Clemens Alexandrinus
Ad Theodorum
Ἐκ τῶν ἐπιστολῶν
τοῦ Κλήμεντος Θεοδώρῳ
1:1 Ἐκ τῶν ἐπιστολῶν τοῦ ἁγιωτάτου Κλήμεντος τοῦ Στρωματέως
Θεοδώρῳ.
1:2 καλῶς ἐποίησας ἐπιστομίσας τὰς ἀῤῥήτους διδασκαλίας τῶν
Καρποκρατιανῶν·
1:3 οὗτοι γὰρ οἱ προφητευθέντες ἀστέρες πλανῆται. οἱ απὸ τῆς
στενῆς τῶν ἐντολῶν ὁ
1:4 δοῦ εἰς ἀπέρατον ἄβυσσον πλανώμενοι τῶν σαρκικῶν καὶ
ἐνσωμάτων ἁμαρτιῶν·
1:5 πεφυσιωμένοι γὰρ εἰς γνῶσιν· ὡς λέγουσι· τῶν βαθέων τοῦ
Σατανᾶ· λανθάνουσιν εἰς
1:6 τὸν ζόφον τοῦ σκότους τοῦ ψεύδους ἑαυτοὺς ἀποῤῥίπτοντες·
καὶ καυχώμενοι
1:7 ἐλευθέρους εἶναι· δοῦλοι γεγόνασιν ἀνδραποδώδων ἐπιθυμιῶν·
τούτοις οὖν ἀν-
1:8 τιστατέον πάντῃ τε καὶ πάντως· εἰ γὰρ καί τι ἀληθὲς
λέγοιεν· οὐδ’ οὕτω συμ-
1:9 φωνοίη ἂν αὐτοῖς ὁ τῆς ἀληθείας ἐραστής· οὐδὲ γὰρ πάντα
τἀληθῆ ἀλήθεια· οὐδὲ
1:10 τὴν κατὰ τὰς ἀνθρωπίνας δόξας φαινομένην ἀλήθειαν προκριτέον
τῆς ἀλη-
1:11 θοῦς ἀληθείας τῆς κατὰ τὴν πίστιν. τῶν τοίνυν θρυλουμένων
περὶ τοῦ θεοπνεύστου κα-
1:12 τὰ Μάρκον εὐαγγέλιου· τὰ μὲν ψεύδεται παντελῶς· τὰ δὲ· εἰ
καὶ ἀληθῆ τινα
1:13 περιέχει· οὐδ’ οὕτως ἀληθῶς παραδίδοται· συγκεκραμένα γὰρ
τἀληθῆ
1:14 τοῖς πλάσμασι παραχαράσσεται ὥστε· τοῦτο δὴ τὸ λεγόμενον·
καὶ τὸ ἅ-
1:15 λας μωρανθῆναι. ὁ γοῦν Μάρκος· κατὰ τὴν τοῦ Πέτρου ἐν Ῥώμῃ
διατριβὴν·
1:16 ἀνέγραψε τὰς πράξεις τοῦ κυρίου· οὐ μέντοι πάσας
ἐξαγγέλλων· οὐδὲ μὴν τὰς
1:17 μυστικὰς ὑποσημαίνων· ἀλλ’ ἐκλεγόμενος ἃς χρησιμωτάτας
ἐνόμισε πρὸς αὔ-
1:18 ξησιν τῆς τῶν κατηχουμένων πίστεως. τοῦ δὲ Πέτρου
μαρτυρήσαντος· παρῆλθεν
1:19 εἰς Ἀλεξάνδρειαν ὁ Μάρκος· κομίζων καὶ ταταυτοῦ καὶ τὰ τοῦ
Πέτρου ὑπο-
1:20 μνήματα· ἐξ ὧν μεταφέρων εἰς τὸ πρῶτον αὐτοῦ βιβλίον τὰ
τοῖς προκόπ-
1:21 τουσι περὶ τὴν γνῶσιν κατάλληλα· συνέταξε πνευματικώτερον
εὐ-
1:22 αγγέλιον εἰς τὴν τῶν τελειουμένων χρῆσιν· οὐδέπω ὅμως αὐτὰ
τὰ ἀπόῤῥη-
1:23 τα ἐξωρχήσατο· οὐδὲ κατέγραψε τὴν ἱεροφαντικὴν διδασκαλίαν
τοῦ
1:24 κυρίου· ἀλλὰ ταῖς προγεγραμμέναις πράξεσιν ἐπιθεὶς καὶ
ἄλλας· ἔτι προσε-
1:25 πήγαγε λόγιά τινα ὧν ἠπίστατο τὴν ἐξήγησιν μυσταγωγήσειν
τὸυς ἀκροα-
1:26 τὰς εἰς τὸ ἄδυτον τῆς ἐπτάκις κεκαλυμμένης ἀληθείας· οὕτως
οὖν
1:27 προπαρεσκεύασεν· οὐ φθονερῶς οὐδ’ ἀπροφυλάκτως· ὡς ἐγὼ οἶμαι·
καὶ
1:28 ἀποθνῄσκων κατέλιπε τὸ αὐτοῦ σύγγραμμα τῇ ἐκκλησίᾳ τῇ ἐν
2:1 Ἀλεξανδρείᾳ· ὅπου εἰσέτι νῦν ἀσφαλῶς εὖ μάλα τηρεῖται·
ἀναγινωσ-
2:2 κόμενον πρὸς αὐτοὺς μόνους τοὺς μυουμένους τὰ μεγάλα
μυστήρια. τῶν δὲ μι-
2:3 αρῶν δαιμόνων ὄλεθρον τῷ τῶν ἀνθρώπων γένει πάντοτε
μηχανώντων· ὁ Καρ-
2:4 ποκράτης ὑπ’ αὐτῶν διδαχθεὶς· καὶ ἀπατηλοῖς τέχναις
χρησάμενος·
2:5 οὕτω πρεσβύτερόν τινα τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας
κατεδούλωσεν
2:6 ὥστε παρ’ αὐτοῦ ἐκόμισεν ἀπόγραφον τοῦ μυστικοῦ εὐαγγελίου·
ὁ καὶ
2:7 ἐξηγήσατο κατὰ τὴν βλασφημὸν καὶ σαρκικὴν αὐτοῦ δόξαν· ἔτι
2:8 δὲ καὶ ἐμίανε· ταῖς ἀχράντοις καὶ ἁγίαις λέξεσιν ἀναμιγνὺς
ἀναιδέ-
2:9 στατα ψεύσματα· τοῦ δὲ κράματος τούτου ἐξαντλῆται τὸ τῶν
Καρποκρατι-
2:10 ανῶν δόγμα. τούτοις οὖν· καθὼς καὶ προείρηκα· οὐδέποτε εἰκτέον·
οὐ-
2:11 δὲ προτείνουσιν αὐτοῖς τὰ κατεψευσμένα συγχωρητέον τοῦ
Μάρκου εἶ-
2:12 ναι τὸ μυστικὸν εὐαγγέλιον· ἀλλὰ καὶ μεθ’ ὅρκου ἀρνητέον·
οὐ γὰρ ἅπασι πάν-
2:13 τα ἀληθῆ λεκτέον· διὰ τοῦτο ἡ σοφία τοῦ θεοῦ διὰ
Σολομῶντος παραγ-
2:14 γέλλει· ἀποκρίνου τῷ μωρῷ ἐκ τῆς μωρίας αὐτοῦ· πρὸς τοὺς
τυφλοὺς τὸν
2:15 νοῦν τὸ φῶς τῆς ἀληθείας δεῖν ἐπικρύπτεσθαι διδάσκουσα·
αὐτίκα φη-
2:16 σί· τοῦ δὲ μὴ ἔχοντος ἀρθήσεται· καὶ ὁ μωρὸς ἐν σκότει
πορευέσθω· ἡμεῖς
2:17 δὲ υἱοὶ φωτός ἐσμεν· πεφωτισμένοι τῇ ἐξ ὕψουους ἀνατολῇ
τοῦ πνεύματος
2:18 τοῦ κυρίου· οὗ δὲ τὸ πνεῦμα τοῦ κυρίου· φησίν· ἐκεῖ
ἐλευθερία· πάντα γὰρ κα-
2:19 θαρὰ τοῖς καθαροῖς. σοὶ τοίνυν οὐκ ὀκνήσω τὰ ἠρωτημένα
ἀποκρί-
2:20 νασθαι· δι’ αὐτῶν τοῦ εὐαγγελίου λέξεων τὰ κατεψευσμένα
ἐλέγχων· ἀ-
2:21 μέλει μετὰ τὸ· ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς
Ἰεροσόλυμα· καὶ τὰ
2:22 ἐξῆς ἕως· μετὰ τρεῖς ἡμέρας ἀναστήσεται· ὧδε ἐπιφέρει κατὰ
λέξιν·
2:23 καὶ ἔρχονται εἰς βηθανίαν καὶ ἦν ἐκεῖ μία γυνὴ ἧς ὁ
ἀδελφὸς αὐτῆς ἀπέ-
2:24 θανεν· καὶ ἐλθοῦσα προσεκύνησε τὸν Ἰησοῦν καὶ λέγει αὐτῷ·
υἱὲ Δα-
2:25 βὶδ ἐλέησόν με· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτῇ· καὶ
ὀργισθεὶς ὁ
2:26 Ἰησοῦς ἀπῆλθεν μετ’ αὐτῆς εἰς τὸν κῆπον ὅπου ἦν τὸ
μνημεῖον· καὶ
3:1 εὐθὺς ἠκούσθη ἐκ τοῦ μνημείου φωνὴ μεγάλη· καὶ προσελθὼν ὁ
Ἰησοῦς ἀπ-
3:2 εκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου· καὶ εἰσελθὼν
εὐθὺς ὅπου
3:3 ἦν ὁ νεανίσκος ἐξέτεινεν τὴν χεῖρα καὶ ἤγειρεν αὐτὸν·
κρατήσας
3:4 τῆς χειρός· ὁ δὲ νεανίσκος ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ
3:5 ἤρξατο παρακαλεῖν αὐτὸν ἵνα μετ’ αὐτοῦ ᾖ· καὶ ἐξελθόντες ἐκ
3:6 τοῦ μνημείου ἦλθον εἰς τὴν οἰκίαν τοῦ νεανίσκου· ἦν γὰρ
πλούσιος· καὶ μεθ’
3:7 ἡμέρας ἓξ ἐπέταξεν αὐτῷ ὁ Ἰησοῦς· καὶ ὀψίας γενομένης ὁ
3:8 νεανίσκος πρὸς αὐτὸν· περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ·
καὶ
3:9 ἔμεινε σὺν αὐτῷ τὴν νύκτα ἐκείνην· ἐδίδασκε γὰρ αὐτὸν ὁ
3:10 Ἰησοῦς τὸ μυστήριον τῆς βασιλείας τοῦ θεοῦ· ἐκεῖθεν δὲ
ἀναστὰς;
3:11 ἐπέστρεψεν εἰς τὸ πέραν τοῦ Ἰορδάνου. ἐπὶ μὲν τούτοις
ἕπεται τὸ· καὶ
3:12 προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης· καὶ πᾶσα ἡ περι-
3:13 κοπή· τὸ δὲ γυμνὸς γυμνῷ καὶ τἆλλα περὶ ὧν ἔγραψας οὐκ εὐ-
3:14 ρίσκεται· μετὰ δὲ τό· καί ἔρχεται εἰς Ἰεριχὼ ἐπάγει μόνον·
καὶ ἦ-
3:15 σαν ἐκεῖ ἡ ἀδελφὴ τοῦ νεανίσκου ὃν ἠγάπα αὐτὸν ὁ Ἰησοῦς·
καὶ
3:16 ἡ μήτηρ αὐτοῦ καὶ Σαλώμη· καὶ οὐκ ἀπεδέξατο αὐτὰς ὁ
Ἰησοῦς·
3:17 τὰ δὲ ἄλλα τὰ πολλὰ ἃ ἔγραψας ψεύσματα καὶ φαίνεται καὶ
ἔστιν· ἡ
3:18 μὲν οὖν ἀληθὴς καὶ κατὰ τὴν ἀληθῆ φιλοσοφίαν
ἐξήγησις ...
|