς χερσί, καὶ λέγουσιν
«ἀναφέρομέν σοι τοῦτο τὸ δῶρον, τὸ σῶμα τοῦ Χριστοῦ». καὶ οὕτως αὐτὸ ἐσθίουσι
μεταλαμβάνοντες τὴν ἑαυτῶν αἰσχρότητα καί φασι «τοῦτό ἐστι τὸ σῶμα τοῦ Χριστοῦ
καὶ τοῦτό ἐστι τὸ πάσχα, δι' ὃ πάσχει τὰ ἡμέτερα σώματα καὶ ἀναγκάζεται
ὁμολογεῖν τὸ πάθος τοῦ Χριστοῦ». ὡσαύτως δὲ καὶ τὸ ἀπὸ τῆς γυναικός, ὅταν
γένηται αὐτὴν γενέσθαι ἐν ῥύσει τοῦ αἵματος, τὸ καταμήνιον συναχθὲν ἀπ' αὐτῆς αἷμα
τῆς ἀκαθαρσίας ὡσαύτως λαβόντες κοινῇ ἐσθίουσι. καὶ «τοῦτο, φασίν, ἐστὶ τὸ αἷμα
τοῦ Χριστοῦ».
5. διὸ καὶ ἐν ἀποκρύφοις ἀναγινώσκοντες ὅτι «εἶδον δένδρον φέρον δώδεκα
καρποὺς τοῦ ἐνιαυτοῦ καὶ εἶπέν μοι τοῦτό ἐστι τὸ ξύλον τῆς ζωῆς», αὐτοὶ
ἀλληγοροῦσιν εἰς τὴν κατὰ μῆνα γινομένην γυναικείαν ῥύσιν.
Μισγόμενοι δὲ μετ' ἀλλήλων τεκνοποιίαν ἀπαγορεύουσιν. οὐ γὰρ εἰς τὸ
τεκνοποιῆσαι παρ' αὐτοῖς ἡ φθορὰ ἐσπούδασται ἀλλ' ἡδονῆς χάριν, τοῦ διαβόλου
ἐμπαίζοντος τοῖς τοιούτοις καὶ καταχλευάζοντος τὸ ἐκ θεοῦ πλάσμα πεπλασμένον.
ἀλλὰ τὴν μὲν ἡδονὴν ἐπιτελοῦσιν, εἰς ἑαυτοὺς δὲ ἀπολαμβάνουσι τὰ τῆς ἀκαθαρσίας
αὐτῶν σπέρματα, μὴ εἰς τεκνογονίαν καταβαλλόμενοι, ἀλλ' αὐτοὶ τὸ τῆς
αἰσχρότητος ἔσθοντες. ἐὰν δὲ καὶ προληφθῇ τις αὐτῶν ἐγκατασπεῖραι τὴν καταβολὴν
τῆς κατὰ φύσιν [αὐτῶν] ἀπορροίας καὶ ἐγκυμονήσῃ ἡ γυνή, τί δεινότερον τολμῶσιν
οἱ τοιοῦτοι ἄκουε. κατασπάσαντες γὰρ τὸ ἔμβρυον καιρῷ οἵῳ δἂν ἐπιχειρήσωσι,
λαμβάνουσιν ἐκτρωθὲν τοῦτο τὸ βρέφος καὶ ἐν ὅλμῳ τινὶ κόπτουσιν ὑπέρῳ, καὶ
ἐγκαταμίξαντες μέλι καὶ πέπερι καὶ ἄλλα τινὰ ἀρώματα καὶ μύρα πρὸς τὸ μὴ
ναυτιᾶν αὐτοὺς οὕτως συναχθέντες πάντες οἱ τῆς τῶν χοίρων τούτων καὶ κυνῶν *
θιασῶται μεταλαμβάνουσιν ἕκαστος τῷ δακτύλῳ ἀπὸ τοῦ κατακοπέντος παιδίου. καὶ
οὕτως τὴν ἀνθρωποβορίαν ἀπεργασάμενοι εὔχονται λοιπὸν τῷ θεῷ, ὅτι οὐκ ἐνεπαίχθημεν,
φησίν, ἀπὸ τοῦ ἄρχοντος τῆς ἐπιθυμίας, ἀλλὰ συνελέξαμεν τὸ παράπτωμα τοῦ
ἀδελφοῦ. καὶ δῆθεν τοῦτο τὸ τέλειον πάσχα ἡγοῦνται.
ἄλλα δὲ ὅσα δεινὰ αὐτοῖς τετόλμηται. ὅταν γὰρ πάλιν ἐμμανεῖς ἐν ἑαυτοῖς
γένωνται, φύραντες ἑαυτῶν τὰς χεῖρας τῇ ἑαυτῶν αἰσχρότητι τῆς ἀπορροίας
ἐγείρονται καὶ τὰς ἑαυτῶν μεμολυσμένας ἔχοντες χεῖρας εὔχονται γυμνοὶ ὅλῳ τῷ
σώματι, ὡς διὰ τῆς τοιαύτης ἐργασίας * εὑρίσκειν πρὸς θεὸν τὴν παρρησίαν. τὰ
σώματα δὲ αὐτῶν νύκτωρ τε καὶ μεθ' ἡμέραν τημελοῦσι, γυναικάρια καὶ ἀνθρωπάρια,
μυριζόμενοι λουόμενοι θοιναζόμενοι, κοίταις τε καὶ μέθαις σχολάζοντες. καὶ
καταρῶνται τὸν νηστεύοντα, λέγοντες, οὐ δεῖ νηστεύειν· τοῦ γὰρ ἄρχοντος τούτου
τοῦ ποιήσαντος τὸν αἰῶνά ἐστιν ἡ νηστεία. δεῖ δὲ τρέφεσθαι εἰς τὸ τὰ σώματα
εἶναι ἰσχυρά, εἰς τὸ δύνασθαι τὸν καρπὸν ἀποδιδόναι κατὰ καιρὸν αὐτοῦ.
6. Χρῶνται δὲ καὶ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ἀπαγορεύουσι δὲ τὸν λαλήσαντα ἐν
τῇ παλαιᾷ διαθήκῃ. καὶ ὅταν μὲν ῥῆμα εὕρωσί τι κατ' αὐτῶν δυνάμενον ἔχειν τὸν
νοῦν, φασίν, ὅτι τοῦτο ἀπὸ τοῦ πνεύματος τοῦ κοσμικοῦ λελάληται· ἐὰν δέ τις εἰς
ὁμοίωσιν τῆς αὐτῶν ἐπιθυμίας δυνηθείη σχηματίζεσθαι λόγος, οὐχ ὡς ἔστι τὸ ῥῆμα,
ἀλλ' ὡς ἔχει ὁ αὐτῶν ἠπατημένος νοῦς, τοῦτον μετασκευάζοντες εἰς τὴν ἑαυτῶν
ἐπιθυμίαν φάσκουσιν ἐκ τοῦ πνεύματος τοῦ τῆς ἀληθείας λελαλῆσθαι. καὶ τοῦτό
ἐστι, φησίν, ὃ εἶπεν ὁ κύριος περὶ Ἰωάννου «τί ἐξήλθετε εἰς τὴν ἔρημον
θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;» ὅτι οὐκ ἦν, φησί, τέλειος ὁ
Ἰωάννης· ἐνεπνέετο γὰρ ὑπὸ πολλῶν πνευμάτων κατὰ τὸν κάλαμον τὸν ἐπὶ ἑκάστῳ
ἀνέμῳ κινούμενον. καὶ ὅτε μὲν ἤρχετο τὸ πνεῦμα τοῦ ἄρχοντος, Ἰουδαϊσμὸν
ἐκήρυττεν· ὅτε δὲ τὸ πνεῦμα τὸ ἅγιον, περὶ Χριστοῦ ἐλάλει. καὶ τοῦτό ἐστι,
φησίν, ὅτι «ὁ μικρότερος ἐν τῇ βασιλείᾳ <καὶ τὰ ἑξῆς>«. περὶ ἡμῶν, φησίν,
εἶπεν, ὅτι ὁ ἐν ἡμῖν μικρότερος μείζων αὐτοῦ ὑπάρχει.
7. Καὶ εὐθὺς ἐπιστομίζονται οἱ τοιοῦτοι ἀπ' αὐτῆς τῆς ἀληθείας. ἐκ γὰρ τῶν
συνεζευγμένων ἑκάστῃ λέξει ἀναφανδὸν ἡ ἀλήθεια δειχθήσεται καὶ τὸ ἐχέγγυον τῆς
φράσεως ἀποδοθήσεται. εἰ μὲν γὰρ ὁ Ἰωάννης μαλακὰ ἠμφίεστο καὶ ἐν οἴκοις
βασιλέων ὑπῆρχεν, ὀρθὴ ἂν πρὸς αὐτὸν ἡ λέξις καὶ εὐθεῖα πρὸς ἔλεγχον τοῦ αὐτοῦ
ὑπῆρχεν· εἰ δὲ <λέγει> «τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις
ἠμφιεσμένον;» καὶ οὐχ οὕτως εἶχεν, οὐκέτι τὸ ἔγκλημα ἐπὶ τὸν οὐ μαλακὰ φοροῦντα
Ἰωάννην τοῦ λόγου ἐπενεκτέον, ἀλλὰ ἐπὶ τοὺς οὕτως εὑρήσειν τὸν Ἰωάννην
νομίσαντας καὶ ὑπὸ τῶν ἔνδον ἐν οἴκοις βασιλέων πολλάκις κατὰ ὑπόκρισιν
κολακευομένους ἡ ἀναγωγή. ἐνόμιζον γὰρ οὗτοι ἐξερχόμενοι καὶ παρὰ Ἰωάννῃ
ἐπαίνους εὑρίσκειν καὶ μακαρισμοὺς ἐπὶ τοῖς ὑπ' αὐτῶν καθ' ἑκάστην ἡμέραν
γινομένοις παραπτώμασιν. ὡς δὲ οὐχ ηὗρον, ἀνατρεπτικῶς παρὰ τοῦ σωτῆρος πρὸς
αὐτοὺς εἴρηται ὅτι «τί ἐνομίζετε εὑρίσκειν; συμπεριφερόμενον τοῖς ὑμῶν πάθεσιν
ἄνθρωπον, ὡς κατὰ τοὺς μαλακὰ φοροῦντας; οὐχ οὕτως· οὐ γάρ ἐστιν Ἰωάννης
κάλαμος σαλευόμενος γνώμαις ἀνθρώπων, ὡς δονούμενος κάλαμος ὑπὸ ἑκάστης ἀνέμων
ἐξουσίας»
ἐπειδὴ δὲ εἶπεν «ἐν γεννητοῖς γυναικῶν οὐκ ἔστι μείζων Ἰωάννου», ἵνα μή
τινες νομίσωσι καὶ αὐτοῦ τοῦ σωτῆρος μείζονα εἶναι τὸν Ἰωάννην, ὅτι καὶ αὐτὸς
ἀπὸ γυναικὸς ἐγεννήθη τῆς Μαρίας τῆς ἀειπαρθένου διὰ πνεύματος ἁγίου, ἀσφαλιζόμενος
ἡμᾶς ἔφη ὅτι ὁ μικρότερος αὐτοῦ, τουτέστιν ἐν τῷ χρόνῳ τῆς ἐνσάρκου παρουσίας,
μείζων αὐτοῦ ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ἐπειδὴ γὰρ μετὰ ἑξάμηνον
ἐγεννήθη ὁ σωτὴρ τῆς Ἰωάννου γεννήσεως, δῆλον ὅτι *, μείζων αὐτοῦ ὤν· ἦν γὰρ
ἀεὶ καὶ ἔστιν. τίνι δὲ τοῦτο οὐ δῆλόν ἐστιν; ἄρα γοῦν ματαίως τὰ πάντα παρ'
αὐτοῖς πεποιήτευται, ἀπὸ ἀγαθῶν εἰς φαῦλα μεταβεβλημένα.
8. Καὶ τὰ μὲν βιβλία αὐτῶν πολλά. ἐρωτήσεις γάρ τινας Μαρίας ἐκτίθενται,
ἄλλοι δὲ εἰς τὸν προειρημένον Ἰαλδαβαὼθ εἰς ὄνομα τε τοῦ Σὴθ πολλὰ βιβλία
ὑποτίθενται· ἀποκαλύψεις δὲ τοῦ Ἀδὰμ ἄλλα λέγουσιν, εὐαγγέλια δὲ ἕτερα εἰς
ὄνομα τῶν μαθητῶν συγγράψασθαι τετολμήκασιν, αὐτὸν δὲ τὸν σωτῆρα ἡμῶν καὶ
κύριον Ἰησοῦν Χριστὸν οὐκ αἰσχύνονται λέγειν ὅτι αὐτὸς ἀπεκάλυψε ταύτην τὴν
αἰσχρουργίαν. ἐν γὰρ ταῖς ἐρωτήσεσι Μαρίας καλουμέναις μεγάλαις (εἰσὶ γὰρ καὶ
μικραὶ αὐτοῖς πεπλασμέναι) ὑποτίθενται αὐτὸν αὐτῇ ἀποκαλύπτειν, παραλαβόντα
αὐτὴν εἰς τὸ ὄρος καὶ εὐξάμενον καὶ ἐκβαλόντα ἐκ τῆς πλευρᾶς αὐτοῦ γυναῖκα καὶ
ἀρξάμενον αὐτῇ ἐγκαταμίγνυσθαι, καὶ οὕτως δῆθεν τὴν ἀπόρροιαν αὐτοῦ μεταλαβόντα
δεῖξαι ὅτι «δεῖ οὕτως ποιεῖν, ἵνα ζήσωμεν», καὶ ὡς τῆς Μαρίας ταραχθείσης καὶ
πεσούσης χαμαὶ αὐτὸν πάλιν αὐτὴν ἐγείραντα εἰπεῖν αὐτῇ «ἵνα τί ἐδίστασας,
ὀλιγόπιστε;» καί φασιν ὅτι τοῦτό ἐστι τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ, ὅτι «εἰ τὰ
ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, τὰ ἐπουράνια πῶς πιστεύσετε;» καὶ τό «ὅταν
ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον ὅπου ἦν τὸ πρότερον», τουτέστιν τὴν
ἀπόρροιαν μεταλαμβανομένην ὅθεν καὶ ἐξῆλθεν, καὶ τὸ εἰπεῖν «ἐὰν μὴ φάγητέ μου
τὴν σάρκα καὶ πίητέ μου τὸ αἷμα» καὶ τῶν μαθητῶν ταρασσομένων καὶ λεγόντων «τίς
δύναται τοῦτο ἀκοῦσαι;» φασὶν ὡς περὶ τῆς αἰσχρότητος ἦν ὁ λόγος. διὸ καὶ
ἐταράχθησαν καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω· οὔπω γὰρ ἦσαν, φησίν, ἐν πληρώματι
ἐστερεωμένοι. καὶ τὸ εἰπεῖν τὸν Δαυίδ «ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ
τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ» περὶ τῆς
αἰσχρότητος τοῦ ἀνδρός, φησί, λέγει. «ἐπὶ τὴν ἔξοδον τῶν ὑδάτων» καί «ὃ τὸν
καρπὸν αὐτοῦ δώσει» τὴν τῆς ἡδονῆς ἀπόρροιαν, φησί, λέγει· καί «τὸ φύλλον αὐτοῦ
οὐκ ἀπορρυήσεται», ὅτι οὐκ ἐῶμεν, φησίν, αὐτὸ χαμαὶ πεσεῖν, ἀλλὰ αὐτοὶ αὐτὸ
ἐσθίομεν.
9. Καὶ ἵνα μὴ τὰς μαρτυρίας αὐτῶν ἐν μέσῳ φέρων βλάψω μᾶλλον ἤπερ ὠφελήσω,
τούτου χάριν τὰ πολλὰ ὑπερβήσομαι, ἐπεὶ ἂν τὰ πάντα παρ' αὐτοῖς λεγόμενα κακῶς
ἐνταῦθα παρατιθέμενος διηγόρευον. τὸ γὰρ εἰπεῖν, φησί, τεθεικέναι τὴν Ῥαὰβ
κόκκινον ἐν τῇ θυρίδι οὐκ ἦν, φησί, κόκκινον, ἀλλὰ τὰ μόρια τῆς γυναικείας
φύσεως καὶ τὸ κόκκινον αἷμα τῶν καταμηνίων λέγει, καὶ τὸ εἰπεῖν «πῖνε ὕδατα ἀπὸ
σῶν ἀγγείων», περὶ τοῦ αὐτοῦ λέγει. φασὶ δὲ εἶναι τὴν σάρκα ἀπολλυμένην καὶ μὴ
ἐγειρομένην, εἶναι δὲ ταύτην τοῦ ἄρχοντος. τὴν δὲ δύναμιν τὴν ἐν τοῖς
καταμηνίοις καὶ ἐν ταῖς γοναῖς ψυχὴν εἶναί φασιν, ἣν συλλέγοντες ἐσθίομεν· καὶ
ἅπερ ἡμεῖς ἐσθίομεν, κρέα ἢ λάχανα ἢ ἄρτον ἢ εἴ τι ἕτερον, χάριν ποιοῦμεν ταῖς
κτίσεσι, συλλέγοντες ἀπὸ πάντων τὴν ψυχὴν καὶ μεταφέροντες μεθ' ἑαυτῶν εἰς τὰ
ἐπουράνια. διόπερ καὶ πάντων μεταλαμβάνουσι κρεῶν λέγοντες, ἵνα ἐλεήσωμεν τὸ
γένος ἡμῶν. φάσκουσι δὲ τὴν αὐτὴν ψυχὴν εἶναι, ἔν τε τοῖς ζῴοις καὶ ἐν
κνωδάλοις καὶ ἰχθύσι καὶ ὄφεσι καὶ ἀνθρώποις ἐγκατεσπάρθαι καὶ ἐν λαχάνοις καὶ
ἐν δένδρεσι καὶ ἐν γεννήμασι. καὶ οἱ μὲν αὐτῶν Φιβιωνῖται καλούμενοι ἀναφέρουσι
τὰς αἰσχρὰς αὐτῶν θυσίας τὰς τῆς πορνείας, τὰς ὑφ' ἡμῶν ἐνταῦθα προειρημένας,
ὀνόμασι τριακοσίοις ἑξήκοντα πέντε, οἷς αὐτοὶ ἔπλασαν ἀρχόντων δῆθεν,
ἐμπαίζοντες τοῖς γυναικαρίοις καὶ λέγοντες· μίγηθι μετ' ἐμοῦ, ἵνα σε ἀνενέγκω
πρὸς τὸν ἄρχοντα. καθ' ἑκάστην δὲ μῖξιν ὀνομάζουσιν ἑνὸς ὄνομά τινος βάρβαρον
τῶν παρ' αὐτοῖς πεπλασμένων, καὶ δῆθεν εὔχονται λέγοντες· προσφέρω σοὶ τῷ
δεῖνι, ἵνα προσενέγκῃς τῷ δεῖνι. τῇ δὲ ἄλλῃ μίξει πάλιν ἄλλῳ ὑποτίθεται ὡσαύτως
προσφέρειν, ἵνα καὶ αὐτὸς τῷ ἄλλῳ. καὶ ἕως ἀνέλθῃ, μᾶλλον δὲ κατέλθῃ τριακοσίας
ἑξήκοντα πέντε πτώσεις τῆς λαγνείας, καθ' ἑκάστην ὄνομά τι ἐπικαλεῖται τὸ
τοιοῦτο ἐργαζόμενος. καὶ ἄρχεται πάλιν κατιέναι διὰ τῶν αὐτῶν, τὰ αὐτὰ αἰσχρὰ
ἐπιτελῶν καὶ ἐμπαίζων ταῖς ἠπατημέναις. ὅταν οὖν εἰς τοσοῦτον ὄγκον ἐλάσῃ
ἀριθμοῦ ἑπτακοσίων τριάκοντα πτώσεων, λέγω δὴ μίξεων αἰσχρῶν καὶ ὀνομάτων τῶν
παρ' αὐτοῖς πεπλασμένων, τότε λοιπὸν τολμᾷ ὁ τοιοῦτος καὶ λέγει· «ἐγώ εἰμι ὁ
Χριστός, ἐπειδὴ ἄνωθεν καταβέβηκα διὰ τῶν ὀνομάτων τῶν <τξε> ἀρχόντων.»
10. Τὰ δὲ τῶν μειζόνων κατ' αὐτοὺς ἀρχόντων ὀνόματα ταῦτα εἶναι λέγουσι,
πολλοὺς λέγοντες· ἐν μὲν τῷ πρώτῳ οὐρανῷ εἶναι τὸν Ἰαὼ ἄρχοντα, καὶ ἐν τῷ
δευτέρῳ φησὶν εἶναι τὸν Σακλᾶν ἄρχοντα τῆς πορνείας, ἐν δὲ τῷ τρίτῳ τὸν Σὴθ
ἄρχοντα, ἐν δὲ τῷ τετάρτῳ εἶναί φησι τὸν Δαυίδην. τέταρτον γὰρ ὑποτίθενται
οὐρανὸν καὶ τρίτον, πέμπτον δὲ ἄλλον οὐρανόν, ἐν ᾧ φασιν εἶναι τὸν Ἐλωαῖον τὸν
καὶ Ἀδωναῖον. ἐν δὲ τῷ ἕκτῳ φασὶν εἶναι οἱ μὲν τὸν Ἰαλδαβαώθ, οἱ δὲ τὸν
Ἠλιλαῖον. ἄλλον δὲ ἕβδομον οὐρανὸν ὑποτίθενται, ἐν ᾧ λέγουσιν εἶναι τὸν Σαβαώθ·
ἄλλοι δὲ λέγουσιν οὐχί, ἀλλ' ὁ Ἰαλδαβαώθ ἐστιν ἐν τῷ ἑβδόμῳ. ἐν δὲ τῷ ὀγδόῳ
οὐρανῷ τὴν Βαρβηλὼ καλουμένην καὶ τὸν πατέρα τῶν ὅλων καὶ κύριον τὸν αὐτὸν
αὐτοπάτορα καὶ Χριστὸν ἄλλον αὐτολόχευτον καὶ Χριστὸν τοῦτον τὸν κατελθόντα καὶ
δείξαντα τοῖς ἀνθρώποις ταύτην τὴν γνῶσιν, ὃν καὶ Ἰησοῦν φασιν· μὴ εἶναι δὲ
αὐτὸν ἀπὸ Μαρίας γεγεννημένον, ἀλλὰ διὰ Μαρίας δεδειγμένον. σάρκα δὲ αὐτὸν μὴ
εἰληφέναι, ἀλλ' ἢ μόνον δόκησιν εἶναι. φασὶ δὲ τὸν Σαβαὼθ οἱ μὲν ὄνου μορφὴν
ἔχειν, οἱ δὲ χοίρου· διόπερ ἐνετείλατο, φησί, τοῖς Ἰουδαίοις χοῖρον μὴ ἐσθίειν.
εἶναι δὲ αὐτὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ τῶν μετ' αὐτὸν οὐρανῶν καὶ ἀγγέλων
τῶν ἑαυτοῦ. τὴν δὲ ψυχὴν ἐν τῷ ἐξέρχεσθαι ἐντεῦθεν διαβαίνειν διὰ τῶν ἀρχόντων
τούτων, μὴ δύνασθαι δὲ διαπερᾶσαι, εἰ μή τι ἄν <τις> τῆς γνώσεως ταύτης,
μᾶλλον δὲ τῆς καταγνώσεως, ἐν πληρώματι γένηται καὶ ἐμφορηθεὶς διαδράσειε τῶν
ἀρχόντων καὶ τῶν ἐξουσιῶν τὰς χεῖρας. εἶναι δὲ δρακοντοειδῆ τὸν ἄρχοντα τὸν
κατέχοντα τὸν κόσμον τοῦτον, καὶ καταπίνοντα μὲν τὰς ψυχὰς τὰς μὴ ἐν γνώσει
ὑπαρχούσας καὶ διὰ τῆς κέρκου πάλιν ἐπιστρέφοντα εἰς τὸν κόσμον, ἐνταῦθα εἰς
χοίρους καὶ εἰς ἄλλα ζῷα * καὶ πάλιν διὰ τῶν αὐτῶν ἀναφερομένας. εἰ δέ τις,
φησίν, ἐν τῇ γνώσει γένηται ταύτῃ καὶ συλλέξῃ ἑαυτὸν ἐκ τοῦ κόσμου διὰ τῶν
ἐμμηνίων καὶ διὰ τῆς ῥύσεως τῆς ἐπιθυμίας, μηκέτι ἐνταῦθα κατέχεσθαι αὐτόν,
ἀλλὰ ὑπερβαίνειν τοὺς προειρημένους ἄρχοντας. ἔρχεσθαι δέ φασι παρὰ τὸν Σαβαὼθ
καὶ πατεῖν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ἀθυρογλώττως βλασφημοῦντες, καὶ οὕτως
ὑπερβαίνειν εἰς τὸ ἄνω μέρος, ὅπου ἡ μήτηρ τῶν ζώντων ἡ Βαρβηρὼ ἤτοι καὶ
Βαρβηλώ, καὶ οὕτως τὴν ψυχὴν σῴζεσθαι. ἔχειν δὲ καὶ τρίχας ὡς γυναικὸς τὸν
Σαβαὼθ λέγουσιν οἱ τάλανες, νομίζοντες τὸ ὄνομα τὸ Σαβαὼθ ἄρχοντά τινα εἶναι,
οὐκ εἰδότες ὅτι ὅπου λέγει «τάδε λέγει κύριος Σαβαώθ», οὐκ ὄνομά τινος εἶπεν,
ἀλλ' ὄνομα δοξολογίας τῆς θεότητος. Σαβαὼθ γὰρ ἑρμηνεύεται ἀπὸ τῆς Ἑβραϊκῆς
διαλέκτου κύριος τῶν δυνάμεων· ὅπου γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ τὸ Σαβαὼθ ὄνομά ἐστι
γεγραμμένον, δύναμιν ὑποφαίνει, ὅθεν ὁ Ἀκύλας πανταχοῦ τὸ «Ἀδωναῒ Σαβαώθ»
ἑρμηνεύει λέγων «κύριος στρατιῶν». οὗτοι δὲ κατὰ πάντα τρόπον ἐμμανέντες κατὰ
τοῦ αὐτῶν δεσπότου τὸν μὴ ὄντα ζητοῦσι καὶ τὸν ὄντα ἀπολωλέκασι, μᾶλλον δὲ
ἑαυτοὺς ἀπώλεσαν.
11. Ἄλλα δὲ ὅσα * ἐν οἷς περικακεῖν ἐστι τὰ τῆς αὐτῶν μανίας λέγειν. τινὲς
ἐξ αὐτῶν δῆθεν γυναιξὶ μὴ πλησιάζοντες ταῖς ἰδίαις αὐτῶν χερσὶν ἑαυτοὺς
φθείρουσι, τὴν δὲ ἑαυτῶν φθορὰν λαμβάνουσιν εἰς τὰς χεῖρας καὶ οὕτως ἐσθίουσι,
χρώμενοι σεσυκοφαντημένῃ μαρτυρίᾳ, τῷ «αἱ χεῖρες αὗται ἐπήρκεσαν οὐ μόνον ἐμοί,
ἀλλὰ καὶ τοῖς σὺν ἐμοί», καὶ πάλιν τῷ «ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν, ἵνα
δυνηθῆτε καὶ τοῖς μὴ ἔχουσι μεταδοῦναι»· ὡς καὶ περὶ τούτων οἶμαι ἐκινήθη τὸ
ἅγιον πνεῦμα ἐν τῷ ἀποστόλῳ Ἰούδᾳ, λέγω δὴ ἐν τῇ ὑπ' αὐτοῦ γραφείσῃ καθολικῇ
ἐπιστολῇ (Ἰούδας δέ ἐστιν οὗτος ὁ ἀδελφὸς Ἰακώβου καὶ τοῦ κυρίου λεγόμενος)·
ὑπέδειξε γὰρ αὐτοὺς τὸ ἅγιον πνεῦμα διὰ τῆς φωνῆς τοῦ Ἰούδα κατὰ τὰ κτήνη
φθειρομένους καὶ φθείροντας, ὡς λέγει ὅτι «ὅσα μὲν οὐκ οἴδασιν, ἀγνοοῦντες
ἁλίσκονται, ὅσα δὲ οἴδασιν, ὡς τὰ ἄλογα ζῷα φθείρονται». κυνῶν γὰρ δίκην καὶ
χοίρων τὴν ἀπ' αὐτῶν φθορὰν ἐπιτελοῦσιν· οἱ κύνες γὰρ καὶ οἱ χοῖροι, οὐ μὴν
ἀλλὰ καὶ ἄλλα ζῷα οὕτως φθείρονται καὶ τὴν ἀπόρρυσιν τὴν ἀπὸ τῶν σωμάτων αὐτῶν
ἐσθίουσι. καὶ γὰρ καὶ ἀληθῶς «ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ
ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσι. Μιχαὴλ δὲ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ
περὶ τοῦ Μωυσέως σώματος οὐκ ἤνεγκε λόγον βλασφημίας, ἀλλὰ εἶπεν, ἐπιτιμήσαι
σοι κύριος. οὗτοι δὲ ὅσα οὐκ οἴδασι φυσικῶς βλασφημοῦσιν», ὅτι τὰ ἅγια τῶν
ἁγίων τὰ μετὰ ἁγιασμοῦ ἡμῖν παραδοθέντα βλασφημοῦσιν, εἰς αἰσχρότητα αὐτὰ
μεταβαλλόμενοι. καὶ ταῦτά ἐστιν ἅτινα κατὰ τῶν ἀποστόλων ἐτόλμησαν λέγειν, ὡς
καὶ ὁ μακάριος Παῦλός φησιν «ὥστε τινὰς τολμᾶν <βλασφημοῦντας> ἡμᾶς
λέγειν ὅτι ποιήσωμεν τὰ κακά, ἵνα ἔλθῃ ἐφ' ἡμᾶς τὰ ἀγαθά, ὧν τὸ κρίμα ἔνδικόν
ἐστι». πόσας δὲ ἄλλας ἀγάγοιμι μαρτυρίας κατὰ τῶν βλασφήμων; οὗτοι γὰρ οἱ ταῖς
ἰδίαις χερσὶ φθειρόμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ ταῖς γυναιξὶ πλησιάζοντες,
λοιπὸν κόρον [μὴ] λαβόντες τῆς μετὰ τῶν γυναικῶν πολυμιξίας εἰς ἀλλήλους
ἐκκαίονται, ἄνδρες ἐν ἀνδράσι, κατὰ τὸ γεγραμμένον «τὴν ἀντιμισθίαν τῆς πλάνης
ἐν ἑαυτοῖς ἀπολαμβάνοντες». ἐξώλεις γὰρ οὗτοι γενόμενοι μακαρίζουσιν ἀλλήλους,
ὡς τὸ προκριτέον τάγμα ἀναδεξάμενοι. ἀλλὰ καὶ ἀπατῶντες τὸ αὐτοῖς πειθόμενον
γυναικεῖον γένος, «τὸ σωρευόμενον ἁμαρτήμασι καὶ ἀγόμενον ἐπιθυμίαις
ποικίλαις», φάσκουσι ταῖς ἠπατημέναις παρ' αὐτῶν ὅτι ἡ δεῖνα παρθένος, ἡ
τοσαῦτα ἔτη πεφθαρμένη καὶ φθειρομένη καθ' ἑκάστην ἡμέραν. κόρον γὰρ οὐκ ἔχει
παρ' αὐτοῖς ἡ λαγνεία, ἀλλὰ ὅσον τις παρ' αὐτοῖς αἰσχρουργὸς ἄνθρωπος, τοσοῦτον
παρ' αὐτοῖς ἐπαινετός. ἐκείνας δέ φασιν παρθένους εἶναι, τὰς μηδέποτε ἐν
κοσμικῇ μίξει γάμου κατὰ φύσιν τῆς συνηθείας γενομένας ἕως καταβολῆς σπέρματος,
ἀλλὰ μιγνυμένας μὲν ἀεὶ καὶ πορνευούσας, πρὸ δὲ τοῦ ἀπαρτηθῆναι τὴν ἡδονὴν
ἀφιστώσας τὸν πονηροποιὸν αὐτῶν τῆς κοινωνίας φθορέα καὶ λαμβανούσας τὴν
προειρημένην αἰσχρότητα εἰς ἐδωδήν, ὡς κατὰ τὸ ὅμοιον <τῆς> τοῦ Σηλὼμ
πρὸς τὴν Θάμαρ κακοτροπίας, * ἀλλὰ ἀπὸ παρθενίας τὴν τέχνην ταύτην ἐπανῃρημένας
τοῦ φθείρεσθαι μέν, μὴ ὑποδέχεσθαι δὲ τῆς φθορᾶς τὴν μῖξιν καὶ τὴν ἀπόρροιαν.
βλασφημοῦσι δὲ οὐ μόνον τὸν Ἀβραὰμ καὶ τὸν Μωυσέα καὶ τὸν Ἠλίαν καὶ πάντα τὸν
χορὸν τῶν προφητῶν, ἀλλὰ καὶ τὸν θεὸν τὸν ἐκλεξάμενον αὐτούς.
12. Ἄλλα δὲ μυρία παρ' αὐτοῖς πλασθέντα γραφεῖα τετόλμηται. γένναν μὲν γὰρ
Μαρίας βιβλίον τί φασιν εἶναι, ἐν ᾧ δεινά τε καὶ ὀλέθρια ὑποβάλλοντές τινα
ἐκεῖσε λέγουσιν. ἐκ τούτου γάρ φησι τὸν Ζαχαρίαν ἀπεκτάνθαι ἐν τῷ ναῷ, ἐπειδή,
φησίν, ὀπτασίαν ἑώρακε, καὶ ἀπὸ τοῦ φόβου θέλων εἰπεῖν τὴν ὀπτασίαν ἀπεφράγη τὸ
στόμα. εἶδε γάρ, φησίν, ἐν τῇ ὥρᾳ τοῦ θυμιάματός τινα, ὡς ἐθυμία, ἄνθρωπον
ἑστῶτα, φησίν, ὄνου μορφὴν ἔχοντα. καὶ ἐξελθόντος, φησί, καὶ θέλοντος εἰπεῖν·
οὐαὶ ὑμῖν, τίνι προσκυνεῖτε; ἀπέφραξεν αὐτοῦ τὸ στόμα ὁ ὀφθεὶς αὐτῷ ἔνδον ἐν τῷ
ναῷ, ἵνα μὴ δύνηται λαλῆσαι. ὅτε δὲ ἠνοίγη τὸ στόμα αὐτοῦ ἵνα λαλήσῃ, τότε
ἀπεκάλυψεν αὐτοῖς καὶ ἀπέκτειναν αὐτόν. καὶ οὕτως, φησίν, ἀπέθανε Ζαχαρίας. διὰ
τοῦτο γὰρ ὁ ἱερεὺς προσετάγη ὑπ' αὐτοῦ τοῦ νομοθετήσαντος, φησίν, ἔχειν
κώδωνας, ἵν' ὅταν εἰσέρχηται ἱερατεῦσαι, τὸν κτύπον ἀκούων κρύπτηται ὁ
προσκυνούμενος, ἵνα μὴ φωραθῇ τὸ ἰνδαλτικὸν αὐτοῦ τῆς μορφῆς πρόσωπον. ἔστι δὲ
τὸ πᾶν τῆς εὐηθείας αὐτῶν ἐπιτήδευμα εὐθυέλεγκτον καὶ χλεύης ἔμπλεον. εἰ γὰρ ἦν
ὅλως ὁρατὸς ὁ ἱερουργούμενος, οὐδὲ κρυβῆναι ἠδύνατο· εἰ δὲ ὅλως κρυβῆναι ἠδύνατο,
οὐκέτι ἦν ὁρατός. καὶ ἑτέρως πάλιν πρὸς αὐτοὺς ῥητέον ὅτι εἰ ὁρατὸς ἦν, σῶμα
ἄρα ἦν καὶ οὐκέτι πνεῦμα· εἰ δὲ πνεῦμα ἦν, οὐκέτι ἐν ὁρατοῖς ἐξετάζεται. πῶς
οὖν τὸ οὐκ ἐν ὁρατοῖς ἐξεταζόμενον ἀπὸ τοῦ κτύπου τῶν κωδώνων τῆς ἑαυτοῦ
συστολῆς προενοεῖτο; ἔχω<ν> γὰρ τὸ ἀόρατον κατὰ φύσιν οὐκ ἂν ὠπτάνετο, εἰ
μὴ ἤθελεν. εἰ καὶ ὤφθη δέ, οὐκέτι κατὰ ἀνάγκην ἐφαίνετο τῆς φύσεως αὐτὸν
ἀγούσης εἰς τὸ φαίνεσθαι, ἀλλὰ κατὰ χάριν, οὐ φόβῳ καὶ προλήψει παρὰ προσδοκίαν
ἄνευ κτύπου εἰς τὸ δῆλον καθιστῶν τὴν ἑαυτοῦ ὀπτασίαν. καὶ οὕτω κατὰ πάντα
τρόπον διέπεσεν ὁ αὐτῶν ψευδὴς καὶ παραπεποιημένος λόγος. καὶ πολλά ἐστιν ἄλλα
ἃ λέγουσι ληρώδη. * καίτοι γε τοῦ Ζαχαρίου μὴ ἀποκτανθέντος εὐθύς, ἀλλὰ καὶ
ἐπιμείναντος μετὰ τὴν τοῦ Ἰωάννου γέννησιν καὶ προφητεύσαντος περί τε Ἰωάννου
καὶ περὶ τῆς παρουσίας τοῦ κυρίου καὶ ἐνσάρκου γεννήσεως ἀπὸ τῆς ἁγίας παρθένου
Μαρίας διὰ πνεύματος ἁγίου, ὡς λέγει «καὶ σύ, παιδίον, προφήτης ὑψίστου
κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ», «ἐπιστρέψαι
καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει» καὶ τὰ ἑξῆς. πόσα δὲ ἄλλα
ἔστιν εἰπεῖν περὶ τῆς αὐτῶν ψευδηγορίας καὶ τοῦ αὐτῶν μιασμοῦ;
13. Οἱ δὲ Λευῖται παρ' αὐτοῖς καλούμενοι οὐ μίσγονται γυναιξίν, ἀλλὰ
ἀλλήλοις μίσγονται. καὶ οὗτοί εἰσιν οἱ προκριτέοι παρ' αὐτοῖς δῆθεν καὶ
ἐπαινετοί. καταγελῶσι δὲ λοιπὸν τῶν τὴν πολιτείαν ἀσκούντων καὶ ἁγνείαν καὶ
παρθενίαν ὡς εἰς μάτην τὸν κάματον ἀναδεδεγμένων. προφέρουσι δὲ εἰς ὄνομα
Φιλίππου τοῦ ἁγίου μαθητοῦ εὐαγγέλιον πεπλασμένον, ὅτι, φησίν «ἀπεκάλυψέν μοι ὁ
κύριος τί τὴν ψυχὴν δεῖ λέγειν ἐν τῷ ἀνιέναι εἰς τὸν οὐρανὸν καὶ πῶς ἑκάστῃ τῶν
ἄνω δυνάμεων ἀποκρίνεσθαι· ὅτι ἐπέγνων ἐμαυτήν, φησί, καὶ συνέλεξα ἐμαυτὴν ἐκ
πανταχόθεν, καὶ οὐκ ἔσπειρα τέκνα τῷ ἄρχοντι, ἀλλὰ ἐξερρίζωσα τὰς ῥίζας αὐτοῦ
καὶ συνέλεξα τὰ μέλη τὰ διεσκορπισμένα, καὶ οἶδά σε τίς εἶ. ἐγὼ γάρ, φησί, τῶν
ἄνωθέν εἰμι». καὶ οὕτως, φησίν, ἀπολύεται. ἐὰν δέ, φησίν, εὑρεθῇ γεννήσασα
υἱόν, κατέχεται κάτω ἕως ἂν τὰ ἴδια τέκνα δυνηθῇ ἀναλαβεῖν καὶ ἀναστρέψαι εἰς
ἑαυτήν. καὶ οὕτως ἐστὶ τὰ ληρώδη αὐτῶν καὶ μυθώδη, ὡς καὶ περὶ τοῦ ἁγίου Ἠλία
τολμῶσι βλασφημεῖν καὶ λέγειν ὅτι, φησίν, ὅτε ἀνελήφθη, κατεβλήθη πάλιν εἰς τὸν
κόσμον. ἦλθεν γάρ, φησίν, μία δαίμων καὶ ἐκράτησε καὶ εἶπεν αὐτῷ ὅτι ποῦ
πορεύῃ; ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν καὶ ὧδε ἀφεῖναι τὰ τέκνα
σου. καί, φησίν, λέγει· πόθεν ἔχεις τέκνα ἀπ' ἐμοῦ καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ;
λέγει, φησίν· ναί, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀπορροίᾳ τῶν
σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μεταλαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα καὶ γεννῶσά σοι
υἱούς. πολλὴ δὲ μωρία τῶν τὰ τοιαῦτα λεγόντων πῶς γὰρ δύναται δαίμων, πνεῦμα ὢν
ἀόρατον καὶ ἀσώματον, <ἀπὸ> σωμάτων μεταλαμβάνειν; εἰ δὲ καὶ ἀπὸ σωμάτων
μεταλαμβάνει καὶ κυΐσκει, οὐκέτι ἐστὶ πνεῦμα, ἀλλὰ σῶμα. σῶμα δὲ ὢν πῶς ἐστιν
ἀόρατος καὶ πνεῦμα; καὶ πολλὴ ἀτοπία τῆς αὐτῶν μωρολογίας. βούλονται γὰρ τὴν
κατ' αὐτῶν μαρτυρίαν τὴν ἀπὸ τῆς ἐπιστολῆς τοῦ Ἰούδα μᾶλλον εἰς ἑαυτοὺς δῆθεν
ἐπάγεσθαι ἐν τῷ λέγειν «καὶ οἱ μὲν ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι,
κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν». οὐκ εἶπεν δὲ ὁ μακάριος Ἰούδας ὁ
ἀδελφὸς τοῦ κυρίου περὶ ἐνυπνιαζομένων ἐν σώμασιν· εὐθὺς γὰρ ἐπιφέρει καὶ
δεικνύει ὅτι περὶ τῶν ἐνυπνιαζομένων * λέγει, τῶν λαλούντων ὡς δι' ὀνειράτων τὰ
αὐτῶν ῥήματα καὶ οὐκ ἐν ἀνανήψει γρηγορήσεως λογισμῶν. καὶ γὰρ καὶ περὶ τῶν ἐν
Ἱερουσαλὴμ διδασκάλων λέγει Ἠσαΐας «πάντες κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν,
ἐνυπνιαζόμενοι κοίτην» καὶ τὰ ἑξῆς, καὶ ὧδε δὲ ἐν τῇ τοῦ Ἰούδα ἐπιστολῇ
δείκνυσι λέγων, «[ἐνυπνιαζόμενοι κοίτην,] ἃ οὐκ οἴδασι λέγοντες». καὶ ἔδειξεν
ὅτι οὐ περὶ τῆς ἐνυπνιάσεως τοῦ ὕπνου λέγει, ἀλλὰ περὶ τῆς μυθώδους αὐτῶν
τραγῳδίας καὶ ληρολογίας, ὡς διὰ ὕπνου λεγομένης καὶ οὐκ ἀπὸ ἐρρωμένης
διανοίας.
14. Περικακῶ δὲ ὡς ἀληθῶς τὰ πάντα ἐξειπεῖν. θεοῦ γάρ ἐστι μόνου ἀποκλεῖσαι
τὸν βυθὸν τῆς δυσοδμίας ταύτης. καὶ παρελεύσομαι ἐκ τοῦ τόπου, εὐξάμενος τῷ
παμβασιλεῖ θεῷ μηδένα εἰς τὸν βόρβορον ἐγκαταπαγῆναι μηδὲ αὐτοῦ τὴν ἔννοιαν
μεταλαβεῖν τῆς δυσώδους ἀκαθαρσίας. πρῶτον μὲν γὰρ ὁ ἀπόστολος Παῦλος ἐκκόπτει
αὐτῶν πᾶσαν ῥίζαν τῆς κακίας, περὶ χηρῶν νεωτέρων παραγγέλλων «χήρας» φησίν
«νεωτέρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσιν,
ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν»· «ἀλλὰ γαμείτωσαν
τεκνοποιείτωσαν οἰκοδεσποτείτωσαν». εἰ δὲ ὁ ἀπόστολος λέγει τεκνογονεῖν
[οἰκοδεσποτεῖν], οὗτοι δὲ παραιτοῦνται τὴν τεκνογονίαν, ὄφεώς ἐστι καὶ κακῆς διδασκαλίας
τὸ ἐπιχείρημα. ἡττώμενοι γὰρ τῇ ἡδονῇ τῆς πορνείας ἐπινοοῦσιν ἑαυτοῖς
ἀκαθαρσίας προφάσεις, ὅπως δόξωσι πληροφορεῖν τὴν ἑαυτῶν ἀσέλγειαν. καὶ ἔδει
μὲν ἀληθῶς ταῦτα μήτε λέγεσθαι μήτε ἐν συντάγμασι καταξιοῦσθαι γράφεσθαι,
θάπτεσθαι δὲ ὥσπερ νεκρόν τινα ὀδωδότα καὶ λοιμώδη ἀποφορὰν πνέοντα, ἵνα μὴ καὶ
διὰ τῆς ἀκοῆς λυμήνηται τοὺς ἀνθρώπους. καὶ εἰ μὲν παρεληλύθει ἡ τοιαύτη
αἵρεσις καὶ οὐκέτι ἦν ἐν τῷ βίῳ, ἀγαθὸν ἦν ταύτην θάψαι καὶ μήτε ὅλως περὶ
αὐτῆς εἰπεῖν. ἐπειδὴ δὲ καὶ ἔστι καὶ πράττεται, προετράπημεν δὲ ὑπὸ τῆς ὑμῶν
τιμιότητος περὶ πάντων εἰπεῖν, μέρη αὐτῆς διηγησάμην ἀναγκασθείς, ἵνα τὸ
φιλάληθες μὴ παρασιωπήσω, ἀλλὰ ὑφηγήσωμαι εἰς ἀποτροπὴν μὲν τῶν ἀκουόντων, εἰς
ἐξαγωγὴν δὲ τῶν πραττόντων. πόθεν γὰρ οὐκ ἔχομεν δεῖξαι τοὺς παρ' αὐτοῖς φόνους
καὶ τερατώδη ἔργα καὶ τελετὰς διαβόλου ἐξ ἐπι<π>νοίας τοῦ αὐτοῦ διαβόλου
τοῖς ἐμβεβροντημένοις δοθείσας;
15. Καὶ εὐθὺς μὲν οὖν ἐλέγχονται εἰς ὃ φαντασιοῦνται καὶ προφασίζονται περὶ
τοῦ ξύλου τοῦ ἐν τῷ πρώτῳ ψαλμῷ εἰρημένου ὅτι «δώσει τὸν καρπὸν αὐτοῦ ἐν καιρῷ
αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται». ἀνωτέρω γὰρ κεῖται ὅτι «ἐν τῷ νόμῳ
κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός». νόμον
δὲ οὗτοι καὶ προφήτας ἀρνοῦνται. εἰ δὲ νόμον κυρίου ἀρνοῦνται, σὺν τῷ νόμῳ καὶ
τὸν λαλήσαντα ἐν τῷ νόμῳ συκοφαντοῦσιν· πλανῶνται δὲ καθ' ὑπόνοιαν καὶ
ἐκπεπτώκασιν τῆς ἀληθείας, κρίσιν τε οὐχ ἡγοῦνται οὔτε ἀνάστασιν ὁμολογοῦσιν.
ὅσα δὲ πράττουσιν ἐν τῷ σώματι ἡδονῆς ἔμπλεοι γινόμενοι, ταῦτα ἀποκαρποῦνται
ἐκβακχευόμενοι ταῖς τοῦ διαβόλου ἡδοναῖς τε καὶ ἐπιθυμίαις, ὡς πάντῃ τε καὶ
πανταχοῦ ἐλέγχονται ἀπὸ τοῦ τῆς ἀληθείας λόγου· Ἰωάννης γὰρ λέγει «εἴ τις
ἔρχεται», φησί, «πρὸς ὑμᾶς, καὶ οὐ φέρει τὴν διδαχὴν ταύτην». καὶ ποίαν φησίν;
«εἴ τις οὐχ ὁμολογεῖ Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἀντίχριστός ἐστι», «καὶ νῦν
ἀντίχριστοι πολλοὶ γεγόνασιν», ὡς τῶν μὴ ὁμολογούντων τὸν Χριστὸν ἐν σαρκὶ
ἐληλυθότα ἀντιχρίστων ὑπαρχόντων. ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ λέγει «οἱ
καταξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ'
ἰσάγγελοί εἰσιν». οὐ μόνον δέ, ἀλλὰ καὶ ἵνα δείξῃ τὴν σαφῆ ἁγνείαν καὶ τὴν διὰ
τοῦ ἰδιάζειν ἁγιαστείαν, φάσκει τῇ Μαριάμ «μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα
πρὸς τὸν πατέρα», ἵνα δείξῃ τὴν ἁγνείαν ἀμέτοχον σωμάτων καὶ ἀμιγῆ. ἀλλὰ καὶ ἐν
ἄλλῳ τόπῳ λέγει προθεσπίζον τὸ ἅγιον πνεῦμα καὶ διὰ τοὺς πρώην καὶ <τοὺς>
μετέπειτα «μακαρία στεῖρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι καὶ
εὐνοῦχος ὃς οὐκ εἰργάσατο ἐν χερσὶν ἀνόμημα», ἵνα παρακόψῃ τὰ διὰ τοῦ μύθου
αὐτῶν ἐν χερσὶν αἰσχρουργήματα.
16. Πόσα δὲ ἄλλα ἔστιν εἰπεῖν, ὡς τοῦ ἀποστόλου λέγοντος πῆ μέν «ὁ ἄγαμος
καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ» – τοῦτο δέ φησι
δεῖξαι τὴν ἁγνείαν ἐν ἀληθείᾳ, ἐκ τοῦ ἁγίου πνεύματος ἐπιτρεπόμενος οὐ παρέργως
– , ἔπειτα δὲ περὶ τῶν τὸν γάμον ἐχόντων τὸν σεμνὸν λέγοντος «τίμιος ὁ γάμος καὶ
ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ θεός». ἀλλὰ καὶ κατ' αὐτῶν
ἐκβοᾷ γράφων Ῥωμαίοις, τὰ αἰσχρὰ ἀποκαλύπτων τῶν τὰς κακοπραγίας ἐργαζομένων,
λέγων «αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ
φύσιν» καὶ περὶ τῶν ἀρρένων, ὅτι «ἄρρενες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην
κατεργαζόμενοι»· ἀλλὰ καὶ ἐν τῇ πρὸς Τιμόθεον ἐπιστολῇ περὶ τούτων λέγει ὅτι
«ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄνθρωποι
φιλήδονοι», καὶ πάλιν «κωλυόντων γαμεῖν, κεκαυτηριασμένων τὴν συνείδησιν», ὅτι
τὸ μὲν γαμεῖν μετὰ σωφροσύνης καὶ τεκνογονεῖν κωλύουσι, καιόμενοι δέ εἰσι τῇ
συνειδήσει, λαγνεύοντες μὲν καὶ φθειρόμενοι, κωλύοντες δὲ τεκνογονεῖν. καὶ γὰρ
καὶ αὐτὴ ἡ παρ' αὐτοῖς λεγομένη θυσία, βορβορώδης τις οὖσα, ἤδη καὶ ἀπὸ τῶν ἀνέκαθεν
διὰ τοῦ προφήτου ὑποδείκνυται ὄφεως οὖσα σὰρξ καὶ οὐχὶ τοῦ κυρίου (μὴ γένοιτο),
λέγοντος οὕτως ὅτι «σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δράκοντος καὶ ἔδωκας αὐτὸν
βρῶμα λαοῖς τοῖς Αἰθίοψι». βρῶμα γὰρ ὡς ἀληθῶς ὄφεως ἡ τούτων μυσαρὰ θρῃσκεία
καὶ Αἰθίοπες μεμελανωμένοι τῇ ἁμαρτίᾳ οἱ ταύτην τὴν τελετὴν τοῦ νῦν μὲν
δαίμονος Διὸς πάλαι δὲ γόητος, τοῦ παρά τισι θεοῦ μάτην νενομισμένου
<ἐπι>τελοῦντες. ἐκ γὰρ Ἑλληνικῶν μύθων πᾶσαι αἱ αἱρέσεις συνάξασαι
ἑαυταῖς τὴν πλάνην μετέβαλον, μεταποιήσασαι εἰς ἄλλην διάνοιαν χείρονα.
παρεισφέρουσι γὰρ οἱ ποιηταὶ τὸν Δία τὴν Μῆτιν θυγατέρα ἑαυτοῦ καταπιόντα.
βρέφος δὲ οὐκ ἄν τις καταπίοι, ὡς καὶ ὁ ἅγιος Κλήμης καταγελῶν τῆς τῶν θεῶν τῶν
Ἑλλήνων αἰςχρουργίας εἶπεν ὅτι τὴν Μῆτιν καταπιὼν οὐχὶ τὸ βρέφος ἠδύνατο
καταπιεῖν, ἀλλὰ τὴν γονὴν τὴν ἰδίαν * σημαίνων.
17. Τί δὲ ἕτερον εἴποιμι; ἢ πῶς ἀποσείσομαι τὸν πηλώδη τοῦτον πόνον,
βουλόμενος μὲν εἰπεῖν καὶ μὴ βουλόμενος, ἀναγκαζόμενος δέ, ἵνα μὴ δόξω τι τῶν
ὄντων παρακρύπτειν, καὶ φοβούμενος ἵνα μὴ ἀποκαλύπτων τὰ δεινὰ αὐτῶν ἢ χράνω ἢ
πλήξω ἢ εἰς τὸ περιεργάσασθαι περὶ τούτου τοὺς ἀπαγομένους ἡδοναῖς καὶ
ἐπιθυμίαις ἐποτρύνω. ὅμως ἐγὼ μὲν ἀθῷος εἴην καὶ πᾶσα ἡ τῆς ἁγίας καθολικῆς
ἐκκλησίας † ἐλπὶς καὶ πάντες οἱ τούτῳ τῷ γράμματι ἐντυγχάνοντες ἀπὸ τῆς
τοιαύτης τοῦ διαβόλου ὑποσπορᾶς καὶ κακομηχανίας· ἐὰν γὰρ <ἀνα>λάβω
λέγειν τὰ ἄλλα τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα ὅσα ἐστὶ τοιαῦτα καὶ
τοσαῦτα, καὶ τούτων ἔτι μείζονα καὶ † ἐλάττω, θελήσω δὲ καὶ ὡς φάρμακον ἰάσεως
ἀλεξητήριον ἀντιδότων δίκην πρὸς ἑκάστην λέξιν ἀντιθεῖναι, εἰς πολὺν ὄγκον ἐλάσω
τῆς συντάξεως τὴν πραγματείαν. ταύτῃ γὰρ τῇ αἱρέσει, ἐπιπόθητοι, καὶ αὐτὸς
περιέτυχον, ἐκ στόματος δὲ τῶν ταύτην ἐπιχειρούντων φύσει αὐτὰ αὐτοπροσώπως
ἐνηχήθην· γυναῖκες δὲ οὕτως ἠπατημέναι οὐ μόνον τὴν λαλιὰν ταύτην ἡμῖν
προέτειναν καὶ τὰ τοιαῦτα ἡμῖν ἀπεκάλυψαν, ἀλλὰ καὶ κατὰ τὴν Αἰγυπτίαν ἐκείνην
τὴν τοῦ ἀρχιμαγείρου τὴν ὀλετήριον καὶ μοχθηρὰν καὶ αὗται ἀθυρογλώττῳ τόλμῃ
κατασπάσαι ἡμᾶς ἐν τῇ νέᾳ ἡμῶν ἡλικίᾳ ὀρεχθεῖσαι ἐπεχείρουν. ἀλλὰ ὁ τότε
συμπαραστὰς τῷ ἁγίῳ Ἰωσὴφ καὶ ἡμῖν παρέστη. καὶ τὸν ἐκεῖνον ἐκεῖ ῥυσάμενον
ἐπικεκλημένοι οἱ ἀνάξιοι καὶ ἀνίκανοι, ἐλεηθέντες καὶ ἀποδράντες τὰς ὀλετηρίους
αὐτῶν χεῖρας, θεῷ τῷ παναγίῳ ὕμνον ᾄσαντες ἠδυνήθημεν καὶ αὐτοὶ λέγειν τό
«ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς
θάλασσαν». οὐ γὰρ ὁμοίᾳ δυνάμει τῆς ἐκείνου δικαιοσύνης, ἀλλὰ στεναγμῷ τῷ πρὸς
τὸν θεὸν ἐλεηθέντες ἐσώθημεν. ὀνειδιζόμενος γὰρ ὑπ' αὐτῶν τῶν ὀλετηρίων
γυναικῶν κατεγέλων ἐγώ, ὡς ὑπέφαινον αἱ τοιαῦται ἀλλήλαις (ἐπισκώπτουσαι
δῆθεν), ὅτι οὐκ ἠδυνήθημεν σῶσαι τὸν νεανίσκον, ἀλλὰ ἀφήκαμεν αὐτὸν ἐν χερσὶ
τοῦ ἄρχοντος ἀπόλλυσθαι· ἐπειδήπερ ἥτις αὐτῶν εὐμορφοτέρα εἴη δέλεαρ ὥσπερ
ἑαυτὴν προτίθησιν, ὥστε δι' αὐτῆς τοὺς ἀπατωμένους ἀντὶ τοῦ ἀπολλύειν σῴζειν
ἐπιφημίζειν. καὶ ὄνειδος λοιπὸν τῇ ἀμόρφῳ γίνεται παρὰ τῶν εὐμορφοτέρων, ὅτι
ἐγώ, φησί, σκεῦός εἰμι ἐκλογῆς, δυναμένη σῴζειν τοὺς ἀπατωμένους, σὺ δὲ οὐκ
ἴσχυσας. ἦσαν μὲν οὖν αἱ τὸν ἀγώγιμον μῦθον τοῦτον ὑφηγούμεναι τῇ μορφῇ τῆς
αὐτῶν ὄψεως εὐπροσωπόταται, τῷ δὲ νῷ τῆς αὐτῶν μοχθηρίας τὴν πᾶσαν τοῦ διαβόλου
ἀμορφίαν κεκτημέναι. ἀλλὰ ὁ ἐλεήμων θεὸς τῆς μοχθηρίας αὐτῶν ἡμᾶς ἐρρύσατο,
ὥστε μετὰ τὸ ἀναγνῶναι ἡμᾶς καὶ τὰς βίβλους αὐτῶν καὶ ἐπιστῆσαι τὸν νοῦν τῇ
ἀληθείᾳ καὶ μὴ συναπαχθῆναι, ἀποδρᾶσαί τε καὶ μὴ δελεασθῆναι, τὸ τηνικαῦτα
ἐσπουδάσαμεν καὶ τοῖς ἐπισκόποις τοῖς ἐν τῷ τόπῳ ἐκείνῳ αὐτοὺς ὑποδεῖξαι καὶ τὰ
ὀνόματα <τὰ> ἐν τῇ ἐκκλησίᾳ κεκρυμμένα φωρᾶσαι, <ὡς> καὶ τοὺς
αὐτοὺς ἀπελαθῆναι τῆς πόλεως, ὀνόματα περί που ὀγδοήκοντα, καὶ τὴν πόλιν τῆς
αὐτῶν ζιζανιώδους ὕλης καὶ ἀκανθώδους καθαρθῆναι.
18. Μνημονεύσας δέ τις τῆς ἄνω ἡμῶν ὑποσχέσεως τάχα καὶ ἐπαινέσειεν, ὡς ἡμῶν
προαγγειλάντων ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων ἐγνώκαμεν,
τινὰ δὲ δι' ἐνηχήσεών τε καὶ μαρτυριῶν ἀξιοπίστων ἀνδρῶν δυναμένων ἡμῖν τὴν
ἀλήθειαν ὑποδεικνύναι, ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον,
ἀλλὰ ἐδείξαμεν ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων. καὶ σαφῶς περὶ
ταύτης ἠδυνήθημεν λέγειν ἐξ ὧν (μὴ γένοιτο) οὐ πράξαντες, ἀλλὰ μεμαθηκότες
ἀκριβῶς <ἐγνώκαμεν> παρὰ τῶν ἡμᾶς εἰς τοῦτο πειθόντων καὶ μὴ
κατισχυσάντων, ἀλλὰ τὴν ἑαυτῶν ἐλπίδα τῆς εἰς ἡμᾶς ἀπωλείας ἀπολεσάντων καὶ μὴ
ἐπιτυχόντων τοῦ σκοποῦ τῆς εἰς τὴν τάλαιναν ἡμῶν ψυχὴν ἐπιχειρουμένης ὑπ' αὐτῶν
τε καὶ τοῦ ἐν αὐτοῖς διαβόλου συσκευῆς, ὡς καὶ συνῳδὰ ἡμᾶς λέγειν τῷ ἁγιωτάτῳ
Δαυὶδ ὅτι «βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν» καὶ τὰ ἑξῆς, καὶ ὅτι
«ἐπιστρέψει ὁ πόνος αὐτῶν εἰς κεφαλὴν αὐτῶν, καὶ ἡ ἀδικία αὐτῶν ἐπὶ κορυφὴν
αὐτῶν καταβήσεται». ὡς οὖν περιτυχόντες καὶ ἀποδράντες καὶ ἀναγνόντες, γνόντες
καὶ καταγνόντες, σωθέντες τε ὑπερβεβήκαμεν, οὕτω καὶ σὲ τὸν ἀναγινώσκοντα
παρακαλοῦμεν ἀναγνόντα καὶ καταγνόντα τοῦ * ὑπερβῆναι, εἰς τὸ μὴ ἐμπεσεῖν ἐν τῷ
ἰῷ τῆς τῶν ἑρπετῶν τούτων μοχθηρίας. ἀλλ' εἰ καί ποτε περιτύχοις τισὶ τῶν ἀπὸ
τῆς ὀφιώδους ταύτης σχολῆς, εὐθὺς τὸ ξύλον ἀναλαβὼν τὸ διὰ τοῦ κυρίου ἡμῖν
ἑτοιμασθέν, ἐν ᾧ ὁ κύριος ἡμῶν προσεπάγη Χριστός, <καὶ> κατὰ τῆς κεφαλῆς
τοῦ ὄφεως εὐθὺς βαλὼν εἴποις ὅτι «Χριστὸς ἐσταύρωται ὑπὲρ ἡμῶν, ὑπογραμμὸν ἡμῖν
περιλιμπάνων» σωτηρίας· ὅτι οὐκ ἂν ἐσταυροῦτο, εἰ μὴ σάρκα εἶχε. σάρκα δὲ ἔχων
καὶ σταυρωθεὶς ἐσταύρωσεν ἡμῶν τὰς ἁμαρτίας. πίστει ἔχομαι τῆς ἀληθείας καὶ οὐχ
ὑπάγομαι πλάνῃ τῇ νοθείᾳ τοῦ ὄφεως καὶ παραψιθυρισμῷ τῆς αὐτοῦ διδασκαλίας.
19. Λοιπὸν ταύτην παρελθών, ἀγαπητοί, ἐφεξῆς βαδιοῦμαι ἐπὶ τὰς ἄλλας
τραχείας τρίβους, οὐχ ἵνα βαδίσω, ἀλλ' ἵνα ἀπὸ μήκοθεν ὑποδείξω τοῖς βουλομένοις
τὰ τραχύτατα μὲν ἐπιγινώσκειν, φεύγειν δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ
τῆς φερούσης εἰς ζωὴν αἰώνιον καὶ καταλιμπάνειν τὴν πλατεῖαν καὶ εὐρύχωρον καὶ
ἀκανθώδη καὶ προσκομμάτων ἔμπλεον ὁδόν, βορβορώδη καὶ ἀσελγείας καὶ πορνείας
ἐμπεπλησμένην, ἧς πορνείας καὶ ἀσελγείας τὸ ὅμοιον ἔστιν ἰδεῖν ἐν τῷ ἑρπετῷ τῷ
δεινοτάτῳ, ᾧ ἐπέθεντο τὸ ὄνομα ἀπειρώδινον ἔχιδναν οἱ παλαιοί. ἔστι γὰρ τῆς
τοιαύτης ἐχίδνης ἡ φύσις ὁμοία τῆς τούτων μοχθηρίας. διὰ γὰρ τῆς ἀνδρείας
φύσεως ἢ γυναικείας τὴν αἰσχρότητα ἐπιτελοῦντες ταύτην ἀπαγορεύουσι τὴν τῶν
σπερμάτων καταβολήν, ἀφανίζοντες τὴν ἐκ θεοῦ τοῖς κτίσμασι δεδομένην
τεκνογονίαν, ὡς καὶ ὁ ἀπόστολός φησι «τὴν γὰρ ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης
αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες» καὶ τὰ ἑξῆς. οὕτω γάρ, φησί, τὴν ἀπειρώδινον ἔχιδναν
θελχθεῖσαν τῷ πάθει τῆς ἐπιθυμίας, τήν τε θήλειαν πρὸς τὸν ἄρρενα καὶ τὸν
ἄρρενα πρὸς τὴν θήλειαν, περιπλακείσας μὲν ὁμοῦ, διὰ τοῦ στόματος χαινούσης τῆς
θηλείας τὸν ἄρρενα τὴν κεφαλὴν εἰσβάλλειν, ἐκείνης δὲ πάθει συσχεθείσης
ἀποτέμνειν τὴν τούτου κεφαλὴν καὶ οὕτως τὸν ἀπὸ τοῦ στόματος σταλάξαντα ἰὸν
καταπιοῦσαν ἐν ἑαυτῇ ἐγκυμονεῖν μὲν τοιοῦτο ζεῦγος ἀρρενόθηλυ· ὅπερ ζεῦγος
ἁδρυνθὲν ἐν τῇ κοιλίᾳ καὶ μὴ ἔχον πόθεν γεννηθῆναι τὴν πλευρὰν τῆς μητρὸς
τιτρώσκειν καὶ οὕτως γεννᾶσθαι, ὥστε ἀπολέσθαι τόν τε τούτων πατέρα καὶ τὴν
μητέρα. διόπερ ἀπειρώδινον αὐτῇ ἐπέθεντο ὄνομα, ὅτι ὠδίνων οὐ πειρᾶται. δεινὴ
δὲ καὶ φοβερὰ παρὰ πάντα τὰ ἑρπετὰ τυγχάνει, ἐν ἑαυτῇ τὸν ἀφανισμὸν
ἐξεργαζομένη καὶ διὰ στόματος τὴν αἰσχρότητα ἀπολαμβάνουσα, ᾗ ἔοικεν αὕτη ἡ
φρενοβλαβὴς αἵρεσις, ἧς τὴν κεφαλὴν καὶ τὸ σῶμα καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα
ἐνταῦθα συντρίψαντες τῷ ξύλῳ τῆς ζωῆς τὰς ἑτέρας διασκοπεῖν προέλθωμεν, θεὸν
ἀρωγὸν ἐπικαλούμενοι, ᾧ τιμὴ καὶ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Κατὰ Καρποκρασίων <ζ>, τῆς δὲ ἀκολουθίας <κζ>
1. Καρποκρᾶς τις ἕτερος γίνεται, συστήσας ἑαυτῷ ἀθέμιτον διδασκαλεῖον τῆς
ψευδωνύμου αὐτοῦ γνώμης, χείρονας πάντων οὗτος τοὺς τρόπους κεκτημένος. ἐκ
πάντων γὰρ τούτων, Σίμωνός τε καὶ Μενάνδρου, Σατορνίλου τε καὶ Βασιλείδου καὶ
Νικολάου καὶ αὐτοῦ τοῦ Καρποκρᾶ, ἔτι δὲ ἐκ προφάσεως Οὐαλεντίνου ἡ τῆς
ψευδωνύμου γνώσεως ἐφύη αἵρεσις, ἥτις Γνωστικοὺς τοὺς αὐτῆς ὠνόμασεν, ἀφ' ἧς οἱ
Γνωστικοὶ ἤδη μοι δεδήλωνται, κατάγνωστοι ὄντες τὸν τρόπον.
2. Οὗτος δὲ πάλιν ἄνω μὲν μίαν ἀρχὴν λέγει καὶ πατέρα τῶν ὅλων [καὶ]
ἄγνωστον καὶ ἀκατονόμαστον ἴσα τοῖς ἄλλοις εἰσάγειν βούλεται, τὸν δὲ κόσμον καὶ
τὰ ἐν τῷ κόσμῳ ὑπὸ ἀγγέλων γεγενῆσθαι, τῶν πολύ τι [ὑπὸ] τοῦ πατρὸς τοῦ
ἀγνώστου ὑποβεβηκότων· τούτους γὰρ λέγει ἀποστάντας ἀπὸ τῆς ἄνω δυνάμεως οὕτω
τὸν κόσμον πεποιηκέναι. Ἰησοῦν δὲ τὸν κύριον ἡμῶν ἀπὸ Ἰωσὴφ λέγει γεγεννῆσθαι,
καθάπερ καὶ πάντες ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ἐγεννήθησαν. εἶναι
δὲ αὐτὸν ὅμοιον τοῖς πᾶσι, βίῳ δὲ διενηνοχέναι, σωφροσύνῃ τε καὶ ἀρετῇ καὶ βίῳ
δικαιοσύνης. ἐπειδὴ δέ, φησίν, εὔτονον ἔσχε ψυχὴν παρὰ τοὺς ἄλλους ἀνθρώπους
καὶ ἐμνημόνευεν τὰ ὁραθέντα ὑπ' αὐτῆς ἄνω, ὅτε ἦν ἐν τῇ περιφορᾷ τοῦ ἀγνώστου
πατρός, ἀπεστάλθαι ὑπὸ τοῦ αὐτοῦ πατρός, φησίν, εἰς τὴν αὐτοῦ ψυχὴν δυνάμεις,
ὅπως τὰ ὁραθέντα αὐτῇ ἀναμνημονεύσασα καὶ ἐνδυναμωθεῖσα φύγῃ τοὺς κοσμοποιοὺς
ἀγγέλους ἐν τῷ διὰ πάντων χωρῆσαι τῶν ἐν τῷ κόσμῳ πραγμάτων καὶ πράξεων τῶν ὑπὸ
τῶν ἀνθρώπων γινομένων καὶ ἐν παραβύστῳ ἀτόπων ἔργων καὶ ἀθεμίτων, καὶ ὅπως διὰ
πασῶν τῶν πράξεων ἐλευθερωθεῖσα ἡ αὐτὴ ψυχή, φησί, τοῦ Ἰησοῦ ἀνέλθῃ πρὸς τὸν αὐτὸν
πατέρα τὸν ἄγνωστον, τὸν δυνάμεις αὐτῇ ἀποστείλαντα ἄνωθεν, ἵνα διὰ πασῶν τῶν
πράξεων χωρήσασα καὶ ἐλευθερωθεῖσα διέλθοι πρὸς αὐτὸν ἄνω.
οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ὁμοίας αὐτῇ ψυχάς, <τὰς> τὰ ἴσα αὐτῇ
ἀσπασαμένας, τὸν αὐτὸν τρόπον ἐλευθερωθείσας ἄνω πτῆναι πρὸς τὸν ἄγνωστον
πατέρα, ἐν τῷ τὰς πάσας πράξεις πραξάσας ὁμοίως <τε> τῶν πάντων
ἀπαλλαγείσας λοιπὸν ἐλευθερωθῆναι. τὴν δὲ ψυχὴν τοῦ Ἰησοῦ ἐν τοῖς τῶν Ἰουδαίων
ἔθεσιν ἀνατραφεῖσαν καταφρονῆσαι αὐτῶν καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι' ὧν
τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις δυνηθεῖσα † πρᾶξαι ὑπερβῆναι τοὺς
κοσμοποιοὺς ἴσχυσεν. οὐ μόνον δὲ αὐτὴν τὴν ψυχὴν τοῦ Ἰησοῦ τοῦτο δεδυνῆσθαι,
ἀλλὰ καὶ τὴν δυναμένην διὰ <πασῶν> τῶν πράξεων χωρῆσαι ὑπερβῆναι τοὺς
κοσμοποιοὺς αὐτοὺς ἀγγέλους· καὶ αὐτὴ ἐὰν λάβῃ δυνάμεις καὶ τὰ ὅμοια πράξῃ, *
καθάπερ ἡ τοῦ Ἰησοῦ, ὡς προεῖπον. ὅθεν εἰς τῦφον μέγαν οὗτοι ἐληλακότες οἱ ὑπὸ
τοῦ ἀπατεῶνος τούτου ἀπατηθέντες ἑαυτοὺς προκριτέους ἡγοῦνται καὶ αὐτοῦ τοῦ
Ἰησοῦ. ἄλλοι δὲ ἐξ αὐτῶν οὐκ Ἰησοῦ φασιν, ἀλλὰ Πέτρου καὶ Ἀνδρέου καὶ Παύλου
καὶ τῶν λοιπῶν ἀποστόλων ἑαυτοὺς ὑπερφερεστέρους εἶναι διὰ τὴν ὑπερβολὴν τῆς
γνώσεως καὶ τὸ περισσότερον τῆς διαπράξεως διαφόρων διεξόδων· ἄλλοι δὲ ἐξ αὐτῶν
φάσκουσι μηδὲν διενηνοχέναι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. αἱ γὰρ ψυχαὶ ἐκ τῆς
αὐτῆς περιφορᾶς εἰσι καὶ ὁμοίως κατὰ τὴν τοῦ Ἰησοῦ πάντων καταφρόνησιν
ποιησάμεναι *. καὶ <γὰρ> αἱ πᾶσαι, φησί, ψυχαὶ τῆς αὐτῆς δυνάμεως
ἠξιώθησαν ἧς καὶ ἡ τοῦ Ἰησοῦ ἠξίωται· διὸ καὶ ταύτα<ς> φασὶ χωρεῖν διὰ
πάσης πράξεως, καθάπερ ἀμέλει καὶ ἡ τοῦ Ἰησοῦ διελήλυθεν. εἰ δὲ καί τις πάλιν
δυνηθείη ὑπὲρ τὸν Ἰησοῦν καταφρονῆσαι, διαφορώτερος ἔσται αὐτοῦ.
3. Ἐπιχειροῦσι δὲ οἱ τῆς ἀθεμίτου ταύτης σχολῆς παντοίας ἐπιχειρήσεις δεινῶν
ἔργων καὶ ὀλετηρίων. μαγεῖαι γὰρ παρ' αὐτοῖς ἐπινενόηνται, ἐπῳδάς τε διαφόρους
πρὸς πᾶσαν μηχανὴν ἐφηύραντο, [πρὸς] φίλτρα <τε> καὶ ἀγώγιμα. οὐ μὴν δὲ
ἀλλὰ καὶ παρέδρους δαίμονας ἑαυτοῖς ἐπισπῶνται, εἰς τὸ διὰ πολλῆς μαγγανείας ἐν
ἐξουσίᾳ μεγάλῃ πάντων <γενέσθαι>, <ὥστε>, φησί, κυριεύειν ὧν τε ἂν
ἐθέλοι ἕκαστος καὶ ᾗ πράξει ἐπιχειρεῖν τολμήσειε· δῆθεν ἑαυτοὺς ἐξαπατῶντες
πρὸς πληροφορίαν τῆς τετυφλωμένης αὐτῶν διανοίας, ὅτι αἱ τοιαῦτα ἐγχειρήσασαι
<ψυχαί>, κατισχύσασαι διὰ τῶν τοιούτων πράξεων καὶ καταφρονήσασαι τῶν
κοσμοποιῶν ἀγγέλων καὶ τῶν ἐν τῷ κόσμῳ, ὑπερβαίνουσι τὴν τῶν αὐτῶν μυθοποιῶν
(οὐ γὰρ ἂν εἴποιμι κοσμοποιῶν) ἐξουσίαν, ὅπως ἂν τὴν ἄνω ἐλευθερίαν ἀσπάσωνται
καὶ τὴν ἄνω πτῆσιν κτήσαιντο. εἰσὶ δὲ ἐκ τοῦ Σατανᾶ παρεσκευασμένοι καὶ
προβεβλημένοι εἰς ὄνειδος καὶ σκάνδαλον τῆς τοῦ θεοῦ ἐκκλησίας. ἐπέθεντο γὰρ
ἑαυτοῖς ἐπίκλην Χριστιανοί, τοῦτο τοῦ Σατανᾶ παρασκευάσαντος πρὸς τὸ
σκανδαλίζεσθαι τὰ ἔθνη δι' αὐτῶν καὶ ἀποστρέφεσθαι τὴν τῆς ἁγίας τοῦ θεοῦ
ἐκκλησίας ὠφέλειαν καὶ τὸ ἀληθινὸν κήρυγμα διὰ τὰς ἐκείνων ἀθεμιτουργίας καὶ
ἀνηκέστου<ς> κακοπραγίας, εἰς τὸ τὰ ἔθνη κατανοοῦντα αὐτῶν τὰ ἐπάλληλα ἔργα
τῶν ἀθεμιτουργιῶν, νομίσαντα καὶ τοὺς τῆς ἁγίας τοῦ θεοῦ ἐκκλησίας τοιούτους
εἶναι, ἀποστρέφειν ὡς καὶ προεῖπον τὴν ἀκοὴν ἀπὸ τῆς τοῦ θεοῦ κατὰ ἀλήθειαν
διδασκαλίας ἢ καὶ ὁρῶντά τινας * πάντας <ἡμᾶς> ὁμοίως βλασφημεῖν. καὶ
τούτου ἕνεκα οἱ πλείους τῶν ἐθνῶν ὅπου δἂν ἴδωσι τοιούτους οὔτε ἐπὶ κοινωνίᾳ
ἡμῖν προσφέρονται ληψοδοσίας ἢ γνώμης ἢ ἀκοῆς λόγου θείου οὔτε τὴν ἀκοὴν
ἐντιθέασιν, ἐπτυρμένοι ἀπὸ τῆς τῶν ἀθεμίτων ἀνοσιουργίας.
4. Εἰσὶ δὲ ἐν ἀσωτίᾳ διατελοῦντες οὗτοι καὶ πᾶν ὁτιοῦν ἐργαζόμενοι πρὸς εὐπάθειαν
σωμάτων, ἡμῖν δὲ ὅλως οὐ προσεγγίζοντες, εἰ μή τι ἂν πρὸς τὸ δελεάσαι ψυχὰς
ἀστηρίκτους τῇ αὐτῶν κακοδιδασκαλίᾳ. εἰς οὐδὲν γὰρ ἡμῖν ὁμοιοῦνται ἢ μόνον
ὀνόματι καλεῖσθαι σεμνύνονται, ὅπως διὰ τοῦ ὀνόματος τὸ ἐπίπλαστον τῆς ἑαυτῶν
κακίας θηράσωνται. «τὸ δὲ κρίμα τούτων» κατὰ τὸ γεγραμμένον «ἔνδικόν ἐστιν», ὡς
ὁ ἅγιος ἀπόστολος Παῦλος ἔφη· διὰ γὰρ τὰς κακὰς αὐτῶν πράξεις τὸ ἀνταπόδομα
ἀποδοθήσεται αὐτοῖς. ἀδεῶς γὰρ τὸν νοῦν αὐτῶν εἰς οἶστρον ἐκδεδωκότες πάθεσιν
ἡδονῶν μυρίων ἑαυτοὺς παραδεδώκασι. φασὶ γὰρ ὅτι ὅσα νομίζεται παρὰ ἀνθρώποις
κακὰ εἶναι οὐ κακὰ ὑπάρχει, ἀλλὰ φύσει καλά (οὐδὲν γάρ ἐστι φύσει κακόν), τοῖς
δὲ ἀνθρώποις νομίζεται εἶναι φαῦλα. καὶ ταῦτα πάντα ἐάν τις πράξῃ ἐν τῇ μιᾷ
ταύτῃ παρουσίᾳ, οὐκέτι μετενσωματοῦται αὐτοῦ ἡ ψυχὴ εἰς τὸ πάλιν ἀντικαταβληθῆναι,
ἀλλὰ ὑπὸ ἓν ποιήσασα πᾶσαν πρᾶξιν ἀπαλλαγήσεται, ἐλευθερωθεῖσα καὶ μηκέτι
χρεωστοῦσά τι τῶν πρὸς πρᾶξιν ἐν τῷ κόσμῳ. ποίαν δὲ πρᾶξιν δέδια πάλιν εἰπεῖν,
μὴ βορβόρου δίκην κεκαλυμμένου ὀχετὸν ἀποκαλύψω καί τισι δόξω λοιμώδους
δυσοδμίας ἐργάζεσθαι τὴν ἐμφόρησιν. ἀλλ' ὅμως ἐπειδήπερ ἐξ ἀληθείας συνεχόμεθα
τὰ παρὰ τοῖς ἠπατημένοις ἀποκαλύψαι, σεμνότερον εἰπεῖν τε καὶ τῆς ἀληθείας μὴ
ἔξω βαίνειν ἐμαυτὸν καταναγκάσω. τί δὲ ἀλλ' ὅτι πᾶσαν ἀρρητουργίαν καὶ ἀθέμιτον
πρᾶξιν, ἣν οὐ θεμιτὸν ἐπὶ στόματος φέρειν, οὗτοι πράττουσιν καὶ πᾶν εἶδος
ἀνδροβασιῶν καὶ λαγνιστέρων ὁμιλιῶν πρὸς γυναῖκας ἐν ἑκάστῳ μέλει σώματος·
μαγείας τε καὶ φαρμακείας καὶ εἰδωλολατρείας ἐκτελοῦντες τοῦτο εἶναί φασιν
ἐργασίαν ἀποδόσεως τῶν ἐν τῷ σώματι ὀφλημάτων εἰς τὸ μηκέτι ἐγκαλεῖσθαι ἢ
μέλλειν τι πράξεως ἔργον ἀπαιτεῖσθαι, καὶ τούτου ἕνεκα μὴ ἀποστρέφεσθαι τὴν
ψυχὴν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ πάλιν εἰς μετενσωμάτωσιν καὶ μεταγγισμὸν
χωρεῖν.
5. Οὕτως γὰρ ἔχει τὰ αὐτῶν συντάγματα ὡς ἀναγνόντα τὸν συνετὸν θαυμάζειν καὶ
ἐκπλήττεσθαι καὶ ἀπιστεῖν εἰ ταῦτα οὕτως ὑπὸ ἀνθρώπων γενήσεται, οὐ μόνον τῶν
καθ' ἡμᾶς πόλιν κατοικούντων, ἀλλὰ καὶ τῶν μετὰ θηρῶν καὶ ὁμοίων θηρσὶ καὶ
κτήνεσι * καὶ σχεδὸν εἰπεῖν τὰ κυνῶν καὶ ὑῶν πράττειν τολμώντων. φασὶ γὰρ δεῖν
πάντως πᾶσαν χρῆσιν τούτων ποιεῖσθαι, ἵνα μὴ ἐξελθοῦσαι καὶ ὑστερήσασαί τινος
ἔργου τούτου ἕνεκα καταστραφῶσιν εἰς σώματα πάλιν αἱ ψυχαὶ εἰς τὸ πρᾶξαι αὖθις
ἃ μὴ ἔπραξαν. καὶ τοῦτό ἐστι, φασίν, ὅπερ ὁ Ἰησοῦς ἐν τῷ εὐαγγελίῳ εἶπεν διὰ
τῆς παραβολῆς ὅτι «ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἐν ᾧ εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ καὶ
δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτοῦ, μή πως ὁ ἀντίδικος παραδῷ σε τῷ κριτῇ καὶ ὁ
κριτὴς τῷ ὑπηρέτῃ, καὶ ὁ ὑπηρέτης βάλῃ σε εἰς φυλακήν· ἀμὴν λέγω σοί, οὐ μὴ
ἐξέλθῃς ἐκεῖθεν, ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην». μῦθον δέ τινα πλάττουσιν
οἱ αὐτοὶ πρὸς ἐπίλυσιν τῆς παραβολῆς ταύτης καί φασιν εἶναι τὸν ἀντίδικον
ἐκεῖνον τῶν τὸν κόσμον πεποιηκότων ἀγγέλων ἕνα καὶ εἰς αὐτὸ τοῦτο
κατεσκευάσθαι, εἰς τὸ ἀπάγειν τὰς ψυχὰς πρὸς τὸν κριτὴν τὰς ἐντεῦθεν
ἐξερχομένας ἐκ τῶν σωμάτων ἐκεῖσε δὲ ἐλεγχομένας· μὴ ποιησάσας δὲ πᾶσαν
ἐργασίαν παραδίδοσθαι ἀπὸ τοῦ ἄρχοντος τῷ ὑπηρέτῃ. ἄγγελον δὲ εἶναι τὸν
ὑπηρέτην, ἐξυπηρετούμενον τῷ κριτῇ τῷ κοσμοποιῷ εἰς τὸ φέρειν τὰς ψυχὰς πάλιν
καὶ εἰς σώματα καταγγίζειν διάφορα. εἶναι δὲ τὸν ἀντίδικον τοῦτον, ὃν ἔφημεν τὸν
κύριον εἰρηκέναι ἐν τῷ εὐαγγελίῳ, [ὃν] οὗτοι ἄγγελον ἕνα τῶν κοσμοποιῶν φασιν,
ὄνομα ἔχοντα Διάβολον. φασὶ γὰρ εἶναι τὴν φυλακὴν τὸ σῶμα, τὸν δὲ ἔσχατον
κοδράντην θέλουσιν εἶναι τὴν μετενσωμάτωσιν· * καθ' ἑκάστην παρουσίαν σωμάτων
ἐπιτελεῖν ἐσχάτην πρᾶξιν καὶ μηκέτι ὑπολείπεσθαι πρὸς τὸ ἀθέμιτόν τι πρᾶξαι.
δεῖ γάρ, φασὶν ὡς προείπαμεν, πάντα <δι>ελθοῦσαν καὶ πράξασαν καθ'
ἕκαστον καὶ ἐλευθερωθεῖσαν ἀνελθεῖν πρὸς τὸν ἄνω ἄγνωστον, ὑπερβᾶσαν τοὺς
κοσμοποιοὺς καὶ τὸν κοσμοποιόν. φασὶ δὲ πάλιν ὅτι δεῖ κἄν τε ἐν μιᾷ παρουσίᾳ
τῆς μετενσωματώσεως πραξάσας λοιπὸν ἄνω ἐλευθερωθείσας ἀπιέναι· εἰ δὲ μὴ ἐν μιᾷ
παρουσίᾳ πράξωσι, καθ' ἑκάστην παρουσίαν μετενσωματώσεως κατὰ βραχὺ ποιησάσας
ἑκάστου ἔργου ἀθεμίτου τὴν ἐργασίαν λοιπὸν ἐλευθερωθῆναι. λέγουσι δὲ πάλιν ὅτι
τοῖς ἀξίοις ταῦτα καταξιοῦμεν διηγεῖσθαι, ἵνα πράξωσι τὰ δοκοῦντα εἶναι κακά,
οὐκ ὄντα δὲ φύσει κακά, ἵνα μαθόντες ἐλευθερωθῶσι. σφραγῖδα δὲ ἐν καυτῆρι ἢ δι'
ἐπιτηδεύσεως ξυρίου ἢ ῥαφίδος ἐπιτιθέασιν οὗτοι οἱ ἀπὸ Καρποκρᾶ ἐπὶ τὸν δεξιὸν
λοβὸν τοῦ ὠτὸς τοῖς ὑπ' αὐτῶν ἀπατωμένοις.
6. Ἦλθεν δὲ εἰς ἡμᾶς ἤδη πως Μαρκελλίνα τις ὑπ' αὐτῶν ἀπατηθεῖσα, ἣ πολλοὺς
ἐλυμήνατο ἐν χρόνοις Ἀνικήτου ἐπισκόπου Ῥώμης, τοῦ μετὰ τὴν διαδοχὴν Πίου καὶ
τῶν ἀνωτέρω. ἐν Ῥώμῃ γὰρ γεγόνασι πρῶτοι Πέτρος καὶ Παῦλος οἱ ἀπόστολοι αὐτοὶ
καὶ ἐπίσκοποι, εἶτα Λίνος εἶτα Κλῆτος εἶτα Κλήμης, σύγχρονος ὢν Πέτρου καὶ
Παύλου, οὗ ἐπιμνημονεύει Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. καὶ μηδεὶς
θαυμαζέτω ὅτι πρὸ αὐτοῦ ἄλλοι τὴν ἐπισκοπὴν διεδέξαντο ἀπὸ τῶν ἀποστόλων, ὄντος
τούτου συγχρόνου Πέτρου καὶ Παύλου· καὶ οὗτος γὰρ σύγχρονος γίνεται τῶν
ἀποστόλων. εἴτ' οὖν ἔτι περιόντων αὐτῶν ὑπὸ Πέτρου λαμβάνει τὴν χειροθεσίαν τῆς
ἐπισκοπῆς καὶ παραιτησάμενος ἤργει – λέγει γὰρ ἐν μιᾷ τῶν ἐπιστολῶν αὐτοῦ
«ἀναχωρῶ, ἄπειμι, εὐσταθείτω ὁ λαὸς τοῦ θεοῦ», τισὶ τοῦτο συμβουλεύων (εὕρομεν
γὰρ ἔν τισιν ὑπομνηματισμοῖς τοῦτο ἐγκείμενον) – ἤτοι μετὰ τὴν τῶν ἀποστόλων
τελευτὴν ὑπὸ τοῦ Κλήτου τοῦ ἐπισκόπου οὗτος καθίσταται, οὐ πάνυ σαφῶς ἴσμεν.
πλὴν ἀλλὰ καὶ οὕτως ἠδύνατο ἔτι περιόντων τῶν ἀποστόλων, φημὶ δὲ τῶν περὶ Πέτρον
καὶ Παῦλον, ἐπισκόπους ἄλλους καθίστασθαι διὰ τὸ τοὺς ἀποστόλους πολλάκις ἐπὶ
τὰς ἄλλας πατρίδας στέλλεσθαι τὴν πορείαν ἐπὶ τὸ τοῦ Χριστοῦ κήρυγμα, μὴ
δύνασθαι δὲ τὴν τῶν Ῥωμαίων πόλιν ἄνευ ἐπισκόπου εἶναι. ὁ μὲν γὰρ Παῦλος καὶ
ἐπὶ τὴν Σπανίαν ἀφικνεῖται, Πέτρος δὲ πολλάκις Πόντον τε καὶ Βιθυνίαν
ἐπεσκέψατο. ἐνεχώρει δὲ μετὰ τὸ κατασταθῆναι Κλήμεντα καὶ παραιτήσασθαι (εἴ γε
οὕτως ἐπράχθη· διανοοῦμαι γάρ, οὐχ ὁρίζομαι) ὕστερον μετὰ τὸ τετελευτηκέναι
Λίνον καὶ Κλῆτον, ἐπισκοπεύσαντας πρὸς δεκαδύο ἔτη ἕκαστον μετὰ τὴν τοῦ ἁγίου
Πέτρου καὶ Παύλου τελευτὴν τὴν ἐπὶ τῷ δωδεκάτῳ ἔτει Νέρωνος γενομένην, τοῦτον
αὖθις ἀναγκασθῆναι τὴν ἐπισκοπὴν κατασχεῖν. ὅμως ἡ τῶν ἐν Ῥώμῃ ἐπισκόπων
διαδοχὴ ταύτην ἔχει τὴν ἀκολουθίαν· Πέτρος καὶ Παῦλος, Λίνος καὶ Κλῆτος, Κλήμης
Εὐάρεστος Ἀλέξανδρος Ξύστος Τελέσφορος Ὑγῖνος Πίος Ἀνίκητος, ὁ ἄνω ἐν τῷ
καταλόγῳ προδεδηλωμένος. καὶ μή τις θαυμάσῃ ὅτι ἕκαστα οὕτως ἀκριβῶς διήλθομεν·
διὰ γὰρ τούτων ἀεὶ τὸ σαφὲς δείκνυται. ἐν χρόνοις τοίνυν, ὡς ἔφημεν, Ἀνικήτου ἡ
προδεδηλωμένη Μαρκελλίνα ἐν Ῥώμῃ γενομένη τὴν λύμην τῆς Καρποκρᾶ διδασκαλίας
ἐξεμέσασα πολλοὺς τῶν ἐκεῖσε λυμηναμένη ἠφάνισε. καὶ ἔνθεν γέγονεν ἀρχὴ
Γνωστικῶν τῶν καλουμένων. ἔχουσι δὲ εἰκόνας ἐνζωγράφους διὰ χρωμάτων, ἀλλὰ καὶ
οἱ μὲν ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ λοιπῆς ὕλης, ἅτινα ἐκτυπώματά φασιν εἶναι τοῦ
Ἰησοῦ καὶ ταῦτα ὑπὸ Ποντίου Πιλάτου γεγενῆσθαι, τουτέστιν τὰ ἐκτυπώματα τοῦ
αὐτοῦ Ἰησοῦ ὅτε ἐνεδήμει τῷ τῶν ἀνθρώπων γένει. κρύβδην δὲ τὰς τοιαύτας
ἔχουσιν, ἀλλὰ καὶ φιλοσόφων τινῶν, Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους καὶ λοιπῶν,
μεθ' ὧν φιλοσόφων καὶ ἕτερα ἐκτυπώματα τοῦ Ἰησοῦ τιθέασιν, ἱδρύσαντές τε
προσκυνοῦσι καὶ τὰ τῶν ἐθνῶν ἐπιτελοῦσι μυστήρια. στήσαντες γὰρ ταύτας τὰς
εἰκόνας τὰ τῶν ἐθνῶν ἔθη λοιπὸν ποιοῦσι. τίνα δέ ἐστιν <τὰ> ἐθνῶν ἔθη
ἀλλ' ἢ θυσίαι καὶ τὰ ἄλλα; ψυχῆς δὲ εἶναι μόνης σωτηρίαν φασὶ καὶ οὐχὶ σωμάτων.
7. Δεῖ τοίνυν τούτους ἀνατρέπειν παντὶ σθένει· μηδεὶς γὰρ καταφρονείτω λόγου
καὶ μάλιστα κατὰ ἀπατεώνων. ἀλλ' εἴποι τις ἄν· οὐ γάρ ἐστι φωρατὰ καὶ μωρίας
ἔμπλεα; ἀλλ' ἔσθ' ὅπη καὶ τὰ μωρὰ πείθει τοὺς ἄφρονας καὶ τοὺς συνετοὺς
παρεκτρέπει, ἐὰν μὴ παρῇ ὁ νοῦς ὁ ἐν τῇ ἀληθείᾳ ἠσκημένος. ἐμπεσόντος τοίνυν
καὶ τούτου τῇ Σίμωνος μαγείᾳ καὶ τῶν λοιπῶν, τοῖς αὐτοῖς καὶ τοῦτον
ἀνατρέψομεν. εἰ γὰρ ἡ ἄγνωστος καὶ ἀκατονόμαστος δύναμις αἰτία γέγονεν ἄλλων
ἀγγέλων, ἤ ἐστιν ἄγνοια παρὰ τῇ αὐτῇ τουτέστιν τῷ πατρὶ τῶν ὅλων, εἰ μὴ ᾔδει ἃ
μέλλουσι πράττειν οἱ ὑπ' αὐτοῦ κατασκευαζόμενοι ἄγγελοι, ἀγνοήσας ὅτι
ἀποστήσονται καὶ ποιήσουσιν ἃ μὴ αὐτὸς ἐβούλετο – ἢ τούτους μὲν ἐποίησε
γινώσκων ὅτι ποιήσουσιν, ὃ αὐτὸς οὐ βούλεται παρ' αὐτῶν δὲ γέγονε, καὶ ἔσται
διὰ τῆς γνώσεως καὶ εὐδοκίας αὐτὸς ποιήσας ἃ ἐκεῖνοι τετολμήκασιν. εἰ τοίνυν ὡς
προεῖπον ἐγίνωσκε μὲν ἃ ποιήσουσιν, οὐκ ἐβούλετο δὲ ἵνα ποιήσωσι, τίνι τῷ λόγῳ
τοὺς πεποιηκότας ἐποίει εἰς τὸ πράττειν ἃ μὴ αὐτὸς ἐβούλετο; εἰ δὲ αὐτὸς μὲν
πεποίηκε τοὺς ἀγγέλους, ἵνα ποιήσωσι τὰ ὑπ' αὐτῶν γενόμενα, ἄρα ἤθελε γενέσθαι·
διὸ καὶ τοὺς πεποιηκότας προκατεσκεύασεν ἀγγέλους. καὶ εἰ προκατεσκεύασεν εἰς
τὸ ποιῆσαι, ἀπαγορεύει δὲ τὰ ὑπ' αὐτῶν γενόμενα, συκοφαντία ἂν εἴη ἐν μέσῳ. εἰ
δὲ συνεχώρει μὲν τοῦ ποιεῖν αὐτούς, βούλεται δὲ τὰ ὑπ' αὐτῶν γενόμενα
(τουτέστιν ἀνθρώπους καὶ ψυχάς) πάλιν πρὸς ἑαυτὸν ἀναλαμβάνειν παρὰ τὴν τούτων
βούλησιν, ἄρα ἔσται πλεονεξία ἐν μέσῳ καὶ οὐδὲν ἕτερον, ἁρπαζομένων τῶν ὑπὸ τῶν
ἀγγέλων * ἀνθρώπων ὑπὸ τοῦ ἄνωθεν παρὰ τὴν τούτων βούλησιν· ἀλλὰ καὶ ἀδράνεια
εἴη, ἐπειδὴ μὴ αὐτὸς δυνάμενος ἑαυτῷ ποιεῖν ἁρπάζει τὰ ὑπὸ τῶν ὑπ' αὐτοῦ
γενομένων γενόμενα. καὶ ἔσται λοιπὸν μῦθος καὶ μωρολογία, τῶν μὲν κάτω
δυναμένων ὑπερβῆναι τοὺς ἐν μέσῳ, τοὺς δὲ ἐν μέσῳ τιμωρεῖσθαι αἰτίους ὄντας τῶν
κάτω καὶ τοὺς κάτω ὑπὲρ τοὺς μέσους πρὸς τὸν ἄνω σῴζεσθαι καὶ ἐλευθεροῦσθαι,
λέγω δὴ τὰς ψυχὰς τῶν ἐν τῇδε τῇ κτίσει. εἴη δ' ἂν ὁ μὲν ἄνω μὴ δυνηθεὶς
ποιῆσαι ἀσθενὴς κρινόμενος, οἱ δὲ ὑπ' αὐτοῦ γενόμενοι <δυνατοί>,
δυνάμενοι ποιῆσαι ἃ αὐτὸς μὲν οὐκ ἐβούλετο, ἢ ἐβούλετο καὶ οὐκ ἠδύνατο. οὐ γὰρ
δύναται ἃ ἐκεῖνος ἐπιποθεῖ, εἶναι αὐτῷ κακὸν οὐδὲ ὑπὸ κακῶν γεγονέναι. εἰ γὰρ
ἦν κακόν, ἐχρῆν ἀπόλλυσθαι. εἰ δὲ ὅλως μέρος τι τοῦ ἔργου σῴζεται, οὐκέτι τὸ
ἔργον φαῦλον, κἄν τε μέρος αὐτοῦ σῳζόμενον εὑρίσκοιτο, οὔτε οἱ ποιήσαντες
φαῦλοι <οἱ> τὸ σῳζόμενον τεχνησάμενοι. εἰ δὲ ὅλως ἐξ ἀγγέλων ἡ ψυχὴ καὶ
ἄνωθεν λαμβάνει δύναμιν παραχθεῖσα, ἄρα γε οἱ ἄγγελοι πλέον σωτηρίας τεύξονται,
ὅτι ἡ ἀπ' αὐτῶν ψυχὴ σῴζεται, ἐκ φαύλων οὖσα. σῳζομένης δὲ αὐτῆς οὐκέτι φαῦλος
οὔτε αὐτὴ ἡ ψυχὴ ἡ γενομένη ὑπὸ τῶν ἀγγέλων οὔτε οἱ ἄγγελοι, ἐξ ὧν αὐτὴ ἡ ψυχὴ
ὑπάρχει.
8. Παντὶ δὲ τῷ τὸν νοῦν ἐρρωμένον ἔχοντι ἰστέον ἂν εἴη ὅτι ἀνοίας ἐστὶ τὸ
πᾶν τοῦτο ἀγυρτῶδες ἐργαστήριον. καταισχυνθήσονται δὲ αὖθις οὗτοι καὶ ἀπὸ τῶν
ἄλλων αὐτῶν λόγων. εἰ γὰρ Ἰησοῦς οὐκ ἀπὸ παρθένου Μαρίας, ἀλλὰ ἐκ σπέρματος
Ἰωσὴφ καὶ τῆς αὐτῆς Μαρίας, σῴζεται δὲ οὗτος, ἄρα καὶ αὐτοὶ σωθήσονται οἱ
τοῦτον γεγεννηκότες. καὶ εἰ ἡ Μαρία καὶ ὁ Ἰωσὴφ ἀπὸ τοῦ δημιουργοῦ ὑπάρχουσιν,
ἄρα τὸν δημιουργὸν κτιστὴν <καὶ τοῦ Ἰησοῦ> ἔφασαν καὶ οὐκέτι ἐν
ὑστερήματι ἔσται ὁ τὸν Ἰωσὴφ καὶ τὴν Μαρίαν ποιήσας, ἐξ ὧν ὁ Ἰησοῦς παρὰ τοῦ
ἄνω ἀγνώστου πατρὸς ὑπάρχει. εἰ δὲ καὶ αὐτὸς ὁ Ἰησοῦς ἀπὸ τῶν ἀγγέλων ἐστὶ καὶ
ὁ δημιουργὸς εἷς ἐστι τῶν ἀγγέλων, ἄρα γε ἀτοπήματι τῷ ἑνὶ πάντες
περιπεσοῦνται, ὁποίῳ καὶ οἱ ἄγγελοι περιπεπτώκασι, καὶ ἀσύστατον εἴη ἂν τὸ παρ'
αὐτῶν δραματούργημα, δηλητηρίου ἔμπλεον καὶ πάσης ἰώδους διδασκαλίας
μεμεστωμένον. ταύτην δὲ αὖθις ὀπίσω τρέψαντες, ὥσπερ δράκοντος κεφαλὴν ξύλῳ τῆς
πίστεως καὶ τῆς ἀληθείας ἐπὶ γῆς λακίσαντες, ταῖς ἄλλαις θηριομόρφοις
προσπελάσαντες ἐπ' ὀλέθρῳ * τούτων ἥκειν ἑαυτοὺς διὰ τὴν ἐπαγγελίαν
ἀναγκάσωμεν.
Κατὰ Κηρινθιανῶν ἤτοι Μηρινθιανῶν <η>, τῆς δὲ ἀκολουθίας <κη>
1. Κήρινθος δὲ αὖθις, ἀφ' οὗπερ οἱ Κηρινθιανοὶ λεγόμενοι, ἀπὸ ταύτης τῆς
θηριώδους σπορᾶς τὸν ἰὸν τῷ κόσμῳ φέρων ἥκει· σχεδὸν δὲ οὐδὲν ἕτερον παρὰ τὸν
προειρημένον Καρποκρᾶν, ἀλλὰ τὰ αὐτὰ τῷ κόσμῳ κακοποιὰ φάρμακα ἐκβλυστάνει. τὰ
ἴσα γὰρ τῷ προειρημένῳ εἰς τὸν Χριστὸν συκοφαντήσας ἐξηγεῖται καὶ οὗτος, ἐκ
Μαρίας καὶ ἐκ σπέρματος Ἰωσὴφ τὸν Χριστὸν γεγεννῆσθαι καὶ τὸν κόσμον ὁμοίως ὑπὸ
ἀγγέλων γεγενῆσθαι. οὐδὲν γὰρ οὗτος παρὰ τὸν πρῶτον διήλλαξε τῇ εἰσαγωγῇ τῆς
αὐτοῦ διδασκαλίας ἀλλ' ἢ ἐν τούτῳ μόνον, ἐν τῷ προσέχειν τῷ Ἰουδαϊσμῷ ἀπὸ
μέρους. φάσκει δὲ οὗτος τὸν νόμον καὶ τοὺς προφήτας ὑπὸ ἀγγέλων δεδόσθαι, τὸν
δὲ δεδωκότα τὸν νόμον ἕνα εἶναι τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων. ἐγένετο
δὲ οὗτος ὁ Κήρινθος ἐν τῇ Ἀσίᾳ διατρίβων κἀκεῖσε τοῦ κηρύγματος τὴν ἀρχὴν
πεποιημένος. ἤδη δὲ περὶ τούτου εἴπαμεν ὡς καὶ οὗτος ἐκήρυττεν οὐκ ἀπὸ τῆς
πρώτης καὶ ἄνωθεν δυνάμεως τὸν κόσμον γεγενῆσθαι, ἄνωθεν δὲ ἐκ τοῦ ἄνω θεοῦ
μετὰ τὸ ἁδρυνθῆναι τὸν Ἰησοῦν, τὸν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας γεγεννημένον,
κατεληλυθέναι τὸν Χριστὸν εἰς αὐτὸν τουτέστι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει
περιστερᾶς ἐν τῷ Ἰορδάνῃ καὶ ἀποκαλύψαι αὐτῷ καὶ δι' αὐτοῦ τοῖς μετ' αὐτοῦ τὸν
ἄγνωστον πατέρα. καὶ διὰ τοῦτο ἐπειδὴ ἦλθεν εἰς αὐτὸν ἄνωθεν δύναμις, δυνάμεις
ἐπιτετελεκέναι· καὶ αὐτοῦ πεπονθότος τὸ ἐλθὸν ἄνωθεν ἀναπτῆναι ἄνω ἀπὸ τοῦ
Ἰησοῦ, πεπονθότα δὲ τὸν Ἰησοῦν καὶ πάλιν ἐγηγερμένον, Χριστὸν δὲ τὸν ἄνωθεν
ἐλθόντα εἰς αὐτὸν ἀπαθῆ ἀναπτάντα, ὅπερ ἐστὶ τὸ κατελθὸν ἐν εἴδει περιστερᾶς,
καὶ οὐ τὸν Ἰησοῦν εἶναι Χριστόν.
2. Ἐκπέπτωκε δὲ καὶ οὗτος, ὡς ὁρᾶτε πάντες οἱ τῆς ἀληθείας ἐρασταί. φάσκει
γὰρ τὸν τὸν νόμον δεδωκότα οὐκ ἀγαθόν, οὗ τῷ νόμῳ πείθεσθαι δοκεῖ, δῆλον δὲ ὅτι
ὡς ἀγαθῷ. πῶς οὖν ὁ πονηρὸς τὸν ἀγαθὸν νόμον δέδωκεν; εἰ γὰρ καλὸν τὸ μὴ
μοιχεύειν καὶ καλὸν τὸ μὴ φονεύειν, πόσῳ γε μᾶλλον ὁ ἐντειλάμενος βελτίων εἴη,
ἐάν γε ὁ μὴ πράξας ἀγαθὸς ὁμολογῆται· πῶς δὲ κατηγορηθήσεται κακὰ πράττων ὁ τὸ
ἀγαθὸν συμβουλεύων καὶ ἀγαθὸν διδοὺς νόμον; ἀλλὰ μανιώδης ὁ ἀνὴρ τοιούτοις
ἐγχειρῶν. οὗτος δέ ἐστιν, ἀγαπητοί, εἷς τῶν ἐπὶ τῶν ἀποστόλων τὴν ταραχὴν
ἐργασαμένων, ὅτε οἱ περὶ Ἰάκωβον γεγράφασιν εἰς τὴν Ἀντιόχειαν ἐπιστολήν,
λέγοντες ὅτι «ἔγνωμέν τινας ἐξ ἡμῶν πρὸς ὑμᾶς ἐλθόντας καὶ ταράξαντας ὑμᾶς
λόγοις, οἷς οὐ διεστειλάμεθα»· καὶ οὗτος εἷς ἐστι τῶν ἀντιστάντων τῷ ἁγίῳ
Πέτρῳ, ἐπειδὴ εἰσῆλθε πρὸς Κορνήλιον τὸν ἅγιον, ὅτε μετεστείλατο αὐτὸν
καταξιωθεὶς ὀπτασίας ἀγγέλου καὶ ὁ Πέτρος ἐδίσταζε καὶ εἶδεν τὸ ὅραμα τῆς ὀθόνης
καὶ τὰ ἐν αὐτῇ καὶ ἤκουσε παρὰ κυρίου μηδὲν κοινὸν λέγειν ἢ ἀκάθαρτον. οὗτος
οὖν παρεκίνει περὶ τοῦ Πέτρου ἀνελθόντος εἰς Ἱερουσαλὴμ τὰ πλήθη τῶν ἐκ
περιτομῆς λέγων ὅτι «εἰσῆλθε πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας». ἐποίησε δὲ τοῦτο
Κήρινθος πρὶν ἢ ἐν τῇ Ἀσίᾳ κηρῦξαι τὸ αὐτοῦ κήρυγμα καὶ ἐμπεσεῖν εἰς τὸ
περισσότερον τῆς αὐτοῦ ἀπωλείας βάραθρον. διὰ γὰρ τὸ εἶναι αὐτὸν ἐμπερίτομον,
δῆθεν ἀντιδικίας ἕνεκα τῶν ἐν ἀκροβυστίᾳ πιστῶν διὰ τῆς περιτομῆς τὴν πρόφασιν
ἐθηράσατο.
3. Τοῦ δὲ κυρίου πάντοτε τὴν ἐπιμέλειαν τῆς ἀνθρωπότητος ποιουμένου καὶ τὸ
σαφὲς τῆς ἀληθείας ἐν τοῖς τῆς ἀληθείας υἱοῖς ἀσφαλιζομένου καὶ δόντος Πέτρῳ τῷ
ἁγίῳ ἀποστόλῳ ποιήσασθαι τὸν πρὸς αὐτὸν καὶ τοὺς αὐτοῦ ἔλεγχον, φανερὰ γίνεται
ἡ τοῦ Κηρίνθου ἄνοια. φησὶ γὰρ ὁ ἅγιος Πέτρος «ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ καὶ
εἶδον ἐν μέσῃ τῇ ἡμέρᾳ περὶ ὥραν ἕκτην ὀθόνην καθιεμένην, δεδεμένην ἐν τέτρασιν
ἀρχαῖς, ἐν ᾗ ἦν πάντα τὰ τετράποδα καὶ ἑρπετά. καὶ εἶπέν μοι· θῦσον καὶ φάγε.
ἐγὼ δὲ εἶπον· κύριε μηδαμῶς, ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα
μου. ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ θεὸς ἐκαθέρισε, σὺ μὴ
κοίνου. καὶ ἐξαυτῆς ἰδοὺ δύο ἄνδρες εἱστήκεισαν εἰς τὴν οἰκίαν καὶ εἶπέν μοι τὸ
πνεῦμα· πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος». καὶ λοιπὸν διηγεῖται, ὡς ἐν
παραβολῇ ταῦτα πρὸς αὐτὸν εἴρηται καὶ ὡς τότε ἐδίσταξεν, ἕως ὅτε ὁ κύριος
ἐναργῶς ἔδειξεν αὐτῷ ἃ διὰ τῶν λόγων καὶ τύπων αὐτὸν ἐδίδασκεν. εὐθὺς γὰρ αὐτοῦ
ἀνοίξαντος τὸ στόμα, ὅτε ἦλθεν εἰς Καισάρειαν, ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ
Κορνήλιον. καὶ ἰδὼν ὁ Πέτρος εἶπε «μή τις δύναται κωλῦσαι τὸ ὕδωρ ἀπὸ τούτων
τῶν καταξιωθέντων τὸ πνεῦμα τὸ ἅγιον λαβεῖν, ὡς καὶ ἡμεῖς ἐξ ἀρχῆς;» τὸ πᾶν δὲ
ἦν τοῦτο μυστήριον καὶ τῆς τοῦ θεοῦ φιλανθρωπίας ἔργον, ὅπως ὅ τε ἅγιος Πέτρος
καὶ πᾶς τις γνώσεται ὅτι οὐκ ἀπ' ἀνθρώπων ἡ τῶν ἐθνῶν σωτηρία, ἀλλ' ἐκ θεοῦ.
προὔλαβεν γὰρ ὁ θεὸς δοῦναι τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος καὶ τὴν τοῦ ἀγγέλου
ὀπτασίαν καὶ τὴν ἀποδοχὴν τῆς εὐχῆς καὶ νηστειῶν καὶ ἀγαθοποιιῶν, ἵνα ὃ
ἐπιστεύθησαν οἱ ἀπόστολοι, μάλιστα ὁ ἅγιος Πέτρος καὶ οἱ λοιποὶ ἀπόστολοι, μὴ
ἀποστερήσωσιν τὸν ἐκ θεοῦ κατὰ ἀλήθειαν κεκλημένον.
4. Ἀλλὰ ταῦτα μὲν τότε ἐπραγματεύθη κινηθέντα ὑπὸ τοῦ προειρημένου
ψευδαποστόλου Κηρίνθου, ὡς καὶ ἄλλοτε στάσιν αὐτός τε καὶ οἱ μετ' αὐτοῦ
εἰργάσαντο ἐν αὐτῇ τῇ Ἱερουσαλήμ, ὁπηνίκα Παῦλος ἀνῆλθε μετὰ Τίτου καὶ ὡς οὗτος
ἔφη ὅτι «ἄνδρας ἀκροβύστους εἰσήνεγκε μεθ' ἑαυτοῦ», ἤδη περὶ Τίτου λέγων, «καὶ
κεκοίνωκε (φησί) τὸν ἅγιον τόπον». διὸ καὶ Παῦλος λέγει «ἀλλ' οὐδὲ Τίτος ὁ σὺν
ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι· διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους,
οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ, οἷς
οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ»· καὶ τοῖς ἐν ἀκροβυστίᾳ παραγγέλλων ἔλεγεν
«μὴ περιτέμνεσθε· ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». διήρκεσε
δὲ ἡ περιτομὴ χρόνῳ ὑπηρετήσασα, ἕως ἡ μείζων περιτομὴ παρεγένετο, τουτέστιν τὸ
λουτρὸν τῆς παλιγγενεσίας, ὡς παντί τῳ δῆλόν ἐστι καὶ σαφέστερον δείκνυται ἀπὸ
τῶν παρὰ τοῖς ἀποστόλοις εἰρημένων, μάλιστα παρὰ τῷ ἁγίῳ ἀποστόλῳ Παύλῳ· φάσκει
γὰρ οὕτως «οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ». παντὶ δὲ τῷ βουλομένῳ
κατανοεῖν τὰ παρὰ τοῖς ἀποστόλοις τότε πεπραγματευμένα θαυμάσαι ἔπεστι, πῶς τὰ
παρὰ τῇ αἱρέσει ταύτῃ ἐξ ἐπιπνοίας πνεύματος πλάνης ἐνεργηθέντα τὸν χαρακτῆρα
ὑποδείκνυσι τῶν διὰ τῶν αἱρέσεων τούτων ἐν τοῖς ἀποστόλοις τὴν κίνησιν ἐργασαμένων.
ἀποστάντων γὰρ τούτων καὶ εἰς ψευδαποστόλους τραπέντων <καὶ> ἄλλους
ψευδαποστόλους ἀποστειλάντων ὡς καὶ ἤδη προείρηται εἰς τὴν Ἀντιόχειαν ἐν ἀρχῇ
καὶ εἰς ἄλλους τόπους, λέγοντας ὅτι «ἐὰν μὴ περιτμηθῆτε καὶ φυλάξητε τὸν νόμον
Μωυσέως, οὐ δύνασθε σωθῆναι», οὐχ ἡ τυχοῦσα τότε ταραχὴ ἐγένετο ὡς προείρηται.
καὶ οὗτοί εἰσιν οἱ παρὰ τῷ ἀποστόλῳ Παύλῳ εἰρημένοι «ψευδαπόστολοι, ἐργάται
δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ».
5. Χρῶνται γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ – ἀπὸ μέρους καὶ οὐχὶ ὅλῳ, ἀλλὰ διὰ
τὴν γενεαλογίαν τὴν ἔνσαρκον – καὶ ταύτην μαρτυρίαν φέρουσιν, ἀπὸ τοῦ
εὐαγγελίου πάλιν λέγοντες ὅτι «ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος».
τί οὖν, φησί; περιετμήθη ὁ Ἰησοῦς, περιτμήθητι καὶ αὐτός. Χριστὸς κατὰ νόμον,
φησίν, ἐπολιτεύσατο, καὶ αὐτὸς τὰ ἴσα ποίησον. ὅθεν καί τινες ἐκ τούτων ὡς ὑπὸ
δηλητηρίων ὑφαρπαχθέντες πείθονται ταῖς πιθανολογίαις διὰ τὸ τὸν Χριστὸν
περιτετμῆσθαι. τὸν δὲ Παῦλον ἀθετοῦσι διὰ τὸ μὴ πείθεσθαι τῇ περιτομῇ, ἀλλὰ καὶ
ἐκβάλλουσιν αὐτὸν διὰ τὸ εἰρηκέναι «ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος
ἐξεπέσατε», καὶ ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει».
6. Οὗτος δὲ ὁ Κήρινθος ἀνόητος καὶ ἀνοήτων διδάσκαλος φάσκει πάλιν τολμήσας
Χριστὸν πεπονθέναι καὶ ἐσταυρῶσθαι, μήπω δὲ ἐγηγέρθαι, μέλλειν δὲ ἀνίστασθαι
ὅταν ἡ καθόλου γένηται νεκρῶν ἀνάστασις. ἀσύστατα τοίνυν ταῦτα παρὰ τούτοις, τά
τε ῥήματα καὶ νοήματα. ὅθεν καὶ ὁ ἀπόστολος ἐκπληττόμενος τοῖς μὲν ἀπιστοῦσι τῇ
ἀναστάσει τῶν νεκρῶν τῇ μελλούσῃ ἔσεσθαι ἔλεγεν «εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ
Χριστὸς ἐγήγερται» καὶ τό «φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν» καὶ τό
«μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί». πάλιν δὲ τοῖς λέγουσι τὸν
Χριστὸν μηδέπω ἐγηγερμένον ὡσαύτως τὸν ἔλεγχον ἐπιφέρει λέγων «εἰ Χριστὸς οὐκ
ἐγήγερται, μάταιον τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις ἡμῶν. εὑρισκόμεθα δὲ
καὶ ψευδομάρτυρες τοῦ θεοῦ, <ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ>, ὅτι
ἤγειρεν τὸν Χριστόν, εἴπερ οὐκ ἤγειρεν»· * ὡς τῶν [μὲν] ἀποστόλων κηρυττόντων
Χριστὸν μὲν <μηδέπω> ἐγηγέρθαι, νεκροὺς δὲ μὴ ἐγείρεσθαι. ἐν ταύτῃ γὰρ τῇ
πατρίδι, φημὶ δὲ Ἀσίᾳ, ἀλλὰ καὶ ἐν τῇ Γαλατίᾳ πάνυ ἤκμασε τὸ τούτων
διδασκαλεῖον, ἐν οἷς καί τι παραδόσεως πρᾶγμα ἦλθεν εἰς ἡμᾶς, ὡς τινῶν μὲν παρ'
αὐτοῖς προφθανόντων τελευτῆσαι ἄνευ βαπτίσματος, ἄλλους δὲ ἀντ' αὐτῶν εἰς ὄνομα
ἐκείνων βαπτίζεσθαι, ὑπὲρ τοῦ μὴ ἐν τῇ ἀναστάσει ἀναστάντας αὐτοὺς δίκην δοῦναι
τιμωρίας βάπτισμα μὴ εἰληφότας, γίνεσθαι δὲ ὑποχειρίους τῆς τοῦ κοσμοποιοῦ
ἐξουσίας. καὶ τούτου ἕνεκα ἡ παράδοσις ἡ ἐλθοῦσα εἰς ἡμᾶς φησι τὸν αὐτὸν ἅγιον
ἀπόστολον εἰρηκέναι «εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ
αὐτῶν;» καλῶς δὲ ἄλλοι τὸ ῥητὸν ἑρμηνεύοντές φασιν ὅτι οἱ μέλλοντες τελευτᾶν,
ἐπὰν ὦσι κατηχούμενοι, ἐπὶ ταύτῃ τῇ ἐλπίδι πρὸ τῆς τελευτῆς λουτροῦ
καταξιοῦνται, δεικνύντες ὅτι ὁ τελευτήσας καὶ ἀναστήσεται καὶ διὰ τοῦτο
ἐπιδέεται τῆς διὰ τοῦ λουτροῦ ἀφέσεως ἁμαρτημάτων. τούτων δὲ οἱ μὲν τὸν Χριστὸν
μηδέπω ἐγηγέρθαι κεκηρύχασιν, ἀνίστασθαι δὲ μετὰ πάντων, οἱ δὲ ὅτι ὅλως νεκροὶ
οὐκ ἀναστήσονται. διὸ μέσος χωρήσας ὁ ἀπόστολος πρὸς ἀμφοτέρους τούτους καὶ τὰς
λοιπὰς αἱρέσεις ἐν τῇ μιᾷ ἐργασίᾳ τὴν ἀνατροπὴν πεποίηται ἐν τῇ περὶ νεκρῶν †
ἀναστάσει καὶ ἐν ταῖς μαρτυρίαις αἷς κατὰ λεπτότητα διεξιὼν τὴν βεβαίαν
σύστασιν ἐποιήσατο τῆς τῶν νεκρῶν ἀναστάσεως καὶ σωτηρίας καὶ ἐλπίδος, φάσκων
«δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι
ἀθανασίαν» καὶ πάλιν ὅτι «Χριστὸς ἐγήγερται ἀπαρχὴ τῶν κεκοιμημένων», ἵνα τὰς
ἀμφοτέρας σχέσεις τῶν αἱρέσεων ἐλέγξας τὸ ἀμόλυντον τῆς διδασκαλίας κήρυγμα ἐξ
ἀληθείας διδάξῃ τοὺς βουλομένους εἰδέναι τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ σωτηριώδη
διδασκαλίαν.
7. Πανταχόθεν τοίνυν φωρατὸς ἂν εἴη Κήρινθος καὶ οἱ ἀμφ' αὐτόν, ἀπατηθεὶς ὁ
τάλας καὶ ἄλλοις αἴτιος γεγονὼς ἀπωλείας, τῶν θείων γραφῶν σαφῶς ἡμῖν κατὰ
λεπτότητα περὶ πάντων εἰσηγουμένων. οὔτε γὰρ ἐκ σπέρματος Ἰωσὴφ ὁ Χριστός, ἐπεὶ
πῶς ἔτι σημεῖον εἴη τὸ γέννημα, καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ εἰρημένον πῶς ἔτι
συσταθήσεται, ὡς εἶπεν «αὐτὸς ὁ κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν
γαστρὶ ἕξει καὶ τέξεται υἱόν» καὶ τὰ ἑξῆς· πῶς δὲ ἔτι πληρωθήσεται τὸ εἰρημένον
παρὰ τῆς ἁγίας παρθένου πρὸς τὸν Γαβριήλ «πῶς ἔσται τοῦτο, ὅτι ἄνδρα οὐ
γινώσκω» καὶ αὐτοῦ λέγοντος «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις
ὑψίστου ἐπισκιάσει σοι» καὶ τὰ ἑξῆς, πῶς δὲ ἔτι πάλιν οὐκ ἐλεγχθήσεται αὐτῶν ἡ
ἄνοια, τοῦ εὐαγγελίου σαφῶς λέγοντος ὅτι «ηὑρέθη ἐν γαστρὶ ἔχουσα πρὶν ἢ
συνελθεῖν αὐτούς»; ἔστιν δὲ γνῶναι σαφῶς ὅτι οὐδὲ ὅλως συνῆλθον. μὴ γένοιτο γὰρ
τοῦτο εἰπεῖν, ἐπεὶ οὐκ ἂν μετὰ σταυρὸν προενόει παραθέσθαι αὐτὴν Ἰωάννῃ τῷ ἁγίῳ
παρθένῳ, ὡς λέγει «ἴδε ἡ μήτηρ σου» καὶ τῇ αὐτῇ «ἴδε ὁ υἱός σου». ἔδει γὰρ
αὐτὸν παραδοῦναι αὐτὴν τοῖς αὐτῆς συγγενέσιν ἢ τοῖς τέκνοις τοῦ Ἰωσήφ, εἴπερ
ἦσαν ἐξ αὐτῆς, Ἰακώβῳ φημὶ καὶ Ἰωσῇ καὶ Ἰούδᾳ καὶ Συμεῶνι υἱοῖς οὖσι τοῦ Ἰωσὴφ
ἀπὸ ἄλλης γυναικός. οὐδὲ γὰρ κέχρηται τῇ παρθένῳ ὅλως, μὴ γένοιτο· εὑρίσκεται
γὰρ μετὰ τὸ γεγεννηκέναι ἡ παρθένος ἄχραντος. ἀλλὰ περὶ τούτων ἤδη ἐν ἄλλῳ μοι
λόγῳ σαφῶς πεπραγμάτευται καὶ πραγματευθήσεται· ὧδε δὲ ἐν μέρει ὡς ἐν
παρεκδρόμῃ περὶ τῆς τούτων ὑποθέσεως εἴρηται, ἵνα μὴ ἑτέρων δηγμάτων βουλόμενος
ποιῆσαι ἴασιν καὶ ἑτέρων δηλητηρίων ἄκος καὶ ἀλεξητήριον * εἰς ἄλλα τοὺς ἐντυγχάνοντας
παρεκτρέψω. πλὴν ἐκ παντὸς τῷ τὴν σύνεσιν κεκτημένῳ μάταιος ἡ τούτων
καταχλεύαστος διδασκαλία συσταθήσεται, παρὰ μὲν τοῖς ἀποστόλοις ἐλεγχομένη,
παρὰ δὲ τοῖς συνετοῖς καταγινωσκομένη, ἐκ θεοῦ δὲ καὶ τοῦ αὐτοῦ τῆς ἀληθείας
κηρύγματος ἐκβαλλομένη.
8. Καλοῦνται δὲ πάλιν οὗτοι Μηρινθιανοί, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς φάσις
περιέχει. εἴτε γὰρ ὁ αὐτὸς Κήρινθος Μήρινθος πάλιν ἐκαλεῖτο, οὐ πάνυ τι σαφῶς
περὶ τούτου ἴσμεν, εἴτε ἄλλος τις ἦν Μήρινθος ὀνόματι συνεργὸς τούτου, θεῷ
ἔγνωσται. ἤδη γὰρ εἴπαμεν ὅτι οὐ μόνον αὐτὸς ἐν Ἱεροσολύμοις πολλάκις ἀντέστη
τοῖς ἀποστόλοις, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ καὶ ἐν τῇ Ἀσίᾳ· πλὴν ἤτοι αὐτὸς εἴη ἢ καὶ
ἄλλος σὺν αὐτῷ συνεργὸς τὰ ὅμοια αὐτῷ φρονῶν καὶ συμπράττων εἰς τὰ ἴσα, οὐδὲν
διαφέρει. ἡ γὰρ πᾶσα αὐτῶν κακοτροπία τῆς διδασκαλίας τοῦτον ἔχει τὸν
χαρακτῆρα, Κηρινθιανοὶ δὲ ὁμοῦ καὶ Μηρινθιανοὶ οὗτοι καλοῦνται.
Καὶ ταῦτα περὶ ταύτης τῆς δεινῆς καὶ ἑρπετώδους μοχθηρίας διεξιόντες πάλιν
ἐπὶ τὰς ἑξῆς προβαίνομεν, εὐχαριστοῦντες μὲν ὅτι τὸ πέλαγος τούτων τῶν κακῶν
δογμάτων ἀβλαβῶς διενηξάμεθα, εὐχόμενοι δὲ ἵνα ἐν τοῖς ἑξῆς παρεντυχόντες, ὡς
εἰς δυσθαλάττια καὶ θηριώδη βράχη παρεμπεσόντες μὴ ἀδικηθῶμεν, ἀλλὰ σωτηρίας
τύχωμεν τῆς ἀπὸ τῆς μελλούσης ἡμῖν καθ' ὑφήγησιν ἀναφαίνεσθαι ἀληθείας ἐν τῷ
ἡμᾶς συνιστᾶν αὐτήν τε καὶ τὴν ἐπ' αὐτῇ κενοφωνίαν. τῷ γὰρ βουλομένῳ σκοπεῖν
καὶ τὰς τούτων ἰδέας ἀναγράφειν καὶ αὕτη παρεικασθήσεται ὡς ἀληθῶς δικεφάλῳ
τινὶ ὄφει διὰ τὸ διώνυμον καὶ τῇ καλουμένῃ σηπεδόνι ἐχίδνῃ, τῇ κομώσῃ μὲν πᾶν
τὸ σῶμα αὐτῆς ἐν θριξὶν ἐρυθραῖς, οὐκ ἐχούσῃ δὲ οὐδὲ αἰγὸς οὐδὲ προβάτου φύσιν ἢ
δορὰν ἀλλὰ ἑρπετοῦ καὶ τὴν λύμην ἐργαζομένῃ διὰ τοῦ δήγματος τοῖς
παρεντυγχάνουσιν, ἀνατρέπουσα τοὺς αὐτῇ πειθομένους, πῆ μὲν ἀπὸ παλαιᾶς
θρῃσκείας τὰ τῆς νέας διαθήκης ἀφανίζουσα, πῆ δὲ διὰ λόγων ψευδῶν ὡς ἀπὸ νέας
διαθήκης κατὰ τῶν ἀπὸ περιτομῆς εἰς Χριστὸν πεπιστευκότων ἀποστόλων τὰς
ψευδηγορίας περιφέρουσα, ἧς τήν τε σῆψιν καὶ τὸν ἰὸν καὶ τοὺς ὀδόντας τῷ ξύλῳ
τῆς ἀληθείας παίσαντες καὶ συντρίψαντες ἐπὶ τὰς μετέπειτα ὡς προεῖπον διεξιέναι
ἐν τῇ τοῦ θεοῦ δυνάμει σπεύσωμεν.
Κατὰ Ναζωραίων <θ>, τῆς δὲ ἀκολουθίας <κθ>
1. Ναζωραῖοι καθεξῆς τούτοις ἕπονται, ἅμα τε αὐτοῖς ὄντες ἢ καὶ πρὸ αὐτῶν ἢ
σὺν αὐτοῖς ἢ μετ' αὐτούς, ὅμως σύγχρονοι· οὐ γὰρ ἀκριβέστερον δύναμαι ἐξειπεῖν
τίνες τίνας διεδέξαντο. καθὰ γὰρ ἔφην, σύγχρονοι ἦσαν ἀλλήλοις καὶ ὅμοια
ἀλλήλοις κέκτηνται τὰ φρονήματα. οὗτοι γὰρ ἑαυτοῖς ὄνομα ἐπέθεντο οὐχὶ Χριστοῦ
οὔτε αὐτὸ τὸ ὄνομα τοῦ Ἰησοῦ, ἀλλὰ Ναζωραίων. πάντες δὲ Χριστιανοὶ Ναζωραῖοι
τότε ὡσαύτως ἐκαλοῦντο· γέγονε δὲ ἐπ' ὀλίγῳ χρόνῳ καλεῖσθαι αὐτοὺς καὶ
Ἰεσσαίους, πρὶν ἢ ἐπὶ τῆς Ἀντιοχείας ἀρχὴν λάβωσιν οἱ μαθηταὶ καλεῖσθαι
Χριστιανοί. ἐκαλοῦντο δὲ Ἰεσσαῖοι διὰ τὸν Ἰεσσαί, οἶμαι, ἐπειδήπερ ὁ Δαυὶδ ἐξ
Ἰεσσαί, ἐκ δὲ τοῦ Δαυὶδ κατὰ διαδοχὴν σπέρματος ἡ Μαρία, πληρουμένης τῆς θείας
γραφῆς, κατὰ τὴν παλαιὰν διαθήκην τοῦ κυρίου λέγοντος πρὸς τὸν Δαυίδ «ἐκ καρποῦ
τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου».
2. Δέδια δὲ καθ' ἑκάστην ὑπόθεσιν λέξεως, † ὡς ταύτην τὴν † ὑπόθεσιν
ποιοῦμαι, παρακινούσης με τῆς ἀληθείας τὰς ἐν αὐτῇ τῇ λέξει θεωρίας ὑποφαίνειν,
διὰ τὸ μὴ πολὺ πλάτος περιποιήσασθαι τῇ συντάξει τῆς διηγήσεως. τοῦ γὰρ κυρίου
φήσαντος τῷ Δαυίδ «ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου» καὶ
ὅτι «ὤμοσε κύριος τῷ Δαυὶδ καὶ οὐ μεταμεληθήσεται» δῆλον ὡς ἡ τοῦ θεοῦ
ἀμετάθετός ἐστιν ἐπαγγελία. καὶ πρῶτον μὲν ὅτι ὅρκος παρὰ θεῷ τί ἐστιν ἀλλ' ἢ τό
«κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος»; «οὐ γὰρ κατὰ μείζονος ἔχει ὅρκον ὁ θεός»·
ἀλλὰ οὐδὲ ὄμνυσι τὸ θεῖον, εἰς παράστασιν δὲ βεβαιώσεως ὁ λόγος ἔχει τὴν
δύναμιν. μεθ' ὅρκου γὰρ ὤμοσε κύριος τῷ Δαυὶδ ἐκ καρποῦ τῆς κοιλίας θήσειν ἐπὶ
τὸν θρόνον αὐτοῦ. μαρτυροῦσι δὲ οἱ ἀπόστολοι ὅτι ἐκ σπέρματος τοῦ Δαυὶδ ἔδει
τὸν Χριστὸν γεννηθῆναι, ὡς καὶ ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ σωτὴρ Ἰησοῦς Χριστός·
παρήσω δὲ τὸ πλῆθος τῶν μαρτυριῶν, ἵνα μὴ εἰς πολὺν ὄγκον ἀγάγω τὸν λόγον, ὥς
γε προεῖπον. εἴποι δ' ἄν τις ἴσως· τοῦ Χριστοῦ γεννηθέντος ἐκ σπέρματος Δαυὶδ
κατὰ σάρκα τουτέστιν ἀπὸ τῆς ἁγίας παρθένου Μαρίας, τίνι τῷ λόγῳ ἐπὶ τοῦ θρόνου
Δαυὶδ οὐ καθέζεται; «ἦλθον» γάρ φησι τὸ εὐαγγέλιον «χρῖσαι αὐτὸν εἰς βασιλέα,
καὶ γνοὺς ἀνεχώρησε» «καὶ ἐκρύβη ἐν Ἐφραῒμ πόλει τῆς ἐρήμου». φθάσαντες δὲ ἐπὶ
τὸν τόπον τοῦ ῥητοῦ τούτου καὶ ἐρωτώμενοι περὶ τῆς μαρτυρίας ταύτης καὶ τῆς
ὑποθέσεως, ὅτι τίνι τῷ λόγῳ κατὰ τὸ σαρκικὸν οὐ πεπλήρωται ἐπὶ τὸν σωτῆρα τὸ
καθίσαι ἐπὶ θρόνον Δαυίδ (ἐνομίσθη γὰρ τοῦτό τισι μὴ πεπληρῶσθαι), ὅμως ὡς
ἔστιν ἐροῦμεν. οὐδεμία γὰρ λέξις τῆς ἁγίας τοῦ θεοῦ γραφῆς διαπίπτει.
3. Θρόνος γὰρ Δαυὶδ καὶ βασιλικὴ ἕδρα ἐστὶν ἡ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ ἱερωσύνη,
ὅπερ ἀξίωμα βασιλικόν τε καὶ ἀρχιερατικὸν ὁμοῦ ἐπὶ τὸ αὐτὸ συνάψας ὁ κύριος
δεδώρηται τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, θρόνον μεταγαγὼν ἐν αὐτῇ τὸν τοῦ Δαυίδ, μὴ
διαλείποντα εἰς τὸν αἰῶνα. ἐκεῖσε γὰρ κατὰ διαδοχὴν διήρκεσεν ὁ θρόνος Δαυὶδ
ἕως αὐτοῦ τοῦ Χριστοῦ, μὴ διαλειπόντων τῶν ἐξ Ἰούδα ἀρχόντων ἕως ἦλθεν «ᾧ τὰ
ἀποκείμενα ἦν καὶ αὐτὸς προσδοκία ἐθνῶν» <ὥς> φησιν. ἔληξαν γὰρ ἐν τῇ τοῦ
Χριστοῦ παρουσίᾳ οἱ κατὰ διαδοχὴν ἐξ Ἰούδα ἄρχοντες. ἕως γὰρ αὐτοῦ * ἡγούμενοι,
διέπεσε δὲ ἡ τάξις καὶ <μετ>έστη ἐξότε αὐτὸς γεννᾶται ἐν Βηθλεὲμ τῆς
Ἰουδαίας, ἐπὶ Ἀλεξάνδρου τοῦ ἀπὸ γένους ἱερατικοῦ καὶ βασιλικοῦ. ἀφ' οὗ
Ἀλεξάνδρου διέπεσεν οὗτος ὁ κλῆρος ἀπὸ χρόνων Σαλίνας, τῆς καὶ Ἀλεξάνδρας
καλουμένης, ἐπὶ τοῖς χρόνοις Ἡρῴδου τοῦ βασιλέως καὶ Αὐγούστου τοῦ Ῥωμαίων
αὐτοκράτορος· ὃς καὶ διάδημα ἐπέθετο ἑαυτῷ ὁ Ἀλέξανδρος οὗτος, εἷς τῶν χριστῶν
καὶ ἡγουμένων ὑπάρχων. συναφθεισῶν γὰρ τῶν δύο φυλῶν τοῦ τε βασιλικοῦ καὶ τοῦ
ἱερατικοῦ, Ἰούδα δέ φημι καὶ Ἀαρὼν καὶ πάσης τῆς τοῦ Λευί, βασιλεῖς καὶ ἱερεῖς
καθίστων· οὐ γὰρ διήμαρτέν τι ἀπὸ τῆς τῆς ἁγίας γραφῆς αἰνίξεως. τότε δὲ λοιπὸν
ἀλλόφυλος βασιλεὺς Ἡρῴδης καὶ οὐκέτι οἱ ἀπὸ τοῦ Δαυὶδ διάδημα ἐπέθεντο.
μεταπεσούσης δὲ τῆς βασιλικῆς καθέδρας, ἐν Χριστῷ ἐπὶ τὴν ἐκκλησίαν ἀπὸ μὲν
οἴκου τοῦ σαρκικοῦ Ἰούδα καὶ Ἰσραὴλ τὸ βασιλικὸν μετέστη ἀξίωμα, ἵδρυται δὲ ὁ
θρόνος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ εἰς τὸν αἰῶνα, ἐκ δύο προφάσεων ἔχων τὸ
ἀξίωμα τό τε βασιλικὸν καὶ τὸ ἀρχιερατικόν – καὶ τὸ μὲν βασιλικὸν ἀπὸ τοῦ
κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ δύο τρόπους διά τε τὸ εἶναι αὐτὸν ἐκ σπέρματος
Δαυὶδ τοῦ βασιλέως κατὰ σάρκα καὶ τὸ εἶναι αὐτόν, ὅπερ καὶ ἔστι, βασιλέα
μείζονα ἀπ' αἰῶνος κατὰ τὴν θεότητα· τὸ δὲ ἱερατικόν, ὅτι αὐτὸς ἀρχιερεὺς καὶ
ἀρχιερέων πρύτανις – , κατασταθέντος εὐθὺς Ἰακώβου, τοῦ ἀδελφοῦ τοῦ κυρίου
καλουμένου καὶ ἀποστόλου, ἐπισκόπου πρώτου, υἱοῦ τοῦ Ἰωσὴφ φύσει ὄντος ἐν τάξει
δὲ ἀδελφοῦ τοῦ κυρίου κληθέντος διὰ τὴν συνανατροφήν.
4. Ἦν γὰρ ὁ Ἰάκωβος οὗτος υἱὸς τοῦ Ἰωσὴφ ἐκ <πρώτης> γυναικὸς τοῦ
Ἰωσήφ, οὐκ ἀπὸ Μαρίας, ὡς καὶ εἰς πολλοὺς τόπους τοῦτο ἡμῖν εἴρηται καὶ
σαφέστερον ἡμῖν πεπραγμάτευται. ἀλλὰ καὶ εὑρίσκομεν αὐτὸν ἐκ τοῦ Δαυὶδ ὄντα διὰ
τὸ υἱὸν εἶναι τοῦ Ἰωσήφ, Ναζιραῖόν <τε> γενόμενον (ἦν γὰρ πρωτότοκος τῷ Ἰωσὴφ
καὶ ἡγιασμένος)· ἔτι δὲ καὶ ἱερατεύσαντα αὐτὸν κατὰ τὴν παλαιὰν ἱερωσύνην
ηὕρομεν. διὸ καὶ ἐφίετο αὐτῷ ἅπαξ τοῦ ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσιέναι,
ὡς τοῖς ἀρχιερεῦσιν ἐκέλευσεν ὁ νόμος κατὰ τὸ γεγραμμένον· οὕτως γὰρ ἱστόρησαν
πολλοὶ πρὸ ἡμῶν περὶ αὐτοῦ, Εὐσέβιός τε καὶ Κλήμης καὶ ἄλλοι. ἀλλὰ καὶ τὸ
πέταλον ἐπὶ τῆς κεφαλῆς ἐξῆν αὐτῷ φορεῖν, καθὼς οἱ προειρημένοι ἀξιόπιστοι
ἄνδρες ἐν τοῖς αὐτοῖς ὑπομνηματισμοῖς ἐμαρτύρησαν. «ἱερεύς» τοίνυν, ὡς ἔφην, ὁ
κύριος ἡμῶν Ἰησοῦς Χριστός «εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ», βασιλεύς
τε ὁμοῦ κατὰ τὴν τάξιν τὴν ἄνωθεν, ἵνα μεταγάγῃ τὴν ἱερωσύνην ἅμα τῇ νομοθεσίᾳ.
τοῦ δὲ σπέρματος Δαυὶδ κατὰ τὴν Μαρίαν καθεζομένου ἐν θρόνῳ, * εἰς τὸν αἰῶνα
καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. ἔδει γὰρ αὐτὸν νῦν μεταγαγεῖν τὴν
τάξιν τοῦ τότε βασιλείου. καὶ γὰρ ἡ βασιλεία αὐτοῦ οὐκ ἔστιν ἀπὸ τῆς γῆς, ὡς
ἔλεγεν ἐν τῷ εὐαγγελίῳ Ποντίῳ Πιλάτῳ «ἡ βασιλεία μου οὐκ ἔστιν ἐκ τοῦ κόσμου
τούτου». τοῦ γὰρ Χριστοῦ τὰ πάντα πληροῦντος δι' αἰνιγμάτων, ἕως τινὸς μέτρου
αἱ ὑποθέσεις ἔφθανον. οὐ γὰρ ἦλθεν, ἵνα προκοπὴν λάβῃ βασιλείας, ὁ βασιλεύων
ἀεί· ἐχαρίσατο δὲ τοῖς ὑπ' αὐτοῦ καθισταμένοις τὸ βασίλειον, ἵνα μὴ νομισθῇ ἀπὸ
τῶν μικρῶν ἐπὶ τὰ μείζονα προκόπτειν. μένει γὰρ αὐτοῦ ὁ θρόνος καὶ τῆς
βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος καὶ κάθηται ἐπὶ τὸν θρόνον Δαυίδ, τὸ βασίλειον
τοῦ Δαυὶδ μεταστήσας καὶ χαρισάμενος τοῖς ἑαυτοῦ δούλοις ἅμα τῇ ἀρχιερωσύνῃ,
τουτέστι τοῖς ἀρχιερεῦσι τῆς καθολικῆς ἐκκλησίας. καὶ πολλὰ ἔστι περὶ τούτου
λέγειν, ἀλλ' ὅμως ἐπειδὴ εἰς τὸν τόπον ἐλήλυθα δι' ἣν αἰτίαν Ἰεσσαῖοι ἐκαλοῦντο
πρὶν τοῦ καλεῖσθαι Χριστιανοὶ οἱ εἰς Χριστὸν πεπιστευκότες, τούτου ἕνεκα ἔφημεν
ὅτι ὁ Ἰεσσαὶ πατὴρ γίνεται τοῦ Δαυίδ, καὶ ἤτοι ἐξ ὑποθέσεως τούτου τοῦ Ἰεσσαὶ
ἤτοι ἐκ τοῦ ὀνόματος Ἰησοῦ τοῦ κυρίου ἡμῶν ἐπεκλήθησαν Ἰεσσαῖοι διὰ τὸ ἐξ Ἰησοῦ
ὁρμᾶσθαι, μαθηταὶ αὐτοῦ ὄντες, ἢ διὰ τὸ τῆς ἐτυμολογίας τοῦ ὀνόματος τοῦ
κυρίου· Ἰησοῦς γὰρ κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον θεραπευτὴς καλεῖται ἤτοι ἰατρὸς
καὶ σωτήρ. ὅμως τούτῳ τῷ ὀνόματι πρὶν τοῦ Χριστιανοὺς αὐτοὺς καλεῖσθαι τὴν
ἐπωνυμίαν ἐκέκτηντο. ἐπὶ Ἀντιοχείας δέ, καθάπερ ἄνω ἐπεμνήσθημεν καὶ ὡς ἔχει ἡ
τῆς ἀληθείας ὑπόθεσις, ἤρξαντο οἱ μαθηταὶ καὶ πᾶσα ἡ ἐκκλησία τοῦ θεοῦ
Χριστιανοὶ καλεῖσθαι.
5. Εὕροις δ' ἄν, ὦ φιλολόγε, καὶ τούτων τὴν ὑπόθεσιν ἐντυχὼν τοῖς τοῦ
Φίλωνος ὑπομνήμασιν ἐν τῇ περὶ Ἰεσσαίων αὐτοῦ ἐπιγραφομένῃ βίβλῳ, ὡς τούτων τὴν
πολιτείαν καὶ τὰ ἐγκώμια διεξιὼν καὶ τὰ αὐτῶν μοναστήρια ἐν τῇ κατὰ τὴν Μάρειαν
λίμνην ἱστορῶν περιοικίδι οὐ περί τινων ἑτέρων ὁ ἀνὴρ ἱστόρησεν, ἀλλὰ περὶ
Χριστιανῶν. οὗτος γὰρ γενόμενος ἐν τῇ χώρᾳ (Μαρεῶτιν δὲ τὸν τόπον καλοῦσι) καὶ
καταχθεὶς παρ' αὐτοῖς ἐν τοῖς κατὰ τὸν χῶρον τοῦτον μοναστηρίοις ὠφέληται. ἐν
ἡμέραις γὰρ τῶν Πάσχων ἐκεῖ γενόμενος, τάς τε αὐτῶν πολιτείας ἐθεάσατο καὶ ὥς
τινες ἑβδομάδα τὴν ἁγίαν τῶν Πάσχων ὑπερτιθέμενοι διετέλουν, ἄλλοι δὲ διὰ δύο
ἐσθίοντες, ἄλλοι δὲ καὶ καθ' ἑσπέραν. ἦν δὲ πάντα ταῦτα τῷ ἀνδρὶ
πεπραγματευμένα εἰς τὴν περὶ πίστεώς τε καὶ πολιτείας τῶν Χριστιανῶν ὑπόθεσιν.
ὡς οὖν τότε ἐκαλοῦντο Ἰεσσαῖοι ἐπ' ὀλίγῳ χρόνῳ μετὰ τὴν ἀνάληψιν τοῦ σωτῆρος
καὶ Μάρκου τῇ τῶν Αἰγυπτίων χώρᾳ κηρύξαντος κατὰ τοὺς χρόνους τούτους τινὲς
ἐξεληλύθασι πάλιν, τῶν ἀποστόλων δῆθεν ἀκόλουθοι, λέγω δὲ οἱ ἐνταῦθά μοι
δηλούμενοι Ναζωραῖοι, ὄντες μὲν κατὰ τὸ γένος Ἰουδαῖοι καὶ τῷ νόμῳ
προσανέχοντες καὶ περιτομὴν κεκτημένοι, ἀλλ' ὥσπερ ἀπὸ σκοποῦ τινες θεασάμενοι
πῦρ καὶ μὴ νοήσαντες δι' ἣν αἰτίαν οἱ τὴν πυρὰν ταύτην ἐξάψαντες ἢ εἰς
<ἣν> χρησιμότητα τοῦτο ποιοῦσιν, ἢ τὰ τῆς ζωῆς ἑαυτῶν ὀψώνια πρὸς ἐδωδὴν
διὰ τῆς πυρᾶς κατασκευάζοντες ἢ ἐπὶ ἀφανισμῷ τινων καυστικῶν ξύλων ἢ φρυγάνων
τῶν ὑπὸ πυρὸς εἰωθότων ἀναλίσκεσθαι, οὕτω καὶ αὐτοὶ μιμησάμενοι πῦρ ἀνάψαντες
ἑαυτοὺς ἐνέπρησαν. ἀκούσαντες γὰρ μόνον ὄνομα Ἰησοῦ καὶ θεασάμενοι τὰ θεοσήμεια
τὰ διὰ τῶν χειρῶν τῶν ἀποστόλων γινόμενα καὶ αὐτοὶ εἰς Ἰησοῦν πιστεύουσιν.
γνόντες δὲ αὐτὸν ἐν Ναζαρὲτ ἐν γαστρὶ συλληφθέντα καὶ ἐν οἴκῳ Ἰωσὴφ ἀνατραφέντα
καὶ διὰ τοῦτο ἐν τῷ εὐαγγελίῳ Ἰησοῦν τὸν Ναζωραῖον καλεῖσθαι, ὡς καὶ οἱ
ἀπόστολοί φασιν «Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἔν τε σημείοις καὶ
τέρασι» καὶ τὰ ἑξῆς, τοῦτο τὸ ὄνομα ἐπιτιθέασιν ἑαυτοῖς τοῦ καλεῖσθαι
Ναζωραίους – οὐχὶ Ναζιραίους, τὸ ἑρμηνευόμενον ἡγιασμένους. τοῦτο γὰρ τοῖς τὸ
παλαιὸν πρωτοτόκοις καὶ θεῷ ἀφιερωθεῖσιν ὑπῆρχεν τὸ ἀξίωμα, ὧν εἷς ὑπῆρχεν ὁ
Σαμψὼν καὶ ἄλλοι μετ' αὐτὸν καὶ πρὸ αὐτοῦ πολλοί, ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς
τῶν αὐτῶν ἀφηγιασμένων τῷ θεῷ καὶ αὐτὸς εἷς ὑπῆρχεν· «οἶνον γὰρ καὶ σίκερα οὐκ
ἔπινεν»· ὡρίζετο γὰρ τοῖς τοιούτοις αὕτη ἁρμόδιος τῷ ἀξιώματι ἡ πολιτεία.
6. ἀλλὰ οὐδὲ Νασαραίους ἑαυτοὺς ἐκάλεσαν· ἦν γὰρ ἡ αἵρεσις τῶν Νασαραίων πρὸ
Χριστοῦ καὶ Χριστὸν οὐκ ᾔδει – · ἀλλὰ καὶ πάντες ἄνθρωποι τοὺς Χριστιανοὺς
ἐκάλουν Ναζωραίους ὡς προεῖπον, ὡς λέγουσι κατηγοροῦντες Παύλου τοῦ ἀποστόλου
«τοῦτον τὸν ἄνθρωπον ηὕρομεν λοιμὸν καὶ διαστρέφοντα τὸν λαόν, πρωτοστάτην τε
ὄντα τῆς τῶν Ναζωραίων αἱρέσεως». ὁ δὲ ἅγιος ἀπόστολος οὐκ ἀρνεῖται μὲν τὸ
ὄνομα, οὐχὶ τὴν τούτων αἵρεσιν ὁμολογῶν, ἀλλὰ τὸ ὄνομα τὸ ἀπὸ τῆς τῶν
ἀντιλεγόντων κακονοίας διὰ τὸν Χριστὸν ἐπενεχθὲν αὐτῷ ἀσμένως καταδεχόμενος.
φησὶ γὰρ ἐπὶ τοῦ βήματος «οὔτε ἐν τῷ ἱερῷ ηὗρόν με πρός τινα διαλεγόμενον ἢ
ἐπίστασίν τινα ὄχλου ποιοῦντα οὐδὲ ὧν μου κατηγοροῦσιν οὐδὲν πεποίηκα. ὁμολογῶ
δέ σοι τοῦτο, ὅτι κατὰ τὴν ὁδὸν ἣν αἵρεσιν οὗτοι φάσκουσιν οὕτω λατρεύω,
πιστεύων πᾶσι τοῖς ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προφήταις». καὶ οὐ θαῦμα ὅτι ὁ
ἀπόστολος ὡμολόγει ἑαυτὸν Ναζωραῖον, πάντων καλούντων τοὺς Χριστιανοὺς τότε
τούτῳ τῷ ὀνόματι διὰ Ναζαρὲτ τὴν πόλιν, ἄλλης μὴ οὔσης χρήσεως τῷ ὀνόματι πρὸς
τὸν καιρόν, ὥστε τοὺς ἀνθρώπους <Ναζωραίους> καλεῖν τοὺς τῷ Χριστῷ
πεπιστευκότας, περὶ οὗ καὶ γέγραπται «ὅτι Ναζωραῖος κληθήσεται». καὶ γὰρ καὶ
νῦν ὁμωνύμως οἱ ἄνθρωποι πάσας τὰς αἱρέσεις, Μανιχαίους τέ φημι καὶ
Μαρκιωνιστὰς Γνωστικούς τε καὶ ἄλλους, Χριστιανοὺς τοὺς μὴ ὄντας Χριστιανοὺς
καλοῦσι καὶ ὅμως ἑκάστη αἵρεσις, καίπερ ἄλλως λεγομένη, καταδέχεται τοῦτο
χαίρουσα, ὅτι διὰ τοῦ ὀνόματος κοσμεῖται· δοκοῦσι γὰρ ἐπὶ τῷ τοῦ Χριστοῦ
σεμνύνεσθαι ὀνόματι, οὐ μὴν τῇ πίστει καὶ τοῖς ἔργοις. οὕτω καὶ οἱ ἅγιοι τοῦ
Χριστοῦ μαθηταὶ τότε μαθητὰς Ἰησοῦ ἑαυτοὺς ἐκάλουν, ὥσπερ οὖν καὶ ἦσαν·
ἀκούοντες δὲ παρὰ ἄλλων Ναζωραῖοι οὐκ ἀπηναίνοντο, τὸν σκοπὸν θεωροῦντες τῶν
τοῦτο αὐτοὺς καλούντων, ὅτι διὰ Χριστὸν αὐτοὺς ἐκάλουν, ἐπειδὴ καὶ αὐτὸς ὁ
κύριος ἡμῶν Ἰησοῦς <ὁ> Ναζωραῖος ἐκαλεῖτο, ὥσπερ ἔχει τὰ εὐαγγέλια καὶ αἱ
Πράξεις τῶν ἀποστόλων, διὰ τὸ ἐν τῇ πόλει αὐτὸν Ναζαρὲτ (κώμῃ δὲ τὰ νῦν οὔσῃ)
ἀνατετράφθαι ἐν οἴκῳ Ἰωσήφ, γεννηθέντα κατὰ σάρκα ἐν Βηθλεὲμ ἀπὸ Μαρίας τῆς
ἀειπαρθένου τῆς μεμνηστευμένης Ἰωσήφ, τῷ ἐν τῇ αὐτῇ Ναζαρὲτ μετῳκηκότι μετὰ τὸ
ἀπὸ Βηθλεὲμ αὐτὸν μεταναστάντα ἐν τῇ Γαλιλαίᾳ κατοικισθῆναι.
7. Οὗτοι δὲ οἱ προειρημένοι αἱρεσιῶται, περὶ ὧν ἐνταῦθα τὴν ὑφήγησιν
ποιούμεθα, παρέντες τὸ ὄνομα τοῦ Ἰησοῦ οὔτε Ἰεσσαίους ἑαυτοὺς κεκλήκασιν οὔτε
τῶν Ἰουδαίων ἔμειναν ἔχοντες τὸ ὄνομα οὔτε Χριστιανοὺς ἑαυτοὺς ἐπωνόμασαν, ἀλλὰ
Ναζωραίους, δῆθεν ἀπὸ τῆς τοῦ τόπου τῆς Ναζαρὲτ ἐπωνυμίας, τὰ πάντα δέ εἰσιν
Ἰουδαῖοι καὶ οὐδὲν ἕτερον. χρῶνται δὲ οὗτοι οὐ μόνον νέᾳ διαθήκῃ, ἀλλὰ καὶ
παλαιᾷ διαθήκῃ, καθάπερ καὶ οἱ Ἰουδαῖοι. οὐ γὰρ ἀπηγόρευται παρ' αὐτοῖς
νομοθεσία καὶ προφῆται καὶ γραφεῖα τὰ καλούμενα παρὰ Ἰουδαίοις βιβλία, ὥσπερ
παρὰ τοῖς προειρημένοις· οὐδέ τι ἕτερον οὗτοι φρονοῦσιν, ἀλλὰ κατὰ τὸ κήρυγμα
τοῦ νόμου καὶ ὡς οἱ Ἰουδαῖοι πάντα καλῶς ὁμολογοῦσι χωρὶς τοῦ εἰς Χριστὸν δῆθεν
πεπιστευκέναι. παρ' αὐτοῖς γὰρ καὶ νεκρῶν ἀνάστασις ὁμολογεῖται καὶ ἐκ θεοῦ τὰ
πάντα γεγενῆσθαι, ἕνα δὲ θεὸν καταγγέλλουσι καὶ τὸν τούτου παῖδα Ἰησοῦν
Χριστόν. Ἑβραϊκῇ δὲ διαλέκτῳ ἀκριβῶς εἰσιν ἠσκημένοι. παρ' αὐτοῖς γὰρ πᾶς ὁ
νόμος καὶ οἱ προφῆται καὶ τὰ γραφεῖα λεγόμενα, φημὶ δὲ τὰ στιχηρὰ καὶ αἱ
Βασιλεῖαι καὶ Παραλειπόμενα καὶ Ἐσθὴρ καὶ τἄλλα πάντα Ἑβραϊκῶς ἀναγινώσκεται,
ὥσπερ ἀμέλει καὶ παρὰ Ἰουδαίοις. ἐν τούτῳ δὲ μόνον πρὸς Ἰουδαίους διαφέρονται
καὶ Χριστιανούς, Ἰουδαίοις μὲν μὴ συμφωνοῦντες διὰ τὸ εἰς Χριστὸν
πεπιστευκέναι, Χριστιανοῖς δὲ μὴ ὁμογνωμονοῦντες διὰ τὸ ἔτι νόμῳ πεπεδῆσθαι,
περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις. περὶ Χριστοῦ δὲ οὐκ οἶδ' εἰπεῖν, εἰ
καὶ αὐτοὶ τῇ τῶν προειρημένων περὶ Κήρινθον καὶ Μήρινθον μοχθηρίᾳ ἀχθέντες
ψιλὸν ἄνθρωπον νομίζουσιν ἢ καθὼς ἡ ἀλήθεια ἔχει διὰ πνεύματος ἁγίου
γεγεννῆσθαι ἐκ Μαρίας διαβεβαιοῦνται. ἔστιν δὲ αὕτη ἡ αἵρεσις ἡ Ναζωραίων ἐν τῇ
Βεροιαίων περὶ τὴν Κοίλην Συρίαν καὶ ἐν τῇ Δεκαπόλει περὶ τὰ τῆς Πέλλης μέρη
καὶ ἐν τῇ Βασανίτιδι ἐν τῇ λεγομένῃ Κωκάβῃ, Χωχάβῃ δὲ Ἑβραϊστὶ λεγομένῃ.
ἐκεῖθεν γὰρ ἡ ἀρχὴ γέγονε, μετὰ τὴν ἀπὸ τῶν Ἱεροσολύμων μετάστασιν πάντων τῶν
μαθητῶν ἐν Πέλλῃ ᾠκηκότων, Χριστοῦ φήσαντος καταλεῖψαι τὰ Ἱεροσόλυμα καὶ
ἀναχωρῆσαι δι' ἣν ἤμελλε πάσχειν πολιορκίαν. καὶ ἐκ τῆς τοιαύτης ὑποθέσεως τὴν
Περαίαν οἰκήσαντες ἐκεῖσε, ὡς ἔφην, διέτριβον. ἐντεῦθεν ἡ κατὰ τοὺς Ναζωραίους
αἵρεσις ἔσχεν τὴν ἀρχήν.
8. Πεπλάνηνται δὲ καὶ οὗτοι περιτομὴν αὐχοῦντες, καὶ ἔτι οἱ τοιοῦτοι «ὑπὸ
κατάραν εἰσί», μὴ δυνάμενοι τὸν νόμον πληρῶσαι. πῶς γὰρ δυνήσονται πληροῦν τὰ
ἐν τῷ νόμῳ εἰρημένα, ὅτι «τρὶς τοῦ ἔτους ὀφθήσῃ ἐνώπιον κυρίου τοῦ θεοῦ σου,
κατά τε τὰ Ἄζυμα καὶ Σκηνοπηγίαν καὶ τὴν Πεντηκοστήν», ἐν τῷ τόπῳ Ἱεροσολύμων.
ἀποκλεισθέντος γὰρ τοῦ τόπου καὶ τῶν ἐν τῷ νόμῳ μὴ δυναμένων πληροῦσθαι, παντὶ
τῷ νοῦν ἔχοντι σαφὲς ἂν εἴη ὅτι Χριστὸς ἦλθεν πληρωτὴς τοῦ νόμου, οὐ τὸν νόμον
καταλύσων, ἀλλὰ τὸν νόμον πληρώσων, καὶ ἀφελεῖν τὴν κατάραν τὴν κατὰ τῆς
παραβάσεως τοῦ νόμου ὁρισθεῖσαν. μετὰ γὰρ τὸ ἐντείλασθαι τὸν Μωυσέα πᾶσαν
ἐντολὴν ἦλθεν ἐπὶ τὸ τέρμα τῆς βίβλου καὶ «συνέκλεισε τὸ πᾶν εἰς κατάραν» λέγων
«ἐπικατάρατος ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις λόγοις ἐν τῷ βιβλίῳ τούτῳ
τοῦ ποιῆσαι αὐτούς». ἦλθεν οὖν λύων μὲν τὰ πεπεδημένα δεσμοῖς τῆς κατάρας,
χαριζόμενος δὲ ἡμῖν ἀντὶ τῶν μικρῶν τῶν μὴ δυναμένων πληροῦσθαι τὰ μείζονα καὶ
οὐ μαχόμενα θάτερον θατέρῳ πρὸς τὴν τοῦ ἔργου πλήρωσιν ὡς τὰ πρότερα· οὕτως γὰρ
κατὰ πᾶσαν αἵρεσιν φθάνοντες ἐν τῇ περὶ σαββατισμοῦ καὶ περιτομῆς καὶ τῶν ἄλλων
σχέσει πολλάκις ἐπειργασάμεθα, πῶς ὁ κύριος ἡμῖν τὰ ἐντελέστερα κεχάρισται. πῶς
δὲ οἱ τοιοῦτοι δυνήσονται ἀπολογίαν ἔχειν, μὴ τῷ πνεύματι τῷ ἁγίῳ ὑπακούσαντες
τῷ διὰ τῶν ἀποστόλων εἰρηκότι τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι «μὴ βάρος ἐπιτίθεσθαι
πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι αἵματος καὶ πνικτοῦ καὶ πορνείας καὶ
εἰδωλοθύτου;» πῶς δὲ οὐκ ἐκπεσοῦνται τῆς τοῦ θεοῦ χάριτος, λέγοντος Παύλου τοῦ
ἁγίου ἀποστόλου ὅτι «ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει», «οἵτινες
ἐν νόμῳ καυχᾶσθε, τῆς χάριτος ἐξεπέσατε»;
9. Ἀρκέσει γοῦν καὶ ἐν ταύτῃ τῇ αἱρέσει ἡ διὰ τῆς συντομίας παρ' ἡμῶν
διάλεξις. εὐθυέλεγκτοι γὰρ οἱ τοιοῦτοι καὶ εὐάλωτοι, καὶ Ἰουδαῖοι μᾶλλον καὶ
οὐδὲν ἕτερον. πάνυ δὲ οὗτοι ἐχθροὶ τοῖς Ἰουδαίοις ὑπάρχουσιν. οὐ μόνον γὰρ οἱ
τῶν Ἰουδαίων παῖδες πρὸς τούτους κέκτηνται μῖσος, ἀλλὰ καὶ ἀνιστάμενοι ἕωθεν
καὶ μέσης ἡμέρας καὶ περὶ τὴν ἑσπέραν, τρὶς τῆς ἡμέρας ὅτε εὐχὰς ἐπιτελοῦσιν
ἑαυτοῖς ἐν ταῖς συναγωγαῖς ἐπαρῶνται αὐτοῖς καὶ ἀναθεματίζουσι, τρὶς τῆς ἡμέρας
φάσκοντες ὅτι «ἐπικαταράσαι ὁ θεὸς τοὺς Ναζωραίους». δῆθεν γὰρ τούτοις περισσότερον
ἐνέχουσι, διὰ τὸ ἀπὸ Ἰουδαίων αὐτοὺς ὄντας Ἰησοῦν κηρύσσειν εἶναι <τὸν>
Χριστόν, ὅπερ ἐστὶν ἐναντίον πρὸς τοὺς ἔτι Ἰουδαίους, τοὺς τὸν Ἰησοῦν μὴ
δεξαμένους. ἔχουσι δὲ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον πληρέστατον Ἑβραϊστί. παρ'
αὐτοῖς γὰρ σαφῶς τοῦτο, καθὼς ἐξ ἀρχῆς ἐγράφη, Ἑβραϊκοῖς γράμμασιν ἔτι σῴζεται.
οὐκ οἶδα δὲ εἰ καὶ τὰς γενεαλογίας τὰς ἀπὸ τοῦ Ἀβραὰμ ἄχρι Χριστοῦ περιεῖλον.
ἀλλὰ καὶ ταύτην φωράσαντες ὡς βληχρὸν καὶ ὀδύνης ἐμποιητικὸν διὰ τοῦ ἰοῦ
σφηκίον, καταθλάσαντες τε τοῖς τῆς ἀληθείας λόγοις, ἐπὶ τὰς ἑξῆς ἴωμεν,
ἐπιπόθητοι, παρὰ θεοῦ αἰτοῦντες τὴν βοήθειαν.
Κατὰ Ἐβιωναίων <ι>, τῆς δὲ ἀκολουθίας <λ>
1. Ἐβίων, ἀφ' οὗπερ Ἐβιωναῖοι, καθεξῆς ἀκολουθῶν καὶ τὰ ὅμοια τούτοις
φρονήσας, πολύμορφον τεράστιον καὶ ὡς εἰπεῖν τῆς μυθευομένης πολυκεφάλου ὕδρας
ὀφιώδη μορφὴν ἐν ἑαυτῷ ἀνατυπωσάμενος, πάλιν ἐπανέστη τῷ βίῳ, ἐκ τῆς τούτων μὲν
σχολῆς ὑπάρχων, ἕτερα δὲ παρὰ τούτους κηρύττων καὶ ὑφηγούμενος. ὡς γὰρ εἴ τις
συνάξειεν ἑαυτῷ ἐκ διαφόρων λίθων τιμίων κόσμον καὶ ποικίλης ἐσθῆτος ἔνδυμα καὶ
διαφανῶς ἑαυτὸν κοσμήσῃ, οὕτω καὶ οὗτος τὸ ἀνάπαλιν πᾶν ὁτιοῦν δεινὸν καὶ
ὀλετήριον καὶ βδελυκτὸν κήρυγμα, ἄμορφόν τε καὶ ἀπίθανον, ἀ<ντι>ζηλίας
ἔμπλεον παρ' ἑκάστης αἱρέσεως λαβὼν ἑαυτὸν ἀνετύπωσεν εἰς ἁπάσας. Σαμαρειτῶν
μὲν γὰρ ἔχει τὸ βδελυρόν, Ἰουδαίων δὲ τὸ ὄνομα, Ὀσσαίων καὶ Ναζωραίων καὶ
Νασαραίων τὴν γνώμην, Κηρινθιανῶν τὸ εἶδος, Καρποκρατιανῶν τὴν κακοτροπίαν, καὶ
Χριστιανῶν βούλεται ἔχειν τὸ ἐπώνυμον μόνον (οὐ γὰρ δήπουθεν τήν τε πρᾶξιν καὶ
τὴν γνώμην καὶ τὴν γνῶσιν καὶ τὴν τῶν εὐαγγελίων καὶ ἀποστόλων περὶ πίστεως
συγκατάθεσιν)· μέσος δὲ ὡς εἰπεῖν ἁπάντων τυγχάνων οὐδὲν πέφυκεν, ἀλλὰ ἐπ'
αὐτὸν πληροῦται τὸ γεγραμμένον τό «παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, μέσον
ἐκκλησίας καὶ συναγωγῆς». Σαμαρείτης μὲν γὰρ ὢν διὰ τῆς βδελυρίας τοὔνομα
ἀρνεῖται, Ἰουδαῖον δὲ ἑαυτὸν ὁμολογῶν Ἰουδαίοις ἀντίκειται, καίτοι συμφωνῶν
αὐτοῖς ἐν μέρει, ὡς ὕστερον ἐν ταῖς περὶ τούτου ἀποδείξεσι τοῦ κατ' αὐτῶν
ἐλέγχου παραστήσομεν, θεοῦ ἐπιβοηθοῦντος.
2. Οὗτος γὰρ ὁ Ἐβίων σύγχρονος μὲν τούτων ὑπῆρχεν, ἀπ' αὐτῶν δὲ σὺν αὐτοῖς
<ὢν> ὁρμᾶται. τὰ πρῶτα δὲ ἐκ παρατριβῆς καὶ σπέρματος ἀνδρός, τουτέστιν
τοῦ Ἰωσήφ, τὸν Χριστὸν γεγεννῆσθαι ἔλεγεν· ὡς καὶ ἤδη ἡμῖν προείρηται ὅτι τὰ
ἴσα τοῖς ἄλλοις ἐν ἅπασι φρονῶν ἐν τούτῳ μόνῳ διεφέρετο, ἐν τῷ τῷ νόμῳ τοῦ
Ἰουδαϊσμοῦ προσανέχειν κατὰ σαββατισμὸν καὶ κατὰ τὴν περιτομὴν καὶ κατὰ τὰ ἄλλα
πάντα, ὅσαπερ παρὰ Ἰουδαίοις καὶ Σαμαρείταις ἐπιτελεῖται. ἔτι δὲ πλείω οὗτος
παρὰ τοὺς Ἰουδαίους ὁμοίως τοῖς Σαμαρείταις διαπράττεται. προσέθετο γὰρ τὸ
παρατηρεῖσθαι ἅπτεσθαί τινος τῶν ἀλλοεθνῶν, καθ' ἑκάστην δὲ ἡμέραν, εἴ ποτε
γυναικὶ συναφθείη καὶ ᾖ ἀπ' αὐτῆς, βαπτίζεσθαι ἐν τοῖς ὕδασιν, εἴ που δἂν
εὐποροίη ἢ θαλάσσης ἢ ἄλλων ὑδάτων. ἀλλὰ καὶ εἰ συναντήσειέν τινι ἀνιὼν ἀπὸ τῆς
τῶν ὑδάτων καταδύσεως καὶ βαπτισμοῦ, ὡσαύτως πάλιν ἀνατρέχει βαπτίζεσθαι,
πολλάκις καὶ σὺν τοῖς ἱματίοις. τὰ νῦν δὲ ἀπηγόρευται παντάπασι παρ' αὐτοῖς
παρθενία τε καὶ ἐγκράτεια, ὡς καὶ παρὰ ταῖς ἄλλαις ταῖς ὁμοίαις ταύτῃ αἱρέσεσι.
ποτὲ γὰρ παρθενίαν ἐσεμνύνοντο, δῆθεν διὰ τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου·
<διὸ> καὶ τὰ αὐτῶν συγγράμματα πρεσβυτέροις καὶ παρθένοις γράφουσι.
γέγονε δὲ ἡ ἀρχὴ τούτων μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν. ἐπειδὴ γὰρ πάντες οἱ
εἰς Χριστὸν πεπιστευκότες τὴν Περαίαν κατ' ἐκεῖνο καιροῦ κατῴκησαν τὸ πλεῖστον,
ἐν Πέλλῃ τινὶ πόλει καλουμένῃ τῆς Δεκαπόλεως τῆς ἐν τῷ εὐαγγελίῳ γεγραμμένης
πλησίον τῆς Βαταναίας καὶ Βασανίτιδος χώρας, τὸ τηνικαῦτα ἐκεῖ μεταναστάντων
καὶ ἐκεῖσε διατριβόντων αὐτῶν, γέγονεν ἐκ τούτου πρόφασις τῷ Ἐβίωνι. καὶ
ἄρχεται μὲν τὴν κατοίκησιν ἔχειν ἐν Κωκάβῃ τινὶ κώμῃ ἐπὶ τὰ μέρη τῆς Καρναὶμ
τῆς καὶ Ἀσταρὼς ἐν τῇ Βασανίτιδι χώρᾳ, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει.
ἔνθεν ἄρχεται τῆς κακῆς αὐτοῦ διδασκαλίας, ὅθεν δῆθεν καὶ οἱ Ναζωραῖοι, οἳ ἄνω
μοι προδεδήλωνται. συναφθεὶς γὰρ οὗτος ἐκείνοις καὶ ἐκεῖνοι τούτῳ, ἑκάτερος ἀπὸ
τῆς ἑαυτοῦ μοχθηρίας τῷ ἑτέρῳ μετέδωκε. καὶ διαφέρονται μὲν ἕτερος πρὸς τὸν
ἕτερον κατά τι, ἐν δὲ τῇ κακονοίᾳ ἀλλήλους ἀπεμάξαντο. ἤδη δέ μοι καὶ ἐν ἄλλοις
λόγοις καὶ κατὰ τὰς ἄλλας αἱρέσεις περὶ τῆς τοποθεσίας Κωκάβων καὶ τῆς Ἀραβίας
διὰ πλάτους εἴρηται.
3. Καὶ τὸ μὲν πρῶτον οὗτος ὁ Ἐβίων, ὡς ἔφην, Χριστὸν ἐκ σπέρματος ἀνδρός,
τουτέστι τοῦ Ἰωσήφ, ὡρίζετο· ἐκ χρόνου δέ τινος καὶ δεῦρο οἱ αὐτοῦ, ὡς εἰς
ἀσύστατον καὶ ἀμήχανον τρέψαντες τὸν ἴδιον νοῦν ἄλλοι ἄλλως παρ' αὐτοῖς περὶ
Χριστοῦ διηγοῦνται· τάχα δὲ οἶμαι ἀπὸ τοῦ συναφθῆναι αὐτοῖς Ἠλξαῖον τὸν
ψευδοπροφήτην τὸν παρὰ τοῖς Σαμψηνοῖς καὶ Ὀσσηνοῖς καὶ Ἐλκεσαίοις καλουμένοις
<μοι προδεδηλωμένον>, ὡς ἐκεῖνος φαντασίαν τινὰ περὶ Χριστοῦ διηγοῦνται
καὶ περὶ πνεύματος ἁγίου. τινὲς γὰρ ἐξ αὐτῶν καὶ Ἀδὰμ τὸν Χριστὸν εἶναι
λέγουσιν, τὸν πρῶτόν τε πλασθέντα καὶ ἐμφυσηθέντα ἀπὸ τῆς τοῦ θεοῦ ἐπιπνοίας.
ἄλλοι δὲ ἐν αὐτοῖς λέγουσιν ἄνωθεν μὲν αὐτὸν ὄντα πρὸ πάντων δὲ αὐτὸν
κτισθέντα, πνεῦμα ὄντα καὶ ὑπὲρ ἀγγέλους ὄντα πάντων τε κυριεύοντα, καὶ Χριστὸν
λέγεσθαι, τὸν ἐκεῖσε δὲ αἰῶνα κεκληρῶσθαι· ἔρχεσθαι δὲ ἐνταῦθα ὅτε βούλεται, ὡς
καὶ ἐν τῷ Ἀδὰμ ἦλθε καὶ τοῖς πατριάρχαις ἐφαίνετο ἐνδυόμενος τὸ σῶμα· πρὸς
Ἀβραὰμ δὲ ἐλθὼν καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ὁ αὐτὸς ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἦλθεν καὶ
αὐτὸ τὸ σῶμα τοῦ Ἀδὰμ ἐνεδύσατο καὶ ὤφθη ἀνθρώποις καὶ ἐσταυρώθη καὶ ἀνέστη καὶ
ἀνῆλθεν. πάλιν δὲ ὅτε βούλονται λέγουσιν· οὐχί, ἀλλὰ εἰς αὐτὸν ἦλθε τὸ πνεῦμα
ὅπερ ἐστὶν ὁ Χριστὸς καὶ ἐνεδύσατο αὐτὸν τὸν Ἰησοῦν καλούμενον. καὶ πολλὴ παρ'
αὐτοῖς σκότωσις, ἄλλοτε ἄλλως καὶ ἄλλως αὐτὸν ὑποτιθεμένοις. καὶ δέχονται μὲν
καὶ αὐτοὶ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον. τούτῳ γὰρ καὶ αὐτοί, ὡς καὶ οἱ κατὰ
Κήρινθον καὶ Μήρινθον χρῶνται μόνῳ. καλοῦσι δὲ αὐτὸ κατὰ Ἑβραίους, ὡς τὰ ἀληθῆ
ἔστιν εἰπεῖν, ὅτι Ματθαῖος μόνος Ἑβραϊστὶ καὶ Ἑβραϊκοῖς γράμμασιν ἐν τῇ καινῇ
διαθήκῃ ἐποιήσατο τὴν τοῦ εὐαγγελίου ἔκθεσίν τε καὶ κήρυγμα.
ἤδη δέ που καί τινες πάλιν ἔφασαν καὶ ἀπὸ τῆς Ἑλληνικῆς διαλέκτου τὸ κατὰ
Ἰωάννην μεταληφθὲν εἰς Ἑβραΐδα ἐμφέρεσθαι ἐν τοῖς τῶν Ἰουδαίων γαζοφυλακίοις,
φημὶ δὲ τοῖς ἐν Τιβεριάδι, καὶ ἐναποκεῖσθαι ἐν ἀποκρύφοις, ὥς τινες τῶν ἀπὸ
Ἰουδαίων πεπιστευκότων ὑφηγήσαντο ἡμῖν κατὰ λεπτότητα· οὐ μὴν ἀλλὰ καὶ τῶν
Πράξεων τῶν ἀποστόλων τὴν βίβλον ὡσαύτως ἀπὸ Ἑλλάδος γλώσσης εἰς Ἑβραΐδα
μεταληφθεῖσαν λόγος ἔχει ἐκεῖσε κεῖσθαι ἐν τοῖς γαζοφυλακίοις, ὡς καὶ ἀπὸ
τούτου τοὺς ἀναγνόντας Ἰουδαίους τοὺς ἡμῖν ὑφηγησαμένους εἰς Χριστὸν
πεπιστευκέναι.
4. Ἦν δέ τις ἐξ αὐτῶν Ἰώσηπος, οὐχ ὁ συγγραφεὺς καὶ ἱστοριογράφος καὶ
παλαιὸς ἐκεῖνος, ἀλλ' ὁ ἀπὸ Τιβεριάδος ὁ ἐν χρόνοις τοῦ μακαρίτου Κωνσταντίνου
τοῦ βασιλέως τοῦ γέροντος <γενόμενος>, ὃς καὶ παρ' αὐτοῦ τοῦ βασιλέως ἀξιώματος
κομήτων ἔτυχε καὶ ἐξουσίαν εἴληφεν ἐν αὐτῇ τῇ Τιβεριάδι ἐκκλησίαν Χριστῷ
ἱδρῦσαι καὶ ἐν Διοκαισαρείᾳ καὶ ἐν Καπερναοὺμ καὶ ἐν ταῖς ἄλλαις, ὃς καὶ πολλὰ
πέπονθεν ὑπ' αὐτῶν τῶν Ἰουδαίων πρὶν ἢ τῷ βασιλεῖ ἐμφανισθῆναι.
οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ' αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἦν. εἰσὶ
δὲ οὗτοι <οἱ> μετὰ τὸν πατριάρχην, ἀπόστολοι καλούμενοι. προσεδρεύουσι δὲ
τῷ πατριάρχῃ καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι,
διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον. ὁ δὲ πατριάρχης κατ'
ἐκεῖνο καιροῦ Ἐλλὴλ τοὔνομα ἦν (νομίζω γὰρ ὅτι οὕτως τὸ ὄνομα αὐτοῦ Ἰώσηπος
ἔλεγεν, εἰ μὴ ἀπὸ τοῦ χρόνου σφάλλομαι), ἐκ γένους δὲ τοῦ Γαμαλιὴλ ἐτύγχανεν
τοῦ παρ' αὐτοῖς γενομένου πατριάρχου. ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως
ὑπέθεντο, τούτους εἶναι γένους ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ τοῦ ἐπὶ τοῦ σωτῆρος,
τοῦ κατὰ θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπηρείας.
τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ' ἐκεῖνο καιροῦ ἐπίσκοπον πλησιόχωρον τῆς
Τιβερι<έ>ων ὄντα καὶ ἐκομίσατο παρ' αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ
αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως. μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ
προειρημένου Ἰωσήπου ὡς ἰατρὸν ὄντα καὶ ποιήσας πάντας ἔξω γενέσθαι παρεκάλεσε
τὸν ἐπίσκοπον λέγων «δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα». ὁ δὲ μετακαλεσάμενος
τοὺς ἐξυπηρετουμένους προσέταξεν ὕδωρ ἑτοιμασθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά
τι προσφέρειν μέλλων δι' ὑδάτων νοσοῦντι βαρέως τῷ πατριάρχῃ. οἱ δὲ ἐποίησαν τὰ
ἐπιτεταγμένα· οὐ γὰρ ἐγνώκεισαν. αἰδοῦς δὲ χάριν προφασισάμενος τοὺς πάντας ἔξω
ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων.
5. Ὁ δὲ Ἰώσηπος ἐμοὶ αὐτῷ <τοῦτο> διελέχθη. ἐκ στόματος γὰρ αὐτοῦ
ἀκήκοα ταῦτα πάντα καὶ οὐκ ἀπὸ ἄλλου τινός, ἐν τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, ὡς περί
που ἐτῶν ἑβδομήκοντα γεγονότος αὐτοῦ ἢ καὶ πλειόνων. παρ' αὐτῷ γὰρ κατήχθην ἐν
Σκυθοπόλει· μεταναστὰς γὰρ τῆς Τιβεριάδος καὶ κτήσεις ἐκεῖ ἐν Σκυθοπόλει
διαφανεῖς ἐκτήσατο. ἐν γὰρ τῇ οἰκίᾳ αὐτοῦ ὁ μακαρίτης Εὐσέβιος ὁ τῆς Ἰταλίας
ἐπίσκοπος Βριγκέλλας πόλεως, ὡς ἐξωρίσθη ὑπὸ Κωνσταντίου διὰ τὴν πίστιν τῆς
ὀρθοδοξίας, ἐξενίζετο καὶ ἐπὶ τὴν ἐπίσκεψιν τούτου ἐγώ τε καὶ οἱ ἄλλοι ἀδελφοὶ
ἐκεῖσε γενόμενοι καὶ αὐτοὶ παρ' αὐτῷ κατήχθημεν. συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ
τῆς αὐτοῦ οἰκίας καὶ τὰ κατ' αὐτὸν ἐρωτῶντες καὶ γνόντες ὅτι τῶν ἐμφανῶν
ὑπῆρχεν παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ' αὐτὸν ὑπόθεσιν καὶ πῶς εἰς τὸν
Χριστιανισμὸν μετῆλθεν, ἀκηκόαμεν ταῦτα πάντα σαφῶς καὶ οὐκ ἀπὸ ἐνηχήσεως
ἑτέρου τινός. ὅθεν καὶ ἀξιομνημόνευτα εἰς οἰκοδομὴν πιστῶν νομίσαντες τὰ κατὰ
τὸν ἄνδρα πραγματευθέντα διὰ τὴν αἰτίαν τῶν ἐν τοῖς γαζοφυλακίοις εἰς Ἑβραΐδα
μετατεθέντων *, οὐ παρέργως τὴν πᾶσαν αἰτίαν τοῦ προειρημένου Ἰωσήπου
παρεθέμεθα. ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον Χριστιανὸς πιστὸς καταξιωθεὶς γενέσθαι, ἀλλὰ
καὶ Ἀρειανοὺς σφόδρα στηλιτεύων. ἐν γὰρ τῇ πόλει ἐκείνῃ, Σκυθοπόλει φημί, μόνος
οὗτος ὀρθόδοξος ὑπῆρχεν, πάντες δὲ Ἀρειανοί. καὶ εἰ μὴ ὅτι κόμης ἦν καὶ τὸ τοῦ
κόμητος ἀξίωμα ἐκώλυεν ἀπ' αὐτοῦ τὸν τῶν Ἀρειανῶν διωγμόν, [ἐπεὶ] οὐκ ἂν ὑπέστη
κἂν ἐν τῇ πόλει διατρίβειν ὁ ἀνήρ, μάλιστα ἐπὶ Πατροφίλου τοῦ Ἀρειανοῦ
ἐπισκόπου τοῦ πολλὰ ἰσχύσαντος πλούτῳ τε καὶ αὐστηρίᾳ καὶ τῇ πρὸς τὸν βασιλέα
Κωνστάντιον γνώσει τε καὶ παρρησίᾳ. ἦν δὲ καὶ ἄλλος τις νεώτερος ἐν τῇ πόλει
ἀπὸ Ἑβραίων ὀρθῶς πιστεύων, ὃς οὔτε ἐτόλμα κατὰ τὸ φανερὸν *, ἀλλὰ κρυφίως ἡμᾶς
ἐπεσκέπτετο. πιθανὸν δέ τι ὁ Ἰώσηπος καὶ γελοιῶδες ὑφηγεῖτο, οἶμαι δὲ τάχα ὅτι
καὶ <ἐν τούτῳ> ἠλήθευεν. ἔφασκε γὰρ ὅτι τελευτησάσης τῆς αὐτοῦ συμβίου,
δεδιὼς μή πη ἄρα ἁρπάξωσιν αὐτὸν οἱ Ἀρειανοὶ καὶ καταστήσωσι κληρικόν (πολλάκις
γὰρ κολακεύσαντες αὐτὸν πεισθῆναι τῇ αἱρέσει ὑπισχνοῦντο μείζονας προκοπάς, εἰ
δέον, καὶ ἐπίσκοπον αὐτὸν καταστῆσαι) – ὁ δὲ ἔφασκε τούτου χάριν συνῆφθαι
δευτέρᾳ γυναικί, ὅπως διαδράσοι τὰς αὐτῶν χειροτονίας.
6. Ἀλλὰ ἐπάνειμι τὴν ὑφήγησιν τῆς κατὰ τὸν πατριάρχην ὑποθέσεως καὶ αὐτοῦ
τοῦ Ἰωσήπου εἰς τοὐμφανὲς κατὰ λεπτότητα τοῖς βουλομένοις ἐντυγχάνειν διὰ τῶν
ὑπ' ἐκείνου λόγων ἐμοὶ εἰρημένων ποιησόμενος. καὶ ἤδη μέν, ὡς ἐκεῖνος ὑφηγεῖτο,
τοῦ πατριάρχου λουτροῦ καταξιουμένου, διὰ τῶν ἐν ταῖς θύραις ἁρμογῶν εἴσω
παρακύπτων, φησίν, κατενόουν τὰ ὑπὸ τοῦ ἐπισκόπου τῷ πατριάρχῃ γινόμενα, εἰς
νοῦν τε ἔλαβον καὶ παρ' ἐμαυτῷ ἐταμιευόμην. καὶ γὰρ καὶ χρυσίου ὁλκήν τινα
ἱκανωτάτην ἔχων παρὰ χεῖρα ὁ αὐτὸς πατριάρχης, ἐκτείνας τὴν χεῖρα, φησίν,
ἐπέδωκεν τῷ ἐπισκόπῳ, φάσκων ὅτι «πρόσφερε ὑπὲρ ἐμοῦ. γέγραπται γὰρ διὰ τῶν
ἱερέων τοῦ θεοῦ δεσμεύεσθαι καὶ λύεσθαι ἐπὶ τῆς γῆς, καὶ <ὅτι> ἔσται
ταῦτα λελυμένα καὶ δεδεμένα ἐν τῷ οὐρανῷ». ὡς οὖν ταῦτα ἐπράχθη, φησίν, καὶ
ἠνοίγησαν αἱ θύραι, ἠρωτᾶτο ὑπὸ τῶν ἐπισκεπτομένων ὁ πατριάρχης πῶς ἔχοι διὰ
τοῦ βοηθήματος, καὶ ὡμολόγει καλλίστως ἔχειν· καὶ γὰρ ᾔδει ὃ ἔλεγεν. ἔπειτα δὲ
<μετὰ> ἡμέρας δύο ἢ τρεῖς τὸν ἀριθμόν, πολλάκις τοῦ ἐπισκόπου
ἐπισκεπτομένου αὐτὸν ἐν ἰατροῦ προφάσει, ἐκοιμήθη ὁ πατριάρχης μετὰ καλῆς
ἀποθέσεως, παραδοὺς τὸν ἴδιον υἱὸν κομιδῆ νέον ὄντα Ἰωσήπῳ τε καὶ ἄλλῳ τινὶ
ἐπιεικεστάτῳ *. τὰ πάντα τοίνυν ἐπράττετο διὰ τῶν δύο τούτων, διὰ τὸ ἔτι τὸν
πατριάρχην παῖδα ὄντα νηπιάζειν καὶ ἐν χειροῖν αὐτῶν ἀνατρέφεσθαι. ἐν τούτῳ τῷ
καιρῷ τῆς διανοίας τοῦ Ἰωσήπου ἐνοχλουμένης πολλάκις διὰ τῶν γενομένων μυστικῶν
ἐν τῇ κατὰ τὸ λουτρὸν ὑποθέσει ἐσκέπτετο τί ἂν πράξειεν. καὶ ἦν ἐκεῖσε
γαζοφυλακίου τις οἶκος ἐσφραγισμένος· γάζα δὲ ἑρμηνεύεται κατὰ τὴν Ἑβραΐδα
θησαυρός. πολλῶν δὲ πολλὰ διανοουμένων περὶ τοῦ γαζοφυλακίου τούτου διὰ τὴν
σφραγῖδα, ὁ Ἰώσηπος λεληθότως τολμήσας ἤνοιξεν καὶ ηὗρεν οὐδὲν χρημάτων πλὴν
βίβλους τὰς ὑπὲρ χρήματα. ἀναγινώσκων δὲ ἐν ταύταις, ὡς ἤδη ἔφην, τὸ κατὰ
Ἰωάννην εὐαγγέλιον ἀπὸ Ἑλλάδος εἰς Ἑβραΐδα φωνὴν μεταληφθὲν ηὕρατο καὶ τὰς τῶν
ἀποστόλων Πράξεις· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, Ἑβραϊκὸν φύσει
ὄν, ἐκ τούτων ἀναγνοὺς πάλιν τὴν διάνοιαν ἐτρύχετο, ἀσχάλλων μέν πως περὶ τῆς
πίστεως τοῦ Χριστοῦ· ἤδη δὲ ἐκ δύο ὑποθέσεων ὑπονυττόμενος, τῆς τῶν βιβλίων
ἀναγνώσεως καὶ τῆς τοῦ πατριάρχου μυσταγωγίας, ὅμως τῇ καρδίᾳ ἐσκληρύνετο, οἷα
γίνεται.
7. Ὡς δὲ ἐν τούτοις κατετρίβετο, ἁδρύνεται ὁ παῖς ὁ καταλειφθεὶς ὑπὸ Ἐλλὴλ
εἰς πατριαρχίαν τρεφόμενος· οὐδεὶς γὰρ ἄλλος ἁρπάζει τὰς ἀρχὰς παρὰ τοῖς
Ἰουδαίοις, ἀλλὰ υἱὸς πατέρα διαδέχεται. ὡς οὖν ἐπὶ τὸ ἀκμαῖον τῆς ἡλικίας ὁ
νέος ἤρχετο, προσεφθείροντο αὐτῷ τινες ἥλικες ἀργοὶ καὶ ἐθάδες κακῶν· τάχα δέ,
οἶμαι, Ἰούδας οὗτος ἐκαλεῖτο, οὐ πάνυ δὲ σαφῶς ἐπίσταμαι διὰ τὸν χρόνον.
μετέφερον οὖν αὐτὸν οἱ συνηλικιῶται νεώτεροι εἰς πολλὰς κακῶν ἐπιτηδεύσεις,
φθοράς τε γυναικῶν καὶ λαγνείας ἀνοσίους, μαγγανείαις τισὶν μαγικαῖς
ἐπιχειροῦντες αὐτῷ συνεργεῖν εἰς τὰ τῆς ἀκολασίας *, ἀγώγιμά τινα ἐπιτελοῦντες
καὶ διὰ ἐπαοιδῶν βιαζόμενοι γυναῖκας ἐλευθέρας πρὸς τὴν τούτου φθορὰν ἐξ
ἀνάγκης ἄγεσθαι. ὁ δὲ Ἰώσηπος καὶ ὁ σὺν αὐτῷ πρεσβύτης ἀνάγκην ἔχοντες τῷ παιδὶ
συνέπεσθαι βαρέως μὲν ἔφερον, πολλάκις δὲ καὶ ἐγκλήματα προσέφερον διὰ λόγων
καὶ παρῄνουν αὐτῷ. ὁ δὲ μᾶλλον τοῖς νέοις ἐπείθετο, κρύπτων τὰ αἰσχρὰ καὶ
ἀρνούμενος· οὔτε γὰρ ἐτόλμων οἱ περὶ Ἰώσηπον ἐξειπεῖν τὰ κατ' ἐκείνου φανερῷ τῷ
λόγῳ, ἀλλ' ὡς δι' ἐπιστήμην παρῄνουν. παραγίνονται γοῦν εἰς Γάδαρα εἰς τὰ θερμὰ
ὕδατα. πανήγυρις δὲ ἐκεῖ κατ' ἔτος ἄγεται· ἀπέρχονται γὰρ πανταχόθεν οἱ
βουλόμενοι λούσασθαι ἡμέρας τινάς, νοσημάτων δῆθεν ἀποβολῆς ἕνεκεν, ὅπερ ἐστὶ
διαβολικὸν στρατήγημα. ἔνθα γὰρ τὰ παρὰ τοῦ θεοῦ θαύματα γεγένηται, προὔλαβεν ὁ
δι' ἐναντίας θεῖναι αὐτοῦ τὰ ὀλετήρια δίκτυα. ἀνδρόγυνα γὰρ ἐκεῖσε λούονται.
κατὰ συγκυρίαν δὲ γυνή τις ἐλευθέρα ἔτυχεν ἐν τῷ λουτρῷ, κάλλει διαπρέπουσα
εὐμορφίας. καὶ ὁ νεώτερος θελχθεὶς τῷ ἔθει τῆς αὐτοῦ ἀκολασίας, διιὼν ἐν τῷ
ἀέρι παρενέτριψεν αὐτοῦ τὴν πλευρὰν τῇ πλευρᾷ τοῦ γυναίου. ἡ δὲ ἑαυτὴν
ἐσφραγίσατο εἰς ὄνομα Χριστοῦ οἷα δὴ Χριστιανὴ οὖσα· ᾗ οὔτε ἀνάγκη ἦν
παρανομεῖν καὶ ἀνδρογύνως λούεσθαι. συμβαίνει δὲ ταῦτα τοῖς ἀφελέσι καὶ
ἰδιώταις ἀνθρώποις παρὰ τὴν τῶν διδασκάλων ῥᾳθυμίαν μὴ ἀσφαλιζομένων διὰ τῆς
διδασκαλίας. ὅμως ἵνα δείξῃ ὁ θεὸς τὰ αὐτοῦ θαυμάσια, τοῦ ἐπιχειρήματος τὸ
μειράκιον ἀπέτυχεν, φημὶ δὲ ὁ πατριάρχης. διεπέμψατο γὰρ πρὸς τὴν γυναῖκα καὶ
δῶρα ἐτάξατο· ἡ δὲ τοὺς διαπεμφθέντας ἐξυβρίσασα οὐκ ἐκάμφθη τῇ τοῦ ἀκολάστου
ματαιοεργίᾳ.
8. Ἐντεῦθεν οἱ συνεργοῦντες αὐτῷ γνόντες τὴν τοῦ παιδὸς ὀδύνην, ἣν εἰς τὸ
γύναιον ἀπημπόλησεν, ἐπιχειροῦσιν αὐτῷ τινα μείζονα μαγγανείαν κατασκευάσαι, ὡς
αὐτὸς Ἰώσηπος ἐμοὶ κατὰ λεπτότητα ὑφηγήσατο. ἀπάγουσι γὰρ τὸν ἄθλιον παῖδα μετὰ
δύσιν ἡλίου ἐν τοῖς πλησιαίτερον τύμβοις· πολυάνδρια δέ ἐστιν οὕτως ἐν τῇ
πατρίδι καλούμενα σπήλαια ἐν πέτραις ὀρυκτὰ κατεσκευασμένα. ἐκεῖ παραλαβόντες
τὸν προειρημένον οἱ ἅμα αὐτῷ γόητες ἐπῳδάς τινας καὶ ἐπιορκισμοὺς καὶ
ἐπιτηδεύματα ἀσεβείας ἔμπλεα εἰς αὐτὸν ἐποιοῦντο καὶ εἰς ὄνομα τῆς προειρημένης
γυναικός. ἐκ θεοῦ δὲ βουλήσεως εἰς νοῦν ταῦτα ἦλθεν τοῦ ἄλλου πρεσβύτου τοῦ σὺν
Ἰωσήπῳ τυγχάνοντος· ὁ δὲ αἰσθόμενος τῶν γινομένων τῷ Ἰωσήπῳ ἀνακοινοῦται. καὶ
πρῶτον μὲν ταλανίσας ἑαυτὸν ἔφη «τάλανες ἡμεῖς» φησίν, «ἀδελφέ, καὶ ἀπωλείας
σκεύη, τίνι προσεδρεύομεν;» ὁ δὲ Ἰώσηπος τὴν αἰτίαν ἐρωτήσας οὐ πρότερον ἤκουσε
παρ' αὐτοῦ διὰ λόγων πρὶν αὐτοῦ λαβόμενος τῆς χειρὸς ὁ πρεσβύτης ἀπήγαγε τὸν
Ἰώσηπον, ἔνθα τὸ ἄθροισμα οἱ φθοριμαῖοι μετὰ τοῦ νεωτέρου ἐν τοῖς μνήμασι
μαγγανείας ἕνεκα ἐποιοῦντο. καὶ ἔξω μὲν τῆς θύρας στάντες τὰ παρ' ἐκείνων
γινόμενα κατηκροάσαντο, ἐκείνων δὲ ἐξιόντων ὑπεχώρησαν. οὔπω γὰρ πολλὴ ἑσπέρα
ἦν, ἀλλὰ ὡς πρὸς αὐτὴν τὴν ἡλίου δύσιν, ἔτι δυναμένου ὀφθαλμοῦ ἀμαυρῶς ἰδεῖν.
μετὰ οὖν τὴν τῶν ἀσεβεστάτων ἔξοδον ἀπὸ τοῦ μνημείου οἱ περὶ Ἰώσηπον εἰσῆλθον
καὶ καταλαμβάνουσιν τινὰ † ἐπιτηδεύματα καὶ ἄλλα τινὰ ἐπιτηδεύματα περιεργίας
χαμαὶ ἐρριμμένα, οἷς προσκενώσαντες οὖρα καὶ ἐπαμήσαντες κόνιν, ὡς ἐκεῖνος ἔφη,
ἐξῆλθον. ἔγνωσαν δὲ τὴν ἐπιβουλήν, διὰ ποίαν γυναῖκα αὐτοῖς ἐκακουργήθη ταῦτα,
καὶ παρετηροῦντο εἰ κατισχύσουσιν. ὡς οὖν οὐ κατίσχυσαν οἱ γόητες (διὰ γὰρ τῆς
σφραγῖδος τοῦ Χριστοῦ καὶ πίστεως ἐβοηθήθη ἡ γυνή), ἔγνωσαν τὸν νεώτερον ἐν
τρισὶ νυξὶν διὰ τὴν τοῦ γυναίου ἄφιξιν προσκαρτερήσαντα, εἰς ὕστερον δὲ
μαχεσάμενον τοῖς τὴν περιεργίαν ποιησαμένοις, ὅτι οὐκ ἐπέτυχεν. τοῦτο τρίτον τῷ
Ἰωσήπῳ κατηχήσεως ἔργον ἐγίνετο, ὅτι οὐκ ἴσχυσεν, ἔνθα ὄνομα Χριστοῦ καὶ
σφραγὶς σταυροῦ, φαρμακείας δύναμις. οὐ μὴν δὲ ἤδη ἐπείσθη Χριστιανὸς γενέσθαι.
9. Ἔπειτα φαίνεται αὐτῷ ἐν ὕπνοις ὁ κύριος, φάσκων ὅτι «ἐγώ εἰμι Ἰησοῦς, ὃν
οἱ σοὶ γονεῖς ἐσταύρωσαν, ἀλλὰ πίστευε εἰς ἐμέ». ὁ δὲ οὐδ' οὕτως πεισθεὶς
ὑπέπεσεν νόσῳ μεγάλῃ καὶ ἀπηγορεύθη. ὁ δὲ κύριος πάλιν ὀπτάνεται αὐτῷ, φήσας
αὐτῷ πιστεύειν καὶ ἰαθήσεσθαι· ὁ δὲ ἐπαγγειλάμενος ἀνέσφηλεν καὶ πάλιν ἐνέμενεν
τῇ σκληραυχενίᾳ. εἰς δευτέραν δὲ πάλιν ὑποπίπτει νόσον καὶ ὡσαύτως ἀπηγορεύθη.
ὑποληφθεὶς δὲ τελευτᾶν ὑπὸ τῶν συγγενῶν αὐτοῦ Ἰουδαίων τὸ παρ' αὐτοῖς ἀεὶ
μυστηριωδῶς γινόμενον παρὰ τούτων ἤκουσε. τῶν γὰρ νομομαθῶν ἀνήρ τις πρεσβύτης
ἐλθὼν εἰς τὸ οὖς αὐτοῦ ἀπήγγειλε λέγων ὅτι «πίστευε <εἰς> Ἰησοῦν, τὸν
ἐσταυρωμένον ἐπὶ Ποντίου Πιλάτου ἡγεμόνος, υἱὸν θεοῦ προόντα καὶ ἐκ Μαρίας
ὕστερον γεγεννημένον, Χριστὸν δὲ ὄντα θεοῦ καὶ ἐκ νεκρῶν ἀναστάντα, καὶ ὅτι
αὐτὸς ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς». ταῦτα ὁ αὐτὸς Ἰώσηπος ἐν τῇ ὑφηγήσει
σαφῶς μοι ἀνήγγειλεν, ὡς φιλαλήθως ἔστιν εἰπεῖν. ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς τὸ
τοιοῦτον ἤκουσα, ἔτι ὄντος Ἰουδαίου διὰ τὸν τῶν Ἰουδαίων φόβον ἀνὰ μέσον δὲ
Χριστιανῶν πολλάκις διατρίβοντος καὶ Χριστιανοὺς τιμῶντός τε καὶ ἀγαπῶντος,
συνοδεύσαντός μοι ἐν τῇ ἐρήμῳ τῆς Βαιθὴλ καὶ Ἐφραῒμ ἐπὶ τὴν ὀρεινὴν ἀνερχομένῳ
ἀπὸ τῆς Ἱεριχοῦς καὶ ἀντιβάλλοντι πρὸς αὐτὸν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ
αὐτοῦ μὴ ἀντιλέγοντος. θαυμάζοντος δέ μου καὶ ἐρωτῶντος τὴν αἰτίαν (ἦν γὰρ καὶ
νομομαθὴς καὶ δυνάμενος ἀντιλέγειν), τίνος χάριν οὐκ ἀντιλέγει ἀλλὰ πείθεται
περὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν, ἀκούων τὰ τοσαῦτα ἀπεκάλυψέν μοι καὶ οὗτος,
ὡς μέλλων τελευτᾶν ἤκουσε παρ' αὐτῶν εἰς ἀκοὴν ὠτίου ἐν ψιθυρισμῷ ὅτι «Ἰησοῦς
Χριστὸς ὁ σταυρωθεὶς υἱὸς τοῦ θεοῦ μέλλει σε κρίνειν». ἀλλὰ ταῦτά μοι περὶ
τούτων καὶ κατὰ τοῦτον τὸν λόγον ἐνταῦθα [μοι] ἐξ ἀληθινῆς ἀκοῆς παρακείσθω.
10. Ἔτι δὲ ὁ Ἰώσηπος ἐν νόσῳ ἦν καὶ ἀκούσας παρὰ τοῦ πρεσβύτου ὡς προεῖπον
μετὰ τῶν ἄλλων ὅτι Ἰησοῦς Χριστός σε κρινεῖ, ἔτι ἐσκληρύνετο. ὁ δὲ κύριος πάλιν
πρὸς αὐτὸν κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν δι' ὁράματος ἐνυπνίου «ἰδού» φησίν
«ἰῶμαί σε, ἀλλὰ ἀναστὰς πίστευε». ἀναστὰς δὲ πάλιν ἀπὸ τῆς νόσου οὐκ
ἐπίστευσεν. ὑγιαίνοντι δὲ αὐτῷ φαίνεται ὁ κύριος πάλιν κατ' ὄναρ, ἐγκαλῶν αὐτῷ
δι' ἣν αἰτίαν οὐκ ἐπίστευσεν. ἐπαγγέλλεται δὲ αὐτῷ λέγων ὁ κύριος ὅτι εἰς
πληροφορίαν πίστεως εἴ τι βούλει ἐν ὀνόματί μου θεοσήμειον ἐργάσασθαι,
ἐπικάλεσαί με κἀγὼ ποιήσω. μαινόμενος δέ τις ἦν ἐν τῇ πόλει, ὃς γυμνὸς τὴν
πόλιν περιῄει (φημὶ δὲ ἐν Τιβεριάδι) καὶ πολλάκις ἐνδιδυσκόμενος τὴν ἐσθῆτα διερρήγνυεν,
ὡς ἔθος τοῖς τοιούτοις. ὁ οὖν Ἰώσηπος βουλόμενος ἐν πείρᾳ γενέσθαι τοῦ
ὁράματος, διστάζων δὲ ἔτι αἰδοῖ κατείχετο. παραλαμβάνει γοῦν τοῦτον ἔνδον καὶ
ἀποκλείσας τὴν θύραν ὕδωρ τε λαβὼν εἰς τὴν χεῖρα καὶ σφραγίσας τὸ ὕδωρ,
ἐρράντισεν ἐπὶ τὸν ἐμμανῆ ἄνθρωπον φήσας «ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου τοῦ
σταυρωθέντος ἔξελθε ἀπ' αὐτοῦ τὸ δαιμόνιον καὶ ὑγιὴς γένηται». ὁ δὲ ἄνθρωπος
ἀνακράξας μέγα καὶ χαμαὶ πεσών, ἀφρίσας πολλὰ καὶ σπαραχθεὶς ἔμεινεν πολλὴν
ὥραν ἀκίνητος, Ἰώσηπος δὲ ὑπενόησε τὸν ἄνθρωπον τεθνάναι. ὁ δὲ μετὰ ὥραν
διατριψάμενος τὸ μέτωπον ἀνέστη καὶ ἀναστὰς καὶ θεασάμενος τὴν ἰδίαν γύμνωσιν
ἑαυτὸν ἔκρυπτεν καὶ τὰς χεῖρας ἐπὶ τῇ αἰσχύνῃ ἐπετίθει, μηκέτι φέρων ἰδεῖν τὴν
ἰδίαν γύμνωσιν. ἱμάτιον δὲ παρ' αὐτοῦ τοῦ Ἰωσήπου ἐξ ὧν εἶχεν ἐνδυθείς, εἰς κατάστασιν
συνέσεως καὶ σωφρονισμοῦ ἐλθὼν τῷ τε ἀνδρὶ πολλὰ εὐχαριστήσας καὶ θεῷ, γνοὺς
ὅτι δι' αὐτοῦ ἔτυχε τῆς σωτηρίας, ἐν τῇ πόλει διεφήμιζε τὸν ἄνδρα, καὶ γνωστὸν
ἐγένετο τοῖς ἐκεῖσε Ἰουδαίοις τοῦτο τὸ σημεῖον. θρύλλος δὲ πολὺς ἠκολούθησεν ἐν
τῇ πόλει λεγόντων ὅτι Ἰώσηπος τὰ γαζοφυλάκια ἀνοίξας καὶ εὑρὼν γεγραμμένον τὸ
ὄνομα τοῦ θεοῦ καὶ ἀναγνούς, σημεῖα μεγάλα ἐργάζεται. ἦν δὲ ἀληθὲς τὸ ὑπ' αὐτῶν
λεγόμενον, οὐχ ὡς δὲ αὐτοὶ ὑπενόουν. ἔτι δὲ ἐπέμενεν ὁ Ἰώσηπος σκληρυνόμενος τῇ
καρδίᾳ. ἀλλὰ ὁ φιλάνθρωπος θεός, προφάσεις ἀεὶ ἐνεργῶν τοῖς ἀγαπῶσιν αὐτὸν
ἀγαθάς, ταύτας παρέχει τοῖς εἰς ζωὴν καταξιουμένοις ἀνθρώποις.
11. Συμβέβηκε γὰρ αὐτῷ τῷ Ἰωσήπῳ μετὰ τὸ ἁδρυνθῆναι Ἰούδαν τὸν πατριάρχην,
ὃν προείπαμεν (τάχα γὰρ οὕτως ἐλέγετο), ἀμοιβῆς ἕνεκα γέρας τῷ Ἰωσήπῳ τῆς
ἀποστολῆς δοῦναι τὴν ἐπικαρπίαν. καὶ μετ' ἐπιστολῶν οὗτος ἀποστέλλεται εἰς τὴν
Κιλίκων γῆν· ὃς ἀνελθὼν ἐκεῖσε ἀπὸ ἑκάστης πόλεως τῆς Κιλικίας τὰ ἐπιδέκατα καὶ
τὰς ἀπαρχὰς παρὰ τῶν ἐν τῇ ἐπαρχίᾳ Ἰουδαίων εἰσέπραττεν. ἐν τούτῳ δὲ τῷ καιρῷ
κατάγεται πλησιαίτερον τῆς ἐκκλησίας, οὐκ οἶδ' εἰπεῖν ἐν ποίᾳ πόλει.
φιλ<ι>οῦται δὲ τῷ ἐκεῖσε ἐπισκόπῳ, † ὃς λεληθότως ᾔτησε παρ' αὐτοῦ τὰ
εὐαγγέλια καὶ ἀνέγνω. ἐπεὶ οὖν οἷα ἀπόστολος (οὕτως γὰρ παρ' αὐτοῖς ὡς ἔφην τὸ
ἀξίωμα καλεῖται), ἐμβριθέστατός <τε ὢν> καὶ καθαρεύων δῆθεν, τὰ εἰς
κατάστασιν εὐνομίας οὗτος διετέλει προβαλλόμενος, πολλοὺς τῶν κατασταθέντων
ἀρχισυναγώγων καὶ ἱερέων καὶ πρεσβυτέρων καὶ ἀζανιτῶν (τῶν παρ' αὐτοῖς διακόνων
ἑρμηνευομένων ἢ ὑπηρετῶν) καθαιρῶν τε καὶ μετακινῶν τοῦ ἀξιώματος, ὑπὸ πολλῶν
ἐνεκοτεῖτο, οἵτινες ὥσπερ ἀμύνασθαι αὐτὸν πειρώμενοι πολυπραγμονεῖν τοῦτον καὶ
ἰχνηλατεῖν τὰ παρ' αὐτοῦ γινόμενα οὐ μικρὸν ἐσπούδαζον. διὰ τοιαύτην δὲ αἰτίαν
πολυπραγμονήσαντες ἀθρόως εἰσέφρησαν οἴκαδε εἰς τὸ αὐτοῦ ἐφέστιον καὶ
καταλαμβάνουσιν αὐτὸν τὰ εὐαγγέλια διερχόμενον, τήν τε βίβλον κατέχουσι τὸν δὲ
ἄνδρα ἁρπάζουσι, σύροντες χαμαὶ καὶ βοῶντες, καὶ αἰκίας ἐπιφέροντες οὐ τὰς
τυχούσας ἀπάγουσι μὲν εἰς τὴν συναγωγὴν καὶ μαστίζουσι τοῦτον κατὰ τὸν νόμον.
καὶ οὗτος αὐτῷ πρῶτος ἀγὼν γίνεται· ἐπέστη δὲ ὁ ἐπίσκοπος τῆς πόλεως καὶ
ἀφείλετο αὐτόν. ἄλλοτε δὲ καταλαμβάνουσιν αὐτὸν ἐν ὁδοιπορίᾳ τινί, ὡς ἡμῖν
ὑφηγήσατο, καὶ ῥίπτουσιν αὐτὸν εἰς Κύδνον τὸν ποταμόν. τῷ δὲ ῥεύματι αὐτὸν
ἀφαρπαχθέντα * ἐτόπασαν μή πη ἄρα ὄλωλεν ὑποβρύχιος γενόμενος τοῖς ὕδασι καὶ
ἔχαιρον ἐπὶ τούτῳ. ὁ δὲ μικρῷ ὕστερον λουτροῦ ἁγίου καταξιοῦται (ἐσώθη γάρ),
ἄνεισι δὲ ἐπὶ τὸ κομιτάτον καὶ βασιλεῖ Κωνσταντίνῳ φιλιοῦται καὶ ἀνέθετο αὐτῷ
τὰ καθ' ἑαυτὸν ἅπαντα, ὡς ἦν τῶν κατ' Ἰουδαίους ἐξοχωτάτης ἀξίας καὶ ὡς αἱ
θεοπτίαι αὐτῷ πάντῃ ἐπεφαίνοντο, τοῦ κυρίου αὐτὸν προσκαλουμένου εἰς τὴν ἁγίαν
κλῆσιν καὶ σωτηρίαν τῆς κατ' αὐτὸν πίστεώς τε καὶ γνώσεως. ὁ δὲ ἀγαθὸς
βασιλεύς, δοῦλος ὢν Χριστοῦ ἐν ἀληθείᾳ καὶ τὸν κατὰ θεὸν ζῆλον ἐν βασιλεῦσι
μετὰ Δαυὶδ καὶ Ἐζεκίαν καὶ Ἰωσίαν κεκτημένος, γέρας αὐτῷ δίδωσιν, ὡς ἤδη προεῖπον,
ἀξιώματος ἐν τῇ αὐτοῦ βασιλείᾳ. κόμητα γὰρ αὐτὸν κατέστησε, φήσας αὐτῷ αἰτεῖν
πάλιν ὃ βούλεται· ὁ δὲ οὐδὲν ᾐτήσατο πλὴν τοῦτο μέγιστον χάρισμα τυχεῖν παρὰ
τοῦ βασιλέως τὸ ἐπιτραπῆναι [καὶ] διὰ προστάγματος βασιλικοῦ οἰκοδομῆσαι
Χριστοῦ ἐκκλησίας ἐν ταῖς πόλεσι καὶ κώμαις τῶν Ἰουδαίων, ἔνθα τις οὐδέποτε
ἴσχυσεν προστήσασθαι ἐκκλησίας διὰ τὸ μήτε Ἕλληνα μήτε Σαμαρείτην μήτε
Χριστιανὸν μέσον αὐτῶν εἶναι. τοῦτο δὲ μάλιστα ἐν Τιβεριάδι καὶ ἐν Διοκαισαρείᾳ
τῇ καὶ Σεπφουρὶν καὶ ἐν Ναζαρὲτ καὶ ἐν Καπερναοὺμ φυλάσσεται <τὸ> παρ'
αὐτοῖς [τοῦ] μὴ εἶναι ἀλλόεθνον.
12. Λαβὼν δὲ ὁ Ἰώσηπος τὰ γράμματα καὶ τὴν ἐξουσίαν μετὰ τοῦ ἀξιώματος ἐπὶ
τὴν Τιβεριάδα ἧκεν, ἔχων καὶ ἐπιστολὰς ἀπὸ τῶν βασιλικῶν ἀναλίσκειν, ἀλλὰ καὶ
αὐτὸς ὀψωνίοις παρὰ τοῦ βασιλέως τετιμημένος. ἄρχεται γοῦν ἐν Τιβεριάδι
κτίζειν. ναὸς δὲ μέγιστος ἐν τῇ πόλει προϋπῆρχε· τάχα, οἶμαι, Ἀδριανεῖον τοῦτο
ἐκάλουν. ἀτελὲς δὲ τοῦτο τὸ Ἀδριανεῖον διαμεῖναν τάχα οἱ πολῖται εἰς δημόσιον
λουτρὸν ἐπειρῶντο ἐπισκευάσαι. ὅπερ εὑρὼν ὁ Ἰώσηπος ἐκ τούτου τὴν πρόφασιν ἔσχε,
καὶ ὡς ἤδη τετραχῆ τοὺς τοίχους διὰ τετραπόδων λίθων εὗρεν ἕως ὕψους τινὸς
ἀνεγηγερμένους, ἐντεῦθεν ἄρχεται ποιεῖσθαι τῆς ἐκκλησίας τὴν ἐπιμέλειαν.
ἀσβέστου δὲ ἦν χρεία καὶ τῆς ἄλλης ὕλης. καμίνους τοίνυν ἔξωθεν τῆς πόλεως
πολλὰς προσέταξε γενέσθαι, τάχα τὸν ἀριθμὸν ἑπτά (φούρνακας δὲ ἐπιχωρίως ταύτας
καλοῦσιν). οἱ δὲ δεινοὶ καὶ πρὸς πᾶν ἐπιχείρημα εὔτολμοι Ἰουδαῖοι τῆς παρ'
αὐτοῖς ἀεὶ γινομένης μαγγανείας οὐκ ἀπέσχοντο. μαγείαις γάρ τισι καὶ
περιεργίαις τὸ πῦρ καταδῆσαι οἱ γεννάδαι Ἰουδαῖοι ἐπετρίβησαν, ἀλλ' οὐκ εἰς
τέλος ἴσχυσαν. ἤργει γοῦν τὸ πῦρ καὶ οὐκ ἔπραττεν ἀλλὰ τῆς ἰδίας ὡς εἰπεῖν
φύσεως ἐκτὸς ἐγένετο. ὡς δὲ οἱ τὴν καυστικὴν ὕλην παραβάλλειν τῷ πυρὶ
ἐπιτεταγμένοι (φημὶ δὲ ῥῶπας εἴτ' οὖν φρύγανα) τῷ Ἰωσήπῳ τὸ πραχθὲν ἐσήμαναν,
δηχθεὶς τὴν φρένα ὁ ἀνὴρ καὶ ζήλῳ ἀρθεὶς τῷ πρὸς τὸν κύριον ἔδραμεν ἔξω τῆς
πόλεως καὶ ὕδωρ κελεύσας ἐνεχθῆναι ἐν ἀγγείῳ, ἐν καψάκῃ φημί (κακούβιον δὲ
τοῦτο οἱ ἐπιχώριοι καλοῦσι), λαβών <τε> τὸ αὐτὸ ἄγγος τοῦ ὕδατος ἐνώπιον
πάντων (συνηθροίσθη δὲ πλῆθος Ἰουδαίων ἐπὶ τὴν θέαν, καὶ τὸ ἀποβησόμενον ἰδεῖν
σπουδάζοντες καὶ ὅ τι ἐπιχειρήσειεν Ἰώσηπος πράττειν) μεγάλῃ τῇ φωνῇ ὁ ἀνὴρ
σταυροῦ σφραγῖδα ἐπιθεὶς τῷ ἀγγείῳ διὰ τοῦ ἰδίου δακτύλου καὶ ἐπικαλεσάμενος τὸ
ὄνομα Ἰησοῦ εἶπεν οὕτως «ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζωραίου, οὗ ἐσταύρωσαν οἱ
πατέρες μου καὶ τούτων πάντων τῶν περιεστώτων, γένηται δύναμις ἐν τούτῳ τῷ
ὕδατι εἰς ἀθέτησιν πάσης φαρμακείας καὶ μαγείας ἧς οὗτοι ἔπραξαν καὶ εἰς
ἐνέργειαν δυνάμεως τῷ πυρὶ εἰς τὸ ἐπιτελεσθῆναι τὸν οἶκον κυρίου». καὶ οὕτως
λαμβάνει τὸ ὕδωρ ἐν τῇ χειρὶ καὶ ῥαίνει ἑκάστῳ φούρνακι ἐκ τοῦ ὕδατος. καὶ
ἀνελύετο μὲν τὰ φάρμακα, τὸ πῦρ δὲ ἐνώπιον πάντων ἀνεβλύστανεν. οἱ δὲ παρόντες
ὄχλοι κραυγάσαντες «εἷς θεός, ὁ βοηθῶν τοῖς Χριστιανοῖς» ἀνεχώρησαν. πολλάκις
δὲ κακούντων τὸν ἄνδρα ἐκείνων, εἰς ὕστερον μέρος τι τοῦ ναοῦ ἐν Τιβεριάδι
οἰκοδομήσας καὶ μικρὰν ἐκκλησίαν ἀποτελέσας οὕτως ἐκεῖθεν ἀνεχώρησεν, ἐν
Σκυθοπόλει δὲ ἐλθὼν κατέμεινεν. ἐν Διοκαισαρείᾳ δὲ καὶ ἄλλαις τισὶ τελείως
ᾠκοδόμησε. ταῦτα δὲ πραχθέντα καὶ ἐνταῦθά μοι ἐπιμνησθέντα ἕνεκεν τῆς τῶν βίβλων
ἑρμηνείας, πῶς ἀπὸ Ἑλληνίδος τὸ εὐαγγέλιον τὸ κατὰ Ἰωάννην εἰς Ἑβραΐδα μετέπεσε
καὶ αἱ Πράξεις τῶν ἀποστόλων, ἕως ὧδε τὰ τῆς ἱστορίας καὶ ὑφηγήσεως ἐχέτω.
13. Ἐπάνειμι δὲ τὴν κατὰ Ἐβίωνος ποιούμενος ἀκολουθίαν· διὰ γὰρ τὸ κατὰ
Ματθαῖον εὐαγγέλιον προϊὼν ὁ λόγος τὴν ἀκολουθίαν τῆς εἰς ἡμᾶς ἐλθούσης γνώσεως
παραθέσθαι ἠνάγκασεν. ἐν τῷ γοῦν παρ' αὐτοῖς εὐαγγελίῳ κατὰ Ματθαῖον
ὀνομαζομένῳ, οὐχ ὅλῳ δὲ πληρεστάτῳ, ἀλλὰ νενοθευμένῳ καὶ ἠκρωτηριασμένῳ
(Ἑβραϊκὸν δὲ τοῦτο καλοῦσιν) ἐμφέρεται ὅτι «ἐγένετό τις ἀνὴρ ὀνόματι Ἰησοῦς,
καὶ αὐτὸς ὡς ἐτῶν τριάκοντα, ὃς ἐξελέξατο ἡμᾶς. καὶ ἐλθὼν εἰς Καφαρναοὺμ
εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ ἐπικληθέντος Πέτρου καὶ ἀνοίξας τὸ στόμα
αὐτοῦ εἶπεν· παρερχόμενος παρὰ τὴν λίμνην Τιβεριάδος ἐξελεξάμην Ἰωάννην καὶ
Ἰάκωβον, υἱοὺς Ζεβεδαίου, καὶ Σίμωνα καὶ Ἀνδρέαν καὶ * Θαδδαῖον καὶ Σίμωνα τὸν
ζηλωτὴν καὶ Ἰούδαν τὸν Ἰσκαριώτην, καὶ σὲ τὸν Ματθαῖον καθεζόμενον ἐπὶ τοῦ
τελωνίου ἐκάλεσα καὶ ἠκολούθησάς μοι. ὑμᾶς οὖν βούλομαι εἶναι δεκαδύο
ἀποστόλους εἰς μαρτύριον τοῦ Ἰσραήλ» καί «ἐγένετο Ἰωάννης βαπτίζων, καὶ ἐξῆλθον
πρὸς αὐτὸν Φαρισαῖοι καὶ ἐβαπτίσθησαν καὶ πᾶσα Ἱεροσόλυμα. καὶ εἶχεν ὁ Ἰωάννης
ἔνδυμα ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ. καὶ τὸ
βρῶμα αὐτοῦ, φησί, μέλι ἄγριον, οὗ ἡ γεῦσις ἡ τοῦ μάννα, ὡς ἐγκρὶς ἐν ἐλαίῳ»·
ἵνα δῆθεν μεταστρέψωσι τὸν τῆς ἀληθείας λόγον εἰς ψεῦδος καὶ ἀντὶ ἀκρίδων
ποιήσωσιν ἐγκρίδα ἐν μέλιτι. ἡ δὲ ἀρχὴ τοῦ παρ' αὐτοῖς εὐαγγελίου ἔχει ὅτι
«ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας <ἐπὶ ἀρχιερέως
Καϊάφα>, ἦλθέν <τις> Ἰωάννης <ὀνόματι> βαπτίζων βάπτισμα
μετανοίας ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ὃς ἐλέγετο εἶναι ἐκ γένους Ἀρὼν τοῦ ἱερέως,
παῖς Ζαχαρίου καὶ Ἐλισάβετ, καὶ ἐξήρχοντο πρὸς αὐτὸν πάντες». καὶ μετὰ τὸ
εἰπεῖν πολλὰ ἐπιφέρει ὅτι «τοῦ λαοῦ βαπτισθέντος ἦλθεν καὶ Ἰησοῦς καὶ ἐβαπτίσθη
ὑπὸ τοῦ Ἰωάννου. καὶ ὡς ἀνῆλθεν ἀπὸ τοῦ ὕδατος, ἠνοίγησαν οἱ οὐρανοὶ καὶ εἶδεν
τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς, κατελθούσης καὶ εἰσελθούσης εἰς αὐτόν.
καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· σύ μου εἶ ὁ υἱὸς ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα,
καὶ πάλιν· ἐγὼ σήμερον γεγέννηκά σε. καὶ εὐθὺς περιέλαμψε τὸν τόπον φῶς μέγα. ὃ
ἰδών, φησίν, ὁ Ἰωάννης λέγει αὐτῷ· σὺ τίς εἶ, κύριε; καὶ πάλιν φωνὴ ἐξ οὐρανοῦ
πρὸς αὐτόν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ' ὃν ηὐδόκησα. καὶ τότε,
φησίν, ὁ Ἰωάννης προσπεσὼν αὐτῷ ἔλεγεν· δέομαί σου, κύριε, σύ με βάπτισον. ὁ δὲ
ἐκώλυσεν αὐτὸν λέγων· ἄφες, ὅτι οὕτως ἐστὶ πρέπον πληρωθῆναι πάντα».
14. Ὅρα δὲ τὴν παρ' αὐτοῖς παραπεποιημένην πανταχόθεν διδασκαλίαν, πῶς πάντα
χωλά, λοξὰ καὶ οὐδεμίαν ὀρθότητα ἔχοντα. ὁ μὲν γὰρ Κήρινθος καὶ Καρποκρᾶς, τῷ
αὐτῷ χρώμενοι δῆθεν παρ' αὐτοῖς εὐαγγελίῳ *, ἀπὸ τῆς ἀρχῆς τοῦ κατὰ Ματθαῖον
εὐαγγελίου διὰ τῆς γενεαλογίας βούλονται παριστᾶν ἐκ σπέρματος Ἰωσὴφ καὶ Μαρίας
εἶναι τὸν Χριστόν. οὗτοι δὲ ἄλλα τινὰ διανοοῦνται. παρακόψαντες γὰρ τὰς παρὰ τῷ
Ματθαίῳ γενεαλογίας ἄρχονται τὴν ἀρχὴν ποιεῖσθαι ὡς προείπομεν, λέγοντες ὅτι
«ἐγένετο» φησίν «ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἐπὶ ἀρχιερέως
Καϊάφα, ἦλθέν τις Ἰωάννης ὀνόματι βαπτίζων βάπτισμα μετανοίας ἐν τῷ Ἰορδάνῃ
ποταμῷ» καὶ τὰ ἑξῆς· ἐπειδὴ γὰρ βούλονται τὸν μὲν Ἰησοῦν ὄντως ἄνθρωπον εἶναι,
ὡς προεῖπον, Χριστὸν δὲ ἐν αὐτῷ γεγενῆσθαι τὸν ἐν εἴδει περιστερᾶς καταβεβηκότα
(καθάπερ ἤδη καὶ παρ' ἄλλαις αἱρέσεσιν εὑρήκαμεν) συναφθέντα <τε> αὐτῷ,
καὶ εἶναι αὐτὸν τὸν Χριστὸν * ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς γεγεννημένον.
πάλιν δὲ ἀρνοῦνται εἶναι αὐτὸν ἄνθρωπον, δῆθεν ἀπὸ τοῦ λόγου οὗ εἴρηκεν ὁ σωτὴρ
ἐν τῷ ἀναγγελῆναι αὐτῷ ὅτι «ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν»,
ὅτι «τίς μού ἐστι μήτηρ καὶ ἀδελφοί; καὶ ἐκτείνας τὴν χεῖρα ἐπὶ τοὺς μαθητὰς
ἔφη· οὗτοί εἰσιν οἱ ἀδελφοί μου καὶ ἡ μήτηρ καὶ ἀδελφαὶ οἱ ποιοῦντες τὰ
θελήματα τοῦ πατρός μου». ἐντεῦθεν, ὡς ἔφην, τῆς πάσης κυβείας μεμεστωμένος ὁ
Ἐβίων διὰ πολλῶν μορφῶν ὑποφαίνει ἑαυτόν, ὡς εἶναι τεράστιον κατὰ τὰ ἄνω μοι
προδεδηλωμένα.
15. Χρῶνται δὲ καὶ ἄλλαις τισὶ βίβλοις, δῆθεν ταῖς Περιόδοις καλουμέναις
Πέτρου ταῖς διὰ Κλήμεντος γραφείσαις, νοθεύσαντες μὲν τὰ ἐν αὐταῖς, ὀλίγα δὲ
ἀληθινὰ ἐάσαντες, ὡς αὐτὸς Κλήμης αὐτοὺς κατὰ πάντα ἐλέγχει ἀφ' ὧν ἔγραψεν
ἐπιστολῶν ἐγκυκλίων τῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀναγινωσκομένων, ὅτι ἄλλον
ἔχει χαρακτῆρα ἡ αὐτοῦ πίστις καὶ ὁ λόγος παρὰ τὰ ὑπὸ τούτων εἰς ὄνομα αὐτοῦ ἐν
ταῖς Περιόδοις νενοθευμένα. αὐτὸς γὰρ παρθενίαν διδάσκει καὶ αὐτοὶ οὐ δέχονται·
αὐτὸς ἐγκωμιάζει Ἠλίαν καὶ Δαυὶδ καὶ Σαμψὼν καὶ πάντας προφήτας, οὓς οὗτοι
βδελύττονται. ἐν ταῖς οὖν Περιόδοις τὸ πᾶν εἰς ἑαυτοὺς μετήνεγκαν,
καταψευσάμενοι Πέτρου κατὰ πολλοὺς τρόπους, ὡς αὐτοῦ καθ' ἡμέραν βαπτιζομένου
ἁγνισμοῦ ἕνεκεν, καθάπερ καὶ οὗτοι· ἐμψύχων τε τὸν αὐτὸν ἀπέχεσθαι καὶ κρεῶν,
ὡς καὶ αὐτοί, καὶ πάσης ἄλλης ἐδωδῆς τῆς ἀπὸ σαρκῶν πεποιημένης λέγουσιν,
ἐπειδήπερ καὶ αὐτὸς Ἐβίων καὶ Ἐβιωνῖται παντελῶς τούτων ἀπέχονται. ὅταν δὲ
ἐρωτήσῃς ἕνα τῶν αὐτῶν, τίνος ἕνεκεν ἐμψύχων οὐ μεταλαμβάνουσι, μὴ ἔχοντές τι
διηγήσασθαι ἀποκρίνονται ἀσυνέτως καὶ λέγουσι· διὰ τὸ ἐκ συνουσίας καὶ
ἐπιμιξίας σωμάτων εἶναι αὐτὰ οὐ μεταλαμβάνομεν, ὡς εἶναι αὐτοὺς ὅλους τοὺς ἀπὸ
ἐπιμιξίας ἀνδρός τε καὶ γυναικὸς βδελυκτοὺς κατὰ τὰ ὑπὸ τοῦ στόματος αὐτῶν
ληρωδῶς ἐξεμεθέντα.
16. Βάπτισμα δὲ καὶ αὐτοὶ λαμβάνουσι χωρὶς ὧν καθ' ἡμέραν βαπτίζονται. μυστήρια
δὲ δῆθεν τελοῦσι κατὰ μίμησιν τῶν ἁγίων ἐν τῇ ἐκκλησίᾳ ἀπὸ ἐνιαυτοῦ εἰς
ἐνιαυτὸν διὰ ἀζύμων καὶ τὸ ἄλλο μέρος τοῦ μυστηρίου δι' ὕδατος μόνου. δύο δέ
τινας, ὡς ἔφην, συνιστῶσιν ἐκ θεοῦ τεταγμένους, ἕνα μὲν τὸν Χριστὸν ἕνα δὲ τὸν
διάβολον. καὶ τὸν μὲν Χριστὸν λέγουσι τοῦ μέλλοντος αἰῶνος εἰληφέναι τὸν
κλῆρον, τὸν δὲ διάβολον τοῦτον πεπιστεῦσθαι τὸν αἰῶνα, ἐκ προσταγῆς δῆθεν τοῦ
παντοκράτορος κατὰ αἴτησιν ἑκατέρων αὐτῶν. καὶ τούτου ἕνεκα Ἰησοῦν γεγεννημένον
ἐκ σπέρματος ἀνδρὸς λέγουσι καὶ ἐπιλεχθέντα καὶ οὕτω κατὰ ἐκλογὴν υἱὸν θεοῦ
κληθέντα ἀπὸ τοῦ ἄνωθεν εἰς αὐτὸν ἥκοντος Χριστοῦ ἐν εἴδει περιστερᾶς. οὐ
φάσκουσι δὲ ἐκ θεοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι, ἀλλὰ κεκτίσθαι ὡς ἕνα τῶν
ἀρχαγγέλων [καὶ ἔτι περισσοτέρως], αὐτὸν δὲ κυριεύειν καὶ ἀγγέλων καὶ πάντων
<τῶν> ὑπὸ τοῦ παντοκράτορος πεποιημένων, καὶ ἐλθόντα καὶ ὑφηγησάμενον *,
ὡς τὸ παρ' αὐτοῖς εὐαγγέλιον καλούμενον περιέχει, ὅτι «ἦλθον καταλῦσαι τὰς
θυσίας, καὶ ἐὰν μὴ παύσησθε τοῦ θύειν, οὐ παύσεται ἀφ' ὑμῶν ἡ ὀργή». καὶ ταῦτα
καὶ τοιαῦτά τινά ἐστι τὰ παρ' αὐτοῖς δόλια ἐπινοήματα.
Πράξεις δὲ ἄλλας καλοῦσιν ἀποστόλων, ἐν αἷς πολλὰ τῆς ἀσεβείας ἔμπλεα, ἔνθεν
οὐ παρέργως κατὰ τῆς ἀληθείας ἑαυτοὺς ὥπλισαν. Ἀναβαθμοὺς δέ τινας καὶ
ὑφηγήσεις δῆθεν ἐν τοῖς Ἀναβαθμοῖς Ἰακώβου ὑποτίθενται, ὡς ἐξηγουμένου κατά τε
τοῦ ναοῦ καὶ τῶν θυσιῶν, κατά τε τοῦ πυρὸς τοῦ ἐν τῷ θυσιαστηρίῳ καὶ ἄλλα πολλὰ
κενοφωνίας ἔμπλεα· ὡς καὶ τοῦ Παύλου ἐνταῦθα κατηγοροῦντες οὐκ αἰσχύνονται
ἐπιπλάστοις τισὶ τῆς τῶν ψευδαποστόλων αὐτῶν κακουργίας καὶ πλάνης λόγοις
πεποιημένοις, Ταρσέα μὲν αὐτόν, ὡς αὐτὸς ὁμολογεῖ καὶ οὐκ ἀρνεῖται, λέγοντες,
ἐξ Ἑλλήνων δὲ αὐτὸν ὑποτίθενται, λαβόντες τὴν πρόφασιν ἐκ τοῦ τόπου διὰ τὸ
φιλαλήθως ὑπ' αὐτοῦ ῥηθὲν ὅτι «Ταρσεύς εἰμι, οὐκ ἀσήμου πόλεως πολίτης». εἶτα
φάσκουσιν αὐτὸν εἶναι Ἕλληνα καὶ Ἑλληνίδος μητρὸς καὶ Ἕλληνος πατρὸς παῖδα,
ἀναβεβηκέναι δὲ εἰς τὰ Ἱεροσόλυμα καὶ χρόνον ἐκεῖ μεμενηκέναι, ἐπιτεθυμηκέναι
δὲ θυγατέρα τοῦ ἱερέως πρὸς γάμον ἀγαγέσθαι καὶ τούτου ἕνεκα προσήλυτον
γενέσθαι καὶ περιτμηθῆναι, καὶ μηκέτι λαβόντα τὴν τοιαύτην κόρην ὠργίσθαι καὶ
κατὰ περιτομῆς γεγραφέναι καὶ κατὰ σαββάτου καὶ νομοθεσίας.
17. Ἀλλὰ κατὰ πάντα τρόπον συκοφαντεῖ ὁ δεινὸς οὗτος ὄφις καὶ πτωχὸς τῇ
διανοίᾳ. Ἐβίων γὰρ ἔχει ἀπὸ Ἑβραϊκῆς εἰς Ἑλλάδα φωνὴν τὴν ἑρμηνείαν πτωχός.
πτωχὸς γὰρ ὡς ἀληθῶς καὶ τῇ διανοίᾳ καὶ τῇ ἐλπίδι καὶ τῷ ἔργῳ <ὁ> Χριστὸν
ἄνθρωπον ψιλὸν νομίσας καὶ οὕτως ἐν πτωχείᾳ πίστεως τὴν ἐλπίδα περὶ αὐτοῦ
κεκτημένος. αὐτοὶ δὲ δῆθεν σεμνύνονται ἑαυτοὺς φάσκοντες πτωχοὺς διὰ τό, φασίν,
ἐν χρόνοις τῶν ἀποστόλων πωλεῖν τὰ αὐτῶν ὑπάρχοντα καὶ τιθέναι παρὰ τοὺς πόδας τῶν
ἀποστόλων καὶ εἰς πτωχείαν καὶ ἀποταξίαν μετεληλυθέναι· καὶ διὰ τοῦτο καλεῖσθαι
ὑπὸ πάντων, φησί, πτωχοί. οὐδὲ τοῦτο δὲ ἀληθὲς παρ' αὐτοῖς, ἀλλὰ φύσει τῷ ὄντι
Ἐβίων ἐκαλεῖτο, κατὰ προφητείαν οἶμαι ὁ πτωχὸς καὶ τάλας τὸ ὄνομα ἐκ πατρὸς
αὐτοῦ καὶ μητρὸς αὐτοῦ κεκληρωμένος. πόσα δὲ ἄλλα δεινὰ καὶ παραπεποιημένα καὶ
μοχθηρίας γέμοντα παρ' αὐτοῖς φυλάττεται; ὅταν γάρ τις ἐξ αὐτῶν ἢ νόσῳ
περιπέσοι ἢ ὑπὸ ἑρπετοῦ δηχθείη, κάτεισιν εἰς τὰ ὕδατα καὶ ἐπικαλεῖται τὰς
ἐπωνυμίας τὰς ἐν τῷ Ἠλξαῒ τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς, τοῦ τε ἁλὸς καὶ τοῦ
ὕδατος, τῶν τε ἀνέμων καὶ ἀγγέλων τῆς δικαιοσύνης, <ὥς> φασι, καὶ τοῦ
ἄρτου καὶ τοῦ ἐλαίου, καὶ ἄρχεται λέγειν «βοηθεῖτέ μοι καὶ ἀπαλλάξατε ἀπ' ἐμοῦ
τὸ ἄλγημα». ἤδη δέ μοι καὶ ἀνωτέρω προδεδήλωται ὡς ταῦτα μὲν Ἐβίων οὐκ ᾔδει,
μετὰ καιρὸν δὲ οἱ ἀπ' αὐτοῦ συναφθέντες τῷ Ἠλξαῒ ἐσχήκασι μὲν τοῦ Ἐβίωνος τὴν
περιτομὴν καὶ τὸ σάββατον καὶ τὰ ἔθη, τοῦ δὲ Ἠλξαῒ τὴν φαντασίαν, ὥστε νομίζειν
μὲν τὸν Χριστὸν εἶναί τι ἀνδροείκελον ἐκτύπωμα ἀόρατον ἀνθρώποις, μιλίων
ἐνενήκοντα ἓξ τὸ μῆκος, δῆθεν σχοίνων εἴκοσι τεσσάρων, τὸ δὲ πλάτος σχοίνων ἕξ,
μιλίων εἴκοσι τεσσάρων, τὸ πάχος δὲ κατὰ μέτρησιν ἄλλην τινά. ἀντικρὺ δὲ αὐτοῦ
ἑστάναι καὶ τὸ ἅγιον πνεῦμα ἐν εἴδει θηλείας ἀοράτως, καὶ [τὸ] αὐτὸ τοῦ αὐτοῦ
μέτρου. «καὶ πόθεν, φησίν, ἔγνων τὰ μέτρα; ἐπειδή, φησίν, εἶδον ἀπὸ τῶν ὀρέων
ὅτι αἱ κεφαλαὶ ἔφθανον αὐτῶν, καὶ τὸ μέτρον τοῦ ὄρους καταμαθὼν ἔγνων Χριστοῦ
τε καὶ τοῦ ἁγίου πνεύματος τὰ μέτρα.» ἤδη δέ μοι περὶ τούτων εἴρηται ἐν τῇ κατὰ
Ὀσσαίων αἱρέσει. ἐν παρεξόδῳ δὲ ταῦτα πεποίημαι νῦν, ἵνα μὴ τὰ παρ' ἑκάστῳ
ἔθνει τε καὶ αἱρέσει ὄντα, εὑρισκόμενα δὲ καὶ παρ' ἑτέροις, νομισθείη κατὰ
λήθην ὑφ' ἡμῶν μὴ εἰρῆσθαι.
18. Οὗτος μὲν οὖν ὁ Ἐβίων καὶ αὐτὸς ἐν τῇ Ἀσίᾳ ἔσχεν τὸ κήρυγμα καὶ Ῥώμῃ,
τὰς δὲ ῥίζας τῶν ἀκανθωδῶν παραφυάδων ἔχουσιν ἀπό τε τῆς Ναβαταίας καὶ Πανεάδος
τὸ πλεῖστον, Μωαβίτιδός τε καὶ Κωκάβων ἐν τῇ Βασανίτιδι γῇ ἐπέκεινα Ἀδραῶν,
ἀλλὰ καὶ ἐν τῇ Κύπρῳ. ἀναγκάζουσι δὲ καὶ παρ' ἡλικίαν ἐκγαμίζουσι τοὺς νέους,
ἐξ ἐπιτροπῆς δῆθεν τῶν παρ' αὐτοῖς διδασκάλων (πρεσβυτέρους γὰρ οὗτοι ἔχουσι
καὶ ἀρχισυναγώγους, συναγωγὴν δὲ καλοῦσι τὴν ἑαυτῶν ἐκκλησίαν καὶ οὐχὶ
ἐκκλησίαν, τῷ Χριστοῦ δὲ ὀνόματι μόνον σεμνύνονται) καὶ οὐ μόνον ἑνὶ τῷ γάμῳ
ἐπιτρέπουσι τὰς συναφείας ποιεῖσθαι, ἀλλ' εἰ καὶ θελήσειέν τις τοῦ πρώτου γάμου
διαζεύγνυσθαι, ἑτέρῳ δὲ συνάπτεσθαι, ἐπιτρέπουσιν – πάντα γὰρ παρ' αὐτοῖς ἀδεῶς
ἐφίεται – ἄχρι καὶ δευτέρου καὶ τρίτου καὶ ἑβδόμου γάμου. Ἀβραὰμ δὲ ὁμολογοῦσι
καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Μωυσέα τε καὶ Ἀαρών, Ἰησοῦν τε τὸν τοῦ Ναυῆ, ἁπλῶς
διαδεξάμενον Μωυσέα, οὐδὲν δὲ ὄντα. μετὰ τούτους δὲ οὐκέτι ὁμολογοῦσί τινα τῶν
προφητῶν, ἀλλὰ καὶ ἀναθεματίζουσι καὶ χλευάζουσι Δαυίδ τε καὶ
Σολομῶν<τ>α, ὁμοίως δὲ τοὺς περὶ Ἠσαΐαν καὶ Ἰερεμίαν, Δανιὴλ καὶ
Ἰεζεκιήλ, Ἠλίαν τε καὶ Ἐλισσαῖον ἀθετοῦσιν· οὐ γὰρ συντίθενται, βλασφημοῦντες
τὰς αὐτῶν προφητείας, ἀλλὰ μόνον τὸ εὐαγγέλιον δέχονται. τὸν δὲ Χριστὸν
προφήτην λέγουσι τῆς ἀληθείας καὶ Χριστόν, υἱὸν <δὲ> θεοῦ κατὰ προκοπὴν
καὶ κατὰ συνάφειαν ἀναγωγῆς τῆς ἄνωθεν πρὸς αὐτὸν γεγενημένης· τοὺς δὲ προφήτας
λέγουσι * συνέσεως εἶναι προφήτας καὶ οὐκ ἀληθείας. αὐτὸν δὲ μόνον θέλουσιν εἶναι
καὶ προφήτην καὶ ἄνθρωπον καὶ υἱὸν θεοῦ καὶ Χριστὸν καὶ ψιλὸν ἄνθρωπον ὡς
προείπαμεν, διὰ δὲ ἀρετὴν βίου ἥκοντα εἰς τὸ καλεῖσθαι υἱὸν θεοῦ. οὔτε δὲ
δέχονται τὴν πεντάτευχον Μωυσέως ὅλην, ἀλλά τινα ῥητὰ ἀποβάλλουσιν. ὅταν δὲ
αὐτοῖς εἴπῃς περὶ ἐμψύχων βρώσεως· «πῶς οὖν Ἀβραὰμ παρέθετο τοῖς ἀγγέλοις τὸν
μόσχον καὶ τὸ γάλα; ἢ πῶς ἔφαγεν Νῶε καὶ ἤκουσεν ἀπὸ θεοῦ λέγοντος, θῦσον καὶ
φάγε, πῶς δὲ Ἰσαὰκ καὶ Ἰακὼβ ἔθυσαν τῷ θεῷ, ὁμοίως δὲ καὶ Μωυσῆς ἐν τῇ ἐρήμῳ;»,
ἐκείνοις μὲν ἀπιστεῖ καί φησι «τίς χρεία με ἀναγινώσκειν τὰ ἐν τῷ νόμῳ,
ἐλθόντος τοῦ εὐαγγελίου;». «πόθεν σοι τοίνυν τὰ περὶ Μωυσέως καὶ Ἀβραὰμ
εἰδέναι; οἶδα γὰρ ὡς ὁμολογεῖτε αὐτοὺς εἶναι, δικαίους καὶ πατέρας ἑαυτῶν
ἐπιγράφεσθε». εἶτα ἀποκρίνεται καὶ λέγει, ὅτι Χριστός μοι ἀπεκάλυψε, καὶ
βλασφημεῖ τὰ πλείω τῆς νομοθεσίας καὶ τοὺς περὶ Σαμψὼν καὶ Δαυὶδ καὶ Ἠλίαν καὶ
Σαμουὴλ καὶ Ἐλισσαῖον καὶ τοὺς ἄλλους.
19. Ἐλέγχεται δὲ πανταχόθεν ὁ ἀγύρτης ὑπὸ τοῦ σωτῆρος, διαρρήδην καὶ ὡς ἐν
συντόμῳ ἀπὸ μιᾶς λέξεως τὸ πᾶν αὐτοῦ ἐλέγχοντος τῆς ἀπατηλῆς διδασκαλίας καὶ
λέγοντος «ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι,
δαιμόνιον ἔχει· ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων <καὶ λέγουσιν,
ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης>«. καὶ οὐ πάντως ὅτι κἂν τὸ τυχὸν οὐκ
ἤσθιεν Ἰωάννης ἢ πᾶν ὁτιοῦν ἤσθιεν ὁ σωτήρ, ἵνα τις ὑπολάβῃ καὶ τὰ
ἀπηγορευμένα· ἡ γραφὴ δὲ τὴν ἔμφασιν δηλοῖ τῆς ἀληθείας, ὡς τό «φάγον αὐτὸν
εἶναι καὶ οἰνοπότην» οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ κρέας ἐσθίειν καὶ οἶνον πίνειν,
καὶ τό «μὴ ἐσθίων μήτε πίνων», ὅτι κρεῶν οὐ μετείληφε καὶ οἴνου, ἀλλ' ἢ ἀκρίδων
μόνον ὁ Ἰωάννης καὶ μέλιτος μετελάμβανε, δῆλον δὲ ὡς καὶ ὕδατος. τίς δὲ οὐκ
οἶδε τὸν σωτῆρα ἀναστάντα ἐκ τῶν νεκρῶν καὶ φαγόντα; καθάπερ ἔχει τὰ ἅγια
εὐαγγέλια τῆς ἀληθείας, ὅτι «ἐπεδόθη αὐτῷ ἄρτος καὶ μέρος ὀπτοῦ ἰχθύος, καὶ
λαβὼν ἔφαγε καὶ ἔδωκε τοῖς μαθηταῖς»· ὡς καὶ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος
ἐποίησεν καὶ φαγὼν καὶ διδούς. καὶ πολλὰ ἔστι περὶ τούτου λέγειν. δεῖ δέ με
κατὰ λεπτότητα εἰς τὸν τούτων τῶν ῥημάτων τῶν ἑώλων τε καὶ σαθρῶν παρ' αὐτοῖς
κηρυττομένων ἥκειν ἔλεγχον καὶ τὴν αὐτῶν ποιεῖσθαι ἀνατροπήν.
20. Καὶ πρῶτον μὲν περὶ τοῦ Χριστοῦ ὅτι οὐ ψιλὸς ἄνθρωπος ῥητέον. οὐ δύναται
γὰρ ὁ γεννηθεὶς κατὰ πάντα <ὡς> ἄνθρωπος σημείου ἕνεκα τῷ κόσμῳ
δοθήσεσθαι, ὡς περὶ αὐτοῦ προεθέσπιζε τὸ ἅγιον πνεῦμα, ὅτε τῷ Ἄχαζ ἔλεγεν
«αἴτησαι σεαυτῷ σημεῖον»· κἀκείνου μὴ αἰτήσαντος, τότε φησὶν ὁ προφήτης «αὐτὸς
κύριος δώσει ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει». παρθένος δὲ οὐ
καλεῖται ἡ συναφθεῖσα ἀνδρὶ καὶ γαμηθεῖσα γυνή, παρθένος δὲ ἐκείνη κυρίως
λέγοιτ' ἂν ἡ ἄνευ ἀνδρὸς τὴν σύλληψιν τοῦ θεοῦ Λόγου κατὰ ἀλήθειαν ἐσχηκυῖα, ὡς
καὶ αὐτὸς Ἠσαΐας ἐν ἄλλῳ τόπῳ φησί «φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ
κυρίου ἀνταποδόσεως, ἀνταποδιδόντος τοῖς ἀντικειμένοις· πρὶν ἢ τὴν ὠδίνουσαν
τεκεῖν, πρὶν ἢ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε
τοιοῦτο ἢ τίς ἑώρακε τοιαῦτα; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ καὶ ἔτεκεν ἔθνος εἰς
ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιὼν τὰ παιδία αὐτῆς· ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν
ταύτην καὶ οὐκ ἐμνήσθησαν, λέγει κύριος». ποία δὲ προσδοκία καὶ ποῖα παιδία ἀλλ'
ἢ τὸ παρθένον γεννῆσαι ἄνευ ὠδίνων, ὅπερ οὐδαμοῦ γεγένηται, καὶ τὸ τὸν δι'
αὐτὸν ἀπὸ Ἐλισάβετ κατὰ ἐπαγγελίαν γεννηθέντα Ἰωάννην παῖδα *, εἰ καὶ ὁ Ἰωάννης
δι' ὠδίνων γεγέννηται; πῶς οὖν οὗτοι ἐκ σπέρματος ἀνδρὸς ψιλὸν ἄνθρωπον
ὁρίζονται τὸν σωτῆρα; πῶς δὲ οὐ γνωσθήσεται ὡς καὶ Ἰερεμίας περὶ αὐτοῦ φησιν
ὅτι «ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν»; διηγούμενος γὰρ ὁ προφήτης περὶ
αὐτοῦ ἔλεγεν «τίς γνώσεται αὐτόν;». εἰ δὲ περὶ ψιλοῦ ἔλεγεν ἀνθρώπου, πάντως ἂν
καὶ ὁ πατὴρ αὐτὸν ἐγίνωσκεν καὶ ἡ μήτηρ, συγγενεῖς τε καὶ γείτονες, σύσκηνοί τε
καὶ συμπολῖται· ἀλλ' ἐπειδὴ ἐκ Μαρίας μέν ἐστι τὸ γέννημα, ἄνωθεν δὲ ἦλθεν ὁ
θεὸς Λόγος, οὐκ ἀπὸ σπέρματος ἀνδρός, ἀλλ' ἐκ πατρὸς μὲν ἄνωθεν γεννηθεὶς ἐν
ἀληθείᾳ ἀχρόνως καὶ ἀνάρχως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν εὐδοκήσας ἐν μήτρᾳ γενέσθαι
παρθένου καὶ ἐξ αὐτῆς ἀναπλάσαι εἰς ἑαυτὸν τὴν σάρκα, διὰ τοῦτό φησι «καὶ
ἄνθρωπος μέν ἐστι, τίς δὲ γνώσεται αὐτόν;» ὅτι θεὸς ἄνωθεν ἦλθεν, ὁ μονογενὴς
θεὸς Λόγος. πολλὴ δὲ ταλαιπωρία τῶν πεπλανημένων, τῶν καταλειψάντων μὲν
προφητῶν μαρτυρίας καὶ ἀγγέλων, καὶ ἀνασχομένων Ἐβίωνος τοῦ πεπλανημένου, τοῦ
τὴν ἑαυτοῦ ἡδονὴν βουλομένου πληροῦν καὶ τὰ Ἰουδαϊκὰ μεταχειριζομένου καὶ ἀπὸ
Ἰουδαίων ἠλλοτριωμένου. ὁ μὲν <γὰρ> Γαβριὴλ εὐθὺς τῇ παρθένῳ
εὐαγγελιζόμενος, αὐτῆς λεγούσης «πῶς ἔσται ταῦτα, ὅτι ἄνδρα οὐ γινώσκω», τὸ
ἀσφαλὲς ὑποτιθέμενος ἔφη «πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου
ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ». ἐν τῷ
γὰρ εἰπεῖν «τὸ γεννώμενον» ἔδειξε μὲν τὴν σάρκα ἀπ' αὐτῆς <εἶναι> καὶ τὴν
ἄλλην ἐνανθρώπησιν, ἄνωθεν δὲ ἀπ' οὐρανῶν τὴν δύναμιν τοῦ ὑψίστου καὶ τὸ ἅγιον
πνεῦμα ἐπισκιάσαι τῇ ἁγίᾳ παρθένῳ καὶ ἄνωθεν καταβεβηκέναι τὸν μονογενῆ υἱὸν
θεὸν Λόγον, * καὶ ὡς ἐνηνθρώπησε καὶ ὡς ἀπ' αὐτῆς ἐν ἀληθείᾳ ἐγεννήθη. πόσα δὲ
ἄλλα ἐστὶ τοιαῦτα; εἴωθα δέ, ὡς ὑπεσχόμην, μὴ διὰ πλάτους φέρεσθαι, ἵνα μὴ εἰς
ὄγκον πολὺν ἀγάγω τὴν πραγματείαν.
21. Περὶ δὲ τῶν ἄλλων ἑξῆς διηγήσομαι, ὧν τε κατὰ Πέτρου καὶ τῶν ἄλλων
ἀποστόλων καταψεύδονται· ὅτι, φησίν, ὁ Πέτρος καθ' ἑκάστην ἡμέραν βαπτισμοῖς
ἐκέχρητο, πρὶν ἢ καὶ ἄρτου αὐτὸν μεταλαμβάνειν. καὶ ὅρα τὸ πᾶν αὐτῶν
συκοφάντημα καὶ τὸ ὕπουλον τῆς ἀγυρτώδους αὐτῶν διδασκαλίας. ἀπὸ τοῦ γὰρ αὐτοὺς
μεμιάνθαι καὶ λαγνιστέρως πολλάκις πολλὰ πράττειν ἐπὶ τῆς γῆς, εἰς πεισμονὴν
τῆς ἑαυτῶν πληροφορίας τῷ ὕδατι δαψιλῶς χρῶνται, ἵνα δῆθεν ἑαυτοὺς ἀπατήσωσι,
διὰ βαπτισμῶν ἔχειν τὴν κάθαρσιν νομίζοντες. καὶ ταῦτα εἰς τοὺς ἀποστόλους
ἐμπαροινεῖν οὐκ αἰσχύνονται, καίτοι τοῦ κυρίου ἐλέγχοντος αὐτῶν τὴν κακοτροπίαν
ἐν τῷ τὸν Πέτρον εἰρηκέναι, ὅτε ἦλθεν τοὺς πόδας αὐτοῦ νίψαι, ὅτι «οὐ μὴ νίψῃς
τοὺς πόδας μου εἰς τὸν αἰῶνα», καὶ τὴν ἀνθυποφορὰν ὑπὸ τοῦ σωτῆρος ἐξενεχθῆναι
ὅτι «ἐὰν μὴ νίψω σου τοὺς πόδας, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ», κἀκείνου πάλιν
ἀνταποκρινομένου ὅτι «οὐ μόνον τοὺς πόδας, ἀλλὰ καὶ τὴν κεφαλήν», τοῦ δὲ κυρίου
πάλιν λέγοντος ὅτι «ὁ λουσάμενος ἅπαξ οὐ χρείαν ἔχει τὴν κεφαλὴν
<νίψασθαι>, εἰ μὴ τοὺς πόδας μόνον· ἔστιν γὰρ καθαρὸς ὅλος». ἔδειξεν οὖν
ὅτι οὐ χρὴ βαπτισμοῖς χρῆσθαι καὶ ἔθεσιν ἀνωφελέσι καὶ ἐντάλμασιν ἀνθρώπων καὶ
διδασκαλίαις, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ συνῳδὰ τῷ προφήτῃ λέγει «ὁ λαὸς οὗτος τοῖς
χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ. μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων». ἐπεὶ κατὰ ποίαν αἰτίαν ἐμέμφετο
τοὺς Φαρισαίους καὶ Γραμματεῖς, τοὺς βαπτισμοῖς πυγμῇ χρωμένους ἑαυτῶν <τε>
καὶ ξεστῶν καὶ ποτηρίων καὶ τῶν ἄλλων; καὶ τελείως ἀποφαίνεται ὅτι «τὸ ἀνίπτοις
χερσὶν ἐσθίειν οὐ κοινοῖ τὸν ἄνθρωπον»; ὥστε οὐ μόνον τὸ βαπτίζεσθαι τούτων
ἀνέτρεψεν, ἀλλὰ καὶ τὸ νίψαι χεῖρας περιττὸν εἶναι ἔδειξε καὶ τῷ <μὴ>
βουλομένῳ τὰς χεῖρας νίπτεσθαι μὴ εἶναι βλάβην.
22. Πῶς δὲ περὶ κρεοφαγίας οὐκ εὐθὺς ἡ αὐτῶν ἄνοια ἐλεγχθήσεται; πρῶτον μὲν
τοῦ κυρίου ἐσθίοντος τὸ Πάσχα τῶν Ἰουδαίων. Πάσχα δὲ τῶν Ἰουδαίων πρόβατον ἦν
καὶ ἄζυμα, κρέα προβάτου ὀπτὰ πυρὶ ἐσθιόμενα· ὡς καὶ οἱ μαθηταὶ αὐτῷ λέγουσι
«ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα;» καὶ αὐτὸς ὁ κύριος λέγει
«ἀπέλθετε εἰς τὴν πόλιν καὶ εὑρήσετε ἄνθρωπον βαστάζοντα κεράμιον ὕδατος καὶ
ἀκολουθήσατε αὐτῷ ὅπου ὑπάγει καὶ εἴπατε τῷ οἰκοδεσπότῃ, ποῦ ἐστι τὸ κατάλυμα
ὅπου ποιήσω τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου; καὶ δείξει ὑμῖν ὑπερῷον ἐστρωμένον·
ἐκεῖ ἑτοιμάσατε».
πάλιν δὲ αὐτὸς ὁ κύριος λέγει «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ'
ὑμῶν»· καὶ οὐκ εἶπεν ἁπλῶς Πάσχα, ἀλλὰ τοῦτο τὸ Πάσχα, ἵνα μή τις μεθοδεύσῃ εἰς
τὴν ἑαυτοῦ ὑπόνοιαν. Πάσχα δὲ ἦν, ὡς εἶπον, κρέα ὀπτὰ πυρὶ καὶ τὰ ἄλλα. αὐτοὶ
δὲ ἀφανίσαντες ἀφ' ἑαυτῶν τὴν τῆς ἀληθείας ἀκολουθίαν ἤλλαξαν τὸ ῥητόν, ὅπερ
ἐστὶ πᾶσι φανερὸν ἐκ τῶν συνεζευγμένων λέξεων, καὶ ἐποίησαν τοὺς μαθητὰς μὲν
λέγοντας «ποῦ θέλεις ἑτοιμάσωμέν σοι τὸ Πάσχα φαγεῖν», καὶ αὐτὸν δῆθεν λέγοντα
«μὴ ἐπιθυμίᾳ ἐπεθύμησα κρέας τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν». πόθεν δὲ οὐ
φωραθήσεται ἡ αὐτῶν ῥᾳδιουργία, τῆς ἀκολουθίας κραζούσης ὅτι τὸ μῦ καὶ τὸ ἦτά
ἐστι πρόσθετα; ἀντὶ τοῦ γὰρ εἰπεῖν «ἐπιθυμίᾳ ἐπεθύμησα» αὐτοὶ προσέθεντο τὸ
«μή» ἐπίρρημα. αὐτὸς δὲ ἀληθῶς ἔλεγεν «ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν
μεθ' ὑμῶν»· αὐτοὶ δὲ ἐπιγράψαντες τὸ κρέας ἑαυτοὺς ἐπλάνησαν, ῥᾳδιουργήσαντες
καὶ εἰπόντες «μὴ ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα κρέας φαγεῖν μεθ' ὑμῶν»·
σαφῶς δὲ δείκνυται ὅτι καὶ Πάσχα ἐπετέλεσε καὶ κρέα βέβρωκεν, ὡς προεῖπον. ἀλλὰ
καὶ ἀπὸ τοῦ ὁράματος ἐλεγχθήσονται τοῦ ἀποκαλυφθέντος τῷ ἁγίῳ Πέτρῳ διὰ τῆς
ὀθόνης τῆς ἐχούσης πάντα ἐν αὐτῇ θηρία τε καὶ κτήνη καὶ ἑρπετὰ καὶ πετεινὰ καὶ
φωνῆς κυρίου λεγούσης «ἀναστὰς θῦσον καὶ φάγε»· καὶ τοῦ Πέτρου λέγοντος
«μηδαμῶς, κύριε· οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου», φησὶν ὁ
κύριος «ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου». εὑρεθήσεται γὰρ ἐκ δύο τρόπων τῆς
ἀληθείας ἡ σύστασις. εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι <τὸν>
λόγον τοῦ ἁγίου Πέτρου λέγοντος ὅτι οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον <εἰσῆλθεν
εἰς τὸ στόμα μου>, ὡς καὶ βόας καὶ αἶγας καὶ πρόβατα καὶ ὄρνεις κοινὰ
λέγεσθαι παρ' αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς. μετὰ
γὰρ τὸ γῆμαι καὶ τέκνα κεκτῆσθαι καὶ πενθερὰν ἔχειν συνέτυχε τῷ σωτῆρι, ἐξ
Ἰουδαίων ὁρμώμενος. Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι καὶ κρεοφαγία παρ' αὐτοῖς
οὐκ ἐβδέλυκται οὐδὲ ἀπηγόρευται. ἄρα γοῦν αὐτοῦ βεβρωκότος ἀπ' ἀρχῆς – εἰ
καὶ ἕως τοῦ συναντῆσαι τῷ σωτῆρι εἴποιμεν – δειχθήσεται ὅτι οὐδὲν κοινὸν
ἡγήσατο τῶν οὐ κοινῶν λεγομένων. καὶ γὰρ οὐ κατὰ πάντων διεξήγαγε τὸ κοινὸν καὶ
ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων. πάλιν δὲ τούτου
δειχθέντος ὅτι οὐ περὶ πάντων τῶν κρεῶν αὐτῷ ἤγετο ὡς κοινῶν πάντων ὄντων, ἀλλὰ
περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ θεὸς τῆς ἁγίας Χριστοῦ ἐκκλησίας
τὸν χαρακτῆρα παραδιδοὺς ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· «πάντα γάρ ἐστι
καθαρὰ μετὰ εὐχαριστίας καὶ εὐλογίας θεοῦ λαμβανόμενα.» ἀλλ' εἰ καὶ περὶ τῆς
κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα εἶχεν, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς
ἢ ἀκαθάρτους, ὅμως ἡ ἔμφασις τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ὑπόνοιαν,
ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντί τῳ σαφὲς ἂν εἴη· καὶ
ἐξέπεσεν αὐτῶν πανταχόθεν ὁ ληρώδης λόγος.
23. Τῶν δὲ ἀποστόλων τὰ ὀνόματα εἰς τὴν τῶν ἠπατημένων ὑπ' αὐτῶν πειθὼ
προσποιητῶς δέχονται βίβλους τε ἐξ ὀνόματος αὐτῶν πλασάμενοι ἀνεγράψαντο, δῆθεν
ἀπὸ προσώπου Ἰακώβου καὶ Ματθαίου καὶ ἄλλων μαθητῶν. ἐν οἷς ὀνόμασι καὶ τὸ
ὄνομα Ἰωάννου τοῦ ἀποστόλου ἐγκαταλέγουσιν, ἵνα πανταχόθεν φωρατὴ γένηται ἡ
αὐτῶν ἄνοια. οὐ μόνον γὰρ ἐλέγχει αὐτοὺς κατὰ πάντα τρόπον, λέγων ὅτι «ἐν ἀρχῇ
ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ Λόγος», ἀλλὰ καὶ ὅτι τὰς
τῶν ἁγίων προφητῶν μαρτυρίας *, ἐν ᾧ ἐκ πνεύματος ἁγίου ὁρμώμενος καὶ τὰ ὑπὸ
τοῦ σωτῆρος εἰρημένα καλῶς ἀκριβολογήσας περὶ ἑκάστης ὑποθέσεως τῆς εἰς Χριστὸν
πληρωθείσης, ὡς εἶπον, τὰς μαρτυρίας ἐξέθετο, ἀφ' ὧν προφητῶν οὗτοι ἑαυτοὺς
ἀπηλλοτρίωσαν. καὶ εὐθὺς ἔδειξεν ὡς τοῖς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ὑπὸ τῶν
Φαρισαίων πεμφθεῖσιν αὐτὸς Ἰωάννης ἀποκρίνεται λέγων «ἐγὼ φωνὴ βοῶντος ἐν τῇ
ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης». καὶ πάλιν
αὐτὸς Ἰωάννης λέγει, ἀπὸ τῶν προφητῶν λαβὼν τὴν μαρτυρίαν (φημὶ δὲ ἀπὸ τοῦ
Δαυίδ), ὅτε ὁ κύριος τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε καὶ εἶπεν· μὴ
ποιῆτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου, «ἐμνήσθησαν ὅτι ἦν γεγραμμένον
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με». καὶ πάλιν αὐτὸς Ἰωάννης εἶπεν ὅτι
«Ἠσαΐας εἶδεν ὢν ἐν πνεύματι ἁγίῳ».
24. Πάλιν δὲ ὁ αὐτὸς ἅγιος Ἰωάννης κηρύττων ἐν τῇ Ἀσίᾳ ἱστορεῖται παράδοξον
ἔργον τι πεποιηκὼς εἰς ὑπογραμμὸν τῆς ἀληθείας. πολιτείαν γὰρ ἔχων
θαυμασιωτάτην καὶ συμπρέπουσαν αὐτοῦ τῷ ἀξιώματι τῆς ἀποστολῆς καὶ μηδ' ὅλως
λουόμενος, ἠναγκάσθη ὑπὸ τοῦ ἁγίου πνεύματος προελθεῖν ἕως τοῦ βαλανείου, εἰπὼν
ὅτι «λάβετέ μοι τὰ πρὸς βαλανεῖον». καὶ τῶν συνεπομένων θαυμαζόντων ἦλθεν εἰς
αὐτὸ τὸ λουτρὸν καὶ γεγονὼς πρὸς τὸν εἰωθότα ὑποδέχεσθαι τῶν λουομένων τὰ
ἱμάτια ἤρετο τίς ἔνδον ἐστὶν ἐν τῷ βαλανείῳ· ὁ δὲ ὀλεάριος <ὁ> ἐπὶ τῷ
φυλάττειν τὰ ἱμάτια προσκαρτερῶν (ἐν τοῖς γὰρ γυμνασίοις ἔργον τοῦτό τισιν
ὑπάρχει πορισμοῦ ἕνεκα τῆς ἐφημέρου τροφῆς) ἔφη τῷ ἁγίῳ Ἰωάννῃ ὅτι Ἐβίων ἔνδον
ἐστίν. Ἰωάννης δὲ εὐθὺς συνεὶς τὴν τοῦ ἁγίου πνεύματος ὁδηγίαν, δι' ἣν αἰτίαν
προὐτρέψατο αὐτὸν ἕως τοῦ βαλανείου ἥκειν, ὡς ἔφην, μνήμης ἕνεκα τοῦ καταλιπεῖν
ἡμῖν τὴν τῆς ἀληθείας ὑπόθεσιν, ὅτι τίνες εἰσὶν οἱ δοῦλοι Χριστοῦ καὶ ἀπόστολοι
καὶ υἱοὶ τῆς αὐτῆς ἀληθείας, τίνα δέ ἐστι τὰ σκεύη τοῦ πονηροῦ καὶ πύλαι Ἅιδου,
μὴ κατισχύουσαι τῆς πέτρας καὶ τῆς ἐπ' αὐτῇ οἰκοδομηθείσης ἁγίας θεοῦ
ἐκκλησίας, εὐθὺς ταράξας ἑαυτὸν καὶ οἰμώξας, ἠρέμα εἰς τὸ πάντας ἀκοῦσαι εἰς
μαρτύριον παραστάσεως ἀχράντου διδασκαλίας «σπεύσατε, ἀδελφοί» ἔφη «ἐξέλθωμεν
ἐντεῦθεν, μὴ πέσῃ τὸ βαλανεῖον καὶ κατορύξῃ ἡμᾶς μετὰ Ἐβίωνος τοῦ ἔνδον ἐν τῷ
βαλανείῳ διὰ τὴν αὐτοῦ ἀσέβειαν». καὶ μηδεὶς θαυμαζέτω ἐπὶ τῷ ἀκοῦσαι Ἐβίωνα
Ἰωάννῃ συντετυχηκέναι. πολυχρόνιος γὰρ καταμείνας τῷ βίῳ ὁ μακάριος Ἰωάννης
διήρκεσεν ἄχρι τῆς τοῦ Τραϊανοῦ βασιλείας. πάντες δὲ οἱ ἀπόστολοι ὅτι
ἀπαλλοτριοῦσι τὴν τοῦ Ἐβίωνος πίστιν καὶ ἀλλοτρίαν ἡγήσαντο τοῦ αὐτῶν
κηρύγματος τοῦ χαρακτῆρος, παντί τῳ δῆλον.
25. Περὶ δὲ τοῦ ἁγίου Παύλου ὡς βλασφημοῦντες αὐτὸν λέγουσι πόσα ἔχω λέγειν;
πρῶτον μὲν γὰρ λέγουσιν αὐτὸν Ἕλληνά τε καὶ ἐξ ἐθνῶν ὑπάρχειν, προσήλυτον δὲ
γεγονέναι ὕστερον. πῶς οὖν αὐτὸς λέγει περὶ ἑαυτοῦ ὅτι «Ἑβραῖος ἐξ Ἑβραίων, ἐκ
σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν, κατὰ νόμον Φαρισαῖος, περισσοτέρως ζηλωτὴς
ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων»· καὶ ἐν ἄλλῳ τόπῳ λέγει «Ἰσραηλῖταί εἰσι,
κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ», καί φησι «περιτομῇ ὀκταήμερος καὶ
ἀνατεθραμμένος παρὰ τοὺς πόδας Γαμαλιὴλ καὶ Ἑβραῖος ἐξ Ἑβραίων». καὶ ὦ τῶν
δεινῶν ἑρπετῶν τὰ δεινὰ κωκύματα καὶ τὰ δρακοντοειδῆ συρίγματα καὶ τῆς
κενοφωνίας τὰ δηλητήρια. τίνος δὲ λήψομαι τὴν μαρτυρίαν; Ἐβίωνος καὶ τῶν κατ'
αὐτὸν ἢ τοῦ ἁγίου Πέτρου τοῦ λέγοντος «ὡς ἔγραψεν ὑμῖν ὁ ἀδελφός μου Παῦλος,
ἅτινά ἐστι βαθέα καὶ δυσερμήνευτα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι διαστρέφουσι τῇ
ἑαυτῶν ἀγνωσίᾳ»; πάλιν δὲ ὁ ἅγιος Παῦλος μαρτυρεῖ καὶ αὐτὸς τοῖς περὶ Πέτρον
λέγων «Ἰάκωβος καὶ Ἰωάννης καὶ Κηφᾶς, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν
ἐμοί τε καὶ Βαρνάβᾳ κοινωνίας». κἄν τε γὰρ Ταρσέα ἑαυτὸν εἴποι, οὐκ ἀπὸ τούτου
πάντως δέδοται πρόφασις τοῖς λεξιθηροῦσι τὰ εἰς ἑαυτῶν καταστροφὴν καὶ τῶν
πειθομένων * οὕτως ἔχειν. καὶ γὰρ καὶ Βαρνάβαν λέγει, Ἰωσήφ ποτε καλούμενον
Βαρνάβαν δὲ μετακληθέντα, υἱὸν παρακλήσεως ἑρμηνευόμενον, Λευίτην Κύπριον τῷ
γένει. καὶ οὐ πάντως ἐπειδὴ Κύπριος ἦν, οὐκ ἦν ἀπὸ τοῦ Λευί, ὡς καὶ ὁ ἅγιος
Παῦλος, εἰ καὶ ἀπὸ Ταρσοῦ ὡρμᾶτο, οὐκ ἦν ἀλλότριος τοῦ Ἰσραήλ. διασπαρέντων γὰρ
πολλῶν ἐν τοῖς χρόνοις Ἀντιόχου τοῦ Ἐπιφανοῦς καὶ ἐν χρόνοις ἄλλοις, καθότι
συνέβαινε πόλεμος, καὶ αἰχμαλωτισθέντων καὶ † δοθέντων εἰς πολιορκίαν, οἱ μὲν
αἰχμάλωτοι ἀρθέντες ἐπέμειναν ἔν τισι τόποις, οἱ δὲ ἀπὸ τῆς τοιαύτης αἰτίας
ἀναχωρήσαντες κατῴκουν ἕκαστος ὅπου κατείληφεν. ὡς καὶ ὁ ἅγιος Ἰερεμίας ἔλεγε
περὶ τοῦ Ἰσραήλ, καθάπερ πολλάκις τοῦτο αὐτὸ συμβέβηκε τὸ ἀποδιδράσκειν ἀπὸ
προσώπου τῶν πολεμίων, ὅτι «καὶ εἰς Κιτιεῖς ἐὰν ἀπέλθῃς, οὔτε ἐκεῖ σοι
ἀνάπαυσις ἔσται». παντὶ δέ τῳ δῆλόν ἐστιν ὅτι Κίτιον ἡ Κυπρίων νῆσος καλεῖται·
Κίτιοι γὰρ Κύπριοι καὶ Ῥόδιοι. ἀλλὰ καὶ ἐν τῇ Μακεδονίᾳ τὸ γένος κατῴκηκε
Κυπρίων τε καὶ Ῥοδίων· ὅθεν δὴ καὶ Ἀλέξανδρος ὡρμᾶτο ὁ Μακεδών. καὶ τούτου
ἕνεκεν ἐμφέρεται ἐν τοῖς Μακκαβαίοις ὅτι «ἐξῆλθεν [σπέρμα] ἐκ γῆς Κιτιέων»· καὶ
γὰρ ἐκ σπέρματος τῶν Κιτιέων Ἀλέξανδρος ὁ Μακεδών. ἀλλὰ γενόμενος πάλιν ἐν τῷ
τόπῳ, διὰ τὸν ὑποπεσόντα λόγον διεξελθὼν τὴν περὶ τούτων ἱστορίαν, φημὶ ὅτι ἀπὸ
τῆς μετοικήσεως πολλοὶ τὰς ἄλλας χώρας κατοικήσαντες τοῦ Ἰσραὴλ ἦσαν σπέρματος
κατὰ διαδοχήν. ἐλέγοντο γὰρ καὶ ἑκάστης χώρας πατριῶται, ὡς καὶ αἱ θυγατέρες
τοῦ Ἰοθὸρ τὴν ἀντίληψιν τοῦ Μωυσέως τῷ πατρὶ ἀπήγγειλαν, ὡς ἀποστήσας τοὺς
ποιμένας ἐπότισεν αὐτῶν τὰ πρόβατα, καὶ πορευθεῖσαι περὶ τούτου ὑφηγοῦντο τῷ
ἰδίῳ πατρί, τοῦ δὲ λέγοντος ὅτι «διὰ τί ἐταχύνατε σήμερον τοῦ ἐλθεῖν;» πρὸς
αὐτὸν ἔφασαν ὅτι «ἀνὴρ Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησε καὶ
ἐπότισεν ἡμῶν τὰ θρέμματα», καὶ εὐθὺς ὁ αὐτὸς ἔφη πρὸς αὐτάς «διὰ τί οὐκ
ἠγάγετε αὐτὸν ὧδε, ἵνα φάγῃ ἄρτον;» τίς δὲ οὐκ οἶδεν ὅτι Μωυσῆς υἱὸς μὲν
γίνεται τοῦ Ἀμρὰμ καὶ τῆς Ἰωχαβέτ, Ἀμρὰμ δὲ τοῦ Καάθ, Καὰθ δὲ τοῦ Λευί, Λευὶ δὲ
τοῦ Ἰακώβ, Ἰακὼβ δὲ τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἀβραάμ; καὶ οὐκ ἀπὸ τοῦ καλεῖσθαι
τὸν Μωυσέα Αἰγύπτιον πάντως ἡ τῆς εὐγενείας καὶ τοῦ σπέρματος διέπεσεν
ἀκολουθία. οὗτοι δὲ καταλείψαντες τὴν ὁδὸν οἱ ἀπὸ τοῦ Ἐβίωνος πεπλανημένοι ἐπὶ
πολλὰς διεστραμμένας ὁδοὺς καὶ ἀνάντη τρίβον τὸν νοῦν ἐκδεδώκασιν.
26. Αὐχοῦσι δὲ πάλιν περιτομὴν ἔχοντες καὶ σεμνύνονται δῆθεν ταύτην εἶναι
σφραγῖδα καὶ χαρακτῆρα τῶν τε πατριαρχῶν καὶ δικαίων τῶν κατὰ τὸν νόμον
πεπολιτευμένων, δι' ἧς ἐξισοῦσθαι ἐκείνοις νομίζουσι· καὶ δῆτα ἀπ' αὐτοῦ τοῦ
Χριστοῦ τὴν σύστασιν ταύτης βούλονται φέρειν, ὡς καὶ οἱ περὶ Κήρινθον. φασὶ γὰρ
καὶ οὗτοι κατὰ τὸν ἐκείνων ληρώδη λόγον «ἀρκετὸν τῷ μαθητῇ εἶναι ὡς ὁ
διδάσκαλος»· «περιετμήθη, φησίν, ὁ Χριστός, καὶ σὺ περιτμήθητι». * καὶ ἵνα κατὰ
πάντα τρόπον καταισχύνηται τῆς πλάνης τὰ σπέρματα· καθάπερ χαλινὸς τῇ θαλάσσῃ
ἐκ θεοῦ ὁρισθείς, κλεῖθρα καὶ πύλαι, ψάμμος ὅριον θαλάσσῃ καὶ πρόσταγμα τό «ἕως
τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλὰ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα»
<ὥς> φησιν, οὕτω καὶ οὗτοι ἐν ἑαυτοῖς καταδαπανηθήσονται. ἀλλὰ ἐκεῖ μὲν
ἐκ θεοῦ προστάγματος εἰς εὐταξίαν θαλάσσης ἐκ θεοῦ εἴρηται ὁ τοῦ ὅρου λόγος,
ἐνταῦθα δὲ ἀφ' ἑαυτῆς ἡ κακία καὶ ἡ πλάνη τυφλώττουσα τὸν νοῦν καὶ τὸν εὐσεβῆ
λογισμὸν ἀποστρεφομένη προὔλαβε καθ' ἑαυτῆς ὥσπερ κύματα ἐγείρειν, τὰ σχέτλια
τῶν προαπαγγελλομένων αὐτῆς ὑπολήψεων ἑτέροις κύμασιν ἑαυτῆς συγκρούουσα καὶ ἐν
ἑαυτῇ ἀεὶ συντριβομένη ἑαυτήν <τε> διαλύουσα, – ἢ καθάπερ ἑρπετὸν
δεινὸν ἑαυτὸ λυμαινόμενον καὶ ἀντιστρεφόμενον ἀπὸ τῆς κέρκου καὶ ἑαυτὸ
βιβρῶσκον αὐτὸ ἑαυτοῦ ἀναλωτικὸν γινόμενον. τοῦτο γάρ φασι γεγενῆσθαι καιρῷ ὑπὸ
ἀσπίδων συγκλεισθεισῶν ἐν πίθοις, καὶ ἑκάστης τὴν ἑτέραν καταναλωσάσης τὴν δὲ
ἰταμωτέραν καὶ χαλεπωτέραν εἰς ὕστερον μεμενηκέναι· μόνην <δὲ> καταλειφθεῖσαν
καὶ εἰς πεῖναν ἐλθοῦσαν ἀπὸ τῆς ἰδίας κέρκου ἀρξαμένην ἑαυτὴν καταβεβρωκέναι
ἱστοροῦσί τινες φυσιολόγοι κατὰ τὴν Αἰγυπτίων χώραν. ὅθεν καὶ ἁρμοδίως τὸ ὄνομα
αὐτῇ ἐπέθεντο, διὰ τὴν κεφαλὴν τῆς Γοργόνος καὶ ταύτην ἀσπιδογοργόνα καλοῦντες.
οὕτω καὶ ὁ ματαιόφρων Ἐβίων καὶ οἱ ἀμφ' αὐτὸν προὔλαβον ἑαυτοὺς κατατέμνοντες
καὶ ἀναιροῦντες ἀπ' ἀρχῆς ἐκεῖνα ἐφ' οἷς καὶ σεμνύνονται. Χριστὸς γὰρ ἑαυτὸν οὐ
περιέτεμεν, παιδίον γεννηθείς· δόξα δὲ τῷ ἐλεήμονι θεῷ, ὅτι ἑαυτὸν προέλαβεν ὁ
Ἐβίων, ἵνα τὰ ἀληθινὰ μὴ ὁμολογήσῃ, εἰς τὸ καὶ ἔλεγχον αὐτῷ τοῦτο γενέσθαι. εἰ
μὲν γὰρ ἔλεγεν αὐτὸν θεὸν ἄνωθεν ἥκοντα περιτετμῆσθαι τὴν ὀκταήμερον
<περιτομὴν> ὑπὸ τῆς Μαρίας, τὸ τηνικαῦτα (θεὸς ὢν καὶ συγχωρῶν κατὰ ἰδίαν
εὐδοκίαν) παρεῖχεν ἂν τῷ ἀγύρτῃ τὴν περὶ τῆς περιτομῆς πιθανολογίαν. ὁπότε δὲ
ψιλὸν ἄνθρωπον αὐτὸν γεγενῆσθαι ἀπὸ ἀνθρώπων παρεισφέρει, οὐκέτι αἴτιός ἐστιν ὁ
παῖς, εἰ καὶ τὴν ὀκταήμερον περιτομὴν περιετμήθη. οὐ γὰρ ἑαυτὸν περιέτεμεν,
ἀλλὰ ὑπὸ ἀνθρώπων περιετμήθη. καὶ γὰρ οἱ παῖδες οὐχ ἑαυτοὺς περιτέμνουσι καὶ
οὐδὲ αἴτιοί εἰσι τῆς ἑαυτῶν περιτομῆς, ἀλλ' οἱ αὐτῶν γονεῖς. ἐκεῖνοι γὰρ ἀδαεῖς
ὄντες νηπιάζουσιν ἀγνοοῦντες καὶ οὐδὲ οἴδασι τί αὐτοῖς ἀπὸ τῶν γονέων γίνεται.
27. Ἡμεῖς δὲ καὶ θεὸν αὐτὸν λέγομεν ἀπ' οὐρανοῦ ἐλθόντα καὶ ἐν μήτρᾳ
παρθένου Μαρίας τὸν χρόνον τῶν ἐγκυμονουμένων παίδων παραμεμενηκότα, ὅπως
τελείως ἀπὸ τῆς παρθενικῆς μήτρας τὴν ἔνσαρκον ἐνανθρώπησιν ἑαυτῷ καὶ
οἰκονομίαν οἰκονομήσῃ, ἐν ᾗ καὶ περιετμήθη ἀληθινῶς καὶ οὐ δοκήσει ἡμέρᾳ τῇ
ὀγδόῃ. «ἦλθεν γὰρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, καὶ οὐ καταλῦσαι», οὐ
τὸν νόμον ἀλλότριον ἀποφῆναι, ἀλλὰ ἐξ αὐτοῦ μὲν δεδωρημένον ἕως δὲ αὐτοῦ ἐν
τύποις μεμενηκότα, ὅπως ἐν αὐτῷ καὶ δι' αὐτοῦ πάλιν ὅπερ ἐνέλιπεν ἐν τῷ νόμῳ
πληρωθῇ, ἵνα οἱ τύποι εἰς πνευματικὴν τελείωσιν ἐλθόντες ἐν ἀληθείᾳ ὑπ' αὐτοῦ
τε καὶ τῶν αὐτοῦ ἀποστόλων κηρυχθῶσιν, οὐκέτι ὄντες τύποι ἀλλὰ ἀλήθεια. ἐπὶ
τούτῳ γὰρ ἐπληροῦτο τὸ ἐν τῷ νόμῳ εἰρημένον, ἕως αὐτοῦ τοῦ χρόνου διαρκέσαν καὶ
ἐν αὐτῷ ἀφιστάμενον, εἰς πλήρωμα δὲ μεθιστάμενον, ὅπερ ἔφη ἡ Σεπφώρα, ὅτι «ἔστη
τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου». καὶ οὐκ εἶπεν ὅτι «περιέτεμόν μου τὸ
παιδίον»· οὐ γὰρ ᾠκονόμει ὁ ἀποσταλεὶς ἄγγελος, ἵνα περιτομὴ γένηται, ἀλλὰ οὐδὲ
τὸ αἷμα τῆς περιτομῆς φοβηθεὶς ἀπέστη, ἀλλὰ ὑπομνήσεως χάριν τοῦ μέλλοντος
παιδίου τὸ αἷμα τῆς περιτομῆς ἱστᾶν *, ὅπερ ἀκούσας καὶ οἰκονομήσας ἀπέστη. καὶ
ποίου παιδίου, ἄκουε, ἀλλ' ἢ περὶ οὗ εἶπεν ὁ προφήτης ὅτι «θελήσουσιν εἰ
ἐγένοντο πυρίκαυστοι· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν», τὸ μὲν
γεννηθὲν παιδίον δεικνὺς ἐν ἀληθείᾳ, ὅπως σημάνῃ τὴν ἀληθινὴν ἐνανθρώπησιν, τὸ
δὲ «υἱὸς ἐδόθη ἡμῖν», ὅπως δείξῃ τὸν ἄνωθεν θεοῦ Λόγον καὶ υἱὸν θεοῦ αὐτὸν
δοθέντα καὶ ἐν μήτρᾳ γενόμενον ἐνανθρωπήσαντα, ἔχοντα ἀμφότερα θεὸν καὶ
ἄνθρωπον, αὐτὸν θεὸν αὐτὸν ἄνθρωπον, αὐτὸν υἱὸν ἄνωθεν δοθέντα αὐτὸν παιδίον
γεννηθέντα. ἐφ' οὗ ἔστη λοιπὸν τὸ αἷμα τῆς περιτομῆς, ὡς καὶ ἐν τῷ εὐαγγελίῳ
λέγει, ὅτε ἀνῆλθον Ἕλληνες θεάσασθαι αὐτὸν καὶ ἦλθον πρὸς Φίλιππον καὶ λέγουσιν
αὐτῷ· δεῖξον ἡμῖν τὸν Ἰησοῦν, καὶ ὁ Φίλιππος τῷ Ἰωάννῃ καὶ ὁ Ἰωάννης τῷ Ἰησοῦ
ἔφη ὅτι «τινὲς Ἕλληνες βούλονταί σε θεάσασθαι», καὶ εὐθὺς ὁ κύριος ἀποκρίνεται
λέγων «νῦν ἔφθασεν ἡ δόξα τοῦ θεοῦ», ἵνα δείξῃ περιτομὴν μὲν παρερχομένην τὴν
ἔνσαρκον καὶ τύπῳ ὑπηρετήσασαν ἄχρι χρόνου, τὴν δὲ ἐν σαρκὶ ἀκροβυστίαν ἐν
πνεύματι ἔχουσαν μείζονα περιτομήν, θεωροῦσαν Χριστὸν καὶ αὐτὸν ἐν ἀληθείᾳ
κατειληφυῖαν.
28. Εἰ δὲ βούλονται οὗτοι λέγειν· πῶς οὖν Χριστὸς περιετμήθη, ἤδη μὲν οὖν, ὦ
πεπλανημένοι, ἐδείξαμεν ὑμῖν δι' ἣν αἰτίαν περιετμήθη. περιετμήθη γὰρ διὰ
πολλοὺς τρόπους. καὶ πρῶτον, ἵνα δείξῃ ἐν ἀληθείᾳ σάρκα <ἑαυτὸν
ἀνειληφέναι>, διὰ Μανιχαῖον καὶ τοὺς λέγοντας ἐν δοκήσει πεφηνέναι· ἔπειτα,
ἵνα δείξῃ ὡς οὐκ ἦν ὁμοούσιον τὸ σῶμα τῇ θεότητι, ὥς φησιν Ἀπολλινάριος, ἀλλ'
οὔτε ἄνωθεν αὐτὸ κατενήνοχεν, ὡς λέγει Οὐαλεντῖνος· καὶ ἵνα βεβαιώσῃ ἣν πάλαι
ἔδωκε περιτομὴν δικαίως ὑπηρετήσασαν ἕως τῆς αὐτοῦ παρουσίας καὶ διὰ τὸ μὴ
ἔχειν τοὺς Ἰουδαίους ἀπολογίαν. εἰ γὰρ μὴ περιετμήθη, εἶχον λέγειν, οὐκ
ἠδυνάμεθα Χριστὸν δέξασθαι ἐν ἀκροβυστίᾳ. ἄλλως τε καὶ ἔδει αὐτὸν ἐντειλάμενον
τῷ Ἀβραὰμ περιτμηθῆναι, σφραγῖδος ἕνεκα φαινομένης εἰς τύπον δὲ ἀληθινῆς καὶ
ἀοράτου δοθείσης, ταύτην Χριστὸν περιτμηθέντα βεβαιῶσαι. ἐγένετο γὰρ ἡ
φαινομένη περιτομὴ ἕνεκεν δισταγμοῦ τοῦ Ἀβραάμ, ὅτε εἶπεν ὁ ἅγιος καὶ δίκαιος
ὡς ἐν δισταγμῷ «εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται» καὶ «εἰ Σάρρα ἡ πρεσβῦτις
γεννήσει υἱόν», καὶ εὐθὺς τοῦ κυρίου λέγοντος «λάβε μοι κριὸν τριετίζοντα καὶ
αἶγα καὶ δάμαλιν» καὶ τὰ ἑξῆς, καὶ περὶ τὴν τοῦ ἡλίου δύσιν, ὡς εἶδεν λαμπάδας
πυρὸς καὶ κλίβανον καὶ τἄλλα, φήσας αὐτῷ ὁ θεὸς κατὰ ἐπιτίμησιν «πάροικον ἔσται
τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ καὶ δουλώσουσιν αὐτὸ ἔτη τετρακόσια» ἀσφαλείας
ἕνεκα διὰ τὸν δισταγμὸν δι' ὃν εἶπεν «εἰ τῷ ἑκατονταετεῖ υἱὸς γεννηθήσεται»,
ἵνα μὴ καταδουλωθὲν τὸ σπέρμα ὑπὸ εἰδωλολατρῶν καὶ ἀπίστων Αἰγυπτίων ἐπιλάθηται
θεοῦ τῶν πατέρων αὐτοῦ, ἐπέθηκεν αὐτῷ καὶ αὐτοῖς τὴν ἔνσαρκον περιτομήν, ἵνα
ὁρῶντες ὑπομιμνῄσκωνται καὶ δυσωπῶνται καὶ μὴ ἀρνῶνται αὐτόν. καὶ διήρκεσεν
ἄχρι Χριστοῦ τοῦτο, καὶ τούτου ἕνεκα καὶ αὐτὸς εὐδοκεῖ περιτμηθῆναι καὶ
ἄνθρωπος γέγονεν ἐν ἀληθείᾳ, ἄνωθεν ἐλθὼν ἐκ πατρὸς θεὸς Λόγος καὶ οὐκ
ἀποθέμενος τὴν θεότητα, ἀλλὰ σάρκα φορέσας ἐν ἀληθείᾳ· τελείαν δὲ ἐνανθρώπησιν
ἔχων περιτέμνεται, τὰ πάντα οἰκονομῶν ἐν ἀληθείᾳ, ἵνα καὶ Ἰουδαῖοι ὡς προεῖπον
ἀναπολόγητοι ὦσιν καὶ Μανιχαῖοι καὶ ἄλλοι ἐλεγχθήσονται καὶ ἵνα περιτμηθεὶς
εὐλόγως καταλύσῃ τὴν περιτομὴν καὶ ἄλλην μείζονα ὑποδείξῃ, οὐχ ὡς μὴ ἔχων καὶ
ἑαυτῷ συνιστάμενος, ἀλλὰ ἔχων μὲν δεικνὺς δὲ ὅτι ταύτης οὐκέτι ἐστὶν χρεία,
ἀλλὰ τῆς μείζονος.
29. Καὶ ὅτι μὲν εὐθὺς γεννηθεὶς θεὸς ἦν καὶ οὐ ψιλὸς ἄνθρωπος, οἱ μάγοι
σαφῶς δείξουσι. μετὰ γὰρ δύο ἐτῶν χρόνον, ὡς ἔδειξαν τῷ Ἡρῴδῃ τὸν χρόνον τοῦ
ἀστέρος «ἀπὸ διετοῦς καὶ κατωτέρω» ἐλθόντες εἰς Ἱερουσαλὴμ καὶ ἐρωτήσαντες οἱ
αὐτοὶ μάγοι καὶ γνόντες ὅτι ἐν Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται, ἐξῆλθον πάλιν τοῦ
ἀστέρος ὁδηγοῦντος αὐτοὺς καὶ ἦλθον ἀπὸ Ἱεροσολύμων εἰς Βηθλεέμ. καὶ
εἰσελθόντες εὗρον αὐτὸν μετὰ τῆς μητρὸς αὐτοῦ Μαρίας καὶ πεσόντες προσεκύνησαν
αὐτῷ καὶ προσήνεγκαν τὰ δῶρα. εἰ τοίνυν εὐθὺς προσκυνεῖται, οὐ ψιλὸς ἄνθρωπος ὁ
γεννηθείς, ἀλλὰ θεὸς καὶ οὐ μετὰ τριάκοντα ἔτη καὶ οὐ μετὰ τὸ βάπτισμα Χριστὸς
γίνεται, ἀλλὰ εὐθὺς Χριστὸς ἐγεννήθη ἀπὸ παρθένου θεὸς καὶ ἄνθρωπος. διὸ καὶ οἱ
ἄγγελοι εὐθὺς ὑμνοῦσι λέγοντες «δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν
ἀνθρώποις εὐδοκία» καὶ εὐαγγελίζονται τοὺς ποιμένας λέγοντες «ἐγεννήθη ὑμῖν
Χριστὸς κύριος σήμερον ἐν πόλει Δαυίδ». καὶ οὐ μόνον τοῦτο, ὦ ἠπατημένε Ἐβίων,
δείκνυται, ἀλλὰ καὶ ἀπὸ δωδεκαετοῦς εὑρίσκεται «καθήμενος ἀνὰ μέσον τῶν ἱερέων
καὶ πρεσβυτέρων, ἐρωτῶν τε αὐτοὺς καὶ ζητῶν μετ' αὐτῶν», καὶ «ἐξεπλήττοντο ἐπὶ
τῷ λόγῳ τῆς χάριτος τῷ ἐκπορευομένῳ ἐκ τοῦ στόματος αὐτοῦ». καὶ οὐχὶ μετὰ τὸ
τριακοστὸν ἔτος ἐποίει τοῦτο, ἵνα εἴπῃς ὅτι ὅτε ἦλθεν τὸ πνεῦμα εἰς αὐτὸν
Χριστὸς ἐγένετο, ἀλλὰ εὐθὺς ἀπὸ δωδεκαετοῦς ὡς προεῖπον, ὡς γέγραπται ἐν τῷ
κατὰ Λουκᾶν εὐαγγελίῳ. ἀλλὰ καὶ ἔτι ἀνωτέρω, ὅτε νηπιάζοντος αὐτοῦ ἀνῆλθον
(φησὶν) οἱ περὶ Ἰωσὴφ καὶ Μαριὰμ εἰς Ἱερουσαλὴμ προσκυνῆσαι ἐν τῇ ἑορτῇ καὶ
ἀνέκαμπτον, ἔμεινεν Ἰησοῦς καὶ ἐζήτουν αὐτὸν ἐν τῇ ὁδοιπορίᾳ καὶ ἐν τοῖς
συγγενέσιν αὐτῶν καὶ οὐχ ηὕρισκον (εἶχεν γὰρ ἡ Μαρία συγγένειαν)· ἀνακάμψασα δὲ
καὶ εὑροῦσα αὐτὸν ἔφη αὐτῷ «τί ἡμῖν ἐποίησας, τέκνον; ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου
ὀδυνώμενοι ἐζητοῦμέν σε» (ἐν τάξει γὰρ πατρὸς ὁ Ἰωσὴφ αὐτῷ ὑπῆρχεν, οὐ γὰρ ἦν
αὐτοῦ πατὴρ κατὰ φύσιν). εἶτα ὁ κύριος πρὸς αὐτήν «τί ὅτι ἐζητεῖτέ με; οὐκ
ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;» σημαίνων ὅτι ὁ ναὸς εἰς ὄνομα
θεοῦ τουτέστιν πατρὸς τοῦ ἰδίου ᾠκοδομήθη. εἰ τοίνυν ἀπὸ νηπίου οἶδε τὸν ναὸν
καὶ τὸν πατέρα, οὐκ ἄρα ψιλὸς ἄνθρωπος ὁ γεννηθεὶς Ἰησοῦς οὐδὲ μετὰ τὸ
τριακοστὸν ἔτος, μετὰ τὸ ἐλθεῖν εἰς αὐτὸν τὸ εἶδος τῆς περιστερᾶς, υἱὸς καὶ
Χριστὸς ἐκαλεῖτο, ἀλλὰ καὶ εὐθὺς καὶ θαρραλεωτέρως ἐν τοῖς τοῦ πατρὸς αὐτοῦ
δεῖν αὐτὸν εἶναι ἐδίδασκεν.
καὶ ὅτι δὲ ὁ Ἰωσὴφ οὐχὶ πατὴρ αὐτοῦ ἦν, ἀλλὰ ἐν τάξει πατρὸς
<ὑπῆρχεν>, ἄκουε τοῦ αὐτοῦ εὐαγγελιστοῦ λέγοντος, τοῦ γράψαντος ἀπὸ
προσώπου Μαρίας ὅτι «ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε»· πάλιν πῶς
γράφει λέγων «ἦν δὲ Ἰησοῦς ἀρχόμενος εἶναι ὡς ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς
ἐνομίζετο, Ἰωσήφ». ἐν δὲ τῷ εἰπεῖν «ὡς ἐνομίζετο» ἔδειξεν αὐτὸν μὴ εἶναι αὐτοῦ
υἱόν, ἀλλὰ νομίζεσθαι.
30. Ἐπιλείψει δέ μοι ὁ καιρὸς διηγουμένῳ εἰς παράστασιν ἀληθείας καὶ εἰς ἔλεγχον
τῆς ματαιοφροσύνης Ἐβίωνος καὶ τοῦ αὐτοῦ παραπεποιημένου ματαιοφροσύνης
διδασκαλείου. πόθεν γὰρ οὐ σαφὲς ἂν εἴη ὅτι οὐ πατὴρ ἦν Ἰωσήφ, ἀλλ' ἐν τάξει
πατρὸς ἐνομίζετο; «ἰδού» φησίν «ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν»·
καὶ οὐκ εἶπεν «ἰδού, ἡ γυνή». καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «καὶ τέξεται ἡ
δάμαλις καὶ ἐροῦσιν, οὐ τέτοκεν». ἐπειδὴ γάρ τινες τῶν Μανιχαίων καὶ
Μαρκιωνιστῶν λέγουσιν αὐτὸν μὴ τετέχθαι, διὰ τοῦτο τό «τέξεται καὶ ἐροῦσιν, οὐ
τέτοκεν»· ἐπειδὴ οὐ τέτοκεν ἡ Μαρία ἐκ σπέρματος ἀνδρὸς καὶ οὗτοι μανέντες
λέγουσι ψευδῶς ἐκ σπέρματος ἀνδρὸς αὐτὴν γεγεννηκέναι. γεγέννηκεν οὖν ἡ δάμαλις
ἐν ἀληθείᾳ θεόν, ἄνθρωπον ἐν ἀληθείᾳ. καὶ ὅτι μὲν δάμαλις ἡ παρθένος καλεῖται
καὶ τὸ ταύτης λείψανον καθαρισμὸς ἦν τῶν κεκοινωμένων, ἄκουε τοῦ νόμου λέγοντος
«λάβε σοι δάμαλιν πυρράν», ἵνα δείξῃ τὸ ἐκλεκτὸν σκεῦος τῆς Μαρίας * διὰ τὸ
πυροειδὲς τῆς τοῦ σωτῆρος θεότητος χωρηθὲν ἐν τῇ παρθένῳ· «πῦρ γὰρ ὁ θεός» φησί
«καταναλίσκον». καί φησιν ὁ νόμος «δάμαλιν πυρράν, ἐφ' ἧς ζυγὸς οὐκ ἀναβέβηκεν
ἐπὶ τὸν τράχηλον», ἵνα δείξῃ τὴν παρθένον δάμαλιν, μὴ γνοῦσαν ζυγὸν γάμου
ἀνδρός. ἀλλὰ τί μοι τὰ πλεῖστα διαλέγεσθαι; ὡς πάλιν Ἠσαΐας ἔφη ἐκ προσώπου
κυρίου ὅτι «λάβε σοι τόμον χάρτου καινοῦ μεγάλου», τόμον διὰ τὸ εἶναι μὲν τὴν
παρθένον ἐκ σπέρματος ἀνδρός, τετμῆσθαι δὲ ἀπὸ μίξεως ἀνδρῶν καὶ τμηθῆναι ἀπὸ
τῆς τῶν ἀνθρώπων κατὰ φύσιν συνηθείας. πάντες γὰρ ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς
γεννῶνται· ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν ἐκ γυναικὸς παρθένου Μαρίας
τὴν ἐνανθρώπησιν ἔσχηκεν, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀνθρωπότητα
ἀκολουθίας, ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει «ἐκ βλαστοῦ υἱέ μου ἀνέβης», καὶ οὐκ
εἶπεν «ἐκ σπέρματος ἀνέβης». καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαΐας ὁ προφήτης,
μᾶλλον δὲ ὁ κύριος αὐτῷ λέγει «λάβε σεαυτῷ τόμον χάρτου», τὸ εἶδος τῆς
συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· ὡς καὶ ἐν τῷ
ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει «ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται·
ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς»· βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν. διὰ
τοῦτο ὁ Δαυὶδ λέγει «τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου», τουτέστιν
σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με καὶ ἔτι πρότερον, πρὶν τοῦ σπαρῆναί
με.
31. ὁ δὲ Ἑβραῖος θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. τὸ ἀκατέργαστον γὰρ γολμὶ
ἐκάλεσεν, ὅπερ ἑρμηνεύεται χόνδρος ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μηδέπω εἰς
ἄρτον συνελθὸν καὶ φυραθέν, ἀλλ' ὡς ἀπὸ κόκκου σίτου τμηθὲν χονδρ<ί>ον ἢ
χονδρίτης ἢ λεπτὴ ψηφίς, ἥτις ἐκ σεμιδάλεως γίνεται. οὕτως τὸ ἰσότυπον τοῦ
εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε καί φησιν,
εἰς Ἑλλάδα διάλεκτον ἑρμηνευομένου τοῦ λόγου, «τὸ ἀκατέργαστον» τουτέστιν τὸ
ἄπλαστον ἔτι ἐν κοιλίᾳ ἢ πρὸ κοιλίας «εἶδον οἱ ὀφθαλμοί σου» («οἶδεν γὰρ πάντα
ὁ θεὸς πρὶν γενέσθαι», ὡς γέγραπται)· πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ
σημαινομένη. καὶ οὐκ εἶπεν «λάβε σεαυτῷ βιβλίον» ἢ «λάβε σεαυτῷ χάρτην», ἀλλὰ
«τόμον» παρὰ τὸ ἰδιάζον τῆς τῶν ἀνθρώπων συνηθείας, «χάρτου» διὰ τὸ γραφικὸν
τῆς μήτρας. «καινοῦ» διὰ τὸ καινὸν τῆς παρθένου καὶ ἄχραντον,
<«μεγάλου»>· μεγάλη γὰρ ὡς ἀληθῶς Μαριὰμ ἡ ἁγία παρθένος ἐνώπιον θεοῦ καὶ
ἀνθρώπων. πῶς γὰρ οὐκ ἂν εἴποιμεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν
οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; αὐτὸς δὲ ἀχώρητος ὢν κατὰ ἰδίαν προαίρεσιν
καὶ εὐδοκίαν ἐχωρήθη, βουλόμενος καὶ οὐ κατὰ ἀνάγκην. διὸ μέγας ὁ τόμος καὶ
καινός· μέγας διὰ τὸ θαῦμα, καινὸς ὅτι παρθένος. «καὶ γράψον», φησίν, «ἐν αὐτῷ
γραφίδι ἀνθρώπου», καὶ οὐκ εἶπεν· γράψει ἐν αὐτῷ τις γραφίδι ἀνθρώπου, οὐδὲ
εἶπεν· γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ πρόφασιν ὁ Ἐβίων. εἰ γὰρ εἶπε·
γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρεν καὶ ἐκ
σπέρματος ἀνδρὸς ἐγεννήθη Χριστός. τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν
ἐτῶν πλείω ἐλάσσω ἔλεγε «γράψον», ἵνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστήματος ὀφθῇ πᾶσιν
ἡ ἀλήθεια, ὅτι οὐδεὶς ἠδύνατο πρὸ ἑπτακοσίων πεντήκοντα τριῶν ἐτῶν σπεῖραι τὸν μέλλοντα
γεννᾶσθαι. ἆρα οὖν μάτην λέγει τῷ προφήτῃ «γράψον»; οὐχί, ἀλλὰ ἵνα δείξῃ τὸ
πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ προφήτῃ, αὐτὸ ἐνεργητικὸν γινόμενον τῆς συλλήψεως τῆς
ἐνσάρκου Χριστοῦ παρουσίας ἐν ἀληθείᾳ· «πνεῦμα γὰρ ἅγιον ἐπελεύσεται ἐπὶ σέ»
φησὶν ὁ ἄγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τὰ ἑξῆς. τὸ δέ «γραφίδι ἀνθρώπου»
τουτέστιν εἰκόνι ἀνθρώπου· «ἄνθρωπος γὰρ Χριστὸς Ἰησοῦς, μεσίτης δὲ θεοῦ καὶ
ἀνθρώπων», ἐπειδὴ ἄνωθεν ἦλθεν θεὸς Λόγος, ἐκ Μαρίας δὲ ἄνθρωπος, οὐκ ἀπὸ
σπέρματος ἀνδρὸς γεγεννημένος. καὶ διὰ τοῦτο εὐθύς φησιν ὁ προφήτης «καὶ
εἰσῆλθεν πρὸς τὴν προφῆτιν», ἵνα δείξῃ προφῆτιν τὴν Μαρίαν, καὶ οὐχὶ τὴν
γυναῖκα Ἄχαζ, ὥς τινες πλανῶνται φάσκοντες διὰ τὸν Ἐζεκίαν εἰρῆσθαι. ἤδη γὰρ ὁ
Ἐζεκίας ἕνδεκα ἔτη εἶχεν γεγεννημένος. τῷ γὰρ τρίτῳ ἔτει τῆς τοῦ πατρὸς αὐτοῦ
βασιλείας τὸ ῥῆμα ἐπροφητεύετο ὅτι «ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει». καὶ μετὰ
τὸ ἀποθανεῖν τὸν Ἄχαζ, βασιλεύσαντα δεκατέσσαρα ἔτη καὶ τελευτήσαντα, εὐθύς
φησιν ἡ γραφή «καὶ ἐβασίλευσεν Ἐζεκίας, καὶ ἦν εἴκοσι <πέντε> ἐτῶν ἐν τῷ
βασιλεύειν αὐτόν». πῶς οὖν ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτοῦ, τεσσαρεσκαίδεκα ἔτη
αὐτοῦ βασιλεύσαντος, προφητευομένου τοῦ ἐκ παρθένου γεννωμένου Ἐμμανουὴλ
Ἐζεκίας γεννηθήσεται, ὁ εἴκοσι ἐτῶν βασιλεύσας μετὰ τὸν αὐτοῦ πατέρα, καὶ οὐχὶ
μᾶλλον φανήσεται τοῖς συνετοῖς ὅτι ἤδη ὑπῆρχεν γεννηθείς, ὅτε ὁ προφήτης
προεφήτευσε τὸ ῥῆμα ἐπὶ τῆς τοῦ Ἄχαζ πατρὸς τοῦ Ἐζεκίου βασιλείας; μάλιστα οὐδὲ
προφήτιδος οὔσης τῆς τοῦ Ἄχαζ γυναικός, ὡς παντί τῳ δῆλόν ἐστιν. Μαρία δὲ
ἔστιν, ἡ εἰποῦσα καὶ προφητεύουσα «ὅτι ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ
γενεαὶ τῆς γῆς»· πρὸς ἣν εἰσῆλθε Γαβριὴλ καὶ εὐηγγελίσατο ὡς τὸ πνεῦμα
ἐλεύσεται ἐπ' αὐτὴν τὸ ἐν Ἠσαΐᾳ λαλῆσαν καὶ γεννήσει υἱόν, τὸν κύριον ἡμῶν
Ἰησοῦν Χριστόν, διὰ πνεύματος ἁγίου καὶ οὐκ ἀπὸ σπέρματος ἀνδρός, ὡς οὗτοι
ἀφραίνοντες καὶ σφαλλόμενοι βλασφημοῦσιν.
32. Ἐλήλεγκται δὲ τοῦ ματαιόφρονος καὶ ὁ σαββατισμὸς καὶ ἡ περιτομὴ καὶ οἱ
καθ' ἡμέραν βαπτισμοὶ ὑπ' αὐτοῦ γινόμενοι· ἐν γὰρ σαββάτῳ φιλοτιμεῖται τὰ
πλεῖστα θεραπεύειν Ἰησοῦς. καὶ οὐ μόνον ὅτι θεραπεύει, ἀλλὰ καὶ κατὰ δύο
τρόπους ἰᾶται. παραγγέλλει γὰρ τοῖς ἰατρευθεῖσιν ἐν τῷ σαββάτῳ αἴρειν τὸν
κράββατον καὶ βαδίζειν, ἀλλὰ καὶ ἐν σαββάτῳ πηλὸν φυράσας ἐπέθηκεν τοῖς τοῦ
τυφλοῦ ὀφθαλμοῖς· ἔργον δέ ἐστι πηλὸν φυρᾶσαι. ὅθεν γνόντες οἱ ἀπόστολοι ὅτι
λέλυται τὸ σάββατον ἀπὸ τῆς αὐτοῦ ἅμα αὐτοῖς συνδιατριβῆς καὶ διδασκαλίας,
τίλλουσι στάχυας σαββάτῳ καὶ ψώχουσι καὶ ἐσθίουσιν. ἦν δὲ σάββατον
δευτερόπρωτον, ὡς ἔχει τὸ εὐαγγέλιον. σάββατα γὰρ διάφορα ὥριζεν ὁ νόμος, τὸ
μὲν κατὰ ἑβδομάδα ἀνακυκλούμενον φύσει σάββατον, τὸ δὲ διὰ τὰς ὑποπιπτούσας τῆς
κατὰ σελήνην νεομηνίας καὶ τὰς καθεξῆς ἑορτάς, οἷον ἡμέρας σκηνοπηγίας καὶ
ἡμέρας Πάσχων, ὅτε τὸ πρόβατον θύουσι καὶ ἄζυμα λοιπὸν ἐσθίουσιν· ἔτι δὲ ὅτε
τὴν μίαν νηστείαν νηστεύουσι τοῦ ἔτους, τὴν λεγομένην μεγάλην, καὶ τὴν ἄλλην,
ἣν λέγουσι μικράν. ὅτε γὰρ ὑποπίπτουσιν αὗται αἱ ἡμέραι, ἤτοι ἐν δευτέρᾳ
σαββάτων ἢ ἐν τρίτῃ ἢ ἐν τετράδι, σάββατον καὶ αὐτὸ αὐτοῖς ὁρίζεται. διὸ μετὰ
τὴν τῶν ἀζύμων γενομένην ἡμέραν καὶ ὁρισθεῖσαν ἡμέραν σαββάτου, τῷ σαββάτῳ
φύσει τῷ μετὰ τὴν ἡμέραν τῶν ἀζύμων εἰς σάββατον λελογισμένην, εὑρέθησαν διαβαίνοντες
διὰ τῶν σπορίμων καὶ ἔτιλλον στάχυας καὶ ἔψωχον καὶ ἤσθιον, δεικνύντες ὅτι
λέλυται ὁ δεσμὸς ὁ ἐν τῷ σαββάτῳ ὁριζόμενος, ἐλθόντος τοῦ μεγάλου σαββάτου
τουτέστιν Χριστοῦ, τοῦ ἀναπαύσαντος ἡμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν, οὗ τύπος ἦν
ὁ Νῶε, ὃν ὁ πατὴρ αὐτοῦ γεννηθέντα ἑωρακὼς κατὰ προφητείαν ἐπέθετο αὐτῷ ὄνομα
Νῶε, λέγων ὅτι «οὗτος ἀναπαύσει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἤτοι σκληρῶν ἔργων ἡμῶν».
ὁ Νῶε δὲ ἀπὸ ἁμαρτιῶν οὐκ ἀνέπαυσεν, ἀλλὰ εἰς Χριστὸν προεφήτευσεν ὁ Λάμεχ τὴν
προφητείαν, τὸν Νῶε ἑρμηνευόμενον ἐν ἀληθείᾳ (Νῶε γὰρ ἀνάπαυσις ἑρμηνεύεται)
καὶ Σεβέθ, ὅπερ ἀνάπαυσις καὶ σάββατον ἑρμηνεύεται· ὅ ἐστιν Χριστός, ἐν ᾧ
ἀναπέπαυται ὁ πατὴρ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, καὶ πάντες ἄνθρωποι ἅγιοι ἐν
αὐτῷ ἀνεπαύσαντο, παυσάμενοι ἀπὸ ἁμαρτημάτων. οὗτός ἐστι τὸ μέγα σάββατον καὶ
ἀίδιον, οὗ τύπος ἦν τὸ μικρὸν καὶ πρόσκαιρον σάββατον, ἐξυπηρετούμενον ἄχρι τῆς
αὐτοῦ παρουσίας, προσταχθὲν ὑπ' αὐτοῦ κατὰ τὸν νόμον καὶ ἐν αὐτῷ λυθὲν καὶ
πληρωθὲν ἐν τῷ εὐαγγελίῳ· οὕτως γὰρ εἶπεν ὅτι «κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου
καὶ τοῦ σαββάτου».
ὅθεν θαρσαλέως οἱ μαθηταὶ λύουσι τὸ σάββατον, ἐπειδὴ καὶ οἱ πρὸ αὐτῶν ἱερεῖς
ἔλυον ἐν τῷ ναῷ τὸ σάββατον θύοντες καὶ θεῷ θυσίας προσφέροντες, ἵνα μὴ ἀργήσῃ
θυσία ἡ ἐνδελεχὴς καὶ καθ' ἡμέραν προσφερομένη. οὐ μόνον δὲ αὐτοὶ προεφήτευον
οἱ ἱερεῖς λυθήσεσθαι τὸ σάββατον διὰ τοῦ μὴ ἀργεῖν, ἀλλὰ καὶ αὐτὴ ἡ περιτομὴ
ἔλυε τὸ σάββατον. γεννωμένου γὰρ παιδὸς πολλάκις ἐν σαββάτῳ ἀναίρεσις σαββάτου
καὶ περιτομῆς ἐγίνετο· οὕτω ταῖς ἀμφοτέραις ἡ λύσις προεθεσπίζετο. δείκνυται
γὰρ ὅτι οἱ περιτέμνοντες αὐτὸ τὸ γεννηθὲν ἐν σαββάτῳ, ἐὰν θελήσωσιν
ἀκριβολογήσασθαι τὴν ὀγδόην ἡμέραν, εὑρίσκοντες ἐμπίπτουσαν ἐν σαββάτῳ καὶ
περιτέμνοντες ἔργον εἰργάσαντο καὶ τὸ σάββατον ἔλυσαν· ἐὰν δὲ ὑπερθῶνται διὰ τὸ
μὴ λῦσαι τὸ σάββατον, ἐνάτῃ λοιπὸν περιτέμνουσι τὴν περιτομὴν καὶ ἔλυσαν αὐτὴν
τὴν περιτομὴν καὶ τὸν περὶ αὐτῆς τῶν ὀκτὼ ἡμερῶν ὅρον τοῦ προστάγματος.
33. Ἀλλὰ οὔτε ἦν τελεία ἡ πρώτη περιτομή, ἀλλὰ σημείου χάριν ἐδόθη, εἴς τε
ὑπόμνησιν τῶν μετὰ ταῦτα καὶ διὰ τὸν δισταγμὸν τοῦ ἁγίου Ἀβραὰμ ὡς προείρηται
ἐπιτιμηθέντος καὶ τύπου ἕνεκα τῆς μεγάλης τῆς τὰ πάντα κατ' ἰσότητα πληρούσης
ἐν τοῖς καταξιουμένοις. ἐκείνη μὲν γὰρ εἰ ἦν ἁγιαστείας ἕνεκα καὶ κληρονομίας
οὐρανῶν βασιλείας χάριν, ἄρα ἐστέρηται Σάρρα τῆς βασιλείας καὶ Ῥεβέκκα καὶ Λεία
καὶ Ῥαχὴλ καὶ Ἰωχαβὲτ καὶ Μαρία ἡ ἀδελφὴ Μωυσέως καὶ πᾶσαι αἱ ἅγιαι γυναῖκες,
καὶ οὐ δυνήσονται κληρονομεῖν βασιλείαν οὐρανῶν, μὴ δυνηθεῖσαι τὴν περιτομὴν
τοῦ Ἀβραὰμ ἔχειν, ἣν θεὸς αὐτῷ δεδώρηται κατὰ τὸν τούτων λόγον. εἰ δὲ οὐκ
ἐστέρηνται αὗται τῆς βασιλείας τῶν οὐρανῶν, καίτοι οὐ μετεσχηκυῖαι περιτομῆς,
οὐδὲν ἄρα ἰσχύει ἡ νῦν ἔνσαρκος περιτομή. τί δὲ καυχᾶται Ἐβίων περὶ περιτομῆς,
ὁπότε καὶ οἱ εἰδωλολάτραι καὶ ἱερεῖς τῶν Αἰγυπτίων περιτομὴν ἔχουσιν; ἀλλὰ καὶ
οἱ Σαρακηνοὶ οἱ καὶ Ἰσμαηλῖται περιτομὴν ἔχουσι καὶ Σαμαρεῖται [καὶ Ἰουδαῖοι]
καὶ Ἰδουμαῖοι καὶ Ὁμηρῖται. τούτων δὲ οἱ πλείους οὐ διὰ νόμον τοῦτο ποιοῦσιν,
ἀλλὰ ἀλόγῳ τινὶ συνηθείᾳ.
Καὶ ἁπλῶς πολὺν χρόνον ἀναλώσω κατατριβόμενος εἰς τὴν τούτου ληρῳδίαν, διὰ
τὸ ἐπερείδεσθαι αὐτὸν μάτην τῷ ῥητῷ ᾧ εἴρηκεν ὁ σωτήρ «ἀρκετὸν τῷ μαθητῇ εἶναι
ὡς ὁ διδάσκαλος», ἵνα καὶ αὐτὸς σεμνύνηται τὴν ἰδίαν περιτομὴν ἀπὸ τῆς τοῦ
Χριστοῦ περιτομῆς τῆς ἐν αὐτῷ καλῶς περιτμηθείσης καὶ δι' αὐτοῦ καταλυθείσης.
ὅμως ἐπειδὴ βούλεται ὁ κτηνώδης διὰ τὴν πρὸς τὸν Χριστὸν μίμησιν λαμβάνειν
τοῦτον τὸν λόγον, οὐκ ὀκνήσω δεῖξαι ὅτι οὐ διὰ τοῦτο εἴρηται. εὐθὺς γὰρ φράζει
ὁ κύριος λέγων ὅτι οὐ διὰ τοῦτο εἶπεν, ἀλλὰ διὰ τοὺς διωγμοὺς καὶ τὴν τῶν
Ἰουδαίων εἰς αὐτὸν παροινίαν, καί φησιν «εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ
ἐμὲ ἐμίσησαν, καὶ ὑμᾶς μισήσουσιν». «οὐκ ἐμὲ λέγετε κύριον καὶ διδάσκαλον; καὶ
καλῶς λέγετε, εἰμὶ γάρ»· «εἰ οὖν τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ γε
μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;» καί «οὐ δύναται δοῦλος εἶναι ὑπὲρ τὸν κύριον
αὐτοῦ οὐδὲ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ· ἤτω δὲ κατηρτισμένος κατὰ πάντα ὁ
μαθητής, ὡς ὁ διδάσκαλος» τουτέστιν ἕτοιμος εἰς διωγμὸν καὶ κακολογίαν καὶ πᾶν
ὁτιοῦν ἐπιφερόμενον. ὅθεν καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν «μιμηταί μου γένεσθε καθὼς
κἀγὼ Χριστοῦ». καὶ οὐχ ὅτι ἐκεῖνος ἐμιμεῖτο τὸν αὐτοῦ δεσπότην ὡς οὐκ ἔδει·
οὐδὲ γὰρ ἔλεγεν ὅτι θεός εἰμι ἢ υἱὸς θεοῦ εἰμι ἢ Λόγος ὁ θεός εἰμι· λέγει γὰρ
ὅτι «ἐγώ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων» καὶ «ὡσπερεί τῳ ἐκτρώματι ὤφθη κἀμοί».
34. Εἰ δὲ σύ, Ἐβίων, λαμβάνεις τὸ ῥητὸν τοῦτο ἐπὶ μιμήσει Χριστοῦ καὶ ἀπὸ
τῆς περιτομῆς <περὶ> ἧς ματαιοφρονεῖς θέλεις εἶναι ὡς ὁ διδάσκαλος,
μᾶλλον δὲ ὡς ὁ κύριος, μὴ ἐν τῇ περιτομῇ αὐτῷ ὁμοιοῦ· οὐ γάρ σε ὠφελήσει.
παρήνεγκε γὰρ ὁ κύριος τὸν ταύτης χρόνον, ὡς διὰ πολλῶν μαρτυριῶν σαφῶς
ἀπεδείξαμεν. ἦλθεν γὰρ καὶ ἐπλήρωσεν, δοὺς τὴν τελείαν περιτομὴν τῶν αὐτοῦ
μυστηρίων οὐκ ἐν ἑνὶ μέλει μόνῳ, ἀλλ' ὅλον σῶμα σφραγίσας καὶ περιτεμὼν ἀπὸ
ἁμαρτίας, καὶ οὐχ ἓν μέρος λαοῦ σῴζων τουτέστιν ἄνδρας μόνους, ἀλλὰ <καὶ>
ὅλον λαὸν τὸν τῶν Χριστιανῶν κατὰ ἀλήθειαν ἄνδρας τε καὶ γυναῖκας ὁμοῦ
σφραγίζων καὶ εἰς οὐρανῶν βασιλείας κληρονομίαν ἀφθόνως *, καὶ οὐκ ἐλλιπῶς ἑνὶ
τάγματι τῶν ἀνδρῶν μόνον κατὰ ἀσθένειαν τὴν σφραγῖδα παρέχων, ἀλλὰ λαῷ ὁλοτελεῖ
διὰ τῆς σφραγῖδος καὶ ἐντολῶν καὶ ἀγαθῆς διδασκαλίας τὴν βασιλείαν τῶν οὐρανῶν
ἀποκαλύπτων. εἰ δὲ ὡς ὁ κύριος βούλει εἶναι, ὦ Ἐβίων, τουτέστιν ὡς ὁ
διδάσκαλος, πολὺ ἠπάτησαι. μὴ ἐν τῇ περιτομῇ ἀπεικάζου, ἀλλὰ κάλεσον τὸν
Λάζαρον ἀπὸ μνημείου ἢ ἄλλον νεκρὸν ἔγειρον, λεπροὺς καθάρισον ἢ τυφλοῖς
χάρισαι τὸ βλέπειν ἢ ἐκ γενετῆς παραλυτικὸν ἴασαι, εἰ δύνῃ· οὐ δύνῃ δέ, ὅτι
ἐναντίως πράττεις, ἀπιστίᾳ κατεχόμενος καὶ δεσμοῖς σαρκὸς καὶ δικαιώμασι νόμου
ἀπληρώτοις. εἰ δὲ καὶ ταῦτα ἠδυνήθης ποιῆσαι, ὅπερ οὐ δύνῃ διὰ τὴν κακοπιστίαν
σου, οὐ λέγω * ὡς ὁ Χριστός. οὐ γὰρ δύνῃ ἀπεικασθῆναι θεῷ, φθαρτὸς ὢν ἄνθρωπος
καὶ ἠπατημένος, ἀλλ' οὔτε Χριστοῦ τὸ ὄνομα ἐπὶ θεοσημείοις δύνασαι
ἐπικαλέσασθαι, κἄν τε ἐπικαλέσῃ, οὐκ ἐνεργεῖς. εἰ δὲ καὶ ὅλως ἐνεργεῖς
παραλυτικὸν ἀναστῆσαι, εἶχεν ἄν, διὰ τοῦ ὀνόματος τοῦ Ἰησοῦ ἀναστάς, καὶ
σύνεσιν παρ' αὐτοῦ λαβεῖν, ἵνα σοῦ μὴ ἀνάσχηται σαββατίζειν, ἀλλὰ παρὰ τοῦ
ὀνόματος τοῦ ἰασαμένου * μαθεῖν ὅτι «ἆρον τὸν κράββατόν σου καὶ πορεύου εἰς τὸν
οἶκόν σου ἐν σαββάτῳ». ἤδη δέ μοι εἴρηται ὡς διαφόρως ἕκαστος αὐτῶν περὶ
Χριστοῦ ὑποβάλλει, ποτὲ μὲν αὐτὸς ὁ Ἐβίων λέγων ἐκ παρατριβῆς ψιλὸν ἄνθρωπον
αὐτὸν γεγενῆσθαι, ἄλλοτε δὲ οἱ ἀπ' αὐτοῦ Ἐβιωναῖοι ἄνω δύναμιν ἐκ θεοῦ
κεκτῆσθαι τὸν υἱόν, καὶ τοῦτον κατὰ καιρὸν τὸν Ἀδὰμ ἐνδύεσθαί τε καὶ ἐκδύεσθαι,
ὧν τὰς διαφόρους γνώμας ἐν δυνάμει θεοῦ ἀνετρέψαμεν.
Καὶ τί μοι ἔτι διατρίβειν ἐν ἁλίμοις καὶ ἀμπώτεσι τόποις, πῆ μὲν
ἐπικλυζομένοις πῆ δὲ καταξηραινομένοις, ἐξ ὧνπερ ἰχθύων ἐκβράσματα πολλάκις
γίνεται καὶ τοῖς ποσὶ τῶν τὰς ὄχθας τούτων μετιόντων τῶν τόπων (ἐκ τοῦ ἀνὰ
μέσον τῶν ἰχθύων τινὰ ἰοβόλα εἶναι, τρυγόνας δέ φημι καὶ δρακαίνας καὶ
καρχαρίας καὶ σμυραίνας, ὡς καὶ ἤδη προείρηται) βλάβην ἐμποιεῖ. παρελεύσομαι
τοίνυν τὸν τόπον αὖθις, θεῷ εὐχαριστῶν ὅτι καὶ ταύτην τὴν αἵρεσιν εἰς τοὐπίσω
ἐτρέψαμεν, οὐ παρέργως ἀλλὰ καὶ ἐπιμελῶς ἐλέγξαντες. ἐπ' ἄλλας δὲ καθεξῆς
ἑαυτοὺς ἐπιδῶμεν, ἀγαπητοί, θεὸν αἰτούμενοι βοηθόν, ὅπως τῆς ἐπαγγελίας τὸ
πλήρωμα αὐτὸς δι' ἡμῶν τελειώσῃ.
Κατὰ Οὐαλεντίνων τῶν καὶ Γνωστικῶν <ια>, τῆς δὲ ἀκολουθίας <λα>
1. Μετὰ τούτους τοὺς Ἐβιωναίους καλουμένους, <αὐτ>ῶν τὴν μοχθηρίαν
διοδεύσαντες τάς τε ἄλλας ἐπαγγειλάμενοι θεοῦ δυνάμει * τὰς ἑξῆς, ἑτέρων θηρῶν
μορφὰς καὶ ἰοὺς ἑρπετῶν δήγματά τε καὶ δηλητήρια ἐχούσας, ὅσαπερ ἐν ταῖς αὐτῶν
διδασκαλίαις ὡς ἀπὸ χάσματος ἰδεῖν ἔνεστι, πυρβόλου ἢ ἑρπετοῦ δεινοῦ καὶ
βασιλίσκου † κεκυημένας, ἐπὶ τὴν τῶν Οὐαλεντίνων αἵρεσιν διέξειμι, τὸν ἔλεγχον
αὐτῶν κατὰ δύναμιν ποιούμενος, τῶν δὴ καὶ Γνωστικῶν ἑαυτοῖς ἐπιθέντων ὄνομα, ὧν
διαφοραὶ μέν εἰσι δέκα ἐν μιᾷ πληγῇ τῆς αὐτῶν ὀνειροπολίας συζυγιῶν τε καὶ
ὀγδοάδων καὶ ἀρρενοθηλείων αἰώνων <κατ'> ἄλλην ἄλλης ἰσορρόπως
πεπληγμένων, οὐκέτι μὲν κατὰ χρόνους τάττων διαδοχῆς τὴν σύνταξιν, ἀλλὰ κατὰ
πρόβασιν ἀφ' ἑτέρας εἰς ἑτέραν διερχόμενος. ἐν ἑνὶ γὰρ χρόνῳ οὗτοι πάντες ὡς
μύκητες ἐκ γῆς ἐβλάστησαν καὶ ὥσπερ κακόρ<ρ>εκτα καὶ δυσώδη βοτανῶν
βλαστήματα καὶ χόρτος ἀκανθώδης καὶ ὡς φωλεὸς πολλῶν σκορπίων ἐξ ἑνὸς πάντες
καιροῦ τῷ βίῳ ἐβλάστησαν καί, ὡς προεῖπον, δίκην μυκήτων ἀμορφίας ὑπὸ μίαν
θῆξιν πεφήνασιν, ὡς καὶ ἤδη τῷ ἁγιωτάτῳ Εἰρηναίῳ περὶ αὐτῶν προείρηται.
σύγχρονοι γὰρ γεγόνασιν οὗτοι πάντες, ἕκαστος δὲ ἀπὸ τοῦ ἑτέρου τὴν κακὴν
πρόφασιν ἐρανισάμενοι, ἄλλος [ἀπὸ] ἄλλου ἔτι περισσότερόν <τι> βουλόμενος
* ἐπιδείξεως χάριν ἑαυτῷ προετύπωσε διαφορὰν κακῆς ἐξευρέσεως. καὶ πάντες
Γνωστικοὺς ἑαυτοὺς ὠνόμασαν, Οὐαλεντῖνός τε φημὶ καὶ οἱ πρὸ αὐτοῦ Γνωστικοί,
ἀλλὰ καὶ Βασιλείδης καὶ Σατορνῖλος καὶ Κολόρβασος, Πτολεμαῖός τε καὶ Σεκοῦνδος,
Καρποκρᾶς καὶ ἄλλοι πλείους. ἀλλὰ τὰς πάσας ἐνταῦθα ὀνομάσαντες διὰ τὴν ἐν ἑνὶ
καιρῷ σχέσιν πάντων τῆς ἀναδύσεως καὶ κακοβλάστου *, ὅμως τῆς ἑκάστου σπορᾶς
κακόνοιαν ἰδίᾳ ἀφηγησόμεθα. τέως δὲ ἐπὶ τὸν προκείμενον αἱρεσιάρχην καὶ
τραγῳδοποιὸν ἐλεύσομαι, φημὶ δὲ Οὐαλεντῖνον καὶ τὴν αὐτοῦ διδασκαλίαν, τὴν ἀπὸ
τῆς μεγάλης ταύτης Γνωστικῆς ἐπαγγελίας ὑπάρχουσαν, καταγνωστικῆς δὲ ληρῳδίας
*, ὡς τοῖς συνετοῖς καταγινωσκομένη εὑρίσκεται καὶ καταγέλαστος.
2. Οὐαλεντῖνος μὲν οὖν οὗτος τῷ χρόνῳ διαδέχεται τοὺς πρὸ αὐτοῦ
προτεταγμένους, Βασιλείδην τε καὶ Σατορνῖλον, Ἐβίωνά τε καὶ Κήρινθον καὶ
Μήρινθον καὶ τοὺς ἀμφ' αὐτούς· οὗτοι γὰρ πάντες ἐν ἑνὶ καιρῷ τῷ βίῳ κακῶς
ἐφύησαν, ὀλίγῳ δὲ πρόσθεν μᾶλλον οἱ περὶ Κήρινθον καὶ Μήρινθον καὶ Ἐβίωνα· ἅμα
γὰρ τοῖς ἤδη μοι πρὸ αὐτῶν δεδηλωμένοις ἀνεφύησαν. τὴν μὲν οὖν αὐτοῦ πατρίδα ἢ
πόθεν οὗτος γεγέννηται, οἱ πολλοὶ ἀγνοοῦσιν· οὐ γάρ τινι ῥᾴδιον τῶν συγγραφέων
μεμέληται τούτου δεῖξαι τὸν τόπον. εἰς ἡμᾶς δὲ ὡς ἐνηχήσει φήμη τις ἐλήλυθε·
διὸ οὐ παρελευσόμεθα, καὶ τὸν τούτου τόπον μὴ ὑποδεικνύντες, ἐν ἀμφιλέκτῳ μέν
(εἰ δεῖ τὰ ἀληθῆ λέγειν), ὅμως τὴν εἰς ἡμᾶς ἐλθοῦσαν φάσιν οὐ σιωπήσομεν.
ἔφασαν γὰρ αὐτόν τινες γεγενῆσθαι Φρεβωνίτην, τῆς Αἰγύπτου Παραλιώτην, ἐν
Ἀλεξανδρείᾳ δὲ πεπαιδεῦσθαι τὴν τῶν Ἑλλήνων παιδείαν. ὅθεν κατὰ μίμημα τῆς κατὰ
τὸν Ἡσίοδον Θεογονίας τῶν <τε> παρ' αὐτῷ τῷ Ἡσιόδῳ τριάκοντα θεῶν
λεγομένων καὶ αὐτὸς τὴν ἐθνόμυθον ποίησιν εἰς τὸν ἑαυτοῦ νοῦν λαβὼν καὶ ἀπὸ τῶν
σὺν αὐτῷ καὶ πρὸ αὐτοῦ τῆς ἀληθείας ἐκπεπτωκότων τὴν ὑπόνοιαν κτησάμενος, καὶ
αὐτὸς τὰ ἴσα τῷ Ἡσιόδῳ ἀπὸ ἑτέρων ὀνομάτων εἰς ἕτερα μεταποιήσας ἠθέλησε φαντάσαι
τὸν κόσμον. τριάκοντα γὰρ καὶ οὗτος θεοὺς καὶ αἰῶνας καὶ οὐρανοὺς βούλεται
παρεισάγειν· ὧν ὁ μὲν πρῶτός ἐστι Βυθός, ὡς καὶ αὐτὸς ἔφη ἀφραίνων τῇ διανοίᾳ
ὁποῖα ἀμέλει καὶ ὁ αὐτοῦ προβολεὺς τῆς ἐννοίας Ἡσίοδος «Χάος πρώτιστα θεῶν»
ἔφη· Χάος δὲ καὶ Βυθὸς τίνι οὐκ ἂν σαφῆ εἴη τὸ ὁμώνυμον κεκτημένα; ὅρα δὲ τὴν
τοῦ ἀγύρτου τετραγῳδημένην μυθοποιίαν καὶ μοχθηρὰν διδασκαλίαν. τριάκοντα γὰρ
οὗτος, ὡς ἔφην, αἰῶνας βούλεται παριστᾶν, οὓς καὶ θεοὺς ὀνομάζει, δεκαπέντε
ἄρρενας καὶ θηλείας τοσαύτας εἶναι λέγων. ἕκαστον δὲ αἰῶνα ἀρρενόθηλυν καὶ
ζεῦγός φησιν αὐτὸς καὶ οἱ αὐτοῦ· δεκαπέντε δὲ δυάδας φασὶν εἶναι, ἃς συζυγίας
καλοῦσι. τὸν ἀριθμὸν δὲ εἶναι τριάκοντα αἰῶνας, ἑκάστην δὲ θήλειαν γεννᾶν ἀπὸ
τοῦ ἄρρενος τοὺς καθεξῆς αἰῶνας· εἶναι δὲ τούτους ὡς ὑποτέτακται, κατὰ
ἀντιπαράθεσιν ἑκάστου ἀρρενικοῦ ὀνόματος τεταγμένου ἄντικρυς τοῦ θηλυκοῦ
ὀνόματος, καὶ ἔστιν· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ
Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν [Οὐδουουὰκ Ἐσλὴν] [Ἀμφαὶν Ἐσσουμὲν] Οὐανανὶν
Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ
Ἐμφιβοχὲ Βάρρα Ἀςσίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών. καὶ οὕτως μὲν σύγκεινται ὡς
κατὰ συζυγίαν ἀρρενοθήλεος, ἐν δὲ τῇ ἀκολουθίᾳ κατὰ διαδοχὴν οὕτως· Ἀμψίου
Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν
[Οὐδουουὰκ Ἐσλὴν] [Ἀμφαὶν Ἐσσουμὲν] Οὐανανὶν Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ
Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσσίου Ἀχὲ Βελὶμ
Δεξαριχὲ Μασεμών· ὧν ὀνομάτων ἑρμηνεῖαί εἰσιν αἵδε· Βυθὸς <καὶ> Σιγή, Νοῦς
καὶ Ἀλήθεια, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, Παράκλητος καὶ Πίστις,
Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Θελητὸς (ὁ καὶ
Φῶς) καὶ Μακαριότης, Ἐκκλησιαστικὸς καὶ Σοφία, Βύθιος καὶ Μῖξις, Ἀγήρατος καὶ
Ἕνωσις, Αὐτοφυὴς καὶ Σύγκρασις, Μονογενὴς καὶ Ἑνότης, Ἀκίνητος καὶ Ἡδονή. κατὰ
δὲ ἀριθμὸν διαδοχῆς καὶ ἀκολουθίας ἀπὸ τοῦ ἀνωτάτου ἀκατονομάστου Πατρὸς καὶ
Βυθοῦ παρ' αὐτοῖς ὀνομαζομένου ἕως τούτου τοῦ καθ' ἡμᾶς οὐρανοῦ ὁ τῶν τριάκοντα
ἀριθμὸς οὕτως ἔχει· Βυθὸς Σιγὴ Νοῦς Ἀλήθεια Λόγος Ζωὴ Ἄνθρωπος Ἐκκλησία
Παράκλητος Πίστις Πατρικὸς Ἐλπὶς Μητρικὸς Ἀγάπη Ἀείνους Σύνεσις Θελητὸς (ὁ καὶ
Φῶς) Μακαριότης Ἐκκλησιαστικὸς Σοφία Βύθιος Μῖξις Ἀγήρατος Ἕνωσις Αὐτοφυὴς
Σύγκρασις Μονογενὴς Ἑνότης Ἀκίνητος Ἡδονή.
3. Καὶ αὕτη μὲν ἡ τῶν τριάκοντα Αἰώνων παρ' αὐτοῖς μυθοποιουμένη τραγῳδία
καὶ ἡ κατὰ συζυγίαν πνευματικοῦ δῆθεν Πληρώματος κενοφωνία· ἣν ἐάν τις
συγκρίνων τῇ παρὰ Ἡσιόδῳ καὶ Στησιχόρῳ καὶ τοῖς ἄλλοις ποιηταῖς τῶν Ἑλλήνων
παραθῆται, εὕροι ἂν ἐκ παραλλήλου τὰ αὐτὰ ὄντα καὶ οὐδὲν ἕτερον, καὶ ἐκ τούτου
γνώσεται ὡς οὐδὲν θαυμαστὸν οἱ τῶν δογμάτων αἱρεσιάρχαι μυστηριωδῶς
ἐπαγγέλλονται λέγειν. οὐδὲν γὰρ ἄλλο ἢ Ἑλλήνων ἀπεμάξαντο τὴν ἐπίπλαστον
ποιητικὴν ἕξιν τῆς ἐθνομύθου πλάνης καὶ διδασκαλίας, οὐδὲν ἀλλοιώσαντες πλὴν
τῆς παρ' αὐτοῖς μεταπεποιημένης βαρβαρικῆς ὀνοματοποιίας. οὕτω γάρ φασι καὶ οἱ
περὶ Ἡσίοδον· πρῶτον πάντων γίνεται Χάος, ἵνα εἴπωσι Βυθόν, εἶτα Νὺξ Ἔρεβος Γῆ
Αἰθὴρ Ἡμέρα Ἔρως Μῆτις Μόρος Ὀϊζὺς Πότμος Νέμεσις Μῶμος Φιλότης Θάνατος
Δυσνομία Γήρως Ἄτη Ἵμερος Λήθη Ὕπνος Ὑσμίνη Λυσιμελὴς Ὕβρις Εὐφρόνιος Αἴγλη
Παυσιμέριμνος Ἀπάτη Ἡδυμελὴς Ἔρις. καὶ οὗτος μὲν ὁ ἀριθμὸς κατὰ ἀκολουθίαν
ἀρρενοθήλεος οὕτως ἔχει τὴν τριακοντάδα. εἰ δέ τις θελήσειεν ἰδεῖν πῶς
πλαττόμενοι οὗτοι συνάπτουσιν ἓν πρὸς τὸ ἕν, εὕροι ἂν οὕτως συναπτόμενα καὶ
συζευγνύμενα ἀλλήλοις ἃ τοῖς ποιηταῖς ἔδοξεν, ὡς τὸν μὲν Βυθὸν Νυκτί τε καὶ
Σιγῇ συνάψαντες ἐποίησαν Γῆν γεννᾶσθαι· ἄλλοι δὲ Οὐρανόν, ὃν δὴ καὶ Ὑπερίονα
κεκλήκασι, τὸν [δὲ] αὐτὸν τῇ Γῇ συναφθέντα φασὶ γεγεννηκέναι ἄρσενάς τε καὶ
θηλείας, καὶ τοὺς καθεξῆς ὁμοίως ἕως τῆς πάσης αὐτῶν ποιήσεως, ὡς ἔχει ἡ
ἀπέραντος τοῦ μύθου ληρώδης φλυαρία. εὕροι δ' ἂν οὕτως συναπτόμενά τε καὶ
συζευγνύμενα καὶ δυνάμενα οὕτως συντίθεσθαι· Χάος Νύξ, Ἔρεβος Γῆ, Αἰθὴρ Ἡμέρα,
Ἔρως Μῆτις, Μόρος Ὀϊζύς, Πότμος Νέμεσις, Μῶμος Φιλότης, Θάνατος Δυσνομία, Γήρως
Ἄτη, Ἵμερος Λήθη, Ὕπνος Ὑσμίνη, Λυσιμελὴς Ὕβρις, Εὐφρόνιος Αἴγλη, Παυσιμέριμνος
Ἀπάτη, Ἡδυμελὴς Ἔρις. εἰ δὲ προσέχοι τις τῷ αὐτῶν πλάσματι καὶ βουληθείη γνῶναι
ὡς ἀπὸ τῶν κοσμικῶν καὶ Ἑλληνικῶν ποιητῶν, ἐξ ὧν οὗτοι ἐνεβροντήθησαν, μάτην
ἐνθουσιῶντες <εἰς> ἃ μὴ δεῖ, εἰς ματαιοπονίαν τε καὶ κάματον ἀνωφελῆ, *,
εὕροι ἂν αὐτοὺς τοσούτῳ μᾶλλον πεπλανημένους.
4. Ὅθεν καὶ ἔτι ὑψηλοτέρως δῆθεν ἐξερευνῶντες ᾠήθησαν καὶ Ὑστέρημα τῷ ἰδίῳ
αὐτῶν δαιμονισθέντι διανοήματι ἐξευρεῖν, ὅπερ Ὑστέρημα καὶ Παντοκράτορα καὶ
Δημιουργὸν καλοῦσι καὶ κτιστὴν οὐσιῶν· ἀφ' οὗπερ πάλιν καὶ ὑστέραν Ὀγδοάδα μετὰ
ἑπτὰ οὐρανῶν, κατὰ τὴν πρώτην Ὀγδοάδα ἀφομοιωθεῖσαν, ἐκτίσθαι λέγουσιν, αὐτοῦ
ὄντος ἐν τῇ Ὀγδοάδι καὶ ἑπτὰ οὐρανοὺς μετ' αὐτὴν πεποιηκότος.
ᾧπερ Ὑστερήματι βούλονται συνάπτειν μὲν ἀμιγῆ τινα Αἰῶνα καὶ ἀθήλυντον, ἀπὸ
Πληρώματος δὲ ἐνταῦθα ἐλθόντα κατ' ἀναζήτησιν τῆς ψυχῆς τῆς ἄνωθεν ἀπὸ τῆς
μητρὸς Σοφίας ἐλθούσης, ἧς δὴ καὶ Ἀχαμὼθ βούλονται τὸ ὄνομα ἀνατυποῦν τε καὶ
πλάττειν, ὃν δὴ καὶ Σωτῆρα καλεῖν * καὶ Ὅρον καὶ Σταυρὸν καὶ Ὁροθέτην καὶ
Μεταγωγέα καὶ Ἰησοῦν τὸν διὰ Μαρίας ὡς διὰ σωλῆνος παρελθόντα. εἶναι δὲ αὐτὸν
φῶς ἀπὸ τοῦ ἄνω Χριστοῦ καὶ διὰ τοῦτο πατρωνυμικῶς καλεῖσθαι Φῶς διὰ τὸ ἄνω Φῶς
καὶ Χριστὸν διὰ τὸν ἄνω Χριστὸν καὶ Λόγον διὰ τὸν ἄνω Λόγον καὶ Νοῦν ὡσαύτως
<καὶ> Σωτῆρα λέγεσθαι. ἀεὶ δὲ ὑπερβαίνειν τὸν αὐτοῦ πατέρα τὸν
Δημιουργόν, συναναφέρειν δὲ τοὺς αὐτῷ πειθομένους ἅμα αὐτῷ πρὸς τὰς ἄνω
συζυγίας τοῦ Πληρώματος. καὶ ὦ τῆς τούτων ληρῳδίας καὶ τοσαύτης ματαιολογίας.
παραθήσομαι δὲ (ὡς προεῖπον) καὶ ὡς αὐτοὶ συνέζευξαν τοῖς ποιητικοῖς καὶ
ἐθνομύθοις πλάσμασι τὴν αὐτῶν ληρολογίαν. μετὰ τὴν τριακοντάδα γὰρ * τὸ ἓν
ὄνομα μέσον καὶ ἀθήλυντον καὶ μετ' αὐτὸ τὴν κατὰ συζυγίαν πάλιν Ὀγδοάδα
εὑρεθεῖσαν ἀπὸ τοῦ Δημιουργοῦ, δυναμένην καὶ οὕτως συντίθεσθαι, καὶ ἔστιν τὰ ὀνόματα
τάδε· πρῶτος Ἐξέπαφος, Πορφυρίων Κλωθὼ Ῥύακος Λάχεσις Ἐπιφάων Ἄτροπος Ὑπερίων
Ἀστεροπή. καὶ αὕτη μὲν ἡ τῶν ποιητῶν τούτων σκηνή, ἔχουσα καὶ ἄλλας πολλὰς
ὀνομασίας θεῶν παρ' αὐτοῖς ὀνομαζομένων, ἀρρένων τε καὶ θηλειῶν, ἄλλως καὶ
ἄλλως παρά τισι λεγομένων, δυναμένων ποιῆσαι καὶ τριακοσίων ἑξήκοντα πέντε
ἀριθμὸν καὶ ἔτι εἰς πρόφασιν τῶν ἄλλων αἱρέσεων τῶν ταύτην πάλιν τὴν τραγικὴν
ὑπόθεσιν ἐνστησαμένων ὀνειρωττομένων. μετὰ γὰρ τὰ προειρημένα ὀνόματά φασιν οἱ
περὶ Ἡσίοδον καὶ Ὀρφέα καὶ Στησίχορον γεγενῆσθαι Οὐρανόν τε καὶ Τάρταρον,
Κρόνον τε καὶ Ῥέαν, Δία τε καὶ Ἥραν καὶ Ἀπόλλωνα, Ποσειδῶνά τε καὶ Πλούτωνα,
καὶ μυρίους λοιπὸν τοὺς παρ' αὐτοῖς ὀνομαζομένους <θεούς>. πολλὴ γὰρ
τούτων ἡ ἀπατηλὸς ἐξ ὑπονοίας πλάνη, ἥτις κενοφωνίαν ἐγκισσήσασα καὶ ἐξευραμένη
πολλοὺς μύθους ἐποιητεύσατο.
Καὶ αὕτη ἐστὶν ἡ δοκοῦσα φαντάζειν τὴν τῶν ἀπατωμένων τούτων διάνοιαν.
γελοῖα δὲ εὐθὺς πᾶσιν εὑρίσκεται ταῦτα τοῖς κατὰ θεὸν τὸν νοῦν πεφωτισμένοις.
παρελθὼν δὲ ταῦτα αὖθις ταῖς ἀπὸ τῶν βιβλίων αὐτῶν ἀκολουθίαις * πρὸς ἔπος καὶ
κατὰ λέξιν τὴν παράθεσιν τῆς παρ' αὐτοῖς ἀναγνώσεως, λέγω δὴ τῆς αὐτῶν βίβλου,
ἐνταῦθα ποιήσομαι, καὶ ἔστιν τάδε·
5. Παρὰ φρονίμοις, παρὰ δὲ ψυχικοῖς, παρὰ δὲ σαρκικοῖς, παρὰ δὲ κοσμικοῖς,
παρὰ δὲ τῷ Μεγέθει * νοῦς ἀκατάργητος τοῖς ἀκαταργήτοις χαίρειν.
Ἀνονομάστων ἐγὼ καὶ ἀρρήτων καὶ ὑπερουρανίων μνείαν ποιοῦμαι μυστηρίων πρὸς
ὑμᾶς, οὔτε ἀρχαῖς οὔτε ἐξουσίαις οὔτε ὑποταγαῖς οὔτε πάσῃ συγχύσει περινοηθῆναι
δυναμένων, μόνῃ δὲ τῇ τοῦ Ἀτρέπτου Ἐννοίᾳ πεφανερωμένων. ὅτε γὰρ <ἐπ'>
ἀρχῆς ὁ Αὐτοπάτωρ αὐτὸς ἐν ἑαυτῷ περιεῖχε τὰ πάντα, ὅντα ἐν ἑαυτῷ ἐν ἀγνωσίᾳ,
ὃν καλοῦσί τινες Αἰῶνα ἀγήρατον, ἀεὶ νεάζοντα, ἀρρενόθηλυν, ὃς πάντοτε περιέχει
τὰ πάντα καὶ οὐκ ἐνπεριέχεται, τότε ἡ ἐν αὐτῷ Ἔννοια ἠθέλησεν – ἐκείνη, ἥν
τινες Ἔννοιαν ἔφασαν, ἕτεροι Χάριν· οἰκείως, διὰ τὸ ἐπικεχορηγηκέναι αὐτὴν
θησαυρίσματα τοῦ Μεγέθους τοῖς ἐκ τοῦ Μεγέθους, οἱ δὲ ἀληθεύσαντες Σιγὴν
προσηγόρευσαν, ὅτι δι' ἐνθυμήσεως χωρὶς λόγου τὰ ἅπαντα τὸ Μέγεθος ἐτελείωσεν –
ὡς οὖν προεῖπον, ἡ ἄφθαρτος <Ἔννοια> αἰώνια βουληθεῖσα δεσμὰ ῥῆξαι
ἐθήλυνε τὸ Μέγεθος ἐπ' ὀρέξει ἀναπαύσεως αὐτοῦ. καὶ αὕτη αὐτῷ μιγεῖσα ἀνέδειξε
τὸν Πατέρα τῆς ἀληθείας, ὃν οἰκείως οἱ τέλειοι Ἄνθρωπον ὠνόμασαν, ὅτι ἦν
ἀντίτυπος τοῦ προόντος Ἀγεννήτου.
μετὰ τοῦτο δὲ ἡ Σιγή, φυσικὴν ἑνότητα Φωτὸς προενεγκαμένη σὺν τῷ Ἀνθρώπῳ (ἦν
δὲ αὐτῶν ἡ συνέλευσις τὸ θέλειν), [καὶ] ἀναδείκνυσι τὴν Ἀλήθειαν. Ἀλήθεια δὲ
ὑπὸ τῶν τελείων οἰκείως ὠνομάσθη, ὅτι ἀληθῶς ὁμοία ἦν τῇ ἑαυτῆς μητρὶ Σιγῇ, τῆς
Σιγῆς τοῦτο βουληθείσης, ἀπομερισμὸν φώτων τοῦ τε ἄρρενος καὶ τῆς θηλείας ἴσον
εἶναι, ὅπως δι' ἑαυτῶν καὶ ἡ ἐν αὐτοῖς * φανερωθῇ τοῖς ἐξ αὐτῶν [ἐν αὐτῷ] εἰς
αἰσθητικὰ φῶτα μερισθεῖσι. μετὰ τοῦτο ἡ Ἀλήθεια μητρικὴν προενεγκαμένη
προυνικίαν ἐθήλυνε τὸν Πατέρα ἑαυτῆς εἰς ἑαυτὴν καὶ συνῄεσαν ἑαυτοῖς, ἀφθάρτῳ
μίξει καὶ ἀγηράτῳ συγκράσει καὶ ἀναδεικνύ<ου>σι τετράδα πνευματικὴν
ἀρρενόθηλυν, ἀντίτυπον τῆς προούσης τετράδος (ἥτις ἦν Βυθὸς Σιγὴ Πατὴρ
Ἀλήθεια). αὕτη δὲ ἡ ἐκ τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας τετράς· Ἄνθρωπος Ἐκκλησία
Λόγος Ζωή. τότε τοῦ πάντα περιέχοντος Βυθοῦ θελήματι ὁ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία
πατρικῶν μνησθέντες λόγων συνῄεσαν ἑαυτοῖς καὶ ἀναδεικνύουσι δωδεκάδα προυνίκων
ἀρρενοθηλύν<των>. οἱ οὖν ἄρρενές εἰσι· Παράκλητος Πατρικὸς Μητρικὸς
Ἀείνους Θελητός, ὅ ἐστι Φῶς, Ἐκκλησιαστικός, αἱ δὲ θήλειαι· Πίστις Ἐλπὶς Ἀγάπη
Σύνεσις Μακαρία Σοφία. μετέπειτα δὲ Λόγος καὶ Ζωή, καὶ αὐτοὶ τὸ τῆς ἑνώσεως
μεταπλάσαντες δώρημα, ἑαυτοῖς ἐκοινώνησαν (ἦν δὲ ἡ κοινωνία αὐτῶν τὸ θέλημα)
καὶ συνελθόντες ἀνεδείξαντο δεκάδα προυνίκων καὶ αὐτῶν ἀρρενοθηλύντων. οἱ μὲν
ἄρρενές εἰσι· Βύθιος Ἀγήρατος Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος (οὗτοι τὴν προσωνυμίαν
<εἰς> τὴν δόξαν τοῦ πάντα περιέχοντος <περι>εποιήσαντο), αἱ δὲ
θήλειαι· Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονή, καὶ αὗται τὴν προσωνυμίαν εἰς
δόξαν τῆς Σιγῆς περιεποιήσαντο.
6. Τετελειωμένης οὖν τῆς κατὰ Πατέρα Ἀληθείας τριακάδος, ἣν οἱ ἐπίγειοι μὴ ἐπιστάμενοι
ἀριθμοῦσι καὶ ὁπόταν ἔλθωσιν ἐπ' αὐτήν, μηκέτι ἀριθμὸν εὑρίσκοντες ἀνακυκλοῦσι,
πάλιν ἀριθμοῦντες αὐτήν – ἔστι δὲ Βυθὸς Σιγὴ Πατὴρ Ἀλήθεια Ἄνθρωπος Ἐκκλησία
Λόγος Ζωὴ Παράκλητος Πατρικὸς Μητρικὸς Ἀείνους Θελητὸς Ἐκκλησιαστικὸς Πίστις
Ἐλπὶς Ἀγάπη Σύνεσις Μακαρία Σοφία Βύθιος Ἀγήρατος Αὐτοφυὴς Μονογενὴς Ἀκίνητος
Μῖξις Ἕνωσις Σύγκρασις Ἑνότης Ἡδονή – , τότε ὁ τὰ πάντα περιέχων συνέσει τῇ
ἀνυπερβλήτῳ δογματίσας τε κληθῆναι ἑτέραν Ὀγδοάδα ἀντὶ τῆς προούσης αὐθεντικῆς
Ὀγδοάδος, ἥτις ἐν τῷ ἀριθμῷ τῆς Τριακάδος μείνῃ (οὐ γὰρ ἦν Μεγέθους φρόνημα εἰς
ἀριθμὸν πίπτειν), ἀντέστησεν ἀντὶ τῶν ἀρρένων τοὺς ἄρρενας· Μόνον Τρίτον
Πέμπτον Ἕβδομον καὶ τὰς θηλείας· Δυάδα Τετράδα Ἑξάδα Ὀγδοάδα. αὕτη οὖν ἡ Ὀγδοάς
[ἐστιν], ἡ ἀντικληθεῖσα ἀντὶ τῆς προούσης Ὀγδοάδος (Βυθοῦ Πατρὸς Ἀνθρώπου Λόγου
καὶ Σιγῆς Ἀληθείας Ἐκκλησίας Ζωῆς), ἡνώθη τοῖς φωσὶ καὶ ἐγένετο Τριακὰς
ἀπηρτισμένη. καὶ <ἦν> ἡ προοῦσα Ὀγδοὰς ἀναπαυομένη. ὁ δὲ Βυθὸς ἐξῆλθεν
Μεγέθους στηρίγματι ἑνωθῆναι τῇ Τριακάδι· συνῄει γὰρ τῇ Ἀληθείᾳ καὶ ὁ Πατὴρ τῆς
Ἀληθείας συνήρχετο τῇ Ἐκκλησίᾳ καὶ ὁ Μητρικὸς εἶχε τὴν Ζωὴν καὶ ὁ Παράκλητος
τὴν Ἑνάδα καὶ ἡ Ἑνὰς ἡνοῦτο τῷ Πατρὶ τῆς Ἀληθείας καὶ ὁ Πατὴρ τῆς Ἀληθείας ἦν
μετὰ τῆς Σιγῆς, ὁ Λόγος δὲ ὁ πνευματικὸς ἐκοινώνει * πνευματικῇ μίξει καὶ
ἀφθάρτῳ συγκράσει, ποιοῦντος τὸ τέλος τοῦ Αὐτοπάτορος ἀδιχοτόμητον τὴν ἑαυτοῦ
ἀνάπαυσιν.
ἡ οὖν Τριακὰς ἀπαρτίσασα βύθια μυστήρια, τελειώσασα γάμον ἐν ἀφθάρτοις
ἀνέδειξε φῶτα ἄφθαρτα, ἅτινα Μεσότητος ὠνομάσθησαν τέκνα καὶ ἀχαρακτήριστα
ἦσαν, τοῦ νοϊκοῦ μὴ παρακειμένου, ἐκτὸς φρονήσεως ἀναπαυόμενα χωρὶς Ἐννοίας.
περὶ γὰρ οὗ τις πράσσει, ἐὰν μὴ νοῇ καθολικῶς, οὐ πράσσει. τότε γενομένων τῶν
φώτων, ὧν τὴν πολυπληθίαν πρὸς ἀριθμὸν ἐξειπεῖν οὐκ ἀναγκαῖον, περινοεῖν δέ
(ἕκαστον γὰρ τὸ ἴδιον ὄνομα κεκλήρωται δι' ἐπίγνωσιν ἀρρήτων μυστηρίων), ἡ οὖν
Σιγὴ βουληθεῖσα εἰς ἐκλογὴν γνώσεως ἅπαντα σῶσαι συνῆγε τῇ δευτέρᾳ ἀντιτεθείσῃ
Ὀγδοάδι ἀφθάρτῳ μίξει, νοϊκῇ δὲ βουλήσει· ἦν δὲ αὐτῆς ἡ νοϊκὴ βούλησις Πνεῦμα
τὸ ἅγιον, τὸ ἐν μέσῳ τῶν ἁγίων ἐκκλησιῶν. τοῦτο οὖν εἰς τὴν δευτέραν Ὀγδοάδα
πέμψασα ἔπεισε καὶ αὐτὴν ἑνωθῆναι αὐτῇ. γάμος οὖν ἐτελειοῦτο ἐν τοῖς τῆς
Ὀγδοάδος μέρεσιν, ἑνουμένου τοῦ ἁγίου Πνεύματος τῷ Μόνῳ καὶ τῆς Δυάδος τῷ Τρίτῳ
καὶ τοῦ Τρίτου τῇ Ἑξάδι καὶ τῆς Ὀγδοάδος τῷ Ἑβδόμῳ καὶ τοῦ Ἑβδόμου τῇ Δυάδι καὶ
τῆς Ἑξάδος τῷ Πέμπτῳ. ὅλη δὲ ἡ Ὀγδοὰς συνῆλθε μετὰ ἡδονῆς ἀγηράτου καὶ ἀφθάρτου
μίξεως (οὐ γὰρ ἦν χωρισμὸς ἀλλήλων· ἦν δὲ σύγκρασις μεθ' ἡδονῆς ἀμώμου) καὶ
ἀνέδειξε πεντάδα προυνίκων ἀθηλύντων, ὧν τὰ ὀνόματά ἐστι ταῦτα· Καρπιστὴς
Ὁροθέτης Χαριστήριος Ἄφετος Μεταγωγεύς. οὗτοι τῆς Μεσότητος ὠνομάσθησαν υἱοί.
βούλομαι δὲ ὑμᾶς γινώσκειν· Ἀμψίου Αὐραὰν Βουκοῦα Θαρδουοῦ Οὐβουκοῦα
Θαρδεδδεὶν Μερεξὰ Ἀτὰρ Βαρβὰ Οὐδουὰκ Ἐστὴν [Οὐδουουὰκ Ἐσλὴν] [Ἀμφαὶν Ἐσσουμὲν]
Οὐανανὶν Λαμερτάρδε Ἀθαμὲς Σουμὶν Ἀλλωρὰ Κουβιαθὰ Δαναδαρία Δαμμὼ Ὠρὴν Λαναφὲκ
Οὐδινφὲκ Ἐμφιβοχὲ Βάρρα Ἀσσίου Ἀχὲ Βελὶμ Δεξαριχὲ Μασεμών.
Καὶ ταῦτα μὲν ἀπὸ μέρους <ἐκ> τῶν βιβλίων αὐτῶν παρατεθέντα ἕως ὧδέ
μοι εἰρήσθω.
Ἐποιήσατο δὲ οὗτος τὸ κήρυγμα καὶ ἐν Αἰγύπτῳ ὅθεν δὴ καὶ ὡς λείψανα ἐχίδνης
ὀστέων ἔτι ἐν Αἰγύπτῳ περιλείπεται τούτου ἡ σπορά, ἔν τε τῷ Ἀθριβίτῃ καὶ
Προσωπίτῃ καὶ Ἀρσινοΐτῃ καὶ Θηβαΐδι καὶ τοῖς κάτω μέρεσι τῆς Παραλίας καὶ
Ἀλεξανδρειοπολίτῃ· ἀλλὰ καὶ ἐν Ῥώμῃ ἀνελθὼν κεκήρυχεν. εἰς Κύπρον δὲ ἐληλυθώς,
† ὡς ναυάγιον ὑποστὰς φύσει σωματικῶς, τῆς πίστεως ἐξέστη καὶ τὸν νοῦν
ἐξετράπη. ἐνομίζετο γὰρ πρὸ τούτου μέρος ἔχειν εὐσεβείας καὶ ὀρθῆς πίστεως ἐν
τοῖς προειρημένοις τόποις. ἐν δὲ τῇ Κύπρῳ λοιπὸν εἰς ἔσχατον ἀσεβείας ἐλήλακεν
καὶ ἐβάθυνεν ἑαυτὸν ἐν ταύτῃ τῇ καταγγελλομένῃ ὑπ' αὐτοῦ μοχθηρίᾳ.
λέγει δὲ αὐτός τε καὶ οἱ αὐτοῦ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ὡς ἔφην, καὶ
Σωτῆρα καὶ Χριστὸν καὶ Λόγον καὶ Σταυρὸν καὶ Μεταγωγέα καὶ Ὁροθέτην καὶ Ὅρον.
φασὶ δὲ ἄνωθεν κατενηνοχέναι τὸ σῶμα καὶ ὡς διὰ σωλῆνος ὕδωρ διὰ Μαρίας τῆς
παρθένου διεληλυθέναι, μηδὲν δὲ ἀπὸ τῆς παρθενικῆς μήτρας εἰληφέναι, ἀλλὰ
ἄνωθεν τὸ σῶμα ἔχειν, ὡς προεῖπον. μὴ εἶναι δὲ αὐτὸν τὸν πρῶτον Λόγον μηδὲ τὸν
μετὰ τὸν Λόγον Χριστὸν τὸν ἄνω ὄντα ἐν τοῖς ἄνω Αἰῶσι, ἀλλὰ τοῦτον φάσκουσι
προβεβλῆσθαι δι' οὐδὲν ἕτερον ἢ μόνον εἰς τὸ ἐλθεῖν καὶ ἀνασῶσαι τὸ γένος τὸ
ἄνωθεν πνευματικόν.
τὴν δὲ τῶν νεκρῶν ἀνάστασιν ἀπαρνοῦνται, φάσκοντές τι μυθῶδες καὶ ληρῶδες,
μὴ τὸ σῶμα τοῦτο ἀνίστασθαι, ἀλλ' ἕτερον μὲν ἐξ αὐτοῦ, ὃ δὴ πνευματικὸν
καλοῦσι· μόνων δὲ ἐκείνων τῶν παρ' αὐτοῖς πνευματικῶν καὶ τῶν ἄλλων <τῶν>
ψυχικῶν καλουμένων *, ἐάν γε οἱ ψυχικοὶ δικαιοπραγήσειαν, τοὺς δὲ ὑλικοὺς καὶ
σαρκικοὺς καὶ γηΐνους καλουμένους παντάπασιν ἀπόλλυσθαι καὶ μηδ' ὅλως σῴζεσθαι.
χωρεῖν δὲ ἑκάστην οὐσίαν πρὸς τοὺς ἰδίους αὐτῆς προβολέας, τὴν μὲν ὑλικὴν τῇ
ὕλῃ ἐκδιδομένην καὶ τὸ σαρκικὸν καὶ γήϊνον τῇ γῇ. τρία γὰρ τάγματα βούλονται
εἶναι ἀνθρώπων, πνευματικῶν ψυχικῶν σαρκικῶν, τὸ δὲ τάγμα τὸ πνευματικὸν
ἑαυτοὺς λέγουσιν, ὥσπερ καὶ γνωστικούς, καὶ μήτε καμάτου ἐπιδεομένους ἢ μόνον
τῆς γνώσεως καὶ τῶν ἐπιρρημάτων τῶν αὐτῶν μυστηρίων. πᾶν δὲ ὁτιοῦν ποιεῖν ἀδεῶς
ἕκαστον αὐτῶν καὶ μηδὲν πεφροντικέναι· ἐξ ἅπαντος γάρ φασι σωθήσεσθαι
πνευματικὸν ὂν τὸ αὐτῶν τάγμα. τὸ δὲ ἕτερον τάγμα τῶν ἀνθρώπων ἐν κόσμῳ, ὅπερ
ψυχικὸν καλοῦσιν, ἐφ' ἑαυτοῦ σῴζεσθαι μὴ δυνάμενον, εἰ μή τι ἂν καμάτῳ καὶ
δικαιοπραγίᾳ ἑαυτὸ ἀνασώσειε. τὸ δὲ ὑλικὸν τάγμα τῶν ἐν τῷ κόσμῳ ἀνθρώπων μήτε
δύνασθαι χωρεῖν τὴν γνῶσίν φασι μήτε δέχεσθαι ταύτην, κἂν θέλοι ὁ ἐκ τούτου τοῦ
τάγματος ὁρμώμενος, ἀπόλλυσθαι δὲ ἅμα [σὺν] ψυχῇ καὶ σώματι. τὸ δὲ ἑαυτῶν τάγμα
πνευματικὸν ὂν σῴζεσθαι σὺν σώματι ἄλλῳ, ἐνδοτέρῳ τινὶ ὄντι, ὅπερ αὐτοὶ σῶμα
πνευματικὸν καλοῦσι φανταζόμενοι. τοὺς δὲ ψυχικοὺς κεκμηκότας πολὺ καὶ
ὑπεραναβεβηκότας τὸν Δημιουργὸν ἄνω δοθήσεσθαι τοῖς ἀγγέλοις τοῖς ἅμα Χριστῷ
οὖσιν, οὐδέν τι τῶν σωμάτων ἀνακομιζομένους, ἀλλὰ μόνον τὰς ψυχὰς ἐν πληρώματι
εὑρεθείσας τῆς αὐτῶν γνώσεως καὶ τὸν Δημιουργὸν ὑπερβεβηκυίας δίδοσθαι τοῖς
μετὰ τοῦ Χριστοῦ ἀγγέλοις εἰς νύμφας.
8. Τοιαύτη ἐστὶν ἡ κατ' αὐτοὺς τραγῳδία, ἔχουσα μὲν καὶ πλείω τούτων· ἐγὼ δὲ
μόνον ἅτινα φύσει ἀναγκαῖον εἶναι ἡγησάμην εἰς τοὐμφανὲς ἐλθεῖν, ταῦθ'
ὑπηγόρευσα, ὡς ἡ εἰς ἡμᾶς † γνῶσις ἦλθεν· τὸ πόθεν τε ὡρμᾶτο ἐν ποίοις δὲ
καιροῖς ὑπῆρχεν καὶ ἀπὸ ποίων τὰς προφάσεις εἴληφεν καὶ τίς αὐτοῦ ἡ διδασκαλία,
ἅμα τε τίσιν ἐβλάστησε τῷ βίῳ κακόν, ἀπὸ μέρους τε, ὡς ἔφην, τῆς τούτου
διδασκαλίας ἐμνημόνευσα. τὰ δὲ λοιπὰ τῆς αὐτοῦ λεπτολογίας οὐκ ἐβουλήθην ἀπ'
ἐμαυτοῦ συντάξαι, εὑρὼν παρὰ τῷ ἁγιωτάτῳ Εἰρηναίῳ τῷ ἀρχαίῳ τὴν κατ' αὐτοῦ
πραγματείαν γεγενημένην. ἕως δὲ ἐνταῦθα τὰ ὀλίγα ταῦτα διεξελθών, τὰ ἑξῆς ἀπὸ
τῶν τοῦ προειρημένου ἀνδρός, δούλου θεοῦ, Εἰρηναίου δέ φημι, τὴν παράθεσιν
ὁλοσχερῶς ποιήσομαι. ἔχει δὲ οὕτως·
<ΕΚ> ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ
Ἐπεὶ τὴν ἀλήθειαν παραπεμπόμενοί τινες ἐπεισάγουσι λόγους ψευδεῖς καὶ
«γενεαλογίας ἀπεράντους, αἵτινες ζητήσεις μᾶλλον παρέχουσι», καθὼς ὁ ἀπόστολός
φησιν «ἢ οἰκοδομὴν θεοῦ τὴν ἐν πίστει», καὶ διὰ τῆς πανούργως συγκεκροτημένης
πιθανότητος παράγουσι τὸν νοῦν τῶν ἀπειροτέρων καὶ αἰχμαλωτίζουσιν αὐτούς,
ῥᾳδιουργοῦντες τὰ λόγια τοῦ κυρίου, ἐξηγηταὶ κακοὶ τῶν καλῶς εἰρημένων
γινόμενοι, καὶ πολλοὺς ἀνατρέπουσιν, ἀπάγοντες αὐτοὺς προφάσει γνώσεως ἀπὸ τοῦ
τόδε τὸ πᾶν συστησαμένου καὶ κεκοσμηκότος, ὡς ὑψηλότερόν τι καὶ μεῖζον ἔχοντες
ἐπιδεῖξαι τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος θεοῦ,
πιθανῶς μὲν ἐπαγόμενοι διὰ λόγων τέχνης τοὺς ἀκεραίους εἰς τὸν τοῦ ζητεῖν
τρόπον, ἀπιθάνως δὲ ἀπολλύντες αὐτοὺς ἐν τῷ βλάσφημον καὶ ἀσεβῆ τὴν γνώμην
αὐτῶν κατασκευάζειν εἰς τὸν δημιουργόν, μηδὲ ἔν τῳ διακρίνειν δυναμένων τὸ
ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς – ἡ γὰρ πλάνη καθ' ἑαυτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ
γυμνωθεῖσα γένηται κατάφωρος, πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη καὶ
αὐτῆς τῆς ἀληθείας * ἀληθεστέραν ἑαυτὴν παρέχει φαίνεσθαι διὰ τῆς ἔξωθεν
φαντασίας τοῖς ἀπειροτέροις, καθὼς ὑπὸ τοῦ κρείττονος ἡμῶν εἴρηται ἐπὶ τῶν
τοιούτων, ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει
διὰ τέχνης παρομοιουμένη, ὁπόταν μὴ παρῇ ὁ σθένων δοκιμάσαι καὶ τέχνην
διελέγξαι τὴν πανούργως γενομένην· ὅταν δὲ ἐπιμιγῇ χαλκὸς εἰς τὸν ἄργυρον, τίς
εὐκόλως δυνήσεται τοῦτον ἀκέραιος <ὢν> δοκιμάσαι; – ἵνα οὖν μὴ
<καὶ> παρὰ τὴν ἡμετέραν αἰτίαν συναρπάζωνταί τινες ὡς πρόβατα ὑπὸ λύκων,
ἀγνοοῦντες αὐτοὺς διὰ τὴν ἔξωθεν τῆς προβατίου δορᾶς ἐπιβολήν, οὓς φυλάσσειν
παρήγγελκεν ἡμῖν ὁ κύριος, ὅμοια μὲν <ἡμῖν> λαλοῦντας, ἀνόμοια δὲ
φρονοῦντας, ἀναγκαῖον ἡγησάμην, ἐντυχὼν τοῖς ὑπομνήμασι τῶν ὡς αὐτοὶ λέγουσιν
Οὐαλεντίνου μαθητῶν, ἐνίοις δ' αὐτῶν καὶ συμβαλὼν καὶ καταλαβόμενος τὴν γνώμην
αὐτῶν, μηνῦσαί σοι, ἀγαπητέ, τὰ τερατώδη καὶ βαθέα μυστήρια, ἅ «οὐ πάντες
χωροῦσιν», ἐπεὶ μὴ πάντες τὸν ἐγκέφαλον ἐξεπτύκασιν, ὅπως καὶ σὺ μαθὼν αὐτὰ
πᾶσι τοῖς μετὰ σοῦ φανερὰ ποιήσῃς καὶ παραινέσῃς αὐτοῖς φυλάξασθαι τὸν βυθὸν
τῆς ἀνοίας καὶ τῆς εἰς τὸν θεὸν βλασφημίας. καὶ καθὼς δύναμις ἡμῖν, τήν τε
γνώμην αὐτῶν τῶν νῦν παραδιδασκόντων (λέγω δὴ τῶν περὶ Πτολεμαῖον), ἀπάνθισμα
οὖσαν τῆς Οὐαλεντίνου σχολῆς, συντόμως καὶ σαφῶς ἀπαγγελοῦμεν καὶ ἀφορμὰς
<ἄλλοις> δώσομεν κατὰ τὴν ἡμετέραν μετριότητα πρὸς τὸ ἀνατρέπειν αὐτήν,
ἀλλόκοτα καὶ ἀσύστατα καὶ ἀνάρμοστα τῇ ἀληθείᾳ ἐπιδεικνύντες τὰ ὑπ' αὐτῶν
λεγόμενα, μήτε συγγράφειν εἰθισμένοι μήτε λόγων τέχνην ἠσκηκότες, ἀγάπης δὲ ἡμᾶς
προτρεπομένης σοί τε καὶ πᾶσι τοῖς μετὰ σοῦ μηνῦσαι τὰ μέχρι μὲν νῦν
κεκρυμμένα, ἤδη δὲ κατὰ τὴν χάριν τοῦ θεοῦ εἰς φανερὸν ἐληλυθότα διδάγματα.
«οὐδὲν γάρ ἐστι κεκαλυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτόν, ὃ οὐ
γνωσθήσεται».
10. Οὐκ ἐπιζητήσεις δὲ παρ' ἡμῶν, τῶν ἐν Κελτοῖς διατριβόντων καὶ περὶ
βάρβαρον διάλεκτον τὸ πλεῖστον ἀσχολουμένων, λόγων τέχνην ἣν οὐκ ἐμάθομεν οὔτε
δύναμιν συγγραφέως ἣν οὐκ ἠσκήσαμεν οὔτε καλλωπισμὸν λέξεων οὔτε πιθανότητα ἣν
οὐκ οἴδαμεν, ἀλλὰ ἁπλῶς καὶ ἀληθῶς καὶ ἰδιωτικῶς τὰ μετὰ ἀγάπης σοὶ γραφέντα
μετὰ ἀγάπης σὺ προσδέξῃ καὶ αὐτὸς αὐξήσεις αὐτὰ παρὰ σεαυτῷ (ἅτε ἱκανώτερος
ἡμῶν τυγχάνων), οἱονεὶ σπέρματα καὶ ἀρχὰς λαβὼν παρ' ἡμῶν, καὶ ἐν τῷ πλάτει σοῦ
τοῦ νοῦ ἐπὶ πολὺ καρποφορήσεις τὰ δι' ὀλίγων ὑφ' ἡμῶν εἰρημένα καὶ δυνατῶς
παραστήσεις τοῖς μετὰ σοῦ τὰ ἀσθενῶς ὑφ' ἡμῶν ἀπηγγελμένα. καὶ ὡς ἡμεῖς
ἐφιλοτιμήθημεν, πάλαι ζητοῦντός σου μαθεῖν τὴν γνώμην αὐτῶν, μὴ μόνον σοὶ
ποιῆσαι φανεράν, ἀλλὰ καὶ ἐφόδια δοῦναι πρὸς τὸ ἐπιδεικνύειν αὐτὴν ψευδῆ, οὕτως
δὲ καὶ σὺ φιλοτίμως τοῖς λοιποῖς διακονήσεις, κατὰ τὴν χάριν τὴν ὑπὸ τοῦ κυρίου
σοὶ διδομένην, εἰς τὸ μηκέτι παρασύρεσθαι τοὺς ἀνθρώπους ὑπὸ τῆς ἐκείνων
πιθανολογίας, οὔσης τοιαύτης.
Λέγουσιν γάρ τινα εἶναι ἐν ἀοράτοις καὶ ἀκατονομάστοις ὑψώμασι τέλειον Αἰῶνα
προόντα· τοῦτον δὲ καὶ Προαρχὴν καὶ Προπάτορα καὶ Βυθὸν καλοῦσιν. ὑπάρχοντα δ'
αὐτὸν ἀχώρητον καὶ ἀόρατον, ἀίδιόν τε καὶ ἀγέννητον, ἐν ἡσυχίᾳ καὶ ἠρεμίᾳ πολλῇ
γεγονέναι ἐν ἀπείροις αἰῶσι χρόνων· συνυπάρχειν δ' αὐτῷ καὶ Ἔννοιαν, ἣν δὴ καὶ
Χάριν καὶ Σιγὴν ὀνομάζουσι καὶ ποτὲ ἐννοηθῆναι ἀφ' ἑαυτοῦ προβαλέσθαι τὸν Βυθὸν
τοῦτον ἀρχὴν τῶν πάντων, καὶ καθάπερ σπέρμα τὴν προβολὴν ταύτην, ἣν προβαλέσθαι
ἐνενοήθη, [καὶ] καταθέσθαι ὡς ἐν μήτρᾳ <ἐν> τῇ συνυπαρχούσῃ ἑαυτῷ Σιγῇ.
ταύτην δὲ ὑποδεξαμένην τὸ σπέρμα τοῦτο καὶ ἐγκύμονα γενομένην ἀποκυῆσαι Νοῦν,
ὅμοιόν τε καὶ ἴσον τῷ προβαλόντι· καὶ μόνον χωροῦντα τὸ μέγεθος τοῦ πατρός· τὸν
δὲ Νοῦν τοῦτον καὶ Μονογενῆ καλοῦσι καὶ Πατέρα καὶ ἀρχὴν τῶν πάντων.
συμπροβεβλῆσθαι δὲ αὐτῷ Ἀλήθειαν καὶ εἶναι ταύτην πρώτην καὶ ἀρχέγονον
Πυθαγορικὴν τετρακτύν, ἣν καὶ ῥίζαν τῶν πάντων καλοῦσιν. ἔστιν γὰρ Βυθὸς καὶ
Σιγή, ἔπειτα Νοῦς καὶ Ἀλήθεια. αἰσθόμενον δὲ τὸν Μονογενῆ τοῦτον ἐφ' οἷς
προεβλήθη, προβαλεῖν καὶ αὐτὸν Λόγον καὶ Ζωήν, πατέρα πάντων τῶν μετ' αὐτὸν
ἐσομένων καὶ ἀρχὴν καὶ μόρφωσιν παντὸς τοῦ Πληρώματος· ἐκ δὲ τοῦ Λόγου καὶ τῆς
Ζωῆς προβεβλῆσθαι κατὰ συζυγίαν Ἄνθρωπον καὶ Ἐκκλησίαν. καὶ εἶναι ταύτην
ἀρχέγονον Ὀγδοάδα, ῥίζαν καὶ ὑπόστασιν τῶν πάντων, τέτρασιν ὀνόμασι παρ' αὐτοῖς
καλουμένην, Βυθῷ καὶ Νῷ καὶ Λόγῳ καὶ Ἀνθρώπῳ. εἶναι γὰρ αὐτῶν ἕκαστον ἀρρενόθηλυν,
οὕτως· πρῶτον τὸν Προπάτορα ἡνῶσθαι κατὰ συζυγίαν τῇ ἑαυτοῦ Ἐννοίᾳ, τὸν δὲ
Μονογενῆ τουτέστιν τὸν Νοῦν τῇ Ἀληθείᾳ, τὸν δὲ Λόγον τῇ Ζωῇ καὶ τὸν Ἄνθρωπον τῇ
Ἐκκλησίᾳ.
Τούτους δὲ τοὺς Αἰῶνας εἰς δόξαν τοῦ Πατρὸς προβεβλημένους, βουληθέντας καὶ
αὐτοὺς διὰ τοῦ ἰδίου δοξάσαι τὸν Πατέρα, προβαλεῖν προβολὰς ἐν συζυγίᾳ· τὸν μὲν
Λόγον καὶ τὴν Ζωὴν μετὰ τὸ προβαλέσθαι τὸν Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, ἄλλους
δέκα Αἰῶνας, ὧν τὰ ὀνόματα λέγουσι ταῦτα· Βύθιος καὶ Μῖξις, Ἀγήρατος καὶ
Ἕνωσις, Αὐτοφυὴς καὶ Ἡδονή, Ἀκίνητος καὶ Σύγκρασις, Μονογενὴς καὶ Μακαρία.
οὗτοι <οἱ> δέκα Αἰῶνες, οὓς φάσκουσιν ἐκ Λόγου καὶ Ζωῆς προβεβλῆσθαι. τὸν
δὲ Ἄνθρωπον καὶ αὐτὸν προβαλεῖν μετὰ τῆς Ἐκκλησίας Αἰῶνας δώδεκα, οἷς ταῦτα τὰ
ὀνόματα χαρίζονται· Παράκλητος καὶ Πίστις, Πατρικὸς καὶ Ἐλπίς, Μητρικὸς καὶ
Ἀγάπη, Ἀείνους καὶ Σύνεσις, Ἐκκλησιαστικὸς καὶ Μακαριότης, Θελητὸς καὶ Σοφία.
Οὗτοί εἰσιν οἱ τριάκοντα Αἰῶνες τῆς πλάνης αὐτῶν, οἱ σεσιγημένοι καὶ μὴ
γινωσκόμενοι. τοῦτο τὸ ἀόρατον καὶ πνευματικὸν κατ' αὐτοὺς Πλήρωμα, τριχῆ
διεσταμένον εἰς ὀγδοάδα καὶ δεκάδα καὶ δωδεκάδα. καὶ διὰ τοῦτο τὸν σωτῆρα
λέγουσιν (οὐδὲ γὰρ κύριον ὀνομάζειν αὐτὸν θέλουσι) τριάκοντα ἔτεσι κατὰ τὸ
φανερὸν μηδὲν πεποιηκέναι, ἐπιδεικνύντα τὸ μυστήριον τούτων τῶν Αἰώνων. ἀλλὰ
καὶ ἐπὶ τῆς παραβολῆς τῶν εἰς τὸν ἀμπελῶνα πεμπομένων ἐργατῶν φασι φανερώτατα
τοὺς τριάκοντα τούτους Αἰῶνας μεμηνῦσθαι. πέμπονται γὰρ οἱ μὲν περὶ πρώτην
ὥραν, οἱ δὲ περὶ τρίτην, οἱ δὲ περὶ ἕκτην, οἱ δὲ περὶ ἐνάτην, ἄλλοι δὲ περὶ
ἑνδεκάτην· συντιθέμεναι οὖν αἱ προειρημέναι ὧραι εἰς αὑτὰς τὸν τῶν τριάκοντα ἀριθμὸν
ἀναπληροῦσι. μία γὰρ καὶ τρεῖς καὶ ἓξ καὶ ἐννέα καὶ ἕνδεκα τριάκοντα γίνονται.
διὰ δὲ τῶν ὡρῶν τοὺς Αἰῶνας μεμηνῦσθαι θέλουσι. καὶ ταῦτ' εἶναι τὰ μεγάλα καὶ
θαυμαστὰ καὶ ἀπόρρητα μυστήρια, ἃ καρποφοροῦσιν αὐτοί, καὶ εἴ πού τι τῶν ἐν
πλήθει εἰρημένων ἐν ταῖς γραφαῖς δυνηθείη προσαρμόσαι καὶ εἰκάσαι τῷ πλάσματι
αὐτῶν.
11. Τὸν μὲν οὖν Προπάτορα αὐτῶν γινώσκεσθαι μόνῳ λέγουσι τῷ ἐξ αὐτοῦ
γεγονότι Μονογενεῖ τουτέστιν τῷ Νῷ, τοῖς δὲ λοιποῖς πᾶσιν ἀόρατον καὶ
ἀκατάληπτον ὑπάρχειν. μόνος δὲ ὁ Νοῦς κατ' αὐτοὺς ἐτέρπετο θεωρῶν τὸν Πατέρα
καὶ τὸ μέγεθος τὸ ἀμέτρητον αὐτοῦ κατανοῶν ἠγάλλετο. καὶ διενοεῖτο καὶ τοῖς
λοιποῖς Αἰῶσιν ἀνακοινώσασθαι τὸ μέγεθος τοῦ Πατρός, ἡλίκος τε καὶ ὅσος
ὑπῆρχεν, καὶ ὡς ἦν ἄναρχός τε καὶ ἀχώρητος καὶ οὐ καταληπτὸς ἰδεῖν· κατέσχεν δὲ
αὐτὸν ἡ Σιγὴ βουλήσει τοῦ Πατρὸς διὰ τὸ θέλειν πάντας αὐτοὺς εἰς ἔννοιαν καὶ
πόθον ζητήσεως τοῦ προειρημένου Προπάτορος αὐτῶν ἀναγαγεῖν. καὶ οἱ μὲν λοιποὶ
ὁμοίως Αἰῶνες ἡσυχῆ πως ἐπεπόθουν τὸν προβολέα τοῦ σπέρματος αὐτῶν ἰδεῖν καὶ
τὴν ἄναρχον ῥίζαν ἱστορῆσαι. προήλατο δὲ ὁ πολὺ τελευταῖος καὶ νεώτατος τῆς
δωδεκάδος τῆς ὑπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας προβεβλημένης Αἰὼν τουτέστιν ἡ
Σοφία καὶ ἔπαθε πάθος ἄνευ τῆς ἐπιπλοκῆς τοῦ <συ>ζύγου τοῦ Θελητοῦ, ὃ
ἐνήρξατο μὲν ἐν τοῖς περὶ τὸν Νοῦν καὶ τὴν Ἀλήθειαν ἀπέσκηψε δὲ εἰς τοῦτον τὸν
παρατραπέντα, προφάσει μὲν ἀγάπης † τόλμης δέ, διὰ τὸ μὴ κεκοινωνῆσθαι τῷ Πατρὶ
τῷ τελείῳ, καθὼς καὶ ὁ Νοῦς. τὸ δὲ πάθος εἶναι ζήτησιν τοῦ Πατρός· ἤθελε γάρ,
ὡς λέγουσι, τὸ μέγεθος αὐτοῦ καταλαβεῖν. ἔπειτα μὴ δυνηθέντα διὰ τὸ ἀδυνάτῳ
ἐπιβαλεῖν πράγματι καὶ ἐν πολλῷ πάνυ ἀγῶνι γενόμενον διά τε τὸ μέγεθος τοῦ
βάθους καὶ τὸ ἀνεξιχνίαστον τοῦ Πατρὸς καὶ τὴν πρὸς αὐτὸν στοργήν, ἐκτεινόμενον
ἀεὶ ἐπὶ τὸ πρόσθεν ὑπὸ τῆς γλυκύτητος αὐτοῦ τελευταῖον ἂν καταπεπόσθαι καὶ
ἀναλελύσθαι εἰς τὴν ὅλην οὐσίαν, εἰ μὴ τῇ στηριζούσῃ καὶ ἐκτὸς τοῦ ἀρρήτου
μεγέθους φυλασσούσῃ τὰ ὅλα συνέτυχε δυνάμει. ταύτην δὲ τὴν δύναμιν καὶ Ὅρον
καλοῦσιν, ὑφ' ἧς ἐπεσχῆσθαι καὶ ἐστηρίχθαι καὶ μόγις ἐπιστρέψαντα εἰς ἑαυτὸν
καὶ πεισθέντα, ὅτι ἀκατάληπτός ἐστιν ὁ Πατήρ, ἀποθέσθαι τὴν προτέραν ἐνθύμησιν
σὺν τῷ ἐπιγενομένῳ πάθει ἐκ τοῦ ἐκπλήκτου ἐκείνου θαύματος.
12. Ἔνιοι δὲ αὐτῶν οὕτως τὸ πάθος τῆς Σοφίας καὶ τὴν ἐπιστροφὴν
μυθολογοῦσιν· ἀδυνάτῳ καὶ ἀκαταλήπτῳ πράγματι αὐτὴν ἐπιχειρήσασαν τεκεῖν οὐσίαν
ἄμορφον, οἵαν φύσιν εἶχεν θήλεια τεκεῖν· ἣν καὶ κατανοήσασαν πρῶτον μὲν
λυπηθῆναι διὰ τὸ ἀτελὲς τῆς γενέσεως, ἔπειτα φοβηθῆναι μήτι καὶ αὐτὸ τὸ εἶναι
τέλος ἔχῃ· εἶτα ἐκστῆναι καὶ ἀπορῆσαι, ζητοῦσαν τὴν αἰτίαν καὶ ὅντινα τρόπον
ἀποκρύψῃ τὸ γεγονός. ἐγκαταγενομένην δὲ τοῖς πάθεσι λαβεῖν ἐπιστροφὴν καὶ ἐπὶ
τὸν Πατέρα ἀναδραμεῖν πειραθῆναι καὶ μέχρι τινὸς τολμήσασαν ἐξασθενῆσαι καὶ
ἱκέτιν τοῦ Πατρὸς γενέσθαι. συνδεηθῆναι δὲ αὐτῇ καὶ τοὺς λοιποὺς Αἰῶνας,
μάλιστα δὲ τὸν Νοῦν. ἐντεῦθεν λέγουσι πρώτην ἀρχὴν ἐσχηκέναι τὴν οὐσίαν τῆς ὕλης,
ἐκ τῆς ἀγνοίας καὶ τῆς λύπης καὶ τοῦ φόβου καὶ τῆς ἐκπλήξεως.
Ὁ δὲ Πατὴρ τὸν προειρημένον Ὅρον ἐπὶ τούτοις διὰ τοῦ Μονογενοῦς προβάλλεται
ἐν εἰκόνι ἰδίᾳ, ἀσύζυγον ἀθήλυντον· τὸν γὰρ Πατέρα ποτὲ μὲν μετὰ συζυγίας τῆς
Σιγῆς, ποτὲ δὲ καὶ ὑπὲρ ἄρρεν καὶ ὑπὲρ θῆλυ εἶναι θέλουσι. τὸν δὲ Ὅρον τοῦτον
καὶ Σταυρὸν καὶ Λυτρωτὴν καὶ Καρπιστὴν καὶ Ὁροθέτην καὶ Μεταγωγέα καλοῦσι. διὰ
δὲ τοῦ Ὅρου τούτου φασὶ κεκαθάρθαι καὶ ἐστηρίχθαι τὴν Σοφίαν καὶ
ἀποκατασταθῆναι τῇ συζυγίᾳ. χωρισθείσης γὰρ τῆς Ἐνθυμήσεως ἀπ' αὐτῆς σὺν τῷ
ἐπιγενομένῳ πάθει, αὐτὴν μὲν ἐντὸς Πληρώματος μεῖναι, τὴν δὲ ἐνθύμησιν αὐτῆς
σὺν τῷ πάθει ὑπὸ τοῦ Ὅρου ἀφορισθῆναι καὶ ἀποσταυρωθῆναι καὶ ἐκτὸς αὐτοῦ
γενομένην εἶναι μὲν πνευματικὴν οὐσίαν, <ὡς> φυσικήν τινα Αἰῶνος ὁρμὴν
τυγχάνουσαν, ἄμορφον δὲ καὶ ἀνείδεον διὰ τὸ μηδὲν καταλαβεῖν. καὶ διὰ τοῦτο
καρπὸν ἀσθενῆ καὶ θῆλυν αὐτὴν λέγουσι.
13. Μετὰ δὲ τὸ ἀφορισθῆναι ταύτην ἐκτὸς τοῦ Πληρώματος τῶν Αἰώνων τήν τε
Μητέρα αὐτῆς ἀποκατασταθῆναι τῇ ἰδίᾳ συζυγίᾳ, τὸν Μονογενῆ πάλιν ἑτέραν
προβαλέσθαι συζυγίαν κατὰ προμήθειαν τοῦ Πατρός, ἵνα μὴ ὁμοίως ταύτῃ πάθῃ τις
τῶν Αἰώνων, Χριστὸν καὶ Πνεῦμα ἅγιον, εἰς πῆξιν καὶ στηριγμὸν τοῦ Πληρώματος,
ὑφ' ὧν καταρτισθῆναί <φασιν> τοὺς Αἰῶνας. τὸν μὲν γὰρ Χριστὸν διδάξαι
αὐτοὺς συζυγίας φύσιν, † ἀγεννήτου κατάληψιν γινώσκοντας ἱκανοὺς εἶναι
ἀναγορεῦσαί τε ἐν αὐτοῖς τὴν τοῦ Πατρὸς ἐπίγνωσιν, ὅτι τε ἀχώρητός ἐστι καὶ
ἀκατάληπτος καὶ οὐκ ἔστιν οὔτε ἰδεῖν οὔτε ἀκοῦσαι αὐτὸν ἢ διὰ μόνου τοῦ
Μονογενοῦς γινώσκεται· καὶ τὸ μὲν αἴτιον τῆς αἰωνίου διαμονῆς τοῖς λοιποῖς τὸ
ἀκατάληπτον ὑπάρχειν τοῦ Πατρός, τῆς δὲ γενέσεως αὐτῶν καὶ μορφώσεως τὸ
καταληπτὸν αὐτοῦ, ὃ δὴ υἱός ἐστιν. καὶ ταῦτα μὲν ὁ ἄρτι προβληθεὶς Χριστὸς ἐν
αὐτοῖς ἐδημιούργησε.
Τὸ δὲ [ἓν] Πνεῦμα τὸ ἅγιον ἐξισωθέντας αὐτοὺς πάντας εὐχαριστεῖν ἐδίδαξεν
καὶ τὴν ἀληθινὴν ἀνάπαυσιν <εἰς>ηγήσατο. οὕτως τε μορφῇ καὶ γνώμῃ ἴσους
κατασταθῆναι τοὺς Αἰῶνας λέγουσι, πάντας γενομένους Νόας καὶ πάντας Λόγους καὶ
πάντας Ἀνθρώπους καὶ πάντας Χριστούς, καὶ τὰς θηλείας ὁμοίως πάσας Ἀληθείας καὶ
πάσας Ζωὰς καὶ Πνεύματα καὶ Ἐκκλησίας. στηριχθέντα δὲ ἐπὶ τούτῳ τὰ ὅλα καὶ
ἀναπαυσάμενα τελέως μετὰ μεγάλης χαρᾶς φησὶν ὑμνῆσαι τὸν Προπάτορα, πολλῆς
εὐφρασίας μετασχόντα. καὶ ὑπὲρ τῆς εὐποιίας ταύτης βουλῇ μιᾷ καὶ γνώμῃ τὸ πᾶν
Πλήρωμα τῶν Αἰώνων, συνευδοκοῦντος τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, τοῦ δὲ Πατρὸς
αὐτῶν συνεπισφραγιζομένου, ἕνα ἕκαστον τῶν Αἰώνων ὅπερ εἶχεν ἐν ἑαυτῷ κάλλιστον
καὶ ἀνθηρότατον συνενεγκαμένους καὶ συνερανισαμένους καὶ ταῦτα ἁρμοδίως
πλέξαντας καὶ ἐμμελῶς ἑνώσαντας, προβαλέσθαι πρόβλημα εἰς τιμὴν καὶ δόξαν τοῦ
Βυθοῦ, τελειότατον κάλλος τι καὶ ἄστρον τοῦ Πληρώματος, τέλειον Καρπὸν τὸν
Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορευθῆναι καὶ Χριστὸν καὶ Λόγον πατρωνυμικῶς καὶ τὰ
Πάντα, διὰ τὸ ἀπὸ πάντων εἶναι· δορυφόρους τε αὐτῷ εἰς τιμὴν † τὴν αὐτῶν
ὁμογενεῖς ἀγγέλους συμπροβεβλῆσθαι.
14. Αὕτη μὲν οὖν ἐστιν ἡ ἐντὸς Πληρώματος ὑπ' αὐτῶν λεγομένη πραγματεία, καὶ
ἡ τοῦ πεπονθότος Αἰῶνος καὶ μετὰ μικρὸν ἀπολωλότος, ὡς ἐν πολλῇ † ὕλῃ διὰ
ζήτησιν τοῦ Πατρὸς *, συμφορὰ καὶ ἡ τοῦ Ὅρου καὶ Σταυροῦ καὶ Λυτρωτοῦ καὶ
Καρπιστοῦ καὶ Ὁροθέτου καὶ Μεταγωγέως ἐξ ἀγῶνος σύμπηξις καὶ ἡ τοῦ πρώτου
Χριστοῦ σὺν τῷ Πνεύματι τῷ ἁγίῳ ἐκ μετανοίας ὑπὸ τοῦ Πατρὸς αὐτῶν μεταγενεστέρα
τῶν Αἰώνων γένεσις καὶ ἡ τοῦ δευτέρου Χριστοῦ, ὃν καὶ Σωτῆρα λέγουσιν, ἐξ
ἐράνου σύνθετος κατασκευή. ταῦτα δὲ φανερῶς μὲν μὴ εἰρῆσθαι διὰ τὸ μὴ πάντας
χωρεῖν τὴν γνῶσιν αὐτῶν, μυστηριωδῶς δὲ ὑπὸ τοῦ Σωτῆρος διὰ παραβολῶν
μεμηνῦσθαι τοῖς συνιεῖν δυναμένοις οὕτως· τοὺς μὲν γὰρ τριάκοντα Αἰῶνας
μεμηνῦσθαι διὰ τῶν τριάκοντα ἐτῶν, ὡς προέφαμεν, ἐν οἷς οὐδὲν ἐν φανερῷ
φάσκουσι πεποιηκέναι τὸν σωτῆρα, καὶ διὰ τῆς παραβολῆς τῶν ἐργατῶν τοῦ
ἀμπελῶνος. καὶ τὸν Παῦλον φανερώτατα λέγουσι τούσδε Αἰῶνας ὀνομάζειν πολλάκις,
ἔτι δὲ καὶ τὴν τάξιν αὐτῶν τετηρηκέναι οὕτως εἰπόντα «εἰς πάσας τὰς γενεὰς τῶν
αἰώνων τοῦ αἰῶνος». ἀλλὰ καὶ ἡμᾶς ἐπὶ τῆς εὐχαριστίας λέγοντας «εἰς τοὺς αἰῶνας
τῶν αἰώνων» ἐκείνους τοὺς Αἰῶνας σημαίνειν· καὶ ὅπου ἂν αἰὼν ἢ αἰῶνες
ὀνομάζωνται, τὴν ἀναφορὰν εἰς ἐκείνους εἶναι θέλουσιν. τὴν δὲ τῆς δωδεκάδος τῶν
Αἰώνων προβολὴν μηνύεσθαι διὰ τοῦ δωδεκαετῆ ὄντα τὸν κύριον διαλεχθῆναι τοῖς
νομοδιδασκάλοις καὶ διὰ τῆς τῶν ἀποστόλων ἐκλογῆς· δώδεκα γὰρ ἀπόστολοι. καὶ
τοὺς λοιποὺς δεκαοκτὼ Αἰῶνας φανεροῦσθαι διὰ τοῦ μετὰ τὴν <ἐκ> νεκρῶν
ἀνάστασιν δεκαοκτὼ μησὶν λέγειν διατετριφέναι αὐτὸν σὺν τοῖς μαθηταῖς· ἀλλὰ καὶ
διὰ τῶν προηγουμένων τοῦ ὀνόματος αὐτοῦ δύο γραμμάτων, τοῦ τε ἰῶτα καὶ τοῦ ἦτα,
τοὺς δεκαοκτὼ Αἰῶνας εὐσήμως μηνύεσθαι. καὶ τοὺς δέκα Αἰῶνας ὡσαύτως διὰ τοῦ
ἰῶτα γράμματος, ὃ προηγεῖται τοῦ ὀνόματος αὐτοῦ, σημαίνεσθαι λέγουσιν. καὶ διὰ
τοῦτο εἰρηκέναι τὸν σωτῆρα «ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ, ἕως ἂν πάντα
γένηται».
Τὸ δὲ περὶ τὸν δωδέκατον Αἰῶνα γεγονὸς πάθος ὑποσημαίνεσθαι λέγουσι διὰ τῆς
ἀποστασίας Ἰούδα, ὃς δωδέκατος ἦν τῶν ἀποστόλων, καὶ ὅτι τῷ δωδεκάτῳ μηνὶ
ἔπαθεν· ἐνιαυτῷ γὰρ ἑνὶ βούλονται αὐτὸν μετὰ τὸ βάπτισμα αὐτοῦ κεκηρυχέναι. ἔτι
τε ἐπὶ τῆς αἱμορροούσης σαφέστατα τοῦτο δηλοῦσθαι· δώδεκα γὰρ ἔτη παθοῦσαν
αὐτὴν ὑπὸ τῆς τοῦ σωτῆρος παρουσίας τεθεραπεῦσθαι, ἁψαμένην τοῦ κρασπέδου
αὐτοῦ, καὶ διὰ τοῦτο εἰρηκέναι τὸν σωτῆρα «τίς μου ἥψατο;» διδάσκοντα τοὺς
μαθητὰς τὸ γεγονὸς ἐν τοῖς Αἰῶσι μυστήριον καὶ τὴν ἴασιν τοῦ πεπονθότος Αἰῶνος.
ἡ γὰρ παθοῦσα δώδεκα ἔτη ἐκείνη ἡ δύναμις, ἐκτεινομένης αὐτῆς καὶ εἰς ἄπειρον
ῥεούσης τῆς οὐσίας, ὡς λέγουσιν, εἰ μὴ ἔψαυσε τοῦ φορήματος τοῦ υἱοῦ τουτέστιν
τῆς Ἀληθείας τῆς πρώτης τετράδος ἥτις διὰ τοῦ κρασπέδου μεμήνυται, ἀνελύθη ἂν
εἰς τὴν <ὅλην> οὐσίαν αὐτῆς. ἀλλὰ ἔστη καὶ ἐπαύσατο τοῦ πάθους· ἡ γὰρ
ἐξελθοῦσα δύναμις τοῦ υἱοῦ (εἶναι δὲ ταύτην τὸν Ὅρον θέλουσιν) ἐθεράπευσεν
αὐτὴν καὶ τὸ πάθος ἐχώρισεν ἀπ' αὐτῆς.
Τὸ δὲ <τὸν> Σωτῆρα, τὸν ἐκ πάντων ὄντα, τὸ Πᾶν εἶναι διὰ τοῦ λόγου τοῦ
«πᾶν ἄρρεν διανοῖγον μήτραν» δηλοῦσθαι λέγουσιν· ὃς τὸ Πᾶν ὢν διήνοιξε τὴν
μήτραν τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος † καὶ ἐξορισθείσης ἐκτὸς τοῦ
Πληρώματος, ἣν δὴ καὶ δευτέραν Ὀγδοάδα καλοῦσι, περὶ ἧς μικρὸν ὕστερον ἐροῦμεν.
καὶ ὑπὸ τοῦ Παύλου δὲ φανερῶς διὰ τοῦτο εἰρῆσθαι λέγουσι «καὶ αὐτός ἐστι τὰ
πάντα», καὶ πάλιν «πάντα εἰς αὐτὸν καὶ ἐξ αὐτοῦ τὰ πάντα», καὶ πάλιν «ἐν αὐτῷ
κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος»· καὶ τό «ἀνακεφαλαιώσασθαι δὲ τὰ πάντα ἐν
τῷ Χριστῷ διὰ τοῦ θεοῦ», <οὕτως> ἑρμηνεύουσιν εἰρῆσθαι καὶ εἴ τινα ἄλλα
τοιαῦτα.
15. Ἔπειτα περὶ τοῦ Ὅρου αὐτῶν, ὃν δὴ καὶ πλείοσιν ὀνόμασιν καλοῦσι, δύο
ἐνεργείας ἔχειν αὐτὸν ἀποφαίνονται, τήν τε ἑδραστικὴν καὶ τὴν μεριστικήν· καὶ
καθὰ μὲν ἑδράζει καὶ στηρίζει, Σταυρὸν εἶναι, καθὸ δὲ μερίζει καὶ διορίζει,
Ὅρον. τὸν δὲ σωτῆρα οὕτως λέγουσι μεμηνυκέναι τὰς ἐνεργείας αὐτοῦ· καὶ πρῶτον
μὲν τὴν ἑδραστικὴν ἐν τῷ εἰπεῖν «ὃς οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ
μοι, μαθητὴς ἐμὸς οὐ δύναται εἶναι» καὶ <πάλιν> «ἄρας τὸν σταυρὸν ἀκολούθει
μοι»· τὴν δὲ διοριστικὴν αὐτοῦ ἐν τῷ εἰπεῖν «οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ
μάχαιραν». καὶ τὸν Ἰωάννην δὲ λέγουσιν αὐτὸ τοῦτο μεμηνυκέναι, εἰπόντα «τὸ
πτύον ἐν τῇ χειρὶ αὐτοῦ· διακαθαριεῖ τὴν ἅλωνα καὶ συνάξει τὸν σῖτον εἰς τὴν
ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ». καὶ διὰ τούτου τὴν
ἐνέργειαν τοῦ Ὅρου μεμηνυκέναι· πτύον γὰρ ἐκεῖνο τὸν σταυρὸν ἑρμηνεύουσιν
εἶναι, ὃν δὴ καὶ ἀναλίσκειν τὰ ὑλικὰ πάντα ὡς ἄχυρα πῦρ, καθαίρειν δὲ τοὺς
σῳζομένους ὡς τὸ πτύον τὸν σῖτον. Παῦλον δὲ τὸν ἀπόστολον καὶ αὐτὸν
ἐπιμιμνῄσκεσθαι τούτου τοῦ σταυροῦ λέγουσιν οὕτως «ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ
τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις δύναμις θεοῦ», καὶ πάλιν
«ἐμοὶ δὲ μὴ γένοιτο ἐν μηδενὶ καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ
ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ».
Τοιαῦτα μὲν οὖν περὶ τοῦ Πληρώματος αὐτῶν καὶ τοῦ πλάσματος πάντων λέγουσιν,
ἐφαρμόζειν βιαζόμενοι τὰ καλῶς εἰρημένα τοῖς κακῶς ἐπινενοημένοις ὑπ' αὐτῶν.
καὶ οὐ μόνον ἐκ τῶν εὐαγγελικῶν καὶ τῶν ἀποστολικῶν πειρῶνται τὰς ἀποδείξεις ποιεῖσθαι,
παρατρέποντες τὰς ἑρμηνείας καὶ ῥᾳδιουργοῦντες τὰς ἐξηγήσεις, ἀλλὰ καὶ ἐκ νόμου
καὶ προφητῶν, ἅτε πολλῶν παραβολῶν καὶ ἀλληγοριῶν εἰρημένων καὶ εἰς πολλὰ
ἕλκεσθαι δυναμένων † τὸ ἀμφίβολον διὰ τῆς ἐξηγήσεως, * δεινοτέρως τῷ πλάσματι
αὐτῶν καὶ δολίως ἐφαρμόζοντες αἰχμαλωτίζουσιν ἀπὸ τῆς ἀληθείας τοὺς μὴ ἑδραίαν
τὴν πίστιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν
τὸν υἱὸν τοῦ θεοῦ διαφυλάσσοντας.
16. Τὰ δὲ ἐκτὸς τοῦ Πληρώματος λεγόμενα ὑπ' αὐτῶν ἐστιν τοιαῦτα· τὴν
Ἐνθύμησιν τῆς ἄνω Σοφίας, ἣν καὶ Ἀχαμὼθ καλοῦσιν, ἀφορισθεῖσαν τοῦ <ἄνω>
Πληρώματος σὺν τῷ πάθει λέγουσιν ἐν σκιᾶς καὶ κενώματος τόποις ἐκβεβράσθαι κατὰ
ἀνάγκην· ἔξω γὰρ φωτὸς ἐγένετο καὶ Πληρώματος, ἄμορφος καὶ ἀνείδεος ὥσπερ
ἔκτρωμα, διὰ τὸ μηδὲν κατειληφέναι. οἰκτείραντα δὲ αὐτὴν τὸν <ἄνω>
Χριστὸν καὶ διὰ τοῦ Σταυροῦ ἐπεκταθέντα τῇ ἰδίᾳ δυνάμει μορφῶσαι μόρφωσιν, τὴν
κατ' οὐσίαν μόνον ἀλλ' οὐ τὴν κατὰ γνῶσιν· καὶ πράξαντα τοῦτο ἀναδραμεῖν,
συστείλαντα αὐτοῦ τὴν δύναμιν, καὶ καταλιπεῖν <αὐτήν>, ὅπως αἰσθομένη τοῦ
περὶ αὐτὴν πάθους διὰ τὴν ἀπαλλαγὴν τοῦ Πληρώματος ὀρεχθῇ τῶν διαφερόντων,
ἔχουσά τινα ὀδμὴν ἀφθαρσίας ἐγκαταλειφθεῖσαν αὐτῇ <ὑπὸ> τοῦ Χριστοῦ καὶ
τοῦ ἁγίου Πνεύματος. διὸ καὶ αὐτὴν τοῖς ἀμφοτέροις ὀνόμασι καλεῖσθαι, Σοφίαν τε
πατρωνυμικῶς (ὁ γὰρ πατὴρ αὐτῆς Σοφία κλῄζεται) καὶ Πνεῦμα ἅγιον ἀπὸ τοῦ περὶ
τὸν Χριστὸν πνεύματος. μορφωθεῖσαν δὲ αὐτὴν καὶ ἔμφρονα γενηθεῖσαν, παραυτίκα
δὲ κενωθεῖσαν τοῦ ἀοράτως αὐτῇ συνόντος Λόγου τουτέστιν τοῦ Χριστοῦ, ἐπὶ
ζήτησιν ὁρμῆσαι τοῦ καταλιπόντος αὐτὴν φωτὸς καὶ μὴ δυνηθῆναι καταλαβεῖν αὐτὸ
διὰ τὸ κωλυθῆναι ὑπὸ τοῦ Ὅρου. καὶ ἐνταῦθα τὸν Ὅρον κωλύοντα αὐτὴν τῆς εἰς
τοὔμπροσθεν ὁρμῆς εἰπεῖν «Ἰαώ»· ὅθεν τὸ Ἰαὼ ὄνομα γεγενῆσθαι φάσκουσι. μὴ
δυνηθεῖσαν δὲ διοδεῦσαι τὸν Ὅρον διὰ τὸ συμπεπλέχθαι τῷ πάθει καὶ μόνην
ἀπολειφθεῖσαν ἔξω, παντὶ μέρει τοῦ πάθους ὑποπεσεῖν, πολυμεροῦς καὶ
πολυποικίλου ὑπάρχοντος, καὶ παθεῖν λύπην μέν, ὅτι οὐ κατέλαβεν, φόβον δέ, μὴ
καθάπερ αὐτὴν τὸ φῶς οὕτω καὶ τὸ ζῆν ἐπιλίπῃ, ἀπορίαν τε ἐπὶ τούτοις. ἐν ἀγνοίᾳ
δὲ τὰ πάντα· καὶ οὐ καθάπερ ἡ μήτηρ αὐτῆς, ἡ πρώτη Σοφία Αἰών, ἑτεροίωσιν ἐν
τοῖς πάθεσιν εἶχεν, ἀλλὰ ἐναντιότητα. ἐπισυμβεβηκέναι δ' αὐτῇ καὶ ἑτέραν
διάθεσιν, τὴν τῆς ἐπιστροφῆς ἐπὶ τὸν ζωοποιήσαντα.
Ταύτην σύνταξιν καὶ οὐσίαν τῆς ὕλης γεγενῆσθαι λέγουσιν, ἐξ ἧς ὅδε ὁ κόσμος
συνέστηκεν. ἐκ μὲν γὰρ τῆς ἐπιστροφῆς τὴν τοῦ κόσμου καὶ τοῦ Δημιουργοῦ πᾶσαν
ψυχὴν τὴν γένεσιν εἰληφέναι, ἐκ δὲ τοῦ φόβου καὶ τῆς λύπης τὰ λοιπὰ τὴν ἀρχὴν
ἐσχηκέναι. ἀπὸ γὰρ τῶν δακρύων αὐτῆς γεγονέναι πᾶσαν ἔνυγρον οὐσίαν, ἀπὸ δὲ τοῦ
γέλωτος τὴν φωτεινήν, ἀπὸ δὲ τῆς λύπης καὶ ἐκπλήξεως τὰ σωματικὰ τοῦ κόσμου
στοιχεῖα. ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο, ὡς λέγουσι, διὰ τὸ καταλελεῖφθαι
μόνην ἐν τῷ σκότει καὶ τῷ κενώματι, ποτὲ δὲ εἰς ἔννοιαν ἥκουσα τοῦ καταλιπόντος
αὐτὴν φωτὸς διεχεῖτο καὶ ἐγέλα, ποτὲ δ' αὖ πάλιν ἐφοβεῖτο, ἄλλοτε δὲ διηπόρει
καὶ ἐξίστατο.
17. Καὶ τί γάρ; τραγῳδία πολλὴ λοιπὸν ἦν ἐνθάδε καὶ φαντασία, ἑνὸς ἑκάστου
αὐτῶν ἄλλως καὶ ἄλλως σοβαρῶς ἐκδιηγουμένου, ἐκ ποταποῦ πάθους ἐκ ποίου
στοιχείου ἡ οὐσία τὴν γένεσιν εἴληφεν· ἃ καὶ εἰκότως δοκοῦσί μοι μὴ ἅπαντας
θέλειν ἐν φανερῷ διδάσκειν, ἀλλ' ἢ μόνους ἐκείνους τοὺς καὶ μεγάλους μισθοὺς
ὑπὲρ τηλικούτων μυστηρίων τελεῖν δυναμένους. οὐκέτι γὰρ ταῦτα ὅμοια ἐκείνοις
περὶ ὧν ὁ κύριος ἡμῶν εἴρηκε «δωρεὰν ἐλάβετε, δωρεὰν δότε», ἀλλὰ ἀνακεχωρηκότα
καὶ τερατώδη καὶ βαθέα μυστήρια μετὰ πολλοῦ καμάτου περιγινόμενα τοῖς
φιλοψευδέσι. τίς γὰρ οὐκ ἂν ἐκδαπανήσειε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἵνα μάθῃ ὅτι
ἀπὸ τῶν δακρύων τῆς Ἐνθυμήσεως τοῦ πεπονθότος Αἰῶνος θάλασσαι καὶ πηγαὶ καὶ
ποταμοὶ καὶ πᾶσα ἔνυδρος οὐσία τὴν γένεσιν εἴληφεν, ἐκ δὲ τοῦ γέλωτος αὐτῆς τὸ
φῶς καὶ ἐκ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας τὰ σωματικὰ τοῦ κόσμου στοιχεῖα;
Βούλομαι δὲ καὶ αὐτὸς συνεισενεγκεῖν τι τῇ καρποφορίᾳ αὐτῶν. ἐπειδὴ γὰρ ὁρῶ
τὰ μὲν γλυκέα ὕδατα ὄντα, οἷον πηγὰς καὶ ποταμοὺς καὶ ὄμβρους καὶ τὰ τοιαῦτα,
τὰ δὲ ἐν ταῖς θαλάσσαις ἁλμυρά, ἐπινοῶ μὴ πάντα ἀπὸ τῶν δακρύων αὐτῆς
προβεβλῆσθαι, διότι τὸ δάκρυον ἁλμυρὸν τῇ ποιότητι ὑπάρχει. φανερὸν οὖν ὅτι τὰ
ἁλμυρὰ ὕδατα ταῦτά ἐστι τὰ ἀπὸ τῶν δακρύων. εἰκὸς δὲ αὐτὴν ἐν ἀγωνίᾳ πολλῇ καὶ
ἀμηχανίᾳ γεγονυῖαν καὶ ἱδρωκέναι. ἐντεῦθεν δὴ κατὰ τὴν ὑπόθεσιν αὐτῶν
ὑπολαμβάνειν δεῖ, πηγὰς καὶ ποταμοὺς καὶ εἴ τινα ἄλλα ὕδατα γλυκέα ὑπάρχει τὴν
γένεσιν [μὴ] ἐσχηκέναι ἀπὸ τῶν <ἱδρώτων> αὐτῆς. ἀπίθανον γάρ, μιᾶς
ποιότητος οὔσης τῶν δακρύων, τὰ μὲν ἁλμυρά, τὰ δὲ γλυκέα ὕδατα ἐξ αὐτῶν προελθεῖν.
τοῦτο δὲ πιθανώτερον, τὰ μὲν εἶναι ἀπὸ τῶν δακρύων, τὰ δὲ ἀπὸ τῶν ἱδρώτων.
ἐπειδὴ <δὲ> καὶ θερμὰ καὶ δριμέα τινὰ ὕδατά ἐστιν ἐν τῷ κόσμῳ, νοεῖν
ὀφείλεις τί ποιήσασα καὶ ἐκ ποίου μορίου προήκατο ταῦτα. ἁρμόζουσι γὰρ τοιοῦτοι
καρποὶ τῇ ὑποθέσει αὐτῶν.
Διοδεύσασαν οὖν πᾶν πάθος τὴν Μητέρα αὐτῶν καὶ μόγις ὑπερκύψασαν ἐπὶ ἱκεσίαν
τραπῆναι τοῦ καταλιπόντος αὐτὴν φωτὸς τουτέστιν τοῦ Χριστοῦ λέγουσιν· ὃς
ἀνελθὼν εἰς τὸ Πλήρωμα αὐτὸς μὲν εἰκὸς ὅτι ὤκνησεν ἐκ δευτέρου κατελθεῖν, τὸν
Παράκλητον δὲ ἐξέπεμψεν <πρὸς> αὐτὴν τουτέστι τὸν Σωτῆρα, ἐνδόντος αὐτῷ
πᾶσαν τὴν δύναμιν τοῦ Πατρὸς καὶ πᾶν ὑπ' ἐξουσίαν παραδόντος καὶ τῶν Αἰώνων δὲ
ὁμοίως, ὅπως «ἐν αὐτῷ τὰ πάντα κτισθῇ, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, θρόνοι θεότητες
κυριότητες». ἐκπέμπεται δὲ πρὸς αὐτὴν μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ τῶν ἀγγέλων. τὴν
δὲ Ἀχαμὼθ ἐντραπεῖσαν αὐτὸν λέγουσιν πρῶτον μὲν κάλυμμα ἐπιθέσθαι δι' αἰδῶ,
μετέπειτα δὲ ἰδοῦσαν αὐτὸν σὺν ὅλῃ τῇ καρποφορίᾳ αὐτοῦ προσδραμεῖν αὐτῷ,
δύναμιν λαβοῦσαν ἐκ τῆς ἐπιφανείας αὐτοῦ. κἀκεῖνον μορφῶσαι αὐτὴν μόρφωσιν τὴν
κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν ποιήσασθαι αὐτῆς, χωρίσαντα αὐτὰ αὐτῆς, μὴ
ἀμελήσαντα δὲ αὐτῶν (οὐ γὰρ ἦν δυνατὸν ἀφανισθῆναι <αὐτὰ> ὡς τὰ τῆς
προτέρας, διὰ τὸ ἑκτικὰ ἤδη καὶ δυνατὰ εἶναι), ἀλλ' ἀποκρίναντα χωρίσει συγχέαι
καὶ πῆξαι καὶ ἐξ ἀσωμάτου πάθους εἰς ἀσώματον [τὴν] ὕλην μεταβαλεῖν αὐτά· εἶθ'
οὕτως ἐπιτηδειότητα καὶ φύσιν ἐμπεποιηκέναι αὐτοῖς, ὥστε εἰς συγκρίματα καὶ
σώματα ἐλθεῖν, πρὸς τὸ γενέσθαι δύο οὐσίας, τὴν φαύλην <ἐκ> τῶν παθῶν,
τήν τε τῆς ἐπιστροφῆς ἐμπαθῆ· καὶ διὰ τοῦτο δυνάμει τὸν Σωτῆρα δεδημιουργηκέναι
φάσκουσι. τὴν δὲ Ἀχαμὼθ ἐκτὸς τοῦ πάθους γενομένην, [καὶ] συλλαβοῦσαν τῇ χαρᾷ
τῶν σὺν αὐτῷ φώτων τὴν θεωρίαν (τουτέστιν τῶν ἀγγέλων τῶν μετ' αὐτοῦ) καὶ
ἐγκισσήσασαν αὐτοὺς κεκυηκέναι καρποὺς κατὰ τὴν εἰκόνα <αὐτῶν>
διδάσκουσι, κύημα πνευματικὸν καθ' ὁμοίωσιν γεγονὸς τῶν δορυφόρων τοῦ Σωτῆρος.
18. Τριῶν οὖν ἤδη τούτων ὑποκειμένων κατ' αὐτούς, τοῦ μὲν ἐκ τοῦ πάθους, ὃ
ἦν ὕλη· τοῦ δὲ ἐκ τῆς ἐπιστροφῆς, ὃ ἦν τὸ ψυχικόν· τοῦ δὲ ὃ ἀπεκύησεν,
τουτέστιν τὸ πνευματικόν, οὕτως ἐτράπη ἐπὶ τὴν μόρφωσιν αὐτῶν. ἀλλὰ τὸ μὲν
πνευματικὸν μὴ δεδυνῆσθαι αὐτὴν μορφῶσαι, ἐπειδὴ ὁμοούσιον ὑπῆρχεν αὐτῇ.
τετράφθαι δὲ ἐπὶ τὴν μόρφωσιν τῆς γενομένης ἐκ τῆς ἐπιστροφῆς αὐτῆς ψυχικῆς
οὐσίας προβαλεῖν τε τὰ παρὰ τοῦ Σωτῆρος μαθήματα. καὶ πρῶτον <μὲν>
μεμορφωκέναι αὐτὴν ἐκ τῆς ψυχικῆς οὐσίας λέγουσι τὸν Πατέρα καὶ βασιλέα πάντων,
τῶν τε ὁμοουσίων αὐτῷ τουτέστιν τῶν ψυχικῶν, ἃ δὴ δεξιὰ καλοῦσι, καὶ τῶν ἐκ τοῦ
πάθους καὶ τῆς ὕλης, ἃ δὴ ἀριστερὰ λέγουσι. πάντα γὰρ τὰ μετ' αὐτὸν φάσκουσι
<αὐτὸν> μεμορφωκέναι, λεληθότως κινούμενον ὑπὸ τῆς Μητρός· ὅθεν καὶ
Μητροπάτορα καὶ Ἀπάτορα καὶ Δημιουργὸν αὐτὸν καὶ Πατέρα καλοῦσι, τῶν μὲν δεξιῶν
πατέρα λέγοντες αὐτὸν τουτέστιν τῶν ψυχικῶν, τῶν δὲ ἀριστερῶν τουτέστιν τῶν
ὑλικῶν δημιουργόν, συμπάντων δὲ βασιλέα. τὴν γὰρ Ἐνθύμησιν ταύτην βουληθεῖσαν εἰς
τιμὴν τῶν Αἰώνων τὰ πάντα ποιῆσαι, εἰκόνας λέγουσι πεποιηκέναι αὐτῶν, μᾶλλον δὲ
τὸν Σωτῆρα δι' αὐτῆς. καὶ αὐτὴν μὲν † ἐν εἰκόνι τοῦ ἀοράτου Πατρὸς τετηρηκέναι,
μὴ γινωσκομένην ὑπὸ τοῦ Δημιουργοῦ, τοῦτον δὲ τοῦ μονογενοῦς υἱοῦ, τῶν δὲ
λοιπῶν Αἰώνων τοὺς ὑπὸ τούτου γεγονότας ἀρχαγγέλους τε καὶ ἀγγέλους.
Πατέρα οὖν καὶ θεὸν λέγουσιν αὐτὸν γεγονέναι τῶν ἐκτὸς τοῦ Πληρώματος,
ποιητὴν ὄντα πάντων ψυχικῶν τε καὶ ὑλικῶν. διακρίναντα γὰρ τὰς δύο οὐσίας
συγκεχυμένας καὶ ἐξ ἀσωμάτων σωματοποιήσαντα, δεδημιουργηκέναι τά τε οὐράνια
καὶ τὰ γήϊνα, καὶ γεγονέναι ὑλικῶν καὶ ψυχικῶν, δεξιῶν καὶ ἀριστερῶν
δημιουργόν, κούφων καὶ βαρέων, ἀνωφερῶν καὶ κατωφερῶν. ἑπτὰ γὰρ οὐρανοὺς
κατεσκευακέναι, ὧν ἐπάνω τὸν Δημιουργὸν εἶναι λέγουσιν. καὶ διὰ τοῦτο Ἑβδομάδα
καλοῦσιν αὐτόν, τὴν δὲ Μητέρα τὴν Ἀχαμὼθ Ὀγδοάδα, ἀποσῴζουσαν τὸν ἀριθμὸν τῆς
ἀρχεγόνου καὶ πρώτης τοῦ Πληρώματος Ὀγδοάδος. τοὺς δὲ ἑπτὰ οὐρανοὺς [οὐκ] εἶναι
νοητούς φασιν, ἀγγέλους δὲ αὐτοὺς ὑποτίθενται, καὶ τὸν Δημιουργὸν δὲ καὶ αὐτὸν
ἄγγελον, θεῷ δὲ ἐοικότα, ὡς καὶ τὸν παράδεισον, ὑπὲρ τρίτον οὐρανὸν ὄντα,
τέταρτον ἀρχάγγελον λέγουσι δυνάμει ὑπάρχειν καὶ ἀπὸ τούτου τι εἰληφέναι τὸν
Ἀδὰμ διατετριφότα ἐν αὐτῷ.
Ταῦτα δὲ τὸν Δημιουργὸν φάσκουσιν ἀφ' ἑαυτοῦ μὲν ᾠῆσθαι <κατὰ πάντα>
κατασκευάζειν, πεποιηκέναι δ' αὐτὰ τῆς Ἀχαμὼθ προβαλλούσης. οὐρανὸν <γὰρ>
πεποιηκέναι μὴ εἰδότα οὐρανόν· καὶ ἄνθρωπον πεπλακέναι, ἀγνοοῦντα [τὸν]
ἄνθρωπον· γῆν τε δεδειχέναι, μὴ ἐπιστάμενον [τὴν] γῆν· καὶ ἐπὶ πάντων οὕτως
λέγουσιν ἠγνοηκέναι αὐτὸν τὰς ἰδέας ὧν ἐποίει καὶ αὐτὴν τὴν Μητέρα, αὐτὸν δὲ μόνον
ᾠῆσθαι πάντα εἶναι. αἰτίαν δ' αὐτῷ γεγονέναι τὴν Μητέρα τῆς ποιήσεως ταύτης
φάσκουσι, τὴν οὕτω βουληθεῖσαν προαγαγεῖν αὐτόν, κεφαλὴν μὲν καὶ ἀρχὴν τῆς
ἰδίας οὐσίας, κύριον δὲ τῆς ὅλης πραγματείας. ταύτην δὲ τὴν Μητέρα καὶ Ὀγδοάδα
καλοῦσι καὶ Σοφίαν καὶ Γῆν καὶ Ἱερουσαλὴμ καὶ ἅγιον Πνεῦμα καὶ Κύριον
ἀρσενικῶς· ἔχειν δὲ τὸν τῆς Μεσότητος τόπον αὐτὴν καὶ εἶναι ὑπεράνω μὲν τοῦ
Δημιουργοῦ, ὑποκάτω δὲ ἢ ἔξω τοῦ Πληρώματος μέχρι συντελείας.
19. Ἐπεὶ οὖν τὴν ὑλικὴν οὐσίαν ἐκ τριῶν παθῶν συστῆναι λέγουσι, φόβου τε καὶ
λύπης καὶ ἀπορίας, ἐκ μὲν τοῦ φόβου καὶ τῆς ἐπιστροφῆς τὰ ψυχικὰ τὴν σύστασιν
εἰληφέναι· ἐκ μὲν τῆς ἐπιστροφῆς τὸν Δημιουργὸν βούλονται τὴν γένεσιν
ἐσχηκέναι, ἐκ δὲ τοῦ φόβου τὴν λοιπὴν πᾶσαν ψυχικὴν ὑπόστασιν ὡς ψυχὰς ἀλόγων
ζῴων καὶ θηρίων καὶ ἀνθρώπων. <καὶ> διὰ τοῦτο ἀτονώτερον αὐτὸν ὑπάρχοντα
πρὸς τὸ γινώσκειν τὰ πνευματικὰ αὑτὸν νενομικέναι μόνον εἶναι θεὸν καὶ διὰ τῶν
προφητῶν εἰρηκέναι «ἐγὼ θεός, πλὴν ἐμοῦ οὐδείς». ἐκ δὲ τῆς λύπης τὰ πνευματικὰ
τῆς πονηρίας διδάσκουσι γεγονέναι· ὅθεν <καὶ> τὸν Διάβολον τὴν γένεσιν
ἐσχηκέναι, ὃν καὶ Κοσμοκράτορα καλοῦσι, καὶ τὰ δαιμόνια καὶ τοὺς ἀγγέλους καὶ
πᾶσαν τὴν πνευματικὴν τῆς πονηρίας ὑπόστασιν. ἀλλὰ τὸν μὲν Δημιουργὸν υἱὸν
ψυχικὸν τῆς Μητρὸς αὐτῶν λέγουσι, τὸν δὲ Κοσμοκράτορα κτίσμα τοῦ Δημιουργοῦ. καὶ
τὸν μὲν Κοσμοκράτορα γινώσκειν τὰ ὑπὲρ αὐτόν, ὅτι πνεῦμά ἐστι τῆς πονηρίας, τὸν
δὲ Δημιουργὸν ἀγνοεῖν, ἅτε ψυχικὸν ὑπάρχοντα. οἰκεῖν δὲ τὴν Μητέρα αὐτῶν εἰς
τὸν ὑπερουράνιον τόπον τουτέστιν ἐν τῇ Μεσότητι, τὸν Δημιουργὸν δὲ εἰς τὸν
ἐπουράνιον τόπον τουτέστιν ἐν τῇ Ἑβδομάδι, τὸν <δὲ> Κοσμοκράτορα ἐν τῷ
καθ' ἡμᾶς κόσμῳ. ἐκ δὲ τῆς ἐκπλήξεως καὶ ἀμηχανίας ὡς ἐκ τοῦ
<ἐκ>στασιμωτέρου τὰ σωματικὰ καθὼς προείπαμεν τοῦ κόσμου στοιχεῖα
γεγονέναι· γῆν μὲν κατὰ τὴν ἐκπλήξεως στάσιν, ὕδωρ δὲ κατὰ τὴν φόβου κίνησιν,
ἀέρα δὲ κατὰ τὴν λύπης πῆξιν· τὸ δὲ πῦρ ἅπασιν αὐτοῖς ἐμπεφυκέναι θάνατον καὶ
φθοράν, ὡς καὶ τὴν ἄγνοιαν τοῖς τρισὶ πάθεσιν ἐγκεκρύφθαι διδάσκουσι.
Δημιουργήσαντα δὴ τὸν κόσμον πεποιηκέναι καὶ τὸν ἄνθρωπον τὸν χοϊκόν, οὐκ
ἀπὸ ταύτης δὲ τῆς ξηρᾶς γῆς, ἀλλὰ ἀπὸ τῆς ἀοράτου οὐσίας, ἀπὸ τοῦ κεχυμένου καὶ
ῥευστοῦ τῆς ὕλης λαβόντα· καὶ εἰς τοῦτον ἐμφυσῆσαι τὸν ψυχικὸν διορίζονται. καὶ
τοῦτον εἶναι τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν γεγονότα, καὶ κατ' εἰκόνα μὲν τὸν
ὑλικὸν ὑπάρχειν, παραπλήσιον μέν, ἀλλ' οὐχ ὁμοούσιον ὄντα τῷ θεῷ· καθ' ὁμοίωσιν
δὲ τὸν ψυχικόν, ὅθεν καὶ πνεῦμα ζωῆς τὴν οὐσίαν αὐτοῦ εἰρῆσθαι, ἐκ πνευματικῆς
ἀπορροίας οὖσαν. ὕστερον δὲ περιτεθεῖσθαι λέγουσιν αὐτῷ τὸν δερμάτινον χιτῶνα·
τοῦτο δὲ τὸ αἰσθητὸν σαρκίον εἶναι θέλουσι.
Τὸ δὲ κύημα τῆς Μητρὸς αὐτῶν τῆς Ἀχαμὼθ ὃ κατὰ τὴν θεωρίαν τῶν περὶ τὸν
Σωτῆρα ἀγγέλων ἀπεκύησεν, ὁμοούσιον ὑπάρχον τῇ Μητρὶ πνευματικόν, καὶ αὐτὸ
ἠγνοηκέναι τὸν Δημιουργὸν λέγουσι καὶ λεληθότως κατατεθεῖσθαι εἰς αὐτὸν μὴ
εἰδότος αὐτοῦ, ἵνα δι' αὐτοῦ εἰς τὴν ἀπ' αὐτοῦ ψυχὴν σπαρὲν καὶ εἰς τὸ ὑλικὸν
τοῦτο σῶμα, κυοφορηθέν <τε> ἐν τούτοις καὶ αὐξηθὲν ἕτοιμον γένηται πρὸς
ὑποδοχὴν τοῦ τελείου <Λόγου>. ἔλαθεν οὖν, ὥς φασι, τὸν Δημιουργὸν ὁ
συγκατασπαρεὶς τῷ ἐμφυσήματι αὐτοῦ ὑπὸ τῆς Σοφίας πνευματικὸς ἄνθρωπος ἀρρήτῳ
<δυνάμει καὶ> προνοίᾳ. ὡς γὰρ τὴν Μητέρα ἠγνοηκέναι, οὕτω καὶ τὸ σπέρμα
αὐτῆς· ὃ δὴ καὶ αὐτὸ Ἐκκλησίαν εἶναι λέγουσιν, ἀντίτυπον τῆς ἄνω Ἐκκλησίας. καὶ
τοῦτο εἶναι τὸν ἐν αὐτοῖς ἄνθρωπον ἀξιοῦσιν· ὥστε ἔχειν αὐτοὺς τὴν μὲν ψυχὴν
ἀπὸ τοῦ Δημιουργοῦ, τὸ δὲ σῶμα ἀπὸ τοῦ χοὸς καὶ τὸ σαρκικὸν ἀπὸ τῆς ὕλης, τὸν
δὲ πνευματικὸν ἄνθρωπον ἀπὸ τῆς Μητρὸς τῆς Ἀχαμώθ.
20. Τριῶν οὖν ὄντων τὸ μὲν ὑλικόν, ὃ καὶ ἀριστερὸν καλοῦσι, κατὰ ἀνάγκην
ἀπόλλυσθαι λέγουσιν, ἅτε μηδεμίαν ἐπιδέξασθαι πνοὴν ἀφθαρσίας δυνάμενον· τὸ δὲ
ψυχικόν, ὃ καὶ δεξιὸν προσαγορεύουσιν, ἅτε μέσον ὂν τοῦ τε πνευματικοῦ καὶ τοῦ
ὑλικοῦ, ἐκεῖσε χωρεῖν, ὅπου ἂν καὶ τὴν πρόσκλισιν ποιήσηται· τὸ δὲ πνευματικὸν
ἐκπεπέμφθαι, ὅπως ἐνθάδε τῷ ψυχικῷ συζυγὲν μορφωθῇ, συμπαιδευθὲν αὐτῷ ἐν τῇ
ἀναστροφῇ. καὶ τοῦτ' εἶναι λέγουσι τὸ ἅλας καὶ τὸ φῶς τοῦ κόσμου. ἔδει γὰρ τῷ
ψυχικῷ καὶ αἰσθητῶν παιδευμάτων· διὸ καὶ κόσμον κατεσκευάσθαι λέγουσι. καὶ τὸν
σωτῆρα δὲ ἐπὶ τοῦτο παραγεγονέναι τὸ ψυχικόν, ἐπεὶ καὶ αὐτεξούσιόν ἐστιν, ὅπως
αὐτὸ σώσῃ. ὧν γὰρ ἤμελλε σῴζειν, τὰς ἀπαρχὰς αὐτὸν εἰληφέναι φάσκουσιν, ἀπὸ μὲν
τῆς Ἀχαμὼθ τὸ πνευματικόν, ἀπὸ δὲ τοῦ Δημιουργοῦ ἐνδεδύσθαι τὸν ψυχικὸν
Χριστόν, ἀπὸ δὲ τῆς οἰκονομίας περιτεθεῖσθαι σῶμα, ψυχικὴν ἔχον οὐσίαν,
κατεσκευασμένον δὲ ἀρρήτῳ τέχνῃ πρὸς τὸ καὶ ὁρατὸν καὶ ψηλαφητὸν καὶ παθητὸν
γενέσθαι. καὶ ὑλικὸν δὲ οὐδ' ὁτιοῦν εἰληφέναι λέγουσιν αὐτόν· μὴ γὰρ εἶναι τὴν
ὕλην δεκτικὴν σωτηρίας. τὴν δὲ συντέλειαν ἔσεσθαι, ὅταν μορφωθῇ καὶ τελειωθῇ
γνώσει πᾶν τὸ πνευματικόν, τουτέστιν οἱ πνευματικοὶ ἄνθρωποι οἱ τὴν τελείαν
γνῶσιν ἔχοντες περὶ θεοῦ καὶ <τὰ> τῆς Ἀχαμὼθ μεμυημένοι μυστήρια· εἶναι
δὲ τούτους <ἑαυτοὺς> ὑποτίθενται. ἐπαιδεύθησαν δὲ τὰ ψυχικὰ οἱ ψυχικοὶ
ἄνθρωποι, οἱ δι' ἔργων καὶ πίστεως ψιλῆς βεβαιούμενοι καὶ μὴ τὴν τελείαν γνῶσιν
ἔχοντες· εἶναι δὲ τούτους ἀπὸ τῆς ἐκκλησίας ἡμᾶς λέγουσι. διὸ καὶ ἡμῖν μὲν ἀναγκαῖον
εἶναι τὴν ἀγαθὴν πρᾶξιν ἀποφαίνονται (ἄλλως γὰρ ἀδύνατον σωθῆναι), αὐτοὺς δὲ μὴ
διὰ πράξεως ἀλλὰ διὰ τὸ φύσει πνευματικοὺς εἶναι πάντῃ τε καὶ πάντως σωθήσεσθαι
δογματίζουσιν. ὡς γὰρ τὸ χοϊκὸν ἀδύνατον σωτηρίας μετασχεῖν (οὐ γὰρ εἶναι
δεκτικὸν αὐτῆς λέγουσιν αὐτό), οὕτως πάλιν τὸ πνευματικόν, ὃ αὐτοὶ εἶναι
θέλουσιν, ἀδύνατον φθορὰν καταδέξασθαι, κἂν ὁποίαις συγκαταγένωνται πράξεσιν.
ὃν γὰρ τρόπον χρυσὸς ἐν βορβόρῳ κατατεθεὶς οὐκ ἀποβάλλει τὴν καλλονὴν αὐτοῦ,
ἀλλὰ τὴν ἰδίαν φύσιν διαφυλάττει, τοῦ βορβόρου μηδὲν ἀδικῆσαι δυναμένου τὸν
χρυσόν, οὕτω δὲ καὶ αὑτοὺς λέγουσι, κἂν ἐν ὁποίαις ὑλικαῖς πράξεσι
καταγένωνται, μηδὲν αὐτοὺς παραβλάπτεσθαι μηδὲ ἀποβάλλειν τὴν πνευματικὴν
ὑπόστασιν.
21. Διὸ δὴ καὶ τὰ ἀπειρημένα πάντα ἀδεῶς οἱ τελειότατοι πράττουσιν αὐτῶν,
περὶ ὧν αἱ γραφαὶ διαβεβαιοῦνται τοὺς ποιοῦντας αὐτὰ βασιλείαν θεοῦ μὴ
κληρονομήσειν. καὶ γὰρ εἰδωλόθυτα ἀδιαφόρως ἐσθίουσι, μηδὲν μολύνεσθαι ὑπ'
αὐτῶν ἡγούμενοι, καὶ ἐπὶ πᾶσαν ἑορτάσιμον τῶν ἐθνῶν τέρψιν εἰς τιμὴν τῶν
εἰδώλων γινομένην πρῶτοι συνίασιν, ὡς μηδὲ τῆς παρὰ θεῷ καὶ ἀνθρώποις
μεμισημένης [τῆς] τῶν θηριομάχων καὶ μονομαχίας ἀνδροφόνου θέας ἀπέχεσθαι
ἐνίους αὐτῶν· οἱ δὲ καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς κατακόρως δουλεύοντες, τὰ
σαρκικὰ τοῖς σαρκικοῖς τὰ πνευματικὰ τοῖς πνευματικοῖς ἀποδίδοσθαι λέγουσιν. καὶ
οἱ μὲν αὐτῶν λάθρα τὰς διδασκομένας ὑπ' αὐτῶν τὴν διδαχὴν ταύτην γυναῖκας
διαφθείρουσιν, ὡς πολλάκις ὑπ' ἐνίων αὐτῶν ἐξαπατηθεῖσαι, ἔπειτα ἐπιστρέψασαι
γυναῖκες εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ σὺν τῇ λοιπῇ πλάνῃ καὶ τοῦτο
ἐξωμολογήσαντο· οἱ δὲ καὶ κατὰ τὸ φανερὸν ἀπερυθριάσαντες, ὧν ἂν ἐρασθῶσι
γυναικῶν, ταύτας ἀπ' ἀνδρῶν ἀποσπάσαντες ἰδίας γαμετὰς ἡγήσαντο. ἄλλοι δ' αὖ
πάλιν σεμνῶς κατ' ἀρχάς, ὡς μετὰ ἀδελφῶν προσποιούμενοι συνοικεῖν, προϊόντος
τοῦ χρόνου ἠλέγχθησαν, ἐγκύμονος τῆς ἀδελφῆς ὑπὸ τοῦ ἀδελφοῦ γενηθείσης.
Καὶ ἄλλα δὲ πολλὰ μυσαρὰ καὶ ἄθεα πράσσοντες ἡμῶν μέν, διὰ τὸν φόβον τοῦ
θεοῦ φυλασσομένων καὶ μέχρις ἐννοίας καὶ λόγου ἁμαρτεῖν, κατατρέχουσιν ὡς
ἰδιωτῶν καὶ μηδὲν ἐπισταμένων, ἑαυτοὺς δὲ ὑπερυψοῦσι, τελείους ἀποκαλοῦντες καὶ
σπέρματα ἐκλογῆς. ἡμᾶς μὲν γὰρ ἐν χρήσει τὴν χάριν λαμβάνειν λέγουσι, διὸ καὶ
ἀφαιρεθήσεσθαι αὐτῆς· αὐτοὺς δὲ ἰδιόκτητον ἄνωθεν ἀπὸ τῆς ἀρρήτου καὶ
ἀνονομάστου συζυγίας κατεληλυθυῖαν ἔχειν τὴν χάριν, καὶ διὰ τοῦτο
προστεθήσεσθαι αὐτοῖς· διὸ καὶ ἐκ παντὸς τρόπου δεῖν αὐτοὺς ἀεὶ τὸ τῆς συζυγίας
μελετᾶν μυστήριον. καὶ τοῦτο πείθουσι τοὺς ἀνοήτους, αὐταῖς λέξεσι λέγοντες
οὕτως· ὃς ἂν ἐν κόσμῳ γενόμενος γυναῖκα οὐκ ἐφίλησεν, ὥστε αὐτὴν κρατηθῆναι,
οὐκ ἔστιν ἐξ ἀληθείας καὶ οὐ χωρήσει εἰς ἀλήθειαν· ὁ δὲ ἀπὸ κόσμου ὢν [μὴ]
κρατηθεὶς γυναικὶ οὐ χωρήσει εἰς ἀλήθειαν διὰ τὸ ἐν ἐπιθυμίᾳ κρατηθῆναι
γυναικός. διὰ τοῦτο οὖν ἡμῖν, οὓς ψυχικοὺς ὀνομάζουσι καὶ ἐκ κόσμου εἶναι
λέγουσι, [καὶ] ἀναγκαίαν εἶναι τὴν ἐγκράτειαν καὶ ἀγαθὴν πρᾶξιν, ἵνα δι' αὐτῆς
ἔλθωμεν εἰς τὸν τῆς Μεσότητος τόπον, αὐτοῖς δέ, πνευματικοῖς τε καὶ τελείοις
καλουμένοις, μηδαμῶς. οὐ γὰρ πρᾶξις εἰς Πλήρωμα εἰσάγει, ἀλλὰ τὸ σπέρμα τὸ
ἐκεῖθεν νήπιον μὲν ἐκπεμπόμενον, ἐνθάδε <δὲ> τελειούμενον.
Ὅταν δὲ πᾶν τὸ σπέρμα τελειωθῇ, τὴν μὲν Ἀχαμὼθ τὴν Μητέρα αὐτῶν μεταστῆναι
τοῦ τῆς Μεσότητος τόπου λέγουσι καὶ ἐντὸς Πληρώματος εἰσελθεῖν καὶ ἀπολαβεῖν
τὸν νυμφίον αὐτῆς τὸν Σωτῆρα, τὸν ἐκ πάντων γεγονότα, ἵνα συζυγία γένηται τοῦ
Σωτῆρος καὶ τῆς Σοφίας τῆς Ἀχαμώθ. καὶ τοῦτο εἶναι νυμφίον καὶ νύμφην, νυμφῶνα
δὲ τὸ πᾶν Πλήρωμα. τοὺς δὲ πνευματικοὺς ἀποδυσαμένους τὰς ψυχὰς καὶ πνεύματα
νοερὰ γενομένους, ἀκρατήτως καὶ ἀοράτως ἐντὸς Πληρώματος εἰσελθόντας, νύμφας
ἀποδοθήσεσθαι τοῖς περὶ τὸν Σωτῆρα ἀγγέλοις. τὸν δὲ Δημιουργὸν μεταβῆναι καὶ
αὐτὸν εἰς τὸν τῆς Μητρὸς Σοφίας τόπον, τουτέστιν ἐν τῇ Μεσότητι. τάς τε τῶν
δικαίων ψυχὰς ἀναπαύσεσθαι καὶ αὐτὰς ἐν τῷ τῆς Μεσότητος τόπῳ· μηδὲν γὰρ
ψυχικὸν ἐντὸς Πληρώματος χωρεῖν. τούτων δὲ γενομένων οὕτως τὸ ἐμφωλεῦον τῷ
κόσμῳ πῦρ ἐκλάμψαν καὶ ἐξαφθὲν καὶ κατεργασάμενον πᾶσαν ὕλην συναναλωθήσεσθαι
αὐτῇ καὶ εἰς τὸ μηκέτ' εἶναι χωρήσειν διδάσκουσι. τὸν δὲ Δημιουργὸν μηδὲν
τούτων ἐγνωκέναι ἀποφαίνονται πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας.
22. Εἰσὶ δὲ οἱ λέγοντες προβαλέσθαι αὐτὸν καὶ Χριστόν, υἱὸν ἴδιον, ἀλλὰ καὶ
* ψυχικόν, <καὶ> περὶ τούτου διὰ τῶν προφητῶν λελαληκέναι. εἶναι δὲ
τοῦτον τὸν διὰ Μαρίας διοδεύσαντα, καθάπερ ὕδωρ διὰ σωλῆνος ὁδεύει, καὶ εἰς
τοῦτον ἐπὶ τοῦ βαπτίσματος κατελθεῖν ἐκεῖνον τὸν ἀπὸ τοῦ Πληρώματος ἐκ πάντων
Σωτῆρα ἐν εἴδει περιστερᾶς· γεγονέναι δὲ ἐν αὐτῷ καὶ τὸ ἀπὸ τῆς Ἀχαμὼθ σπέρμα
πνευματικόν. τὸν οὖν κύριον ἡμῶν ἐκ τεσσάρων τούτων σύνθετον γεγονέναι
φάσκουσιν, ἀποσῴζοντα τὸν τύπον τῆς ἀρχεγόνου καὶ πρώτης τετρακτύος, ἔκ τε τοῦ
πνευματικοῦ ὃ ἦν ἀπὸ τῆς Ἀχαμὼς καὶ ἐκ τοῦ ψυχικοῦ ὃ ἦν ἀπὸ τοῦ Δημιουργοῦ καὶ
ἐκ τῆς οἰκονομίας ὃ ἦν κατεσκευασμένον ἀρρήτῳ τέχνῃ καὶ ἐκ τοῦ Σωτῆρος ὃ ἦν
<ἡ> κατελθοῦσα εἰς αὐτὸν περιστερά. καὶ τοῦτον μὲν ἀπαθῆ διαμεμενηκέναι
(οὐ γὰρ ἐνεδέχετο παθεῖν αὐτόν, ἀκράτητον καὶ ἀόρατον ὑπάρχοντα) καὶ διὰ τοῦτο
ἦρθαι, προσαγομένου αὐτοῦ τῷ Πιλάτῳ, τὸ εἰς αὐτὸν κατατεθὲν πνεῦμα Χριστοῦ.
ἀλλ' οὐδὲ τὸ ἀπὸ τῆς Μητρὸς σπέρμα πεπονθέναι λέγουσιν· ἀπαθὲς γὰρ καὶ αὐτό, †
τὸ πνευματικὸν καὶ ἀόρατον καὶ αὐτῷ τῷ Δημιουργῷ. ἔπαθεν δὲ λοιπὸν ὁ κατ'
αὐτοὺς ψυχικὸς Χριστὸς καὶ ὁ ἐκ τῆς οἰκονομίας κατεσκευασμένος μυστηριωδῶς, ἵν'
ἐπιδείξῃ <δι'> αὐτοῦ ἡ Μήτηρ τὸν τύπον τοῦ ἄνω Χριστοῦ, ἐκείνου τοῦ
ἐπεκταθέντος τῷ σταυρῷ καὶ μορφώσαντος τὴν Ἀχαμὼθ μόρφωσιν τὴν κατ' οὐσίαν·
πάντα γὰρ ταῦτα τύπους ἐκείνων εἶναι λέγουσι.
Τὰς δὲ ἐσχηκυίας τὸ σπέρμα τῆς Ἀχαμὼθ ψυχὰς ἀμείνους λέγουσι γεγονέναι τῶν
λοιπῶν· διὸ καὶ πλέον τῶν ἄλλων ἠγαπῆσθαι ὑπὸ τοῦ Δημιουργοῦ, μὴ εἰδότος τὴν
αἰτίαν, ἀλλὰ παρ' αὐτοῦ λογιζομένου εἶναι τοιαύτας. διὸ καὶ εἰς προφήτας,
φασίν, ἔτασσεν αὐτὰς καὶ ἱερεῖς καὶ βασιλεῖς. καὶ πολλὰ ὑπὸ τοῦ σπέρματος
τούτου εἰρῆσθαι διὰ τῶν προφητῶν ἐξηγοῦνται, ἅτε ὑψηλοτέρας φύσεως ὑπάρχοντος.
πολλὰ δὲ καὶ τὴν Μητέρα περὶ τῶν ἀνωτέρω εἰρηκέναι λέγουσιν, ἀλλὰ καὶ διὰ
τούτου καὶ τῶν ὑπὸ τούτου γενομένων ψυχῶν *. καὶ λοιπὸν τέμνουσι τὰς
προφητείας, τὸ μέν τι ἀπὸ τῆς Μητρὸς εἰρῆσθαι θέλοντες, τὸ δέ τι ἀπὸ τοῦ
σπέρματος, τὸ δέ τι ἀπὸ τοῦ Δημιουργοῦ. ἀλλὰ καὶ τὸν Ἰησοῦν ὡσαύτως τὸ μέν τι
ἀπὸ τοῦ Σωτῆρος εἰρηκέναι, τὸ δέ τι ἀπὸ τῆς Μητρός, τὸ δέ τι ἀπὸ τοῦ
Δημιουργοῦ, καθὼς ἐπιδείξομεν προϊόντος ἡμῖν τοῦ λόγου.
Τὸν δὲ Δημιουργόν, ἅτε ἀγνοοῦντα τὰ ὑπὲρ αὐτόν, κινεῖσθαι μὲν ἐπὶ τοῖς
λεγομένοις, καταπεφρονηκέναι δὲ αὐτῶν, ἄλλοτε ἄλλην αἰτίαν νομίσαντα, ἢ τὸ
πνεῦμα τὸ προφητεῦον, ἔχον καὶ αὐτὸ ἰδίαν τινὰ κίνησιν, ἢ τὸν ἄνθρωπον ἢ τὴν
προσπλοκὴν τῶν χειρόνων. καὶ οὕτως ἀγνοοῦντα διατετελεκέναι ἄχρι τῆς παρουσίας
τοῦ Σωτῆρος· ἐλθόντος δὲ τοῦ Σωτῆρος μαθεῖν αὐτὸν παρ' αὐτοῦ πάντα λέγουσιν καὶ
ἄσμενον αὐτῷ προσχωρῆσαι μετὰ πάσης τῆς δυνάμεως αὐτοῦ, καὶ αὐτὸν εἶναι τὸν ἐν
τῷ εὐαγγελίῳ ἑκατόνταρχον, λέγοντα τῷ σωτῆρι «καὶ γὰρ ἐγὼ ὑπὸ τὴν ἐμαυτοῦ
ἐξουσίαν ἔχω στρατιώτας καὶ δούλους, καὶ ὃ ἐὰν προστάξω, ποιοῦσι».
τελέσειν δὲ αὐτὸν τὴν κατὰ τὸν κόσμον οἰκονομίαν μέχρι τοῦ δέοντος καιροῦ,
μάλιστα δὲ διὰ τὴν τῆς ἐκκλησίας ἐπιμέλειαν καὶ διὰ τὴν ἐπίγνωσιν τοῦ
ἑτοιμασθέντος αὐτῷ ἐπάθλου, ὅτι εἰς τὸν τῆς Μητρὸς τόπον χωρήσει.
23. Ἀνθρώπων δὲ τρία γένη ὑφίστανται, πνευματικὸν χοϊκὸν ψυχικόν, καθὼς
ἐγένοντο Κάϊν Ἄβελ Σήθ, <ἵνα δείξωσι> καὶ ἐκ τούτων τὰς τρεῖς φύσεις,
οὐκέτι καθ' ἕνα ἀλλὰ κατὰ γένος. καὶ τὸ μὲν χοϊκὸν εἰς φθορὰν χωρεῖν καὶ τὸ
ψυχικόν, ἐὰν τὰ βελτίονα ἕληται ἐν τῷ τῆς Μεσότητος τόπῳ ἀναπαύσεσθαι· ἐὰν δὲ
τὰ χείρω, χωρήσειν καὶ αὐτὸ πρὸς τὰ ὅμοια. τὰ δὲ πνευματικά, ἃ ἐγκατασπείρει ἡ
Ἀχαμώθ, ἔκτοτε ἕως τοῦ νῦν δικαίαις ψυχαῖς παιδευθέντα ἐνθάδε καὶ ἐκτραφέντα,
διὰ τὸ νήπια ἐκπέμπεσθαι, ὕστερον τελειότητος ἀξιωθέντα νύμφας ἀποδοθήσεσθαι
τοῖς τοῦ Σωτῆρος ἀγγέλοις δογματίζουσι, τῶν ψυχῶν αὐτῶν κατ' ἀνάγκην ἐν
Μεσότητι μετὰ τοῦ Δημιουργοῦ ἀναπαυσαμένων εἰς τὸ παντελές. καὶ αὐτὰς μὲν τὰς
ψυχὰς πάλιν ὑπομερίζοντες λέγουσιν ἃς μὲν φύσει ἀγαθάς, ἃς δὲ φύσει πονηράς.
καὶ τὰς μὲν ἀγαθὰς ταύτας εἶναι τὰς δεκτικὰς τοῦ σπέρματος γινομένας, τὰς δὲ
φύσει πονηρὰς μηδέποτε ἂν ἐπιδέξασθαι ἐκεῖνο τὸ σπέρμα.
24. Τοιαύτης δὲ τῆς ὑποθέσεως αὐτῶν οὔσης, ἣν οὔτε προφῆται ἐκήρυξαν, οὔτε ὁ
κύριος ἐδίδαξεν οὔτε ἀπόστολοι παρέδωκαν, ἣν περισσοτέρως αὐχοῦσιν πλεῖον τῶν
ἄλλων ἐγνωκέναι, ἐξ ἀγράφων ἀναγινώσκοντες καὶ τὸ δὴ λεγόμενον ἐξ ἄμμου σχοινία
πλέκειν ἐπιτηδεύοντες, ἀξιοπίστως προσαρμόζειν πειρῶνται τοῖς εἰρημένοις ἤτοι
παραβολὰς κυριακὰς ἢ ῥήσεις προφητικὰς ἢ λόγους ἀποστολικούς, ἵνα τὸ πλάσμα
αὐτῶν μὴ ἀμάρτυρον εἶναι δοκῇ, τὴν μὲν τάξιν καὶ τὸν εἱρμὸν τῶν γραφῶν
ὑπερβαίνοντες καὶ ὅσον ἐφ' ἑαυτοῖς λύοντες τὰ μέλη τῆς ἀληθείας. μεταφέρουσι δὲ
καὶ μεταπλάττουσι καὶ ἄλλο ἐξ ἄλλου ποιοῦντες ἐξαπατῶσι πολλοὺς τῇ τῶν
ἐφαρμοζομένων κυριακῶν λογίων κακοσυνθέτῳ φαντασίᾳ. ὅνπερ τρόπον εἴ τις
βασιλέως εἰκόνος καλῆς κατεσκευασμένης ἐπιμελῶς ἐκ ψηφίδων ἐπισήμων ὑπὸ σοφοῦ
τεχνίτου, λύσας τὴν ὑποκειμένην τοῦ ἀνθρώπου ἰδέαν μετενέγκοι τὰς ψηφῖδας
ἐκείνας καὶ μεθαρμόσοι καὶ ποιήσοι μορφὴν κυνὸς ἢ ἀλώπεκος καὶ ταύτην φαύλως
κατεσκευασμένην, ἔπειτα διορίζοιτο καὶ λέγοι ταύτην εἶναι τὴν τοῦ βασιλέως
ἐκείνην εἰκόνα τὴν καλήν, ἣν ὁ σοφὸς τεχνίτης κατεσκεύασεν, δεικνὺς τὰς ψηφῖδας
τὰς καλῶς ὑπὸ τοῦ τεχνίτου τοῦ πρώτου εἰς τὴν τοῦ βασιλέως εἰκόνα συντεθείσας,
κακῶς δὲ ὑπὸ τοῦ ὑστέρου εἰς κυνὸς μορφὴν μετενεχθείσας, καὶ διὰ τῆς τῶν
ψηφίδων φαντασίας μεθοδεύοι τοὺς ἀπειροτέρους τοὺς κατάληψιν βασιλικῆς μορφῆς
οὐκ ἔχοντας καὶ πείθοι ὅτι αὕτη ἡ σαπρὰ τῆς ἀλώπεκος ἰδέα ἐκείνη ἐστὶν ἡ καλὴ
τοῦ βασιλέως εἰκών· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι γραῶν μύθους συγκαττύσαντες,
ἔπειτα ῥήματα καὶ λέξεις καὶ παραβολὰς ὅθεν καὶ ποθὲν ἀποσπῶντες, ἐφαρμόζειν
βούλονται τοῖς μύθοις αὐτῶν τὰ λόγια τοῦ θεοῦ.
καὶ ὅσα μὲν τοῖς ἐντὸς τοῦ Πληρώματος ἐφαρμόζουσιν, εἰρήκαμεν. ὅσα δὲ καὶ
τοῖς ἐκτὸς τοῦ Πληρώματος αὐτῶν προσοικειοῦν πειρῶνται ἐκ τῶν γραφῶν, ἔστιν
τοιαῦτα· τὸν κύριον ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου χρόνοις διὰ τοῦτο ἐληλυθέναι
ἐπὶ τὸ πάθος λέγουσιν, ἵν' ἐπιδείξῃ τὸ περὶ τὸν ἔσχατον τῶν Αἰώνων γεγονὸς
πάθος καὶ διὰ τούτου τοῦ τέλους ἐμφήνῃ τὸ τέλος τῆς περὶ τοὺς Αἰῶνας
πραγματείας. τὴν δὲ δωδεκαετῆ παρθένον ἐκείνην, τὴν τοῦ ἀρχισυναγώγου θυγατέρα,
ἣν ἐπιστὰς ὁ κύριος ἐκ νεκρῶν ἤγειρεν, τύπον εἶναι διηγοῦνται τῆς Ἀχαμώθ, ἣν
ἐπεκταθεὶς ὁ Χριστὸς αὐτῶν ἐμόρφωσεν καὶ εἰς αἴσθησιν ἤγαγε τοῦ καταλιπόντος αὐτὴν
φωτός. ὅτι δὲ αὐτῇ ἐπέφανεν <ἑαυτὸν> ὁ σωτήρ, ἐκτὸς οὔσῃ τοῦ Πληρώματος
ἐν ἐκτρώματος μοίρᾳ, τὸν Παῦλον λέγουσιν εἰρηκέναι ἐν τῇ πρώτῃ πρὸς Κορινθίους
«ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί». τήν τε μετὰ τῶν ἡλικιωτῶν
τοῦ Σωτῆρος παρουσίαν πρὸς τὴν Ἀχαμὼθ ὁμοίως πεφανερωκέναι αὐτὸν ἐν τῇ αὐτῇ
ἐπιστολῇ εἰπόντα «δεῖ τὴν γυναῖκα κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς
ἀγγέλους»· καὶ ὅτι ἥκοντος τοῦ Σωτῆρος πρὸς αὐτὴν δι' αἰδῶ κάλυμμα ἐπέθετο ἡ
Ἀχαμὼθ <ἐπὶ τὸ πρόσωπον αὐτῆς>, Μωσέα πεποιηκέναι φανερόν, κάλυμμα
θέμενον ἐπὶ τὸ πρόσωπον αὐτοῦ. καὶ τὰ πάθη δὲ αὐτῆς ἃ ἔπαθεν *, ἐπισεσημειῶσθαι
τὸν κύριον φάσκουσιν, καὶ ἐν μὲν τῷ εἰπεῖν ἐν τῷ σταυρῷ «ὁ θεός μου, εἰς τί
ἐγκατέλιπές με» μεμηνυκέναι αὐτὸν ὅτι ἀπελείφθη ἀπὸ τοῦ φωτὸς ἡ Σοφία καὶ
ἐκωλύθη ὑπὸ τοῦ Ὅρου τῆς εἰς τοὔμπροσθεν ὁρμῆς, τὴν δὲ λύπην αὐτῆς ἐν τῷ εἰπεῖν
«περίλυπός ἐστιν ἡ ψυχή μου», τὸν δὲ φόβον ἐν τῷ εἰπεῖν «πάτερ, εἰ δυνατόν,
παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον» καὶ τὴν ἀπορίαν δὲ ὡσαύτως ἐν τῷ εἰρηκέναι «καὶ
τί εἴπω οὐκ οἶδα».
Τρία δὲ γένη ἀνθρώπων οὕτως δεδειχέναι διδάσκουσιν αὐτόν· τὸ μὲν ὑλικὸν ἐν
τῷ ἀποκριθῆναι τῷ λέγοντι· ἀκολουθήσω σοι «οὐκ ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ποῦ τὴν
κεφαλὴν κλίνῃ»· τὸ δὲ ψυχικὸν ἐν τῷ εἰρηκέναι τῷ εἰπόντι· ἀκολουθήσω σοι,
ἐπίτρεψον δέ μοι πρῶτον ἀποτάξασθαι τοῖς οἰκείοις «οὐδεὶς ἐπ' ἄροτρον τὴν χεῖρα
ἐπιβαλὼν καὶ εἰς τὰ ὀπίσω βλέπων εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν»
(τοῦτον γὰρ λέγουσι τῶν μέσων εἶναι· κἀκεῖνον δὲ ὡσαύτως τὸν τὰ πλεῖστα μέρη
τῆς δικαιοσύνης ὁμολογήσαντα πεποιηκέναι, ἔπειτα μὴ θελήσαντα ἀκολουθῆσαι, ἀλλὰ
ὑπὸ πλούτου ἡττηθέντα πρὸς τὸ μὴ τέλειον γενέσθαι, καὶ τοῦτον τοῦ ψυχικοῦ
γένους γεγονέναι θέλουσι)· τὸ δὲ πνευματικὸν ἐν τῷ εἰπεῖν «ἄφες τοὺς νεκροὺς
θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ πορευθεὶς διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ»,
καὶ ἐπὶ Ζακχαίου τοῦ τελώνου εἰπών «σπεύσας κατάβηθι, ὅτι σήμερον ἐν τῷ οἴκῳ
σου δεῖ με μεῖναι»· τούτους γὰρ πνευματικοῦ γένους καταγγέλλουσι γεγονέναι. καὶ
τὴν τῆς ζύμης παραβολήν, ἣν ἡ γυνὴ ἐγκεκρυφέναι λέγεται εἰς ἀλεύρου σάτα τρία,
τὰ τρία γένη δηλοῦν λέγουσι. γυναῖκα μὲν γὰρ τὴν Σοφίαν λέγεσθαι διδάσκουσιν,
ἀλεύρου δὲ σάτα τρία τὰ τρία γένη τῶν ἀνθρώπων, πνευματικὸν ψυχικὸν χοϊκόν·
ζύμην δὲ αὐτὸν τὸν σωτῆρα εἰρῆσθαι διδάσκουσι. καὶ τὸν Παῦλον <δὲ>
διαρρήδην εἰρηκέναι χοϊκοὺς ψυχικοὺς πνευματικούς· ὅπου μέν «οἷος ὁ χοϊκός,
τοιοῦτοι καὶ οἱ χοϊκοί», ὅπου δέ «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ
πνεύματος», ὅπου δέ «πνευματικὸς ἀνακρίνει τὰ πάντα». τὸ δέ «ψυχικὸς δὲ οὐ
δέχεται τὰ τοῦ πνεύματος» ἐπὶ τοῦ Δημιουργοῦ φασὶν εἰρῆσθαι, ὃν ψυχικὸν ὄντα μὴ
ἐγνωκέναι μήτε τὴν Μητέρα πνευματικὴν οὖσαν μήτε τὸ σπέρμα αὐτῆς μήτε τοὺς ἐν
τῷ Πληρώματι Αἰῶνας. ὅτι δὲ ὧν ἤμελλε σῴζειν ὁ Σωτήρ, τούτων τὰς ἀπαρχὰς
ἀνέλαβεν τὸν Παῦλον εἰρηκέναι «καὶ εἰ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα», ἀπαρχὴν
μὲν τὸ πνευματικὸν εἰρῆσθαι διδάσκοντες, φύραμα δὲ ἡμᾶς τουτέστιν τὴν ψυχικὴν
ἐκκλησίαν, ἧς τὸ φύραμα ἀνειληφέναι λέγουσιν αὐτὸν καὶ ἐν αὑτῷ συνανεστακέναι,
ἐπειδὴ ἦν αὐτὸς ζύμη.
26. Καὶ ὅτι ἐπλανήθη ἡ Ἀχαμὼθ ἐκτὸς τοῦ Πληρώματος καὶ ἐμορφώθη ὑπὸ τοῦ
Χριστοῦ καὶ ἀνεζητήθη ὑπὸ τοῦ Σωτῆρος, μηνύειν αὐτὸν λέγουσιν ἐν τῷ εἰπεῖν
αὐτὸν ἐληλυθέναι ἐπὶ τὸ πεπλανημένον <πρόβατον>. πρόβατον μὲν γὰρ
πεπλανημένον τὴν Μητέρα αὐτῶν ἐξηγοῦνται λέγεσθαι, ἐξ ἧς τὴν ὧδε θέλουσιν
ἐσπάρθαι ἐκκλησίαν· πλάνην δὲ τὴν ἐκτὸς Πληρώματος ἐν <πᾶσι> τοῖς πάθεσι
διατριβήν, ἐξ ὧν γεγονέναι τὴν ὕλην ὑποτίθενται. τὴν δὲ γυναῖκα τὴν σαροῦσαν
τὴν οἰκίαν καὶ εὑρίσκουσαν τὴν δραχμὴν τὴν ἄνω Σοφίαν διηγοῦνται λέγεσθαι, ἥτις
ἀπολέσασα τὴν Ἐνθύμησιν αὐτῆς, ὕστερον καθαρισθέντων πάντων διὰ τῆς τοῦ Σωτῆρος
παρουσίας εὑρίσκει αὐτήν. διὸ καὶ ταύτην ἀποκαθίστασθαι κατ' αὐτοὺς ἐντὸς
Πληρώματος. Συμεῶνα <δὲ> τὸν εἰς τὰς ἀγκάλας λαβόντα τὸν Χριστὸν καὶ
εὐχαριστήσαντα τῷ θεῷ καὶ εἰπόντα «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ
τὸ ῥῆμά σου ἐν εἰρήνῃ» τύπον εἶναι τοῦ Δημιουργοῦ λέγουσιν, ὃς ἐλθόντος τοῦ
Σωτῆρος ἔμαθε τὴν μετάθεσιν αὐτοῦ καὶ ηὐχαρίστησε τῷ Βυθῷ. καὶ διὰ τῆς Ἄννας
τῆς ἐν τῷ εὐαγγελίῳ κηρυσσομένης προφήτιδος, ἑπτὰ ἔτη μετὰ ἀνδρὸς ἐζηκυίας, τὸν
δὲ λοιπὸν ἅπαντα χρόνον χήρας μεμενηκυίας, ἄχρις οὗ τὸν σωτῆρα ἰδοῦσα ἐπέγνω
αὐτὸν καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι, φανερώτατα τὴν Ἀχαμὼθ μηνύεσθαι διορίζονται,
ἥτις πρὸς ὀλίγον ἰδοῦσα <τότε> τὸν Σωτῆρα μετὰ τῶν ἡλικιωτῶν αὐτοῦ, τῷ
λοιπῷ χρόνῳ παντὶ μένουσα ἐν τῇ Μεσότητι προσεδέχετο αὐτόν, πότε πάλιν
ἐλεύσεται καὶ ἀποκαταστήσει αὐτὴν τῇ αὐτῆς συζυγίᾳ. καὶ τὸ ὄνομα δὲ αὐτῆς
μεμηνῦσθαι ὑπὸ τοῦ σωτῆρος ἐν τῷ εἰρηκέναι «καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν
τέκνων αὐτῆς», καὶ ὑπὸ Παύλου δὲ οὕτως «σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις».
καὶ τὰς συζυγίας δὲ τὰς ἐντὸς Πληρώματος τὸν Παῦλον εἰρηκέναι φάσκουσιν ἐπὶ
ἑνὸς δείξαντα· περὶ γὰρ τῆς περὶ τὸν βίον συζυγίας γράφων ἔφη «τὸ μυστήριον
τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν».
27. Ἔτι δὲ Ἰωάννην τὸν μαθητὴν τοῦ κυρίου διδάσκουσι τὴν πρώτην Ὀγδοάδα
μεμηνυκέναι, αὐταῖς λέξεσι λέγοντες οὕτως· Ἰωάννης, ὁ μαθητὴς τοῦ κυρίου,
βουλόμενος εἰπεῖν τὴν τῶν ὅλων γένεσιν, καθ' ἣν τὰ πάντα προέβαλεν ὁ Πατήρ,
ἀρχήν τινα ὑποτίθεται τὸ πρῶτον γεννηθὲν ὑπὸ τοῦ θεοῦ, ὃ δὴ καὶ υἱὸν καὶ
μονογενῆ θεὸν κέκληκεν, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ προέβαλε σπερματικῶς. ὑπὸ δὲ
τούτου φησὶ τὸν Λόγον προβεβλῆσθαι καὶ ἐν αὐτῷ τὴν ὅλην τῶν Αἰώνων οὐσίαν, ἣν
αὐτὸς ὕστερον ἐμόρφωσεν ὁ Λόγος. ἐπεὶ οὖν περὶ πρώτης γενέσεως λέγει, καλῶς ἀπὸ
τῆς ἀρχῆς τουτέστιν τοῦ Υἱοῦ καὶ τοῦ Λόγου τὴν διδασκαλίαν ποιεῖται.
λέγει δὲ οὕτως «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν
ὁ Λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν»· πρότερον διαστείλας τὰ τρία, θεὸν καὶ
Ἀρχὴν καὶ Λόγον, πάλιν αὐτὰ ἑνοῖ, ἵνα καὶ τὴν προβολὴν ἑκατέρων αὐτῶν δείξῃ,
τοῦ τε Υἱοῦ καὶ τοῦ Λόγου, καὶ τὴν πρὸς ἀλλήλους ἅμα καὶ τὴν πρὸς τὸν Πατέρα
ἕνωσιν. ἐν γὰρ τῷ Πατρὶ καὶ ἐκ τοῦ Πατρὸς ἡ Ἀρχή, ἐν δὲ τῇ Ἀρχῇ καὶ ἐκ τῆς
Ἀρχῆς ὁ Λόγος. καλῶς οὖν εἶπεν «ἐν ἀρχῇ ἦν ὁ Λόγος»· ἦν γὰρ ἐν τῷ Υἱῷ. «καὶ ὁ
Λόγος ἦν πρὸς τὸν θεόν»· καὶ γὰρ ἡ Ἀρχὴ *. καὶ «θεὸς ἦν ὁ Λόγος», ἀκολούθως· τὸ
γὰρ ἐκ θεοῦ γεννηθὲν θεός ἐστιν. «οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν» ἔδειξε τὴν
τῆς προβολῆς τάξιν. «πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»·
πᾶσι γὰρ τοῖς μετ' αὐτὸν Αἰῶσι μορφῆς καὶ γενέσεως αἴτιος ὁ Λόγος ἐγένετο. ἀλλ'
«ὃ γέγονεν ἐν αὐτῷ, φησί, ζωή ἐστιν». ἐνθάδε καὶ συζυγίαν ἐμήνυσεν· τὰ μὲν γὰρ
ὅλα ἔφη δι' αὐτοῦ γεγενῆσθαι, τὴν δὲ ζωὴν ἐν αὐτῷ. αὕτη οὖν ἡ ἐν αὐτῷ γενομένη
οἰκειοτέρα ἐστὶν [ἐν] αὐτῷ τῶν δι' αὐτοῦ γενομένων· σύνεστι γὰρ αὐτῷ καὶ δι'
αὐτοῦ καρποφορεῖ. ἐπειδὴ γὰρ ἐπιφέρει «καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων»,
Ἄνθρωπον εἰπὼν ἄρτι καὶ τὴν Ἐκκλησίαν ὁμωνύμως τῷ Ἀνθρώπῳ ἐμήνυσεν, ὅπως διὰ
τοῦ ἑνὸς ὀνόματος δηλώσῃ τὴν τῆς συζυγίας κοινωνίαν· ἐκ γὰρ τοῦ Λόγου καὶ τῆς
Ζωῆς Ἄνθρωπος γίνεται καὶ Ἐκκλησία. φῶς δὲ εἶπεν τῶν ἀνθρώπων τὴν Ζωὴν διὰ τὸ πεφωτίσθαι
αὐτοὺς ὑπ' αὐτῆς, ὃ δή ἐστι μεμορφῶσθαι καὶ πεφανερῶσθαι. τοῦτο δὲ καὶ ὁ Παῦλος
λέγει «πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστίν». ἐπεὶ τοίνυν ἡ Ζωὴ ἐφανέρωσε καὶ
ἐγέννησε τόν τε Ἄνθρωπον καὶ τὴν Ἐκκλησίαν, φῶς εἴρηται αὐτῶν. σαφῶς οὖν
δεδήλωκεν ὁ Ἰωάννης διὰ τῶν λόγων τούτων τά τε ἄλλα καὶ τὴν τετράδα τὴν
δευτέραν· Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν. ἀλλὰ μὴν καὶ τὴν πρώτην
ἐμήνυσε τετράδα. διηγούμενος γὰρ περὶ τοῦ σωτῆρος καὶ λέγων πάντα τὰ ἐκτὸς τοῦ
Πληρώματος δι' αὐτοῦ μεμορφῶσθαι, καρπὸν εἶναί φησιν αὐτὸν παντὸς τοῦ
Πληρώματος. καὶ γὰρ φῶς εἴρηκεν αὐτὸν τὸ ἐν τῇ σκοτίᾳ φαινόμενον καὶ μὴ
καταληφθὲν ὑπ' αὐτῆς, ἐπειδὴ πάντα τὰ γενόμενα ἐκ τοῦ πάθους ἁρμόσας ἠγνοήθη
ὑπ' αὐτῶν. καὶ υἱὸν δὲ καὶ ἀλήθειαν καὶ ζωὴν λέγει αὐτὸν καί «λόγον σάρκα
γενόμενον· οὗ τὴν δόξαν ἐθεασάμεθα, φησί, καὶ ἦν ἡ δόξα αὐτοῦ οἵα ἦν ἡ τοῦ
μονογενοῦς, ἡ ὑπὸ τοῦ Πατρὸς δοθεῖσα αὐτῷ, πλήρης χάριτος καὶ ἀληθείας». λέγει
δὲ οὕτως «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν
δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ ἀληθείας»·
ἀκριβῶς οὖν καὶ τὴν πρώτην ἐμήνυσε τετράδα, Πατέρα εἰπὼν καὶ Χάριν καὶ [τὸν]
Μονογενῆ καὶ Ἀλήθειαν. οὕτως ὁ Ἰωάννης περὶ τῆς πρώτης καὶ μητρὸς τῶν ὅλων
Αἰώνων Ὀγδοάδος εἴρηκε. Πατέρα γὰρ εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ καὶ Ἀλήθειαν
καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ Ἐκκλησίαν.
28. Ὁρᾷς, ἀγαπητέ, τὴν μέθοδον, ᾗ χρώμενοι φρεναπατῶσιν ἑαυτούς,
ἐπηρεάζοντες ταῖς γραφαῖς, τὸ πλάσμα αὐτῶν ἐξ αὐτῶν συνιστάνειν πειρώμενοι. διὰ
τοῦτο γὰρ καὶ αὐτὰς παρεθέμην αὐτῶν τὰς λέξεις, ἵνα ἐξ αὐτῶν κατανοήσῃς τὴν
πανουργίαν τῆς μεθοδείας καὶ τὴν πονηρίαν τῆς πλάνης. πρῶτον μὲν γὰρ εἰ
προέκειτο Ἰωάννῃ τὴν ἄνω Ὀγδοάδα μηνῦσαι, τὴν τάξιν ἂν τετηρήκει τῆς προβολῆς
καὶ τὴν πρώτην τετράδα σεβασμιωτάτην οὖσαν, καθὼς λέγουσιν, ἐν πρώτοις ἂν
τεθείκει τοῖς ὀνόμασι καὶ οὕτως ἐπεζεύχει τὴν δευτέραν, ἵνα διὰ τῆς τάξεως τῶν
ὀνομάτων ἡ τάξις δειχθῇ τῆς Ὀγδοάδος, καὶ οὐκ ἂν μετὰ τοσοῦτον διάστημα ὡς
ἐκλελησμένος, ἔπειτα ἀναμνησθεὶς ἐπ' ἐσχάτῳ τῆς πρώτης ἐμέμνητο τετράδος.
ἔπειτα δὲ καὶ τὰς συζυγίας σημᾶναι θέλων καὶ τὸ τῆς Ἐκκλησίας οὐκ ἂν παρέλιπεν
ὄνομα, ἀλλ' ἢ καὶ ἐπὶ τῶν λοιπῶν συζυγιῶν ἠρκέσθη τῇ τῶν ἀρρένων προσηγορίᾳ,
ὁμοίως δυναμένων κἀκείνων συνυπακούεσθαι, ἵνα τὴν ἑνότητα διὰ πάντων ᾖ
πεφυλακώς, <ἢ> εἰ τῶν λοιπῶν τὰς συζύγους κατέλεγε, καὶ τὴν τοῦ Ἀνθρώπου
ἂν μεμηνύκει σύζυγον καὶ οὐκ ἂν ἀφῆκεν ἐκ μαντείας ἡμᾶς λαμβάνειν τοὔνομα
αὐτῆς.
Φανερὰ οὖν ἡ τῆς ἐξηγήσεως <αὐτῶν> παραποίησις. τοῦ γὰρ Ἰωάννου ἕνα
θεὸν παντοκράτορα καὶ ἕνα μονογενῆ Χριστὸν Ἰησοῦν κηρύσσοντος δι' οὗ τὰ πάντα
γεγονέναι λέγει, τοῦτον υἱὸν θεοῦ *, τοῦτον μονογενῆ, τοῦτον πάντων ποιητήν,
τοῦτον φῶς ἀληθινὸν φωτίζον πάντα ἄνθρωπον, τοῦτον κόσμου ποιητήν, τοῦτον εἰς
τὰ ἴδια ἐληλυθότα, τοῦτον αὐτὸν σάρκα γεγονότα καὶ ἐσκηνωκότα ἐν ἡμῖν, –
οὗτοι παρατρέποντες κατὰ τὸ πιθανὸν τὴν ἐξήγησιν ἄλλον μὲν τὸν Μονογενῆ
θέλουσιν εἶναι κατὰ τὴν προβολὴν ὃν δὴ καὶ Ἀρχὴν καλοῦσιν, ἄλλον δὲ τὸν Σωτῆρα
γεγονέναι θέλουσι καὶ ἄλλον τὸν Λόγον υἱὸν τοῦ Μονογενοῦς καὶ ἄλλον τὸν Χριστὸν
εἰς ἐπανόρθωσιν τοῦ Πληρώματος προβεβλημένον. καὶ ἓν ἕκαστον τῶν εἰρημένων ἄραντες
ἀπὸ τῆς ἀληθείας <καὶ> καταχρησάμενοι τοῖς ὀνόμασιν εἰς τὴν ἰδίαν
ὑπόθεσιν μετήνεγκαν, ὥστε κατ' αὐτοὺς ἐν τοῖς τοσούτοις τὸν Ἰωάννην τοῦ κυρίου
Χριστοῦ Ἰησοῦ μνείαν μὴ ποιεῖσθαι. εἰ γὰρ Πατέρα εἴρηκε καὶ Χάριν καὶ Μονογενῆ
καὶ Ἀλήθειαν καὶ Λόγον καὶ Ζωὴν καὶ Ἄνθρωπον καὶ Ἐκκλησίαν, κατὰ τὴν ἐκείνων
ὑπόθεσιν περὶ τῆς πρώτης Ὀγδοάδος εἴρηκεν, ἐν ᾗ οὐδέπω Ἰησοῦς οὐδέπω Χριστός, ὁ
τοῦ Ἰωάννου διδάσκαλος. ὅτι δὲ οὐ περὶ τῶν συζυγιῶν αὐτῶν ὁ ἀπόστολος εἴρηκεν,
ἀλλὰ περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν καὶ Λόγον οἶδεν τοῦ θεοῦ, αὐτὸς
πεποίηκε φανερόν. ἀνακεφαλαιούμενος γὰρ περὶ τοῦ εἰρημένου αὐτῷ ἄνω ἐν ἀρχῇ
Λόγου ἐπεξηγεῖται «καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». κατὰ δὲ τὴν
ἐκείνων ὑπόθεσιν οὐχ ὁ Λόγος σὰρξ ἐγένετο, ὅς γε οὐδὲ ἦλθέν ποτε ἐκτὸς
Πληρώματος, ἀλλὰ ὁ ἐκ πάντων γεγονὼς καὶ μεταγενέστερος τοῦ Λόγου Σωτήρ.
29. Μάθετε οὖν, ἀνόητοι, ὅτι Ἰησοῦς ὁ παθὼν ὑπὲρ ἡμῶν, ὁ κατασκηνώσας ἐν
ἡμῖν, οὗτος αὐτός ἐστιν ὁ Λόγος τοῦ θεοῦ. εἰ μὲν γὰρ ἄλλος τις τῶν Αἰώνων ὑπὲρ
τῆς ἡμῶν αὐτῶν σωτηρίας σὰρξ ἐγένετο, εἰκὸς ἦν περὶ ἄλλου εἰρηκέναι τὸν
ἀπόστολον· εἰ δὲ ὁ Λόγος [ὁ] τοῦ Πατρὸς ὁ καταβὰς αὐτός ἐστιν † καὶ ὁ ἀναβάς, ὁ
τοῦ μόνου θεοῦ μονογενὴς υἱός, κατὰ τὴν τοῦ Πατρὸς εὐδοκίαν σαρκωθεὶς ὑπὲρ
ἀνθρώπων, οὐ περὶ ἄλλου τινὸς οὐδὲ περὶ Ὀγδοάδος <ὁ Ἰωάννης> τὸν λόγον
πεποίηται, ἀλλ' ἢ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. οὐδὲ γὰρ ὁ Λόγος κατ' αὐτοὺς
προηγουμένως σὰρξ γέγονεν. λέγουσι γὰρ τὸν Σωτῆρα ἐνδύσασθαι σῶμα ψυχικὸν ἐκ
τῆς οἰκονομίας κατεσκευασμένον ἀρρήτῳ προνοίᾳ πρὸς τὸ ὁρατὸν γενέσθαι καὶ ψηλαφητόν.
σὰρξ δέ ἐστιν ἡ ἀρχαία ἐκ τοῦ χοῦ κατὰ τὸν Ἀδὰμ [ἡ] γεγονυῖα πλάσις ὑπὸ τοῦ
θεοῦ, ἣν ἀληθῶς γεγονέναι τὸν Λόγον τοῦ θεοῦ ἐμήνυσεν ὁ Ἰωάννης. καὶ λέλυται
αὐτῶν ἡ πρώτη καὶ ἀρχέγονος Ὀγδοάς. ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ δεικνυμένου Λόγου
καὶ Μονογενοῦς καὶ Ζωῆς καὶ Φωτὸς καὶ Σωτῆρος καὶ Χριστοῦ καὶ υἱοῦ θεοῦ, καὶ
τούτου αὐτοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, λέλυται ἡ τῆς Ὀγδοάδος <αὐτῶν>
σκηνοπηγία. ταύτης δὲ λελυμένης διαπέπτωκεν αὐτῶν πᾶσα ἡ ὑπόθεσις, ἣν ψευδῶς
ὀνειρώττοντες κατατρέχουσι τῶν γραφῶν, ἰδίαν ὑπόθεσιν ἀναπλασάμενοι.
Ἔπειτα λέξεις καὶ ὀνόματα σποράδην κείμενα συλλέγοντες μεταφέρουσι καθὼς
προειρήκαμεν ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν, ὅμοια ποιοῦντες τοῖς
ὑποθέσεις τὰς τυχούσας αὑτοῖς προβαλλομένοις, ἔπειτα πειρωμένοις ἐκ τῶν Ὁμήρου
ποιημάτων μελετᾶν αὐτάς, ὥστε τοὺς ἀπειροτέρους δοκεῖν ἐπ' ἐκείνης τῆς ἐξ
ὑπογύου μεμελετημένης ὑποθέσεως Ὅμηρον τὰ ἔπη πεποιηκέναι καὶ πολλοὺς
συναρπάζεσθαι διὰ τῆς τῶν ἐπῶν συνθέτου ἀκολουθίας, μὴ ἄρα ταῦθ' οὕτως Ὅμηρος
εἴη πεποιηκώς· ὡς ὁ τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως ἐπὶ τὸν ἐν τῷ Ἅιδῃ κύνα
πεμπόμενον διὰ τῶν Ὁμηρικῶν στίχων γράφων οὕτως (οὐδὲν γὰρ κωλύει παραδείγματος
χάριν ἐπιμνησθῆναι καὶ τούτων, ὁμοίας καὶ τῆς αὐτῆς οὔσης <τῆς>
ἐπιχειρήσεως τοῖς ἀμφοτέροις)·
ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα
φῶθ' Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
Εὐρυσθεύς, Σθενέλοιο πάις Περσηιάδαο
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀίδαο.
βῆ ῥ' ἴμεν, ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
καρπαλίμως ἀνὰ ἄστυ, φίλοι δ' ἅμα πάντες ἕποντο,
νύμφαι τ' ἠίθεοί τε πολύτλητοί τε γέροντες,
οἴκτρ' ὀλοφυρόμενοι, ὡς εἰ θανατόνδε κιόντα.
Ἑρμείας δ' ἀπέπεμπεν ἰδὲ γλαυκῶπις Ἀθήνη·
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
τίς οὐκ ἂν τῶν ἀπανούργων συναρπαγείη ὑπὸ τῶν ἐπῶν τούτων καὶ νομίσειεν
οὕτως αὐτὰ Ὅμηρον ἐπὶ ταύτης τῆς ὑποθέσεως πεποιηκέναι; ὁ δ' ἔμπειρος τῆς Ὁμηρικῆς
ὑποθέσεως <ἐπιγνώσεται μὲν τὰ ἔπη, τὴν δὲ ὑπόθεσιν οὐκ> ἐπιγνώσεται,
εἰδὼς ὅτι τὸ μέν τι αὐτῶν ἐστι περὶ Ὀδυσσέως εἰρημένον, τὸ δὲ περὶ αὐτοῦ τοῦ
Ἡρακλέος, τὸ δὲ περὶ τοῦ Πριάμου, τὸ δὲ περὶ Μενελάου καὶ Ἀγαμέμνονος· ἄρας δὲ
αὐτὰ καὶ ἓν ἕκαστον ἀποδοὺς τῇ ἰδίᾳ <βίβλῳ> ἐκποδὼν ποιήσει τὴν
<παροῦσαν> ὑπόθεσιν. οὕτω δὲ καὶ ὁ τὸν κανόνα τῆς ἀληθείας ἀκλινῆ ἐν
ἑαυτῷ κατέχων, ὃν διὰ τοῦ βαπτίσματος εἴληφεν, τὰ μὲν ἐκ τῶν γραφῶν ὀνόματα καὶ
τὰς λέξεις καὶ τὰς παραβολὰς ἐπιγνώσεται, τὴν δὲ βλάσφημον ὑπόθεσιν ταύτην οὐκ
ἐπιγνώσεται. καὶ γὰρ εἰ τὰς ψηφῖδας γνωρίσει, ἀλλὰ τὴν ἀλώπεκα ἀντὶ τῆς
βασιλικῆς εἰκόνος οὐ παραδέξεται· ἓν ἕκαστον δὲ τῶν εἰρημένων ἀποδοὺς τῇ ἰδίᾳ
τάξει καὶ προσαρμόσας τῷ τῆς ἀληθείας σωματίῳ γυμνώσει καὶ ἀνυπόστατον
ἐπιδείξει τὸ πλάσμα αὐτῶν.
30. Ἐπειδὴ <δὲ> τῇ σκηνῇ ταύτῃ λείπει ἡ ἀπολύτρωσις, ἵνα τις τὸν μῖμον
αὐτῶν περαιώσας τὸν ἀνασκευάζοντα λόγον ἐπενέγκῃ, καλῶς ἔχειν ὑπελάβομεν
ἐπιδεῖξαι πρότερον ἐν οἷς οἱ πατέρες αὐτοὶ τοῦδε τοῦ μύθου διαφέρονται πρὸς
ἀλλήλους, ὡς ἐκ διαφόρων πνευμάτων τῆς πλάνης ὄντες. καὶ ἐκ τούτου γὰρ
ἀκριβέστατα συνιδεῖν ἔσται (καὶ πρὸ τῆς ἀποδείξεως) βεβαίαν τὴν ὑπὸ τῆς
ἐκκλησίας κηρυσσομένην ἀλήθειαν καὶ τὴν ὑπὸ τούτων παραπεποιημένην ψευδηγορίαν.
Ἡ μὲν γὰρ ἐκκλησία, καίπερ καθ' ὅλης τῆς οἰκουμένης ἕως περάτων τῆς γῆς
διεσπαρμένη, παρὰ δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνων μαθητῶν παραλαβοῦσα τὴν εἰς
ἕνα θεὸν πατέρα παντοκράτορα τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰς
θαλάσσας καὶ πάντα τὰ ἐν αὐτοῖς πίστιν καὶ εἰς ἕνα Χριστὸν Ἰησοῦν τὸν υἱὸν τοῦ
θεοῦ τὸν σαρκωθέντα ὑπὲρ τῆς ἡμετέρας σωτηρίας καὶ εἰς πνεῦμα ἅγιον τὸ διὰ τῶν
προφητῶν κεκηρυχὸς τὰς οἰκονομίας καὶ τὴν ἔλευσιν καὶ τὴν ἐκ τῆς παρθένου
γέννησιν καὶ τὸ πάθος καὶ τὴν ἔγερσιν ἐκ νεκρῶν καὶ τὴν ἔνσαρκον εἰς τοὺς
οὐρανοὺς ἀνάληψιν τοῦ ἠγαπημένου * Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν καὶ τὴν ἐκ τῶν
οὐρανῶν ἐν τῇ δόξῃ τοῦ πατρὸς παρουσίαν αὐτοῦ ἐπὶ τὸ ἀνακεφαλαιώσασθαι τὰ πάντα
καὶ ἀναστῆσαι πᾶσαν σάρκα πάσης ἀνθρωπότητος, ἵνα Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
καὶ θεῷ καὶ σωτῆρι καὶ βασιλεῖ κατὰ τὴν εὐδοκίαν τοῦ πατρὸς τοῦ ἀοράτου πᾶν
γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα
ἐξομολογήσηται αὐτῷ καὶ κρίσιν δικαίαν ἐν τοῖς πᾶσι ποιήσηται, τὰ μὲν
πνευματικὰ τῆς πονηρίας καὶ ἀγγέλους τοὺς παραβεβηκότας καὶ ἐν ἀποστασίᾳ
γεγονότας καὶ τοὺς ἀσεβεῖς καὶ ἀδίκους καὶ ἀνόμους καὶ βλασφήμους τῶν ἀνθρώπων
εἰς τὸ αἰώνιον πῦρ πέμψῃ, τοῖς δὲ δικαίοις καὶ ὁσίοις καὶ τὰς ἐντολὰς αὐτοῦ
τετηρηκόσι καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ διαμεμενηκόσι (τοῖς <μὲν> ἀπ' ἀρχῆς,
τοῖς δὲ ἐκ μετανοίας) ζωὴν χαρισάμενος ἀφθαρσίαν δωρήσηται καὶ δόξαν αἰωνίαν
περιποιήσῃ –
31. τοῦτο τὸ κήρυγμα παρειληφυῖα καὶ ταύτην τὴν πίστιν ὡς προέφαμεν ἡ
ἐκκλησία, καίπερ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένη, ἐπιμελῶς φυλάσσει ὡς ἕνα οἶκον
οἰκοῦσα καὶ ὁμοίως πιστεύει τούτοις ὡς μίαν ψυχὴν καὶ τὴν αὐτὴν ἔχουσα καρδίαν
καὶ συμφώνως ταῦτα κηρύσσει καὶ διδάσκει καὶ παραδίδωσιν ὡς ἓν στόμα κεκτημένη.
κἂν γὰρ αἱ κατὰ τὸν κόσμον διάλεκτοι ἀνόμοιαι, ἀλλ' ἡ δύναμις τῆς παραδόσεως
μία καὶ ἡ αὐτή, καὶ οὔτε αἱ ἐν Γερμανίαις ἱδρυμέναι ἐκκλησίαι ἄλλως
πεπιστεύκασιν ἢ ἄλλως παραδιδόασιν οὔτε ἐν ταῖς Ἰβηρίαις οὔτε ἐν Κελτοῖς οὔτε
κατὰ τὰς ἀνατολὰς οὔτε ἐν Αἰγύπτῳ οὔτε ἐν Λιβύῃ οὔτε αἱ κατὰ μέσα τοῦ κόσμου
ἱδρυμέναι· ἀλλ' ὥσπερ ὁ ἥλιος, τὸ κτίσμα τοῦ θεοῦ, ἐν ὅλῳ τῷ κόσμῳ εἷς καὶ ὁ
αὐτός, οὕτω καὶ τὸ * φῶς, τὸ κήρυγμα τῆς ἀληθείας, πανταχῇ φαίνει καὶ φωτίζει
πάντας ἀνθρώπους τοὺς βουλομένους εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ οὔτε ὁ
πάνυ δυνατὸς ἐν λόγῳ τῶν ἐν ταῖς ἐκκλησίαις προεστώτων ἕτερα τούτων ἐρεῖ
(οὐδεὶς γὰρ ὑπὲρ τὸν διδάσκαλον) οὔτε ὁ ἀσθενὴς ἐν τῷ λόγῳ ἐλαττώσει τὴν
παράδοσιν· μιᾶς γὰρ καὶ τῆς αὐτῆς πίστεως οὔσης, οὔτε ὁ πολὺ περὶ αὐτῆς
δυνάμενος εἰπεῖν ἐπλεόνασεν οὔτε ὁ τὸ ὀλίγον ἠλαττόνησεν.
Τὸ δὲ πλεῖον ἢ ἔλαττον κατὰ σύνεσιν εἰδέναι τινὰς οὐκ ἐν τῷ τὴν ὑπόθεσιν
αὐτὴν ἀλλάσσειν γίνεται καὶ ἄλλον θεὸν παρεπινοεῖν παρὰ τὸν δημιουργὸν καὶ
ποιητὴν καὶ τροφέα τοῦδε τοῦ παντός, ὡς μὴ ἀρκουμένους τούτῳ, ἢ ἄλλον Χριστὸν ἢ
ἄλλον Μονογενῆ, ἀλλὰ ἐν τῷ τὰ ὅσα ἐν παραβολαῖς εἴρηται προσεπεξεργάζεσθαι καὶ
συνοικειοῦν τῇ τῆς πίστεως ὑποθέσει καὶ ἐν τῷ τήν τε πραγματείαν καὶ τὴν
οἰκονομίαν τοῦ θεοῦ τὴν ἐπὶ τῇ ἀνθρωπότητι γενομένην ἐκδιηγεῖσθαι καὶ ὅτι
ἐμακροθύμησεν ὁ θεὸς ἐπί τε τῇ τῶν παραβεβηκότων ἀγγέλων ἀποστασίᾳ καὶ ἐπὶ τῇ
παρακοῇ τῶν ἀνθρώπων σαφηνίζειν· καὶ διὰ τί τὰ μὲν πρόσκαιρα τὰ δὲ αἰώνια καὶ
τὰ μὲν οὐράνια τὰ δὲ ἐπίγεια εἷς καὶ ὁ αὐτὸς θεὸς πεποίηκεν ἀπαγγέλλειν· καὶ
διὰ τί ἀόρατος ὢν ἐφάνη τοῖς προφήταις ὁ θεὸς οὐκ ἐν μιᾷ ἰδέᾳ, ἀλλὰ ἄλλως
ἄλλοις συνιεῖν· καὶ διὰ τί διαθῆκαι πλείους γεγόνασι τῇ ἀνθρωπότητι μηνύειν,
καὶ τίς ἑκάστης τῶν διαθηκῶν ὁ χαρακτὴρ διδάσκειν· καὶ διὰ τί συνέκλεισε πάντα
εἰς ἀπείθειαν ὁ θεός, ἵνα τοὺς πάντας ἐλεήσῃ, ἐξερευνᾶν· καὶ διὰ τί ὁ Λόγος τοῦ
θεοῦ σὰρξ ἐγένετο καὶ ἔπαθεν, εὐχαριστεῖν· καὶ διὰ τί ἐπ' ἐσχάτων τῶν καιρῶν ἡ
παρουσία τοῦ υἱοῦ τοῦ θεοῦ, τουτέστιν ἐν τῷ τέλει ἐφάνη ἡ ἀρχή, ἀπαγγέλλειν·
καὶ περὶ τοῦ τέλους καὶ τῶν μελλόντων ὅσα τε κεῖται ἐν ταῖς γραφαῖς,
ἀναπτύσσειν· καὶ τί ὅτι τὰ ἀπεγνωσμένα ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ
συμμέτοχα τῶν ἁγίων πεποίηκεν ὁ θεός, μὴ σιωπᾶν· καὶ πῶς τὸ θνητὸν τοῦτο
σαρκίον ἐνδύσεται ἀθανασίαν καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, διαγγέλλειν· πῶς τε ἐρεῖ
«ὁ οὐ λαὸς λαὸς καὶ ἡ οὐκ ἠγαπημένη ἠγαπημένη», καὶ πῶς «πλείονα τῆς ἐρήμου τὰ
τέκνα, μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα» κηρύσσειν – ἐπὶ τούτων γὰρ καὶ ἐπὶ τῶν
ὁμοίων αὐτοῖς ἐπεβόησεν ὁ ἀπόστολος «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ,
ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ», ἀλλὰ οὐκ ἐν
τῷ ὑπὲρ τὸν κτιστὴν καὶ δημιουργὸν Μητέρα τούτου καὶ αὐτῶν Ἐνθύμησιν Αἰῶνος
πεπλανημένου παρεπινοεῖν καὶ εἰς τοσοῦτον ἥκειν βλασφημίας· οὐδὲ <ἐν τῷ>
τὸ ὑπὲρ ταύτην πάλιν Πλήρωμα τότε μὲν τριάκοντα, νῦν δὲ † ἀνήριθμον φῦλον
Αἰώνων ἐπιψεύδεσθαι, καθὼς λέγουσιν οὗτοι οἱ ἀληθῶς ἔρημοι θείας συνέσεως
διδάσκαλοι, τῆς οὔσης ἐκκλησίας πάσης μίαν καὶ τὴν αὐτὴν πίστιν ἐχούσης εἰς
πάντα τὸν κόσμον, καθὼς προέφαμεν.
32. Ἴδωμεν νῦν καὶ τὴν τούτων ἄστατον γνώμην, δύο που καὶ τριῶν ὄντων
πῶς περὶ τῶν αὐτῶν οὐ τὰ αὐτὰ λέγουσιν, ἀλλὰ τοῖς πράγμασιν καὶ τοῖς ὀνόμασιν
ἐναντία ἀποφαίνονται. ὁ μὲν γὰρ πρῶτος ἀπὸ τῆς λεγομένης Γνωστικῆς αἱρέσεως τὰς
ἀρχὰς εἰς ἴδιον χαρακτῆρα διδασκαλείου μεθαρμόσας Οὐαλεντῖνος οὕτως ἐξεφόρησεν,
ὁρισάμενος εἶναι δυάδα <τινὰ> ἀνονόμαστον, ἧς τὸ μέν τι καλεῖσθαι
Ἄρρητον, τὸ δὲ Σιγήν· ἔπειτα ἐκ ταύτης τῆς δυάδος δευτέραν δυάδα προβεβλῆσθαι,
ἧς τὸ μέν τι Πατέρα ὀνομάζει, τὸ δὲ Ἀλήθειαν· ἐκ δὲ τῆς τετράδος ταύτης καρποφορεῖσθαι
Λόγον καὶ Ζωήν, Ἄνθρωπον καὶ Ἐκκλησίαν· εἶναί τε ταύτην Ὀγδοάδα πρώτην. καὶ ἀπὸ
μὲν τοῦ Λόγου καὶ τῆς Ζωῆς δέκα δυνάμεις λέγει προβεβλῆσθαι, καθὼς
προειρήκαμεν· ἀπὸ δὲ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας δώδεκα, ὧν μίαν ἀποστᾶσαν
καὶ ὑστερήσασαν τὴν λοιπὴν πραγματείαν πεποιῆσθαι. Ὅρους τε δύο ὑπέθετο, ἕνα
μὲν μεταξὺ τοῦ Βυθοῦ καὶ τοῦ λοιποῦ Πληρώματος, διορίζοντα τοὺς
γεν<ν>ητοὺς Αἰῶνας ἀπὸ τοῦ ἀγε<ν>νήτου Πατρός, ἕτερον δὲ τὸν
ἀφορίζοντα αὐτῶν τὴν Μητέρα ἀπὸ τοῦ Πληρώματος. καὶ τὸν Χριστὸν δὲ οὐκ ἀπὸ τῶν
ἐν τῷ Πληρώματι Αἰώνων προβεβλῆσθαι ἀλλὰ ὑπὸ τῆς Μητρὸς ἔξω γενομένης κατὰ τὴν
μνήμην τῶν κρειττόνων ἀποκεκυῆσθαι μετὰ σκιᾶς τινος. καὶ τοῦτον μέν, ἅτε ἄρρενα
ὑπάρχοντα, ἀποκόψαντα ἀφ' ἑαυτοῦ τὴν σκιὰν ἀναδραμεῖν εἰς τὸ Πλήρωμα, τὴν δὲ
Μητέρα ὑπολειφθεῖσαν μετὰ τῆς σκιᾶς κεκενωμένην τε τῆς πνευματικῆς ὑποστάσεως
ἕτερον υἱὸν προενέγκασθαι, καὶ τοῦτον εἶναι τὸν Δημιουργόν, ὃν καὶ παντοκράτορα
λέγει τῶν ὑποκειμένων. συμπροβεβλῆσθαι δὲ αὐτῷ καὶ ἀριστερὸν ἄρχοντα
ἐδογμάτισεν ὁμοίως τοῖς ῥηθησομένοις ὑφ' ἡμῶν ψευδωνύμοις Γνωστικοῖς. καὶ τὸν
Ἰησοῦν <δὲ> ποτὲ μὲν ἀπὸ τοῦ συσταλέντος ἀπὸ τῆς Μητρὸς αὐτῶν
συναναχυθέντος <τε> τοῖς ὅλοις προβεβλῆσθαί φησι, τουτέστιν <ἀπὸ>
τοῦ Θελητοῦ, ποτὲ δὲ ἀπὸ τοῦ ἀναδραμόντος εἰς τὸ Πλήρωμα, τουτέστιν τοῦ
Χριστοῦ, ποτὲ δὲ ἀπὸ τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας. καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον
ὑπὸ τῆς Ἀληθείας φησὶ προβεβλῆσθαι εἰς ἀνάκρισιν καὶ καρποφορίαν τῶν Αἰώνων,
ἀοράτως εἰς αὐτοὺς εἰσιόν· δι' οὗ τοὺς Αἰῶνας καρποφορεῖν τὰ φυτὰ τῆς ἀληθείας.
Πεπλήρωται τὰ Εἰρηναίου κατὰ τῶν Οὐαλεντίνων
33. Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα * ὁ προειρημένος ἀνὴρ πρεσβύτης Εἰρηναῖος,
ὁ κατὰ πάντα ἐκ πνεύματος ἁγίου κεκοσμημένος, ὡς γενναῖος ἀθλητὴς ὑπὸ
<τοῦ> κυρίου προβεβλημένος καὶ ἐπαλειφθεὶς τοῖς ἐπουρανίοις χαρίσμασι
τοῖς κατὰ τὴν ἀληθινὴν πίστιν καὶ γνῶσιν, καταπαλαίσας τε καὶ καταγωνισάμενος
τὴν πᾶσαν αὐτῶν ληρώδη ὑπόθεσιν, διεξῆλθεν κατὰ λεπτὸν τὰ ὑπ' αὐτῶν
κενοφωνούμενα. ἀκρότατα δὲ αὐτοὺς ἐν τῷ ἑξῆς δευτέρῳ αὐτοῦ λόγῳ καὶ τοῖς ἄλλοις
διήλεγξεν περιττοτέρως, βουλόμενός πως τὸν χαμαὶ ῥιφέντα καὶ εἰς ἧτταν τραπέντα
σῦραι καὶ ἐνώπιον πάντων θριαμβεῦσαί τε καὶ φωρᾶσαι τὴν ἐν αὐτῷ τῷ ῥιφέντι
ἀναίσχυντόν τε καὶ ἀσθενῆ πρόκλησιν ματαιοφροσύνης. ἡμεῖς δὲ ἀρκεσθέντες τοῖς
τε παρ' ἡμῶν λεχθεῖσιν ὀλίγοις καὶ τοῖς ὑπὸ τῶν τῆς ἀληθείας συγγραφέων τούτων
λεχθεῖσίν τε καὶ συνταχθεῖσιν, καὶ ὁρῶντες ὅτι ἄλλοι πεπονήκασι, φημὶ δὲ Κλήμης
καὶ Εἰρηναῖος καὶ Ἱππόλυτος καὶ ἄλλοι πλείους, οἳ καὶ θαυμαστῶς τὴν κατ' αὐτῶν
πεποίηνται ἀνατροπήν, οὐ πάνυ τι τῷ καμάτῳ προσθεῖναι ὡς προεῖπον ἠθελήσαμεν,
ἱκανωθέντες τοῖς προειρημένοις ἀνδράσιν καὶ αὐτὸ τοῦτο διανοηθέντες, ὅτι παντὶ
συνετῷ καὶ ἀπὸ αὐτῶν τῶν ἐν τοῖς διδάγμασιν αὐτῶν λόγων ἡ ἀνατροπὴ αὐτῶν † κατ'
αὐτῶν φανήσεται.
34. Πρῶτον μὲν ὅτι διάφορα παρ' αὐτοῖς τὰ φρονήματα καὶ ἕτερος τὰ τοῦ ἑτέρου
καταλύειν ἐπαγγέλλεται· δεύτερον δὲ ὅτι ἀσύστατα τὰ παρ' αὐτοῖς μυθοποιήματα,
οὔτε που γραφῆς εἰπούσης οὔτε τοῦ Μωυσέως νόμου οὔτε τινὸς προφήτου τῶν μετὰ
Μωυσέα, ἀλλ' οὔτε τοῦ σωτῆρος οὔτε τῶν αὐτοῦ εὐαγγελιστῶν, ἀλλ' οὔτε μὴν τῶν
ἀποστόλων. εἰ γὰρ ταῦτα ἀληθινὰ ὑπῆρχεν, ὁ ἐλθὼν φωτίσαι τὴν οἰκουμένην κύριος
καὶ πρὸ αὐτοῦ οἱ προφῆται, ἔπειτα δὲ καὶ οἱ ἀπόστολοι οἱ ἐλέγξαντες τὴν
εἰδωλολατρείαν πᾶσάν τε παράνομον πρᾶξιν καὶ μὴ δειλιάσαντες γράφειν κατὰ πάσης
παρανόμου διδασκαλίας καὶ ἐναντιότητος σαφῶς ἂν τὰ τοιαῦτα ἡμῖν κατήγγελλον,
καὶ μάλιστα αὐτοῦ τοῦ σωτῆρος λέγοντος ὅτι «τοῖς μὲν ἔξω ἐν παραβολαῖς, ὑμῖν δὲ
† τὰς παραβολὰς εἰς ἐπίλυσιν βασιλείας οὐρανῶν ῥητέον». ὅσας γοῦν ἐν
εὐαγγελίοις παραβολὰς εἴρηκεν εὐθὺς ἐπιλύσας φαίνεται· ἀμέλει φησὶν καὶ τίς ὁ
κόκκος τοῦ σινάπεως καὶ τίς ἡ ζύμη καὶ τίς ἡ γυνὴ ἡ βαλοῦσα τὴν ζύμην εἰς τὰ
τρία σάτα, τίς ὁ ἀμπελών, τίς ἡ συκῆ, τίς ὁ σπορεύς, τίς ἡ καλλίστη γῆ· καὶ
μάτην οὗτοι ἐνθουσιῶνται ὑπὸ δαιμόνων ἐλαυνόμενοι, περὶ ὧν φησιν ὁ ἁγιώτατος
Παῦλος ὁ ἀπόστολος «ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς διδασκαλίας,
προσέχοντες μύθοις καὶ διδασκαλίαις δαιμόνων». καὶ πάλιν ὁ ἅγιος Ἰάκωβος λέγων
περὶ τῆς τοιαύτης διδασκαλίας ὅτι «οὐκ ἔστιν ἄνωθεν αὕτη ἡ σοφία κατερχομένη,
ἀλλὰ ἐπίγειος ψυχικὴ δαιμονιώδης· ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν,
ἔπειτα εἰρηνικὴ εὐπειθὴς ἀδιάκριτος, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν» καὶ τὰ
ἑξῆς, ἧς οὐδὲ εἷς καρπὸς ἐν τοῖς προειρημένοις εὑρίσκεται. παρ' αὐτοῖς γάρ
«ἀκαταστασία καὶ πᾶν παράνομον πρᾶγμα», δαιμόνων τε κυήματα καὶ συρίγματα
δρακόντων, ἄλλοτε ἄλλως καὶ ἄλλο ἑκάστου αὐτῶν λαλοῦντος· παρ' οἷς οὐκ ἔλεος
οὐκ οἶκτος εὑρίσκεται, ἀλλὰ διακρίσεις καὶ διαφοραί, καὶ οὐδαμοῦ ἁγνεία οὐδαμοῦ
εἰρήνη οὐδαμοῦ ἐπιείκεια.
35. Βούλομαι δὲ πάλιν ἀναγκαζόμενος ὑπὸ τοῦ λόγου, εἰ καὶ παύσασθαι
ὑπεσχόμην, ὀλίγων τῶν παρ' αὐτοῖς εἰρημένων μνημονεύσας ἀνατρέψαι. οὐ γὰρ τοῦ
κατὰ τέχνην μοι λόγου μέλει, ἀλλὰ τῆς τῶν ἐντυγχανόντων ὠφελείας. λέγουσι
τοίνυν ὅτι ὁ δωδέκατος αἰὼν ὁ ἐν ὑστερήματι γενόμενος παντελῶς τοῦ ἀριθμοῦ τῶν
δώδεκα ἐξέπεσεν καὶ ἀπόλλυται ὁ ἀριθμὸς ὁ δωδέκατος. τοῦτο δέ φασι γεγενῆσθαι
τῷ τὸν Ἰούδαν, ὄντα δωδέκατον, ἐκπεπτωκέναι καὶ οὕτω τὸν δωδέκατον ἀριθμὸν
ἠφανίσθαι· ὁμοίως δὲ καὶ περὶ τῆς αἱμορροούσης καὶ τῆς τὴν μίαν δραχμὴν ἀπὸ τῶν
δέκα δραχμῶν ἀπολεσάσης. δείκνυται δὲ ὅτι οὔτε ὁ δωδέκατος αἰὼν πρόσωπον τοῦ
Ἰούδα ἔχειν δυνήσεται, ὡς τῷ ἁγιωτάτῳ Εἰρηναίῳ προείρηται, – Ἰούδας
μὲν γὰρ παντελῶς ἀπόλωλεν, ὁ δωδέκατος δὲ λεγόμενος αἰὼν κατὰ τὸ αὐτῶν πλάσμα
οὐκ ἐκενώθη· ἔστη γὰρ ἐνώπιον αὐτοῦ ὁ Μεταγωγεὺς ἢ ὁ Ὁροθέτης, φήσας πρὸς αὐτὸν
Ἰαώ, ὡς αὐτοί φασι, καὶ οὕτως ἐστερεώθη, – οὔτε ἡ δώδεκα ἔτεσιν αἱμορροοῦσα τῷ
αὐτῶν δράματι ὁμοιωθήσεται· ἐσώθη γὰρ μετὰ δώδεκα ἔτη, ἐν οἷς τῷ αἵματι τῆς
ῥύσεως ἐφέρετο. οὐ γὰρ ἐν τοῖς ἕνδεκα ἔτεσιν ἀπαθὴς διετέλει καὶ ἐν τῷ δωδεκάτῳ
ἔρρευσεν, ἀλλὰ μᾶλλον ἐν τοῖς ἕνδεκα ἔρρει, τῷ δωδεκάτῳ δὲ σέσωσται, – οὔτε ἡ
τὰς δέκα δραχμὰς κεκτημένη ἀπώλεσε τὴν μίαν εἰς τέλος, ἵνα ὁ αἰὼν τῆς ὕλης
ἀπολωλὼς μυθεύηται παρ' αὐτοῖς· ἧψεν γὰρ τὸν λύχνον καὶ ηὗρεν τὴν δραχμήν.
36. Ἐκ τοίνυν τῶν δύο λόγων τούτων ἢ τριῶν τὰ πάντα αὐτῶν εὐθὺς ἐλεγχθέντα
καταληφθήσεται δραματουργήματα καὶ ἀδρανῆ καὶ ἕωλα τοῖς τῆς φρονήσεως υἱοῖς καὶ
τέκνοις [τοῖς] τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς ἐκκλησίας. ἵνα γὰρ μὴ κατὰ τῶν
αὐτῶν φερόμενος εἰς μῆκος ἄπειρον ἐλάσω τὴν πραγματείαν, ἕως τῆς ἐνταῦθα
ὑφηγήσεως ποιησάμενος τὴν ὑπόμνησιν καὶ ἐπιθεὶς πέρας τῇ τοσαύτῃ αὐτῶν μοχθηρίᾳ
ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, θεὸν ἐπικαλούμενος ὁδηγόν τε καὶ ἐπίκουρον τῆς ἡμῶν
ἀσθενείας εἰς τὸ σωθῆναι ἀπὸ ταύτης καὶ τῶν προειρημένων αἱρέσεων καὶ τῶν
μελλουσῶν ἀναδείκνυσθαι τοῖς τε φιλολόγοις καὶ βουλομένοις τὰ ἀκριβῆ εἰδέναι
τῶν ἐν τῷ κόσμῳ κενοφωνιῶν τε καὶ ἀσυστάτων δεσμῶν. εἰς πολλοὺς γὰρ οὗτος τὴν
ἑαυτοῦ ὀνειροπολίαν ἐπισπείρας, Γνωστικὸν ἑαυτὸν καλέσας, πολλοὺς ὡς εἰπεῖν
σκορπίους εἰς μίαν ἅλυσιν συνέδησεν, ὡς ἡ παλαιὰ καὶ ἐναργὴς παραβολὴ ὑπάρχει,
ὅτι ἅλυσίν τινα οἱ σκορπίοι ἀπὸ ἑνὸς εἰς τὸν ἕτερον δεσμοῦντες ἕως δέκα ἢ καὶ
πλείους ἀπὸ στέγης ἢ δώματος ἑαυτοὺς χαλῶσι καὶ οὕτως μετὰ δόλου τὴν λύμην τοῖς
ἀνθρώποις ἐργάζονται. οὕτως καὶ οὗτος καὶ οἱ ἀπ' αὐτοῦ καλούμενοι Γνωστικοὶ τῆς
πλάνης ἀρχηγέται γεγόνασι καὶ παρ' αὐτοῦ τὰς προφάσεις εἰληφότες ἕκαστος ὑφ'
ἑτέρου μαθητευθεὶς μετὰ τὸν διδάσκαλον προσθήκην τῆς πλάνης εἰργάσατο καὶ
ἑτέραν αἵρεσιν εἰσηγήσατο, ἐχομένην τῆς προτέρας. καὶ οὕτω κατὰ διαδοχὴν εἰς
διαφόρους αἱρέσεις αὐτοὶ οἱ κληθέντες Γνωστικοὶ ἐμερίσθησαν· παρὰ Οὐαλεντίνου
μέντοι ὡς ἔφην καὶ τῶν πρὸ αὐτοῦ τὰς προφάσεις εἰληφότες. ὅμως αἱ προειρημέναι
σὺν τῇ τούτου τοῦ Οὐαλεντίνου τῇ τῆς ἀληθείας διδασκαλίᾳ καταπατηθεῖσαι ὑφ'
ἡμῶν παρείσθωσαν, ἡμεῖς δὲ τὰς ἑξῆς ἐν τῇ τοῦ θεοῦ δυνάμει διασκοπήσωμεν.
Κατὰ Σεκουνδιανῶν οἷς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος <ιβ>, τῆς δὲ
ἀκολουθίας <λβ>
1. Παρελθόντες δὲ τὴν τοῦ Οὐαλεντίνου αἵρεσιν καὶ πολλὰ μοχθήσαντες ἐν τῇ
ἀκανθώδει αὐτοῦ σπορᾷ, διὰ πολλοῦ ὡς εἰπεῖν * καμάτου καὶ γεωργικῆς
κακοπαθείας, ἐπὶ τὰ λείψανα τῆς ἀκανθώδους αὐτοῦ σπορᾶς καὶ ἑρπετώδους αὐτοῦ
θηριομορφίας ἐλευσόμεθα, τὸ ἅγιον πνεῦμα αἰτησάμενοι παρὰ κυρίου εἰς τὸ δι'
αὐτοῦ σκεπάσαι τὰς ψυχὰς τῇ ἐν θεῷ διδασκαλίᾳ καὶ σεμνῷ λόγῳ καὶ τοὺς ἰοὺς
ἀνασπάσαι δυνηθῆναι ἀπὸ τῶν οὕτως προειλημμένων. ἄρξομαι δὲ περὶ τούτων λέγειν
κατὰ διαδοχήν, τίς τίνος διάδοχος γεγένηται τῶν ἐξ αὐτοῦ ὁρμωμένων καὶ ἑτέραν
παρὰ τὴν ἐκείνου σπορὰν διδασκόντων.
Σεκοῦνδος τοίνυν, τὶς ἐξ αὐτῶν ὢν καὶ περισσότερόν τι βουλόμενος φρονῆσαι,
τὰ μὲν πάντα κατὰ τὸν Οὐαλεντῖνον ἐξηγεῖται, περισσότερον δὲ ἦχον εἰς ἀκοὰς τῶν
ἐμβεβροντημένων ἐξήχησεν. οὗτος γὰρ κατὰ Οὐαλεντῖνον ὢν ὡς προεῖπον, ὑπὲρ δὲ
Οὐαλεντῖνον φρονῶν, λέγει εἶναι τὴν πρώτην Ὀγδοάδα τετράδα δεξιὰν καὶ τετράδα
ἀριστεράν, οὕτως παραδιδοὺς καλεῖσθαι τὴν μὲν μίαν φῶς, τὴν δὲ ἄλλην σκότος· τὴν
δὲ ἀποστᾶσάν τε καὶ ὑστερήσασαν δύναμιν μὴ εἶναι ἀπὸ τῶν τριάκοντα αἰώνων, ἀλλὰ
μετὰ τοὺς τριάκοντα αἰῶνας, ὡς εἶναι ἀπὸ τῶν <καρπῶν αὐτῶν τῶν> μετὰ τὴν
Ὀγδοάδα τὴν ἄλλην κατωτέρω γενομένων. τὰ δὲ πάντα περὶ Χριστοῦ καὶ τῶν ἄλλων
δογμάτων ὡσαύτως τῷ ἰδίῳ χορηγῷ τοῦ ἰοῦ καὶ δοτῆρι τοῦ δηλητηρίου Οὐαλεντίνῳ
δογματίζει. μὴ πολλῶν δὲ ὄντων τῶν ὑπὸ τούτου διαφόρως ξενολεκτουμένων
ἀρκεσθῆναι μὲν ἡγησάμην δεῖν τοῖς προειρημένοις, ἔχουσι καὶ ἀφ' ἑαυτῶν τὴν
ἀνατροπήν· ὅμως δ' οὖν καὶ περὶ αὐτοῦ ὀλίγα λέξω, ἵνα μὴ δι' ἀπορίαν
παρεληλυθέναι τὰ κατ' αὐτὸν δόξω. εἰ γὰρ τετράδες δεξιαὶ καὶ εὐώνυμοι παρ'
αὐτοῖς τάσσονται, εὑρεθήσεταί τι ζητούμενον μέσον τοῦ τε δεξιοῦ καὶ τοῦ
ἀριστεροῦ. πᾶν γὰρ ὁτιοῦν δεξιὰς ἔχον καὶ εὐωνύμους τάξεις μέσον ἕστηκε τῶν
εὐωνύμων αὐτοῦ καὶ δεξιῶν καὶ οὐδαμοῦ δυνήσεται εἶναι δεξιὰ ἢ ἀριστερά, εἰ μή
τι ἂν ἐκ μεσολαβοῦντος σώματος ἑκατέρου μέρους ἡ διάκρισις γένοιτο. ἄρα οὖν, ὦ
ἀνόητε Σεκοῦνδε καὶ οἱ ἀπὸ σοῦ ἠπατημένοι, τὸ μεσαίτατον, ἀφ' οὗπερ καὶ
ἀριστερὰ καὶ δεξιὰ ὑποπίπτουσιν, ἔσται ἕν τι καὶ οὐ δυνήσεται ἀλλότριον εἶναι
τοῦ ἑνός τινος τὸ ἐξ αὐτοῦ ὑποπῖπτον δεξιόν τε καὶ εὐώνυμον, καὶ ἐξ ἀνάγκης
ἀναχθήσεται τὸ πᾶν εἰς τὸ ἓν ὄν, οὗ ἀνώτατον οὐδὲ ἕν ἐστιν οὔτε ὑποβεβηκὸς οὔτε
κατώτατον, εἰ μὴ τὰ ὑπ' αὐτοῦ ἐκτισμένα. καὶ ἔσται τοῦτο φανερὸν τοῖς τὴν
ἀλήθειαν καταμανθάνουσιν, ὅτι εἷς θεός ἐστιν, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.
εἰ δὲ εἷς θεός ἐστιν, ἐξ οὗ τὰ πάντα, οὔτε τι ἀριστερόν ἐστιν ἐν αὐτῷ οὔτε
ἐλάττωμα ἕτερον οὔτε τι ὑποβεβηκός, πλὴν τῶν ὑπ' αὐτοῦ ἐκτισμένων. τὰ δὲ μετὰ
πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πάντα καλῶς ἐκτισμένα καὶ εἰς σύστασιν ὑπ'
αὐτοῦ ἀφθόνως [εὖ] προεληλυθότα.
2. Εἰ δὲ καὶ πάλιν ἐρεῖ ὁ τοιοῦτος ἡμῖν προελθὼν ἕτερος ὄφις, ὅτι τὰ μὲν
δεξιὰ καὶ εὐώνυμα ἐκτὸς τοῦ ἑνὸς ὑπάρχει, αὐτὸς δὲ μεσαίτατός ἐστιν καὶ ἑαυτῷ
μὲν προσάγεται τὰ δεξιὰ καὶ χαίρει τούτοις, δεξιὰ δὲ ταῦτα καλεῖ καὶ φῶς, τὰ δὲ
εὐώνυμα ὡς ἀλλότρια αὐτοῦ καὶ ἐπὶ ἀριστερᾷ κείμενα ἀπωθεῖται, λεγέτω μοι πόθεν
λαμβάνει ταύτην τὴν γεωμετρίαν, ἵνα καλῶς ῥυθμίσῃ ἀμετάστατον δεξιάν τε καὶ
εὐώνυμον. παρ' ἡμῖν γὰρ δεξιὰ εἰκότως ὀνομάζεται ἤτοι ἀριστερὰ ἀπὸ τῶν ἐν τῷ
σώματι πεπηγμένων μελῶν, ἐν οἷς οὐδέποτε ἐναλλαγὴ γίνεται. τὰ δὲ ἐκτὸς ἡμῶν
δύναται εἶναι ποτὲ μὲν δεξιά, ποτὲ δὲ εὐώνυμα. παντὶ μὲν γὰρ τῷ ὁρῶντι κατὰ
ἀνατολὴν νότος εἴτ' οὖν μεσημβρία δεξιὰ κληθήσεται, τὸ κλίμα δὲ τὸ βόρειον ἤτοι
ἀρκτῷον ἀριστερόν. τὸ δὲ ἀνάπαλιν ἐπὶ τὰ δυτικὰ μέρη ἀναστραφέντος ἀνθρώπου
τινὸς εὑρεθήσεται ἑτερωνύμως τὰ κλίματα· ὅπερ πρὸ ὥρας δεξιὸν ὑπῆρχεν νότιόν τε
καὶ μεσημβρινόν, εἰς ἀριστερὰ αὖθις μεταβαλλόμενον, καὶ τὸ εἰς ἀριστερὰν τοῦ
τινος κεκλιμένον ἀνθρώπου εἴτ' οὖν ἀρκτῷον εἴτ' οὖν βόρειον κλίμα, εἰς δεξιὰν
αὐτοῦ μεταβαλλόμενον. ποῦ τοίνυν ὁ ἀπατεὼν ἐφηῦρεν ἑαυτῷ τὴν κατὰ θεὸν
γεωμετρίαν; καὶ ὦ τῆς τοιαύτης πολλῆς ληρολογίας τῆς τὰ πάντα συγχεούσης.
φάσκει δὲ τὸ Ὑστέρημα μετὰ τοὺς τριάκοντα αἰῶνας γεγενῆσθαι. πόθεν ἄρα τὴν τοῦ
Ὑστερήματος φύσιν κατείληφας, ὦ οὗτος, ἢ τὴν ἀποστᾶσαν δύναμιν, λέγε; εἰ μὲν
γὰρ εὗρες ταύτην ἀπὸ βλαστήματος τῶν ἄνω *, οὐ κτιστὴν ἀλλὰ γεννητήν, (ἐπειδὴ
σοί τε καὶ τῷ σου ἐπιστάτῃ οὐκ ἐκτισμένα τὰ κτιστὰ ὁρίζεται, ἀλλὰ γεννητὰ καὶ
ἀπὸ μετουσίας, ἑκάστης φύσεως παρ' ἑκάστης λαβούσης, τὰ αὖθις γεννώμενα *
ἀναφῦναι), ἄρα γε κατὰ τὸν ἑαυτοῦ λόγον κατὰ σαυτοῦ ὁπλίζῃ. εἰ γὰρ ἀπὸ τῶν ἄνω
καὶ ἡ ὑστέρα δύναμις καὶ ἡ ἀποστασία γεγένηται, ἔφυ δὲ ὡς εἰπεῖν καὶ
ἐβλάστησεν, μετέχει ἄρα τῶν ἄνω χαρισμάτων, ἐπειδὴ ἐπικοινωνεῖ τῷ Πληρώματι ἡ
ὑστέρα καὶ τὸ Πλήρωμα τῇ ὑστέρᾳ, καὶ οὐδὲν διενεχθήσεται τοῦτο πρὸς ἐκεῖνο οὔτε
ἐκεῖνο πρὸς τοῦτο, ἑκατέρων κατὰ τὰ τέρματα ἀλλήλοις ἐπικοινωνούντων. καὶ ἐκ
παντὸς λόγου διελεγχθήσῃ ἐξ ἐπισπορᾶς δαίμονος ἔχων τὴν τῆς πλάνης σου
βόσκησιν, πάντων ἐλεεινῶν ἐλεεινότατε.
3. Ἵνα δὲ μὴ παραλείψωμέν τι τῶν παρά τισιν γινομένων τε καὶ λεγομένων, κἄν
τε ἐν ἑκάστῃ πολλοὶ εἶεν οἱ ἔξαρχοι καὶ αὐχοῦντες ἕτερα ἀνθ' ἑτέρων ὑπὲρ τοὺς
αὐτῶν διδασκάλους μυθοποιεῖσθαι, ἔτι ἐπιμενῶ ὑφηγούμενος τοὺς ἐν αὐτῇ τῇ
αἱρέσει ὄντας, ἕτερα δὲ παρὰ τούτους λέγοντας, φημὶ δὲ περὶ Ἐπιφάνους τοῦ
Ἰσιδώρου, ἐκ προφάσεως παραινετικῶν ῥημάτων ἑαυτὸν ἔτι εἰς περισσότερον βυθὸν
ταλαιπωρίας καταγαγόντος, τἀληθῆ μὲν εἰπεῖν ἀπὸ Καρποκράτους τοῦ ἰδίου πατρὸς
κατὰ σάρκα εἰληφότος τὰς προφάσεις, συνημμένου δὲ τῇ αἱρέσει τοῦ προειρημένου
Σεκούνδου καὶ αὐτοῦ τῶν Σεκουνδιανῶν ὑπάρχοντος. πολλὴ γὰρ ἑκάστου τῶν
πεπλανημένων πρὸς τὸν ἕτερον διαφορὰ καὶ συρφετώδης ὡς εἰπεῖν πολυμιξία
κενοφωνίας. οὗτος γὰρ ὁ Ἐπιφάνης, ὡς ἔφην, υἱὸς ὢν Καρποκράτους, μητρὸς δὲ
Ἀλεξανδρείας οὕτω καλουμένης, τούτοις ὡς προεῖπον συνάπτεται· ἀπὸ Κεφαλληνίας
μὲν τὸ πρὸς πατρὸς γένος ὤν, ἑπτακαιδεκαετῆ <δὲ> βιώσας χρόνον θᾶττον τὸν
βίον κατέστρεψεν, τοῦ κυρίου ὥσπερ ἀκάνθας τοὺς φαύλους ἀπαλλάσσοντος, κρεῖττόν
τι περὶ τῆς οἰκουμένης προνοοῦντος. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν οἱ πρὸς αὐτοῦ
πεπλανημένοι τῆς ἀπ' αὐτοῦ πληγῆς οὐκ ἀπέσχοντο. ἐν Σάμῳ γὰρ ὡς θεὸς ἔτι καὶ
εἰς δεῦρο τιμᾶται· τέμενος γὰρ αὐτῷ ἱδρύσαντες οἱ ἐπιχώριοι θυσίας καὶ τελετὰς
ἐπιτελοῦσι κατὰ νεομηνίαν, βωμοὺς δὲ αὐτῷ ἔστησαν καὶ μουσεῖον εἰς ὄνομα αὐτοῦ
περίπυστον ἀνεστήσαντο, τὸ δὴ Ἐπιφάνους μουσεῖον καλούμενον. θύουσι γὰρ αὐτῷ οἱ
Κεφαλλῆνες εἰς τοσαύτην πλάνην ἐληλακότες καὶ σπένδουσι καὶ ἐν τῷ ἱδρυμένῳ
αὐτοῦ τεμένει εὐωχοῦνται ὕμνους τε αὐτῷ ᾄδουσι. δι' ὑπερβολὴν δὲ τῆς ἐκείνου
παιδείας, ἐγκυκλίου τε καὶ Πλατωνικῆς, ἡ πᾶσα τοῖς προειρημένοις κατά τε τὴν
αἵρεσιν καὶ κατὰ τὴν ἑτέραν πλάνην, λέγω <δὲ> τὴν εἰς εἰδωλομανίαν τοὺς
ἐπιχωρίους τρέψασαν, γέγονεν ἀπ' αὐτοῦ ἀπάτη. συνήπτετο γοῦν οὗτος ὁ Ἐπιφάνης
Σεκούνδῳ καὶ τοῖς ἀμφ' αὐτόν. τὴν γὰρ αὐτοῦ ἰοβολίαν ἀπεμάξατο, λέγω <δὲ>
τὴν τῆς ἀδικούσης ἑρπετώδους φθορᾶς περιττολογίαν.
4. Ἰσίδωρον δὲ φάσκουσιν ἐν παραινέσεσι τῆς αὐτοῦ μοχθηρίας αἴτιον
γεγενῆσθαι. εἰ δὲ καὶ αὐτὸς τὰ ἴσα φρονῶν καὶ ἐξ αὐτῶν ὁρμώμενος ἐτύγχανεν ἢ ἐκ
φιλοσόφων μαθὼν παραινετικός τις καὶ αὐτὸς ὑπῆρχεν, οὐ πάνυ σαφῶς περὶ τοῦ
Ἰσιδώρου γνῶναι ἠδυνήθημεν. πλὴν οὗτοι πάντες καττύουσι τὴν ἴσην πραγματείαν.
Πρῶτον μὲν οὖν ἐνομοθέτει αὐτὸς ὁ Ἐπιφάνης σὺν τῷ αὐτοῦ πατρί τε καὶ
προστάτῃ τῆς αἱρέσεως Καρποκράτει καὶ τοῖς ἀμφ' αὐτὸν κοινὰς εἶναι τὰς τῶν
ἀνθρώπων γυναῖκας, ἔκ τε τῶν Πλάτωνος Πολιτειῶν τὴν πρόφασιν λαβὼν καὶ τὴν
ἰδίαν ἐπιθυμίαν ἐκτελῶν. ἐντεῦθεν δὲ τὴν ἀρχὴν ποιεῖται λέγων, ὡς ἐν τῷ
εὐαγγελίῳ ἐμφέρεται τοῦ σωτῆρος φάσκοντος τρεῖς μὲν εὐνούχους εἶναι, τόν τε ἐξ
ἀνθρώπων εὐνουχιζόμενον καὶ τὸν ἐκ γεννητῆς καὶ τὸν διὰ τὴν βασιλείαν τῶν
οὐρανῶν ἑαυτὸν ἑκουσίως εὐνουχίσαντα, καί φησιν· «οἱ τοίνυν κατὰ ἀνάγκην, οὐ
κατὰ λόγον εὐνοῦχοι γίνονται. οἱ δὲ ἕνεκα τῆς βασιλείας τῶν οὐρανῶν ἑαυτοὺς
εὐνουχίσαντες, διὰ τὰ ἐκ τοῦ γάμου συμβαίνοντα, φασί, τὸν ἐπιλογισμὸν
<τοῦτον λαμβάνουσιν, τὴν περὶ τὸν πορισμὸν> τῶν ἐπιτηδείων ἀσχολίαν
δεδιότες. <καὶ τῷ> «βέλτιον γαμῆσαι ἢ πυροῦσθαι, μὴ εἰς πῦρ ἐμβάλῃς τὴν
ψυχήν σου», φησὶ λέγειν τὸν ἀπόστολον· ἡμέρας καὶ νυκτὸς ἀντέχων καὶ
φοβούμενος, μὴ τῆς ἐγκρατείας ἀποπέσῃς. πρὸς γὰρ τὸ ἀντέχειν γινομένη ψυχὴ
μερίζεται τῆς ἐλπίδος». «ἀντέχου τοίνυν» ὡς ἤδη προεῖπον, τῆς παραινέσεως εἰς
μέσον φέρων τὸν λόγον φησὶ κατὰ λέξιν ὁ Ἰσίδωρος ἐν τοῖς Ἠθικοῖς «μαχίμης
γυναικός, ἵνα μὴ ἀποσπασθῇς τῆς χάριτος τοῦ θεοῦ, τό τε πῦρ ἀποσπερματίσας
εὐσυνειδήτως προσεύχου. ὅταν δέ, φησίν, ἡ εὐχαριστία σου εἰς αἴτησιν ὑποπέσῃ
καὶ στῇς <εἰς> τὸ λοιπόν, οὐ κατορθώσας, [μὴ] σφαλῆναι, γάμησον». εἶτα πάλιν
φησίν «ἀλλὰ νέος τις ἢ πένης ἐστὶν ἢ κατωφερὴς (τουτέστιν ἀσθενὴς) καὶ οὐ θέλει
γῆμαι κατὰ τὸν λόγον, οὗτος τοῦ ἀδελφοῦ μὴ χωριζέσθω». αἰσχρὰς δέ τινας
ὑπονοίας ἑαυτῷ προσποριζόμενος δραματουργεῖ ὁ τάλας «λεγέτω» <γάρ> φησιν
«ὅτι εἰσελήλυθα ἐγὼ εἰς τὰ ἅγια, οὐδὲν δύναμαι παθεῖν». ἐὰν δὲ ὑπόνοιαν ἔχῃ,
εἰπάτω· «ἀδελφέ, ἐπίθες μοι χεῖρα, ἵνα μὴ ἁμαρτήσω, καὶ λήψεται βοήθειαν καὶ
νοητὴν καὶ αἰσθητήν. θελησάτω μόνον ἀπαρτίσαι τὸ καλὸν καὶ ἐπιτεύξεται». εἶτα
πάλιν φησίν «ἐνίοτε τῷ μὲν στόματι λέγομεν· οὐ θέλομεν ἁμαρτῆσαι, ἡ δὲ διάνοια
ἔγκειται εἰς τὸ ἁμαρτάνειν. ὁ τοιοῦτος διὰ φόβον οὐ ποιεῖ ὃ θέλει, ἵνα μὴ ἡ
κόλασις αὐτῷ ἐλλογισθῇ. ἡ δὲ ἀνθρωπότης ἔχει ἀναγκαῖά τινα καὶ φυσικά, <τινὰ
δὲ φυσικὰ> μόνα· ἔχει τὸ περιβάλλεσθαι [τὸ] ἀναγκαῖον καὶ φυσικόν, φυσικὸν δὲ
καὶ τὸ τῶν ἀφροδισίων, <οὐκ> ἀναγκαῖον δέ»·
5. «Ταύτας παρεθέμην τὰς φωνάς», <φησὶν> ὁ κατὰ τούτων γράψας, «εἰς
ἔλεγχον τῶν μὴ βιούντων ὀρθῶς», καὶ Βασιλειδιανῶν καὶ Καρποκρατιανῶν καὶ τῶν
ἀπὸ Οὐαλεντίνου καὶ τῶν Ἐπιφάνους καλουμένων, ᾧ δὴ συνήφθη Σεκοῦνδος ὁ
προτεταγμένος. ἐξ ἀλλήλων γὰρ ἕκαστος, ἤτοι οὗτος ἐκείνῳ μεταδοὺς ἢ ἐκεῖνος
τούτῳ, τὰ δεινὰ ἀπεμπολήσαντες καὶ εἴς τι πρὸς ἀλλήλους διαφερόμενοι, ὅμως ἐν
μιᾷ αἱρέσει ἑαυτοὺς κατέθεντο, «ὥστε καὶ ἔχειν ἐξουσίαν ἐδογμάτισαν καὶ τοῦ
ἁμαρτάνειν διὰ τὴν τελειότητα, ἦ πάντως γε σωθησομένων φύσει, κἄν τε νυνὶ
ἁμάρτωσι, διὰ τὴν ἔμφυτον ἐκλογήν, ἐπεὶ μηδὲ τὰ αὐτὰ αὐτοῖς πράττειν
συγχωροῦσιν οἱ προπάτορες τῶν δογμάτων τούτων».
«Φασὶ δὲ καὶ οὗτοι ὡς ἐπὶ τὸ ὑψηλότερον καὶ γνωστικώτερον ἐπεκτεινόμενοι τὴν
πρώτην τετράδα οὕτως· ἔστι τις πρὸ πάντων προαρχὴ προανεννόητος, ἄρρητός τε καὶ
ἀνονόμαστος, ἣν ἐγὼ Μονότητα καλῶ. ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ
αὐτὴν ὀνομάζω Ἑνότητα. αὕτη ἡ Ἑνότης ἥ τε Μονότης, τὸ Ἓν οὖσαι, προήκαντο, μὴ
προέμεναι, ἀρχὴν ἐπὶ πάντων νοητήν, ἀγέννητόν τε καὶ ἀόρατον, ἣν ἀρχὴν ὁ λόγος
Μονάδα καλεῖ. ταύτῃ τῇ Μονάδι συνυπάρχει δύναμις ὁμοούσιος αὐτῇ, ἣν καὶ αὐτὴν
ὀνομάζω τὸ Ἕν. αὗται αἱ δυνάμεις, ἥ τε Μονότης καὶ Ἑνότης, Μονάς τε καὶ τὸ Ἕν,
προήκαντο τὰς λοιπὰς προβολὰς τῶν αἰώνων».
6. Εἶτα οἱ καλῶς συγγραψάμενοι τὴν ἀλήθειαν <περὶ> τούτων ἐν τοῖς σφῶν
αὐτῶν συγγράμμασιν ἤλεγξαν <αὐτούς>, Κλήμης τε, (ὅν φασί τινες
Ἀλεξανδρέα, ἕτεροι δὲ Ἀθηναῖον), ἀλλὰ καὶ ὁ ἱερὸς Εἰρηναῖος καταγελῶν αὐτῶν τὸ
τραγικὸν ἐκεῖνο [ὃ] ἐπὶ τοῖς προειρημένοις εἰς μέσον φέρων ἧκεν <τό>·
«ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ. τὸ τραγικὸν ὡς ἀληθῶς ἐπειπεῖν ἔστιν ἐπὶ τῇ τοιαύτῃ
συμφορᾷ τῶν τὰ γελοιώδη ταῦτα γεγραφότων τῆς τοιαύτης ὀνοματοποιίας καὶ τῇ
τοσαύτῃ τόλμῃ, ὡς ἀπερυθριάσας τῷ ψεύσματι αὐτοῦ ὀνόματα τέθεικεν. ἐν γὰρ τῷ
λέγειν «ἔστιν τις προαρχὴ πρὸ πάντων προανεννόητος, ἣν ἐγὼ Μονότητα καλῶ», καὶ
πάλιν «ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἣν καὶ αὐτὴν ὀνομάζω Ἑνότητα»,
σαφέστατα ὅτι τε πλάσμα αὐτοῦ ἐστι τὰ εἰρημένα ὡμολόγηκε καὶ ὅτι αὐτὸς ὀνόματα
τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα. καὶ σαφές ἐστιν ὅτι
αὐτὸς ταῦτα τετόλμηκεν ὀνοματοποιῆσαι, καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτός, οὐκ ἂν ἡ
ἀλήθεια εἶχεν ὄνομα. οὐδὲν οὖν κωλύει καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως
οὕτως ὁρίσασθαι ὀνόματα· εἶτα λοιπὸν εἰς ταῦτα ὁ αὐτὸς μακάριος Εἰρηναῖος, ὥς
γε προείπαμεν, γελοιώδη ῥήματα καὶ αὐτὸς † προεῖπεν, ἑτερωνυμίαν ἀφ' ἑαυτοῦ ὡς
ἀντάξια τῆς αὐτῶν ληρῳδίας χαριεντιζόμενος, πεπόνων γένη καὶ σικύων καὶ
κολοκυνθῶν ὡς ἐπὶ ὑποκειμένων τινῶν ἐπιπλασάμενος, † ὡς τοῖς φιλολόγοις σαφὲς
ἂν εἴη ἀφ' ὧν προανέγνωσαν.
7. Ἄλλοι δὲ πάλιν αὐτῶν τὴν πρώτην καὶ ἀρχέγονον Ὀγδοάδα τούτοις τοῖς
ὀνόμασι κεκλήκασι· πρῶτον Προαρχήν, ἔπειτα Ἀνεννόητον, τὴν δὲ τρίτην Ἄρρητον
καὶ τὴν τετάρτην Ἀόρατον. καὶ ἐκ μὲν τῆς πρώτης Προαρχῆς προβεβλῆσθαι πρώτῳ καὶ
πέμπτῳ <τόπῳ> Ἀρχήν, ἐκ δὲ τῆς [ἀρχῆς τῆς] Ἀνεννοήτου δευτέρῳ καὶ ἕκτῳ
τόπῳ Ἀκατάληπτον, ἐκ δὲ τῆς Ἀρρήτου τρίτῳ καὶ ἑβδόμῳ τόπῳ Ἀνονόμαστον, ἐκ δὲ
τῆς Ἀοράτου Ἀγέννητον, Πλήρωμα τῆς πρώτης Ὀγδοάδος. ταύτας βούλονται τὰς
δυνάμεις προϋπάρχειν τοῦ Βυθοῦ καὶ τῆς Σιγῆς, ἵνα τελείων τελειότεροι φανῶσιν
ὄντες καὶ Γνωστικῶν γνωστικώτεροι· πρὸς οὓς δικαίως ἄν τις ἐπιφωνήσειεν· ὦ
ληρολόγοι σοφισταί. καὶ γὰρ περὶ αὐτοῦ τοῦ Βυθοῦ διάφοροι γνῶμαι παρ' αὐτοῖς.
οἱ μὲν γὰρ αὐτὸν ἄζυγον λέγουσι, μήτε ἄρρενα μήτε θῆλυν μήτε ὅλως ὄντα τι,
ἄλλοι δὲ ἀρρενόθηλυν αὐτὸν λέγουσιν εἶναι, ἑρμαφροδίτου φύσιν αὐτῷ
περιάπτοντες. Σιγὴν δὲ πάλιν ἄλλοι συνευνέτιν αὐτῷ προσάπτουσιν, ἵνα γένηται
πρώτη συζυγία καὶ ἐκ τούτου καὶ ἐκ ταύτης τὰ κατάλοιπα οὕτω δραματουργήσωσι.
καὶ πολλή τίς ἐστιν ἐν αὐτοῖς ἡ εἰς ὕπνον βαθὺν τὸν νοῦν αὐτῶν καταφέρουσα
ληρολόγος ὀνειροπολία.
Καὶ τί μοι ἐπὶ τὸ πολὺ κατατρίβεσθαι, πωρατῆς οὔσης τῆς κατ' αὐτοὺς
ὑποθέσεως καὶ τοῦ κατ' αὐτῶν ἐλέγχου καὶ ἀνατροπῆς ἀπὸ τῶν προειρημένων παντὶ
τῷ βουλομένῳ τῆς ζωῆς αὐτοῦ ἔχεσθαι καὶ μὴ ἀπατᾶσθαι κενοῖς μύθοις; ἀλλὰ ταῦτά
μοι περὶ τούτων εἰρήσθω. παρελθὼν δὲ ταύτην ἐπὶ τὰς ἑξῆς <βαδιοῦμαι>,
διασκοπήσω<ν> ὁδὸν ἐμαυτῷ ἀσφαλῆ καὶ τρίβον λείαν, ὅπως τὰς τούτων
μοχθηρίας διεξιών τε καὶ ἐλέγχων ἐμαυτόν τε καὶ τοὺς ἀκούοντας ἐν τῇ τοῦ θεοῦ
δυνάμει διασώσω διὰ τῆς τοῦ κυρίου ἡμῶν διδασκαλίας καὶ ἀληθινῆς θεωρίας. ὡς
μύαγρον <οὖν> ταύτην τὴν ἔχιδναν, τὴν πολλαῖς ἑτέραις ἐχίδναις ἐοικυῖαν,
τῷ ὑποδήματι τοῦ εὐαγγελίου καταπατήσαντες τὰς ἑξῆς διασκοπήσωμεν.
Κατὰ Πτολεμαϊτῶν <ιγ>, τῆς δὲ ἀκολουθίας <λγ>
1. Τοὺς περὶ Σεκοῦνδον καὶ τὸν ὀνομασθέντα Ἐπιφάνην, ἐξ Ἰσιδώρου τὴν
πρόφασιν εἰς ἑαυτοῦ ὑπόνοιαν ἀπεμπολήσαντα, Πτολεμαῖος διαδέχεται, τῆς μὲν
αὐτῆς τῶν καλουμένων Γνωστικῶν ὑπάρχων αἱρέσεως καὶ τῶν κατὰ Οὐαλεντῖνον
<εἷς ὢν> σὺν ἑτέροις τισίν, ἕτερα δὲ παρὰ τοὺς αὐτοῦ διδασκάλους
ὑποτιθέμενος, οὗ καὶ τὸ ὄνομα αὐχοῦσιν οἱ αὐτῷ πειθόμενοι, Πτολεμαῖοι
καλούμενοι.
Οὗτος τοίνυν ὁ Πτολεμαῖος καὶ οἱ σὺν αὐτῷ ἔτι ἐμπειρότερος ἡμῖν τῶν ἑαυτοῦ
διδασκάλων προελήλυθε, τῇ ἐκείνων ὑφηγήσει προσθήκης τινὸς ὑπερβολὰς ἐξευρών.
δύο γὰρ οὗτος συζύγους τῷ θεῷ τῷ παρ' αὐτοῖς Βυθῷ καλουμένῳ ἐπενόησέν τε καὶ
ἐχαρίσατο· ταύτας δὲ καὶ διαθέσεις ἐκάλεσεν, Ἔννοιάν τε καὶ Θέλημα. καὶ τὴν μὲν
Ἔννοιαν ἀεὶ συνυπάρξασαν αὐτῷ, ἐννοουμένην ἀεὶ τό τι προβαλέσθαι, τὸ δὲ Θέλημα
ἐν αὐτῷ ἐπιγινόμενον. πρῶτον γὰρ ἐνενοήθη <τι> προβαλεῖν, εἶτα, φησίν,
ἠθέλησεν. διὸ καὶ τῶν δύο διαθέσεων τούτων ἢ καὶ δυνάμεων (δυνάμεις γὰρ αὐτὰς
πάλιν καλεῖ), τῆς Ἐννοίας καὶ τῆς Θελήσεως ὥσπερ συγκραθεισῶν εἰς ἀλλήλας ἡ
προβολὴ τοῦ Μονογενοῦς καὶ τῆς Ἀληθείας κατὰ συζυγίαν ἐγένετο. οὕστινας τύπους
καὶ εἰκόνας τῶν δύο διαθέσεων τοῦ Πατρὸς προελθεῖν τῶν ἀοράτων ὁρατάς, τοῦ μὲν
Θελήματος τὸν Νοῦν, τῆς δὲ Ἐννοίας τὴν Ἀλήθειαν· καὶ διὰ τοῦτο τοῦ
<ἐπιγενητοῦ> Θελήματος ὁ μὲν ἄρρην εἰκὼν γέγονεν, τῆς <δὲ> ἀγεννήτου
Ἐννοίας ὁ [δὲ] θῆλυς [τοῦ Θελήματος]. τὸ Θέλημα τοίνυν δύναμις ἐγένετο τῆς
Ἐννοίας. ἐνενόει μὲν γὰρ ἀεὶ ἡ Ἔννοια τὴν προβολήν, οὐ μέντοι προβαλεῖν αὐτὴ
καθ' ἑαυτὴν ἠδύνατο ἃ ἐνενόει· ὅτε δὲ ἡ τοῦ Θελήματος δύναμις ἐπεγένετο, τότε ὃ
ἐνενόει προέβαλεν.
2. Καὶ φεῦ τῆς τοιαύτης τοῦ ματαιόφρονος ληρῳδίας· τοῦτο γὰρ οὐκ ἂν οὐδὲ ἐπὶ
ἀνθρώπου λαμβάνοιτο παρά τινι τῶν ἐχόντων ἐρρωμένην τὴν διάνοιαν, μήτι γε ἐπὶ
θεοῦ. δοκεῖ δέ μοι φρονιμώτερος αὐτοῦ ὑπάρχειν Ὅμηρος ἐν τῷ τὸν Δία φροντίδα
παρ' αὐτῷ ποιούμενον ἀναγράφεσθαι, μεριμνῶντά τε καὶ χαλεπαίνοντα καὶ ἄϋπνον
παννύχως διατετελεκότα, τὸ πῶς τοῖς Ἀχαιοῖς ἐπιβουλεύσῃ, τῆς Θέτιδος αὐτὸν
ἀξιωσάσης εἰς τὸ δίκην τῖσαι τοὺς τῶν Ἑλλήνων ἐξάρχους τε καὶ αὐτοὺς τοὺς
Ἕλληνας διὰ τὴν πρὸς τὸν Ἀχιλλέα ὕβριν. οὐδὲν γὰρ οὗτος ὁ Πτολεμαῖος εἰς δόξαν
τοῦ παρ' αὐτοῦ Πατρὸς τῶν ὅλων [τοῦ] καὶ Βυθοῦ καλουμένου εὐλογώτερον τῶν παρὰ
Ὁμήρου εἰς τὸν Δία εἰρημένων ἐπενόησεν, ἀλλ' αὐτὸν κατείληφε μᾶλλον τὸν Δία, ὡς
παρὰ Ὁμήρου λαβὼν τὴν ἔννοιαν· μᾶλλον γὰρ τὴν Ὁμηρικὴν κατάληψιν περὶ Διὸς καὶ
Ἀχαιῶν εἰκότως ἂν φήσειέν <τις αὐτὸν ἐσχηκέναι>, τὴν τοσαύτην αὐτοῦ
τόλμαν ἐξεμέσαντα, ἢ <τὴν> περὶ τοῦ τῶν ὅλων δεσπότου, ὃς ἅμα τῷ
ἐννοηθῆναι καὶ ἐπιτετέλεκε τοῦθ' ὅπερ ἠθέλησεν, καὶ ἅμα τῷ θελῆσαι καὶ
ἐννοεῖται τοῦθ' ὅπερ καὶ ἠθέλησεν, τότε ἐννοούμενος ὅτε θέλει καὶ τότε θέλων
ὅτε ἐννοεῖται, ὅλος ἔννοια ὤν, ὅλος θέλημα ὤν, ὅλος νοῦς, ὅλος φῶς, ὅλος
ὀφθαλμός, ὅλος ἀκοή, ὅλος πηγὴ πάντων τῶν ἀγαθῶν καὶ οὐδενὸς εἴσω πάθους
περιεχόμενος· θεὸς γάρ, καὶ οὐ φροντίζων καὶ ἀπορῶν ὡς ὁ Βυθὸς ἤτοι ὁ Ζεύς,
περὶ οὗ λέγοντα Ὅμηρον Πτολεμαῖος περὶ Βυθοῦ λέγων ἐμιμήσατο.
εἰς δὲ περισσότερον ἔλεγχον τοῦ ἀπατεῶνος καθεξῆς ὑποτάξας παραθήσομαι τὰ
ὑπ' αὐτοῦ φύσει Πτολεμαίου Φλώρᾳ τινὶ γυναικὶ γραφέντα ἐπαγωγά τε καὶ δηλητήρια
ῥήματα, (ἵνα μή τις νομίσειεν ἡμᾶς ἐξ ἀκοῆς μόνον τὸν ἀπατεῶνα ἐλέγχειν, μὴ
πρότερον ἐντυχόντας τῇ παρ' αὐτοῦ <παρα>πεποιημένῃ διδασκαλίᾳ· πρὸς γὰρ
τοῖς εἰρημένοις καὶ τὸν νόμον τοῦ θεοῦ τὸν διὰ Μωυσέως βλασφημῶν οὐκ
αἰσχύνεται), ἃ καὶ ἔστι ταῦτα·
Πτολεμαίου πρὸς Φλώραν
3. «Τὸν διὰ Μωσέως τεθέντα νόμον, ἀδελφή μου καλὴ Φλώρα, ὅτι μὴ πολλοὶ
προκατελάβοντο, μήτε τὸν θέμενον αὐτὸν ἐγνωκότες μήτε τὰς προστάξεις αὐτοῦ
ἀκριβῶς, ἡγοῦμαι καὶ σοὶ εὐσύνοπτον ἔσεσθαι μαθούσῃ τὰς διαφωνούσας γνώμας περὶ
αὐτοῦ. οἱ μὲν γὰρ ὑπὸ τοῦ θεοῦ καὶ πατρὸς νενομοθετῆσθαι τοῦτον λέγουσιν,
ἕτεροι δὲ τούτοις τὴν ἐναντίαν ὁδὸν τραπέντες ὑπὸ τοῦ ἀντικειμένου φθοροποιοῦ
διαβόλου τεθεῖσθαι τοῦτον ἰσχυρίζονται, ὡς καὶ τὴν τοῦ κόσμου προσάπτουσιν αὐτῷ
δημιουργίαν, πατέρα καὶ ποιητὴν τοῦτον λέγοντες εἶναι τοῦδε τοῦ παντός.
<πάντως δὲ> διέπταισαν οὗτοι, διᾴδοντες ἀλλήλοις καὶ ἑκάτεροι αὐτῶν
διαμαρτόντες παρὰ σφίσιν αὐτοῖς τῆς τοῦ προκειμένου ἀληθείας. οὔτε γὰρ ὑπὸ τοῦ
τελείου θεοῦ καὶ πατρὸς φαίνεται τοῦτον τεθεῖσθαι (ἑπόμενον γάρ ἐστιν), ἀτελῆ
τε ὄντα καὶ τοῦ ὑφ' ἑτέρου πληρωθῆναι ἐνδεῆ, ἔχοντά τε προστάξεις ἀνοικείας τῇ
τοῦ τοιούτου θεοῦ φύσει τε καὶ γνώμῃ· οὔτ' αὖ πάλιν τῇ τοῦ ἀντικειμένου ἀδικίᾳ
νόμον προσάπτειν * <τὸ> ἀδικεῖν <ἀν>αιροῦντα· * τῶν τε ἑξῆς τι μὴ
συνορώντων, <κατὰ> τὰ ὑπὸ τοῦ σωτῆρος εἰρημένα· «οἰκία γὰρ ἢ πόλις μερισθεῖσα
ἐφ' ἑαυτὴν ὅτι μὴ δύναται στῆναι» ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο. ἔτι τε τὴν τοῦ κόσμου
δημιουργίαν <αὐτοῦ> ἰδίαν λέγει εἶναι τά τε πάντα δι' αὐτοῦ γεγονέναι καὶ
χωρὶς αὐτοῦ γεγονέναι οὐδὲν ὁ ἀπόστολος, προαποστερήσας τὴν τῶν ψευδηγορούντων
ἀνυπόστατον σοφίαν, καὶ οὐ φθοροποιοῦ θεοῦ, ἀλλὰ δικαίου καὶ μισοπονήρου·
ἀπρονοήτων δέ ἐστιν ἀνθρώπων <τοῦτο>, τῆς προνοίας τοῦ δημιουργοῦ μὴ
αἰτίαν λαμβανομένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὄμμα, ἀλλὰ καὶ τὸ τοῦ σώματος
πεπηρωμένων.
οὗτοι μὲν οὖν ὡς διημαρτήκασι τῆς ἀληθείας δῆλόν σοί ἐστιν ἐκ τῶν εἰρημένων.
πεπόνθασι δὲ τοῦτο ἰδίως ἑκάτεροι αὐτῶν, οἱ μὲν διὰ τὸ ἀγνοεῖν τὸν τῆς
δικαιοσύνης θεόν, οἱ δὲ διὰ τὸ ἀγνοεῖν τὸν τῶν ὅλων πατέρα, ὃν μόνος ἐλθὼν ὁ
μόνος εἰδὼς ἐφανέρωσε. περιλείπεται δὲ ἡμῖν ἀξιωθεῖσί γε τῆς ἀμφοτέρων τούτων
<γνώσεως> ἐκφῆναί σοι καὶ ἀκριβῶσαι αὐτόν τε τὸν νόμον, ποταπός τις εἴη,
καὶ τὸν ὑφ' οὗ τέθειται, τὸν νομοθέτην, <τῶν> ῥηθησομένων ἡμῖν τὰς
ἀποδείξεις ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν λόγων παριστῶντες, δι' ὧν μόνον ἔστιν
ἀπταίστως ἐπὶ τὴν κατάληψιν τῶν ὄντων ὁδηγεῖσθαι.
4. Πρῶτον οὖν μαθητέον ὅτι ὁ σύμπας ἐκεῖνος νόμος ὁ ἐμπεριεχόμενος τῇ Μωσέως
πεντατεύχῳ οὐ πρὸς ἑνός τινος νενομοθέτηται, λέγω δὴ οὐχ ὑπὸ μόνου θεοῦ, ἀλλ'
εἰσί τινες αὐτοῦ προστάξεις καὶ ὑπ' ἀνθρώπων τεθεῖσαι. καὶ τριχῆ τοῦτον
διαιρεῖσθαι οἱ τοῦ σωτῆρος λόγοι διδάσκουσιν ἡμᾶς. εἴς τε γὰρ αὐτὸν τὸν θεὸν
καὶ τὴν τούτου νομοθεσίαν διαιρεῖται, <διαιρεῖται> δὲ καὶ εἰς τὸν Μωσέα
(οὐ καθὰ δι' αὐτοῦ νομοθετεῖ ὁ θεός, ἀλλὰ καθὰ ἀπὸ τῆς ἰδίας ἐννοίας ὁρμώμενος
καὶ ὁ Μωσῆς ἐνομοθέτησέ τινα) καὶ εἰς τοὺς πρεσβυτέρους τοῦ λαοῦ διαιρεῖται,
<οἳ> καὶ αὐτοὶ εὑρίσκονται ἐντολάς τινας ἐνθέντες ἰδίας. πῶς οὖν τοῦτο
οὕτως ἔχον ἐκ τῶν τοῦ σωτῆρος δείκνυται λόγων, μάθοις δἂν ἤδη. διαλεγόμενός που
ὁ σωτὴρ πρὸς τοὺς περὶ τοῦ ἀποστασίου συζητοῦντας αὐτῷ, ὃ δὴ ἀποστάσιον ἐξεῖναι
νενομοθέτητο, ἔφη αὐτοῖς ὅτι «Μωυσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν τὸ
ἀπολύειν τὴν γυναῖκα αὐτοῦ. ἀπ' ἀρχῆς γὰρ οὐ γέγονεν οὕτως. θεὸς γάρ, φησί,
συνέζευξε ταύτην τὴν συζυγίαν, καὶ ὃ συνέζευξεν ὁ κύριος, ἄνθρωπος, ἔφη, μὴ
χωριζέτω». ἐνταῦθα ἕτερον μὲν <τὸν> τοῦ θεοῦ δείκνυσι νόμον, τὸν κωλύοντα
χωρίζεσθαι γυναῖκα ἀπὸ ἀνδρὸς αὐτῆς, ἕτερον δὲ τὸν τοῦ Μωσέως, τὸν διὰ τὴν
σκληροκαρδίαν ἐπιτρέποντα χωρίζεσθαι τοῦτο τὸ ζεῦγος. καὶ δὴ κατὰ τοῦτο ἐναντία
τῷ θεῷ νομοθετεῖ ὁ Μωσῆς· ἐναντίον γάρ ἐστι τῷ μὴ * διαζευγνύναι. ἐὰν μέντοι
καὶ τὴν τοῦ Μωσέως γνώμην, καθ' ἣν τοῦτο ἐνομοθέτησεν, ἐξετάσωμεν, εὑρεθήσεται
τοῦτο οὐ κατὰ προαίρεσιν ποιήσας τὴν ἑαυτοῦ, ἀλλὰ κατὰ ἀνάγκην διὰ τὴν τῶν
νενομοθετημένων ἀσθένειαν. ἐπεὶ γὰρ τὴν τοῦ θεοῦ γνώμην φυλάττειν οὐκ ἠδύναντο
οὗτοι, ἐν τῷ μὴ ἐξεῖναι αὐτοῖς ἐκβάλλειν τὰς γυναῖκας αὐτῶν, αἷς τινὲς αὐτῶν
ἀηδῶς συνῴκουν καὶ ἐκινδύνευον ἐκ τούτου ἐκτρέπεσθαι πλέον εἰς ἀδικίαν καὶ ἐκ
ταύτης εἰς ἀπώλειαν, τὸ ἀηδὲς τοῦτο βουλόμενος ἐκκόψαι αὐτῶν ὁ Μωσῆς, δι' οὗ
καὶ ἀπόλλεσθαι ἐκινδύνευον, δεύτερόν τινα, ὡς κατὰ περίστασιν ἧττον κακὸν ἀντὶ
μείζονος ἀντικαταλλασσόμενος, τὸν τοῦ ἀποστασίου νόμον ἀφ' ἑαυτοῦ ἐνομοθέτησεν
αὐτοῖς, ἵνα, ἐὰν ἐκεῖνον μὴ δύνωνται φυλάσσειν, κἂν τοῦτόν γε φυλάξωσι καὶ μὴ
εἰς ἀδικίας καὶ κακίας ἐκτραπῶσι, δι' ὧν ἀπώλεια αὐτοῖς ἔμελλεν τελειοτάτη
ἐπακολουθήσειν. αὕτη μὲν ἡ τούτου γνώμη, καθ' ἣν ἀντινομοθετῶν εὑρίσκεται τῷ
θεῷ· πλὴν ὅτι γε Μωσέως αὐτοῦ δείκνυται ἐνταῦθα ἕτερος ὢν παρὰ τὸν τοῦ θεοῦ
νόμον, ἀναμφισβήτητόν ἐστι, κἂν δι' ἑνὸς τανῦν ὦμεν δεδειχότες.
ὅτι δὲ καὶ τῶν πρεσβυτέρων εἰσίν τινες συμπεπλεγμέναι παραδόσεις ἐν τῷ νόμῳ,
δηλοῖ καὶ τοῦτο ὁ σωτήρ. «ὁ γὰρ θεός» φησίν «εἶπεν, τίμα τὸν πατέρα σου καὶ τὴν
μητέρα σου, ἵνα εὖ σοι γένηται. ὑμεῖς δέ, φησίν, εἰρήκατε, τοῖς πρεσβυτέροις
λέγων· δῶρον τῷ θεῷ ὃ ἐὰν ὠφεληθῇς ἐξ ἐμοῦ, καὶ ἠκυρώσατε τὸν νόμον τοῦ θεοῦ,
διὰ τὴν παράδοσιν ὑμῶν τῶν πρεσβυτέρων. τοῦτο δὲ Ἠσαΐας ἐξεφώνησεν εἰπών· ὁ
λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ. μάτην
δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων». σαφῶς οὖν ἐκ
τούτων εἰς τρία διαιρούμενος ὁ σύμπας ἐκεῖνος δείκνυται νόμος· Μωσέως τε γὰρ
αὐτοῦ καὶ τῶν πρεσβυτέρων καὶ αὐτοῦ τοῦ θεοῦ εὕρομεν νομοθεσίαν ἐν αὐτῷ. αὕτη
μὲν οὖν ἡ διαίρεσις τοῦ σύμπαντος ἐκείνου νόμου ὧδε ἡμῖν διαιρεθεῖσα τὸ ἐν αὐτῷ
ἀληθὲς ἀναπέφαγκεν.
5. Πάλιν δὲ δὴ τὸ ἓν μέρος, ὁ αὐτοῦ τοῦ θεοῦ νόμος, διαιρεῖται εἰς τρία
τινά· εἴς τε τὴν καθαρὰν νομοθεσίαν τὴν ἀσύμπλοκον τῷ κακῷ, ὃς καὶ κυρίως νόμος
λέγεται, ὃν οὐκ ἦλθε καταλῦσαι ὁ σωτὴρ ἀλλὰ πληρῶσαι (οὐ γὰρ ἦν ἀλλότριος αὐτοῦ
ὃν ἐπλήρωσεν, <ἔδει δὲ πληρώσεως>· οὐ γὰρ εἶχεν τὸ τέλειον) καὶ εἰς τὸν
συμπεπλεγμένον τῷ χείρονι καὶ τῇ ἀδικίᾳ, ὃν ἀνεῖλεν ὁ σωτὴρ ἀνοίκειον ὄντα τῇ
ἑαυτοῦ φύσει· διαιρεῖται δὲ καὶ εἰς τὸ τυπικὸν καὶ συμβολικὸν τὸ κατ' εἰκόνα
τῶν πνευματικῶν καὶ διαφερόντων νομοθετηθέν· ὃ μετέθηκεν ὁ σωτὴρ ἀπὸ αἰσθητοῦ
καὶ φαινομένου ἐπὶ τὸ πνευματικὸν καὶ ἀόρατον.
καὶ ἔστι μὲν ὁ τοῦ θεοῦ νόμος, ὁ καθαρὸς καὶ ἀσύμπλοκος τῷ χείρονι, αὐτὴ ἡ
δεκάλογος, οἱ δέκα λόγοι ἐκεῖνοι οἱ ἐν ταῖς δυσὶ πλαξὶ δεδιχασμένοι, εἴς τε ἀναίρεσιν
τῶν ἀφεκτέων καὶ εἰς πρόσταξιν τῶν ποιητέων, οἳ καίπερ καθαρὰν ἔχοντες τὴν
νομοθεσίαν, μὴ ἔχοντες δὲ τὸ τέλειον, ἐδέοντο τῆς παρὰ τοῦ σωτῆρος πληρώσεως.
ὁ δέ [ἐστι] συμπεπλεγμένος τῇ ἀδικίᾳ, οὗτος ὁ κατὰ τὴν ἄμυναν καὶ
ἀνταπόδοσιν τῶν προαδικησάντων κείμενος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ
ὀδόντος ἐκκόπτεσθαι κελεύων καὶ φόνον ἀντὶ φόνου ἀμύνασθαι· οὐδὲν γὰρ ἧττον καὶ
ὁ δεύτερος ἀδικῶν ἀδικεῖ, τῇ τάξει μόνον διαλλάσσων τὸ αὐτὸ ἐργαζόμενος ἔργον.
τοῦτο δὲ τὸ πρόσταγμα δίκαιον μὲν ἄλλως καὶ ἦν καὶ ἔστι, διὰ τὴν ἀσθένειαν τῶν
νομοθετηθέντων ἐν παρεκβάσει τοῦ καθαροῦ νόμου τεθέν, ἀνοίκειον δὲ τῇ τοῦ
πατρὸς τῶν ὅλων φύσει τε καὶ ἀγαθότητι. ἴσως δὲ τοῦτο κατάλληλον, ἐπάναγκες δὲ
μᾶλλον· ὁ γὰρ καὶ τὸν ἕνα φόνον οὐ βουλόμενος ἔσεσθαι ἐν τῷ λέγειν «οὐ φονεύσεις»,
προστάξας τὸν φονέα ἀντιφονεύεσθαι, δεύτερον νόμον νομοθετῶν καὶ δυσὶ φόνοις
βραβεύων ὁ τὸν ἕνα ἀπαγορεύσας ἔλαθεν ἑαυτὸν ὑπ' ἀνάγκης κλαπείς. διὸ δὴ ὁ ἀπ'
ἐκείνου παραγενόμενος υἱὸς τοῦτο τὸ μέρος τοῦ νόμου ἀνῄρηκεν, ὁμολογήσας καὶ
αὐτὸ εἶναι τοῦ θεοῦ, <ὥσπερ> ἔν τε τοῖς ἄλλοις † καταριθμεῖται τῇ παλαιᾷ
αἱρέσει καὶ ἐν οἷς ἔφη «ὁ θεὸς εἰπών· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ
τελευτάτω».
τὸ δέ ἐστι μέρος αὐτοῦ τυπικόν, τὸ κατ' εἰκόνα τῶν πνευματικῶν καὶ
διαφερόντων κείμενον, τὰ ἐν προσφοραῖς λέγω καὶ περιτομῇ καὶ σαββάτῳ καὶ
νηστείᾳ καὶ πάσχα καὶ ἀζύμοις καὶ τοῖς τοιούτοις νομοθετηθέντα. πάντα γὰρ
ταῦτα, εἰκόνες καὶ σύμβολα ὄντα, τῆς ἀληθείας φανερωθείσης μετετέθη· κατὰ μὲν
τὸ φαινόμενον καὶ <τὸ> σωματικῶς ἐκτελεῖσθαι ἀνῃρέθη, κατὰ δὲ τὸ πνευματικὸν
ἀνελήφθη, τῶν μὲν ὀνομάτων τῶν αὐτῶν μενόντων, ἐνηλλαγμένων δὲ τῶν πραγμάτων.
καὶ γὰρ προσφορὰς προσφέρειν προσέταξεν ἡμῖν ὁ σωτήρ, ἀλλ' οὐχὶ τὰς δι' ἀλόγων
ζῴων ἢ τούτων τῶν θυμιαμάτων, ἀλλὰ διὰ πνευματικῶν αἴνων καὶ δοξῶν καὶ
εὐχαριστίας καὶ διὰ τῆς εἰς τοὺς πλησίον κοινωνίας καὶ εὐποιίας. καὶ περιτομὴν
περιτετμῆσθαι ἡμᾶς βούλεται, ἀλλ' οὐχὶ τῆς ἀκροβυστίας τῆς σωματικῆς, ἀλλὰ
καρδίας τῆς πνευματικῆς. καὶ τὸ σάββατον <δὲ> φυλάσσειν· ἀργεῖν γὰρ θέλει
ἡμᾶς ἀπὸ τῶν ἔργων τῶν πονηρῶν. καὶ νηστεύειν δέ· ἀλλὰ οὐχὶ τὴν σωματικὴν
βούλεται νηστείαν ἡμᾶς νηστεύειν, ἀλλὰ τὴν πνευματικήν, ἐν ᾗ ἐστιν ἀποχὴ πάντων
τῶν φαύλων. φυλάσσεται μέντοι γε καὶ παρὰ τοῖς ἡμετέροις ἡ κατὰ τὸ φαινόμενον
νηστεία, ἐπεὶ καὶ ψυχῇ τι συμβάλλεσθαι δύναται αὕτη μετὰ λόγου γινομένη, ὁπότε
μηδὲ διὰ τὴν πρός τινας μίμησιν γίνεται μήτε διὰ τὸ ἔθος μήτε διὰ τὴν ἡμέραν,
ὡς ὡρισμένης <εἰς> τοῦτο ἡμέρας. ἅμα δὲ καὶ εἰς ἀνάμνησιν τῆς ἀληθινῆς
νηστείας, ἵνα οἱ μηδέπω ἐκείνην δυνάμενοι νηστεύειν ἀπὸ τῆς κατὰ τὸ φαινόμενον
νηστείας ἔχωσι τὴν ἀνάμνησιν αὐτῆς. καὶ τὸ πάσχα δὲ ὁμοίως καὶ τὰ ἄζυμα, ὅτι
εἰκόνες ἦσαν, δηλοῖ καὶ Παῦλος ὁ ἀπόστολος «τὸ δὲ πάσχα ἡμῶν, λέγων, ἐτύθη
Χριστός», καί «ἵνα ἦτε, φησίν, ἄζυμοι, μὴ μετέχοντες ζύμης (ζύμην δὲ νῦν τὴν
κακίαν λέγει), ἀλλ' ἦτε νέον φύραμα».
6. Οὕτως γοῦν καὶ αὐτὸς ὁ τοῦ θεοῦ εἶναι νόμος ὁμολογούμενος εἰς τρία
διαιρεῖται, εἴς τε τὸ πληρούμενον ἀπὸ τοῦ σωτῆρος (τὸ γάρ «οὐ φονεύσεις, οὐ
μοιχεύσεις, οὐκ ἐπιορκήσεις» ἐν τῷ μηδ' ὀργισθῆναι μηδὲ ἐπιθυμῆσαι μηδὲ ὀμόσαι
περιείληπται)· διαιρεῖται δὲ καὶ εἰς τὸ ἀναιρούμενον τελείως. τὸ γάρ «ὀφθαλμὸν
ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» συμπεπλεγμένον τῇ ἀδικίᾳ καὶ αὐτὸ ἔργον
τῆς ἀδικίας ἔχον, ἀνῃρέθη ὑπὸ τοῦ σωτῆρος διὰ τῶν ἐναντίων. τὰ δὲ ἐναντία
ἀλλήλων ἐστὶν ἀναιρετικά· «ἐγὼ γὰρ λέγω ὑμῖν μὴ ἀντιστῆναι ὅλως τῷ πονηρῷ, ἀλλὰ
ἐάν τίς σε ῥαπίσῃ, στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα». διαιρεῖται δὲ καὶ εἰς
τὸ μετατεθὲν καὶ ἐναλλαγὲν ἀπὸ τοῦ σωματικοῦ ἐπὶ τὸ πνευματικόν, τὸ συμβολικὸν
τοῦτο <τὸ> κατ' εἰκόνα τῶν διαφερόντων νενομοθετημένον. αἱ γὰρ εἰκόνες
καὶ τὰ σύμβολα παραστατικὰ ὄντα ἑτέρων πραγμάτων καλῶς ἐγίνοντο μέχρι μὴ παρῆν
ἡ ἀλήθεια· παρούσης δὲ τῆς ἀληθείας τὰ τῆς ἀληθείας δεῖ ποιεῖν, οὐ τὰ τῆς
εἰκόνος. ταῦτα δὲ καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ ὁ ἀπόστολος Παῦλος ἔδειξε, τὸ μὲν
τῶν εἰκόνων, ὡς ἤδη εἴπομεν, διὰ τοῦ πάσχα καὶ τῶν ἀζύμων δείξας δι' ἡμᾶς, τὸ
δὲ τοῦ συμπεπλεγμένου νόμου τῇ ἀδικίᾳ, εἰπών «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι
κατηργῆσθαι», τὸ δὲ τοῦ ἀσυμπλόκου τῷ χείρονι, «ὁ μὲν νόμος» εἰπών «ἅγιος, καὶ
ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή».
7. Ὡς μὲν οὖν συντόμως ἔστιν εἰπεῖν, αὐτάρκως οἶμαί σοι δεδεῖχθαι καὶ τὴν ἐξ
ἀνθρώπων παρεισδύσασαν νομοθεσίαν καὶ αὐτὸν τὸν τοῦ θεοῦ νόμον τριχῆ
διαιρούμενον. περιλείπεται δὲ ἡμῖν τίς ποτέ ἐστιν οὗτος ὁ θεὸς ὁ τὸν νόμον
θέμενος. ἀλλὰ καὶ τοῦτο ἡγοῦμαί σοι δεδεῖχθαι ἐπὶ τῶν προειρημένων, εἰ ἐπιμελῶς
ἀκήκοας. εἰ γὰρ μήτε ὑπ' αὐτοῦ τοῦ τελείου θεοῦ τέθειται οὗτος, ὡς ἐδιδάξαμεν,
μήτε μὴν ὑπὸ τοῦ διαβόλου, ὃ μηδὲ θεμιτόν ἐστιν εἰπεῖν, ἕτερός τίς ἐστι παρὰ
τούτους οὗτος ὁ θέμενος τὸν νόμον. οὗτος δὲ δημιουργὸς καὶ ποιητὴς τοῦδε τοῦ
παντός ἐστι κόσμου καὶ τῶν ἐν αὐτῷ· ἕτερος ὢν παρὰ τὰς τούτων οὐσίας μέσος
<τε> τούτων καθεστώς, ἐνδίκως καὶ τὸ τῆς μεσότητος ὄνομα ἀποφέροιτο ἄν.
καὶ εἰ ὁ τέλειος θεὸς ἀγαθός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥσπερ καὶ ἔστιν (ἕνα
γὰρ μόνον εἶναι ἀγαθὸν θεὸν τὸν ἑαυτοῦ πατέρα ὁ σωτὴρ ἡμῶν ἀπεφήνατο, ὃν αὐτὸς
ἐφανέρωσεν), ἔστι δὲ καὶ ὁ τῆς τοῦ ἀντικειμένου φύσεως κακός τε καὶ πονηρὸς ἐν
ἀδικίᾳ χαρακτηριζόμενος, τούτων δὲ οὖν μέσος καθεστὼς καὶ μήτε ἀγαθὸς ὢν μήτε
μὴν κακὸς μήτε ἄδικος, ἰδίως γε λεχθείη ἂν δίκαιος, τῆς κατ' αὐτὸν δικαιοσύνης
ὢν βραβευτής. καὶ ἔσται μὲν καταδεέστερος τοῦ τελείου θεοῦ καὶ τῆς ἐκείνου
δικαιοσύνης ἐλάττων οὗτος ὁ θεός, ἅτε δὴ καὶ γεννητὸς ὢν καὶ οὐκ ἀγέννητος (εἷς
γάρ ἐστιν ἀγέννητος ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, ἰδίως τῶν πάντων ἠρτημένων ἀπ' αὐτοῦ),
μείζων δὲ καὶ κυριώτερος τοῦ ἀντικειμένου γενήσεται καὶ ἑτέρας οὐσίας τε καὶ
φύσεως πεφυκὼς παρὰ τὴν ἑκατέρων τούτων οὐσίαν. τοῦ μὲν γὰρ ἀντικειμένου ἐστὶν
ἡ οὐσία φθορά τε καὶ σκότος (ὑλικὸς γὰρ οὗτος καὶ πολυσχιδής), τοῦ δὲ πατρὸς
τῶν ὅλων τοῦ ἀγεννήτου ἡ οὐσία ἐστὶν ἀφθαρσία τε καὶ φῶς αὐτοόν, ἁπλοῦν τε καὶ
μονοειδές· ἡ δὲ τούτου οὐσία διττὴν μέν τινα δύναμιν προήγαγεν, αὐτὸς δὲ τοῦ
κρείττονός ἐστιν εἰκών. μηδέ σε τανῦν τοῦτο θορυβείτω, θέλουσαν μαθεῖν πῶς ἀπὸ
μιᾶς ἀρχῆς τῶν ὅλων, <ἁπλῆς> οὔσης τε καὶ ὁμολογουμένης ἡμῖν καὶ
πεπιστευμένης, τῆς ἀγεννήτου καὶ ἀφθάρτου καὶ ἀγαθῆς, συνέστησαν καὶ αὗται αἱ
φύσεις, ἥ τε τῆς φθορᾶς καὶ <ἡ> τῆς μεσότητος, ἀνομοούσιοι αὗται
καθεστῶσαι, τοῦ ἀγαθοῦ φύσιν ἔχοντος τὰ ὅμοια ἑαυτῷ καὶ ὁμοούσια γεννᾶν τε καὶ
προφέρειν. μαθήσῃ γάρ, θεοῦ διδόντος, ἑξῆς καὶ τὴν τούτων ἀρχήν τε καὶ
γέννησιν, ἀξιουμένη τῆς ἀποστολικῆς παραδόσεως, ἣν ἐκ διαδοχῆς καὶ ἡμεῖς
παρειλήφαμεν μετὰ καὶ τοῦ κανονίσαι πάντας τοὺς λόγους τῇ τοῦ σωτῆρος ἡμῶν
διδασκαλίᾳ.
ταῦτά σοι, ὦ ἀδελφή μου Φλώρα, δι' ὀλίγων εἰρημένα οὐκ ἠτόνησα καὶ τὸ τῆς
συντομίας προέγραψα ἅμα τε τὸ προκείμενον ἀποχρώντως ἐξέφηνα, ἃ καὶ εἰς τὰ ἑξῆς
τὰ μέγιστά σοι συμβαλεῖται, ἐάν γε ὡς καλὴ γῆ καὶ ἀγαθὴ γονίμων σπερμάτων
τυχοῦσα τὸν δι' αὐτῶν καρπὸν ἀναδείξῃς.»
Πτολεμαίου πρὸς Φλώραν ἐπληρώθη
8. Τίς δὲ τούτων τῶν ῥημάτων καὶ τῆς τοῦ γόητος τούτου καὶ [τῆς] τῶν σὺν
αὐτῷ ἀνέξεται φρενοβλαβείας, Πτολεμαίου δέ φημι καὶ τῶν ἀμφ' αὐτόν, εἰς
τοσοῦτον κυκώντων καὶ καττυόντων πλάσματα; οὔτε γὰρ τῶν παλαιῶν τραγῳδοποιῶν
τις οὔτε οἱ καθεξῆς μιμηλοὶ τὸν τρόπον, οἱ περὶ Φιλιστίωνα λέγω καὶ Διογένη τὸν
τὰ ἄπιστα γράψαντα ἢ οἱ ἄλλοι πάντες οἱ τοὺς μύθους ἀναγεγραφότες καὶ
ῥαψῳδήσαντες, τοσοῦτον ψεῦδος ἠδυνήθησαν ἐκτυπῶσαι, ὡς οὗτοι τολμηρῶς φερόμενοι
κατὰ τῆς ἑαυτῶν ζωῆς δεινὰ ἑαυτοῖς κατεσκεύασαν καὶ τὸν νοῦν τῶν πειθομένων
αὐτοῖς ἀνθρώπων εἰς μωρὰς ζητήσεις περιέβαλον καὶ γενεαλογίας ἀπεράντους, αὐτοὶ
τὰ ἐν χερσὶ μὴ ἐπιστάμενοι καὶ τὰ ἐπουράνια ἐπαγγελλόμενοι μέτροις τισὶν
ὁροθετεῖν καί τινων μαιωτικῶν μητρῶν ὡς ἐπουρανίων, τῶν οὐκ οὐσῶν ὡς ὑπαρχουσῶν
ἐπιστήμας ἀναδεχόμενοι. ἀκούσας δέ τις παρὰ τούτων, εἰ μὲν τῶν ἀφρονεστάτων
εἴη, τῷ ψεύδει νομίζων τι παρ' αὐτοῖς μετάρσιον ἐγνωκέναι ῥᾳδίως ὑπαχθήσεται
(«ὅτι πᾶν ὄρνεον κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ κολληθήσεται ἀνήρ», φησὶν ἡ
γραφή)· εἰ δέ τις περιτύχοι αὐτοῖς τῶν συνετῶν καὶ τὸν εὔλογον λογισμὸν
κεκτημένων, καταγελάσει μὲν τῆς τοσαύτης ληρῳδίας, ἀπ' αὐτῆς δὲ τῆς ὑποθέσεως
τῶν παρ' αὐτοῖς λεγομένων τὴν ἀνατροπὴν εἴσεται. ἐλέγχονται γὰρ οὗτοι
παντάπασι, καθ' ἑαυτῶν ὁπλιζόμενοι τὰ ψεύδη τῆς αὐτῶν ματαιοπονίας.
πόθεν γὰρ ὑμῖν, ὦ οὗτοι Πτολεμαῖοί τε καὶ Πτολεμαῖαι, τοῦ Βυθοῦ τὰ μέτρα καὶ
αἱ μαιώσεις τῶν τοκετῶν καὶ γεννητικῶν ὑποθέσεων ἡ γνῶσις; ὡς γὰρ παρόντες καὶ
τῶν ἐπουρανίων τὰς φύσεις θεασάμενοι καὶ ὡς αὐτοῦ προόντες τοῦ παρ' ὑμῖν Βυθοῦ
καλουμένου, ἐπαγγέλλεσθε τὴν εἴδησιν ἡμῖν ὑποδεικνύναι, οὐδενὸς πώποτε τῶν
προφητῶν τοῦτο εἰρηκότος, οὐκ αὐτοῦ Μωυσέως οὐ τῶν πρὸ αὐτοῦ οὐ τῶν μετ' αὐτὸν
οὐ τῶν εὐαγγελιστῶν οὐ τῶν ἀποστόλων, εἰ μὴ ἄρα τὰ ἐθνόμυθα ποιήματα εἴποις τῶν
περὶ Ὀρφέα τε καὶ Ἡσίοδον καὶ Ἱκέσιον καὶ Στησίχορον, παρ' οἷς αἱ τῶν ἀνθρώπων
γενεαὶ μετεποιήθησαν εἰς θεῶν ἐπωνυμίας καὶ τὰ ἐν ἀνθρώποις τετελεσμένα
ποιητικῶς ἐδραματουργήθη. κἀκεῖνοι γὰρ οὕτως ἐνόμισαν, ἐκθειάσαντές <τε>
τοὺς περὶ Δία καὶ Ῥέαν καὶ Ἥραν καὶ Ἀθηνᾶν καὶ Ἀπόλλωνα καὶ Ἀφροδίτην καὶ τὰς
τούτων κακίας γονὰς τιμήσαντες, εἰς φαντασίαν πολυθεΐας καὶ εἰδωλολατρείας τὸν
κόσμον ἐνέβαλον. ἀλλὰ οὐκέτι μοι πολλή τις χρεία γενήσεται εἰς τὴν σοῦ, ὦ
Πτολεμαῖε, ἀνατροπήν τε καὶ ἔλεγχον καὶ τῶν κατὰ σέ, ἤδη τῶν σῶν προπατόρων τὸν
ἔλεγχον ἱκανῶς εἰληφότων. διὰ δὲ τῶν προειρημένων τὴν κατὰ σοῦ αἰσχύνην
συστησάμενος διέξειμι τὴν τῶν ἑτέρων πλάνην, θεὸν ἐπικαλούμενος ἐπίκουρον τῆς
ἡμῶν μετριότητος, ὅπως τὴν παρ' ἑκάστῳ ἔθνει κακῶς ἐπινενοημένην ὑπόθεσιν
φωράσω τε καὶ θριαμβεύσω, ἐπὶ τῇ ἐπαγγελίᾳ τῆς σπουδῆς παρὰ θεοῦ αἰτούμενος τὴν
χάριν.
9. Ἵνα δὲ μὴ ἀβασάνιστα ᾖ τὰ τρία σου λεξείδια, ἃ δὴ πρὸς Φλώραν τὸ γύναιον
ἐπιστέλλων ἐκομπάσω, <ὦ> Πτολεμαῖε (ἀεὶ γὰρ αἱ ὀφιώδεις διδασκαλίαι
γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀπατῶσι, κατὰ τὸν τοῦ ἀποστόλου λόγον), [καὶ]
αὐτὰς δὴ τὰς λέξεις καιρίως ἐνταῦθα παραθέμενος, καὶ τὴν αὐτῶν ἀνατροπήν,
ἀναγκαίαν οὖσαν εἰς τὸ μὴ καταλειφθῆναι ῥίζαν τῆς ζιζανιώδους σου σπορᾶς, ἑξῆς
ἀκολούθως ποιήσομαι.
Φάσκεις γάρ, ὦ οὗτος, τὸν νόμον τριχῆ διῃρῆσθαι καὶ τὸ μὲν ἔχειν τι ἐκ τοῦ
θεοῦ, τὸ δὲ ἐκ Μωυσέως, τὸ δὲ ἐκ τῶν πρεσβυτέρων. καὶ ὅτι μὲν <ὅπερ> ἐκ
τῶν πρεσβυτέρων οἴει γεγραμμένον οὐκ ἔχεις που ἀποδεῖξαι, τοῦτό ἐστι δῆλον.
οὐδαμοῦ γὰρ ἐν νόμῳ ἐμφέρονται αἱ τῶν πρεσβυτέρων παραδόσεις. ἀλλὰ ἀγνοῶν καὶ
τὰς βίβλους καὶ τὴν ἀλήθειαν φαντάζῃ συκοφαντῶν καὶ τὰς ἀκολουθίας † ἀγνοῶν
ἑκάστης ἀκριβοῦς εἰδήσεως. αἱ γὰρ παραδόσεις τῶν πρεσβυτέρων δευτερώσεις παρὰ
τοῖς Ἰουδαίοις λέγονται. εἰσὶ δὲ αὗται τέσσαρες· μία μὲν ἡ εἰς ὄνομα Μωυσέως
φερομένη, δευτέρα δὲ ἡ τοῦ καλουμένου Ῥαββὶ Ἀκίβα, τρίτη Ἀδδᾶ ἤτοι Ἰούδα,
τετάρτη τῶν υἱῶν Ἀσαμωναίου. ἐπεὶ ποῦ ἔχεις, φιλόνεικε καὶ ἀκατάστατε τὴν
γνώμην, δεῖξαι ἐν ταῖς πέντε βίβλοις τῆς πεντατεύχου καὶ θεοῦ νομοθεσίας ὅτι
ἐρρήθη ὁ λόγος ὁ παρὰ τῷ σωτῆρι εἰρημένος «<ὃς> ἐρεῖ τῷ πατρὶ αὐτοῦ κορβὰν
ὅ ἐστι δῶρον, οὐκ ὠφεληθήσεταί τι ἐξ αὐτοῦ»; ἀλλὰ οὐκ ἔχεις δεῖξαι. ἄρα γοῦν
ἐξέπεσέ σου ὁ λόγος, τοῦ ῥήματος οὐδαμοῦ ἐν τῇ πεντατεύχῳ ἐμφερομένου. καὶ
μάτην τὴν ὑπὸ σοῦ ἠπατημένην Φλώραν ἐφάντασας τὰ δὲ ὑπὸ Μωυσέως * οὐκ ἐκτὸς τοῦ
θεοῦ καὶ αὐτὰ ἐνομοθετήθη, ἀλλὰ ἐκ τοῦ θεοῦ διὰ Μωυσέως, ὃ καὶ ἐξ αὐτῆς τῆς τοῦ
σωτῆρος ἐπικρίσεως δείκνυται. αὐτὰς γὰρ ἃς παρήγαγες μαρτυρίας κατὰ σαυτοῦ
ἐπισυνήγαγες. φάσκει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ὅτι «Μωυσῆς ἔγραψεν κατὰ τὴν
σκληροκαρδίαν ὑμῶν»· ὃ δὲ ἔγραψε Μωυσῆς οὐκ ἐκτὸς βουλήσεως θεοῦ ἔγραψεν, ἀλλ'
ἐκ πνεύματος ἁγίου ἐνομοθέτησε. λέγει γὰρ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ· «ὃ ὁ θεὸς
συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω». καὶ πῶς συνέζευξεν, διεξῆλθεν * τὸ ῥῆμα ἵνα
μάθωμεν λέγων «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα
αὐτοῦ καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν».
εἶτα ἐπιφέρει λέγων «ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω»· καίτοι γε
οὐδαμοῦ τοῦ κυρίου τοῦτο εἰρηκότος, ὁπηνίκα τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἔπλασεν ἢ
μόνον «ποιήσωμεν αὐτῷ κατ' αὐτὸν βοηθόν». ἀλλὰ τοῦτο ὑπὸ τοῦ Ἀδὰμ εἴρηται, ὅτε
ἀνέστη ἐκ τοῦ ὕπνου καὶ εἶπεν «τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ
τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη»· εἶτά
φησιν «ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ,
καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». οὐ τοῦ
θεοῦ τοίνυν τοῦτο εἰπόντος, τοῦ δὲ Ἀδὰμ εἰρηκότος, τοῦ κυρίου δὲ
ἐπιμαρτυροῦντος ἐν τῷ εὐαγγελίῳ θεοῦ εἶναι τὸ ῥῆμα τὸ διὰ τοῦ Ἀδὰμ εἰρημένον,
ἀπ' αὐτῆς τῆς ὑποθέσεως ἔδειξεν, ὅτι ἐκεῖ μὲν Ἀδὰμ εἴρηκεν θεοῦ δὲ βουλήσει
ἐφθέγγετο καὶ ὧδε ὁ Μωυσῆς ἐνομοθέτησεν θεοῦ αὐτῷ καταγγείλαντος τὴν
νομοθεσίαν. καὶ αὗται μὲν ἤδη αἱ δύο σου λέξεις διέπεσον, καὶ οὐ πόρρωθεν, ἀλλὰ
ἀπ' αὐτῆς τῆς χρήσεως. καὶ ὅτι μὲν νομοθεσία θεοῦ ἔστιν, τοῦτο δῆλον. πανταχοῦ
δὲ θεὸς νομοθετεῖ τὰ μὲν εἰς χρόνους, τὰ δὲ εἰς τύπους, τὰ δὲ εἰς ἀποκάλυψιν
τῶν μελλόντων ἔσεσθαι ἀγαθῶν, ὧν ἐλθὼν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἔδειξε τὴν
πλήρωσιν ἐν τῷ εὐαγγελίῳ.
10. Τὰ δὲ τῆς παρὰ σοὶ ἑτέρας θεῶν διαιρέσεως τριχῆ πάλιν διαιρεθείσης
ἐπαναλαβὼν καὶ αὐτὰ δείξω παρὰ σοὶ σεσυκοφαντημένα καὶ οὐκ ἄλλο τι ὂν ἀλλὰ
γόητος τὸ ἔργον. ποῖος γὰρ ἡμῖν τρίτος θεὸς πάρεστιν, ἐκ δύο συσταθεὶς
ὁμοιωμάτων καὶ οὔθ' ἕτερον ὢν τῶν δύο, οὔτε τὴν κακίαν ἔχων καὶ ἀδικίαν ὡς
ἔφης, οὔτε τὴν ἀγαθότητα καὶ φωτεινὴν οὐσίαν, μεσαίτατος δὲ ὢν δίκαιος; καὶ γὰρ
ἀληθῶς ἀλλότριος ὢν πάσης δικαιοσύνης εἰκότως ἀγνοεῖς τί ποτέ ἐστι δικαιοσύνη,
ἑτέραν αὐτὴν παρὰ τὴν ἀγαθότητα νομίζων. πολὺ δὲ ἐλεγχθήσῃ, ὦ ῥᾳδιουργὲ καὶ
ἀλλότριε τῆς ἀληθείας· οὐδαμόθεν γὰρ γίνεται τὸ δίκαιον ἀλλ' ἐξ ἀγαθότητος καὶ
οὐδὲ ἄλλως τις γενήσεται ἀγαθός, εἰ μὴ ᾖ δίκαιος. ὅθεν καὶ ὁ κύριος, ἐπαινῶν
τὴν νομοθεσίαν καὶ τοὺς αὐτῆς δικαίους, ἔλεγεν «κοσμεῖτε τοὺς τάφους τῶν
προφητῶν καὶ οἰκοδομεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ οἱ πατέρες ὑμῶν ἀπέκτειναν
αὐτούς». πόθεν δὲ γεγόνασι προφῆται καὶ δίκαιοι ἀλλ' ἢ ἀπὸ τῆς τοῦ πατρὸς
ἀγαθότητος; καὶ ἵνα δείξῃ ὅτι ἐν τῷ μέρει τῆς ἀγαθότητος ὁ δίκαιος ἕστηκεν,
ἔλεγεν «ὅμοιοι γένεσθε τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς, ὅτι ἀνατέλλει αὐτοῦ
τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ πονηροὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους», ἵνα
δείξῃ τὸ δίκαιον ἀγαθὸν καὶ τὸ ἀγαθὸν δίκαιον καὶ τὸ πονηρὸν ἄδικον καὶ τὸ
ἄδικον πονηρόν.
Τὴν δὲ ἐπιπλοκὴν ἣν ἔφης τοῦ νόμου οὐ δύνασαι ἀποδεῖξαι. ἑάλως γὰρ
συκοφαντῶν τὸν νόμον, ἐπιπλοκήν τινα αὐτῷ προσάπτων, διὰ τὸ εἰρηκέναι τὸν νόμον
«ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος» καὶ ἐπειδὴ φονεύει ὁ νόμος τὸν
φονευτήν. ἀλλὰ ἐξ αὐτῆς τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πραγματείας
δειχθήσεται ὅτι οὐκ ἐπιπλοκή τις ἦν, ἀλλ' ἡ αὐτὴ ἦν νομοθεσία καὶ τὸ αὐτὸ
ἐνεργεῖ τῇ ὑπὸ τοῦ σωτῆρος εἰρημένῃ ἐντολῇ ὅτι «ἐάν τίς σε τυπτήσῃ εἰς τὴν
δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην». καὶ <γὰρ καὶ> ὁ νόμος πάλαι
τοῦτο κατεσκεύαζε λέγων «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ», τουτέστιν «στρέψον αὐτῷ τὴν
σιαγόνα». ἵνα γὰρ διαφύγοι ἃ πάθοι ἂν εἰ πλήξει, παρεῖχε τὴν σιαγόνα τῷ
τύπτοντι, εἰδὼς ὅτι εἰ ἀφέλοι ὀφθαλμόν, τὰ αὐτὰ πείσεται διὰ τὸν νόμον.
11. Ὡς γὰρ ὁ πατὴρ βούλεται παιδεύειν τὰ τέκνα καὶ ἑκάστῃ ἡλικίᾳ ἁρμοζόμενος
προβαίνει τῇ παιδείᾳ, καὶ οὐκ ἴσως τὸ μικρὸν βρέφος παιδεύει τῷ μειρακίῳ οὐδὲ
τὸ μειράκιον ὡσαύτως τῷ νεανίσκῳ οὐδὲ τὸν νεανίαν τῷ τελείῳ ἀνδρί, ἀλλὰ τῷ μὲν
ὑποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς
ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος, νεανίσκῳ διὰ ῥάβδου, ἀνδρὶ δὲ ἐκδίκησις
τῶν μειζόνων παραπτωμάτων μαχαίρᾳ διὰ νόμου, οὕτως καὶ ὁ κύριος ἑξῆς ἐνομοθέτει
ἑκάστῃ γενεᾷ τὰ ἁρμόζοντα. ἐκείνους μὲν γὰρ φόβῳ ἐσωφρόνιζεν, ὡς παιδίοις
μικροῖς διαλεγόμενος καὶ ἀγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου πνεύματος, τοὺς δὲ
τελείους τελείων ἠξίου μυστηρίων. καὶ ἐν τῷ εὐαγγελίῳ γὰρ οὕτω πως λέγει τοῖς
μαθηταῖς ἐν πολλοῖς τόποις «οὐκ οἴδατε τί ποιῶ, ὕστερον δὲ γνώσεσθε», τουτέστιν
ὅταν τέλειοι γένησθε· καὶ πάλιν «οὐκ ᾔδεισαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν». ὁ δὲ
Παῦλος «οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι δύνασθε», δεικνὺς ὅτι καιρῶν προϊόντων
τελειότεραι ἐντολαί, οὖσαι μὲν αἱ αὐταί, μεταβαλλόμεναι δὲ εἰς ἑτέραν σχέσιν,
ἀλλὰ τοῖς νέοις μὲν ἄλλως σχηματιζόμεναι, ἑτέρως δὲ τοῖς ἐντελεστέροις.
νομοθετήσας γὰρ ὁ νόμος «ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» οὐκ εἶπεν αὐτοῖς, ἐκβάλετε
ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ἀλλ' ἐὰν ἐκβάλῃ τις ὀφθαλμόν, ἐκβληθήσεται ὁ ὀφθαλμὸς
τοῦ ἐκβαλόντος· ἕκαστος δὲ φειδόμενος τοῦ ἰδίου σώματος παρεδίδου τὴν σιαγόνα
τύπτεσθαι καὶ οὐκ ἔτυπτε. καὶ ἀπὸ τότε ἐφυλάττετο τὰ νῦν ἐν τῷ εὐαγγελίῳ
τηλαυγῶς εἰρημένα, τότε μὲν ἀνάγκῃ ὡς νέων σωφρονιζομένων, νῦν δὲ προαιρέσει
ἅτε δὴ τελείων πειθομένων. εἰ δὲ φάσκεις περιπλοκὴν εἶναι ταύτην, τὸ λέγειν
«ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ» καὶ τὸ τὸν φονέα φονεύεσθαι, ἰδοὺ καὶ περὶ τῆς ἡμέρας
τῆς κρίσεως βλέπομεν τὸν σωτῆρα λέγοντα «ὅτι ἐλεύσεται ὁ αὐτοῦ δεσπότης» (τοῦτο
δὲ περὶ ἑαυτοῦ ἔλεγεν, αὐτὸς πάντων ὢν δεσπότης) καί φησιν «καὶ διχοτομήσει
αὐτὸν τὸν δοῦλον καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει». οὐκοῦν καὶ κατὰ
τοῦ σωτῆρος ἐξοπλίζῃ συκοφαντῶν πάλιν ῥήματα καὶ εἴποις ἂν τοῦτον μὴ εἶναι
ἀγαθόν (καίτοι γε ἐκ πατρὸς ἀγαθοῦ γεγεννημένον καὶ ἀγαθὸν ὄντα), ἀλλὰ δίκαιον
καὶ [οὐθ'] ἕτερον παρὰ τὸν πατέρα. δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ
πατρὸς οὐσίας, ὦ οὗτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης καὶ γεωμέτρης τῶν
νόμων, τριχῶς τὰ πάντα διαιρῶν. καὶ τῷ μὲν εἰπεῖν ὅτι εἰς τύπους συμβολικῶς
τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἵνα διὰ τῶν ὀλίγων
δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι. καὶ γὰρ τῷ ὄντι «ἐκείνοις τυπικῶς συνέβαινεν,
ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν»,
<ὥς> φησιν ὁ ἁγιώτατος ἀπόστολος, περί τε περιτομῆς λέγων καὶ σαββάτου
καὶ τῶν ἄλλων.
εἴθε δὲ τὰ πάντα ἠλήθευες καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα ἔφερες
ἡμῖν, μᾶλλον δὲ σαυτῷ καὶ τοῖς ὑπὸ σοῦ ἠπατημένοις.
12. Νομίζω δὲ καὶ ἐν τῷ παρόντι ἱκανῶς πρὸς τάς σου λέξεις, ὦ ἀγύρτα,
εἰρῆσθαι, ὧν ποιήσας τὸν ἔλεγχον ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδιοῦμαι, τὸν αὐτὸν
θεὸν συνήθως ἐπικαλούμενος ἐπικουρῆσαι τῇ ἡμῶν μετριότητι εἰς τὸ φωρᾶσαι
ἑκάστης αἱρέσεως παραπεποιημένης τὸν ἔλεγχον. ὅτι μὲν γὰρ συρίγμασιν ἑαυτοῦ, ὡς
ἀπὸ θαλάσσης ἀνελθὼν καρχαρίας καὶ ἔχιδναν προκαλούμενος, τὴν Φλώραν διὰ τῶν
γραμμάτων αὐτήν τε καὶ ἄλλους σὺν αὐτῇ ἠπάτησεν, δέδεικται ἐν τοῖς εἰρημένοις·
ἐν δὲ τῇ τῆς ἀληθείας σαγήνῃ ἧς τὸ αἴνιγμα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ βασιλείαν
οὐρανῶν ἀπεφήνατο ἐνειλήσαντες καὶ τῶν πονηρῶν ἰχθύων ἕνα ὄντα αὐτὸν ἐλέγξαντες
τῷ τὰ μοχθηρὰ ῥήματα αὐτοῦ φωρατὰ ποιῆσαι, τῇ τῆς ἀληθοῦς πίστεως διδασκαλίᾳ
ἡττήσαμεν. ἐν τῇ τοῦ θεοῦ τοίνυν δυνάμει συντρίψαντες τοῦτον αὐτοὶ μὲν θεῷ
εὐχαριστήσωμεν, ἐπὶ δὲ τὰς ἑξῆς ὁμοίως ὡς προεῖπον προέρχεσθαι ἐπιβαλώμεθα.
Κατὰ Μαρκωσίων <ιδ>, τῆς δὲ ἀκολουθίας <λδ>
1 Μάρκος δέ τις, ἀφ' οὗπερ οἱ Μαρκώσιοι καλούμενοι, ἀπὸ τούτων
ὁρμώμενος καὶ ἕτερα παρὰ τούτους τολμήσας κακὰ τῷ κόσμῳ ἐξήμεσε· τούτους γὰρ
διαδέχεται τοὺς περὶ Σεκοῦνδον καὶ Ἐπιφάνη καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον, εἰς
περισσοτέραν δὲ ἀγυρτώδη συνάθροισιν ἐπήρθη. γύναια γὰρ καὶ ἄνδρας παρ' αὐτοῦ
πεπλανημένα τε καὶ πεπλανημένους ἐπηγάγετο, ὑποληφθεὶς ὁ ἐλεεινὸς διορθωτὴς εἶναι
τῶν προειρημένων ἀπατεώνων, μαγικῆς ὑπάρχων κυβείας ἐμπειρότατος. ἀπατήσας δὲ
τοὺς προειρημένους πάντας καὶ τὰς προειρημένας προσέχειν αὐτῷ ὡς γνωστικωτάτῳ
καὶ δύναμιν τὴν μεγίστην ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων ἔχοντι, ὡς
πρόδρομος ὢν ἀληθῶς τοῦ Ἀντιχρίστου ἀποδέδεικται. τὰ γὰρ Ἀναξιλάου παίγνια τῇ
τῶν λεγομένων μάγων πανουργίᾳ συμμίξας, δι' αὐτῶν φαντάζων τε καὶ μαγεύων, εἰς
ἔκπληξιν τοὺς ὁρῶντάς τε καὶ πειθομένους αὐτῷ περιέβαλεν, ὡς καὶ οἱ ἀπ' αὐτοῦ
ἔτι καὶ εἰς δεῦρο τοῦτο ἐπιτελοῦσιν. οἱ δὲ τὰ ἀπὸ περιεργίας * ὁρῶντες δοκοῦσι
δυνάμεις τινὰς ἐν χερσὶν αὐτοῦ ἐπιτελεῖσθαι καὶ τῶν παρ' αὐτοῖς ταῦτα
ποιούντων. τὸν γὰρ νοῦν καὶ αὐτοὶ ἀπολέσαντες οὐχ ὁρῶσι. μὴ γινώσκοντες
δοκιμάσαι, ὅτι ἀπὸ μαγείας ἡ σύστασις τοῦ παρ' αὐτοῦ παιγνίου ὡς ἔπος εἰπεῖν ἐπιτελεῖται.
αὐτοὶ γὰρ ἐμβρόντητοι παντάπασι γεγόνασιν, ὑπαχθέντες κακῇ τινι ὑπονοίᾳ. φασὶ
γὰρ τρία ποτήρια λευκῆς ὑάλου παρ' αὐτοῖς ἑτοιμάζεσθαι κεκραμένα λευκῷ οἴνῳ καὶ
ἐν τῇ ἐπιτελουμένῃ παρ' αὐτοῦ ἐπῳδῇ, τῇ νομιζομένῃ εὐχαριστίᾳ, μεταβάλλεσθαι
εὐθύς, τὸ μὲν ἐρυθρὸν * ὡς αἷμα, τὸ δὲ πορφύρεον, τὸ δὲ κυάνεον.
Ἐγὼ τοίνυν ἵνα μὴ εἰς δεύτερον κάματον ἑαυτὸν ἐπιδῶ, ἀρκεσθῆναι δεῖν
ἡγησάμην τοῖς ἀπὸ τοῦ μακαριωτάτου καὶ ἁγιωτάτου Εἰρηναίου κατ' αὐτοῦ τοῦ
Μάρκου καὶ τῶν ἐξ αὐτοῦ ὁρμωμένων πραγματευθεῖσιν, ἅτινα ἐνταῦθα πρὸς ἔπος
ἐκθέσθαι ἐσπούδασα, καὶ ἔστιν τάδε. φάσκει γὰρ αὐτὸς Εἰρηναῖος ὁ ἅγιος ἐν τῷ
ὑποφαίνειν τὰ ὑπ' αὐτῶν γενόμενα, λέγων οὕτως·
ΕΚ ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΙΡΗΝΑΙΟΥ
2 Ποτήρια οἴνῳ κεκραμένα προσποιούμενος εὐχαριστεῖν καὶ ἐπὶ πλέον
ἐκτείνων τὸν λόγον τῆς ἐπικλήσεως πορφύρεα καὶ ἐρυθρὰ ἀναφαίνεσθαι ποιεῖ, ὡς
δοκεῖν τὴν ἀπὸ τῶν ὑπὲρ τὰ ὅλα Χάριν τὸ αἷμα τὸ ἑαυτῆς στάζειν ἐν τῷ ἐκείνου
ποτηρίῳ διὰ τῆς ἐπικλήσεως αὐτοῦ καὶ ὑπεριμείρεσθαι τοὺς παρόντας ἐξ ἐκείνου
γεύσασθαι τοῦ πόματος, ἵνα καὶ εἰς αὐτοὺς ἐπομβρήσῃ ἡ διὰ τοῦ μάγου τούτου
κλῃζομένη Χάρις. πάλιν δὲ γυναιξὶν ἐπιδοὺς ἐκπόματα κεκραμένα αὐτὰς εὐχαριστεῖν
ἐγκελεύεται παρεστῶτος αὐτοῦ. καὶ τούτου γενομένου, αὐτὸς ἄλλο ποτήριον πολλῷ
μεῖζον ἐκείνου, οὗ ἡ ἐξηπατημένη ηὐχαρίστησε, προσενεγκὼν καὶ μετακενώσας ἀπὸ
τοῦ μικροτέρου τοῦ ὑπὸ τῆς γυναικὸς ηὐχαριστημένου εἰς τὸ ὑπ' αὐτοῦ
κεκομισμένον * ἐπιλέγων ἅμα οὕτως «ἡ πρὸ τῶν ὅλων, ἡ ἀνεννόητος καὶ ἄρρητος
Χάρις πληρώσαι σου τὸν ἔσω ἄνθρωπον καὶ πληθύναι ἐν σοὶ τὴν γνῶσιν αὐτῆς,
ἐγκατασπείρουσα τὸν κόκκον τοῦ σινάπεως εἰς τὴν ἀγαθὴν γῆν». καὶ τοιαῦτά τινα
εἰπὼν καὶ ἐξοιστρήσας τὴν ταλαίπωρον θαυματοποιὸς ἀνεφάνη, τοῦ μεγάλου
πληρωθέντος ἐκ τοῦ μικροῦ ποτηρίου, ὥστε καὶ ὑπερεκχεῖσθαι ἐξ αὐτοῦ. καὶ ἄλλα
τινὰ τούτοις παραπλήσια ποιῶν ἐξηπάτησε πολλοὺς καὶ ἀπαγήοχεν ὀπίσω αὐτοῦ.
Εἰκὸς δὲ αὐτὸν καὶ δαίμονά τινα πάρεδρον ἔχειν, δι' οὗ αὐτός τε προφητεύειν
δοκεῖ καὶ ὅσας ἀξίας ἡγεῖται <γενέσθαι> μετόχους τῆς χάριτος αὐτοῦ
προφητεύειν ποιεῖ. μάλιστα γὰρ περὶ γυναῖκας ἀσχολεῖται καὶ τούτων τὰς
εὐπαρύφους καὶ περιπορφύρους καὶ πλουσιωτάτας, ἃς πολλάκις ὑπάγεσθαι
πειρώμενος, κολακεύων φησὶν αὐταῖς «μεταδοῦναί σοι θέλω τῆς ἐμῆς Χάριτος,
ἐπειδὴ ὁ πατὴρ τῶν ὅλων τὸν ἄγγελόν σου διὰ παντὸς βλέπει πρὸ προσώπου αὐτοῦ. ὁ
δὲ τόπος τοῦ Μεγέθους ἐν ἡμῖν ἐστί· δεῖ ἡμᾶς εἰς τὸ ἓν καταστῆναι. λάμβανε
πρῶτον ἀπ' ἐμοῦ καὶ δι' ἐμοῦ τὴν Χάριν. εὐτρέπισον σεαυτὴν ὡς νύμφη ἐκδεχομένη
τὸν νυμφίον ἑαυτῆς, ἵνα ἔσῃ ὃ ἐγὼ καὶ ἐγὼ ὃ σύ. καθίδρυσον ἐν τῷ νυμφῶνί σου τὸ
σπέρμα τοῦ φωτός. λάβε παρ' ἐμοῦ τὸν νυμφίον καὶ χώρησον αὐτὸν καὶ χωρήθητι ἐν
αὐτῷ. ἰδού, ἡ Χάρις κατῆλθεν ἐπὶ σέ· ἄνοιξον τὸ στόμα σου καὶ προφήτευσον». τῆς
δὲ γυναικὸς ἀποκρινομένης «οὐ προεφήτευσα πώποτε καὶ οὐκ οἶδα προφητεύειν»,
ἐπικλήσεις τινὰς ποιούμενος ἐκ δευτέρου εἰς κατάπληξιν τῆς ἀπατωμένης φησὶν
αὐτῇ «ἄνοιξον τὸ στόμα σου <καὶ> λάλησον ὅ τι δήποτε καὶ προφητεύσεις». ἡ
δὲ χαυνωθεῖσα καὶ κεπφωθεῖσα ὑπὸ τῶν προειρημένων, διαθερμανθεῖσα τὴν ψυχὴν ὑπὸ
τῆς προσδοκίας τοῦ μέλλειν αὐτὴν προφητεύειν, τῆς καρδίας πλέον τοῦ δέοντος
παλλούσης, ἀποτολμᾷ λαλεῖν ληρώδη καὶ τὰ τυχόντα, πάντα κενῶς καὶ τολμηρῶς, ἅτε
ὑπὸ κενοῦ τεθερμαμμένη πνεύματος (καθὼς ὁ κρείσσων ἡμῶν ἔφη περὶ τῶν τοιούτων
<προφητῶν>, ὅτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ κενῷ ἀέρι θερμαινομένη) καὶ ἀπὸ
τούτου λοιπὸν προφήτιδα ἑαυτὴν ὑπολαμβάνει καὶ εὐχαριστεῖ Μάρκῳ τῷ ἐπιδιδόντι
τῆς ἰδίας χάριτος αὐτῇ καὶ ἀμείβεσθαι αὐτὸν πειρᾶται, οὐ μόνον κατὰ τὴν τῶν
ὑπαρχόντων δόσιν (ὅθεν καὶ χρημάτων πλῆθος πολὺ συναγήοχεν), ἀλλὰ καὶ κατὰ τὴν
τοῦ σώματος κοινωνίαν, κατὰ πάντα ἑνοῦσθαι αὐτῷ προθυμουμένη, ἵνα σὺν αὐτῷ
κατέλθῃ εἰς τὸ ἕν.
Ἤδη δὲ τῶν πιστοτέρων τινὲς γυναικῶν τῶν ἐχουσῶν τὸν φόβον τοῦ θεοῦ καὶ μὴ
ἐξαπατηθεισῶν, ἃς ὁμοίως ταῖς λοιπαῖς ἐπετήδευσε παραπείθειν κελεύων αὐταῖς
προφητεύειν, [καὶ] καταφυσήσασαι καὶ καταθεματίσασαι αὐτὸν ἐχωρίσθησαν τοῦ
τοιούτου † θιάσου, ἀκριβῶς εἰδυῖαι ὅτι προφητεύειν οὐχ ὑπὸ Μάρκου τοῦ μάγου
ἐγγίνεται τοῖς ἀνθρώποις, ἀλλ' οἷς ἂν ὁ θεὸς ἄνωθεν ἐπιπέμψῃ τὴν χάριν αὐτοῦ,
οὗτοι θεόσδοτον ἔχουσι τὴν προφητείαν καὶ τότε λαλοῦσιν ἔνθα καὶ ὁπότε θεὸς
βούλεται, ἀλλ' οὐχ ὅτε Μάρκος κελεύει. τὸ γὰρ κελεῦον τοῦ κελευομένου μεῖζόν τε
καὶ κυριώτερον, ἐπεὶ τὸ μὲν προηγεῖται, τὸ δὲ ὑποτέτακται. εἰ οὖν Μάρκος μὲν
κελεύει ἢ ἄλλος τις, ὡς εἰώθασιν ἐπὶ τοῖς δείπνοις <ἀπὸ> τοῦ κλήρου οὗτοι
πάντοτε παίζειν καὶ ἀλλήλοις ἐγκελεύεσθαι τὸ προφητεύειν καὶ πρὸς τὰς ἰδίας
ἐπιθυμίας ἑαυτοῖς μαντεύεσθαι, ἔσται ὁ κελεύων μείζων τε καὶ κυριώτερος τοῦ
προφητικοῦ πνεύματος, ἄνθρωπος ὤν, ὅπερ ἀδύνατον. ἀλλὰ τοιαῦτα κελευόμενα ὑπ'
αὐτῶν πνεύματα καὶ λαλοῦντα, ὁπότε βούλονται αὐτοί, ἐπίγεια καὶ ἀδρανῆ ἐστι,
τολμηρὰ δὲ καὶ ἀναιδῆ, ὑπὸ τοῦ Σατανᾶ ἐκπεμπόμενα πρὸς ἐξαπάτησιν καὶ ἀπώλειαν
τῶν μὴ εὔτονον τὴν πίστιν ἣν ἀπ' ἀρχῆς διὰ τῆς ἐκκλησίας παρέλαβον φυλασσόντων.
3. Ὅτι δὲ φίλτρα καὶ ἀγώγιμα πρὸς τὸ καὶ τοῖς σώμασιν αὐτῶν ἐνυβρίζειν
ἐμποιεῖ οὗτος ὁ Μάρκος ἐνίαις τῶν γυναικῶν, εἰ καὶ μὴ πάσαις, αὗται πολλάκις
ἐπιστρέψασαι εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐξωμολογήσαντο, καὶ κατὰ τὸ σῶμα
ἠχρειῶσθαι ὑπ' αὐτοῦ καὶ ἐρωτικῶς πάνυ αὐτὸν πεφιληκέναι· ὥστε καὶ διάκονόν
τινα τῶν ἐν τῇ Ἀσίᾳ [τῶν] ἡμετέρων ὑποδεξάμενον αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ
περιπεσεῖν ταύτῃ τῇ συμφορᾷ, τῆς γυναικὸς αὐτοῦ εὐειδοῦς ὑπαρχούσης καὶ τὴν
γνώμην καὶ τὸ σῶμα διαφθαρείσης ὑπὸ τοῦ μάγου τούτου καὶ ἐξακολουθησάσης αὐτῷ
πολλῷ χρόνῳ· ἔπειτα μετὰ πολλοῦ κόπου τῶν ἀδελφῶν ἐπιστρεψάντων αὐτήν, τὸν
ἅπαντα χρόνον ἐξομολογουμένη διετέλεσε, πενθοῦσα καὶ θρηνοῦσα ἐφ' ᾗ ἔπαθεν ὑπὸ
τοῦ μάγου διαφθορᾷ.
Καὶ μαθηταὶ δὲ αὐτοῦ τινες περιπολίζοντες ἐν τοῖς αὐτοῖς, ἐξαπατῶντες
γυναικάρια πολλὰ διέφθειραν, τελείους ἑαυτοὺς ἀναγορεύοντες, ὡς μηδενὸς
δυναμένου ἐξισωθῆναι τῷ μεγέθει τῆς γνώσεως αὐτῶν, μηδ' ἂν Παῦλον μηδ' ἂν
Πέτρον εἴπῃς μηδ' ἄλλον τινὰ τῶν ἀποστόλων, ἀλλὰ πλείω πάντων <ἑαυτοὺς>
ἐγνωκέναι καὶ τὸ μέγεθος τῆς γνώσεως τῆς ἀρρήτου δυνάμεως μόνους καταπεπωκέναι,
εἶναί τε αὐτοὺς ἐν ὕψει ὑπὲρ πᾶσαν δύναμιν. διὸ καὶ ἐλευθέρως πάντα πράσσειν, μηδένα
ἐν μηδενὶ φόβον ἔχοντας. διὰ γὰρ τὴν ἀπολύτρωσιν ἀκρατήτους <τε> καὶ
ἀοράτους γίνεσθαι τῷ κριτῇ. εἰ δὲ καὶ ἐπιλάβοιτο αὐτῶν, παραστάντες αὐτῷ μετὰ
τῆς ἀπολυτρώσεως τάδε εἴποιεν· «ὦ πάρεδρε θεοῦ καὶ μυστικῆς πρὸ αἰώνων Σιγῆς, †
ἣν τὰ Μεγέθη διὰ παντὸς βλέποντα τὸ πρόσωπον τοῦ Πατρός, ὁδηγῷ σοι καὶ
προσαγωγεῖ χρώμενα, ἀνασπῶσιν ἄνω τὰς αὐτῶν μορφάς, ἃς ἡ μεγαλότολμος ἐκείνη
φαντασιασθεῖσα διὰ τὸ ἀγαθὸν τοῦ Προπάτορος προεβάλετο ἡμᾶς † τὰς εἰκόνας †
τότε ἐνθύμιον τῶν ἄνω ὡς ἐνύπνιον ἔχουσα – ἰδοὺ ὁ κριτὴς ἐγγὺς καὶ ὁ
κῆρυξ με κελεύει ἀπολογεῖσθαι· σὺ δέ, ὡς ἐπισταμένη τὰ ἀμφοτέρων, τὸν ὑπὲρ
ἀμφοτέρων ἡμῶν λόγον ὡς ἕνα ὄντα τῷ κριτῇ παράστησον». ἡ δὲ Μήτηρ ταχέως
ἀκούσασα τούτων τὴν Ὁμηρικὴν Ἄϊδος κυνέην αὐτοῖς περιέθηκε πρὸς τὸ ἀοράτως
ἐκφυγεῖν τὸν κριτὴν καὶ παραχρῆμα ἀνασπάσασα αὐτοὺς εἰς τὸν νυμφῶνα εἰσήγαγε
καὶ ἀπέδωκε τοῖς ἑαυτῶν νυμφίοις.
Τοιαῦτα δὴ λέγοντες καὶ πράττοντες καὶ ἐν τοῖς καθ' ἡμᾶς κλίμασι τῆς
Ῥοδανουσίας πολλὰς ἐξηπατήκασι γυναῖκας, αἵτινες κεκαυτηριασμέναι τὴν
συνείδησιν αἱ μὲν καὶ εἰς φανερὸν ἐξομολογοῦνται, αἱ δὲ δυσωπούμεναι τοῦτο
ἡσυχῆ δέ πως ἑαυτὰς *, ἀπηλπικυῖαι τῆς ζωῆς τοῦ θεοῦ ἔνιαι μὲν εἰς τὸ παντελὲς
ἀπέστησαν, ἔνιαι δὲ ἐπαμφοτερίζουσι καὶ τὸ τῆς παροιμίας πεπόνθασι, μήτε ἔξω
μήτε ἔσω οὖσαι, ταύτην ἔχουσαι τὴν ἐπικαρπίαν τοῦ σπέρματος τῶν τέκνων τῆς
γνώσεως.
Οὗτος <οὖν ὁ> Μάρκος μήτραν καὶ ἐκδοχεῖον τῆς Κολορβάσου Σιγῆς αὑτὸν
μονώτατον γεγονέναι λέγων, ἅτε μονογενὴς ὑπάρχων, αὐτὸ τὸ τοῦ Ὑστερήματος
<σπέρμα> κατατεθὲν εἰς αὐτὸν ὧδέ πως ἀπεκύησεν. αὐτὴν τὴν πανυπερτάτην
ἀπὸ τῶν ἀοράτων καὶ ἀκατονομάστων τόπων τετράδα κατεληλυθέναι σχήματι γυναικείῳ
πρὸς αὐτὸν (ἐπειδή, φησί, τὸ ἄρρεν αὐτῆς ὁ κόσμος φέρειν οὐκ ἠδύνατο) καὶ
μηνῦσαι αὑτήν, τίς ἦν, καὶ τὴν τῶν πάντων γένεσιν, ἣν οὐδενὶ πώποτε οὐδὲ θεῶν
οὐδὲ ἀνθρώπων ἀπεκάλυψε, τούτῳ μονωτάτῳ διηγήσασθαι οὕτως εἰποῦσαν· ὅτε τὸ
πρῶτον ὁ Πατήρ, <οὗ οὐκ ἔστιν πατὴρ> οὐδείς, ὁ ἀνεννόητος καὶ ἀνούσιος, ὁ
μήτε ἄρρεν μήτε θῆλυ, ἠθέλησεν αὐτοῦ τὸ ἄρρητον ῥητὸν γενέσθαι καὶ τὸ ἀόρατον
μορφωθῆναι, ἤνοιξε τὸ στόμα καὶ προήκατο λόγον ὅμοιον αὐτῷ· ὃς παραστὰς
ὑπέδειξεν αὐτῷ ὃ ἦν, αὐτὸς τοῦ ἀοράτου μορφὴ φανείς. ἡ δὲ ἐκφώνησις τοῦ
ὀνόματος ἐγένετο τοιαύτη· ἐλάλησε λόγον τὸν πρῶτον τοῦ ὀνόματος αὐτοῦ, ἥτις ἦν
ἀρχή, καὶ ἦν ἡ συλλαβὴ αὐτοῦ στοιχείων τεσσάρων. ἐπισυνῆψεν <τε> τὴν
δευτέραν, καὶ ἦν καὶ αὐτὴ στοιχείων τεσσάρων. ἑξῆς ἐλάλησε τὴν τρίτην, καὶ ἦν
[καὶ] αὐτὴ στοιχείων δέκα. καὶ τὴν μετὰ ταῦτα ἐλάλησε καὶ ἦν [καὶ] αὐτὴ
στοιχείων δεκαδύο. ἐγένετο οὖν ἡ ἐκφώνησις τοῦ ὅλου ὀνόματος στοιχείων μὲν
τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. ἕκαστον δὲ τῶν στοιχείων ἴδια γράμματα καὶ
ἴδιον χαρακτῆρα καὶ ἰδίαν ἐκφώνησιν καὶ σχήματα καὶ εἰκόνας ἔχειν καὶ μηδὲν
αὐτῶν εἶναι, ὃ τὴν ἐκείνου καθορᾷ μορφήν, οὗπερ αὐτὸ στοιχεῖόν ἐστιν· ἀλλὰ οὐδὲ
γινώσκειν † αὐτόν, οὐδὲ μὴν τὴν τοῦ πλησίον αὐτοῦ ἕκαστον ἐκφώνησιν γινώσκειν,
ἀλλὰ ὃ † αὐτὸς ἐκφωνεῖ, ὡς τὸ πᾶν ἐκφωνοῦντα τὸ ὅλον ἡγεῖσθαι ὀνομάζειν.
ἕκαστον γὰρ αὐτῶν μέρος ὂν τοῦ ὅλου τὸν ἴδιον ἦχον ὡς τὸ πᾶν ὀνομάζειν καὶ μὴ
παύσασθαι ἠχοῦντα, μέχρις ὅτου ἐπὶ τὸ ἔσχατον γράμμα τοῦ ἐσχάτου στοιχείου
μονογλωσσήσαντα καταντήσαι. τότε δὲ καὶ τὴν ἀποκατάστασιν τῶν ὅλων ἔφη
γενέσθαι, ὅταν τὰ πάντα κατελθόντα εἰς τὸ ἓν γράμμα μίαν καὶ τὴν αὐτὴν
ἐκφώνησιν ἠχήσῃ· ἧς ἐκφωνήσεως εἰκόνα τὸ ἀμὴν ὁμοῦ λεγόντων ἡμῶν ὑπέθετο εἶναι.
τοὺς δὲ φθόγγους ὑπάρχειν τοὺς μορφοῦντας τὸν ἀνούσιον καὶ ἀγέννητον Αἰῶνα· καὶ
εἶναι τούτους μορφάς, ἃς ὁ κύριος ἀγγέλους εἴρηκε, τὰς διηνεκῶς βλεπούσας τὸ
πρόσωπον τοῦ πατρός.
Τὰ δὲ ὀνόματα τῶν στοιχείων τὰ κοινὰ καὶ ῥητὰ Αἰῶνας καὶ λόγους καὶ ῥίζας
καὶ σπέρματα καὶ πληρώματα καὶ καρποὺς ὠνόμασε, τὰ δὲ καθ' ἕνα αὐτῶν καὶ ἑκάστου
ἴδια ἐν τῷ ὀνόματι τῆς ἐκκλησίας ἐμπεριεχόμενα νοεῖσθαι ἔφη. ὧν στοιχείων τοῦ
<ἐσχάτου> στοιχείου τὸ ὕστερον γράμμα φωνὴν προήκατο τὴν αὐτοῦ· οὗ
<ὁ> ἦχος ἐξελθὼν κατ' εἰκόνα τῶν στοιχείων στοιχεῖα ἴδια ἐγέννησεν· ἐξ ὧν
τά τε ἐνταῦθα διακεκοσμῆσθαί φησι καὶ τὰ πρὸ τούτων γεγεννῆσθαι. τὸ μέντοι
γράμμα αὐτό, οὗ ὁ ἦχος ἦν συνεπακολουθῶν τῷ ἤχῳ κάτω, ὑπὸ τῆς συλλαβῆς τῆς
ἑαυτοῦ ἀνειλῆφθαι ἄνω λέγει, εἰς ἀναπλήρωσιν τοῦ ὅλου· μεμενηκέναι δὲ εἰς τὰ
κάτω τὸν ἦχον, ὥσπερ ἔξω ῥιφέντα. τὸ δὲ στοιχεῖον αὐτό, ἀφ' οὗ τὸ γράμμα σὺν τῇ
ἐκφωνήσει τῇ ἑαυτοῦ συγκατῆλθε κάτω, [ὃ] γραμμάτων εἶναί φησι τριάκοντα καὶ ἓν
ἕκαστον τῶν τριάκοντα γραμμάτων ἐν ἑαυτῷ ἔχειν ἕτερα γράμματα, δι' ὧν τὸ ὄνομα
τοῦ γράμματος ὀνομάζεται· καὶ αὖ πάλιν τὰ ἕτερα δι' ἄλλων ὀνομάζεσθαι γραμμάτων
καὶ τὰ ἄλλα δι' ἄλλων, ὡς εἰς ἄπειρον ἐκπίπτειν τὸ πλῆθος τῶν γραμμάτων. οὕτω
δ' ἂν σαφέστερον μάθοις τὸ λεγόμενον·
5. Τὸ δέλτα στοιχεῖον γράμματα ἐν ἑαυτῷ ἔχει πέντε, αὐτό τε τὸ δέλτα καὶ τὸ
ε καὶ τὸ λάμβδα καὶ τὸ ταῦ καὶ τὸ ἄλφα, καὶ ταῦτα πάλιν τὰ γράμματα δι' ἄλλων
γράφεται γραμμάτων καὶ τὰ ἄλλα δι' ἄλλων. εἰ οὖν ἡ πᾶσα ὑπόστασις τοῦ δέλτα εἰς
ἄπειρον ἐκπίπτει, ἀεὶ ἄλλων ἄλλα γράμματα γεννώντων καὶ διαδεχομένων ἄλληλα,
πόσῳ μᾶλλον ἐκείνου τοῦ στοιχείου μεῖζον εἶναι τὸ πέλαγος τῶν γραμμάτων; καὶ εἰ
τὸ ἓν γράμμα οὕτως ἄπειρον, ὅρα ὅλου τοῦ ὀνόματος τὸν βυθὸν τῶν γραμμάτων, ἐξ
ὧν τὸν Προπάτορα ἡ Μάρκου Σιγὴ συνεστάναι ἐδογμάτισε. διὸ καὶ τὸν Πατέρα
ἐπιστάμενον τὸ ἀχώρητον αὐτοῦ δεδωκέναι τοῖς στοιχείοις, ἃ καὶ Αἰῶνας καλεῖ,
ἑνὶ ἑκάστῳ αὐτῶν τὴν ἰδίαν ἐκφώνησιν ἐκβοᾶν, διὰ τὸ μὴ δύνασθαι ἕνα τὸ ὅλον
ἐκφωνεῖν.
Ταῦτα δὲ σαφηνίσασαν αὐτῷ τὴν Τετρακτὺν εἰπεῖν· θέλω δή σοι καὶ αὐτὴν
ἐπιδεῖξαι τὴν Ἀλήθειαν. κατήγαγον γὰρ αὐτὴν ἐκ τῶν ὕπερθεν δωμάτων, ἵν' ἐσίδῃς
αὐτὴν γυμνὴν καὶ καταμάθῃς τὸ κάλλος αὐτῆς, ἀλλὰ καὶ ἀκούσῃς αὐτῆς λαλούσης καὶ
θαυμάσῃς τὸ φρόνιμον αὐτῆς. ὅρα οὖν κεφαλὴν ἄνω, τὸ α καὶ τὸ ω, τράχηλον δὲ β
καὶ ψ, ὤμους ἅμα χερσὶν γ καὶ χ, στήθη δ καὶ φ, διάφραγμα ε καὶ υ, κοιλίαν ζ
καὶ τ, αἰδοῖα η καὶ σ, μηροὺς θ καὶ ρ, γόνατα ι καὶ π, κνήμας κ καὶ ο, σφυρὰ λ
καὶ ξ, πόδας μ καὶ ν. τοῦτό ἐστι τὸ σῶμα τῆς κατὰ τὸν μάγον Ἀληθείας, τοῦτο τὸ
σχῆμα τοῦ στοιχείου, οὗτος ὁ χαρακτὴρ τοῦ γράμματος. καὶ καλεῖ τὸ στοιχεῖον
τοῦτο Ἄνθρωπον· εἶναί τε πηγήν φησιν αὐτὸ παντὸς λόγου καὶ ἀρχὴν πάσης φωνῆς
καὶ παντὸς ἀρρήτου ῥῆσιν καὶ τῆς σιωπωμένης Σιγῆς στόμα. καὶ τοῦτο μὲν τὸ σῶμα
αὐτῆς· σὺ δὲ μετάρσιον ἐγείρας <τὸ τῆς> διανοίας νόημα τὸν αὐτογεννήτορα
καὶ πατροδότορα λόγον ἀπὸ στομάτων Ἀληθείας ἄκουε.
6. Ταῦτα δὲ ταύτης εἰπούσης, προσβλέψασαν αὐτῷ τὴν Ἀλήθειαν καὶ ἀνοίξασαν τὸ
στόμα λαλῆσαι λόγον· τὸν δὲ λόγον ὄνομα γενέσθαι καὶ τὸ ὄνομα τοῦτο εἶναι, ὃ
γινώσκομεν καὶ λαλοῦμεν, Χριστὸν Ἰησοῦν· ὃ καὶ ὀνομάσασαν αὐτὴν παραυτίκα
σιωπῆσαι. προσδοκῶντος δὲ τοῦ Μάρκου πλεῖόν τι μέλλειν αὐτὴν λέγειν, πάλιν ἡ
Τετρακτὺς παρελθοῦσα εἰς τὸ μέσον φησίν· ὡς εὐκαταφρόνητον ἡγήσω τὸν λόγον, ὃν
ἀπὸ στομάτων τῆς Ἀληθείας ἤκουσας. οὐ τοῦθ' ὅπερ οἶδας καὶ δοκεῖς <ἔχειν>
πάλαι, ἐστὶν ὄνομα· φωνὴν γὰρ μόνον ἔχεις αὐτοῦ, τὴν δὲ δύναμιν ἀγνοεῖς. Ἰησοῦς
μὲν γάρ ἐστιν ἐπίσημον ὄνομα ἓξ ἔχον γράμματα, ὑπὸ πάντων τῶν τῆς κλήσεως
γινωσκόμενον· τὸ δὲ παρὰ τοῖς Αἰῶσι τοῦ Πληρώματος, πολυμερὲς τυγχάνον, ἄλλης
ἐστὶν μορφῆς καὶ ἑτέρου τύπου, γινωσκόμενον ὑπ' ἐκείνων τῶν συγγενῶν, ὧν τὰ
Μεγέθη παρ' αὐτῷ ἐστι διὰ παντός.
Ταῦτ' οὖν τὰ παρ' ὑμῖν εἰκοσιτέσσαρα γράμματα ἀπορροίας ὑπάρχειν γίνωσκε τῶν
τριῶν δυνάμεων εἰκονικὰς τῶν περιεχουσῶν τὸν ὅλον τῶν ἄνω στοιχείων ἀριθμόν. τὰ
μὲν γὰρ ἄφωνα γράμματα ἐννέα νόμισον εἶναι τοῦ Πατρὸς καὶ τῆς Ἀληθείας διὰ τὸ
ἀφώνους αὑτοὺς εἶναι τουτέστιν ἀρρήτους καὶ ἀνεκλαλήτους· τὰ δὲ ἡμίφωνα, ὀκτὼ
ὄντα, τοῦ Λόγου καὶ τῆς Ζωῆς, διὰ τὸ μέσα ὥσπερ ὑπάρχειν τῶν τε ἀφώνων καὶ τῶν
φωνηέντων καὶ ἀναδέχεσθαι τῶν μὲν ὕπερθεν τὴν ἀπόρροιαν, τῶν δ' ὑπ' αὐτὰ τὴν
ἀναφοράν· τὰ δὲ φωνήεντα καὶ αὐτὰ ἑπτὰ ὄντα, τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας,
ἐπεὶ διὰ τοῦ Ἀνθρώπου <ἡ> φωνὴ προελθοῦσα ἐμόρφωσε τὰ ὅλα. ὁ γὰρ ἦχος τῆς
φωνῆς μορφὴν αὐτοῖς περιεποίησεν. ἔστιν <οὖν> ὁ μὲν Λόγος ἔχων καὶ ἡ Ζωὴ
τὰ ὀκτώ, ὁ δὲ Ἄνθρωπος καὶ ἡ Ἐκκλησία τὰ ἑπτά, ὁ δὲ Πατὴρ καὶ ἡ Ἀλήθεια τὰ
ἐννέα. ἐπὶ δὲ τοῦ ὑστερήσαντος λόγου ὁ ἀφεδρασθεὶς ἐν τῷ Πατρὶ κατῆλθεν,
ἐκπεμφθεὶς ἐπὶ τὸν ἀφ' οὗ ἐχωρίσθη ἐπὶ διορθώσει τῶν πραχθέντων, ἵνα ἡ τῶν
πληρωμάτων ἑνότης ἰσότητα ἔχουσα καρποφορῇ μίαν ἐν πᾶσι τὴν ἐκ πάντων δύναμιν.
καὶ οὕτως ὁ τῶν ἑπτὰ τὴν τῶν ὀκτὼ ἐκομίσατο δύναμιν καὶ ἐγένοντο οἱ <τρεῖς>
τόποι ὅμοιοι τοῖς ἀριθμοῖς, ὀγδοάδες ὄντες, οἵτινες τρὶς ἐφ' ἑαυτοὺς ἐλθόντες
τὸν τῶν εἰκοσιτεσσάρων ἀνέδειξαν ἀριθμόν. τὰ μέντοι τρία στοιχεῖα, ἅ φησιν
αὐτὸς τῶν τριῶν ἐν συζυγίᾳ δυνάμεων ὑπάρχειν, ἅ ἐστιν ἕξ, ἀφ' ὧν ἀπερρύη τὰ
εἰκοσιτέσσαρα στοιχεῖα, τετραπλασιασθέντα τῷ τῆς ἀρρήτου τετράδος λόγῳ τὸν
αὐτὸν αὐτοῖς ἀριθμὸν ποιεῖ, ἅπερ φησὶν τοῦ ἀνονομάστου ὑπάρχειν. φορεῖσθαι δὲ
αὐτὰ ὑπὸ τῶν τριῶν δυνάμεων εἰς ὁμοιότητα τοῦ ἀοράτου, ὧν στοιχείων εἰκόνας
εἰκόνων τὰ παρ' ἡμῖν διπλᾶ γράμματα ὑπάρχειν, ἃ συναριθμούμενα τοῖς
εἰκοσιτέσσαρσι στοιχείοις δυνάμει τῇ κατὰ ἀναλογίαν <τὸν> τῶν τριάκοντα
ποιεῖ ἀριθμόν.
7. Τούτου τοῦ λόγου καὶ τῆς οἰκονομίας ταύτης καρπόν φησιν ἐν ὁμοιώματι
εἰκόνος πεφηνέναι ἐκεῖνον τὸν μετὰ τὰς ἡμέρας ἓξ τέταρτον ἀναβάντα εἰς τὸ ὄρος
καὶ γενόμενον ἕκτον, τὸν καταβάντα καὶ κρατηθέντα ἐν τῇ ἑβδομάδι, ἐπίσημον
ὀγδοάδα ὑπάρχοντα καὶ ἔχοντα ἐν ἑαυτῷ τὸν ἅπαντα τῶν στοιχείων ἀριθμόν,
<ὃν> ἐφανέρωσεν ἐλθόντος αὐτοῦ ἐπὶ τὸ βάπτισμα ἡ τῆς περιστερᾶς κάθοδος,
ἥτις ἐστὶν <ω> καὶ <α>· ὁ γὰρ ἀριθμὸς αὐτῆς ἓν καὶ ὀκτακόσια· καὶ
διὰ τοῦτο Μωυσέα ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν εἰρηκέναι τὸν ἄνθρωπον γεγονέναι, καὶ
τὴν οἰκονομίαν δὲ * ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν * ἥτις ἐστὶ <ἡ> παρασκευή, τὸν
ἔσχατον ἄνθρωπον εἰς ἀναγέννησιν τοῦ πρώτου ἀνθρώπου πεφηνέναι, ἧς οἰκονομίας
ἀρχὴν καὶ τέλος καὶ τὴν ἕκτην ὥραν εἶναι, ἐν ᾗ προσηλώθη τῷ ξύλῳ. τὸν γὰρ
τέλειον Νοῦν, ἐπιστάμενον τὸν τῶν ἓξ ἀριθμόν, δύναμιν ποιήσεως καὶ ἀναγεννήσεως
ἔχοντα, φανερῶσαι τοῖς υἱοῖς τοῦ φωτὸς τὴν διὰ τοῦ φανέντος ἐπισήμου εἰς αὐτὸν
δι' αὐτοῦ γενομένην ἀναγέννησιν. ἔνθεν καὶ τὰ διπλᾶ γράμματα τὸν ἀριθμὸν
ἐπίσημον ἔχειν φησίν. ὁ γὰρ ἐπίσημος ἀριθμὸς συγκερασθεὶς τοῖς εἰκοσιτέσσαρσι
στοιχείοις τὸ τριακονταγράμματον ὄνομα ἀπετέλεσεν.
Κέχρηται δὲ διακόνῳ τῷ τῶν ἑπτὰ ἀριθμῶν μεγέθει, ὥς φησιν ἡ Μάρκου Σιγή, ἵνα
τῆς αὐτοβουλήτου βουλῆς φανερωθῇ ὁ καρπός. τὸν μέντοι ἐπίσημον τοῦτον ἀριθμὸν
ἐπὶ τοῦ παρόντος, φησί, τὸν ἐπὶ τοῦ ἐπισήμου μορφωθέντα νόησον τὸν ὥσπερ
μερισθέντα ἢ διχοτομηθέντα καὶ ἔξω μείναντα, ὃς τῇ ἑαυτοῦ δυνάμει τε καὶ
φρονήσει διὰ τῆς ἀπ' αὐτοῦ προβολῆς τοῦτον τὸν τῶν ἑπτὰ δυνάμεων κατὰ μίμησιν
τῆς ἑβδομάδος δυνάμεως ἐψύχωσε κόσμον καὶ ψυχὴν ἔθετο εἶναι τοῦ ὁρωμένου
παντός. κέχρηται μὲν οὖν καὶ αὐτὸς οὗτος τῷδε τῷ ἔργῳ ὡς αὐθαιρέτως ὑπ' αὐτοῦ
γενομένῳ, τὰ δὲ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τὴν Ἐνθύμησιν τῆς Μητρός.
καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ α, ὁ δὲ μετὰ τοῦτον τὸ ε, ὁ δὲ τρίτος
<τὸ> η, τέταρτος δὲ καὶ μέσος τῶν ἑπτὰ τὴν τοῦ ἰῶτα δύναμιν ἐκφωνεῖ, ὁ δὲ
πέμπτος τὸ ο, ἕκτος δὲ τὸ υ, ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ ω στοιχεῖον
ἐκβοᾷ, καθὼς ἡ Μάρκου Σιγὴ ἡ πολλὰ μὲν φλυαροῦσα μηδὲν δὲ ἀληθὲς λέγουσα
διαβεβαιοῦται. αἵτινες δυνάμεις ὁμοῦ, φησί, πᾶσαι εἰς ἀλλήλας συμπλακεῖσαι
ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον ὑφ' οὗ προεβλήθησαν, ἡ δὲ δόξα τῆς ἠχῆς
ἀναπέμπεται εἰς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἦχον εἰς τὴν
γῆν φερόμενόν φησι πλάστην γενέσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς. τὴν δὲ
ἀπόδειξιν φέρει ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ ἐκ μήτρας
προελθεῖν ἐπιβοᾷ ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον. καθὼς οὖν αἱ ἑπτά,
φησί, δυνάμεις δοξάζουσι τὸν Λόγον, οὕτως καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα
καὶ θρηνοῦσα * Μάρκον δοξάζει αὐτόν. διὰ τοῦτο δὲ καὶ τὸν Δαυὶδ εἰρηκέναι «ἐκ
στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον», καὶ πάλιν «οἱ οὐρανοὶ
διηγοῦνται δόξαν θεοῦ»· καὶ διὰ τοῦτο ἔν τε πόνοις καὶ ταλαιπωρίαις ψυχὴ
γενομένη, εἰς διυλισμὸν αὐτῆς, ἐπιφωνεῖ τὸ ω εἰς σημεῖον αἰνέσεως, ἵνα
γνωρίσασα ἡ ἄνω ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταπέμψῃ.
8. Καὶ περὶ μὲν τοῦ παντὸς ὀνόματος, τριάκοντα ὄντος γραμμάτων τούτου, καὶ
τοῦ Βυθοῦ, τοῦ αὔξοντος ἐκ τῶν τούτου γραμμάτων, ἔτι τε <τοῦ> τῆς
Ἀληθείας σώματος δωδεκαμελοῦς <ὄντος, ἑκάστου μέλους> ἐκ δύο γραμμάτων
συνεστῶτος, καὶ τῆς φωνῆς αὐτῆς, ἣν <προσωμίλησε μὴ> προσομιλήσασα, καὶ
περὶ τῆς ἐπιλύσεως τοῦ μὴ λαληθέντος ὀνόματος καὶ περὶ τῆς τοῦ κόσμου ψυχῆς καὶ
ἀνθρώπου, καθὰ ἔχουσι τὴν κατ' εἰκόνα οἰκονομίαν, οὕτως ἐλήρησεν. ἑξῆς δὲ ὡς
ἀπὸ τῶν ὀνομάτων ἰσάριθμον δύναμιν ἐπέδειξεν ἡ Τετρακτὺς αὐτῷ ἀπαγγελοῦμεν, ἵνα
μηδὲν λάθῃ σε τῶν εἰς ἡμᾶς ὑπ' αὐτοῦ λεγομένων ἐληλυθότων, ἀγαπητέ, καθὼς
πολλάκις ἀπῄτησας παρ' ἡμῶν.
Οὕτως οὖν ἀπαγγέλλει ἡ πάνσοφος αὐτῶν Σιγὴ τὴν γένεσιν τῶν εἰκοσιτεσσάρων
στοιχείων· τῇ Μονότητι συνυπάρχειν Ἑνότητα, ἐξ ὧν δύο προβολαί, καθὰ
προείρηται, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο
τέσσαρες. καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ
ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἰκοσιτέσσαρας
ἀπεκύησαν μορφάς. καὶ τὰ μὲν τῆς πρώτης τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα
καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι ὑπὸ μόνου τοῦ Υἱοῦ, ἃ ὁ Πατὴρ οἶδεν τίνα
ἐστίν· τὰ δὲ σεμνῶς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ' αὐτῷ ἐστι ταῦτα· Ἄρρητος
καὶ Σιγή, Πατήρ τε καὶ Ἀλήθεια. ταύτης δὲ τῆς τετράδος ὁ σύμπας ἀριθμός ἐστι
στοιχείων εἰκοσιτεσσάρων. τὸ γὰρ Ἄρρητος ὄνομα γράμματα ἔχει ἐν ἑαυτῷ ἑπτά, ἡ
δὲ Σειγὴ πέντε καὶ ὁ Πατὴρ πέντε καὶ ἡ Ἀλήθεια ἑπτά, ἃ συντεθέντα ἐπὶ τὸ αὐτό,
τὰ δὶς πέντε καὶ δὶς ἑπτά, τὸν τῶν εἰκοσιτεσσάρων ἀριθμὸν ἀνεπλήρωσεν. ὡσαύτως
δὲ καὶ ἡ δευτέρα τετράς, Λόγος καὶ Ζωή, Ἄνθρωπος καὶ Ἐκκλησία, τὸν αὐτὸν
ἀριθμὸν τῶν στοιχείων ἀνέδειξαν. καὶ τὸ τοῦ σωτῆρος δὲ ῥητὸν ὄνομα Ἰησοῦς
γραμμάτων ὑπάρχειν ἕξ, τὸ δὲ ἄρρητον αὐτοῦ γραμμάτων εἰκοσιτεσσάρων· υἱὸς
Χρειστὸς γραμμάτων δώδεκα, τὸ δὲ ἐν Χριστῷ ἄρρητον γραμμάτων τριάκοντα. καὶ διὰ
τοῦτό φησιν αὐτὸν α καὶ ω, ἵνα τὴν περιστερὰν μηνύσῃ, τοῦτον ἔχοντος τὸν
ἀριθμὸν τούτου τοῦ ὀρνέου.
9. Ὁ δὲ Ἰησοῦς ταύτην ἔχει, φησί, τὴν ἄρρητον γένεσιν. ἀπὸ γὰρ τῆς Μητρὸς
τῶν ὅλων, τῆς πρώτης τετράδος, ἐν θυγατρὸς τόπῳ προῆλθεν ἡ δευτέρα τετρὰς καὶ
ἐγένετο ὀγδοάς, ἐξ ἧς προῆλθεν δεκάς. οὕτως ἐγένετο δεκὰς καὶ ὀγδοάς. ἡ οὖν
δεκὰς ἐπισυνελθοῦσα τῇ ὀγδοάδι καὶ δεκαπλασίονα αὐτὴν ποιήσασα τὸν τῶν
ὀγδοήκοντα προεβίβασεν ἀριθμόν, καὶ τὰ ὀγδοήκοντα πάλιν δεκαπλασιάσασα τὸν τῶν
ὀκτακοσίων ἀριθμὸν ἐγέννησεν, ὥστε εἶναι τὸν ἅπαντα τῶν γραμμάτων ἀριθμὸν ἀπὸ
ὀγδοάδος εἰς δεκάδα προελθόντα <η> καὶ <π> καὶ <ω>, ὅ ἐστιν
Ἰησοῦς. τὸ γὰρ Ἰησοῦς ὄνομα κατὰ τὸν ἐν τοῖς γράμμασιν ἀριθμὸν ὀκτακόσιά ἐστιν
ὀγδοήκοντα ὀκτώ. ἔχεις σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ Ἰησοῦ κατ' αὐτοὺς γένεσιν.
διὸ καὶ τὸν ἀλφάβητον τῶν Ἑλλήνων ἔχειν μονάδας ὀκτὼ καὶ δεκάδας ὀκτὼ καὶ
ἑκατοντάδας ὀκτώ, τὴν τῶν ὀκτακοσίων ὀγδοήκοντα ὀκτὼ ψῆφον ἐπιδεικνύοντα,
τουτέστι τὸν Ἰησοῦν, ἐκ [τῶν] πάντων συνεστῶτα τῶν ἀριθμῶν. καὶ διὰ τοῦτο ἄλφα
καὶ ω ὀνομάζεσθαι αὐτόν, τὴν ἐκ πάντων γένεσιν σημαίνοντα. καὶ πάλιν οὕτως· τῆς
πρώτης τετράδος κατὰ πρόβασιν ἀριθμοῦ εἰς αὑτὴν συντιθεμένης ὁ τῶν δέκα ἀνεφάνη
ἀριθμός. μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ συντεθεῖσαι δέκα
γίνονται, ὅ ἐστιν <ι>, καὶ τοῦτ' εἶναι θέλουσι τὸν Ἰησοῦν. ἀλλὰ καὶ ὁ
Χρειστός, φησί, γραμμάτων ὀκτὼ ὢν τὴν πρώτην ὀγδοάδα σημαίνει, ἥτις τῷ ι
συμπλακεῖσα τὸν Ἰησοῦν ἀπεκύησε. λέγεται δέ, φησί, καὶ Υἱὸς Χρειστός, τουτέστιν
ἡ δωδεκάς· τὸ γὰρ Υἱὸς ὄνομα γραμμάτων ἐστὶ τεσσάρων, τὸ δὲ Χρειστὸς ὀκτώ·
ἅτινα συντεθέντα τὸ τῆς δωδεκάδος ἐπέδειξαν μέγεθος. πρὶν μὲν οὖν, φησί, τούτου
τοῦ ὀνόματος τὸ ἐπίσημον φανῆναι, τουτέστιν τὸν Ἰησοῦν τὸν Υἱόν, ἐν ἀγνοίᾳ
πολλῇ ὑπῆρχον οἱ ἄνθρωποι καὶ πλάνῃ· ὅτε δὲ ἐφανερώθη τὸ ἑξαγράμματον ὄνομα, ὃ
σάρκα περιεβάλετο, ἵνα εἰς τὴν αἴσθησιν τοῦ ἀνθρώπου κατέλθῃ, ἔχον ἐν ἑαυτῷ
αὐτὰ τὰ ἓξ καὶ τὰ εἰκοσιτέσσαρα, τότε γνόντες † αὐτὸν ἐπαύσαντο τῆς ἀγνοίας, ἐκ
θανάτου δὲ εἰς ζωὴν ἀνῆλθον, τοῦ ὀνόματος αὐτοῖς ὁδοῦ γενηθέντος πρὸς τὸν
Πατέρα τῆς ἀληθείας. τεθεληκέναι γὰρ τὸν Πατέρα τῶν ὅλων λῦσαι τὴν ἄγνοιαν καὶ
καθελεῖν τὸν θάνατον. ἀγνοίας δὲ λύσις ἡ ἐπίγνωσις αὐτοῦ ἐγίνετο. καὶ διὰ τοῦτο
ἐκλεχθῆναι τὸν κατὰ τὸ θέλημα αὐτοῦ κατ' εἰκόνα τῆς ἄνω δυνάμεως οἰκονομηθέντα
Ἄνθρωπον.
10. Ἀπὸ τετράδος γὰρ * προῆλθον οἱ Αἰῶνες. ἦν δὲ ἐν τῇ τετράδι Ἄνθρωπος καὶ
[ἡ] Ἐκκλησία, Λόγος καὶ Ζωή. ἀπὸ τούτων οὖν δυνάμεις, φησίν, ἀπορρυεῖσαι
ἐγενεσιούργησαν τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ μὲν Λόγου ἀναπεπληρωκέναι
τὸν τόπον τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἅγιον πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν
τοῦ ὑψίστου δύναμιν, τὸν δὲ τῆς Ἐκκλησίας τόπον ἡ παρθένος ἐπέδειξεν. οὕτως τε
ὁ κατ' οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ' αὐτῷ ἄνθρωπος, ὃν ὁ Πατὴρ
τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ. ἐλθόντος
δὲ αὐτοῦ εἰς τὸ ὕδωρ κατελθεῖν εἰς αὐτὸν ὡς περιστερὰν τὸν ἀναδραμόντα ἄνω καὶ
πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾧ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συσπαρέντων
αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων. αὐτὴν δὲ τὴν δύναμιν τὴν κατελθοῦσαν
σπέρμα φησὶν εἶναι τοῦ Πατρός, ἔχον ἐν ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν, τήν
τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας
Αἰῶνας. καὶ τοῦτ' εἶναι τὸ πνεῦμα τὸ λαλῆσαν διὰ τοῦ στόματος τοῦ Ἰησοῦ, τὸ
ὁμολογῆσαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα· κατελθὸν μέν<τοι γε>
εἰς τὸν Ἰησοῦν ἡνῶσθαι [δ'] αὐτῷ. καὶ καθεῖλε μὲν τὸν θάνατον, φησίν, ὁ ἐκ τῆς
οἰκονομίας σωτὴρ <Ἰησοῦς>, ἐγνώρισε δὲ τὸν Πατέρα † Χριστόν. εἶναι οὖν †
τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ εἰς
ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, ὃν
χωρήσαντα αὐτὸν ἐσχηκέναι αὐτόν τε τὸν Ἄνθρωπον, αὐτόν τε τὸν Λόγον καὶ τὸν
Πατέρα καὶ τὸν Ἄρρητον καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν.
11. Ταῦτ' ἤδη ὑπὲρ τὸ ἰοὺ ἰοὺ καὶ τὸ φεῦ καὶ ὑπὲρ πᾶσαν τραγικὴν
<ἐκ>φώνησιν καὶ σχετλιασμόν ἐστι. τίς γὰρ οὐκ ἂν μισήσειεν τὸν τηλικούτων
ψευσμάτων † κακοσύνθετον ποιητήν, τὴν μὲν ἀλήθειαν ὁρῶν εἴδωλον ὑπὸ Μάρκου
γεγονυῖαν καὶ τοῦτο τοῖς τοῦ ἀλφαβήτου γράμμασιν κατεστιγμένην. νεωστὶ πρὸς τὸ
ἀπ' ἀρχῆς, τὸ δὴ λεγόμενον χθὲς καὶ πρώην, Ἕλληνες ὁμολογοῦσιν ἀπὸ Κάδμου
πρῶτον ἓξ καὶ δέκα παρειληφέναι, εἶτα μετέπειτα προβαινόντων τῶν χρόνων αὐτοὶ
ἐξευρηκέναι ποτὲ μὲν τὰ δασέα, ποτὲ δὲ τὰ διπλᾶ, ἔσχατον δὲ πάντων Παλαμήδην
φασὶ τὰ μακρὰ τούτοις προστεθεικέναι. πρὸ τοῦ οὖν <παρ'> Ἕλλησι ταῦτα
γενέσθαι οὐκ ἦν Ἀλήθεια· τὸ γὰρ σῶμα αὐτῆς κατὰ σέ, Μάρκε, μεταγενέστερον μὲν
Κάδμου καὶ τῶν πρὸ αὐτοῦ, μεταγενέστερον δὲ τῶν τὰ λοιπὰ προστεθεικότων
στοιχεῖα, μεταγενέστερον δὲ καὶ σαυτοῦ. σὺ γὰρ μόνος <ὡς> εἴδωλον κατήγαγες
τὴν ὑπὸ σοῦ λεγομένην Ἀλήθειαν.
Τίς δ' ἀνέξεταί σου τὴν τοσαῦτα φλυαροῦσαν Σιγήν, ἣ τὸν ἀνονόμαστον ὀνομάζει
καὶ τὸν ἄρρητον ἐξηγεῖται καὶ τὸν ἀνεξιχνίαστον ἐξιστορεῖ καὶ ἠνοιχέναι τὸ
στόμα φησὶν αὐτόν, ὃν ἀσώματον καὶ ἀνείδεον λέγεις, καὶ προενέγκασθαι Λόγον, ὡς
ἕν τι τῶν συνθέτων ζῴων· τόν τε Λόγον αὐτοῦ, ὅμοιον ὄντα τῷ προβαλόντι καὶ
μορφὴν τοῦ ἀοράτου γεγονότα, στοιχείων μὲν εἶναι τριάκοντα, συλλαβῶν δὲ
τεσσάρων· ἔσται οὖν κατὰ τὴν ὁμοιότητα τοῦ Λόγου ὁ Πατὴρ τῶν πάντων, ὡς σὺ φῄς,
στοιχείων μὲν τριάκοντα, συλλαβῶν δὲ τεσσάρων. ἢ πάλιν τίς ἀνέξεταί σου εἰς
σχήματα καὶ ἀριθμούς, ποτὲ μὲν τριάκοντα, ποτὲ δὲ εἰκοσιτέσσαρα, ποτὲ δὲ ἓξ
μόνον, συγκλείοντος τὸν τῶν πάντων κτιστὴν καὶ δημιουργὸν καὶ ποιητὴν Λόγον τοῦ
θεοῦ, κατακερματίζοντός <τε> αὐτὸν εἰς συλλαβὰς μὲν τέσσαρας, στοιχεῖα δὲ
τριάκοντα, καὶ τὸν μὲν πάντων κύριον, τὸν ἐστερεωκότα τοὺς οὐρανούς, εἰς <ω
π η> κατάγοντος ἀριθμόν, ὁμοίως τῷ ἀλφαβήτῳ, καὶ αὐτὸν δὲ τὸν τὰ πάντα
χωροῦντα Πατέρα, ἀχώρητον δὲ ὑπάρχοντα, εἰς τετράδα καὶ ὀγδοάδα καὶ δεκάδα καὶ
δωδεκάδα ὑπομερίζοντος καὶ διὰ τῶν τοιούτων πολυπλασιασμῶν τὸ ἄρρητον καὶ
ἀνεννόητον, ὡς σὺ φῄς, τοῦ Πατρὸς ἐκδιηγουμένου; καὶ ὃν ἀσώματον καὶ ἀνούσιον
ὀνομάζεις, τὴν τούτου οὐσίαν καὶ τὴν ὑπόστασιν ἐκ πολλῶν γραμμάτων, ἑτέρων ἐξ
ἑτέρων γεννωμένων, κατασκευάζεις, αὐτὸς Δαίδαλος ψευδὴς καὶ τέκτων κακὸς
γενόμενος τῆς προπανυπερτάτου δυνάμεως· καὶ ἣν ἀμέριστον φῂς εἶναι
<οὐσίαν>, εἰς ἀφώνους καὶ φωνήεντας καὶ ἡμιφώνους φθόγγους ὑπομερίζων, τὸ
ἄφωνον αὐτῶν τῷ τῶν πάντων Πατρὶ καὶ τῇ τούτου Ἐννοίᾳ ἐπιψευδόμενος, εἰς τὴν
ἀνωτάτω βλασφημίαν καὶ μεγίστην ἀσέβειαν ἐμβέβληκας ἅπαντας τοὺς σοὶ
πειθομένους. διὸ <καὶ> δικαίως καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ
θεῖος πρεσβύτης καὶ κῆρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὕτως·
εἰδωλοποιὲ Μάρκε καὶ τερατοσκόπε,
ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τέχνης,
δι' ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα,
σημεῖα δεικνὺς τοῖς ὑπὸ σοῦ πλανωμένοις,
ἀποστατικῆς δυνάμεως ἐγχειρήματα,
ἃ σοὶ χορηγεῖ σὸς πατὴρ Σατὰν ἀεὶ
δι' ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν,
ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας.
καὶ ταῦτα μὲν ὁ θεοφιλὴς πρεσβύτης· ἡμεῖς δὲ τὰ λοιπὰ τῆς μυσταγωγίας αὐτῶν
μακρὰ ὄντα πειρασόμεθα βραχέως διεξελθεῖν καὶ τὰ πολλῷ χρόνῳ κεκρυμμένα εἰς
φανερὸν ἀγαγεῖν. οὕτω γὰρ ἂν γένοιτο εὐέλεγκτα πᾶσι.
12. Τὴν οὖν γένεσιν τῶν Αἰώνων αὐτῶν καὶ τὴν πλάνην τοῦ προβάτου καὶ
ἀνεύρεσιν ἑνώσαντες ἐπὶ τὸ αὐτὸ μυστικώτερον ἐπιχειροῦσιν ἀπαγγέλλειν οὗτοι οἱ
εἰς ἀριθμοὺς τὰ πάντα κατάγοντες, ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὰ ὅλα
συνεστηκέναι· καὶ ἀπὸ μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες οὕτω γεννῶσι τὴν δεκάδα.
μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες συντεθεῖσαι ἐπὶ τὸ αὐτὸ τὸν τῶν δέκα
Αἰώνων ἀπεκύησαν ἀριθμόν. πάλιν δ' αὖ ἡ δυὰς ἀπ' αὐτῆς προελθοῦσα ἕως τοῦ
ἐπισήμου, οἷον δύο καὶ τέσσαρες καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξεν. καὶ πάλιν ἀπὸ
τῆς δυάδος ὁμοίως ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰς ἀνεδείχθη, ἐν ᾗ
ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς. τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι
συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος λέγουσι, καὶ διὰ τοῦτο περὶ τὸν
δωδέκατον ἀριθμὸν τοῦ σφάλματος γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πεπλανῆσθαι,
ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ
τῆς † δωδεκάδος ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι
τὴν γυναῖκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν.
οὕτως οὖν καὶ τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας – ἐπὶ μὲν τῆς δραχμῆς τοὺς
ἐννέα, ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα – ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν
ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα
γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν.
Οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν
κατανοήσῃς τὸν καρπὸν αὐτῶν. τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ ἐπισήμῳ ὀγδοάδα
εἶναι θέλουσιν, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου
ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ ἐπισυνθέντες μέχρι τοῦ ἦτα τὴν
τριακοντάδα ἐπιδεικνύουσιν. ἀρξάμενος γάρ <τις> ἀπὸ τοῦ ἄλφα καὶ τελευτῶν
εἰς τὸ ἦτα τῷ ἀριθμῷ τῶν στοιχείων, ὑφεξαιρούμενος δὲ τὸ ἐπίσημον καὶ
ἐπισυντιθεὶς τὴν ἐπαύξησιν τῶν γραμμάτων, εὑρήσει τὸν τῶν τριάκοντα ἀριθμόν.
μέχρι γὰρ τοῦ ε στοιχείου πεντεκαίδεκα γίνονται· ἔπειτα προστεθεὶς αὐτοῖς ὁ τῶν
ἑπτὰ ἀριθμὸς <β> καὶ <κ> ἀπετέλεσε· προσελθὸν δὲ τούτοις τὸ η, ὅ
ἐστιν ὀκτώ, τὴν θαυμασιωτάτην τριακοντάδα ἀνεπλήρωσεν. καὶ ἐντεῦθεν
ἀποδεικνύουσι τὴν Ὀγδοάδα μητέρα τῶν τριάκοντα Αἰώνων. ἐπεὶ οὖν ἐκ τριῶν
δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, τρὶς αὐτὸς γενόμενος τὰ ἐνενήκοντα
ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα. καὶ αὐτὴ δὲ ἡ τριὰς ἐφ' ἑαυτῆς
συντεθεῖσα ἐννέα ἐγέννησεν. οὕτως τε ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα παρ'
αὐτοῖς ἀπεκύησεν ἀριθμόν. καὶ ἐπεὶ ὁ δωδέκατος Αἰὼν ἀποστὰς κατέλειψε τοὺς ἄνω
ἕνδεκα, κατάλληλον λέγουσι τὸν τύπον τῶν γραμμάτων τῷ σχήματι τοῦ † λόγου
κεῖσθαι (ἑνδέκατον γὰρ τῶν γραμμάτων κεῖται τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν
τριάκοντα) καὶ κατ' εἰκόνα κεῖσθαι τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα,
χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος κατὰ
τὴν παραύξησιν τῶν γραμμάτων σὺν αὐτῷ τῷ λ τὸν τῶν ἐνενήκοντα ἐννέα ποιεῖται
ἀριθμόν. ὅτι δὲ τὸ λ ἑνδέκατον ὂν τῇ τάξει ἐπὶ τὴν τοῦ ὁμοίου αὐτῷ κατῆλθεν
ζήτησιν, ἵνα ἀναπληρώσῃ τὸν δωδέκατον ἀριθμόν, καὶ εὑρὸν † αὐτὸν ἐπληρώθη,
φανερὸν εἶναι ἐξ αὐτοῦ τοῦ σχήματος τοῦ στοιχείου. τὸ γὰρ λ, ὥσπερ ἐπὶ τὴν τοῦ
ὁμοίου αὐτῷ ζήτησιν παραγενόμενον καὶ εὑρὸν καὶ εἰς ἑαυτὸ ἁρπάσαν † αὐτόν, τὴν
τοῦ δωδεκάτου ἀνεπλήρωσεν χώραν, τοῦ Μ στοιχείου ἐκ δύο Λ συγκειμένου. διὸ καὶ
φεύγειν αὐτοὺς διὰ τῆς γνώσεως τὴν τῶν ἐνενήκοντα ἐννέα χώραν, τουτέστιν τὸ
Ὑστέρημα, τύπον ἀριστερᾶς χειρός, μεταδιώκειν δὲ τὸ ἕν, ὃ προστεθὲν τοῖς
ἐνενήκοντα ἐννέα εἰς τὴν δεξιὰν αὐτοὺς χεῖρα μετέστησεν.
13. Σὺ μὲν ταῦτα διερχόμενος, ἀγαπητέ, εὖ οἶδα ὅτι γελάσεις πολλὰ * τὴν
τοιαύτην αὐτῶν οἰησίσοφον μωρίαν. ἄξιοι δὲ πένθους οἱ τηλικαύτην θεοσέβειαν καὶ
τὸ μέγεθος τῆς ἀληθῶς ἀρρήτου δυνάμεως καὶ τὰς τοσαύτας οἰκονομίας τοῦ θεοῦ διὰ
τοῦ ἄλφα καὶ βῆτα καὶ δι' ἀριθμῶν οὕτως ψυχρῶς καὶ βεβιασμένως διασύροντες.
ὅσοι δὲ ἀφίστανται τῆς ἐκκλησίας καὶ τούτοις τοῖς γραώδεσι μύθοις πείθονται,
ἀληθῶς <εἰσιν> αὐτοκατάκριτοι, οὓς ὁ Παῦλος ἐγκελεύεται ἡμῖν μετὰ μίαν
καὶ δευτέραν νουθεσίαν παραιτεῖσθαι. Ἰωάννης δέ, ὁ τοῦ κυρίου μαθητής, ἐπέτεινε
τὴν καταδίκην αὐτῶν, μηδὲ χαίρειν αὐτοῖς ὑφ' ἡμῶν λέγεσθαι βουληθείς· «ὁ γὰρ
λέγων αὐτοῖς» φησί «χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτῶν τοῖς πονηροῖς». καὶ
εἰκότως· «οὐκ ἔστι γὰρ χαίρειν τοῖς ἀσεβέσιν» λέγει κύριος. ἀσεβεῖς δὲ ὑπὲρ
πᾶσαν ἀσέβειαν οὗτοι οἱ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, μόνον θεὸν παντοκράτορα,
ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστιν, ἐξ Ὑστερήματος καὶ αὐτοῦ ἐξ ἄλλου Ὑστερήματος
γεγονότος προβεβλῆσθαι λέγοντες· ὥστε κατ' αὐτοὺς εἶναι αὐτὸν προβολὴν τρίτου
Ὑστερήματος. ἣν γνώμην ὄντως καταφυσήσαντας καὶ καταθεματίσαντας δέον πόρρω που
<καὶ> μακρὰν φυγεῖν ἀπ' αὐτῶν καὶ ᾗ πλέον διισχυρίζονται καὶ χαίρουσιν
ἐπὶ τοῖς παρευρέμασιν αὐτῶν, ταύτῃ μᾶλλον εἰδέναι πλέον αὐτοὺς ἐνεργεῖσθαι ὑπὸ
τῆς ὀγδοάδος τῶν πονηρῶν πνευμάτων, καθάπερ οἱ εἰς φρενίτιδα διάθεσιν
ἐμπεσόντες † ἢ πλέον γελῶσι καὶ ἰσχύειν δοκοῦσιν καὶ ὡς ὑγιαίνοντες πάντα
πράττουσιν, ἔνια δὲ καὶ ὑπὲρ τὸ ὑγιαίνειν, ταύτῃ μᾶλλον κακῶς ἔχουσιν. ὁμοίως
δὲ καὶ οὗτοι ᾗ μᾶλλον ὑπερφρονεῖν δοκοῦσι καὶ ἐκνευρίζουσιν ἑαυτοὺς ὑπέρτονα
τοξεύοντες, ταύτῃ μᾶλλον οὐ σωφρονοῦσιν. ἐξελθὸν γὰρ τὸ ἀκάθαρτον πνεῦμα τῆς
ἀνοίας, ἔπειτα σχολάζοντας αὐτοὺς οὐ θεῷ, ἀλλὰ κοσμικαῖς ζητήσεσιν εὑρόν,
προσπαραλαβὸν ἕτερα πνεύματα ἑπτὰ πονηρότερα ἑαυτοῦ καὶ χαυνῶσαν αὐτῶν τὴν
γνώμην ὡς δυναμένων τὰ ὑπὲρ τὸν θεὸν ἐννοεῖν καὶ ἐπιτήδειον εἰς ὑπερέκκρουσιν
κατασκευάσαν, τὴν ὀγδοάδα τῆς ἀνοίας τῶν πονηρῶν πνευμάτων εἰς αὐτοὺς
ἐνεθήκωσεν.
14. Βούλομαι δέ σοι καὶ ὡς αὐτὴν τὴν κτίσιν κατ' εἰκόνα τῶν ἀοράτων ὑπὸ τοῦ
Δημιουργοῦ, ὡς ἀγνοοῦντος αὐτοῦ, κατεσκευάσθαι διὰ τῆς Μητρὸς λέγουσιν
διηγήσασθαι. πρῶτον μὲν τὰ τέσσαρα στοιχεῖά φασιν, πῦρ ὕδωρ γῆν ἀέρα, εἰκόνα
προβεβλῆσθαι τῆς ἄνω πρώτης τετράδος, τάς τε ἐνεργείας αὐτῶν συναριθμουμένας,
οἷον θερμόν τε καὶ ψυχρόν, ξηρόν τε καὶ ὑγρόν, ἀκριβῶς ἐξεικονίζειν τὴν
ὀγδοάδα. ἑξῆς * δέκα δυνάμεις οὕτως καταριθμοῦσιν· ἑπτὰ μὲν † σωματικὰ
κυκλοειδῆ, ἃ καὶ οὐρανοὺς καλοῦσιν· ἔπειτα τὸν περιεκτικὸν αὐτῶν κύκλον, ὃν καὶ
ὄγδοον οὐρανὸν ὀνομάζουσι· πρὸς δὲ τούτοις ἥλιόν τε καὶ σελήνην. ταῦτα δέκα
ὄντα τὸν ἀριθμὸν εἰκόνας λέγουσιν εἶναι τῆς ἀοράτου δεκάδος, τῆς ἀπὸ Λόγου καὶ
Ζωῆς προελθούσης. τὴν δὲ δωδεκάδα μηνύεσθαι διὰ τοῦ ζῳδιακοῦ καλουμένου κύκλου.
τὰ γὰρ δώδεκα ζῴδια φανερώτατα τὴν τοῦ Ἀνθρώπου καὶ τῆς Ἐκκλησίας θυγατέρα
δωδεκάδα σκιαγραφεῖν λέγουσιν. καὶ ἐπεὶ ἀντεπεζεύχθη, φασί, τῇ τῶν ὅλων φορᾷ
ὠκυτάτῃ ὑπαρχούσῃ ὁ ὕπερθεν οὐρανὸς ὁ πρὸς αὐτῷ τῷ κύτει βαρύνων καὶ
ἀντιταλαντεύων τὴν ἐκείνων ὠκύτητα τῇ ἑαυτοῦ βραδυτῆτι, ὥστε αὐτὸν ἐν τριάκοντα
ἔτεσι τὴν περίοδον ἀπὸ σημείου ἐπὶ σημεῖον ποιεῖσθαι, εἰκόνα λέγουσιν αὐτὸν τοῦ
Ὅρου τοῦ τὴν τριακοντώνυμον Μητέρα αὐτῶν περιέχοντος. τὴν σελήνην τε πάλιν τὸν
ἑαυτῆς οὐρανὸν ἐμπεριερχομένην τριάκοντα ἡμέραις διὰ τῶν ἡμερῶν τὸν ἀριθμὸν τῶν
τριάκοντα Αἰώνων ἐκτυποῦν. καὶ τὸν ἥλιον δὲ ἐν δεκαδύο μησὶν περιερχόμενον καὶ
τερματίζοντα τὴν κυκλικὴν αὐτοῦ ἀποκατάστασιν, διὰ τῶν δώδεκα μηνῶν τὴν
δωδεκάδα φανερὰν ποιεῖν, καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δεκαδύο ὡρῶν τὸ μέτρον
ἐχούσας, τύπον τῆς <οὐ> φαεινῆς δωδεκάδος εἶναι. ἀλλὰ μὴν καὶ τὴν ὥραν
φασί, τὸ δωδέκατον τῆς ἡμέρας, ἐκ τριάκοντα μοιρῶν κεκοσμῆσθαι διὰ τὴν εἰκόνα
τῆς τριακοντάδος. καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν
τριακοσίων ἑξήκοντα· ἕκαστον γὰρ ζῴδιον μοίρας ἔχειν τριάκοντα. οὕτως δὴ καὶ
διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς τὰ τριάκοντα τετηρῆσθαι
λέγουσιν. ἔτι μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες καὶ καθ'
ἕκαστον κλίμα <ἀνὰ μίαν> δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὑποδεχομένην
καὶ ἐοικότα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ τὴν ἀπόρροιαν δυνάμει τύπον εἶναι
τῆς δωδεκάδος καὶ τῶν τέκνων αὐτῆς σαφέστατον διαβεβαιοῦνται.
Πρὸς δὲ τούτοις θελήσαντά φασι τὸν Δημιουργὸν τῆς ἄνω Ὀγδοάδος τὸ ἀπέραντον
καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι καὶ μὴ δυνηθέντα τὸ μόνιμον
αὐτῆς καὶ ἀίδιον ἐκτυπῶσαι, διὰ τὸ καρπὸν <αὐτὸν> εἶναι Ὑστερήματος, εἰς
χρόνους καὶ καιρούς, ἀριθμούς τε πολυετεῖς τὸ αἰώνιον αὐτῆς κατατεθεῖσθαι,
οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀπέραντον. ἐνταῦθά τε
λέγουσιν, ἐκφυγούσης αὐτὸν τῆς Ἀληθείας, ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ
τοῦτο κατάλυσιν πληρωθέντων τῶν χρόνων λαβεῖν αὐτοῦ τὸ ἔργον.
15. Καὶ περὶ μὲν τῆς κτίσεως τοιαῦτα λέγοντες, καθ' ἑκάστην ἡμέραν ἐπιγεννᾷ
ἕκαστος αὐτῶν, καθὼς δύναται, καινότερόν <τι>. τέλειος γὰρ οὐδεὶς ὁ μὴ
μεγάλα ψεύσματα παρ' αὐτοῖς καρποφορήσας. ἐκ δὲ τῶν προφητικῶν ὅσα
μεταμορφάζουσιν, ἀναγκαῖον μηνύσαντας τὸν ἔλεγχον αὐτοῖς ἐπάγειν. ὁ γὰρ Μωυσῆς,
φασίν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας, εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν
ὅλων ἐπέδειξεν εἰπών «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν». τέσσαρα
οὖν ταῦτα ὀνομάσας, θεὸν καὶ ἀρχήν, οὐρανὸν καὶ γῆν, τὴν τετρακτὺν αὐτῶν, ὡς
αὐτοὶ λέγουσι, διετύπωσεν. καὶ τὸ ἀόρατον δὲ καὶ ἀπόκρυφον αὐτῆς μηνύοντα
εἰπεῖν «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος». τὴν <δὲ> δευτέραν τετράδα,
γέννημα πρώτης τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, ἄβυσσον ὀνομάζοντα καὶ
σκότος ἐν σφίσιν αὐτοῖς καὶ ὕδωρ καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι πνεῦμα. μεθ' ἣν
τῆς δεκάδος μνημονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ
ἑσπέραν καὶ ὃ καλεῖται πρωΐ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην καὶ δεκάτῳ
τόπῳ τὸ ξύλον· οὕτω τε διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. τῆς
δὲ δωδεκάδος οὕτως ἐξεικονίσθαι παρ' αὐτῷ τὴν δύναμιν· ἥλιον γὰρ λέγειν καὶ
σελήνην, ἀστέρας τε καὶ καιρούς, ἐνιαυτούς τε καὶ κήτη, <ἔτι τε> ἰχθύας
καὶ ἑρπετά, πετεινά τε καὶ τετράποδα, θηρία τε καὶ ἐπὶ πᾶσι τούτοις δωδέκατον
τὸν ἄνθρωπον. οὕτως ὑπὸ τοῦ πνεύματος τὴν τριακοντάδα διὰ Μωυσέως εἰρῆσθαι
διδάσκουσιν. ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ' εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν
ἐν αὑτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγῆς δύναμιν (ἱδρῦσθαι δὲ ταύτην ἐν τῷ κατὰ τὸν
ἐγκέφαλον τόπῳ), ἀφ' ἧς ἀπορρεῖν δυνάμεις τέσσαρας κατ' εἰκόνα τῆς ἄνω τετράδος
καλουμένας, τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοήν, τὴν δὲ τρίτην ὄσφρησιν καὶ τὴν
τετάρτην γεῦσιν. τὴν δὲ ὀγδοάδα φασὶν μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς
μὲν δύο ἔχοντος καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο καὶ διπλῆν γεῦσιν,
πικροῦ τε καὶ γλυκέος. ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς τριακοντάδος
οὕτως ἔχειν διδάσκουσιν· ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων τὴν δεκάδα
βαστάζειν, ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δώδεκα μέλη διαιρουμένῳ τὴν δωδεκάδα.
διαιροῦσι δὲ αὐτό, καθάπερ τὸ τῆς Ἀληθείας διῄρηται παρ' αὐτοῖς σῶμα, περὶ οὗ
προειρήκαμεν. τήν τε οὖν ὀγδοάδα, ἄρρητόν τε καὶ ἀόρατον οὖσαν, ἐν τοῖς
σπλάγχνοις κρυβομένην νοεῖσθαι.
16. Ἥλιον δὲ πάλιν, τὸν μέγαν φωστῆρα, ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι
διὰ τὸν τῆς τετράδος ἀριθμὸν φάσκουσι. τῆς τε σκηνῆς τῆς ὑπὸ Μωυσέως
κατασκευασθείσης αἱ αὐλαὶ ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου
γεγονυῖαι τὴν αὐτὴν παρ' αὐτοῖς ἐπέδειξαν εἰκόνα. τόν τε τοῦ ἱερέως ποδήρη,
τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν τετράδα σημαίνειν
διορίζονται· καὶ εἴ τινα <ὅλως> τοιαῦτα κεῖται ἐν ταῖς γραφαῖς εἰς τὸν
τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμόν, διὰ τὴν τετρακτὺν αὐτῶν φασι γεγονέναι.
τὴν δὲ ὀγδοάδα πάλιν δείκνυσθαι οὕτως· ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσι
τὸν ἄνθρωπον· ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ
<ἐν> τῇ ὀγδόῃ, εἰ μή τι τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πεπλάσθαι,
τὸν δὲ σαρκικὸν ἐν τῇ ὀγδόῃ· διέσταλται γὰρ ταῦτα παρ' αὐτοῖς. ἔνιοι δὲ
<καὶ> ἄλλον <εἶναι> θέλουσι τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ
γεγονότα ἀρσενόθηλυν ἄνθρωπον καὶ τοῦτον εἶναι τὸν πνευματικόν, ἄλλον δὲ τὸν ἐκ
τῆς γῆς πλασθέντα.
Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι
διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον ὀγδοάδα μηνύειν. τὸ αὐτὸ δὲ καὶ τὸν
Δαυίδ, ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ, σημαίνειν. ἔτι μὴν καὶ τὴν
περιτομήν, ὀκταήμερον γινομένην, τὸ περίτμημα τῆς ἄνω ὀγδοάδος δηλοῦν. καὶ
ἁπλῶς ὅσα εὑρίσκεται ἐν ταῖς γραφαῖς ὑπάγεσθαι δυνάμενα εἰς τὸν ἀριθμὸν τῶν
ὀκτὼ τὸ μυστήριον τῆς ὀγδοάδος ἐκπληροῦν λέγουσιν. ἀλλὰ καὶ τὴν δεκάδα
σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν, ὧν ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ εἰς κατάσχεσιν
δοῦναι, λέγουσι. καὶ τὴν <κατὰ> Σάρραν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα
δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ
δηλοῦν. καὶ ὁ δοῦλος δὲ ὁ <τῷ> Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν καὶ ἐπὶ τῷ
φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ
δέκα ἡμέρας, ἔτι τε Ῥοβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων καὶ τῆς σκηνῆς αἱ δέκα
αὐλαὶ καὶ οἱ στῦλοι οἱ δεκαπήχεις καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ ἐπὶ τὴν ὠνὴν τοῦ σίτου
τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες καὶ οἱ δέκα ἀπόστολοι, οἷς φανεροῦται μετὰ
τὴν ἔγερσιν ὁ κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ' αὐτοὺς
δεκάδα.
17. Τὴν δωδεκάδα δέ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ Ὑστερήματος
γεγονέναι, ἐξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ
φανερῶς πανταχῇ κεῖσθαι λέγουσιν, ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακώβ, ἐξ ὧν καὶ
<αἱ> δώδεκα φυλαί, καὶ τὸ λόγιον τὸ ποικιλτὸν δώδεκα ἔχον λίθους καὶ τοὺς
δώδεκα κώδωνας καὶ τοὺς ὑπὸ Μωυσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους, ὡσαύτως
δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς
βαστάζοντας τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς ὑπὸ Ἠλία τεθειμένους ἐν τῇ
ὁλοκαυτώσει τοῦ μόσχου καὶ τὸν ἀριθμὸν δὲ τῶν ἀποστόλων καὶ πάντα ἁπλῶς ὅσα τὸν
δωδέκατον ἀριθμὸν διασῴζει τὴν δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι. τὴν δὲ τούτων
πάντων ἕνωσιν ὀνομαζομένην τριακοντάδα διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε
κιβωτοῦ καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς
πρῶτον καὶ διὰ Δαυίδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ
τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον <λ> καὶ διὰ τοῦ τὸ μῆκος γίνεσθαι
τῆς ἁγίας σκηνῆς τριάκοντα πηχῶν, καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι,
τὴν τριακοντάδα αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν.
18. Ἀναγκαῖον <δὲ> ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ
Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας,
ἐκλέγοντες ἐκ τῶν γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν' ἐπιδείξωσι τὸν κύριον ἡμῶν
ἄλλον καταγγέλλοντα πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός, ὃν καθὼς
προέφαμεν ἀσεβοῦντες Ὑστερήματος καρπὸν εἶναι λέγουσι. τὸν γοῦν προφήτην Ἠσαΐαν
εἰπόντα «Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκεν», τὴν τοῦ ἀοράτου Βυθοῦ
ἀγνωσίαν εἰρηκέναι μεθαρμόζουσι. καὶ διὰ Ὠσηὲ τὸ εἰρημένον «οὐκ ἔστιν ἐν αὐτοῖς
ἀλήθεια οὐδὲ ἐπίγνωσις θεοῦ» εἰς τὸ αὐτὸ συντείνειν βιάζονται, καὶ τό «οὐκ
ἔστιν ὁ συνιῶν ἢ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν» ἐπὶ τῆς
τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. καὶ τὸ διὰ Μωυσέως δὲ εἰρημένον «οὐδεὶς ὄψεται τὸν
θεὸν καὶ ζήσεται» εἰς ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. τὸν μὲν γὰρ ποιητὴν
ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι, τὸ δὲ <γεγραμμένον>
«οὐδεὶς ὄψεται τὸν θεὸν καὶ ζήσεται» περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου
τοῖς πᾶσιν εἰρῆσθαι θέλουσι. καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου πατρὸς καὶ ποιητοῦ
τῶν ὅλων εἴρηται τό «οὐδεὶς ὄψεται τὸν θεόν» πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ
οὐ περὶ τοῦ ὑπὸ τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ καὶ
αὐτός ἐστιν ὁ ἀόρατος θεός, δειχθήσεται τοῦ λόγου προϊόντος. καὶ τὸν Δανιὴλ δὲ
τὸ αὐτὸ τοῦτο σημαίνειν ἐν τῷ ἐπερωτᾶν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν,
ὡς μὴ εἰδότα· ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ' αὐτοῦ τὸ μέγα μυστήριον
τοῦ Βυθοῦ εἰπεῖν αὐτῷ «ἀπότρεχε Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εἰσίν,
ἕως οἱ συνιέντες συνιῶσι καὶ οἱ λευκοὶ λευκανθῶσι»· καὶ αὐτοὺς εἶναι τοὺς
λευκοὺς καὶ [εὖ] συνιέντας αὐχοῦσιν.
Πρὸς δὲ τούτοις ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ
ἔπλασαν, παραφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων καὶ τὰ τῆς ἀληθείας μὴ
ἐπισταμένων γράμματα. προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κἀκεῖνο τὸ ῥᾳδιούργημα,
ὡς τοῦ κυρίου παιδὸς ὄντος καὶ μανθάνοντος τὰ γράμματα, τοῦ διδασκάλου αὐτῷ
φήσαντος, καθὼς ἔθος ἐστίν· εἰπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα. πάλιν τε τὸ βῆτα
τοῦ διδασκάλου κελεύοντος εἰπεῖν, ἀποκρίνασθαι τὸν κύριον· σύ μοι πρότερον εἰπὲ
τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. καὶ τοῦτο ἐξηγοῦνται, ὡς
αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ ἄλφα.
Ἔνια δὲ καὶ τῶν ἐν τῷ εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα
μεθαρμόζουσιν, ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν «οὐκ
οἴδατε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ με εἶναι;» ὃν οὐκ ᾔδεισαν, φασί, πατέρα
κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλάς,
κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς θεόν. καὶ τῷ εἰπόντι αὐτῷ «διδάσκαλε ἀγαθέ» τὸν
ἀληθῶς ἀγαθὸν θεὸν ὡμολογηκέναι εἰπόντα «τί με λέγεις ἀγαθόν; εἷς ἐστιν ἀγαθός,
ὁ πατὴρ ἐν τοῖς οὐρανοῖς»· οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. καὶ
διὰ τοῦ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ «ἐν ποίᾳ δυνάμει τοῦτο ποιεῖς», ἀλλὰ
τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς τὸ ἄρρητον τοῦ Πατρὸς ἐν τῷ <μὴ> εἰπεῖν
δεδειχέναι αὐτὸν ἐξηγοῦνται. ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι «πολλάκις ἐπεθύμησα
ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα» ἐμφαίνοντός φασιν
εἶναι διὰ τοῦ «ἕνα» τὸν ἀληθῶς ἕνα θεόν, ὃν οὐκ ἐγνώκεισαν. ἔτι ἐν τῷ
προσσχόντα αὐτὸν τῇ Ἱερουσαλὴμ δακρῦσαι ἐπ' αὐτὴν καὶ εἰπεῖν «εἰ ἔγνως καὶ σὺ
σήμερον τὰ πρὸς εἰρήνην; ἐκρύβη δὲ <ἀπὸ> σοῦ», διὰ τοῦ «ἐκρύβη» ῥήματος
τὸ ἀπόκρυφον τοῦ Βυθοῦ δεδηλωκέναι. καὶ πάλιν εἰπόντα «δεῦτε πρός με πάντες οἱ
κοπιῶντες καὶ πεφορτισμένοι, καὶ μάθετε ἀπ' ἐμοῦ», τὸν τῆς ἀληθείας πατέρα
κατηγγελκέναι. ὃ γὰρ οὐκ ᾔδεισαν, φασί, τοῦτο αὐτοῖς ὑπέσχετο διδάξειν.
<Ἀπόδειξιν> δὲ τῶν ἀνωτάτω καὶ οἱονεὶ κορωνίδα τῆς ὑποθέσεως αὐτῶν
φέρουσι ταῦτα «ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι
ἀπέκρυψας αὐτὰ ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. οὐά, ὁ πατήρ
μου, ὅτι ἔμπροσθέν σου εὐδοκία [μοι] ἐγένετο. πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός
μου, καὶ οὐδεὶς ἔγνω τὸν πατέρα, εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱόν, εἰ μὴ ὁ πατὴρ καὶ
ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». ἐν τούτοις <γὰρ> διαρρήδην φασὶ δεδειχέναι αὐτόν,
ὡς τὸν ὑπ' αὐτῶν παρεξευρημένον πατέρα ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδὲ
ἑνὸς πώποτε ἐγνωκότος, καὶ κατασκευάζειν θέλουσιν, ὡς τοῦ ποιητοῦ καὶ κτιστοῦ
ἀεὶ ὑπὸ πάντων ἐγνωσμένου, καὶ ταῦτα τὸν κύριον εἰρηκέναι περὶ τοῦ ἀγνώστου
τοῖς πᾶσι πατρός, ὃν αὐτοὶ καταγγέλλουσι.
19. Τὴν δὲ τῆς ἀπολυτρώσεως <παρ'> αὐτοῖς παράδοσιν συμβέβηκεν ἀόρατον
εἶναι καὶ ἀκατάληπτον, ἅτε † τῶν ἀκρατήτων καὶ ἀοράτων Μητέρα ὑπάρχουσαν καὶ
διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁπλῶς οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστιν διὰ τὸ ἕνα
ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. ὅσοι γάρ εἰσι ταύτης
τῆς γνώμης μυσταγωγοί, τοσαῦται καὶ ἀπολυτρώσεις. καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ
βαπτίσματος τῆς εἰς θεὸν ἀναγεννήσεως καὶ πάσης τῆς πίστεως ἀπόθεσιν
ὑποβέβληται τὸ εἶδος τοῦτο ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ
προσήκοντι τόπῳ.
Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι τοῖς τὴν τελείαν γνῶσιν εἰληφόσιν, ἵνα εἰς
τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. ἄλλως γὰρ ἀδύνατον <εἶναι>
ἐντὸς Πληρώματος εἰσελθεῖν, ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος τοῦ Βυθοῦ
κατάγουσα κατ' αὐτούς. τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως
<εἶναι> ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ κατελθόντος Χριστοῦ εἰς
τελείωσιν, καὶ τὸ μὲν ψυχικόν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται, καὶ τὸ μὲν
βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εἰς μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ Χριστοῦ
κεκομίσθαι εἰς τελείωσιν. καὶ τοῦτ' εἶναι περὶ οὗ λέγει «καὶ ἄλλο βάπτισμα ἔχω
βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό». ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς
μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν μετ' αὐτοῦ
εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν κύριον λέγουσιν,
εἰπόντα «δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι;» καὶ τὸν
Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι, καὶ
εἶναι ταύτην τὴν ὑπ' αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην.
20. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ'
ἐπιρρήσεών τινων τοῖς τελουμένοις καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ'
αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν· οἱ δὲ ἄγουσιν ἐφ' ὕδωρ καὶ
βαπτίζοντες οὕτως ἐπιλέγουσιν «εἰς ὄνομα ἀγνώστου πατρὸς τῶν ὅλων, εἰς Ἀλήθειαν
μητέρα <τῶν> πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν εἰς ἕνωσιν καὶ
ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων». ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα
ἐπιλέγουσι πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελουμένους, οὕτως· βασεμὰ χαμοσσὴ
βααιανοορὰ μισταδία ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. τούτων δ' ἡ ἑρμηνεία ἐστὶ
τοιαύτη· ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς ἐπικαλοῦμαι * φῶς ὀνομαζόμενον καὶ
πνεῦμα ἀγαθὸν καὶ ζωή, ὅτι ἐν σώματι ἐβασίλευσας.
ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν * ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκεκρυμμένον
ἀπὸ πάσης θεότητος καὶ κυριότητος καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς
ἐν ταῖς ζώναις τοῦ φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ πνεύματος ἁγίου, εἰς
λύτρωσιν ἀγγελικήν, ὄνομα τὸ τῆς ἀποκαταστάσεως· Μεσσία οὐφαρέγνα μεμψαι μὲν
χαλ δαίαν μοσομὴ δαέα ἀκφαρ νεψευ ουα Ἰησοῦ Ναζαρία. καὶ τούτων δὲ ἡ ἑρμηνεία
ἐστὶν τοιαύτη· οὐ διαιρῶ τὸ πνεῦμα, τὴν καρδίαν καὶ τὴν ὑπερουράνιον δύναμιν
τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, σωτὴρ ἀληθείας. καὶ ταῦτα μὲν
ἐπιλέγουσιν αὐτοὶ οἱ τελοῦντες, ὁ δὲ τετελεσμένος ἀποκρίνεται· ἐστήριγμαι καὶ
λελύτρωμαι καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αἰῶνος τούτου καὶ πάντων τῶν
παρ' αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαώ, ὃς ἐλυτρώσατο τὴν ψυχὴν αὐτοῦ εἰς ἀπολύτρωσιν
ἐν τῷ Χριστῷ τῷ ζῶντι. εἶτ' ἐπιλέγουσιν οἱ παρόντες· εἰρήνη πᾶσιν, ἐφ' οὓς τὸ
ὄνομα τοῦτο ἐπαναπέπαυται. ἔπειτα μυρίζουσι τὸν τετελεσμένον τῷ ὀπῷ τῷ ἀπὸ
βαλσάμου. τὸ γὰρ μύρον τοῦτο τύπον τῆς ὑπὲρ τὰ ὅλα εὐωδίας εἶναι λέγουσιν.
Ἔνιοι δ' αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι, μίξαντες δὲ
ἔλαιον καὶ ὕδωρ ἐπὶ τὸ αὐτὸ μετ' ἐπιρρήσεών <τινων> ὁμοιοτρόπων αἷς
προειρήκαμεν ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελουμένων, καὶ τοῦτ' εἶναι τὴν
ἀπολύτρωσιν θέλουσι. μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ.
ἄλλοι δὲ ταῦτα πάντα παραιτησάμενοι φάσκουσι μὴ δεῖν τὸ τῆς ἀρρήτου καὶ
ἀοράτου δυνάμεως μυστήριον δι' ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ
τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι' αἰσθητῶν καὶ σωματικῶν. εἶναι δὲ τὴν τελείαν
ἀπολύτρωσιν αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀρρήτου Μεγέθους· ὑπ' ἀγνοίας γὰρ
Ὑστερήματος καὶ πάθους γεγονότων διὰ γνώσεως καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς
ἀγνοίας σύστασιν, ὥστ' εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου. καὶ
μήτε σωματικὴν ὑπάρχειν αὐτὴν (φθαρτὸν γὰρ τὸ σῶμα) μήτε ψυχικήν, ἐπεὶ καὶ ἡ
ψυχὴ ἐξ Ὑστερήματός <ἐστι> καὶ ἔστι τοῦ πνεύματος ὥσπερ οἰκητήριον·
πνευματικὴν οὖν δεῖν καὶ τὴν λύτρωσιν ὑπάρχειν. λυτροῦσθαι γὰρ διὰ γνώσεως τὸν
ἔσω ἄνθρωπον τὸν πνευματικὸν καὶ ἀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει. καὶ
ταύτην εἶναι λύτρωσιν ἀληθῆ.
ΕΩΣ ΩΔΕ ΤΑ ΑΠΟ ΕΙΡΗΝΑΙΟΥ
21. Ταύτην τὴν πᾶσαν ἀκριβῆ ἔρευναν ὁ μακάριος πρεσβύτης Εἰρηναῖος
ἐποιήσατο, καθ' εἱρμὸν πάντα ἐκθέμενος τῆς αὐτῶν πάσης παραπεποιημένης
διδασκαλίας. διόπερ δή, ὡς καὶ ἤδη μοι προδεδήλωται, [ὅτι] τοῖς ὑπ' αὐτοῦ
ἐσπουδασμένοις ἀρκεσθέντες πάντα πρὸς ἔπος, ὡς παρ' αὐτῷ ἐμφέρεται,
παρεθήκαμεν. ἀνατραπήσονται δὲ ἐξ αὐτῶν τῶν παρὰ τοῦ ἁγίου ἀνδρὸς εἰς ἀντίθεσιν
τῆς αὐτῶν μοχθηρίας εἰρημένων. ἡμεῖς γὰρ πιστεύομεν, ὡς πάντῃ ἡ ἀλήθεια
ὑποφαίνει καὶ ὁ εὔλογος λογισμὸς ὑποτίθεται καὶ τῷ τῆς εὐσεβείας κανόνι
συμπεφώνηται τῷ τε νόμῳ καὶ τοῖς προφήταις καὶ τοῖς ἀπὸ τῶν ἀνέκαθεν
πατριάρχαις κατὰ ἀκολουθίαν τῇ τε αὐτοῦ τοῦ σωτῆρος διδαχῇ, <τοῦ κυρίου>
καὶ τῶν αὐτοῦ ἀποστόλων σαφῶς ἡμᾶς διδασκόντων ἕνα ὁμολογεῖν θεὸν πατέρα,
παντοκράτορα τῶν ὅλων, καὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ
πνεῦμα, μίαν ἁγίαν τριάδα ἄκτιστον, τῶν ἄλλων ἁπάντων ἐξ οὐκ ὄντων γενομένων
μετὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. τούτων δὲ παρὰ πάντων τῶν προειρημένων
ἁγίων προφητῶν τε καὶ εὐαγγελιστῶν καὶ ἀποστόλων σαφῶς ὡμολογημένων καὶ
πεπιστευμένων, οὐκ ἂν δυνηθείη κυβευτική τις ἐπίνοια ἀντισχεῖν πρὸς τὴν ἀκτῖνα
τῆς ἀληθείας, ὥς γε ἡμῖν πολλάκις κατὰ πλάτος εἴρηται ἐν τῇ πρὸς ἑκάστην
αἵρεσιν ἀντιθέσει· ὡς ἐξ ἅπαντος φωρᾶσθαι καὶ τοῦτον τὸν ἀγύρτην καὶ
θανατοποιὸν ἰσοτύπως ταῖς προειρημέναις ἐπιδείξεως χάριν καὶ περιεργίας τὰ
μεγάλα ταῦτα καττύσαντά τε καὶ μηχανησάμενον.
22. Παρελθόντες δὲ καὶ τούτου τὴν μοχθηρίαν καὶ τῶν ἀπ' αὐτοῦ Μαρκωσίων
λεγομένων ἐπὶ τὰς ἑξῆς σπεύσωμεν, ὦ ἐπιπόθητοι, τὰς αὐτῶν ῥίζας πάλιν
ἀνερευνῶντες καὶ τῶν καρπῶν αὐτῶν τὴν πικρίαν ἀφανίζοντες, τήν τε ἀνατροπὴν καὶ
τὰ κατ' αὐτοὺς πάντα ἐπιδεικνύντες, οὐχὶ εἰς βλάβην τῶν ἐντυγχανόντων, ἀλλὰ εἰς
ἀποτροπήν, πρὸς τὸ μὴ πλησιάσαι μιᾷ τῶν προειρημένων αἱρέσεων ἢ τῶν μετέπειτα,
ἀλλὰ ἀναγνόντας τὰ γεγραμμένα παρ' αὐτοῖς καὶ γνόντας τὰ ᾀδόμενα καὶ
καταγνόντας τῆς ἑκάστης αὐτῶν πλάνης τε καὶ ἑρπετώδους μοχθηρίας ἀποφεύγειν τε
καὶ ὡς εἶπον μὴ πλησιάζειν. διψάδα γάρ τινα ἔχιδνάν φασιν οἱ ἱστορήσαντες, ἣ
οὕτως ἔοικεν λύμην τοιάνδε ἐμποιεῖν· ἐν τόποις γάρ τισιν, ὅπου πύελοι ἐν ταῖς
πέτραις ἢ λιβάδες εἰσὶ μικραὶ ἀπὸ πετρῶν χεόμεναι εἰς ὑποδοχήν τινα, ἡ αὐτὴ
διψὰς ὕδωρ εὑρίσκουσα καὶ πιοῦσα τὸν ἰὸν ἐμβάλλει μετὰ τὸ πιεῖν εἰς τὰς
προειρημένας στάσεις τῶν ὑδάτων, ὥστε πᾶν ζῷον πλησιάσαν καὶ ποτοῦ κορεσθὲν
δοκεῖν μὲν ὠφελεῖσθαι ἐκ τοῦ μεταλαβεῖν, εὐθὺς δὲ παρὰ τὸν ὑποδόχον τῶν ὑδάτων
ἐκ τοῦ ἰοῦ τῆς διψάδος ὑποδεξάμενον καταπίπτειν καὶ θνῄσκειν. ἀλλὰ καὶ εἴ τινα
πλήξειεν ἡ αὐτὴ διψάς, ἀπὸ τοῦ περισσοτέρως ἐν αὐτῇ καυστικοῦ ἰοῦ ἐπὶ ὄρεξιν
δίψης καὶ πόματος προτρέπει τὸ πάθος τῆς ἀλγηδόνος προσφέρεσθαί τε ἀεὶ καὶ
πίνειν ἐρεθίζει. νομίζει δέ τι ὠφελεῖσθαι πρὸς τὴν λύμην ὁ πληγείς, ὁσάκις τῆς
τοιαύτης θανατηφόρου ἀλγηδόνος * λαμβάνει, ἀλλὰ ἐν αὐτῷ τῷ πότῳ πληρωθείσης τῆς
γαστρὸς καὶ μηκέτι <τι> ὑποδεχομένης ὕστερον σὺν τῷ πόματι τὸ πνεῦμα
ἀφίησιν. οὕτως καὶ οὗτος ἀπὸ πόματος τὸν θάνατον τοῖς παρ' αὐτοῦ ἠπατημένοις
ἐξεργάζεται, οὗπερ ἰοῦ ἐν δυνάμει θεοῦ ῥυσθέντες ἐπὶ τὰς ἑξῆς ἴωμεν.
Κατὰ Κολορβασίων <ιε>, τῆς δὲ ἀκολουθίας <λε>
1. Κολόρβασος τούτοις ἕπεται ἀπὸ τῆς τοῦ προειρημένου Μάρκου γοητείας τὸν
ἔρανον ποιησάμενος, ἀλλὰ καὶ ἀπὸ τῆς τοῦ Πτολεμαίου ῥίζης σκολόπων δίκην ἀναφύσας·
ἕτερα <δὲ> πάλιν παρὰ τούτους ἐνοχλεῖν τῷ κόσμῳ κέντρων δίκην ἐπενόησε,
δῆθεν μείζονα ἐμπειρίαν, ὡς ἄνωθεν ἥκων, μηχανώμενος. καὶ τὰ μὲν πρῶτα σὺν τῷ
Μάρκῳ ὑπάρχων ὁμοιογνώμονι αὐτῷ, δίκην δικεφάλου ὄφεως ὑπαρχούσης τῆς αὐτῶν
αἱρέσεως, ὕστερον δὲ ὡς κεφαλὴ ἀπὸ σώματος ἑρπετοῦ τμηθεῖσα καὶ ἔτι ἐμπνέουσα
πολλοὺς ἀφανίσας ἠδίκησεν, ὡς δῆθεν μεῖζόν τι καὶ ἐμπειρότερον παρὰ τοὺς σὺν
αὐτῷ καὶ τοὺς πρώτους δεικνύς.
λέγει γὰρ τὴν πρώτην ὀγδοάδα οὐ καθ' ὑπόβασιν ἄλλον ὑπὸ ἄλλου Αἰῶνα
προβεβλῆσθαι, ἀλλ' ὁμοῦ καὶ εἰς ἅπαξ τὴν τῶν ἓξ Αἰώνων προβολὴν ὑπὸ τοῦ
Προπάτορος καὶ τῆς Ἐννοίας αὐτοῦ τετέχθαι, ὡς αὐτὸς μαιωσάμενος, διαβεβαιοῦται.
καὶ οὐκέτι ἐκ Λόγου καὶ Ζωῆς Ἄνθρωπον καὶ Ἐκκλησίαν, ὡς οἱ ἄλλοι, ἀλλ' ἐξ
Ἀνθρώπου καὶ Ἐκκλησίας Λόγον καὶ Ζωήν φασι τετέχθαι αὐτὸς καὶ οἱ αὐτοῦ. ἀλλὰ
καὶ ἑτέρῳ τρόπῳ τοῦτο λέγουσιν, ὅτι ὅτε ἐνενοήθη προβαλεῖν ὁ Προπάτωρ, τοῦτο
Πατὴρ ἐκλήθη· ἐπειδὴ δὲ ὃ προεβάλετο ἀλήθεια ἦν, τοῦτο Ἀλήθεια ὠνομάσθη. ὅτε δὲ
ἠθέλησεν ἑαυτὸν ἐπιδεῖξαι, τοῦτο Ἄνθρωπος ἐλέχθη. οὓς δὲ προελογίσατο ὅτε προέβαλεν,
τοῦτο Ἐκκλησία ὠνομάσθη· † καὶ ὁ Ἄνθρωπος τὸν Λόγον· οὗτός ἐστιν ὁ πρωτότοκος
υἱός. ἐπακολουθεῖ δὲ τῷ Λόγῳ καὶ ἡ Ζωή. καὶ οὕτως πρώτη ὀγδοὰς συνετελέσθη.
πολλὴ δὲ μάχη παρ' αὐτοῖς καὶ περὶ τοῦ Σωτῆρος. οἱ μὲν γὰρ αὐτὸν ἐκ πάντων
γεγονέναι λέγουσι, διὸ καὶ εὐδοκητὸν καλεῖσθαι, ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησεν
δι' αὐτοῦ δοξάσαι τὸν Πατέρα· οἱ δὲ ἐκ μόνων τῶν δέκα αἰώνων τῶν ἀπὸ Λόγου καὶ
Ζωῆς προβεβλημένων [αὐτὸν λέγουσι], <καὶ διὰ τοῦτο Λόγον καὶ Ζωὴν αὐτὸν
λέγεσθαι>, τὰ προγονικὰ ὀνόματα [τὰ] διασῴζοντα· οἱ δὲ ἐκ τῶν δώδεκα Αἰώνων
τῶν ἐκ τοῦ Ἀνθρώπου καὶ Ἐκκλησίας γενομένων, καὶ διὰ τοῦτο υἱὸν ἀνθρώπου
<ἑαυτὸν> ὁμολογεῖν, ὡσανεὶ ἀπόγονον Ἀνθρώπου· οἱ δὲ ὑπὸ τοῦ Χριστοῦ καὶ
τοῦ ἁγίου πνεύματος <τῶν> εἰς στήριγμα τοῦ πληρώματος <προβεβλημένων>
γεγονέναι λέγουσιν αὐτόν, καὶ διὰ τοῦτο Χριστὸν λέγεσθαι αὐτόν, τὴν τοῦ Πατρὸς
ἀφ' οὗ προεβλήθη διασῴζοντα προσηγορίαν. ἄλλοι δέ, ὡς εἰπεῖν, τινὲς ἐξ αὐτῶν
ῥαψῳδοί, τὸν Προπάτορα τῶν ὅλων καὶ Προαρχὴν καὶ Προανεννόητον Ἄνθρωπον λέγουσι
καλεῖσθαι. καὶ τοῦτ' εἶναι τὸ μέγα καὶ ἀπόκρυφον μυστήριον, ὅτι ἡ ὑπὲρ τὰ ὅλα
δύναμις καὶ ἐμπεριεκτικὴ τῶν πάντων Ἄνθρωπος καλεῖται· καὶ διὰ τοῦτο υἱὸν
Ἀνθρώπου ἑαυτὸν λέγειν τὸν σωτῆρα.
2. Αὕτη καὶ ἡ τοῦ Κολορβάσου μάταιος τῷ βίῳ καὶ φαντασιώδης διὰ ψοφημάτων
κενοφωνία· ἣν ἐὰν καταμάθοι τις, εἴσεται ἐκ τῶν πρὸ αὐτοῦ ὡς φιλοτιμία ἐστὶ τῆς
ἑκάστου τούτων ὑπονοίας <αἰτία>. κενοδοξῶν γὰρ ἕκαστος καὶ βουλόμενος
ἑαυτῷ συνάγειν ἄθροισμα ὥστε αὐτῷ ἕπεσθαι, ἃ ὑπεισῆλθεν τὴν αὐτοῦ ἔννοιαν
ἐψευδολόγησεν, οὔτε κατὰ προφητείαν φθεγγόμενος (οὐ γὰρ πνεῦμα ἅγιον ἐλάλησεν
ἐν αὐτοῖς) οὔτε ἀπὸ τῆς τῶν προφητῶν καὶ εὐαγγελίων ἀληθείας κἂν μίαν πρόφασιν
ἐσχηκώς. ἀνατροπὴ δὲ τούτων πάντων τῆς ψευδωνύμου γνώσεως ὁ αὐτὸς τῆς ἀληθείας
κατὰ τῶν πρώτων ῥηθεὶς λόγος. τῆς γὰρ Οὐαλεντίνου σχολῆς καὶ τῶν πρὸ αὐτοῦ
οὗτοι πάντες ὑπάρχοντες καὶ τὸν νοῦν ἐκείνου ἄλλως ἄλλος ἐξηγησάμενοι, τὴν ἴσην
αὐτοῖς ὀφλήσουσιν αἰσχύνην. μεγάλην γὰρ ἡμῖν ἀπάτην κενοφωνίας καὶ οὗτος ὁ
Κολόρβασος ἧκεν φέρων. ἐπέθετο γὰρ ἡμῖν ποιητευσάμενος τῷ ἀκαταλήπτῳ καὶ ἀοράτῳ
καὶ ἁγίῳ θεῷ τῷ πατρὶ τῶν ὅλων ὄνομα Ἄνθρωπος, ἵνα συζεύξῃ τῇ ἑαυτοῦ πλάνῃ τὸν
τοῦ σωτῆρος λόγον φάσκοντος ἑαυτὸν υἱὸν Ἀνθρώπου καὶ μεταγάγῃ τὴν διάνοιαν τῶν
αὐτῷ χρησαμένων ἀπὸ τῆς ἀληθινῆς καὶ ἐναργεστάτης τοῦ Χριστοῦ περὶ αὑτοῦ
ὁμολογίας εἰς ἀμηχανίαν καὶ εἰς κενοφωνίαν † τοῦ ζητεῖν, ὑπολαμβάνοντας ἐν τοῖς
ἐπουρανίοις εἶναι ὃ μὴ ἔστι. δῶμεν γὰρ αὐτὸν διὰ τὸ τὸν ἄνω που αὐτοῦ πατέρα
Ἄνθρωπον καλεῖσθαι υἱὸν Ἀνθρώπου ἑαυτὸν ὀνομάζειν (καὶ οὐκ ἀπὸ τῆς σαρκὸς ἧς
ἔλαβεν ἀπὸ παρθενικῆς μήτρας τουτέστιν ἀπὸ Μαρίας τῆς ἁγίας γεννηθεὶς διὰ πνεύματος
ἁγίου) κατὰ τὸν τοῦ ἐλεεινοῦ Κολορβάσου τούτου λόγον, – τί ἂν εἴποι περὶ
οὗ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστός φησιν, ὡς τοῖς Ἰουδαίοις ἔλεγεν «νῦν δέ
με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ
τοῦ πατρός μου»· καὶ οὐκέτι ἐνταῦθα εἶπεν, τοῦ ἀνθρώπου πατρός μου, ἀλλὰ περὶ
μὲν πατρὸς ὁμολογῶν θεὸν τὸν τῶν ὅλων ἐσήμανεν, περὶ δὲ ἑαυτοῦ, ὅτι
ἐνηνθρώπησεν ἐν ἀληθείᾳ, ἄνθρωπον ἑαυτὸν ἔφασκεν· ὡς καὶ οἱ ἀπόστολοί φασιν,
ἵνα ἡ ἀλήθεια πανταχόθεν συσταθῇ καὶ γνωσθῇ πόθεν ἐστὶν τὰ τῷ κυρίῳ ὀνόματα
συναφθέντα «Ἰησοῦν ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς σημείοις καὶ τέρασι» καὶ τὰ
ἑξῆς. τί τοίνυν πρὸς ταῦτα φαίης ἄν. ὦ πάντων ἀνθρώπων ἐλεεινότατε, ἐπειδὴ
ἄνωθεν ἥκεις φέρων ἡμῖν καινὰς ὀνομασίας καὶ σεμνύνῃ ἐφ' οἷς τὸ τοῦ ἀνθρώπου ὄνομα
αὐτῷ τῷ πάντων δεσπότῃ καὶ πατρὶ τῶν ὅλων προσάψαι ἐτόλμησας, ὡς ἐκ τούτου
καλεῖσθαι τὸν κύριον υἱὸν Ἀνθρώπου διὰ τὸ τὸν πατέρα Ἄνθρωπον καλεῖσθαι. εὑρὲ
ἡμῖν καί τινα ἄλλην προσηγορίαν τῷ πατρὶ ἁρμόζουσαν <κατὰ> τό «ἄνδρα
ἀποδεδειγμένον»· ἀλλ' οὐκ ἂν εὕροις ποτέ. εἰ γὰρ καὶ ἀνὴρ ἄνθρωπός ἐστι καὶ
πρὸς ἀντιδιαστολὴν τῆς γυναικὸς τὸν ἄνθρωπον ἄνδρα καλοῦμεν, ὅμως οὐκ ἂν καὶ ἐν
τούτῳ μηχανήσασθαί τι δυνηθείης. ἄνευ γὰρ σχημάτων καὶ μελῶν κρυφίων τε καὶ
ὁρατῶν ἀνὴρ οὐ δυνήσεται καλεῖσθαι. λέγομεν γὰρ καὶ τὴν γυναῖκα ἄνθρωπον, ἀλλ'
οὐκ ἄνδρα. διὸ καὶ ὁ ἄνθρωπος λέγομεν καὶ ἡ ἄνθρωπος. διαιροῦντες δὲ τὸ γένος
ἰδιαζόντως τὴν μὲν θήλειαν γυναῖκα καλοῦμεν, τὸν δὲ ἄρρενα ἄνδρα. αὕτη γὰρ
διάκρισίς ἐστι τοῦ γένους ἄρρενος καὶ θηλείας, τὸ ἀνὴρ καὶ γυνή, διαιρουμένης τῆς
τῶν γενῶν σχέσεως. ὁμωνυμικῶς δὲ ἄνθρωπος καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ καλεῖται.
3. Τούτων τοίνυν οὕτως ἐχόντων ἥκετέ μοι πάντες θεοῦ δοῦλοι, οἱ τῆς ἀληθείας
ἐρασταί, καὶ γελάσατε τὸν ἀπατεῶνα καὶ ἀγύρτην Κολόρβασον, μᾶλλον δὲ πενθήσατε
τοὺς ἀπατηθέντας καὶ ἑαυτοὺς καὶ πολλοὺς ἀπολέσαντας. αὐτοὶ δὲ θεῷ
εὐχαριστήσωμεν, ὡς διὰ μικρῶν καὶ ἁπλῶν λόγων ἡ ἀλήθεια τοὺς αὐτῆς υἱοὺς εἰς
ὁδὸν εὐθεῖαν ὁδηγεῖν εἴωθεν καὶ τὰ σχέτλια καὶ πολύκομπα, διὰ πολλῆς μηχανῆς
καλλωπισθέντα, διασκεδάννυσιν ἀνατρέπει τε καὶ ἀφανίζει, ἡσυχῆ βαίνουσα, ὡς
σαφῶς ἔστιν ἰδεῖν ἀπὸ τοῦ προφητικοῦ λόγου. ἐγκαλῶν γὰρ ὁ προφήτης τοῖς τὰ
δεινὰ περιεργαζομένοις καὶ πολύφημα ἐπινοοῦσιν εἰς ἑαυτῶν ἀπάτην ἔλεγεν «διὰ τὸ
μὴ θέλειν ὑμᾶς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀνάγει ἐφ' ὑμᾶς κύριος
τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸν βασιλέα τῶν Ἀσσυρίων». ὕδωρ γὰρ Σιλωὰμ ἐστὶν
διδασκαλία τοῦ ἀπεσταλμένου. τίς δ' ἂν εἴη οὗτος ἀλλ' ἢ ὁ κύριος ἡμῶν Ἰησοῦς, ὁ
ἀπὸ τοῦ θεοῦ πατρὸς αὐτοῦ ἀπεσταλμένος; ἡσυχῆ δὲ διὰ τὸ μηδὲν κενόφωνον μηδὲ
ἐπίπλαστον *, ἀλλὰ ἐν ἀληθείᾳ * τὴν ἁγίαν αὐτοῦ νύμφην, τὴν παρ' αὐτῷ
περιστερὰν καλουμένην διὰ τὸ ἄκακον καὶ ἥμερον καὶ καθαρώτατον τοῦ ζῴου ἐν τοῖς
ᾄσμασι τοῦ Σολομῶνος. καὶ ἔστι θαυμάσαι <ὡς> τὰς μὲν ἄλλας μὴ οὔσας
αὐτοῦ, ἐπὶ δὲ τῷ ὀνόματι αὐτοῦ ἑαυτὰς κεκληκυίας, παλλακίδας ὠνόμασε καὶ
βασιλίσσας διὰ τὸ βασιλεῦον ὄνομα, ὃ ἑκάστη Χριστὸν ἐπιγραφομένη ἑαυτῇ
σεμνύνεται. ἀλλ' εἰ καὶ ὀγδοήκοντά εἰσι παλλακαί, αἵτινές εἰσιν αἱ αἱρέσεις,
ἔπειτα δὲ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός, φησί «μία ἐ |