Clemens Alexandrinus
Ὁ προτρεπτικὸς εἰς ὑπομονὴν ἢ
πρὸς τοὺς νεωετὶ βεβαπτισμένους
Κλήμεντος παραγγέλματα
(ed. O. Stählin, L. Früchtel and U. Treu)
Clemens Alexandrinus, vol. 3, 2nd edn. //
Die griechischen christlichen Schriftsteller 17.
Berlin: Akademie-Verlag, 1970, ss. 221–223.
Ἡσυχίαν μὲν λόγοις ἐπιτήδευε, ἡσυχίαν δὲ ἔργοις, ὡσαύτως δὲ ἐν γλώττῃ καὶ
βαδίσματι· σφοδρότητα δὲ ἀπόφευγε προπετῆ· οὕτως γὰρ ὁ νοῦς διαμενεῖ βέβαιος,
καὶ οὐχ ὑπὸ τῆς σφοδρότητος ταραχῶδης γενόμενος ἀσθενής ἔσται καὶ βραχὺς περὶ
φρόνησιν καὶ σκοτεινὸν ὁρῶν· οὐδὲ ἡττηθήσεται μὲν γαστριμαργίας, ἡττηθήσεται δὲ
ἐπιζέοντος θυμοῦ, ἡττηθήσεται δὲ τῶν ἄλλων παθῶν, ἕτοιμον αὐτοῖς ἅρπαγμα
προκείμενος. τὸν γὰρ νοῦν δεῖ τῶν παθῶν ἐπικρατεῖν ὑψηλὸν ἐπὶ ἡσύχου θρόνου
καθήμενον ἀφορῶντα πρὸς θεόν. μηδὲν ὀξυχολιας ἀνάπλεος ἔσο περὶ ὀργάς, μηδὲ
νωθρὸς ἐν λόγοις, μηδὲ ἐν βαδίσμασιν ὄκνου πεπληρωμένος, ἵνα σοὶ ῥυθμὸς ἀγαθὸς
τὴν ἡσυχίαν κοσμῇ καὶ θείῷδές τι καὶ ἱερὸν τὸ σχῆμα φαίνηται. φυλάττου δὲ καὶ
τῆς ὑπερηφανίας τὰ σύμβολα, σχῆμα ὑψαυχενουν καὶ κεφαλὴν ἐξηρμένην καὶ βῆμα
ποδῶν ἁβρὸν καὶ μετέωρον.
Ἤπιά σοι πρὸς τοὺς ἀπαντῶντας ἔστω τὰ ῥήματα, καὶ προσηγορίαι γλυκεῖαι·
αἰδὼς δὲ πρὸς γυναῖκας καὶ βλέμμα τετραμμένον εἰς γῆν. λαλεῖ δὲ περιεσκεμμένως
ἅπαντα, καὶ τῇ φωνῇ τὸ χρήσιμον ἀποδίδου, τῇ χρεία τῶν ἀκουόντων τὸ φθέγμα
μετρῶν, ἄχρι ἂν καὶ ἐξάκουστον ᾖ, καὶ μήτε διαφεῦγον τὴν ἀκοὴν τῶν παρόντων ὑπὸ
σμικρότητος, μήτε ὑπερβάλλον μείζονι τῇ κραυγῇ. φυλάττου δὲ ὅπως μηδὲν πότε
λαλήσῃς ὃ μὴ προεσκέψω καὶ προενόησας· μηδὲ προχείρως καὶ μεταξὺ τῶν τοῦ ἑτέρου
λόγων ὑπόβαλλε τοὺς σαυτοῦ· δεῖ γὰρ ἀνὰ μέρος ἀκούειν καὶ διαλέγεσθαι, χρόνῳ
μερίζοντα λόγον καὶ σιωπήν· μάνθανε δὲ ἀσμένως, καὶ ἀφθόνως δίδασκε, μηδὲ ὑπὸ
φθόνου πότε σοφίαν ἀποκρύπτου πρὸς τοὺς ἑτέρους, μηδὲ μαθήσεως ἀφίστασο δι’
αἰδῶ. ὕπεικε πρεσβυτέροις ἴσα πατράσιν· τίμα θεράποντας θεοῦ· κάταρχε σοφίας
καὶ ἀρετῆς. μηδὲ ἐριστικὸς ἔσο πρὸς τοὺς φίλους, μηδὲ χλευαστὴς κατ’ αὐτῶν καὶ
γελωτοποιός· ψεῦδος δὲ καὶ δόλον καὶ ὕβριν ἰσχυρῶς παραίτου· σὺν εὐφημία δὲ
φέρε καὶ τὸν ὑπερήφανον καὶ ὑβριστὴν ὡς πρᾶος τέ καὶ μεγαλόψυχος ἀνήρ.
Κείσθω δέ σοι πάντα εἰς θεὸν καὶ ἔργα καὶ λόγοι, καὶ πάντα ἐνάφερε Χριστῷ τὰ
σαυτοῦ καὶ πυκνῶς ἐπὶ θεὸν τρέπε τὴν ψυχήν, καὶ τὸ νόημα ἐπέρειδε τῇ Χριστοῦ
δυνάμει ὥσπερ ἐν λιμένι τίνι τῷ θείῳ φωτὶ τοῦ σωτῆρος ἀναπαυόμενον ἀπὸ πάσης
λαλιᾶς τέ καὶ πράξεως. καὶ μεθ’ ἡμέραν πολλάκις μὲν ἀνθρώποις κοινοῦ τὴν
σεαυτοῦ φρόνησιν, θεῷ δὲ ἐπὶ πλεῖστον ἐν νυκτὶ ὁμοίως καὶ ἐν ἡμέρᾳ· μὴ γὰρ
ὕπνος σὲ ἐπικρατείτω πολὺς τῶν πρὸς θεὸν εὐχῶν τε καὶ ὕμνων θανάτῳ γὰρ ὁ μακρὸς
ὕπνος ἐφάμιλλος. μέτοχος Χριστοῦ ἀεὶ καθίστασο τοῦ τὴν θείαν αὐγὴν
καταλάμποντος ἐξ οὐρανοῦ· εὐφροσύνη γὰρ ἔστω σοι διηνεκὴς καὶ ἄπαυστος ὁ
Χριστός.
Μηδὲ λῦε τὸν τῆς ψυχῆς τόνον ἐν εὐωχία καὶ ποτῶν ἀνέσει ἱκανὸν δὲ ἡγοῦ τῷ
σώματι τὸ χρειῶδες. καὶ μὴ πρόσθεν ἐπείγου πρὸς τροφὰς πρὶν ἢ καὶ δείπνου παρῇ
καιρὸς· ἄρτος δὲ ἔστω σοι τὸ δεῖπνον, καὶ πόαι γῆς προσέστωσαν καὶ τὰ ἐκ
δένδρων ὡραία· ἴθι δὲ ἐπὶ τὴν τροφὴν εὐσταθῶς καὶ μὴ λυσσώδη γαστριμαργίαν
ἐπιφαίνων· μηδὲ σαρκοβόρος μηδὲ φίλοινος ἔσο, ὁπότε μὴ νόσος τίς ἴασιν ἐπὶ
ταύτην ἄγοι. ἀλλ’ ἀντὶ τῶν ἐν τούτοις ἡδονῶν τὰς ἐν λόγοις θείοις καὶ ὕμνοις
εὐφροσύνας αἱροῦ τῇ παρὰ θεοῦ σοι χορηγουμένας σοφία, οὐράνιος τέ ἀεὶ σὲ
φροντὶς ἀναγέτω πρὸς οὐρανόν.
Καὶ τὰς πολλὰς περὶ σώματος ἀνίει μερίμνας τεθαρσηκὼς ἐλπίσι ταῖς πρὸς θεὸν,
ὅτι σοὶ γέ τὰ ἀναγκαῖα παρέξει διαρκῆ τροφήν τε τὴν εἰς ζωὴν καὶ κάλυμμα
σώματος καὶ χειμερινοῦ ψύχους ἀλεξητήρια. τοῦ γὰρ δὴ σοῦ βασιλέως γῆ τε ἅπασα
καὶ ὅσα ἐκφύεται· ὡς μέλη δὲ αὑτοῦ τῶν αὑτοῦ θεραπόντων ὑπερβαλλόντως περιέπει
καθάπερ ἱερὰ καὶ ναοὺς αὑτοῦ. διὰ δὴ τοῦτο μηδὲ νόσους ὑπερβαλλούσας δέδιθι
μηδὲ γήρως ἔφοδον χρόνῳ προσδοκωμένου· παύσεται γὰρ καὶ νόσος, ὅταν ὁλοψύχῳ
προθέσει τοιωμεν τὰς αὐτοῦ ἐντολάς.
Ταῦτα εἰδὼς καὶ πρὸς νόσους ἰσχυρὰν κατασκεύαζε τὴν ψυχὴν, εὐθάρσησον ὥσπερ
τίς ἀνὴρ ἐν σταδίοις ἄριστος ἀτρέπτῳ τῇ δυνάμει τοὺς πόνους ὑφίστασθαι. μηδὲ
ὑπὸ λύπης πάνυ μιέζου τὴν ψυχὴν, εἴτε νόσος ἐπικειμένη βαρύνει εἴτε ἄλλο τι
συμπίπτει δυσχερές, ἀλλὰ γενναίως ἀνθίστα τοῖς πόνοις τὸ νόημα, χάριτας ἀνάγων
θεῷ καὶ ἐν μέσοις τοῖς ἐπιπόνοις πράγμασι ἅτε δὴ σοφώτερά τε ἀνθρώπων φρονοῦντι
καὶ ἅπερ οὐ δυνατὸν οὐδὲ ῥᾴδιον ἀνθρώποις εὑρεῖν. ἐλέει δὲ κακουμένους, καὶ τὴν
παρὰ τοῦ θεοῦ βοήθειαν ἐπ’ ἀνθρώποις αἰτοῦ· ἐπινεύσει γὰρ αἰτοῦντι τῷ φίλῳ τὴν
χάριν, καὶ τοῖς κακουμένοις ἐπικουρίαν παρέξει, τὴν αὑτοῦ δύναμιν γνώριμον
ἀνθρώποις καθιστάναι βουλόμενος, ὡς ἂν εἰς ἐπίγνωσιν ἐλθόντες ἐπὶ θεὸν ανιωσιν
καὶ τῆς αἰωνίου μακαριότητος ἀπολαύσωσιν, ἐπειδὰν ὁ τοῦ θεοῦ υἱὸς παραγένηται
ἀγαθὰ τοῖς ἰδίοις ἀποκαθιστῶν.
|