Flavius Philostratus

Vita Apollonii

ΦΙΛΟΣΤΡΑΤΟΥ
ΤΑ ΕΣ ΤΟΝ ΤΥΑΝΕΑ ΑΠΟΛΛΩΝΙΟΝ

I

I. Οἱ τὸν Σάμιον Πυθαγόραν ἐπαινοῦντες τάδε ἐπ’ αὐτῷ φασιν· ὡς Ἴων μὲν οὔπω εἴη, γένοιτο δὲ ἐν Τροίᾳ ποτὲ Εὔφορβος, ἀναβιοίη τε ἀποθανών, ἀποθάνοι δέ, ὡς ᾠδαὶ Ὁμήρου, ἐσθῆτά τε τὴν ἀπὸ θνησειδίων παραιτοῖτο καὶ καθαρεύοι βρώσεως, ὁπόση ἐμψύχων, καὶ θυσίας· μὴ γὰρ αἱμάττειν τοὺς βωμούς, ἀλλὰ ἡ μελιττοῦτα καὶ ὁ λιβανωτὸς καὶ τὸ ἐφυμνῆσαι, φοιτᾶν ταῦτα τοῖς θεοῖς παρὰ τοῦ ἀνδρὸς τούτου, γιγνώσκειν τε, ὡς ἀσπάζοιντο τὰ τοιαῦτα οἱ θεοὶ μᾶλλον ἢ τὰς ἑκατόμβας καὶ τὴν μάχαιραν ἐπὶ τοῦ κανοῦ· ξυνεῖναι γὰρ δὴ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, ἑαυτῷ δὲ τόν τε Ἀπόλλω ἥκειν ὁμολογοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δὲ καὶ μὴ ὁμολογοῦντας τὴν Ἀθηνᾶν καὶ τὰς Μούσας καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γιγνώσκειν. καὶ ὅ τι ἀποφήναιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ δὲ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόῤῥητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. καὶ μὴν καὶ τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν σοφίαν ταύτην. τὸ γὰρ

                    χαίρετ’, ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός καὶ

                    ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κόρη τε κόρος τε

καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν. καὶ πλείω ἕτερα περὶ τῶν τὸν Πυθαγόρου τρόπον φιλοσοφησάντων ἱστοροῦσιν, ὧν οὐ προσήκει με νῦν ἅπτεσθαι σπεύδοντα ἐπὶ τὸν λόγον, ὃν ἀποτελέσαι προὐθέμην·   II. ἀδελφὰ γὰρ τούτοις ἐπιτηδεύσαντα Ἀπολλώνιον καὶ θειότερον ἢ ὁ Πυθαγόρας τῇ σοφίᾳ προσελθόντα τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνους οὔτ’ ἀρχαίους οὔτ’ αὖ νέους οὔπω οἱ ἄνθρωποι γιγνώσκουσιν ἀπὸ τῆς ἀληθινῆς σοφίας, ἣν φιλοσόφως τε καὶ ὑγιῶς ἐπήσκησεν, ἀλλ’ ὁ μὲν τό, ὁ δὲ τὸ ἐπαινεῖ τοῦ ἀνδρός, οἱ δέ, ἐπειδὴ μάγοις Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶσι καὶ τοῖς ἐν Αἰγύπτῳ Γυμνοῖς συνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουσιν ὡς βιαίως σοφόν, κακῶς γιγνώσκοντες· Ἐμπεδοκλῆς τε γὰρ καὶ Πυθαγόρας αὐτὸς καὶ Δημόκριτος ὁμιλήσαντες μάγοις καὶ πολλὰ δαιμόνια εἰπόντες οὔπω ὑπήχθησαν τῇ τέχνῃ, Πλάτων τε βαδίσας ἐς Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξας τοῖς ἑαυτοῦ λόγοις καὶ καθάπερ ζωγράφος ἐσκιαγραφημένοις ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε καίτοι πλεῖστα ἀνθρώπων φθονηθεὶς ἐπὶ σοφίᾳ. οὐδὲ γὰρ τὸ προαισθέσθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν τὸν Ἀπολλώνιον ἐς τὴν σοφίαν ταύτην, ἢ διαβεβλήσεταί γε καὶ Σωκράτης ἐφ’ οἷς παρὰ τοῦ δαιμονίου προεγίγνωσκε καὶ Ἀναξαγόρας ἐφ’ οἷς προὔλεγε· καίτοι τίς οὐκ οἶδε τὸν Ἀναξαγόραν Ὀλυμπίασι μέν, ὁπότε ἥκιστα ὗε, παρελθόντα ὑπὸ κωδίῳ ἐς τὸ στάδιον ἐπὶ προῤῥήσει ὄμβρου οἰκίαν τε, ὡς πεσεῖται, προειπόντα μὴ ψεύσασθαι, πεσεῖν γάρ, νύκτα τε ὡς ἐξ ἡμέρας ἔσται καὶ ὡς λίθοι περὶ Αἰγὸς ποταμοὺς τοῦ οὐρανοῦ ἐκδοθήσονται, προαναφωνήσαντα ἀληθεῦσαι; καὶ σοφίᾳ ταῦτα τοῦ Ἀναξαγόρου προστιθέντες ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ σοφίαν προγιγνώσκειν καί φασιν, ὡς μάγῳ τέχνῃ ταῦτ’ ἔπραττεν. δοκεῖ οὖν μοι μὴ περιιδεῖν τὴν τῶν πολλῶν ἄγνοιαν, ἀλλ’ ἐξακριβῶσαι τὸν ἄνδρα τοῖς τε χρόνοις, καθ’ οὓς εἶπέ τι ἢ ἔπραξε, τοῖς τε τῆς σοφίας τρόποις, ὑφ’ ὧν ἔψαυσε τοῦ δαιμόνιός τε καὶ θεῖος νομισθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόσαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόσα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺς θεσμοὺς ἤδη, τὰ δὲ ἐξ ὧν εἶπον ἕτεροι περὶ αὐτοῦ, τὰ δὲ ἐκ τῶν ἐκείνου ἐπιστολῶν. ἐπέστελλε δὲ βασιλεῦσι σοφισταῖς φιλοσόφοις Ἠλείοις Δελφοῖς Ἰνδοῖς Αἰγυπτίοις ὑπὲρ θεῶν ὑπὲρ ἐθῶν ὑπὲρ ἠθῶν ὑπὲρ νόμων, παρ’ οἷς ὅ τι ἁμαρτάνοιτο, ἐπηνώρθου. τὰ δὲ ἀκριβέστερα ὧδε συνελεξάμην·   III. ἐγένετο Δάμις ἀνὴρ οὐκ ἄσοφος τὴν ἀρχαίαν ποτὲ οἰκῶν Νῖνον· οὗτος τῷ Ἀπολλωνίῳ προσφιλοσοφήσας ἀποδημίας τε αὐτοῦ ἀναγέγραφεν, ὧν κοινωνῆσαι καὶ αὐτός φησι, καὶ γνώμας καὶ λόγους καὶ ὁπόσα ἐς πρόγνωσιν εἶπε. καὶ προσήκων τις τῷ Δάμιδι τὰς δέλτους τῶν ὑπομνημάτων τούτων οὔπω γιγνωσκομένας ἐς γνῶσιν ἤγαγεν Ἰουλίᾳ τῇ βασιλίδι. μετέχοντι δέ μοι τοῦ περὶ αὐτὴν κύκλου – καὶ γὰρ τοὺς ῥητορικοὺς πάντας λόγους ἐπῄνει καὶ ἠσπάζετο – μεταγράψαι τε προσέταξε τὰς διατριβὰς ταύτας καὶ τῆς ἀπαγγελίας αὐτῶν ἐπιμεληθῆναι, τῷ γὰρ Νινίῳ σαφῶς μέν, οὐ μὴν δεξιῶς γε ἀπηγγέλλετο. ἐνέτυχον δὲ καὶ Μαξίμου τοῦ Αἰγιέως βιβλίῳ ξυνειληφότι τὰ ἐν Αἰγαῖς Ἀπολλωνίου πάντα, καὶ διαθῆκαι δὲ τῷ Ἀπολλωνίῳ γεγράφαται, παρ’ ὧν ὑπάρχει μαθεῖν, ὡς ὑποθειάζων τὴν φιλοσοφίαν ἐγένετο. οὐ γὰρ Μοιραγένει γε προσεκτέον βιβλία μὲν ξυνθέντι ἐς Ἀπολλώνιον τέτταρα, πολλὰ δὲ τῶν περὶ τὸν ἄνδρα ἀγνοήσαντι. ὡς μὲν οὖν ξυνήγαγον ταῦτα διεσπασμένα καὶ ὡς ἐπεμελήθην τοῦ ξυνθεῖναι αὐτά, εἴρηκα, ἐχέτω δὲ ὁ λόγος τῷ τε ἀνδρὶ τιμήν, ἐς ὃν ξυγγέγραπται, τοῖς τε φιλομαθεστέροις ὠφέλειαν· ἦ γὰρ ἂν μάθοιεν, ἃ μήπω γιγνώσκουσιν.

IV. Ἀπολλωνίῳ τοίνυν πατρὶς μὲν ἦν Τύανα πόλις Ἑλλὰς ἐν τῷ Καππαδοκῶν ἔθνει, πατὴρ δὲ ὁμώνυμος, γένος ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον, πλοῦτος ὑπὲρ τοὺς ἐκεῖ, τὸ δὲ ἔθνος βαθύ. κυούσῃ δὲ αὐτὸν τῇ μητρὶ φάσμα ἦλθεν Αἰγυπτίου δαίμονος ὁ Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων· ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι· ὁ δὲ “ἐμέ” εἶπε. “σὺ δὲ τίς;” εἰπούσης “Πρωτεὺς” ἔφη “ὁ Αἰγύπτιος θεός”. ὅστις μὲν δὴ τὴν σοφίαν ὁ Πρωτεὺς ἐγένετο, τί ἂν ἐξηγοίμην τοῖς γε ἀκούουσι τῶν ποιητῶν, ὡς ποικίλος τε ἦν καὶ ἄλλοτε ἄλλος καὶ κρείττων τοῦ ἁλῶναι, γιγνώσκειν τε ὡς ἐδόκει καὶ προγιγνώσκειν πάντα; καὶ μεμνῆσθαι χρὴ τοῦ Πρωτέως, μάλιστα ἐπειδὰν προϊὼν ὁ λόγος δεικνύῃ τὸν ἄνδρα πλείω μὲν ἢ ὁ Πρωτεὺς προγνόντα, πολλῶν δὲ ἀπόρων τε καὶ ἀμηχάνων κρείττω γενόμενον ἐν αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι.   V. τεχθῆναι δὲ ἐν λειμῶνι λέγεται, πρὸς ᾧ νῦν τὸ ἱερὸν αὐτῷ ἐκπεπόνηται. καὶ μηδὲ ὁ τρόπος ἀγνοείσθω, ὃν ἀπετέχθη· ἀγούσῃ γὰρ τῇ μητρὶ τόκου ὥραν ὄναρ ἐγένετο βαδίσαι ἐς τὸν λειμῶνα καὶ ἄνθη κεῖραι, καὶ δῆτα ἀφικομένη αἱ μὲν δμωαὶ προσεῖχον τοῖς ἄνθεσιν ἐσκεδασμέναι κατὰ τὸν λειμῶνα, αὐτὴ δὲ ἐς ὕπνον ἀπήχθη κλιθεῖσα ἐν τῇ πόᾳ. κύκνοι τοίνυν, οὓς ὁ λειμὼν ἔβοσκε, χορὸν ἐστήσαντο περὶ αὐτὴν καθεύδουσαν, καὶ τὰς πτέρυγας, ὥσπερ εἰώθασιν, ἄραντες ἀθρόον ἤχησαν, καὶ γάρ τι καὶ ζεφύρου ἦν ἐν τῷ λειμῶνι, ἡ δὲ ἐξέθορέ τε ὑπὸ τῆς ᾠδῆς καὶ ἀπέτεκεν, ἱκανὴ δὲ πᾶσα ἔκπληξις μαιεύσασθαι καὶ πρὸ τῆς ὥρας. οἱ δὲ ἐγχώριοί φασιν, ὡς ὁμοῦ τε τίκτοιτο καὶ σκηπτὸς ἐν τῇ γῇ πεσεῖσθαι δοκῶν ἐμμετεωρισθείη τῷ αἰθέρι καὶ ἀφανισθείη ἄνω, τό, οἶμαι, ἐκφανὲς καὶ ὑπὲρ πάντα τὰ ἐν τῇ γῇ καὶ τὸ ἀγχοῦ θεῶν καὶ ὁπόσα ὅδε ὁ ἀνὴρ ἐγένετο, φαίνοντες οἱ θεοὶ καὶ προσημαίνοντες.   VI. ἔστι δέ τι περὶ Τύανα ὕδωρ Ὁρκίου Διός, ὥς φασι, καλοῦσι δὲ αὐτὸ Ἀσβαμαῖον, οὗ πηγὴ ἀναδίδοται ψυχρά, παφλάζει δέ, ὥσπερ ὁ θερμαινόμενος λέβης. τοῦτο εὐόρκοις μὲν ἵλεών τε καὶ ἡδὺ ὕδωρ, ἐπιόρκοις δὲ παρὰ πόδας ἡ δίκη· ἀποσκήπτει γὰρ καὶ ἐς ὀφθαλμοὺς καὶ ἐς χεῖρας καὶ ἐς πόδας, καὶ ὑδέροις ἁλίσκονται καὶ φθόαις, καὶ οὐδ’ ἀπελθεῖν δυνατόν, ἀλλ’ αὐτόθι ἔχονται καὶ ὀλοφύρονται πρὸς τῷ ὕδατι ὁμολογοῦντες ἃ ἐπιώρκησαν· οἱ μὲν δὴ ἐγχώριοί φασι παῖδα τοῦ Διὸς τὸν Ἀπολλώνιον γεγονέναι, ὁ δ’ ἀνὴρ Ἀπολλωνίου ἑαυτὸν καλεῖ.

VII. Προϊὼν δὲ ἐς ἡλικίαν, ἐν ᾗ γράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδ’ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο, καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρ’ Εὐθύδημον τὸν ἐκ Φοινίκης. ὁ δὲ Εὐθύδημος ῥήτωρ τε ἀγαθὸς ἦν καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι, τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι, ποταμός τε αὐτοὺς διαῤῥεῖ Κύδνος, ᾧ παρακάθηνται, καθάπερ τῶν ὀρνίθων οἱ ὑγροί. τό τοι “παύσασθε μεθύοντες τῷ ὕδατι” Ἀπολλωνίῳ πρὸς αὐτοὺς ἐν ἐπιστολῇ εἴρηται. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιοῦ καὶ ὁ Ἀσκληπιὸς αὐτὸς ἐπίδηλος τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου, διήκουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δέ γε Πυθαγορείους ἀῤῥήτῳ τινὶ σοφίᾳ ξυνέλαβε· διδάσκαλος μὲν γὰρ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο· ἦν δὲ οὗτος Εὔξενος ὁ ἐξ Ἡρακλείας τοῦ Πόντου, τὰς δὲ Πυθαγόρου δόξας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων, τὸ γὰρ “χαῖρε” καὶ τὸ “εὖ πρᾶττε” καὶ τὸ “Ζεὺς ἵλεως” καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐῤῥυθμισμένοι τὴν γλῶτταν· ὁ δέ, ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτοὺς μελετώμενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δυνηθῶσιν, ὑπερπέτονται τοὺς γονέας ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους, οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχέ τε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ’ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος δέκατον καὶ ἕκτον ὥρμησεν ἐπὶ τὸν τοῦ Πυθαγόρου βίον, πτερωθεὶς ἐπ’ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τόν γε Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ’ ἐξαιτήσας αὐτῷ προάστειον παρὰ τοῦ πατρός, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, “σὺ μὲν ζῆθι τὸν σεαυτοῦ τρόπον” ἔφη “ἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι”.   VIII. ἡγουμένου δὲ αὐτὸν τοῦ Εὐξένου μεγάλης διανοίας ἅπτεσθαι καὶ ἐρομένου, ὁπόθεν ἄρξοιτο “ὅθεν περ οἱ ἰατροί”, ἔφη “καὶ γὰρ ἐκεῖνοι καθαίροντες τὰς γαστέρας τοὺς μὲν οὐδὲ νοσεῖν ἐῶσι, τοὺς δὲ ἰῶνται.” καὶ εἰπὼν τοῦτο τὰς μὲν ἐμψύχους βρώσεις ὡς οὔτε καθαρὰς καὶ τὸν νοῦν παχυνούσας παρῃτήσατο, τραγήματα δὲ καὶ λάχανα ἐσιτεῖτο, καθαρὰ εἶναι φάσκων, ὁπόσα ἡ γῆ αὐτὴ δίδωσι, καὶ τὸν οἶνον καθαρὸν μὲν ἔφασκεν εἶναι πῶμα ἐκ φυτοῦ οὕτως ἡμέρου τοῖς ἀνθρώποις ἥκοντα, ἐναντιοῦσθαι δὲ τῇ τοῦ νοῦ συστάσει διαθολοῦντα τὸν ἐν τῇ ψυχῇ αἰθέρα. μετὰ δὲ τὴν κάθαρσιν τῆς γαστρὸς τοιαύτην γενομένην ἀνυποδησίαν τε ποιεῖται κόσμημα καὶ λίνου ἐσθῆτα ἀμπίσχεται παραιτησάμενος τὴν ἀπὸ τῶν ζῴων, ἀνῆκέ τε τὴν κόμην καὶ ἐν τῷ ἱερῷ ἔζη. ἐκπεπληγμένων δὲ αὐτὸν τῶν περὶ τὸ ἱερὸν καὶ τοῦ Ἀσκληπιοῦ ποτε πρὸς τὸν ἱερέα φήσαντος, ὡς χαίροι θεραπεύων τοὺς νοσοῦντας ὑπὸ Ἀπολλωνίῳ μάρτυρι, ξυνῄεσαν ἐς τὰς Αἰγὰς ἐφ’ ἱστορίᾳ Κίλικές τε αὐτοὶ καὶ οἱ πέριξ, ὅ τε Κιλίκιος λόγος ποῖ τρέχεις; ἦ ἐπὶ τὸν ἔφηβον; ἐπ’ ἐκείνῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν.

IX. Ἄξιον δὲ μηδὲ τὰ ἐν τῷ ἱερῷ παρελθεῖν βίον γε ἀφηγούμενον ἀνδρός, ὃς καὶ τοῖς θεοῖς ἦν ἐν λόγῳ· μειράκιον γὰρ δὴ Ἀσσύριον παρὰ τὸν Ἀσκληπιὸν ἧκον ἐτρύφα νοσοῦν καὶ ἐν πότοις ἔζη, μᾶλλον δὲ ἀπέθνησκεν· ὑδέρῳ δὲ ἄρα εἴχετο καὶ μέθῃ χαῖρον αὐχμοῦ ἠμέλει. ἠμελεῖτο δὴ ὑπὸ τοῦ Ἀσκληπιοῦ διὰ ταῦτα καὶ οὐδὲ ὄναρ αὐτῷ ἐφοίτα. ἐπιμεμφομένῳ δὲ ταῦτα ἐπιστὰς ὁ θεὸς “εἰ Ἀπολλωνίῳ” ἔφη “διαλέγοιο, ῥᾴων ἔσῃ”. προσελθὼν οὖν τῷ Ἀπολλωνίῳ “τί ἂν” ἔφη “τῆς σῆς σοφίας ἐγὼ ἀπολαύσαιμι; κελεύει γάρ με ὁ Ἀσκληπιὸς συνεῖναί σοι.” “ὃ” ἦ δ’ ὃς “ἔσται σοι πρὸς τὰ παρόντα πολλοῦ ἄξιον· ὑγιείας γάρ που δέῃ;” “νὴ Δί’” εἶπεν “ἥν γε ὁ Ἀσκληπιὸς ἐπαγγέλλεται μέν, οὐ δίδωσι δέ.” “εὐφήμει”, ἔφη “τοῖς γὰρ βουλομένοις δίδωσι, σὺ δὲ ἐναντία τῇ νόσῳ πράττεις, τρυφῇ γὰρ διδοὺς ὀψοφαγίαν ἐπεσάγεις ὑγροῖς καὶ διεφθορόσι τοῖς σπλάγχνοις καὶ ὕδατι ἐπαντλεῖς πηλόν.” ταυτὶ μὲν σαφέστερα, οἶμαι, τῆς Ἡρακλείτου σοφίας ἐχρησμῴδει· ὁ μὲν γὰρ δεῖσθαι ἔφη τοῦ ποιήσοντος ἐξ ἐπομβρίας αὐχμόν, ἐσελθόντος αὐτὸν τουτουὶ τοῦ πάθους, οὐκ εὐξύνετά που λέγων, οὐδὲ δῆλα, ὁ δ’ ἤγαγεν ἐς ὑγίειαν τὸ μειράκιον τὰ σοφὰ σαφῶς ἑρμηνεύσας.   X. ἰδὼν δὲ ἀθρόον ποτὲ ἐν τῷ βωμῷ αἷμα καὶ διακείμενα ἐπὶ τοῦ βωμοῦ τὰ ἱερὰ τεθυμένους τε βοῦς Αἰγυπτίους καὶ σῦς μεγάλους, καὶ τὰ μὲν δέροντας αὐτούς, τὰ δὲ κόπτοντας, χρυσίδας τε ἀνακειμένας δύο καὶ λίθους ἐν αὐταῖς τῶν ἰνδικωτάτων καὶ θαυμασίων, προσελθὼν τῷ ἱερεῖ “τί ταῦτα;” ἔφη “λαμπρῶς γάρ τις χαρίζεται τῷ θεῷ”. ὁ δὲ “θαυμάσῃ” ἔφη “μᾶλλον, ὅτι μήτε ἱκετεύσας ποτὲ ἐνταῦθα μήτε διατρίψας, ὃν οἱ ἄλλοι χρόνον, μήτε ὑγιάνας πω παρὰ τοῦ θεοῦ, μηδ’ ἅπερ αἰτήσων ἦλθεν ἔχων, χθὲς γὰρ δὴ ἀφιγμένῳ ἔοικεν, ὁ δ’ οὕτως ἀφθόνως θύει. φησὶ δὲ πλείω μὲν θύσειν, πλείω δὲ ἀναθήσειν, εἰ πρόσοιτο αὐτὸν ὁ Ἀσκληπιός. ἔστι δὲ τῶν πλουσιωτάτων· κέκτηται γοῦν ἐν Κιλικίᾳ βίον πλείω ἢ Κίλικες ὁμοῦ πάντες· ἱκετεύει δὲ τὸν θεὸν ἀποδοῦναί οἱ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξεῤῥυηκότα.” ὁ δὲ Ἀπολλώνιος, ὥσπερ γεγηρακὼς εἰώθει, τοὺς ὀφθαλμοὺς ἐς τὴν γῆν στήσας “τί δὲ ὄνομα αὐτῷ;” ἤρετο. ἐπεὶ δὲ ἤκουσε “δοκεῖ μοι,” ἔφη “ὦ ἱερεῦ, τὸν ἄνθρωπον τοῦτον μὴ προσδέχεσθαι τῷ ἱερῷ, μιαρὸς γάρ τις ἥκει καὶ κεχρημένος οὐκ ἐπὶ χρηστοῖς τῷ πάθει, καὶ αὐτὸ δὲ τὸ πρὶν εὑρέσθαί τι παρὰ τοῦ θεοῦ πολυτελῶς θύειν οὐ θύοντός ἐστιν, ἀλλ’ ἑαυτὸν παραιτουμένου σχετλίων τε καὶ χαλεπῶν ἔργων.” ταῦτα μὲν ὁ Ἀπολλώνιος. ὁ δ’ Ἀσκληπιὸς ἐπιστὰς νύκτωρ τῷ ἱερεῖ “ἀπίτω” ἔφη “ὁ δεῖνα τὰ ἑαυτοῦ ἔχων, ἄξιος γὰρ μηδὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἔχειν.” ἀναμανθάνων οὖν ὁ ἱερεὺς τὸν ἄνθρωπον, γυνὴ μὲν τῷ Κίλικι τούτῳ ἐγεγόνει θυγατέρα ἔχουσα προτέρων γάμων, ὁ δὲ ἤρα τῆς κόρης καὶ ἀκολάστως εἶχε ξυνῆν τε οὐδ’ ὡς λαθεῖν· ἐπιστᾶσα γὰρ ἡ μήτηρ τῇ εὐνῇ τῆς μὲν ἄμφω, τοῦ δὲ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐξέκοψεν ἐναράξασα τὰς περόνας.   XI. τό γε μὴν θύοντας ἢ ἀνατιθέντας μὴ ὑπερβάλλειν τὸ μέτριον ὧδε αὐτῷ ἐφιλοσοφεῖτο· πλειόνων γάρ ποτε ξυνεληλυθότων ἐς τὸ ἱερὸν ἄρτι ἐξεληλαμένου τοῦ Κίλικος ἤρετο τὸν ἱερέα οὑτωσί· “ἆρα” ἔφη “οἱ θεοὶ δίκαιοι;” “δικαιότατοι μὲν οὖν” εἶπε. “τί δέ· ξυνετοί;” “καὶ τί” ἔφη “ξυνετώτερον τοῦ θείου;” “τὰ δὲ τῶν ἀνθρώπων ἴσασιν, ἢ ἄπειροι αὐτῶν εἰσι;” “καὶ μὴν τοῦτ’” ἔφη “πλεονεκτοῦσι μάλιστα οἱ θεοὶ τῶν ἀνθρώπων, ὅτι οἱ μὲν ὑπ’ ἀσθενείας οὐδὲ τὰ ἑαυτῶν ἴσασι, τοῖς δὲ γιγνώσκειν ὑπάρχει τὰ ἐκείνων τε καὶ τὰ αὑτῶν.” “πάντα” ἔφη “ἄριστα, ὦ ἱερεῦ, καὶ ἀληθέστατα. ἐπεὶ τοίνυν πάντα γιγνώσκουσι, δοκεῖ μοι τὸν ἥκοντα ἐς θεοῦ καὶ χρηστὰ ἑαυτῷ ξυνειδότα τοιάνδε εὐχὴν εὔχεσθαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· ὀφείλεται γάρ που, ὦ ἱερεῦ, τοῖς μὲν ὁσίοις τὰ ἀγαθά, τοῖς δὲ φαύλοις τἀναντία, καὶ οἱ θεοὶ οὖν εὖ ποιοῦντες, ὃν μὲν ἂν ὑγιᾶ τε καὶ ἄτρωτον κακίας εὕρωσι, πέμπουσι δήπου στεφανώσαντες οὐ χρυσοῖς στεφάνοις, ἀλλ’ ἀγαθοῖς πᾶσιν, ὃν δ’ ἂν κατεστιγμένον ἴδωσι καὶ διεφθορότα, καταλείπουσι τῇ δίκῃ, τοσοῦτον αὐτοῖς ἐπιμηνίσαντες, ὅσον ἐτόλμησαν καὶ ἱερὰ ἐσφοιτᾶν μὴ καθαροὶ ὄντες.” καὶ ἅμα ἐς τὸν Ἀσκληπιὸν βλέψας “φιλοσοφεῖς,” ἔφη “ὦ Ἀσκληπιέ, τὴν ἄῤῥητόν τε καὶ συγγενῆ σαυτῷ φιλοσοφίαν μὴ συγχωρῶν τοῖς φαύλοις δεῦρο ἥκειν, μηδ’ ἂν πάντα σοι τὰ ἀπὸ Ἰνδῶν καὶ Σαρδῴων ξυμφέρωσιν· οὐ γὰρ τιμῶντες τὸ θεῖον θύουσι ταῦτα καὶ ἀνάπτουσιν, ἀλλ’ ὠνούμενοι τὴν δίκην, ἣν οὐ ξυγχωρεῖτε αὐτοῖς δικαιότατοι ὄντες.” πολλὰ τοιαῦτα ἐν τῷ ἱερῷ ἐφιλοσόφει ἐν ἐφήβῳ ἔτι.   XII. κἀκεῖνα τῆς ἐν Αἰγαῖς διατριβῆς· Κιλίκων ἦρχεν ὑβριστὴς ἄνθρωπος καὶ κακὸς τὰ ἐρωτικά· ἐς τοῦτον ἦλθε λόγος τῆς τοῦ Ἀπολλωνίου ὥρας, ὁ δὲ ἐῤῥῶσθαι φράσας οἷς ἔπραττεν, ἐν Ταρσοῖς δὲ ἄρα ἀγορὰν ἦγεν, ἐξωρμήθη ἐς τὰς Αἰγὰς νοσεῖν τε ἑαυτὸν φήσας καὶ τοῦ Ἀσκληπιοῦ δεῖσθαι, καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ βαδίζοντι ἰδίᾳ “σύστησόν με” ἔφη “τῷ θεῷ”. ὁ δὲ ὑπολαβὼν “καὶ τί σοι δεῖ τοῦ συστήσοντος”, εἶπεν “εἰ χρηστὸς εἶ; τοὺς γὰρ σπουδαίους οἱ θεοὶ καὶ ἄνευ τῶν προξενούντων ἀσπάζονται.” “ὅτι νὴ Δί’,” ἔφη “Ἀπολλώνιε, σὲ μὲν ὁ θεὸς πεποίηται ξένον, ἐμὲ δὲ οὔπω”. “ἀλλὰ κἀμοῦ” ἔφη “καλοκαγαθία προὐξένησεν, ᾗ χρώμενος, ὡς δυνατὸν νέῳ, θεράπων τέ εἰμι τοῦ Ἀσκληπιοῦ καὶ ἑταῖρος· εἰ δὲ καὶ σοὶ καλοκαγαθίας μέλει, χώρει θαῤῥῶν παρὰ τὸν θεὸν καὶ εὔχου, ὅ τι ἐθέλεις.” “νὴ Δί’,” “εἶπεν “ἢν σοί γε προτέρῳ εὔξωμαι.” “καὶ τί” ἔφη “ἐμοὶ εὔξῃ;” ὃ” ἦ δ’ ὃς “εὔχεσθαι δεῖ τοῖς καλοῖς· εὐχόμεθα δὲ αὐτοῖς κοινωνεῖν τοῦ κάλλους καὶ μὴ φθονεῖν τῆς ὥρας.” ἔλεγε δὲ ταῦτα ὑποθρύπτων ἑαυτὸν καὶ τοὺς ὀφθαλμοὺς ὑγραίνων καὶ τί γὰρ οὐχ ἑλίττων τῶν οὕτως ἀσελγῶν τε καὶ ἐπιῤῥήτων; ὁ δὲ ταυρηδὸν ὑποβλέψας αὐτὸν “μαίνῃ”, ἔφη “ὦ κάθαρμα.” τοῦ δ’ οὐ μόνον πρὸς ὀργὴν ταῦτα ἀκούσαντος, ἀλλὰ καὶ ἀπειλήσαντος, ὡς ἀποκόψοι αὐτοῦ τὴν κεφαλήν, καταγελάσας ὁ Ἀπολλώνιος “ὦ ἡ δεῖνα ἡμέρα” ἀνεβόησε· τρίτη δὲ ἄρα ἦν ἀπ’ ἐκείνης, ἐν ᾗ δήμιοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν τὸν ὑβριστὴν ἐκεῖνον, ὡς ξὺν Ἀρχελάῳ τῷ Καππαδοκίας βασιλεῖ νεώτερα ἐπὶ Ῥωμαίους πράττοντα. ταῦτα καὶ πολλὰ τοιαῦτα Μαξίμῳ τῷ Αἰγιεῖ ξυγγέγραπται, ἠξιώθη δὲ καὶ βασιλείων ἐπιστολῶν οὗτος εὐδοκιμῶν τὴν φωνήν.

XIII. Ἐπεὶ δὲ τεθνεῶτα τὸν πατέρα ἤκουσεν, ἔδραμεν ἐς τὰ Τύανα, κἀκεῖνον μὲν ταῖς ἑαυτοῦ χερσὶν ἔθαψε πρὸς τῷ τῆς μητρὸς σήματι, ἐτεθνήκει δὲ κἀκείνη οὐ πάλαι, τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε πρὸς τὸν ἀδελφὸν ἀκόλαστόν τε καὶ φιλοπότην ὄντα. καὶ τῷ μὲν τρίτον τε καὶ εἰκοστὸν ἦν ἔτος καὶ ἡλικία οἵα μὴ ἐπιτροπεύεσθαι, ὁ δ’ αὖ εἴκοσι γεγόνει καὶ οἱ νόμοι αὐτὸν ὑπεῖχον τοῖς ἐπιτρόποις. διατρίψας οὖν ἐν Αἰγαῖς πάλιν καὶ τὸ ἱερὸν Λύκειόν τε ἀποφήνας καὶ Ἀκαδημίαν, φιλοσοφίας γὰρ ἠχὼ πάσης ἐν αὐτῷ ἦν, ἐπανῆλθεν ἐς τὰ Τύανα ἀνὴρ ἤδη καὶ κύριος τῶν ἑαυτοῦ, εἰπόντος δὲ πρὸς αὐτόν τινος, ὡς σωφρονίσαι τὸν ἀδελφὸν προσήκοι αὐτῷ καὶ μεταβαλεῖν τοῦ τρόπου, “τουτὶ μὲν θρασὺ” ἔφη “δόξει, πρεσβύτερον γὰρ νέος πῶς ἂν σωφρονίζοιμι; ὡς δέ μοι δυνατόν, ἰάσομαι αὐτὸν τουτωνὶ τῶν παθῶν·” δίδωσι δὴ αὐτῷ τὴν ἡμίσειαν τῆς ἑαυτοῦ μοίρας, τὸν μὲν πλειόνων δεῖσθαι φήσας, ἑαυτὸν δὲ ὀλίγων, ἐφιστὰς δὲ αὐτὸν καὶ σοφῶς ὑπαγόμενος ἐς τὸ σωφρονίζοντι πείθεσθαι “ὁ μὲν πατὴρ” ἔφη “μεθέστηκεν, ὃς ἐπαίδευέ τε ἡμᾶς καὶ ἐνουθέτει, λοιπὸς δὲ σὺ ἐμοὶ καὶ σοὶ δήπου ἐγώ· εἴτ’ οὖν ἐγώ τι ἁμαρτάνοιμι, σύμβουλος γίγνου καὶ ἰῶ τἀμά, εἴτ’ αὐτός τι ἁμαρτάνοις, ἀνέχου διδάσκοντος.” κἀκεῖνον μέν, ὥσπερ οἱ καταψῶντες τοὺς δυσηνίους τε καὶ μὴ εὐαγώγους τῶν ἵππων, ἐς πειθὼ ἤγαγε καὶ μετεῤῥύθμισε τῶν ἁμαρτημάτων πολλῶν ὄντων, καὶ γὰρ κύβων ἥττητο καὶ οἴνου καὶ ἐφ’ ἑταίρας ἐκώμαζεν ἐπαιρούσης αὐτὸν κόμης, ἣν καὶ βαφαῖς ἤσκει, σοβῶν τε καὶ ἄνω βαίνων. ἐπεὶ δὲ καὶ τὰ πρὸς τὸν ἀδελφὸν αὐτῷ εὖ εἶχεν, ἐπὶ τοὺς ἄλλους ἤδη συγγενεῖς ἐτράπετο καὶ τοὺς δεομένους σφῶν ἀνεκτήσατο τῇ λοιπῇ οὐσίᾳ μικρὰ ἑαυτῷ ὑπολιπόμενος, ὅτε δὴ τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀγέλαις τε καὶ μήλοις τὰ ἑαυτοῦ ἀνέντα προβάτοις ἔφη μᾶλλον ἢ ἀνθρώποις φιλοσοφῆσαι, τὸν δὲ Θηβαῖον Κράτητα καταποντώσαντα τὴν οὐσίαν οὔτε ἀνθρώποις γενέσθαι ἐπιτήδειον οὔτε προβάτοις. εὐδοκιμήσαντος δὲ τοῦ Πυθαγόρου ἐπὶ τῷ λόγῳ, ὃν ἔλεγε περὶ τοῦ μὴ δεῖν παρ’ ἄλλην ἰέναι γυναῖκα ἢ τὴν ἑαυτοῦ, τουτὶ μὲν ἑτέροις ἔφη ὑπὸ Πυθαγόρου προειρῆσθαι, αὐτὸς δὲ μήτ’ ἂν γῆμαι μήτ’ ἂν ἐς ὁμιλίαν ἀφικέσθαι ποτὲ ἀφροδισίων, ὑπερβαλλόμενος καὶ τὸ τοῦ Σοφοκλέους· ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν ἐς γῆρας ἐλθών, ὁ δ’ ὑπ’ ἀρετῆς τε καὶ σωφροσύνης οὐδ’ ἐν μειρακίῳ ἡττήθη τούτου, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐῤῥωμένος ἐκράτει τε καὶ λυττῶντος ἐδέσποζεν. ἀλλ’ ὅμως συκοφαντοῦσί τινες ἐπὶ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυθῶν ἔθνος, ὃς οὔτε ἐφοίτησέ ποτε ἐς Σκύθας οὔτε ἐς ἐρωτικὰ πάθη ἀπηνέχθη· οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάντησεν ἐπὶ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ’ αὐτοῦ ξυνθείς, ὡς ἐν τοῖς περὶ Εὐφράτου λόγοις δείξομεν, διεφέρετο δὲ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ’ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἐπέκοπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματίζεσθαί τε καὶ τὴν σοφίαν καπηλεύειν. ἀλλὰ ταῦτα μὲν ἐς τοὺς αὐτῶν χρόνους ἀναβεβλήσθω μοι.

XIV. Ἐρομένου δέ ποτε τὸν Ἀπολλώνιον τοῦ Εὐξένου, τί δῆτα οὐ ξυγγράφοι καίτοι γενναίως δοξάζων καὶ ἀπαγγελίᾳ χρώμενος δοκίμῳ καὶ ἐγηγερμένῃ “ὅτι” ἔφη “οὔπω ἐσιώπησα.” καὶ ἐνθένδε ἀρξάμενος σιωπᾶν ᾠήθη δεῖν, καὶ τὴν μὲν φωνὴν κατεῖχεν, οἱ δ’ ὀφθαλμοὶ καὶ ὁ νοῦς πλεῖστα μὲν ἀνεγίγνωσκον, πλεῖστα δὲ ἐς μνήμην ἀνελέγοντο· τό τοι μνημονικὸν ἑκατοντούτης γενόμενος καὶ ὑπὲρ τὸν Σιμωνίδην ἔῤῥωτο, καὶ ὕμνος αὐτῷ τις ἐς τὴν μνημοσύνην ᾔδετο, ἐν ᾧ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεσθαί φησιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον παρὰ τῆς μνημοσύνης εἶναι. οὐ μὴν ἄχαρις τά γε ἐς ξυνουσίας ἦν παρ’ ὃν ἐσιώπα χρόνον, ἀλλὰ πρὸς τὰ λεγόμενα καὶ οἱ ὀφθαλμοί τι ἐπεσήμαινον καὶ ἡ χεὶρ καὶ τὸ τῆς κεφαλῆς νεῦμα, οὐδὲ ἀμειδὴς ἢ σκυθρωπὸς ἐφαίνετο, τὸ γὰρ φιλέταιρόν τε καὶ τὸ εὐμενὲς εἶχε. τοῦτον ἐπιπονώτατον αὑτῷ φησι γενέσθαι τὸν βίον ὅλων πέντε ἐτῶν ἀσκηθέντα, πολλὰ μὲν γὰρ εἰπεῖν ἔχοντα μὴ εἰπεῖν, πολλὰ δὲ πρὸς ὀργὴν ἀκούσαντα μὴ ἀκοῦσαι, πολλοῖς δ’ ἐπιπλῆξαι προαχθέντα τέτλαθι δὴ κραδίη τε καὶ γλῶττα πρὸς ἑαυτὸν φάναι, λόγων τε προσκρουσάντων αὐτῷ παρεῖναι τὰς ἐλέγξεις τότε.   XV. διέτριψέ τε τοὺς τῆς σιωπῆς χρόνους τὸν μὲν ἐν Παμφύλοις, τὸν δὲ ἐν Κιλικίᾳ, καὶ βαδίζων δι’ οὕτω τρυφώντων ἐθνῶν οὐδαμοῦ ἐφθέγξατο, οὐδ’ ὑπήχθη γρύξαι. ὁπότε μὴν στασιαζούσῃ πόλει ἐντύχοι, πολλαὶ δὲ ἐστασίαζον ὑπὲρ θεαμάτων οὐ σπουδαίων, παρελθὼν ἂν καὶ δείξας ἑαυτὸν καί τι καὶ μελλούσης ἐπιπλήξεως τῇ χειρὶ καὶ τῷ προσώπῳ ἐνδειξάμενος ἐξῄρητ’ ἂν ἀταξία πᾶσα καὶ ὥσπερ ἐν μυστηρίοις ἐσιώπων. καὶ τὸ μὲν τοὺς ὀρχηστῶν τε καὶ ἵππων ἕνεκα στασιάζειν ὡρμηκότας ἀνασχεῖν οὔπω μέγα, οἱ γὰρ ὑπὲρ τοιούτων ἀτακτοῦντες, ἂν πρὸς ἄνδρα ἴδωσιν, ἐρυθριῶσί τε καὶ αὑτῶν ἐπιλαμβάνονται καὶ ῥᾷστα δὴ ἐς νοῦν ἥκουσι, λιμῷ δὲ πεπιεσμένην πόλιν οὐ ῥᾴδιον εὐηνίῳ καὶ πιθανῷ λόγῳ μεταδιδάξαι καὶ ὀργῆς παῦσαι. ἀλλ’ Ἀπολλωνίῳ καὶ ἡ σιωπὴ πρὸς τοὺς οὕτω διακειμένους ἤρκει. ἀφίκετο μὲν γὰρ ἐς Ἄσπενδον τὴν Παμφύλων – πρὸς Εὐρυμέδοντι δὲ οἰκεῖται ποταμῷ ἡ πόλις αὕτη, τρίτη τῶν ἐκεῖ – ὄροβοι δ’ ὤνιοι καὶ τὰ ἐς βρῶσιν ἀναγκαῖα διέβοσκεν αὐτούς, τὸν γὰρ σῖτον οἱ δυνατοὶ ξυγκλείσαντες εἶχον, ἵν’ ἐκκαπηλευθείη τῆς χώρας. ἀνηρέθιστο δὴ ἐπὶ τὸν ἄρχοντα ἡλικία πᾶσα καὶ πυρὸς ἐπ’ αὐτὸν ἥπτοντο καίτοι προσκείμενον τοῖς βασιλείοις ἀνδριᾶσιν, οἳ καὶ τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ φοβερώτεροι ἦσαν τότε καὶ ἀσυλότεροι, Τιβερίου γε ὄντες, ἐφ’ οὗ λέγεταί τις ἀσεβῆσαι δόξαι τυπτήσας τὸν ἑαυτοῦ δοῦλον φέροντα δραχμὴν ἀργυρᾶν νενομισμένην ἐς Τιβέριον. προσελθὼν οὖν τῷ ἄρχοντι ἤρετο αὐτὸν τῇ χειρί, ὅ τι εἴη τοῦτο, τοῦ δὲ ἀδικεῖν μὲν οὐδὲν φήσαντος, ἀδικεῖσθαι δὲ μετὰ τοῦ δήμου, λόγου δ’ εἰ μὴ τύχοι, ξυναπολεῖσθαι τῷ δήμῳ, μετεστράφη τε εἰς τοὺς περιεστηκότας ὁ Ἀπολλώνιος καὶ ἔνευσεν ὡς χρὴ ἀκοῦσαι, οἱ δὲ οὐ μόνον ἐσιώπησαν ὑπ’ ἐκπλήξεως τῆς πρὸς αὐτόν, ἀλλὰ καὶ τὸ πῦρ ἔθεντο ἐπὶ τῶν βωμῶν τῶν αὐτόθι. ἀναθαῤῥήσας οὖν ὁ ἄρχων “ὁ δεῖνα” ἔφη “καὶ ὁ δεῖνα” πλείους εἰπὼν “τοῦ λιμοῦ τοῦ καθεστηκότος αἴτιοι, τὸν γὰρ σῖτον ἀπολαβόντες φυλάττουσι κατ’ ἄλλος ἄλλος τῆς χώρας.” διακελευομένων δὲ τῶν Ἀσπενδίων ἀλλήλοις ἐπὶ τοὺς ἀγροὺς φοιτᾶν, ἀνένευσεν ὁ Ἀπολλώνιος μὴ πράττειν τοῦτο, μετακαλεῖν δὲ μᾶλλον τοὺς ἐν τῇ αἰτίᾳ καὶ παρ’ ἑκόντων εὑρέσθαι τὸν σῖτον. ἀφικομένων δὲ μικροῦ μὲν ἐδέησε καὶ φωνὴν ἐπ’ αὐτοὺς ῥῆξαι, παθών τι πρὸς τὰ τῶν πολλῶν δάκρυα – καὶ γὰρ παιδία ξυνεῤῥυήκει καὶ γύναια, καὶ ὠλοφύροντο οἱ γεγηρακότες, ὡς αὐτίκα δὴ ἀποθανούμενοι λιμῷ – τιμῶν δὲ τὸ τῆς σιωπῆς δόγμα γράφει ἐς γραμματεῖον ἐπίπληξιν καὶ δίδωσιν ἀναγνῶναι τῷ ἄρχοντι· ἡ δὲ ἐπίπληξις ὧδε εἶχεν· “Ἀπολλώνιος σιτοκαπήλοις Ἀσπενδίων. ἡ γῆ πάντων μήτηρ, δικαία γάρ, ὑμεῖς δὲ ἄδικοι ὄντες πεποίησθε αὐτὴν αὑτῶν μόνων μητέρα, καὶ εἰ μὴ παύσεσθε, οὐκ ἐάσω ὑμᾶς ἐπ’ αὐτῆς ἑστάναι.” ταῦτα δείσαντες ἐνέπλησαν τὴν ἀγορὰν σίτου καὶ ἀνεβίω ἡ πόλις.

XVI. Ἐπεφοίτησε καὶ Ἀντιοχείᾳ τῇ μεγάλῃ πεπαυμένος τοῦ σιωπᾶν, καὶ παρῆλθεν ἐς τὸ ἱερὸν τοῦ Δαφναίου Ἀπόλλωνος, ᾧ περιάπτουσιν Ἀσσύριοι τὸν μῦθον τὸν Ἀρκάδα· τὴν γὰρ τοῦ Λάδωνος Δάφνην ἐκεῖ μεταφῦναι λέγουσι καὶ ποταμὸς αὐτοῖς ῥεῖ Λάδων, καὶ φυτὸν τιμᾶται παρ’ αὐτοῖς δάφνης, τοῦτο δὴ τὸ ἀντὶ τῆς παρθένου, κυπαρίττων τε ὕψη ἀμήχανα περιέστηκε κύκλῳ τὸ ἱερὸν καὶ πηγὰς ἐκδίδωσιν ὁ χῶρος ἀφθόνους τε καὶ ἠρεμούσας, αἷς τὸν Ἀπόλλω φασὶ ῥαίνεσθαι. ἐνταῦθα κυπαρίττου τι ἔρνος ἡ γῆ ἀναδέδωκεν ἐπὶ Κυπαρίττῳ φασὶν ἐφήβῳ Ἀσσυρίῳ, καὶ πιστοῦται τὴν μεταβολὴν ἡ ὥρα τοῦ φυτοῦ. καὶ ἴσως νεανικώτερον ἅπτεσθαι δοκῶ τοῦ λόγου διαμυθολογῶν τὰ τοιαῦτα· ἀλλ’ οὐχ ὑπὲρ μυθολογίας ταῦτα. τί δέ μοι ὁ λόγος βούλεται; ὁ Ἀπολλώνιος ἰδὼν τὸ ἱερὸν χαρίεν μέν, σπουδὴν δ’ ἐν αὐτῷ οὐδεμίαν, ἀλλ’ ἀνθρώπους ἡμιβαρβάρους καὶ ἀμούσους “Ἄπολλον,” ἔφη “μετάβαλε τοὺς ἀφώνους ἐς δένδρα, ἵνα κἂν ὡς κυπάριττοι ἠχῶσιν.” τὰς δὲ πηγὰς ἐπισκεψάμενος, ὡς γαλήνην ἄγουσι καὶ κελαρύζει σφῶν οὐδεμία, “ἡ ἀφωνία” εἶπεν “ἡ ἐνταῦθα οὐδὲ ταῖς πηγαῖς ξυγχωρεῖ φθέγγεσθαι.” πρὸς δὲ τὸν Λάδωνα ἰδὼν “οὐχ ἡ θυγάτηρ” ἔφη “σοὶ μόνη μετέβαλεν, ἀλλὰ καὶ σὺ τῷ δόξαι βάρβαρος ἐξ Ἕλληνός τε καὶ Ἀρκάδος.” ἐπεὶ δὲ ἔγνω διαλέγεσθαι, τὰ μὲν ὁμιλούμενα τῶν χωρίων καὶ ἀτακτοῦντα παρῃτεῖτο φήσας οὐκ ἀνθρώπων ἑαυτῷ δεῖν, ἀλλ’ ἀνδρῶν, τὰ δὲ σεμνότερα ἐσεφοίτα καὶ ᾤκει τῶν ἱερῶν τὰ μὴ κληιστά. ἡλίου μὲν δὴ ἀνίσχοντος ἐφ’ ἑαυτοῦ τινα ἔπραττεν, ἃ μόνοις ἐποίει δῆλα τοῖς ἐτῶν τεττάρων σιωπᾶν γεγυμνασμένοις, τὸν δὲ μετὰ ταῦτα καιρόν, εἰ μὲν Ἑλλὰς ἡ πόλις εἴη καὶ τὰ ἱερὰ γνώριμα, ξυγκαλῶν ἂν τοὺς ἱερέας ἐφιλοσόφει περὶ τῶν θεῶν καὶ διωρθοῦτο αὐτούς, εἴ που τῶν νομιζομένων ἐξαλλάττοιεν, εἰ δὲ βάρβαρά τε καὶ ἰδιότροπα εἴη, διεμάνθανε τοὺς ἱδρυσαμένους αὐτὰ καὶ ἐφ’ ὅτῳ ἱδρύθη, πυθόμενός τε, ὅπη θεραπεύεται ταῦτα καὶ ὑποθέμενος, εἴ τι σοφώτερον τοῦ δρωμένου ἐνθυμηθείη, μετῄει ἐπὶ τοὺς ὁμιλητὰς καὶ ἐκέλευεν ἐρωτᾶν, ἃ βούλονται. ἔφασκε γὰρ χρῆναι τοὺς οὕτω φιλοσοφοῦντας ἠοῦς μὲν ἀρχομένης ξυνεῖναι θεοῖς, προϊούσης δὲ περὶ θεῶν, τὸν δὲ μετὰ ταῦτα καιρὸν ἀνθρωπείων πέρι τὰς ξυνουσίας ποιεῖσθαι. εἰπὼν δ’ ἂν πρὸς τοὺς ἑταίρους, ὁπόσα ἠρώτων, καὶ ἱκανῶς τῆς τοιαύτης ξυνουσίας ἔχων ἐπὶ τὴν διάλεξιν ἀνίστατο λοιπὸν τὴν ἐς πάντας, οὐ πρὸ μεσημβρίας, ἀλλ’ ὁπότε μάλιστα ἡ ἡμέρα ἑστήκοι. καὶ διαλεχθεὶς ἂν ὡς ἀπαρκεῖν ᾤετο, ἠλείφετό τε καὶ τριψάμενος ἵει ἑαυτὸν ἐς ὕδωρ ψυχρὸν γῆρας ἀνθρώπων καλῶν τὰ βαλανεῖα· τῆς γοῦν Ἀντιοχείας ἀποκλεισθείσης ἐς αὐτὰ ἐπὶ μεγάλοις ἁμαρτήμασιν “ἔδωκεν ὑμῖν” ἔφη “ὁ βασιλεὺς κακοῖς οὖσι βιῶναι πλείονα ἔτη.” Ἐφεσίων δὲ βουλομένων καταλιθῶσαι τὸν ἄρχοντα ἐπὶ τῷ μὴ ἐκπυροῦν τὰ βαλανεῖα “ὑμεῖς μὲν τὸν ἄρχοντα” ἔφη “αἰτιᾶσθε, ἐπειδὴ πονηρῶς λοῦσθε, ἐγὼ δὲ ὑμᾶς, ὅτι λοῦσθε.”   XVII. λόγων δὲ ἰδέαν ἐπήσκησεν οὐ διθυραμβώδη καὶ φλεγμαίνουσαν ποιητικοῖς ὀνόμασιν, οὐδ’ αὖ κατεγλωττισμένην καὶ ὑπεραττικίζουσαν, ἀηδὲς γὰρ τὸ ὑπὲρ τὴν μετρίαν Ἀτθίδα ἡγεῖτο, οὐδὲ λεπτολογίᾳ ἐδίδου, οὐδὲ διῆγε τοὺς λόγους, οὐδὲ εἰρωνευομένου τις ἤκουσεν ἢ περιπατοῦντος ἐς τοὺς ἀκροωμένους, ἀλλ’ ὥσπερ ἐκ τρίποδος ὅτε διαλέγοιτο “οἶδα” ἔλεγε καὶ “δοκεῖ μοι” καὶ “ποῖ φέρεσθε;” καὶ “χρὴ εἰδέναι.” καὶ αἱ δόξαι βραχεῖαι καὶ ἀδαμάντινοι κύριά τε ὀνόματα καὶ προσπεφυκότα τοῖς πράγμασι, καὶ τὰ λεγόμενα ἠχὼ εἶχεν, ὥσπερ ἀπὸ σκήπτρου θεμιστευόμενα. ἐρομένου δὲ αὐτὸν τῶν στενολεσχούντων τινός, ὅτου ἕνεκα οὐ ζητοίη, “ὅτι” ἔφη “μειράκιον ὢν ἐζήτησα, νῦν δὲ οὐ χρὴ ζητεῖν, ἀλλὰ διδάσκειν ἃ εὕρηκα.” “πῶς οὖν, Ἀπολλώνιε, διαλέξεται ὁ σοφός;” πάλιν ἐπερομένου αὐτὸν “ὡς νομοθέτης,” ἔφη “δεῖ γὰρ τὸν νομοθέτην, ἃ πέπεικεν ἑαυτόν, ταῦτα ἐπιτάγματα ἐς τοὺς πολλοὺς ποιεῖσθαι.” ὧδε αὐτῷ τὰ ἐν Ἀντιοχείᾳ ἐσπουδάζετο καὶ ἐπέστρεφεν ἐς ἑαυτὸν ἀνθρώπους ἀμουσοτάτους.

XVIII. Μετὰ δὲ ταῦτα λογισμὸν ἑαυτῷ διδοὺς ἀποδημίας μείζονος, ἐνθυμεῖται τὸ Ἰνδικὸν ἔθνος καὶ τοὺς ἐν αὐτῷ σοφούς, οἳ λέγονται Βραχμᾶνές τε καὶ Ὑρκάνιοι εἶναι, προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδημεῖν τε καὶ ὑπερορίῳ αἴρεσθαι. εὕρημα δὲ τοὺς μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσι, καὶ γὰρ ἂν καὶ τὰ ἐκείνων διαμαθεῖν ὁδῷ χρώμενος. καὶ πρὸς τοὺς ὁμιλητὰς ἑπτὰ ὄντας ἀνέφηνε τὴν γνώμην. πειρωμένων δὲ αὐτῶν ξυμβουλεύειν ἕτερα, εἴ πη ἀφελχθείη τῆς ὁρμῆς ταύτης, “ἐγὼ μὲν θεοὺς” ἔφη “συμβούλους πεποίημαι καὶ τὰ δεδογμένα εἴρηκα, ὑμῶν δὲ βάσανον ἐποιούμην, εἰ πρὸς ἅπερ ἐγὼ ἔῤῥωσθε· ἐπεὶ τοίνυν μαλακῶς ἔχετε, ὑμεῖς μὲν ὑγιαίνετε” ἔφη “καὶ φιλοσοφεῖτε· ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία τε καὶ δαίμων με ἄγει.” ταῦτα εἰπὼν ἐξελαύνει τῆς Ἀντιοχείας μετὰ δυοῖν θεραπόντοιν, οἵπερ αὐτῷ πατρικὼ ἤστην, ὁ μὲν ἐς τάχος γράφων, ὁ δὲ ἐς κάλλος.   XIX. καὶ ἀφικνεῖται ἐς τὴν ἀρχαίαν Νῖνον, ἐν ᾗ ἄγαλμα ἵδρυται τρόπον βάρβαρον, ἔστι δὲ ἄρα Ἰὼ ἡ Ἰνάχου καὶ κέρατα τῶν κροτάφων ἐκκρούει μικρὰ καὶ οἷον μέλλοντα. ἐνταῦθα διατρίβοντι καὶ πλείω ξυνιέντι περὶ τοῦ ἀγάλματος ἢ οἱ ἱερεῖς καὶ προφῆται, προσεφοίτησε Δάμις ὁ Νίνιος, ὃν καταρχὰς ἔφην ξυναποδημῆσαί οἱ καὶ ξυνέμπορον γενέσθαι τῆς σοφίας πάσης καὶ πολλὰ τοῦ ἀνδρὸς διασώσασθαι, ὃς ἀγασθεὶς αὐτὸν καὶ ζηλώσας τῆς ὁδοῦ “ἴωμεν,” ἔφη “Ἀπολλώνιε, σὺ μὲν θεῷ ἑπόμενος, ἐγὼ δὲ σοί, καὶ γάρ με καὶ πολλοῦ ἄξιον εὕροις ἄν· εἰ μὲν ἄλλο τι οὐκ οἶδα, τὸ δ’ οὖν ἐς Βαβυλῶνα ἧκον, πόλεις τε, ὁπόσαι εἰσίν, οἶδα ἀνελθὼν οὐ πάλαι καὶ κώμας, ἐν αἷς πολλὰ ἀγαθά, καὶ μὴν καὶ τὰς φωνὰς τῶν βαρβάρων, ὁπόσαι εἰσίν, εἰσὶ δὲ ἄλλη μὲν Ἀρμενίων, ἄλλη δὲ Μήδων τε καὶ Περσῶν, ἄλλη δὲ Καδουσίων, μεταλαμβάνω δὲ πάσας.” “ἐγὼ δέ,” εἶπεν “ὦ ἑταῖρε, πασῶν ξυνίημι, μαθὼν μηδεμίαν.” θαυμάσαντος δὲ τοῦ Νινίου “μὴ θαυμάσῃς,” εἶπεν “εἰ πάσας οἶδα φωνὰς ἀνθρώπων· οἶδα γὰρ δὴ καὶ ὅσα σιωπῶσιν ἄνθρωποι.” ὁ μὲν δὴ Ἀσσύριος προσηύξατο αὐτόν, ὡς ταῦτα ἤκουσε, καὶ ὥσπερ δαίμονα ἔβλεπε, συνῆν τε αὐτῷ ἐπιδιδοὺς τὴν σοφίαν καὶ ὅ τι μάθοι μνημονεύων. φωνὴ δὲ ἦν τῷ Ἀσσυρίῳ ξυμμέτρως πράττουσα, τὸ γὰρ λογοειδὲς οὐκ εἶχεν, ἅτε παιδευθεὶς ἐν βαρβάροις, διατριβὴν δὲ ἀναγράψαι καὶ συνουσίαν καὶ ὅ τι ἤκουσεν ἢ εἶδεν ἀνατυπῶσαι καὶ ὑπόμνημα τῶν τοιούτων ξυνθεῖναι σφόδρα ἱκανὸς ἦν καὶ ἐπετήδευε τοῦτο ἄριστα ἀνθρώπων. ἡ γοῦν δέλτος ἡ τῶν ἐκφατνισμάτων τοιοῦτον τῷ Δάμιδι νοῦν εἶχεν· ὁ Δάμις ἐβούλετο μηδὲν τῶν Ἀπολλωνίου ἀγνοεῖσθαι, ἀλλ’ εἴ τι καὶ παρεφθέγξατο ἢ (ἀμελῶς) εἶπεν, ἀναγεγράφθαι καὶ τοῦτο, καὶ ἄξιόν γε εἰπεῖν, ἃ καὶ πρὸς τὸν μεμψάμενον τὴν διατριβὴν ταύτην ἀπεφθέγξατο· διασύροντος γὰρ αὐτὸν ἀνθρώπου ῥᾳθύμου τε καὶ βασκάνου καὶ τὰ μὲν ἄλλα ὀρθῶς ἀναγράφειν φήσαντος, ὁπόσαι γνῶμαί τέ εἰσι καὶ δόξαι τοῦ ἀνδρός, ταυτὶ δὲ τὰ οὕτω μικρὰ ξυλλεγόμενον παραπλήσιόν που τοῖς κυσὶ πράττειν τοῖς σιτουμένοις τὰ ἐκπίπτοντα τῆς δαιτός, ὑπολαβὼν ὁ Δάμις “εἰ δαῖτες” ἔφη “θεῶν εἰσι καὶ σιτοῦνται θεοί, πάντως που καὶ θεράποντες αὐτοῖς εἰσιν, οἷς μέλει τοῦ μηδὲ τὰ πίπτοντα τῆς ἀμβροσίας ἀπόλλυσθαι.”

Τοιοῦδε μὲν ἑταίρου καὶ ἐραστοῦ ἔτυχεν, ᾧ τὸ πολὺ τοῦ βίου συνεπορεύθη.   XX. παριόντας δὲ αὐτοὺς ἐς τὴν μέσην τῶν ποταμῶν ὁ τελώνης ὁ ἐπιβεβλημένος τῷ Ζεύγματι πρὸς τὸ πινάκιον ἦγε καὶ ἠρώτα, ὅ τι ἀπάγοιεν, ὁ δὲ Ἀπολλώνιος “ἀπάγω” ἔφη “σωφροσύνην δικαιοσύνην ἀρετὴν ἐγκράτειαν ἀνδρείαν ἄσκησιν,” πολλὰ καὶ οὕτω θήλεα εἴρας ὀνόματα. ὁ δ’ ἤδη βλέπων τὸ ἑαυτοῦ κέρδος “ἀπόγραψαι οὖν” ἔφη “τὰς δούλας”. ὁ δὲ “οὐκ ἔξεστιν,” εἶπεν “οὐ γὰρ δούλας ἀπάγω ταύτας, ἀλλὰ δεσποίνας.” τὴν δὲ τῶν ποταμῶν μέσην ὁ Τίγρις ἀποφαίνει καὶ ὁ Εὐφράτης ῥέοντες μὲν ἐξ Ἀρμενίας καὶ Ταύρου λήγοντος, περιβάλλοντες δὲ ἤπειρον, ἐν ᾗ καὶ πόλεις μέν, τὸ δὲ πλεῖστον κῶμαι, ἔθνη τε Ἀρμένια καὶ Ἀράβια, ἃ ξυγκλείσαντες οἱ ποταμοὶ ἔχουσιν, ὧν καὶ νομάδες οἱ πολλοὶ στείχουσιν, οὕτω τι νησιώτας ἑαυτοὺς νομίζοντες, ὡς ἐπὶ θάλαττάν τε καταβαίνειν φάσκειν, ὅτ’ ἐπὶ τοὺς ποταμοὺς βαδίζοιεν, ὅρον τε ποιεῖσθαι τῆς γῆς τὸν τῶν ποταμῶν κύκλον· ἀποτορνεύσαντες γὰρ τὴν προειρημένην ἤπειρον ἐπὶ τὴν αὐτὴν ἵενται θάλατταν. εἰσὶ δ’, οἵ φασιν ἐς ἕλος ἀφανίζεσθαι τὸ πολὺ τοῦ Εὐφράτου καὶ τελευτᾶν τὸν ποταμὸν τοῦτον ἐν τῇ γῇ. λόγου δ’ ἔνιοι θρασυτέρου ἐφάπτονται, φάσκοντες αὐτὸν ὑπὸ τῇ γῇ ῥέοντα ἐς Αἴγυπτον ἀναφαίνεσθαι καὶ Νείλῳ συγκεράννυσθαι. ἀκριβολογίας μὲν δὴ ἕνεκα καὶ τοῦ μηδὲν παραλελεῖφθαί μοι τῶν γεγραμμένων ὑπὸ τοῦ Δάμιδος ἐβουλόμην ἂν καὶ τὰ διὰ τῶν βαρβάρων τούτων (πορευομένοις) σπουδασθέντα εἰπεῖν, ξυνελαύνει δὲ ἡμᾶς ὁ λόγος ἐς τὰ μείζω τε καὶ θαυμασιώτερα, οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν, τῆς τε ἀνδρείας, ᾗ χρώμενος ὁ Ἀπολλώνιος διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδ’ ὑπὸ Ῥωμαίοις πω ὄντα, τῆς τε σοφίας, ᾗ τὸν Ἀράβιον τρόπον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε αὐτὸ καὶ πραττόντων. ἔστι γὰρ τῶν Ἀραβίων ἤδη κοινὸν καὶ τῶν ὀρνίθων ἀκούειν μαντευομένων, ὁπόσα οἱ χρησμοί, ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.

XXI. Κτησιφῶντα δὲ ὑπερβαλὼν καὶ παριὼν ἐς τὰ Βαβυλῶνος ὅρια φρουρὰ μὲν αὐτόθι ἦν ἐκ βασιλέως, ἣν οὐκ ἂν παρῆλθέ τις μὴ οὐκ ἐρωτηθεὶς ἑαυτόν τε καὶ πόλιν καὶ ἐφ’ ὅ τι ἥκοι. σατράπης δὲ τῇ φρουρᾷ ταύτῃ ἐπετέτακτο, βασιλέως τις, οἶμαι, ὀφθαλμός, ὁ γὰρ Μῆδος ἄρτι ἐς τὸ ἄρχειν ἥκων οὐ ξυνεχώρει ἑαυτῷ ἀδεῶς ζῆν, ἀλλὰ ὄντα τε καὶ οὐκ ὄντα δεδιὼς ἐς φόβους κατεπεπτώκει καὶ πτοίας. ἄγονται τοίνυν παρὰ τὸν σατράπην Ἀπολλώνιός τε καὶ οἱ ἀμφ’ αὐτόν, ὁ δὲ ἔτυχε μὲν σκηνὴν ἐφ’ ἁρμαμάξης πεποιημένος καὶ ἐξελαύνων ποι, ἰδὼν δὲ ἄνδρα αὐχμοῦ πλέων ἀνέκραγέ τε ὥσπερ τὰ δειλὰ τῶν γυναίων καὶ ξυνεκαλύψατο, μόγις τε ἀναβλέψας ἐς αὐτόν, “πόθεν ἡμῖν ἐπιπεμφθεὶς ἥκεις;” οἷον δαίμονα ἠρώτα. ὁ δὲ “ὑπ’ ἐμαυτοῦ,” ἔφη “εἴ πη καὶ ἄκοντες ἄνδρες γένοισθε.” πάλιν ἤρετο, ὅστις ὢν ἐσφοιτᾷ τὴν βασιλέως χώραν, ὁ δὲ “ἐμὴ” ἔφη “πᾶσα ἡ γῆ καὶ ἀνεῖταί μοι δι’ αὐτῆς πορεύεσθαι.” τοῦ δὲ “βασανιῶ σε,” εἰπόντος “εἰ μὴ λέγοις”, “εἰ γὰρ ταῖς σαυτοῦ χερσίν,” εἶπεν “ὡς αὐτὸς βασανισθείης, θιγὼν ἀνδρός.” ἐκπλαγεὶς δὲ αὐτὸν ὁ εὐνοῦχος, ἐπεὶ μηδὲ ἑρμηνέως ἑώρα δεόμενον, ἀλλ’ ὑπολαμβάνοντα τὴν φωνὴν ἀλύπως τε καὶ εὐκόλως “πρὸς θεῶν” εἶπε “τίς εἶ;” λιπαρῶν ἤδη καὶ μεταβαλὼν τοῦ τόνου. ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος “ἐπειδὴ μετρίως” ἔφη “ταῦτα καὶ οὐκ ἀπανθρώπως ἤρου, ἄκουε, ὅς εἰμι· εἰμὶ μὲν ὁ Τυανεὺς Ἀπολλώνιος, ἡ δὲ ὁδὸς παρὰ τὸν Ἰνδῶν βασιλέα καθ’ ἱστορίαν τῶν ἐκεῖ, βουλοίμην δ’ ἂν καὶ τῷ σῷ βασιλεῖ ἐντυχεῖν· φασὶ γὰρ αὐτὸν οἱ ξυγγεγονότες οὐ τῶν φαύλων εἶναι, εἰ δὴ Οὐαρδάνης οὗτος, ὁ τὴν ἀρχὴν ἀπολωλυῖάν ποτ’ αὐτῷ νῦν ἀνακεκτημένος.” “ἐκεῖνος,” ἔφη “θεῖε Ἀπολλώνιε· πάλαι γάρ σε ἠκούομεν. σοφῷ δὲ ἀνδρὶ κἂν αὐτοῦ παραχωρήσειε τοῦ χρυσοῦ θρόνου καὶ πέμποι δ’ ἂν ὑμᾶς ἐς Ἰνδοὺς ἐπὶ καμήλου ἕκαστον. ἐγὼ δὲ καὶ ξένον ἐμαυτοῦ ποιοῦμαί σε καὶ δίδωμί σοι τούτων τῶν χρημάτων,” ἅμα θησαυρὸν χρυσοῦ δείξας “ὁπόσα βούλει δράττεσθαι, καὶ μὴ ἐς ἅπαξ, ἀλλὰ δεκάκις.” παραιτησαμένου δὲ αὐτοῦ τὰ χρήματα “σὺ δ’ ἀλλὰ οἴνου” ἔφη “Βαβυλωνίου, προπίνει δὲ αὐτοῦ βασιλεὺς δέκα ἡμῖν σατράπαις, ἀμφορέα ἔχε, συῶν τε καὶ δορκάδων τεμάχη ὀπτὰ ἄλευρά τε καὶ ἄρτους καὶ ὅ τι ἐθέλεις. ἡ γὰρ μετὰ ταῦτα ὁδὸς ἐπὶ πολλὰ στάδια κῶμαί εἰσιν οὐ πάνυ εὔσιτοι.” καὶ λαβόμενος ἑαυτοῦ ὁ εὐνοῦχος, “οἷον,” ἔφη “ὦ θεοί, ἔπαθον· ἀκούων γὰρ τὸν ἄνδρα μήτ’ ἀπὸ ζῴων σιτεῖσθαι μήτε οἴνου πίνειν, παχέως αὐτὸν καὶ ἀμαθῶς ἑστιῶ.” “ἀλλ’ ἔστι σοι” ἔφη “καὶ λεπτῶς με ἑστιᾶν, ἢν ἄρτους τε δῷς καὶ τραγήματα.” “δώσω” ἔφη “ζυμίτας τε ἄρτους καὶ φοίνικος βαλάνους ἠλεκτρώδεις τε καὶ μεγάλας. δώσω καὶ λάχανα, ὁπόσα ὁ Τίγρις κηπεύει.” “ἀλλ’ ἡδίω” εἶπεν ὁ Ἀπολλώνιος “τὰ ἄγρια καὶ αὐτόματα λάχανα τῶν ἠναγκασμένων καὶ τεχνητῶν.” “ἡδίω μέν,” ἔφη ὁ σατράπης “ἡ χώρα δὲ ἡμῖν ἡ ἐπὶ Βαβυλῶνος ἀψινθίου πλήρης οὖσα ἀηδῆ αὐτὰ φύει καὶ πικρά.” πλὴν ἀλλὰ τοῦ σατράπου γε ἀπεδέξατο, καὶ ἀπιὼν ἤδη “ὦ λῷστε,” ἔφη “μὴ λῆγε μόνον καλῶς, ἀλλὰ καὶ ἄρχου” νουθετῶν που αὐτὸν ἐπὶ τῷ “βασανιῶ σε,” καὶ οἷς ἐν ἀρχῇ βαρβαρίζοντος ἤκουσε.

XXII. Προελθόντες δὲ εἴκοσι στάδια λεαίνῃ ἐντυγχάνουσιν ἀπεσφαγμένῃ ἐν θήρᾳ, καὶ ἦν τὸ θηρίον μέγα καὶ ὅσον οὔπω εἶδον, ἐβόων τε οἱ ἐκ τῆς κώμης συνεῤῥυηκότες, καί, νὴ Δί’, οἱ τεθηρακότες, ὥς τι μέγα θαῦμα ἐν αὐτῷ ὁρῶντες· καὶ ἦν ἀτεχνῶς θαῦμα· σκύμνους γὰρ ἀνατμηθεῖσα ὀκτὼ εἶχεν. ὁ δὲ τῆς λεαίνης τόκος, αἱ λέαιναι μηνῶν μὲν κυΐσκουσιν ἕξ, τρὶς δὲ ἀποτίκτουσιν, ἀριθμὸς δὲ τῶν σκύμνων παρὰ μὲν τὴν πρώτην τρεῖς, ἐπὶ δὲ τῆς δευτέρας δύο, τρίτου δὲ ἁπτομένη τόκου μονήρη σκύμνον ἀποτίκτει μέγαν, οἶμαι, καὶ ἀγριώτερον τῆς φύσεως. οὐ γὰρ προσεκτέα τοῖς λέγουσιν, ὡς ξήναντες οἱ σκύμνοι τὰς τῶν λεαινῶν μήτρας ἐκδίδονται τοῦ σπλάγχνου. δοκεῖ γὰρ τῇ φύσει τῷ τικτομένῳ πρὸς τὸ τίκτον ἐπιτήδεια εἶναι ὑπὲρ σωτηρίας τοῦ γένους. ἐνιδὼν οὖν ὁ Ἀπολλώνιος τῷ θηρίῳ καὶ πολὺν χρόνον ἐπισχὼν “ὦ Δάμι,” ἔφη “ὁ χρόνος τῆς παρὰ βασιλέα ἀποδημίας ἐνιαυτοῦ ἔσται καὶ μηνῶν ὀκτώ, οὔτε γὰρ ἐκεῖνος ἀνήσει θᾶττον, οὔτε ὑμῖν λῷον ἀπελθεῖν πρὸ τούτου. τεκμαίρεσθαι δὲ χρὴ τῶν μὲν σκύμνων ἐς μῆνας, τῆς λεαίνης δὲ ἐς ἐνιαυτόν, τέλεια γὰρ τελείοις παραβλητέα.” “οἱ δὲ δὴ στρουθοὶ” ἔφη ὁ Δάμις “οἱ παρὰ τῷ Ὁμήρῳ τί φήσουσιν, οὓς ὁ δράκων μὲν ἐν τῇ Αὐλίδι ἐδαίσατο ὀκτὼ ὄντας ἐννάτην ἐπ’ αὐτοῖς τὴν μητέρα ἑλών; Κάλχας δ’ ἐξηγούμενος ταῦτα ἐννέα ἐνιαυτοῖς ἀνεῖπε καταπολεμήσεσθαι τὴν Τροίαν· καὶ ὅρα μὴ καθ’ Ὅμηρόν τε καὶ Κάλχαντα ἐς ἐννέα ἡμῖν ἔτη ἡ ἀποδημία τείνῃ.” “καὶ εἰκότως,” ἔφη “ὦ Δάμι, καὶ τοὺς νεοττοὺς Ὅμηρος ἐνιαυτοῖς εἰκάζει, γεγόνασι γὰρ ἤδη καί εἰσιν, ἐγὼ δὲ ἀτελῆ θηρία καὶ μήπω γεγονότα, ἴσως δὲ μηδ’ ἂν γενόμενα, πῶς ἂν ἐνιαυτοῖς εἰκάζοιμι; τὰ γὰρ παρὰ φύσιν οὔτ’ ἂν γένοιτο, ταχεῖάν τε ἴσχει διαφθοράν, κἂν γένηται. ἀλλ’ ἕπου δὴ τῷ λόγῳ, καὶ ἴωμεν εὐξόμενοι τοῖς θεοῖς, οἳ ταῦτα φαίνουσι.”   XXIII. προελθόντι δὲ αὐτῷ ἐς τὴν Κισσίαν χώραν καὶ πρὸς Βαβυλῶνι ἤδη ὄντι δόξα ἐνυπνίου ἐφοίτησεν ὧδε τῷ φήναντι θεῷ ξυντεθεῖσα· ἰχθῦς ἐκπεπτωκότες τῆς θαλάττης ἐν τῇ γῇ ἤσπαιρον θρῆνον ἀνθρώπων ἱέντες καὶ ὀλοφυρόμενοι τὸ ἐκβεβηκέναι τοῦ ἤθους, δελφῖνά τε τῇ γῇ παρανέοντα ἱκέτευον ἀμῦναί σφισιν ἐλεεινοὶ ὄντες, ὥσπερ τῶν ἀνθρώπων οἱ ἐν τῇ ξένῃ κλαίοντες. ἐκπλαγεὶς δὲ οὐδὲν ὑπὸ τοῦ ἐνυπνίου ξυμβάλλεται μὲν αὐτοῦ ὅπως καὶ ὅπη εἶχε, διαταράττειν δὲ βουλόμενος τὸν Δάμιν, καὶ γὰρ τῶν εὐλαβεστέρων αὐτὸν ἐγίγνωσκεν, ἀπαγγέλλει πρὸς αὐτὸν τὴν ὄψιν δέος πλασάμενος ὡς ἐπὶ πονηροῖς, οἷς εἶδεν, ὁ δὲ ἀνεβόησέ τε ὡς αὐτὸς ἰδὼν ταῦτα καὶ ἀπῆγε τὸν Ἀπολλώνιον τοῦ πρόσω “μή πη” ἔφη “καὶ ἡμεῖς ὥσπερ ἰχθύες ἐκπεσόντες τῶν ἠθῶν ἀπολώμεθα καὶ πολλὰ ἐλεεινὰ ἐν τῇ ἀλλοδαπῇ εἴπωμεν, καί που καὶ ἐς ἀμήχανον ἐμπεσόντες ἱκετεύσωμεν δυνάστην τινὰ ἢ βασιλέα, ὁ δὲ ἡμᾶς ἀτιμάσῃ, καθάπερ τοὺς ἰχθῦς οἱ δελφῖνες.” γελάσας δὲ ὁ Ἀπολλώνιος “σὺ μὲν οὔπω φιλοσοφεῖς,” εἶπεν “εἰ δέδιας ταῦτα, ἐγὼ δὲ οἷ τὸ ἐνύπνιον τείνει δηλώσω· Ἐρετριεῖς γὰρ τὴν Κισσίαν ταύτην χώραν οἰκοῦσιν οἱ ἐξ Εὐβοίας ποτὲ Δαρείῳ ἀναχθέντες ἔτη ταῦτα πεντακόσια, καὶ λέγονται, ὥσπερ ἡ ὄψις ἐφάνη, ἰχθύων πάθει περὶ τὴν ἅλωσιν χρήσασθαι· σαγηνευθῆναι γὰρ δὴ καὶ ἁλῶναι πάντας. ἐοίκασιν οὖν οἱ θεοὶ κελεύειν με ἐς αὐτοὺς παρελθόντα ἐπιμεληθῆναι σφῶν, εἴ τι δυναίμην. ἴσως δὲ καὶ αἱ ψυχαὶ τῶν Ἑλλήνων, οἵπερ ἔλαχον τὴν ἐνταῦθα μοῖραν, ἐπάγονταί με ἐπ’ ὠφελείᾳ τῆς γῆς· ἴωμεν οὖν ἐξαλλάξαντες τῆς ὁδοῦ περὶ μόνου ἐρωτῶντες τοῦ φρέατος, πρὸς ᾧ οἰκοῦσι.” λέγεται δὲ τοῦτο κεκρᾶσθαι μὲν ἀσφάλτου καὶ ἐλαίου καὶ ὕδατος, ἐκχέαντος δὲ τοῦ ἀνιμήσαντος ἀποχωρεῖν ταῦτα καὶ ἀπ’ ἀλλήλων κρίνεσθαι. παρελθεῖν μὲν δὴ ἐς τὴν Κισσίαν καὶ αὐτὸς ὡμολόγηκεν ἐν οἷς πρὸς τὸν Κλαζομένιον σοφιστὴν γράφει, χρηστὸς γὰρ οὕτω τι καὶ φιλότιμος ἦν, ὡς ἐπειδὴ Ἐρετριέας εἶδε, σοφιστοῦ τε ἀναμνησθῆναι καὶ γράψαι πρὸς αὐτὸν ἅ τε εἶδεν ἅ τε ὑπὲρ αὐτῶν ἔπραξεν· καὶ παρακελεύεταί οἱ παρὰ τὴν ἐπιστολὴν πᾶσαν ἐλεεῖν τοὺς Ἐρετριέας, καὶ ὁπότε μελετῴη τὸν περὶ αὐτῶν λόγον, μηδὲ τὸ κλάειν ἐπ’ αὐτοῖς παραιτεῖσθαι.   XXIV. ξυνῳδὰ δὲ τούτοις καὶ ὁ Δάμις περὶ τῶν Ἐρετριέων ἀναγέγραφεν· οἰκοῦσι γὰρ ἐν τῇ Μηδικῇ, Βαβυλῶνος οὐ πολὺ ἀπέχοντες, ἡμέρας (ὁδὸν) δρομικῷ ἀνδρί, ἡ χώρα δὲ ἄπολις, ἡ γὰρ Κισσία κῶμαι πᾶσα καί τι καὶ νομάδων ἐν αὐτῇ γένος μικρὰ τῶν ἵππων ἀποβαίνοντες. ἡ δὲ τῶν Ἐρετριέων οἰκεῖται μὲν τῶν ἄλλων μέση, περιβέβληται δὲ ποταμοῦ τάφρον, ἣν αὐτοὶ βαλέσθαι περὶ τῇ κώμῃ λέγονται τεῖχος αὐτὴν ποιούμενοι πρὸς τοὺς ἐν τῇ Κισσίᾳ βαρβάρους. ὕπομβρος δὲ ἀσφάλτῳ ἡ χώρα καὶ πικρὰ ἐμφυτεῦσαι, βραχυβιώτατοί τε οἱ ἐκείνῃ ἄνθρωποι, τὸ γὰρ ἀσφαλτῶδες ποτὸν ἐς πολλὰ τῶν σπλάγχνων ἱζάνει. τρέφει δ’ αὐτοὺς λόφος ἐν ὁρίοις τῆς κώμης, ὃν ὑπεραίροντα τοῦ παρεφθορότος χωρίου σπείρουσι τε καὶ ἡγοῦνται γῆν. φασὶ δὲ ἀκοῦσαι τῶν ἐγχωρίων, ὡς ἑπτακόσιοι μὲν τῶν Ἐρετριέων πρὸς τοῖς ὀγδοήκοντα ἥλωσαν, οὔτι που μάχιμοι πάντες, ἦν γάρ τι καὶ θῆλυ ἐν αὐτοῖς γένος καὶ γεγηρακός, ἦν δ’, οἶμαί, τι καὶ παιδία, τὸ γὰρ πολὺ τῆς Ἐρετρίας τὸν Καφηρέα ἀνέφυγε καὶ ὅ τι ἀκρότατον τῆς Εὐβοίας. ἀνήχθησαν δὲ ἄνδρες μὲν ἀμφὶ τοὺς τετρακοσίους, γύναια δὲ ἴσως δέκα, οἱ δὲ λοιποὶ ἀπ’ Ἰωνίας τε καὶ Λυδίας ἀρξάμενοι διεφθάρησαν ἐλαυνόμενοι ἄνω. λιθοτομίαν δὲ αὐτοῖς παρεχομένου τοῦ λόφου καί τινες καὶ λιθουργοὺς εἰδότες τέχνας ἱερά τε ἐδείμαντο Ἑλληνικὰ καὶ ἀγοράν, ὁπόσην εἰκὸς ἦν, βωμούς τε ἱδρύσαντο Δαρείῳ μὲν δύο, Ξέρξῃ δὲ ἕνα, Δαριδαίῳ δὲ πλείους. διετέλεσαν δὲ ἐς Δαριδαῖον ἔτη μετὰ τὴν ἅλωσιν ὀκτὼ καὶ ὀγδοήκοντα γράφοντες τὸν Ἑλλήνων τρόπον, καὶ οἱ τάφοι δὲ οἱ ἀρχαῖοι σφῶν “ὁ δεῖνα τοῦ δεῖνος” γεγράφαται, καὶ τὰ γράμματα Ἑλλήνων μέν, ἀλλ’ οὔπω ταῦτα ἰδεῖν φασι. καὶ ναῦς ἐγκεχαραγμένας τοῖς τάφοις, ὡς ἕκαστος ἐν Εὐβοίᾳ ἔζη [πορθμεύων ἢ πορφυρεύων] ἢ θαλάττιον ἢ καὶ ἁλουργὸν πράττων, καί τι καὶ ἐλεγεῖον ἀναγνῶναι γεγραμμένον ἐπὶ ναυτῶν τε καὶ ναυκλήρων σήματι·

                    Οἵδε ποτ’ Αἰγαίοιο βαθύῤῥοον οἶδμα πλέοντες

                    Ἐκβατάνων πεδίῳ κείμεθ’ ἐνὶ μεσάτῳ.

                    χαῖρε κλυτή ποτε πατρὶς Ἐρέτρια, χαίρετ’ Ἀθῆναι,

                    γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη.

τοὺς μὲν δὴ τάφους διεφθορότας ἀναλαβεῖν τε αὐτὸν ὁ Δάμις φησὶ καὶ ξυγκλεῖσαι χέασθαί τε καὶ ἐπενεγκεῖν σφισιν, ὁπόσα νόμιμα, πλὴν τοῦ τεμεῖν τι ἢ καθαγίσαι, δακρύσαντά τε καὶ ὑποπλησθέντα ὁρμῆς τάδε ἐν μέσοις ἀναφθέγξασθαι· “Ἐρετριεῖς οἱ κλήρῳ τύχης δεῦρ’ ἀπενεχθέντες, ὑμεῖς μέν, εἰ καὶ πόῤῥω τῆς αὑτῶν, τέθαφθε γοῦν, οἱ δ’ ὑμᾶς ἐνταῦθα ῥίψαντες ἀπώλοντο περὶ τὴν ὑμετέραν νῆσον ἄταφοι δεκάτῳ μεθ’ ὑμᾶς ἔτει· τὸ γὰρ ἐν κοίλῃ Εὐβοίᾳ πάθος θεοὶ φαίνουσιν.” Ἀπολλώνιος δὲ πρὸς τὸν σοφιστὴν ἐπὶ τέλει τῆς ἐπιστολῆς “καὶ ἐπεμελήθην,” φησὶν “ὦ Σκοπελιανέ, τῶν σῶν Ἐρετριέων νέος ὢν ἔτι καὶ ὠφέλησα ὅ τι ἐδυνάμην καὶ τοὺς τεθνεῶτας αὐτῶν καὶ τοὺς ζῶντας.” τί δῆτα ἐπεμελήθη τῶν ζώντων; οἱ πρόσοικοι τῷ λόφῳ βάρβαροι σπειρόντων τῶν Ἐρετριέων αὐτὸν ἐληίζοντο τὰ φυόμενα περὶ τὸ θέρος ἥκοντες καὶ πεινῆν ἔδει γεωργοῦντας ἑτέροις. ὁπότ’ οὖν παρὰ βασιλέα ἀφίκετο, εὕρετο αὐτοῖς τὸ χρῆσθαι μόνους τῷ λόφῳ.

XXV. Τὰ δὲ ἐν Βαβυλῶνι τοῦ ἀνδρὸς τούτου καὶ ὁπόσα Βαβυλῶνος πέρι προσήκει γιγνώσκειν, τοιάδε εὗρον· ἡ Βαβυλὼν τετείχισται μὲν ὀγδοήκοντα καὶ τετρακόσια στάδια, τοσαύτη κύκλῳ, τεῖχος δὲ αὐτῆς τρία μὲν τὸ ὕψος ἡμίπλεθρα, πλέθρου δὲ μεῖον τὸ εὖρος, ποταμῷ δὲ Εὐφράτῃ τέμνεται ξὺν ὁμοιότητι τοῦ εἴδους, ὃν ἀπόῤῥητος ὑποστείχει γέφυρα τὰ βασίλεια τὰ ἐπὶ ταῖς ὄχθαις ἀφανῶς ξυνάπτουσα. γυνὴ γὰρ λέγεται Μήδεια τῶν ἐκείνῃ ποτὲ ἄρχουσα τὸν ποταμὸν ὑποζεῦξαι τρόπον, ὃν μήπω τις ποταμὸς ἐζεύχθη· λίθους γὰρ δὴ καὶ χαλκὸν καὶ ἄσφαλτον καὶ ὁπόσα ἐς ἔφυδρον ξύνδεσιν ἀνθρώποις εὕρηται, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ νήσασα τὸ ῥεῦμα ἐς λίμνας ἔτρεψε, ξηρόν τε ἤδη τὸν ποταμὸν ὤρυγεν ὀργυιὰς ἐς δύο σήραγγα ἐργαζομένη κοίλην, ἵν’ ἐς τὰ βασίλεια τὰ παρὰ ταῖς ὄχθαις ὥσπερ ἐκ γῆς ἀναφαίνοιτο, καὶ ἤρεψεν αὐτὴν ἴσως τῷ τοῦ ῥεύματος δαπέδῳ. οἱ μὲν δὴ θεμέλιοι ἐβεβήκεσαν καὶ οἱ τοῖχοι τῆς σήραγγος, ἅτε δὲ τῆς ἀσφάλτου δεομένης τοῦ ὕδατος ἐς τὸ λιθοῦσθαί τε καὶ πήγνυσθαι ὁ Εὐφράτης ἐπαφείθη ὑγρῷ τῷ ὀρόφῳ καὶ ὧδε ἔστη τὸ ζεῦγμα. τὰ δὲ βασίλεια χαλκῷ μὲν ἤρεπται καὶ ἀπ’ αὐτῶν ἀστράπτει, θάλαμοι δὲ καὶ ἀνδρῶνες καὶ στοαί, τὰ μὲν ἀργύρῳ, τὰ δὲ χρυσοῖς ὑφάσμασι, τὰ δὲ χρυσῷ αὐτῷ καθάπερ γραφαῖς ἠγλάισται, τὰ δὲ ποικίλματα τῶν πέπλων ἐκ τῶν Ἑλληνικῶν σφίσιν ἥκει λόγων, Ἀνδρομέδαι καὶ Ἀμυμῶναι καὶ Ὀρφεὺς πολλαχοῦ. χαίρουσι δὲ τῷ Ὀρφεῖ, τιάραν ἴσως καὶ ἀναξυρίδα τιμῶντες, οὐ γὰρ μουσικήν γε, οὐδὲ ᾠδάς, αἷς ἔθελγεν. ἐνύφανταί που καὶ ὁ Δᾶτις τὴν Νάξον ἐκ τῆς θαλάττης ἀνασπῶν καὶ Ἀρταφέρνης περιεστηκὼς τὴν Ἐρέτριαν καὶ τῶν ἀμφὶ Ξέρξην, ἃ νικᾶν ἔφασκεν· Ἀθῆναι γὰρ δὴ ἐχόμεναί εἰσι καὶ Θερμοπύλαι καὶ τὰ Μηδικώτερα ἔτι, ποταμοὶ ἐξαιρούμενοι τῆς γῆς καὶ θαλάττης ζεῦγμα καὶ ὁ Ἄθως ὡς ἐτμήθη. φασὶ δὲ καὶ ἀνδρῶνι ἐντυχεῖν, οὗ τὸν ὄροφον ἐς θόλου ἀνῆχθαι σχῆμα οὐρανῷ τινι εἰκασμένον, σαπφειρίνῃ δὲ αὐτὸν κατηρέφθαι λίθῳ – κυανωτάτη δὲ ἡ λίθος καὶ οὐρανία ἰδεῖν – καὶ θεῶν ἀγάλματα, οὓς νομίζουσιν, ἵδρυται ἄνω καὶ χρυσᾶ φαίνεται, καθάπερ ἐξ αἰθέρος. δικάζει μὲν δὴ ὁ βασιλεὺς ἐνταῦθα, χρυσαῖ δὲ ἴυγγες ἀποκρέμανται τοῦ ὀρόφου τέτταρες τὴν Ἀδράστειαν αὐτῷ παρεγγυῶσαι καὶ τὸ μὴ ὑπὲρ τοὺς ἀνθρώπους αἴρεσθαι. ταύτας οἱ μάγοι αὐτοί φασιν ἁρμόττεσθαι φοιτῶντες ἐς τὰ βασίλεια, καλοῦσι δὲ αὐτὰς θεῶν γλώττας.   XXVI. περὶ δὲ τῶν μάγων Ἀπολλώνιος μὲν τὸ ἀποχρῶν εἴρηκε, συγγενέσθαι γὰρ αὐτοῖς καὶ τὰ μὲν μαθεῖν, τὰ δὲ ἀπελθεῖν διδάξας, Δάμις δὲ τοὺς μὲν λόγους, οἷοι ἐγένοντο τῷ ἀνδρὶ πρὸς τοὺς μάγους, οὐκ οἶδεν, ἀπαγορεῦσαι γὰρ αὐτῷ μὴ συμφοιτᾶν παρ’ αὐτοὺς ἰόντι, λέγει δ’ οὖν φοιτᾶν αὐτὸν τοῖς μάγοις μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας, καὶ ἔρεσθαί ποτε “τί οἱ μάγοι;” τὸν δὲ ἀποκρίνασθαι “σοφοὶ μέν, ἀλλ’ οὐ πάντα.”

XXVII. Ταυτὶ μὲν ὕστερον. ἀφικομένῳ δὲ αὐτῷ ἐς Βαβυλῶνα ὁ σατράπης ὁ ἐπὶ τῶν μεγάλων πυλῶν μαθὼν ὅτι ὑπὲρ ἱστορίας ἥκοι, ὀρέγει χρυσῆν εἰκόνα τοῦ βασιλέως, ἣν εἰ μὴ προσκυνήσειέ τις, οὐ θεμιτὸν ἦν ἐσφοιτᾶν ἔσω. πρεσβεύοντι μὲν οὖν παρὰ τοῦ Ῥωμαίων ἄρχοντος οὐδεμία ἀνάγκη τούτου, παρὰ βαρβάρων δὲ ἥκοντι ἢ ἀφιστοροῦντι τὴν χώραν, εἰ μὴ τὴν εἰκόνα προθεραπεύσειεν, ἄτιμον ἀπειλῆφθαι καὶ σατραπεύεται παρὰ τοῖς βαρβάροις τὰ οὕτως εὐήθη. ἐπεὶ τοίνυν τὴν εἰκόνα εἶδε “τίς” ἔφη “οὗτος;” ἀκούσας δὲ ὅτι ὁ βασιλεύς “οὗτος,” εἶπεν “ὃν ὑμεῖς προσκυνεῖτε, εἰ ἐπαινεθείη ὑπ’ ἐμοῦ καλὸς κἀγαθὸς δόξας μεγάλων τεύξεται·” καὶ εἰπὼν ταῦτα διὰ πυλῶν ᾔει. θαυμάσας δὲ ὁ σατράπης αὐτὸν ἐπηκολούθησέ τε καὶ κατασχὼν τὴν χεῖρα τοῦ Ἀπολλωνίου δι’ ἑρμηνέος ἤρετο ὄνομά τε αὐτοῦ καὶ οἶκον καὶ ὅ τι ἐπιτηδεύοι καὶ ἐφ’ ὅ τι φοιτῴη, καὶ ἀπογραψάμενος ταῦτα ἐς γραμματεῖον στολήν τε αὐτοῦ καὶ εἶδος ἐκεῖνον μὲν περιμεῖναι κελεύει, δραμὼν δὲ αὐτὸς παρὰ τοὺς ἄνδρας,   XXVIII. οἳ δὴ νομίζονται βασιλέως ὦτα, ἀνατυποῖ τὸν Ἀπολλώνιον προειπών, ὅτι μήτε προσκυνεῖν βούλεται μήτε τι ἀνθρώπῳ ἔοικεν· οἱ δὲ ἄγειν κελεύουσι τιμῶντά τε καὶ μηδὲν ὕβρει πράττοντα, ἐπεὶ δὲ ἦλθεν, ἤρετο αὐτὸν ὁ πρεσβύτατος ὅ τι μαθὼν καταφρονήσειε τοῦ βασιλέως, ὁ δὲ “οὔπω” ἔφη “κατεφρόνησα.” “καταφρονήσειας δ’ ἄν;” πάλιν ἐρομένου “νὴ Δί’” εἶπεν “ἤν γε ξυγγενόμενος μὴ καλόν τε καὶ ἀγαθὸν εὕρω αὐτόν.” “ἀπάγεις δὲ δὴ τίνα αὐτῷ δῶρα;” τοῦ δὲ αὖ τήν τε ἀνδρείαν καὶ δικαιοσύνην καὶ τὰ τοιαῦτα φήσαντος “πότερον,” ἔφη, “ὡς οὐκ ἔχοντι;” “μὰ Δί’,” εἶπεν “ἀλλ’ ὡς μαθησομένῳ χρῆσθαι, ἢν ἔχῃ αὐτάς.” “καὶ μὴν χρώμενος τούτοις” ἔφη “τήν τε βασιλείαν, ἣν ὁρᾷς, ἀπολωλυῖαν αὐτῷ ἀνέλαβε τόν τε οἶκον ἐπανήγαγε τοῦτον οὐκ ἀπόνως, οὐδὲ ῥᾳθύμως.” “ποστὸν δὲ δὴ τοῦτο ἔτος τῇ ἀνακτηθείσῃ ἀρχῇ;” “τρίτου” ἔφη “ἀρχόμεθα, δύο ἤδη που μῆνες.” ἀναστήσας οὖν, ὥσπερ εἰώθει, τὴν γνώμην “ὦ σωματοφύλαξ,” εἶπεν “ἢ ὅ τί σε προσήκει καλεῖν, Δαρεῖος ὁ Κύρου καὶ Ἀρταξέρξου πατὴρ τὰ βασίλεια ταῦτα κατασχὼν ἑξήκοντα, οἶμαι, ἔτη λέγεται τελευτὴν ὑποπτεύσας τοῦ βίου τῇ δικαιοσύνῃ θῦσαι, καὶ “ὦ δέσποινα,” εἰπεῖν, “ἥ τίς ποτε εἶ·” ὥσπερ ἐπιθυμήσας μὲν πάλαι τῆς δικαιοσύνης, οὔπω δὲ αὐτὴν γιγνώσκων, οὐδὲ δοκῶν κεκτῆσθαι, τὼ παῖδέ τε οὕτως ἀμαθῶς ἐπαίδευσεν, ὡς ὅπλα ἐπ’ ἀλλήλους ἄρασθαι, καὶ ὁ μὲν τρωθῆναι, ὁ δὲ ἀποθανεῖν ὑπὸ τοῦ ἑτέρου, σὺ δ’ ἤδη τοῦτον ἴσως οὐδ’ ἐν τῷ βασιλείῳ θρόνῳ καθῆσθαι εἰδότα ξυνειληφέναι ὁμοῦ πάσας ἀρετὰς βούλει καὶ ἐπαίρεις αὐτὸν σοὶ φέρων, οὐκ ἐμοί, κέρδος, εἰ βελτίων γένοιτο.” βλέψας οὖν ὁ βάρβαρος ἐς τὸν πλησίον “ἕρμαιον” ἔφη “θεῶν τις ἄγει τουτονὶ τὸν ἄνδρα ἐνταῦθα, ἀγαθὸς γὰρ ξυγγενόμενος ἀγαθῷ πολλῷ βελτίω τὸν βασιλέα ἡμῖν ἀποφανεῖ καὶ σωφρονέστερον καὶ ἡδίω, ταυτὶ γὰρ διαφαίνεται τοῦ ἀνδρός.” ἐσέθεον οὖν εὐαγγελιζόμενοι πᾶσιν, ὅτι ἀνὴρ ἐπὶ ταῖς βασιλέως θύραις ἑστήκοι σοφός τε καὶ Ἕλλην καὶ ξύμβουλος ἀγαθός.   XXIX. ἐπεὶ δὲ τῷ βασιλεῖ ἀνηγγέλη ταῦτα, ἔτυχε μὲν θύων παρόντων αὐτῷ τῶν μάγων, τὰ γὰρ ἱερὰ ὑπ’ ἐκείνοις δρᾶται, καλέσας δὲ αὐτῶν ἕνα “ἥκει” ἔφη “τὸ ἐνύπνιον, ὃ διηγούμην σοι τήμερον ἐπισκοπουμένῳ με ἐν τῇ εὐνῇ.” ὄναρ δὲ ἄρα τῷ βασιλεῖ τοιοῦτον ἀφῖκτο· ἐδόκει Ἀρταξέρξης εἶναι ὁ τοῦ Ξέρξου καὶ μεθεστηκέναι ἐς ἐκεῖνον τὸ εἶδος, περιδεῶς τε εἶχε, μὴ ἐς μεταβολὴν ἤδη τὰ πράγματα ἥκῃ αὐτῷ ἐς τοῦτο ἐξηγουμένῳ τὴν μεταβολὴν τοῦ εἴδους. ἐπεὶ δὲ ἤκουσεν Ἕλληνά τε καὶ σοφὸν εἶναι τὸν ἥκοντα, ἐσῆλθεν αὐτὸν Θεμιστοκλῆς ὁ Ἀθηναῖος, ὃς ἀπὸ Ἑλλήνων ποτὲ ἥκων ξυνεγένετο τῷ Ἀρταξέρξῃ καὶ πολλοῦ ἄξιον ἐκεῖνόν τε ἐποίησεν ἑαυτόν τε παρέσχετο. καὶ προτείνας τὴν δεξιὰν “κάλει,” ἔφη “καὶ γὰρ ἂν καὶ ἀπὸ τοῦ καλλίστου ἄρξαιτο ξυνθύσας τε καὶ ξυνευξάμενος.”   XXX. εἰσῄει μὲν δὴ παραπεμπόμενος ὑπὸ πλειόνων, τουτὶ γὰρ ᾤοντο καὶ τῷ βασιλεῖ χαρίζεσθαι μαθόντες ὡς χαίροι ἀφιγμένῳ, διιὼν δὲ ἐς τὰ βασίλεια οὐ διέβλεψεν ἐς οὐδὲν τῶν θαυμαζομένων, ἀλλ’ ὥσπερ ὁδοιπορῶν διῄει αὐτά, καὶ καλέσας τὸν Δάμιν “ἤρου με” ἔφη “πρώην, ὅ τι ὄνομα ἦν τῇ Παμφύλῳ γυναικί, ἣ δὴ Σαπφοῖ τε ὁμιλῆσαι λέγεται καὶ τοὺς ὕμνους, οὓς ἐς τὴν Ἄρτεμιν τὴν Περγαίαν ᾄδουσι, ξυνθεῖναι τὸν Αἰολέων τε καὶ Παμφύλων τρόπον.” “ἠρόμην,” ἔφη “τὸ δὲ ὄνομα οὐκ εἶπας.” “οὐκ, ὦ χρηστέ, εἶπον, ἀλλ’ ἐξηγούμην σοι τοὺς νόμους τῶν ὕμνων καὶ τὰ ὀνόματα καὶ ὅπη τὰ Αἰολέων ἐς τὸ ἀκρότατόν τε καὶ τὸ ἴδιον Παμφύλων παρήλλαξε· πρὸς ἄλλῳ μετὰ ταῦτα ἐγενόμεθα, καὶ οὐκέτ’ ἤρου με περὶ τοῦ ὀνόματος· καλεῖται τοίνυν ἡ σοφὴ αὕτη Δαμοφύλη, καὶ λέγεται τὸν Σαπφοῦς τρόπον παρθένους τε ὁμιλητρίας κτήσασθαι ποιήματά τε ξυνθεῖναι τὰ μὲν ἐρωτικά, τὰ δὲ ὕμνους. τά τοι ἐς τὴν Ἄρτεμιν καὶ παρῴδηται αὐτῇ καὶ ἀπὸ τῶν Σαπφῴων ᾖσται.” ὅσον μὲν δὴ ἀπεῖχε τοῦ ἐκπεπλῆχθαι βασιλέα τε καὶ ὄγκον, ἐδήλου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖσθαι τὰ τοιαῦτα, ἀλλὰ ἑτέρων πέρι διαλέγεσθαι κἀκεῖνα δήπου ἡγεῖσθαι ὁρᾶν.   XXXI. προϊδὼν δὲ ὁ βασιλεὺς προσιόντα, καὶ γάρ τι καὶ μῆκος ἡ τοῦ ἱεροῦ αὐλὴ εἶχε, διελάλησέ τε πρὸς τοὺς ἐγγύς, οἷον ἀναγιγνώσκων τὸν ἄνδρα, πλησίον τε ἤδη γιγνομένου μέγα ἀναβοήσας “οὗτος” ἔφη “ὁ Ἀπολλώνιος, ὃν Μεγαβάτης ὁ ἐμὸς ἀδελφὸς ἰδεῖν ἐν Ἀντιοχείᾳ φησὶ θαυμαζόμενόν τε καὶ προσκυνούμενον ὑπὸ τῶν σπουδαίων, καὶ ἀπεζωγράφησέ μοι τότε τοιοῦτον αὐτόν, ὁποῖος ἥκει. προσελθόντα δὲ καὶ ἀσπασάμενον προσεῖπέ τε ὁ βασιλεὺς φωνῇ Ἑλλάδι καὶ (δὴ) ἐκέλευσε θύειν μετ’ αὐτοῦ· λευκὸν δὲ ἄρα ἵππον τῶν σφόδρα Νισαίων καταθύσειν ἔμελλε τῷ Ἡλίῳ φαλάροις κοσμήσας, ὥσπερ ἐς πομπήν, ὁ δ’ ὑπολαβὼν “σὺ μέν, ὦ βασιλεῦ, θῦε,” ἔφη, “τὸν σαυτοῦ τρόπον, ἐμοὶ δὲ ξυγχώρησον θῦσαι τὸν ἐμαυτοῦ·” καὶ δραξάμενος τοῦ λιβανωτοῦ, “Ἥλιε,” ἔφη, “πέμπε με ἐφ’ ὅσον τῆς γῆς ἐμοί τε καὶ σοὶ δοκεῖ, καὶ γιγνώσκοιμι ἄνδρας ἀγαθούς, φαύλους δὲ μήτε ἐγὼ μάθοιμι μήτε ἐμὲ φαῦλοι.” καὶ εἰπὼν ταῦτα τὸν λιβανωτὸν ἐς τὸ πῦρ ἧκεν, ἐπισκεψάμενος δὲ αὐτὸ ὅπη διανίσταται καὶ ὅπη θολοῦται καὶ ὁπόσαις κορυφαῖς ᾄττει καί που καὶ ἐφαπτόμενος τοῦ πυρός, ὅπη εὔσημόν τε καὶ καθαρὸν φαίνοιτο “θῦε,” ἔφη, “λοιπόν, ὦ βασιλεῦ, κατὰ τὰ σαυτοῦ πάτρια, τὰ γὰρ πάτρια τἀμὰ τοιαῦτα.”   XXXII. καὶ ἀνεχώρησε τῆς θυσίας, ὡς μὴ κοινωνοίη τοῦ αἵματος. μετὰ δὲ τὴν θυσίαν προσῆλθε καὶ “ὦ βασιλεῦ,” ἔφη “τὴν φωνὴν τὴν Ἑλλάδα πᾶσαν γιγνώσκεις, ἢ σμικρὰ αὐτῆς ὑπὲρ τοῦ εὐξυμβόλου ἴσως καὶ τοῦ μὴ ἀηδὴς δοκεῖν, εἴ τις ἀφίκοιτο Ἕλλην;” “πᾶσαν” εἶπεν “ἴσα τῇ ἐγχωρίῳ ταύτῃ, καὶ λέγε ὅ τι βούλει, διὰ τοῦτο γάρ που ἐρωτᾷς·” “διὰ τοῦτο,” ἔφη “καὶ ἄκουε· ἡ μὲν ὁρμή μοι τῆς ἀποδημίας Ἰνδοί εἰσι, παρελθεῖν δὲ οὐδ’ ὑμᾶς ἐβουλήθην, σέ τε ἀκούων ἄνδρα, οἷον ἐξ ὄνυχος ἤδη ὁρῶ, σοφίαν τε, ἥπερ ὑμῖν ἐστιν ἐπιχώριος μελετωμένη μάγοις ἀνδράσι, κατιδεῖν δεόμενος, εἰ τὰ θεῖα, ὡς λέγονται, σοφοί εἰσι· σοφία δὲ ἐμοὶ Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διάλεξιν θεῶν καὶ γηίνῳ τούτῳ ἐρίῳ ἐστάλθαι, οὐ γὰρ προβάτου ἐπέχθη, ἀλλ’ ἀκήρατος ἀκηράτων φύεται ὕδατός τε καὶ γῆς δῶρα ὀθόνη· καὶ αὐτὸ δὲ τὸ ἄνετον τῆς κόμης ἐκ Πυθαγόρου ἐπήσκησα, καὶ τὸ καθαρεύειν ζῴου βορᾶς ἐκ τῆς ἐκείνου μοι σοφίας ἥκει. ξυμπότης μὲν δὴ καὶ κοινωνὸς ῥᾳστώνης ἢ τρυφῆς οὔτ’ ἄν σοι γενοίμην οὔτ’ ἂν ἑτέρῳ οὐδενί, φροντίδων δὲ ἀπόρων τε καὶ δυσευρέτων δοίην ἂν λύσεις οὐ γιγνώσκων τὰ πρακτέα μόνον, ἀλλὰ καὶ προγιγνώσκων.” ταῦτα ὁ Δάμις μὲν διαλεχθῆναί φησι τὸν ἄνδρα, Ἀπολλώνιος δὲ ἐπιστολὴν αὐτὰ πεποίηται, πολλὰ δὲ καὶ ἄλλα τῶν ἑαυτῷ ἐς διάλεξιν εἰρημένων ἐς ἐπιστολὰς ἀνετυπώσατο.

XXXIII. Ἐπεὶ δὲ χαίρειν ὁ βασιλεὺς ἔφη καὶ ἀγάλλεσθαι ἥκοντι μᾶλλον, ἢ εἰ τὰ Περσῶν καὶ Ἰνδῶν πρὸς τοῖς οὖσιν αὐτῷ ἐκτήσατο, ξένον τε ποιεῖσθαι καὶ κοινωνὸν τῆς βασιλείου στέγης, “εἰ ἐγώ σε, ὦ βασιλεῦ,” εἶπεν “ἐς πατρίδα τὴν ἐμὴν Τύανα ἥκοντα ἠξίουν οἰκεῖν οὗ ἐγώ, οἰκῆσαι ἂν ἤρας;” “μὰ Δί’” εἶπεν “εἰ μὴ τοσαύτην γε οἰκίαν οἰκήσειν ἔμελλον, ὁπόσην δορυφόρους τε καὶ σωματοφύλακας ἐμοὺς αὐτόν τε ἐμὲ λαμπρῶς δέξασθαι.” “ὁ αὐτὸς οὖν” ἔφη “καὶ παρ’ ἐμοῦ λόγος· εἰ γὰρ ὑπὲρ ἐμαυτὸν οἰκήσω, πονήρως διαιτήσομαι, τὸ γὰρ ὑπερβάλλον λυπεῖ τοὺς σοφοὺς μᾶλλον ἢ ὑμᾶς τὸ ἐλλεῖπον· ξενιζέτω με οὖν ἰδιώτης ἔχων ὁπόσα ἐγώ, σοὶ δὲ ἐγὼ ξυνέσομαι ὁπόσα βούλει.” ξυνεχώρει ὁ βασιλεύς, ὡς μὴ ἀηδές τι αὐτῷ λάθοι πράξας, καὶ ᾤκησε παρ’ ἀνδρὶ Βαβυλωνίῳ χρηστῷ τε καὶ ἄλλως γενναίῳ. δειπνοῦντι δὲ ἤδη εὐνοῦχος ἐφίσταται τῶν τὰς ἀγγελίας διαφερόντων καὶ προσειπὼν τὸν ἄνδρα “βασιλεὺς” ἔφη “δωρεῖταί σε δέκα δωρεαῖς καὶ ποιεῖται κύριον τοῦ ἐπαγγεῖλαι αὐτάς, δεῖται δέ σου μὴ μικρὰ αἰτῆσαι, μεγαλοφροσύνην γὰρ ἐνδείξασθαι σοί τε καὶ ἡμῖν βούλεται.” ἐπαινέσας δὲ τὴν ἐπαγγελίαν “πότε οὖν χρὴ αἰτεῖν;” ἤρετο, ὁ δὲ “αὔριον” ἔφη, καὶ ἅμα ἐφοίτησε παρὰ πάντας τοὺς βασιλέως φίλους τε καὶ ξυγγενεῖς, παρεῖναι κελεύων αἰτοῦντι καὶ τιμωμένῳ τῷ ἀνδρί. φησὶ δὲ ὁ Δάμις ξυνιέναι μέν, ὅτι μηδὲν αἰτήσοι, τόν τε τρόπον αὐτοῦ καθεωρακὼς καὶ εἰδὼς εὐχόμενον τοῖς θεοῖς εὐχὴν τοιαύτην. “ὦ θεοί, δοίητε μοι μικρὰ ἔχειν καὶ δεῖσθαι μηδενός.” ἐφεστηκότα μέντοι ὁρῶν καὶ ἐνθυμουμένῳ ὅμοιον οἴεσθαι ὡς αἰτήσοι μέν, βασανίζοι δέ, ὅ τι μέλλει αἰτήσειν. ὁ δὲ ἑσπέρας ἤδη “ὦ Δάμι,” ἔφη “θεωρῶ πρὸς ἐμαυτόν, ἐξ ὅτου ποτὲ οἱ βάρβαροι τοὺς εὐνούχους σώφρονας ἡγοῦνται καὶ ἐς τὰς γυναικωνίτιδας ἐσάγονται.” “ἀλλὰ τοῦτο,” ἔφη “ὦ Ἀπολλώνιε, καὶ παιδὶ δῆλον· ἐπειδὴ γὰρ ἡ τομὴ τὸ ἀφροδισιάζειν ἀφαιρεῖται σφᾶς, ἀνεῖνταί σφισιν αἱ γυναικωνίτιδες, κἂν ξυγκαθεύδειν ταῖς γυναιξὶ βούλωνται.” “τὸ δὲ ἐρᾶν” εἶπεν “ἢ τὸ ξυγγίγνεσθαι γυναιξὶν ἐκτετμῆσθαι αὐτοὺς οἴει;” “ἄμφω,” ἔφη “εἰ γὰρ σβεσθείη τὸ μόριον ὑφ’ οὗ διοιστρεῖται τὸ σῶμα, οὐδ’ ἂν τὸ ἐρᾶν ἐπέλθοι οὐδενί.” ὁ δὲ βραχὺ ἐπισχὼν “αὔριον,” ἔφη “ὦ Δάμι, μάθοις ἄν, ὅτι καὶ εὐνοῦχοι ἐρῶσι καὶ τὸ ἐπιθυμητικόν, ὅπερ ἐσάγονται διὰ τῶν ὀφθαλμῶν, οὐκ ἀπομαραίνεται σφῶν, ἀλλ’ ἐμμένει θερμόν τε καὶ ζώπυρον, δεῖ γάρ τι περιπεσεῖν, ὃ τὸν σὸν ἐλέγξει λόγον. εἰ δὲ καὶ τέχνη τις ἦν ἀνθρωπεία τύραννός τε καὶ δυνατὴ τὰ τοιαῦτα ἐξωθεῖν τῆς γνώμης, οὐκ ἄν μοι δοκῶ τοὺς εὐνούχους ποτὲ ἐς τὰ τῶν σωφρονούντων ἤθη προσγράψαι κατηναγκασμένους τὴν σωφροσύνην καὶ βιαίῳ τέχνῃ ἐς τὸ μὴ ἐρᾶν ἠγμένους. σωφροσύνη γὰρ τὸ ὀρεγόμενόν τε καὶ ὁρμῶντα μὴ ἡττᾶσθαι ἀφροδισίων, ἀλλ’ ἀπέχεσθαι καὶ κρείττω φαίνεσθαι τῆς λύττης ταύτης.” ὑπολαβὼν οὖν ὁ Δάμις “ταῦτα μὲν καὶ αὖθις ἐπισκεψόμεθα,” ἔφη “ὦ Ἀπολλώνιε, ἃ δὲ χρὴ ἀποκρίνασθαι αὔριον πρὸς τὴν τοῦ βασιλέως ἐπαγγελίαν λαμπρὰν οὖσαν διεσκέφθαι προσήκει. αἰτήσεις μὲν γὰρ ἴσως οὐδέν, τὸ δ’ ὅπως ἂν μὴ ἄλλῳ, φασί, τύφῳ παραιτεῖσθαι δοκοίης, ἅπερ ἂν ὁ βασιλεὺς διδῷ, τοῦτο ὅρα καὶ φυλάττου αὐτό, ὁρῶν οἷ τῆς γῆς εἶ καὶ ὅτι ἐπ’ αὐτῷ κείμεθα. δεῖ δὲ φυλάττεσθαι διαβολάς, ὡς ὑπεροψίᾳ χρώμενον, γιγνώσκειν τε ὡς νῦν μὲν ἐφόδιά ἐστιν ἡμῖν ὁπόσα ἐς Ἰνδοὺς πέμψαι, ἐπανιοῦσι δὲ ἐκεῖθεν οὔτ’ ἂν ἀποχρήσαι ταῦτα, γένοιτο δὲ οὐκ ἂν ἕτερα.” καὶ τοιᾷδε ὑπέθαλπεν αὐτὸν τέχνῃ, μὴ ἀπαξιῶσαι λαβεῖν, ὅ τι διδοίη,   XXXV. ὁ δὲ Ἀπολλώνιος ὥσπερ ξυλλαμβάνων αὐτῷ τοῦ λόγου “παραδειγμάτων δὲ,” εἶπεν “ὦ Δάμι, ἀμελήσεις; ἐν οἷς ἐστιν, ὡς Αἰσχίνης μὲν ὁ τοῦ Λυσανίου παρὰ Διονύσιον ἐς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο, Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ, Ἀρίστιππος δὲ ὁ Κυρηναῖος καὶ Ἑλίκων ὁ ἐκ Κυζίκου καὶ Φύτων, ὅτ’ ἔφευγεν, ὁ Ῥηγῖνος, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυρούς, ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον, ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου, καὶ ἵνα μὴ πλείους διαβάλλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασάνδρου γάμον ἐς Μακεδονίαν κωμάσαι ποιήματα ψυχρὰ ξυνθέντα, καὶ δημοσίᾳ ταῦθ’ ὑπὲρ χρημάτων ᾆσαι. ἐγὼ δὲ ἡγοῦμαι, ὦ Δάμι, τὸν ἄνδρα τὸν σοφὸν πλείω κινδυνεύειν ἢ οἱ πλέοντές τε καὶ ξὺν ὅπλοις μαχόμενοι, φθόνος γὰρ ἐπ’ αὐτὸν στείχει καὶ σιωπῶντα καὶ φθεγγόμενον καὶ ξυντείνοντα καὶ ἀνιέντα κἂν παρέλθῃ τι κἂν προσέλθῃ τῳ κἂν προσείπῃ κἂν μὴ προσείπῃ. δεῖ δὲ πεφράχθαι τὸν ἄνδρα γιγνώσκειν τε ὡς ἀργίας μὲν ἡττηθεὶς ὁ σοφὸς ἢ χολῆς ἢ ἔρωτος ἢ φιλοποσίας ἢ ἑτοιμότερόν τε τοῦ καιροῦ πράξας ἴσως ἂν καὶ ξυγγνώμην φέροιτο, χρήμασι δὲ ὑποθεὶς ἑαυτὸν οὔτ’ ἂν ξυγγινώσκοιτο καὶ μισοῖτ’ ἄν, ὡς ὁμοῦ πάσας κακίας συνειληφώς· μὴ γὰρ ἂν ἡττηθῆναι χρημάτων αὐτόν, εἰ μὴ γαστρὸς ἥττητο καὶ ἀμπεχόνης καὶ οἴνου καὶ τοῦ ἐς ἑταίρας φέρεσθαι. σὺ δ’ ἴσως ἡγῇ τὸ ἐν Βαβυλῶνι ἁμαρτεῖν ἧττον εἶναι τοῦ Ἀθήνησιν ἢ Ὀλυμπίασιν ἢ Πυθοῖ, καὶ οὐκ ἐνθυμῇ ὅτι σοφῷ ἀνδρὶ Ἑλλὰς πάντα καὶ οὐδὲν ἔρημον ἢ βάρβαρον χωρίον οὔτε ἡγήσεται ὁ σοφὸς οὔτε νομιεῖ ζῶν γε ὑπὸ τοῖς τῆς ἀρετῆς ὀφθαλμοῖς, καὶ βλέπει μὲν ὀλίγους τῶν ἀνθρώπων, μυρίοις δ’ ὄμμασιν αὐτὸς ὁρᾶται. εἰ δὲ καὶ ἀθλητῇ ξυνῆσθα τούτων τινί, ὦ Δάμι, οἳ παλαίειν τε καὶ παγκρατιάζειν ἀσκοῦσιν, ἆρα ἂν ἠξίους αὐτόν, εἰ μὲν Ὀλύμπια ἀγωνίζοιτο καὶ ἐς Ἀρκαδίαν ἴοι, γενναῖόν τε καὶ ἀγαθὸν εἶναι, καὶ νὴ Δί’, εἰ Πύθια ἄγοιτο ἢ Νέμεα, ἐπιμελεῖσθαι τοῦ σώματος, ἐπειδὴ φανεροὶ οἱ ἀγῶνες καὶ τὰ στάδια ἐν σπουδαίῳ τῆς Ἑλλάδος, εἰ δὲ θύοι Φίλιππος Ὀλύμπια πόλεις ᾑρηκὼς ἢ ὁ τούτου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς ἑαυτοῦ νίκαις ἀγῶνα ἄγοι, χεῖρον ἤδη παρασκευάζειν τὸ σῶμα καὶ μὴ φιλονίκως ἔχειν, ἐπειδὴ ἐν Ὀλύνθῳ ἀγωνιεῖται ἢ Μακεδονίᾳ ἢ Αἰγύπτῳ, ἀλλὰ μὴ ἐν Ἕλλησι καὶ σταδίοις τοῖς ἐκεῖ;” ὑπὸ μὲν δὴ τῶν λόγων τούτων ὁ Δάμις οὕτω διατεθῆναί φησιν, ὡς ξυγκαλύψασθαί τε ἐφ’ οἷς αὐτὸς εἰρηκὼς ἔτυχε παραιτεῖσθαί τε τὸν Ἀπολλώνιον ξυγγνώμην αὐτῷ ἔχειν, εἰ μήπω κατανενοηκὼς αὐτὸν ἐς ξυμβουλίαν τε καὶ πειθὼ τοιαύτην ὥρμησεν. ὁ δὲ ἀναλαμβάνων αὐτὸν “θάῤῥει,” ἔφη “οὐ γὰρ ἐπίπληξιν ποιούμενος, ἀλλὰ τοὐμὸν ὑπογράφων σοι ταῦτα εἶπον.”   XXXVI. ἀφικομένου δὲ τοῦ εὐνούχου καὶ καλοῦντος αὐτὸν παρὰ τὸν βασιλέα “ἀφίξομαι,” εἶπεν “ἐπειδὰν τὰ πρὸς τοὺς θεοὺς εὖ μοι ἔχῃ.” θύσας οὖν καὶ εὐξάμενος ἀπῄει περιβλεπόμενός τε καὶ θαυμαζόμενος τοῦ σχήματος. ὡς δὲ ἔσω παρῆλθε, “δίδωμί σοι” ἔφη ὁ βασιλεὺς “δέκα δωρεὰς ἄνδρα σε ἡγούμενος, οἷος οὔπω τις ἀπὸ Ἑλλήνων δεῦρ’ ἦλθεν.” ὁ δὲ ὑπολαβὼν “οὐ πάσας,” εἶπεν “ὦ βασιλεῦ, παραιτήσομαι, “μίαν δέ, ἣν ἀντὶ πολλῶν δεκάδων αἱροῦμαι, προθύμως αἰτήσω·” καὶ ἅμα τὸν περὶ τῶν Ἐρετριέων διῆλθε λόγον ἀναλαβὼν ἀπὸ τοῦ Δάτιδος. “αἰτῶ οὖν” ἔφη “μὴ περικόπτεσθαι τοὺς ἀθλίους τούτους τῶν ὁρίων τε καὶ τοῦ λόφου, ἀλλὰ νέμεσθαι σφᾶς μέτρον τῆς γῆς, ὃ Δαρεῖος ἐνόμισε, δεινὸν γάρ, εἰ τῆς αὑτῶν ἐκπεσόντες μηδ’ ἣν ἀντ’ ἐκείνης ἔχουσιν, ἕξουσιν.” ξυντιθέμενος οὖν ὁ βασιλεὺς “Ἐρετριεῖς” εἶπεν “ἐς μὲν τὴν χθὲς ἡμέραν ἐμοῦ τε πολέμιοι καὶ πατέρων ἐμῶν ἦσαν, ἐπειδὴ ὅπλων ποτὲ ἐφ’ ἡμᾶς ἦρξαν, καὶ παρεωρῶντο, ὡς τὸ γένος αὐτῶν ἀφανισθείη, λοιπὸν δὲ φίλοι τε ἀναγεγράψονται καὶ σατραπεύσει αὐτῶν ἀνὴρ ἀγαθός, ὃς δικαιώσει τὴν χώραν. τὰς δὲ ἐννέα δωρεὰς” ἔφη “διὰ τί οὐ λήψῃ;” “ὅτι, ὦ βασιλεῦ” εἶπεν “οὔπω φίλους ἐνταῦθα ἐκτησάμην.” “αὐτὸς δὲ οὐδενὸς δέῃ;” φήσαντος· “τῶν γε τραγημάτων” ἔφη “καὶ τῶν ἄρτων, ἅ με ἡδέως τε καὶ λαμπρῶς ἑστιᾷ.”   XXXVII. τοιαῦτα δὴ λαλούντων πρὸς ἀλλήλους κραυγὴ τῶν βασιλείων ἐξεφοίτησεν εὐνούχων καὶ γυναικῶν ἅμα· εἴληπτο δὲ ἄρα εὐνοῦχός τις ἐπὶ μιᾷ τῶν τοῦ βασιλέως παλλακῶν ξυγκατακείμενός τε καὶ ὁπόσα οἱ μοιχοὶ πράττων, καὶ ἦγον αὐτὸν οἱ ἀμφὶ τὴν γυναικωνῖτιν ἐπισπῶντες τῆς κόμης, ὃν δὴ ἄγονται τρόπον οἱ βασιλέως δοῦλοι. ἐπεὶ δὲ ὁ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆσθαι ἔφη καὶ προειρηκέναι οἱ μὴ προσδιαλέγεσθαι αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης ἢ χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, ὁ μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου, ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι, ὁ δὲ βασιλεὺς πρὸς τοὺς παρόντας “ἀλλ’ αἰσχρόν γε” εἶπεν “ὦ ἄνδρες, παρόντος ἡμῖν Ἀπολλωνίου περὶ σωφροσύνης ἡμᾶς, ἀλλὰ μὴ τοῦτον, ἀποφαίνεσθαι· τί οὖν κελεύεις, Ἀπολλώνιε, παθεῖν αὐτόν;” “τί δὲ ἄλλο ἢ ζῆν;” εἶπε παρὰ τὴν πάντων ἀποκρινάμενος δόξαν. ἀνερυθριάσας οὖν ὁ βασιλεὺς “εἶτα οὐ πολλῶν” ἔφη “θανάτων ἄξιος ὑφέρπων οὕτως τὴν εὐνὴν τὴν ἐμήν;” “ἀλλ’ οὐχ ὑπὲρ ξυγγνώμης” ἔφη “βασιλεῦ, ταῦτα εἶπον, ἀλλ’ ὑπὲρ τιμωρίας, ἣ ἀποκναίσει αὐτόν· εἰ γὰρ ζήσεται νοσῶν καὶ ἀδυνάτων ἁπτόμενος καὶ μήτε σῖτα μήτε ποτὰ ἥσει αὐτὸν μήτε θεάματα, ἃ σέ τε καὶ τούς σοι συνόντας εὐφρανεῖ, πηδήσεταί τε ἡ καρδία θαμὰ ἐκθρώσκοντος τοῦ ὕπνου, ὃ δὴ μάλιστα περὶ τοὺς ἐρῶντάς φασι γίγνεσθαι, [καὶ], τίς μὲν οὕτω φθόη τήξει αὐτόν, τίς δὲ οὕτω λιμὸς ἐπιθρύψει τὰ σπλάγχνα; εἰ δὲ μὴ τῶν φιλοψύχων εἴη τις, αὐτός, ὦ βασιλεῦ, δεήσεταί σού ποτε καὶ ἀποκτεῖναι αὐτὸν ἢ ἑαυτόν γε ἀποκτενεῖ πολλὰ ὀλοφυρόμενος τὴν παροῦσαν ταύτην ἡμέραν, ἐν ᾗ μὴ εὐθὺς ἀπέθανε.” τοῦτο μὲν δὴ τοιοῦτον τοῦ Ἀπολλωνίου καὶ οὕτω σοφόν τε καὶ ἥμερον, ἐφ’ ᾧ ὁ βασιλεὺς ἀνῆκε τὸν θάνατον τῷ εὐνούχῳ.

XXXVIII. Μέλλων δέ ποτε πρὸς θήρᾳ γίγνεσθαι τῶν ἐν τοῖς παραδείσοις θηρίων, ἐς οὓς λέοντές τε ἀπόκεινται τοῖς βαρβάροις καὶ ἄρκτοι καὶ παρδάλεις, ἠξίου τὸν Ἀπολλώνιον παρατυχεῖν οἱ θηρῶντι, ὁ δὲ “ἐκλέλησαι, ὦ βασιλεῦ,” ἔφη “ὅτι μηδὲ θύοντί σοι παρατυγχάνω; καὶ ἄλλως οὐχ ἡδὺ θηρίοις βεβασανισμένοις καὶ παρὰ τὴν φύσιν τὴν ἑαυτῶν δεδουλωμένοις ἐπιτίθεσθαι.” ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως, πῶς ἂν βεβαίως καὶ ἀσφαλῶς ἄρχοι, “πολλοὺς” ἔφη “τιμῶν, πιστεύων δὲ ὀλίγοις.” πρεσβευομένου δέ ποτε τοῦ τῆς Συρίας ἄρχοντος περὶ κωμῶν, οἶμαι, δύο προσοίκων τῷ Ζεύγματι καὶ φάσκοντος ὑπακηκοέναι μὲν αὐτὰς Ἀντιόχῳ καὶ Σελεύκῳ πάλαι, νῦν δὲ ὑπ’ αὐτῷ εἶναι Ῥωμαίοις προσηκούσας, καὶ τοὺς μὲν Ἀραβίους τε καὶ Ἀρμενίους μὴ ἐνοχλεῖν τὰς κώμας, αὐτὸν δὲ ὑπερβαίνοντα τοσαύτην γῆν καρποῦσθαι σφᾶς, ὡς αὐτοῦ μᾶλλον ἢ Ῥωμαίων οὔσας, μεταστησάμενος ὁ βασιλεὺς τοὺς πρέσβεις “τὰς μὲν κώμας ταύτας,” ἔφη “Ἀπολλώνιε, ξυνεχώρησαν τοῖς ἐμοῖς προγόνοις οἱ βασιλεῖς, οὓς εἶπον, τροφῆς ἕνεκα τῶν θηρίων, ἃ παρ’ ἡμῖν ἁλισκόμενα φοιτᾷ ἐς τὴν ἐκείνων διὰ τοῦ Εὐφράτου, οἱ δ’, ὥσπερ ἐκλαθόμενοι τούτου καινῶν τε καὶ ἀδίκων ἅπτονται. τίς οὖν φαίνεταί σοι τῆς πρεσβείας ὁ νοῦς;” “μέτριος, ὦ βασιλεῦ,” ἔφη “καὶ ἐπιεικής, εἰ, ἃ δύνανται καὶ ἄκοντος ἔχειν ἐν τῇ ἑαυτῶν ὄντα, βούλονται παρ’ ἑκόντος εὑρίσκεσθαι μᾶλλον.” προσετίθει δὲ καὶ τὸ μὴ δεῖν ὑπὲρ κωμῶν, ὧν μείζους κέκτηνται τάχα καὶ ἰδιῶται, διαφέρεσθαι πρὸς Ῥωμαίους καὶ πόλεμον οὐδ’ ὑπὲρ μεγάλων αἴρεσθαι. νοσοῦντι δὲ τῷ βασιλεῖ παρὼν τοσαῦτά τε καὶ οὕτω θεῖα περὶ ψυχῆς διεξῆλθεν, ὡς τὸν βασιλέα ἀναπνεῦσαι καὶ πρὸς τοὺς παρόντας εἰπεῖν, ὅτι “Ἀπολλώνιος οὐχ ὑπὲρ τῆς βασιλείας μόνης ἀφροντιστεῖν εἴργασταί με, ἀλλὰ καὶ ὑπὲρ τοῦ θανάτου.”   XXXIX. τὴν δὲ σήραγγα τὴν ὑπὸ τῷ Εὐφράτῃ δεικνύντος αὐτῷ ποτε τοῦ βασιλέως καὶ “τί σοι φαίνεται τὸ θαῦμα;” εἰπόντος καταβάλλων τὴν τερατουργίαν ὁ Ἀπολλώνιος “θαῦμα ἂν ἦν, ὦ βασιλεῦ,” ἔφη, “εἰ διὰ τοῦ ποταμοῦ βαθέος οὕτω καὶ ἀπόρου ὄντος πεζῇ ἐβαδίζετε.” δείξαντος δὲ καὶ τὰ ἐν Ἐκβατάνοις τείχη καὶ θεῶν φάσκοντος ταῦτα εἶναι οἴκησιν “θεῶν μὲν οὐκ ἔστιν ὅλως οἴκησις,” εἶπεν “εἰ δὲ ἀνδρῶν οὐκ οἶδα· ἡ γὰρ Λακεδαιμονίων, ὦ βασιλεῦ, πόλις ἀτείχιστος ᾤκισται.” καὶ μὴν καὶ δίκην τινὰ δικάσαντος αὐτοῦ κώμαις καὶ μεγαλοφρονουμένου πρὸς τὸν Ἀπολλώνιον, ὡς δυοῖν ἡμερῶν ἠκροαμένος εἴη τῆς δίκης “βραδέως γ’” ἔφη “τὸ δίκαιον εὗρες.” χρημάτων δὲ ἐκ τῆς ὑπηκόου φοιτησάντων ποτὲ ἀθρόων ἀνοίξας τοὺς θησαυροὺς ἐδείκνυ τῷ ἀνδρὶ τὰ χρήματα ὑπαγόμενος αὐτὸν ἐς ἐπιθυμίαν πλούτου, ὁ δὲ οὐδὲν ὧν εἶδε θαυμάσας “σοὶ ταῦτα,” ἔφη “ὦ βασιλεῦ, χρήματα, ἐμοὶ δὲ ἄχυρα·” “τί ἂν οὖν” ἔφη “πράττων καλῶς αὐτοῖς χρησαίμην;” “χρώμενος,” ἔφη “βασιλεὺς γὰρ εἶ.”

XL. Πολλὰ τοιαῦτα πρὸς τὸν βασιλέα εἰπὼν καὶ τυχὼν αὐτοῦ προθύμου πράττειν ἃ ξυνεβούλευεν, ἔτι καὶ τῆς πρὸς τοὺς μάγους ξυνουσίας ἱκανῶς ἔχων “ἄγε, ὦ Δάμι,” ἔφη “ἐς Ἰνδοὺς ἴωμεν. οἱ μὲν γὰρ τοῖς Λωτοφάγοις προσπλεύσαντες ἀπήγοντο τῶν οἰκείων ἠθῶν ὑπὸ τοῦ βρώματος, ἡμεῖς δὲ μὴ γευόμενοί τινος τῶν ἐνταῦθα καθήμεθα πλείω χρόνον τοῦ εἰκότος τε καὶ ξυμμέτρου.” “κἀμοὶ” ἔφη ὁ Δάμις “ὑπερδοκεῖ ταῦτα· ἐπεὶ δὲ ἐνεθυμούμην τὸν χρόνον, ὃν ἐν τῇ λεαίνῃ διεσκέψω, περιέμενον ἀνυσθῆναι αὐτόν· οὔπω μὲν οὖν ἐξήκει πᾶς, ἐνιαυτὸς γὰρ ἡμῖν ἤδη καὶ μῆνες τέτταρες· εἰ δὲ ἤδη κομιζοίμεθα, εὖ ἂν ἔχοι;” “οὐδὲ ἀνήσει ἡμᾶς,” ἔφη “ὦ Δάμι, ὁ βασιλεὺς πρότερον ἢ τὸν ὄγδοον τελευτῆσαι μῆνα· χρηστὸν γάρ που ὁρᾷς αὐτὸν καὶ κρείττω ἢ βαρβάρων ἄρχειν.”   XLI. ἐπεὶ δὲ ἀπαλλάττεσθαι λοιπὸν ἐδόκει καὶ ξυνεχώρησέ ποτε ὁ βασιλεὺς ἀπιέναι, ἀνεμνήσθη τῶν δωρεῶν ὁ Ἀπολλώνιος, ἃς ἀνεβάλλετο ἔς τ’ ἂν φίλοι αὐτῷ γένωνται, καὶ “ὦ βέλτιστε” ἔφη “βασιλεῦ, τὸν ξένον οὐδὲν εὖ πεποίηκα καὶ μισθὸν ὀφείλω τοῖς μάγοις· σὺ οὖν ἐπιμελήθητι αὐτῶν καὶ τοὐμὸν προθυμήθητι περὶ ἄνδρας σοφούς τε καὶ σοὶ σφόδρα εὔνους.” ὑπερησθεὶς οὖν ὁ βασιλεὺς “τούτους μὲν αὔριον ζηλωτοὺς” ἔφη “καὶ μεγάλων ἠξιωμένους ἀποδείξω σοι, σὺ δ’ ἐπεὶ μηδενὸς δέῃ τῶν ἐμῶν, ἀλλὰ τούτοις γε ξυγχώρησον χρήματα παρ’ ἐμοῦ λαβεῖν καὶ ὅ τι βούλονται,” τοὺς ἀμφὶ τὸν Δάμιν δείξας. ἀποστραφέντων οὖν κἀκείνων τὸν λόγον τοῦτον “ὁρᾷς,” ἔφη “ὦ βασιλεῦ, τὰς ἐμὰς χεῖρας, ὡς πολλαί τέ εἰσι καὶ ἀλλήλαις ὅμοιαι;” “σὺ δὲ ἀλλὰ ἡγεμόνα ἄγου” ὁ βασιλεὺς ἔφη “καὶ καμήλους, ἐφ’ ὧν ὀχήσεσθε, τὸ γὰρ μῆκος τῆς ὁδοῦ κρεῖττον ἢ βαδίσαι πᾶσαν.” “γιγνέσθω,” ἔφη “ὦ βασιλεῦ, τοῦτο, φασὶ γὰρ τὴν ὁδὸν ἄπορον εἶναι μὴ οὕτως ὀχουμένῳ, καὶ ἄλλως τὸ ζῷον εὔσιτόν τε καὶ ῥᾴδιον βόσκειν, ὅπου μὴ χιλὸς εἴη. καὶ ὕδωρ δέ, οἶμαι, χρὴ ἐπισιτίσασθαι καὶ ἀπάγειν αὐτὸ ἐν ἀσκοῖς, ὥσπερ τὸν οἶνον.” “τριῶν ἡμερῶν” ἔφη ὁ βασιλεὺς “ἄνυδρος ἡ χώρα, μετὰ ταῦτα δὲ πολλὴ ἀφθονία ποταμῶν τε καὶ πηγῶν, βαδίζειν δὲ (δεῖ) τὴν ἐπὶ Καυκάσου, τὰ γὰρ ἐπιτήδεια ἄφθονα καὶ φίλη ἡ χώρα.” ἐρομένου δὲ αὐτὸν τοῦ βασιλέως ὅ τι αὐτῷ ἀπάξει ἐκεῖθεν· “χαρίεν” ἔφη “ὦ βασιλεῦ, δῶρον· ἢν γὰρ ἡ συνουσία τῶν ἀνδρῶν σοφώτερόν με ἀποφήνῃ, βελτίων ἀφίξομαί σοι ἢ νῦν εἰμι.” περιέβαλεν ὁ βασιλεὺς ταῦτα εἰπόντα καὶ “ἀφίκοιο,” εἶπε “τὸ γὰρ δῶρον μέγα.”

 

II

I. Ἐντεῦθεν ἐξελαύνουσι περὶ τὸ θέρος αὐτοί τε ὀχούμενοι καὶ ὁ ἡγεμών, ἱπποκόμος δὲ ἦν τῶν καμήλων καὶ τὰ ἐπιτήδεια, ὁπόσων ἐδέοντο, ἦν ἄφθονα βασιλέως δόντος, ἥ τε χώρα, δι’ ἧς ἐπορεύοντο, εὖ ἔπραττεν, ἐδέχοντο δὲ αὐτοὺς αἱ κῶμαι θεραπεύουσαι· χρυσοῦ γὰρ ψάλιον ἡ πρώτη κάμηλος ἐπὶ τοῦ μετώπου ἔφερε, γιγνώσκειν τοῖς ἐντυγχάνουσιν, ὡς πέμποι τινὰ ὁ βασιλεὺς τῶν ἑαυτοῦ φίλων.   II. προσιόντες δὲ τῷ Καυκάσῳ φασὶν εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι· τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιώμεθα Ταύρου τοῦ δι’ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμφύλους καὶ Μυκάλην στείχοντος, ἣ τελευτῶσα ἐς θάλατταν, ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυκάσου νομίζοιτ’ ἄν, ἀλλ’ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή, τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν, ὡς σχίζεσθαι περὶ αὐτὰς τὸν ἥλιον. περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ καὶ τὴν ὅμορον τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν κατὰ Μαιῶτίν τε καὶ ἀριστερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος, τοσοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ὁ ἀγκὼν τοῦ Καυκάσου, τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ παρδάλεις, ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων ἀρωματοφόρῳ. χαίρουσι γὰρ τοῖς ἀρώμασι κἀκ πολλοῦ τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος, ἐπειδὰν οἵ τε ἄνεμοι ἀπ’ αὐτοῦ πνεύσωσι καὶ τὰ δένδρα ὀπώδη γένηται. καὶ ἁλῶναί ποτέ φασιν ἐν τῇ Παμφυλίᾳ πάρδαλιν στρεπτῷ ἅμα, ὃν περὶ τῇ δέρῃ ἔφερε, χρυσοῦς δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι ΒΑΣΙΛΕΥΣ ἈΡΣΑΚΗΣ ΘΕΩΙ ΝΥΣΙΩΙ. βασιλεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτός, οἶμαι, ἰδὼν τὴν πάρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θηρίου. Νύσιος γὰρ ὁ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων, ὡς εἶχε τοῦ κόσμου καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα. ὁ δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικήν τε καὶ Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν Ἐρυθρὰν θάλατταν ἑτέρῳ ἀγκῶνι.   III. μυθολογεῖται δὲ ὑπὸ τῶν βαρβάρων τὸ ὄρος, ἃ καὶ Ἕλληνες ἐπ’ αὐτῷ ᾄδουσιν, ὡς Προμηθεὺς μὲν ἐπὶ φιλανθρωπίᾳ δεθείη ἐκεῖ, Ἡρακλῆς δὲ ἕτερος, οὐ γὰρ τὸν Θηβαῖόν γε βούλονται, μὴ ἀνάσχοιτο τοῦτο, ἀλλὰ τοξεύσειε τὸν ὄρνιν, ὃν ἔβοσκεν ὁ Προμηθεὺς τοῖς σπλάγχνοις· δεθῆναι δὲ αὐτὸν οἱ μὲν ἐν ἄντρῳ φασίν, ὃ δὴ ἐν πρόποδι τοῦ ὄρους δείκνυται, καὶ δεσμὰ ὁ Δάμις ἀνῆφθαι τῶν πετρῶν λέγει οὐ ῥᾴδια ξυμβαλεῖν τὴν ὕλην, οἱ δ’ ἐν κορυφῇ τοῦ ὄρους· δικόρυμβος δὲ ἡ κορυφὴ καί φασιν, ὡς τὰς χεῖρας ἀπ’ αὐτῶν ἐδέθη διαλειπουσῶν οὐ μεῖον ἢ στάδιον, τοσοῦτος γὰρ εἶναι. τὸν δὲ ὄρνιν τὸν ἀετὸν οἱ τῷ Καυκάσῳ προσοικοῦντες ἐχθρὸν ἡγοῦνται καὶ καλιάς γε, ὁπόσας ἐν τοῖς πάγοις οἱ ἀετοὶ ποιοῦνται, καταπιμπρᾶσιν ἱέντες βέλη πυρφόρα, θήρατρά τε ἐπ’ αὐτοὺς ἵστανται τιμωρεῖν τῷ Προμηθεῖ φάσκοντες· ὧδε γὰρ τοῦ μύθου ἥττηνται.

IV. Παραμείψαντες δὲ τὸν Καύκασον τετραπήχεις ἀνθρώπους ἰδεῖν φασιν, οὓς ἤδη μελαίνεσθαι, καὶ πενταπήχεις δὲ ἑτέρους ὑπὲρ τὸν Ἰνδὸν ποταμὸν ἐλθόντες. ἐν δὲ τῇ μέχρι τοῦ ποταμοῦ τούτου ὁδοιπορίᾳ τάδε εὗρον ἀφηγήσεως ἄξια· ἐπορεύοντο μὲν γὰρ ἐν σελήνῃ λαμπρᾷ, φάσμα δὲ αὐτοῖς ἐμπούσης ἐνέπεσε τὸ δεῖνα γινομένη καὶ τὸ δεῖνα αὖ καὶ οὐδὲν εἶναι, ὁ δὲ Ἀπολλώνιος ξυνῆκεν, ὅ τι εἴη, καὶ αὐτός τε ἐλοιδορεῖτο τῇ ἐμπούσῃ, τοῖς τε ἀμφ’ αὑτὸν προσέταξε ταὐτὸ πράττειν, ταυτὶ γὰρ ἄκος εἶναι τῆς προσβολῆς ταύτης· καὶ τὸ φάσμα φυγῇ ᾤχετο τετριγός, ὥσπερ τὰ εἴδωλα.

V. Κορυφὴν δ’ ὑπερβάλλοντες τοῦ ὄρους καὶ βαδίζοντες αὐτὴν, ἐπειδὴ ἀποτόμως εἶχεν, ἤρετο οὑτωσὶ τὸν Δάμιν· “εἰπέ μοι,” ἔφη “ποῦ χθὲς ἦμεν;” ὁ δὲ “ἐν τῷ πεδίῳ” ἔφη. “τήμερον δέ, ὦ Δάμι, ποῦ;” “ἐν τῷ Καυκάσῳ,” εἶπεν “εἰ μὴ ἐμαυτοῦ ἐκλέλησμαι.” “πότε οὖν κάτω μᾶλλον ἦσθα;” πάλιν ἤρετο, ὁ δὲ “τουτὶ μὲν” ἔφη “οὐδὲ ἐπερωτᾶν ἄξιον·” χθὲς μὲν γὰρ διὰ κοίλης τῆς γῆς ἐπορευόμεθα, τήμερον δὲ πρὸς τῷ οὐρανῷ ἐσμέν.” “οἴει οὖν,” ἔφη “ὦ Δάμι, τὴν μὲν χθὲς ὁδοιπορίαν κάτω εἶναι, τὴν δὲ τήμερον ἄνω;” “νὴ Δί’,” εἶπεν “εἰ μὴ μαίνομαί γε.” “τί οὖν ἡγῇ” ἔφη “παραλλάττειν τὰς ὁδοὺς ἀλλήλων ἢ τί τήμερον πλέον εἶναί σοι τοῦ χθές;” “ὅτι χθὲς” ἔφη “ἐβάδιζον οὗπερ πολλοί, σήμερον δέ, οὗπερ ὀλίγοι.” “τί γάρ,” ἔφη “ὦ Δάμι, οὐ καὶ τὰς ἐν ἄστει λεωφόρους ἐκτρεπομένῳ βαδίζειν ἐστὶν ἐν ὀλίγοις τῶν ἀνθρώπων;” “οὐ τοῦτο” ἔφη “εἶπον, ἀλλ’ ὅτι χθὲς μὲν διὰ κωμῶν ἐκομιζόμεθα καὶ ἀνθρώπων, σήμερον δὲ ἀστιβές τι ἀναβαίνομεν χωρίον καὶ θεῖον, ἀκούεις γὰρ τοῦ ἡγεμόνος, ὅτι οἱ βάρβαροι θεῶν αὐτὸ ποιοῦνται οἶκον” καὶ ἅμα ἀνέβλεπεν ἐς τὴν κορυφὴν τοῦ ὄρους. ὁ δὲ ἐμβιβάζων αὐτὸν ἐς ὃ ἐξ ἀρχῆς ἠρώτα “ἔχεις οὖν εἰπεῖν, ὦ Δάμι, ὅ τι ξυνῆκας τοῦ θείου βαδίζων ἀγχοῦ τοῦ οὐρανοῦ;” “οὐδὲν” ἔφη. “καὶ μὴν ἐχρῆν γε” εἶπεν “ἐπὶ μηχανῆς τηλικαύτης καὶ θείας οὕτως ἑστηκότα περί τε τοῦ οὐρανοῦ σαφεστέρας ἤδη ἐκφέρειν δόξας περί τε τοῦ ἡλίου καὶ τῆς σελήνης, ὧν γε καὶ ῥάβδῳ ἴσως ἡγῇ ψαύσειν προσεστηκὼς τῷ οὐρανῷ τούτῳ.” “ἃ χθὲς” ἔφη “περὶ τοῦ θείου ἐγίγνωσκον, γιγνώσκω καὶ τήμερον καὶ οὔπω μοι ἑτέρα προσέπεσε περὶ αὐτοῦ δόξα.” “οὐκοῦν,” ἔφη “ὦ Δάμι, κάτω τυγχάνεις ὢν ἔτι καὶ οὐδὲν παρὰ τοῦ ὕψους εἴληφας ἀπέχεις τε τοῦ οὐρανοῦ ὁπόσον χθές· καὶ εἰκότως σε ἠρόμην, ἃ ἐν ἀρχῇ· σὺ γὰρ ᾤου γελοίως ἐρωτᾶσθαι.” “καὶ μὴν” ἔφη “καταβήσεσθαί γε σοφώτερος ᾤμην ἀκούων, Ἀπολλώνιε, τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀπὸ τοῦ κατὰ Ἰωνίαν Μίμαντος ἐπεσκέφθαι τὰ ἐν τῷ οὐρανῷ, Θαλῆν τε τὸν Μιλήσιον ἀπὸ τῆς προσοίκου Μυκάλης, λέγονται δὲ καὶ τῷ Παγγαίῳ ἔνιοι φροντιστηρίῳ χρήσασθαι καὶ ἕτεροι τῷ Ἄθῳ. ἐγὼ δὲ μέγιστον τούτων ἀνελθὼν ὕψος οὐδὲν σοφώτερος ἑαυτοῦ καταβήσομαι.” “οὐδὲ γὰρ ἐκεῖνοι,” ἔφη “αἱ γὰρ τοιαίδε περιωπαὶ γλαυκότερον μὲν τὸν οὐρανὸν ἀποφαίνουσι καὶ μείζους τοὺς ἀστέρας καὶ τὸν ἥλιον ἀνίσχοντα ἐκ νυκτός, ἃ καὶ ποιμέσιν ἤδη καὶ αἰπόλοις ἐστὶ δῆλα, ὅπη δὲ τὸ θεῖον ἐπιμελεῖται τοῦ ἀνθρωπείου γένους καὶ ὅπη χαίρει ὑπ’ αὐτοῦ θεραπευόμενον, ὅ τί τε ἀρετὴ καὶ ὅ τι δικαιοσύνη τε καὶ σωφροσύνη, οὔτε Ἄθως ἐκδείξει τοῖς ἀνελθοῦσιν οὔτε ὁ θαυμαζόμενος ὑπὸ τῶν ποιητῶν Ὄλυμπος, εἰ μὴ διορῴη αὐτὰ ἡ ψυχή, ἥν, εἰ καθαρὰ καὶ ἀκήρατος αὐτῶν ἅπτοιτο, πολλῷ μεῖζον ἔγωγ’ ἂν φαίην ᾄττειν τουτουὶ τοῦ Καυκάσου.”

VI. Ὑπερβάντες δὲ τὸ ὄρος ἐντυγχάνουσιν ἐπ’ ἐλεφάντων ἤδη ὀχουμένοις ἀνδράσιν, εἰσὶ δ’ οὗτοι μέσοι Καυκάσου καὶ ποταμοῦ Κωφῆνος ἄβιοί τε καὶ ἱππόται τῆς ἀγέλης ταύτης, καὶ κάμηλοι δὲ ἐνίους ἦγον, αἷς χρῶνται Ἰνδοὶ ἐς τὰ δρομικά, πορεύονται δὲ χίλια στάδια τῆς ἡμέρας γόνυ οὐδαμοῦ κάμψασαι. προσελάσας οὖν τῶν Ἰνδῶν εἷς ἐπὶ καμήλου τοιαύτης ἠρώτα τὸν ἡγεμόνα οἷ στείχοιεν, ἐπεὶ δὲ τὸν νοῦν τῆς ἀποδημίας ἤκουσεν, ἀπήγγειλε τοῖς νομάσιν, οἱ δὲ ἀνεβόησαν ὥσπερ ἡσθέντες ἐκέλευόν τε πλησίον ἥκειν καὶ ἀφικομένοις οἶνόν τε ὤρεγον, ὃν ἀπὸ τῶν φοινίκων σοφίζονται καὶ μέλι ἀπὸ ταὐτοῦ φυτοῦ καὶ τεμάχη λεόντων καὶ παρδάλεων, ὧν καὶ τὰ δέρματα νεόδαρτα ἦν, δεξάμενοι δὲ πλὴν τῶν κρεῶν πάντα ἀπήλασαν [τοὺς Ἰνδοὺς] καὶ ἐχώρουν πρὸς ἕω.

VII. Ἀριστοποιουμένων δὲ αὐτῶν πρὸς πηγῇ ὕδατος ἐγχέας ὁ Δάμις τοῦ παρὰ τῶν Ἰνδῶν οἴνου “Διὸς” ἔφη “Σωτῆρος ἥδε σοι, Ἀπολλώνιε, διὰ πολλοῦ γε πίνοντι. οὐ γὰρ, οἶμαι, παραιτήσῃ καὶ τοῦτον, ὥσπερ τὸν ἀπὸ τῶν ἀμπέλων” καὶ ἅμα ἔσπεισεν, ἐπειδὴ τοῦ Διὸς ἐπεμνήσθη. γελάσας οὖν ὁ Ἀπολλώνιος “οὐ καὶ χρημάτων” ἔφη “ἀπεχόμεθα, ὦ Δάμι;” “νὴ Δί’” εἶπεν “ὡς πολλαχοῦ ἐπεδείξω.” “ἆρ’ οὖν” ἔφη “χρυσῆς μὲν δραχμῆς καὶ ἀργυρᾶς ἀφεξόμεθα, καὶ οὐχ ἡττησόμεθα τοιούτου νομίσματος καίτοι κεχηνότας ἐς αὐτὸ ὁρῶντες οὐκ ἰδιώτας μόνον, ἀλλὰ καὶ βασιλέας, εἰ δὲ χαλκοῦν τις ὡς ἀργυροῦν ἢ ὑπόχρυσόν τε καὶ κεκιβδηλευμένον ἡμῖν διδοίη, ληψόμεθα τοῦτο, ἐπεὶ μὴ ἐκεῖνό ἐστιν, οὗ οἱ πολλοὶ γλίχονται; καὶ μὴν καὶ νομίσματά ἐστιν Ἰνδοῖς ὀρειχάλκου τε καὶ χαλκοῦ μέλανος, ὧν δεῖ δήπου πάντα ὠνεῖσθαι πάντας ἥκοντας ἐς τὰ Ἰνδῶν ἤθη· τί οὖν; εἰ χρήματα ἡμῖν ὤρεγον οἱ χρηστοὶ νομάδες, ἆρ’ ἄν, ὦ Δάμι, παραιτούμενόν με ὁρῶν ἐνουθέτεις τε καὶ ἐδίδασκες, ὅτι χρήματα μὲν ἐκεῖνά ἐστιν, ἃ Ῥωμαῖοι χαράττουσιν ἢ ὁ Μήδων βασιλεύς, ταυτὶ δὲ ὕλη τις ἑτέρα κεκομψευμένη τοῖς Ἰνδοῖς; καὶ ταῦτα πείσας τίνα ἂν ἡγήσω με; ἆρ’ οὐ κίβδηλόν τε καὶ τὴν φιλοσοφίαν ἀποβεβληκότα μᾶλλον ἢ οἱ πονηροὶ στρατιῶται τὰς ἀσπίδας; καίτοι ἀσπίδος μὲν ἀποβληθείσης ἑτέρα γένοιτ’ ἂν τῷ ἀποβαλόντι κακίων οὐδὲν τῆς προτέρας, ὡς Ἀρχιλόχῳ δοκεῖ, φιλοσοφία δὲ πῶς ἀνακτητέα τῷ γε ἀτιμάσαντι αὐτὴν καὶ ῥίψαντι; καὶ νῦν μὲν ἂν ξυγγιγνώσκοι ὁ Διόνυσος οὐδενὸς οἴνου ἡττημένῳ, τὸν δὲ ἀπὸ τῶν φοινίκων εἰ πρὸ τοῦ ἀμπελίνου αἱροίμην, ἀχθέσεται, εὖ οἶδα, καὶ περιυβρίσθαι φήσει τὸ ἑαυτοῦ δῶρον. ἐσμὲν δὲ οὐ πόῤῥω τοῦ θεοῦ, καὶ γὰρ τοῦ ἡγεμόνος ἀκούεις, ὡς πλησίον ἡ Νῦσα τὸ ὄρος, ἐφ’ οὗ ὁ Διόνυσος πολλά, οἶμαι, καὶ θαυμαστὰ πράττει. καὶ μὴν καὶ τὸ μεθύειν, ὦ Δάμι, οὐκ ἐκ βοτρύων μόνων ἐσφοιτᾷ τοὺς ἀνθρώπους, ἀλλὰ καὶ ἀπὸ τῶν φοινίκων παραπλησίως ἐκβακχεύει· πολλοῖς γοῦν ἤδη τῶν Ἰνδῶν ἐνετύχομεν κατεσχημένοις τῷ οἴνῳ τούτῳ, καὶ οἱ μὲν ὀρχοῦνται πίπτοντες, οἱ δὲ ᾄδουσιν ὑπονυστάζοντες, ὥσπερ οἱ παρ’ ἡμῖν ἐκ πότου νύκτωρ τε καὶ οὐκ ἐν ὥρᾳ ἀναλύοντες. ὅτι δὲ οἶνον ἡγῇ καὶ τοῦτο τὸ πῶμα, δηλοῖς τῷ σπένδειν τε ἀπ’ αὐτοῦ τῷ Διὶ καὶ ὁπόσα ἐπὶ οἴνῳ εὔχεσθαι. καὶ εἴρηταί μοι, ὦ Δάμι, πρὸς σὲ ὑπὲρ ἐμαυτοῦ ταῦτα· οὔτε γὰρ σὲ τοῦ πίνειν ἀπάγοιμ’ ἂν οὔτε τοὺς ὀπαδοὺς τούτους, ξυγχωροίην δ’ ἂν ὑμῖν καὶ κρεῶν σιτεῖσθαι, τὸ γὰρ ἀπέχεσθαι τούτων ὑμῖν μὲν ἐς οὐδὲν ὁρῶ προβαῖνον, ἐμαυτῷ δὲ ἐς ἃ ὡμολόγηταί μοι πρὸς φιλοσοφίαν ἐκ παιδός.” ἐδέξαντο τὸν λόγον τοῦτον οἱ περὶ τὸν Δάμιν καὶ ἠσπάσαντο εὐωχεῖσθαι, ῥᾷον ἡγούμενοι πορεύσεσθαι, ἢν ἀφθονώτερον διαιτῶνται.

VIII. Διαβάντες δὲ τὸν Κωφῆνα ποταμὸν αὐτοὶ μὲν ἐπὶ νεῶν, κάμηλοι δὲ πεζῇ τὸ ὕδωρ, ὁ γὰρ ποταμὸς οὔπω μέγας, ἐγένοντο ἐν τῇ βασιλευομένῃ ἠπείρῳ, ἐν ᾗ ἀνατεῖνον πεφύτευται Νῦσα ὄρος ἐς κορυφὴν ἄκραν, ὥσπερ ὁ ἐν Λυδίᾳ Τμῶλος, ἀναβαίνειν δ’ αὐτὸ ἔξεστιν, ὡδοποίηται γὰρ ὑπὸ τοῦ γεωργεῖσθαι. ἀνελθόντες οὖν ἱερῷ Διονύσου ἐντυχεῖν φασιν, ὃ δὴ Διόνυσον ἑαυτῷ φυτεῦσαι δάφναις περιεστηκυίαις κύκλῳ, τοσοῦτον περιεχούσαις τῆς γῆς, ὅσον ἀπόχρη νεῷ ξυμμέτρῳ, κιττόν τε περιβαλεῖν αὐτὸν καὶ ἀμπέλους ταῖς δάφναις, ἄγαλμά τε ἑαυτοῦ ἔνδον στήσασθαι γιγνώσκοντα ὡς ξυμφύσει τὰ δένδρα ὁ χρόνος καὶ δώσει τινὰ ἀπ’ αὐτῶν ὄροφον, ὃς οὕτω ξυμβέβληται νῦν, ὡς μήτε ὕεσθαι τὸ ἱερὸν μήτ’ ἀνέμῳ ἐσπνεῖσθαι. δρέπανα δὲ καὶ ἄῤῥιχοι καὶ ληνοὶ καὶ τὰ ἀμφὶ ληνοὺς ἀνάκειται τῷ Διονύσῳ χρυσᾶ καὶ ἀργυρᾶ καθάπερ τρυγῶντι. τὸ δὲ ἄγαλμα εἴκασται μὲν ἐφήβῳ Ἰνδῷ, λίθου δὲ ἔξεσται λευκοῦ. ὀργιάζοντος δὲ αὐτοῦ καὶ σείοντος τὴν Νῦσαν ἀκούουσιν αἱ πόλεις αἱ ὑπὸ τῷ ὄρει καὶ ξυνεξαίρονται.   IX. διαφέρονται δὲ περὶ τοῦ Διονύσου τούτου καὶ Ἕλληνες Ἰνδοῖς καὶ Ἰνδοὶ ἀλλήλοις· ἡμεῖς μὲν γὰρ τὸν Θηβαῖον ἐπ’ Ἰνδοὺς ἐλάσαι φαμὲν στρατεύοντά τε καὶ βακχεύοντα τεκμηρίοις χρώμενοι τοῖς τε ἄλλοις καὶ τῷ Πυθοῖ ἀναθήματι, ὃ δὴ ἀπόθετον οἱ ἐκεῖ θησαυροὶ ἴσχουσιν· ἔστι δὲ ἀργύρου Ἰνδικοῦ δίσκος, ᾧ ἐπιγέγραπται· ΔΙΟΝΥΣΟΣ Ὁ ΣΕΜΕΛΗΣ ΚΑΙ ΔΙΟΣ ΑΠΟ ΙΝΔΩΝ ΑΠΟΛΛΩΝΙ ΔΕΛΦΩΙ. Ἰνδῶν δὲ οἱ περὶ Καύκασον καὶ Κωφῆνα ποταμὸν ἐπηλύτην Ἀσσύριον αὐτόν φασιν ἐλθεῖν τὰ τοῦ Θηβαίου εἰδότα· οἱ δὲ τὴν Ἰνδοῦ τε καὶ Ὑδραώτου μέσην νεμόμενοι καὶ τὴν μετὰ ταῦτα ἤπειρον, ἣ δὴ ἐς ποταμὸν Γάγγην τελευτᾷ, Διόνυσον γενέσθαι ποταμοῦ παῖδα Ἰνδοῦ λέγουσιν, ᾧ φοιτήσαντα τὸν ἐκ Θηβῶν ἐκεῖνον θύρσου τε ἅψασθαι καὶ δοῦναι ὀργίοις, εἰπόντα δέ, ὡς εἴη Διὸς καὶ τῷ τοῦ πατρὸς ἐμβιῴη μηρῷ τόκου ἕνεκα, Μηρόν τε εὑρέσθαι παρ’ αὐτοῦ ὄρος, ᾧ προσβέβηκεν ἡ Νῦσα, καὶ τὴν Νῦσαν τῷ Διονύσῳ ἐκφυτεῦσαι ἀπάγοντα ἐκ Θηβῶν τὸ γόνυ τῆς ἀμπέλου, οὗ καὶ Ἀλέξανδρος ὀργιάσαι. οἱ δὲ τὴν Νῦσαν οἰκοῦντες οὔ φασι τὸν Ἀλέξανδρον ἀνελθεῖν ἐς τὸ ὄρος, ἀλλ’ ὁρμῆσαι μέν, ἐπειδὴ φιλότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων, δείσαντα δὲ μὴ ἐς ἀμπέλους παρελθόντες οἱ Μακεδόνες, ἃς χρόνου ἤδη οὐχ ἑωράκεσαν, ἐς πόθον τῶν οἴκοι ἀπενεχθῶσιν ἢ ἐπιθυμίαν τινὰ οἴνου ἀναλάβωσιν εἰθισμένοι ἤδη τῷ ὕδατι, παρελάσαι τὴν Νῦσαν, εὐξάμενον τῷ Διονύσῳ καὶ θύσαντα ἐν τῇ ὑπωρείᾳ. καὶ γιγνώσκω μὲν οὐκ ἐς χάριν ταῦτα ἐνίοις γράφων, ἐπειδὴ οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες οὐδὲ ταῦτα ἐς τὸ ἀληθὲς ἀνέγραψαν, δεῖ δὲ ἀληθείας ἐμοὶ γοῦν, ἣν εἰ κἀκεῖνοι ἐπῄνεσαν, οὐκ ἂν ἀφείλοντο καὶ τοῦδε τοῦ ἐγκωμίου τὸν Ἀλέξανδρον· τοῦ γὰρ ἀνελθεῖν ἐς τὸ ὄρος καὶ βακχεῦσαι αὐτόν, ἃ ἐκεῖνοι λέγουσι, μεῖζον, οἶμαι, τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι.

X. Τὴν δὲ Ἄορνον πέτραν οὐ πολὺ ἀπέχουσαν τῆς Νύσης ἰδεῖν μὲν οὔ φησιν ὁ Δάμις, ἐν ἐκβολῇ γὰρ κεῖσθαι τῆς ὁδοῦ καὶ δεδιέναι τὸν ἡγεμόνα ἐκτρέπεσθαί ποι παρὰ τὸ εὐθύ, ἀκοῦσαι δέ, ὡς ἁλωτὸς μὲν Ἀλεξάνδρῳ γένοιτο, Ἄορνος δὲ ὀνομάζοιτο οὐκ ἐπειδὴ στάδια πεντεκαίδεκα ἀνέστηκε, πέτονται γὰρ καὶ ὑπὲρ τοῦτο οἱ ἱεροὶ ὄρνιθες, ἀλλ’ ἐν κορυφῇ τῆς πέτρας ῥῆγμα εἶναί φασι τοὺς ὑπερπετομένους τῶν ὀρνίθων ἐπισπώμενον, ὡς Ἀθήνησί τε ἰδεῖν ἐστιν ἐν προδόμῳ τοῦ Παρθενῶνος καὶ πολλαχοῦ τῆς Φρυγῶν καὶ Λυδῶν γῆς, ὑφ’ οὗ τὴν πέτραν Ἄορνον κεκλῆσθαί τε καὶ εἶναι.

XI. Ἐλαύνοντες δὲ ἐπὶ τὸν Ἰνδὸν παιδὶ ἐντυγχάνουσι τρισκαίδεκά που ἔτη γεγονότι ἐπ’ ἐλέφαντος ὀχουμένῳ καὶ παίοντι τὸ θηρίον. ἐπεὶ δὲ ἐθαύμασαν ὁρῶντες “τί ἔργον,” ἔφη “ὦ Δάμι, ἀγαθοῦ ἱππέως;” “τί δ’ ἄλλο γε,” εἶπεν, “ἢ ἱζήσαντα ἐπὶ τοῦ ἵππου ἄρχειν τε αὐτοῦ καὶ τῷ χαλινῷ στρέφειν καὶ κολάζειν ἀτακτοῦντα καὶ προορᾶν, ὡς μὴ ἐς βόθρον ἢ τάφρον ἢ χάσμα κατενεχθείη ὁ ἵππος, ὅτε γε δι’ ἕλους ἢ πηλοῦ χωροίη;” “ἄλλο δὲ οὐδέν, ὦ Δάμι, ἀπαιτήσομεν” ἔφη “τὸν ἀγαθὸν ἱππέα;” “νὴ Δί’,” εἶπε “τό τε ἀναπηδῶντι μὲν τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν, κατὰ πρανοῦς δὲ ἰόντι οἱ μὴ ξυγχωρεῖν, ἀλλ’ ἀνθέλκειν, καὶ τὸ καταψῆσαι δὲ τὰ ὦτα ἢ τὴν χαίτην, καὶ μὴ ἀεὶ ἡ μάστιξ σοφοῦ ἔμοιγε δοκεῖ ἱππέως, καὶ ἐπαινοίην ἂν τὸν ὧδε ὀχούμενον.” “τῷ δὲ δὴ μαχίμῳ τε καὶ πολεμιστηρίῳ τίνων δεῖ;” “τῶν γε αὐτῶν,” ἔφη “ὦ Ἀπολλώνιε, καὶ πρός γε τούτοις τοῦ βάλλειν τε καὶ φυλάττεσθαι, καὶ τὸ ἐπελάσαι δὲ καὶ τὸ ἀπελάσαι καὶ τὸ ἀνειλῆσαι πολεμίους καὶ μὴ ἐᾶν ἐκπλήττεσθαι τὸν ἵππον, ὅτε δουπήσειεν ἀσπὶς ἢ ἀστράψειαν αἱ κόρυθες ἢ παιανιζόντων τε καὶ ἀλαλαζόντων βοὴ γένοιτο, σοφίᾳ, οἶμαι, ἱππικῇ πρόσκειται.” “τοῦτον οὖν” ἔφη “τὸν ἐπὶ τοῦ ἐλέφαντος ἱππέα τί φήσεις;” “πολλῷ” ἔφη “θαυμασιώτερον, Ἀπολλώνιε, τὸ γὰρ θηρίῳ τηλικούτῳ ἐπιτετάχθαι τηλικόνδε ὄντα καὶ εὐθύνειν αὐτὸ καλαύροπι, ἣν ὁρᾷς αὐτὸν ἐμβαλόντα τῷ ἐλέφαντι, ὥσπερ ἄγκυραν, καὶ μήτε τὴν ὄψιν τοῦ θηρίου δεδιέναι μήτε τὸ ὕψος μήτε τὴν ῥώμην τοσαύτην οὖσαν, δαιμόνιον ἔμοιγε δοκεῖ, καὶ οὐδ’ ἂν ἐπίστευσα, μὰ τὴν Ἀθηνᾶν, εἰ ἑτέρου ἤκουσα.” “τί οὖν,” ἔφη “εἰ ἀποδόσθαι τις ἡμῖν τὸν παῖδα βούλοιτο, ὠνήσῃ αὐτόν, ὦ Δάμι;” “νὴ Δί’,” εἶπε “τῶν γε ἐμαυτοῦ πάντων. τὸ γὰρ ὥσπερ ἀκρόπολιν κατειληφότα δεσπόζειν θηρίου μεγίστου ὧν ἡ γῆ βόσκει, ἐλευθέρας ἔμοιγε δοκεῖ φύσεως καὶ λαμπρᾶς εἶναι.” τί οὖν χρήσῃ τῷ παιδί,” ἔφη “εἰ μὴ καὶ τὸν ἐλέφαντα ὠνήσῃ;” “τῇ τε οἰκίᾳ” ἔφη “ἐπιστήσω τῇ ἐμαυτοῦ καὶ τοῖς οἰκέταις καὶ πολλῷ βέλτιον τούτων ἢ ἐγὼ ἄρξει.” “σὺ δὲ οὐχ ἱκανὸς” ἔφη “τῶν σεαυτοῦ ἄρχειν;” “ὅν γε” εἶπε “καὶ σὺ τρόπον, ὦ Ἀπολλώνιε· καταλιπὼν γὰρ τἀμὰ περίειμι, ὥσπερ σύ, φιλομαθῶν καὶ περιφρονῶν τὰ ἐν τῇ ξένῃ.” “εἰ δὲ δὴ πρίαιο τὸν παῖδα, καὶ ἵππω σοι γενοίσθην ὁ μὲν ἁμιλλητήριος, ὁ δὲ πολεμικός, ἀναθήσῃ αὐτόν, ὦ Δάμι, ἐπὶ τοὺς ἵππους;” “ἐπὶ μὲν τὸν ἁμιλλητήριον” εἶπεν “ἴσως ἄν, ἐπειδὴ καὶ ἑτέρους ὁρῶ, τὸν δὲ μάχιμόν τε καὶ ὁπλιτεύοντα πῶς ἂν ἀναβαίνοι οὗτος; οὔτε γὰρ ἀσπίδα δύναιτ’ ἂν φέρειν, ἧς δεῖ τοῖς ἱππεύουσιν, οὔτ’ ἂν θώρακα ἢ κράνος, αἰχμὴν δὲ πῶς οὗτος, ὃς οὐδὲ ἄτρακτον βέλους ἢ τοξεύματος κραδαίνοι ἂν ψελλιζομένῳ (ἐς τὰ πολεμικὰ) ἐοικὼς ἔτι;” “ἕτερον οὖν τι,” ἔφη “ὦ Δάμι, ἐστίν, ὃ τὸν ἐλέφαντα τοῦτον ἡνιοχεῖ καὶ πέμπει, καὶ οὐχ ὁ ἡνίοχος οὗτος, ὃν σὺ μονονοὺ προσκυνεῖς ὑπὸ θαύματος.” τοῦ δὲ εἰπόντος “τί ἂν εἴη τοῦτο, Ἀπολλώνιε; ὁρῶ γὰρ ἐπὶ τοῦ θηρίου πλὴν τοῦ παιδὸς οὐδὲν ἕτερον.” “τὸ θηρίον” ἔφη “τοῦτο εὐπαίδευτόν τε παρὰ πάντα ἐστί, κἀπειδὰν ἅπαξ ἀναγκασθῇ ὑπὸ ἀνθρώπῳ ζῆν, ἀνέχεται τὰ ἐκ τοῦ ἀνθρώπου πάντα καὶ ὁμοήθειαν ἐπιτηδεύει τὴν πρὸς αὐτόν, χαίρει τε σιτούμενον ἀπὸ τῆς χειρός, ὥσπερ οἱ μικροὶ τῶν κυνῶν, προσιόντα τε τῇ προνομαίᾳ αἰκάλλει καὶ τὴν κεφαλὴν ἐς τὴν φάρυγγα ἐσωθοῦντα ἀνέχεται καὶ κέχηνεν ἐφ’ ὅσον τῷ ἀνθρώπῳ δοκεῖ, καθάπερ ἐν τοῖς νομάσιν ἑωρῶμεν. νύκτωρ δὲ λέγεται τὴν δουλείαν ὀλοφύρεσθαι, μὰ Δί’, οὐ τετριγός, ὁποῖον εἴωθεν, ἀλλ’ οἰκτρόν τε καὶ ἐλεεινὸν ἀνακλᾶον, εἰ δὲ ἄνθρωπος ἐπισταίη ὀδυρομένῳ ταῦτα, ἴσχει τὸν θρῆνον ὁ ἐλέφας, ὥσπερ αἰδούμενος. αὐτὸς δὴ ἑαυτοῦ, ὦ Δάμι, ἄρχει καὶ ἡ πειθὼ αὐτὸν ἡ τῆς φύσεως ἄγει μᾶλλον ἢ ὁ ἐπικείμενός τε καὶ ἀπευθύνων.”

XII. Ἐπὶ δὲ τὸν Ἰνδὸν ἐλθόντες ἀγέλην ἐλεφάντων ἰδεῖν φασι περαιουμένους τὸν ποταμὸν καὶ τάδε ἀκοῦσαι περὶ τοῦ θηρίου· ὡς οἱ μὲν αὐτῶν ἕλειοι, οἱ δ’ αὖ ὄρειοι, καὶ τρίτον ἤδη γένος πεδινοί εἰσιν, ἁλίσκονταί τε ἐς τὴν τῶν πολεμικῶν χρείαν. μάχονται γὰρ δὴ ἐπεσκευασμένοι πύργους οἵους κατὰ δέκα καὶ πεντεκαίδεκα ὁμοῦ τῶν Ἰνδῶν δέξασθαι, ἀφ’ ὧν τοξεύουσί τε καὶ ἀκοντίζουσιν οἱ Ἰνδοί, καθάπερ ἐκ πυλῶν βάλλοντες. καὶ αὐτὸ δὲ τὸ θηρίον χεῖρα τὴν προνομαίαν ἡγεῖται καὶ χρῆται αὐτῇ ἐς τὸ ἀκοντίζειν. ὅσον δὲ ἵππου Νισαίου μείζων ὁ Λιβυκὸς ἐλέφας, τοσοῦτον τῶν ἐκ Λιβύης οἱ Ἰνδοὶ μείζους. περὶ δὲ ἡλικίας τοῦ ζῴου καὶ ὡς μακροβιώτατοι, εἴρηται μὲν καὶ ἑτέροις, ἐντυχεῖν δὲ καὶ οὗτοί φασιν ἐλέφαντι περὶ Τάξιλα μεγίστην τῶν ἐν Ἰνδοῖς πόλιν, ὃν μυρίζειν τε οἱ ἐπιχώριοι καὶ ταινιοῦν· εἶναι γὰρ δὴ τῶν πρὸς Ἀλέξανδρον ὑπὲρ Πώρου μεμαχημένων εἷς οὗτος, ὅν, ἐπειδὴ προθύμως ἐμεμάχητο, ἀνῆκεν ὁ Ἀλέξανδρος τῷ Ἡλίῳ. εἶναι δὲ αὐτῷ καὶ χρυσοῦ ἕλικας περὶ τοῖς εἴτ’ ὀδοῦσιν εἴτε κέρασι καὶ γράμματα ἐπ’ αὐτῶν Ἑλληνικὰ λέγοντα ΑΛΕΞΑΝΔΡΟΣ Ο ΔΙΟΣ ΤΟΝ ΑΙΑΝΤΑ ΤΩΙ ΗΛΙΩΙ. ὄνομα γὰρ τοῦτο τῷ ἐλέφαντι ἔθετο μεγάλου ἀξιώσας μέγαν. ξυνεβάλοντο δὲ οἱ ἐπιχώριοι πεντήκοντα εἶναι καὶ τριακόσια ἔτη μετὰ τὴν μάχην οὔπω λέγοντες καὶ ὁπόσα γεγονὼς ἐμάχετο.   XIII. Ἰόβας δέ, ὃς ἦρξέ ποτε τοῦ Λιβυκοῦ ἔθνους, φησὶ μὲν ξυμπεσεῖν ἀλλήλοις ἐπ’ ἐλεφάντων πάλαι Λιβυκοὺς ἱππέας – εἶναι δὲ τοῖς μὲν πύργον ἐς τοὺς ὀδόντας κεχαραγμένον, τοῖς δὲ οὐδέν – νυκτὸς δὲ ἐπιλαβούσης τὴν μάχην ἡττηθῆναι μὲν τοὺς ἐπισήμους φησί, φυγεῖν δὲ ἐς τὸν Ἄτλαντα τὸ ὄρος, αὐτὸς δὲ ἑλεῖν τετρακοσίων μήκει ἐτῶν ὕστερον τῶν διαφυγόντων ἕνα καὶ τοὐπίσημον εἶναι αὐτῷ κοῖλον καὶ οὔπω περιτετριμμένον ὑπὸ τοῦ χρόνου. οὗτος ὁ Ἰόβας τοὺς ὀδόντας κέρατα ἡγεῖται τῷ φύεσθαι μὲν αὐτοὺς ὅθεν περ οἱ κρόταφοι, παραθήγεσθαι δὲ μηδενὶ ἑτέρῳ, μένειν δ’ ὡς ἔφυσαν καὶ μή, ὅπερ οἱ ὀδόντες, ἐκπίπτειν εἶτ’ ἀναφύεσθαι· ἐγὼ δ’ οὐ προσδέχομαι τὸν λόγον· κέρατά τε γὰρ εἰ μὴ πάντα, τά γε τῶν ἐλάφων ἐκπίπτει καὶ ἀναφύεται, ὀδόντες δὲ οἱ μὲν τῶν ἀνθρώπων ἐκπεσοῦνται καὶ ἀναφύσονται πάντες, ζῴων δ’ ἂν οὐδενὶ ἑτέρῳ χαυλιόδους ἢ κυνόδους αὐτομάτως ἐκπέσοι, οὐδ’ ἂν ἐπανέλθοι ἐκπεσών, ὅπλου γὰρ ἕνεκα ἡ φύσις ἐμβιβάζει αὐτοὺς ἐς τὰς γένυς. καὶ ἄλλως τὰ κέρατα γραμμὴν ἀποτορνεύει κύκλῳ πρὸς τῇ ῥίζῃ κατ’ ἐνιαυτὸν ἕκαστον, ὡς αἶγές τε δηλοῦσι καὶ ποῖμναι καὶ βόες, ὀδοὺς δὲ λεῖος ἐκφύεται καὶ ἢν μὴ πηρώσῃ τι αὐτόν, τοιόσδε ἀεὶ μένει, μετέχει γὰρ τῆς λιθώδους ὕλης τε καὶ οὐσίας. καὶ μὴν καὶ τὸ κερασφορεῖν περὶ τὰ δίχηλα τῶν ζῴων μόνα ἕστηκε, τὸ δὲ ζῷον τοῦτο πεντώνυχον καὶ πολυσχιδὲς τὴν βάσιν, ἣ διὰ τὸ μὴ ἐσφίγχθαι χηλαῖς ὥσπερ ἐν ὑγρῷ ἕστηκε. καὶ τοῖς μὲν κερασφόροις ἅπασιν ὑποβάλλουσα ἡ φύσις ὀστᾶ σηραγγώδη περιφύει τὸ κέρας ἔξωθεν, τὸ δὲ τῶν ἐλεφάντων πλῆρες ἀποφαίνει καὶ ὅμοιον, ἀναπτύξαντι δὲ σύριγξ αὐτὸ λεπτὴ διέρπει μέσον, ὥσπερ τοὺς ὀδόντας. εἰσὶ δὲ οἱ μὲν τῶν ἑλείων ὀδόντες πελιδνοὶ καὶ μανοὶ μεταχειρίσασθαί τε ἄτοποι, πολλαχοῦ γὰρ αὐτῶν ὑποδεδύκασι σήραγγες, πολλαχοῦ δὲ ἀνεστᾶσι χάλαζαι μὴ ξυγχωροῦσαι τῇ τέχνῃ, οἱ δὲ τῶν ὀρείων μείους μὲν ἢ οὗτοι, λευκοὶ δὲ ἱκανῶς καὶ δύσεργον περὶ αὐτοὺς οὐδέν, ἄριστοι δὲ οἱ τῶν πεδινῶν ὀδόντες, μέγιστοί τε γὰρ καὶ λευκότατοι καὶ ἀναπτύξαι ἡδεῖς καὶ γίγνονται πᾶν ὅ τι θέλει ἡ χείρ. εἰ δὲ καὶ ἤθη ἐλεφάντων χρὴ ἀναγράφειν, τοὺς μὲν ἐκ τῶν ἑλῶν ἁλισκομένους ἀνοήτους ἡγοῦνται καὶ κούφους Ἰνδοί, τοὺς δὲ ἐκ τῶν ὀρῶν κακοήθεις τε καὶ ἐπιβουλευτὰς καὶ ἢν μὴ δέωνταί τινος, οὐ βεβαίους τοῖς ἀνθρώποις, οἱ πεδινοὶ δὲ χρηστοί τε εἶναι λέγονται καὶ εὐάγωγοι καὶ μιμήσεως ἐρασταί· γράφουσι γοῦν καὶ ὀρχοῦνται καὶ παρενσαλεύουσι πρὸς αὐλὸν καὶ πηδῶσιν ἀπὸ τῆς γῆς ἐκεῖνοι.

XIV. Ἰδὼν δὲ τοὺς ἐλέφαντας ὁ Ἀπολλώνιος τὸν Ἰνδὸν περαιουμένους, ἦσαν δέ, οἶμαι, τριάκοντα, καὶ χρωμένους ἡγεμόνι τῷ σμικροτάτῳ σφῶν, καὶ τοὺς μείζους αὐτῶν ἀνειληφότας τοὺς αὑτῶν πώλους ἐπὶ τὰς τῶν ὀδόντων προβολὰς τάς τε προνομαίας ἐπεζευχότας δεσμοῦ ἕνεκα “ταῦτα μέν,” ἔφη “ὦ Δάμι, οὐδὲ ἐπιτάττοντος οὐδενὸς αὐτοῖς ἀφ’ ἑαυτῶν οὗτοι διὰ ξύνεσίν τε καὶ σοφίαν πράττουσι, καὶ ὁρᾷς, ὡς παραπλησίως τοῖς σκευαγωγοῦσιν ἀνειλήφασι τοὺς πώλους καὶ καταδησάμενοι αὐτοὺς ἄγουσιν;” “ὁρῶ,” ἔφη “ὦ Ἀπολλώνιε, ὡς σοφῶς τε αὐτὸ καὶ ξυνετῶς πράττουσι. τί οὖν βούλεται τὸ εὔηθες ἐκεῖνο φρόντισμα τοῖς ἐρεσχελοῦσι φυσικὴν ἢ μὴ τὴν πρὸς τὰ τέκνα εἶναι εὔνοιαν; τουτὶ γὰρ καὶ ἐλέφαντες ἤδη βοῶσιν, ὡς παρὰ τῆς φύσεως αὐτοῖς ἥκει· οὐ γὰρ δὴ παρὰ ἀνθρώπων γε μεμαθήκασιν αὐτό, ὥσπερ τὰ ἄλλα, οἵ γε μηδὲ ξυμβεβιώκασί πω ἀνθρώποις, ἀλλὰ φύσει κεκτημένοι τὸ φιλεῖν, ἃ ἔτεκον, προκήδονταί τε αὐτῶν καὶ παιδοτροφοῦσι.” “καὶ μὴ τοὺς ἐλέφαντας εἴπῃς, ὦ Δάμι· τοῦτο γὰρ τὸ ζῷον δεύτερον ἀνθρώπου τάττω κατὰ ξύνεσίν τε καὶ βουλάς, ἀλλὰ τάς τε ἄρκτους ἐνθυμοῦμαι μᾶλλον, ὡς ἀγριώταται θηρίων οὖσαι πάνθ’ ὑπὲρ τῶν σκύμνων πράττουσι, τούς τε λύκους, ὡς ἀεὶ προσκείμενοι τῷ ἁρπάζειν ἡ μὲν θήλεια φυλάττει, ἃ ἔτεκεν, ὁ δὲ ἄῤῥην ὑπὲρ σωτηρίας τῶν σκυλάκων ἀπάγει αὐτῇ σῖτον, τάς τε παρδάλεις ὡσαύτως, αἳ διὰ θερμότητα χαίρουσι τῷ γίγνεσθαι μητέρες, δεσπόζειν γὰρ δὴ τότε βούλονται τῶν ἀῤῥένων καὶ τοῦ οἴκου ἄρχειν, οἱ δὲ ἀνέχονται τὸ ἐξ αὐτῶν πᾶν ἡττώμενοι τοῦ τόκου. λέγεται δέ τις καὶ περὶ τῶν λεαινῶν λόγος, ὡς ἐραστὰς μὲν ποιοῦνται τοὺς παρδάλεις καὶ δέχονται αὐτοὺς ἐπὶ τὰς εὐνὰς τῶν λεόντων ἐς τὰ πεδία, τῆς δὲ γαστρὸς ὥραν ἀγούσης ἀναφεύγουσιν ἐς τὰ ὄρη καὶ τὰ τῶν παρδάλεων ἤθη, στικτὰ γὰρ τίκτουσιν, ὅθεν κρύπτουσιν αὐτὰ καὶ θηλάζουσιν ἐν σκολιαῖς λόχμαις πλασάμεναι ἀφημερεύειν πρὸς θήραν. εἰ γὰρ φωράσειαν τουτὶ οἱ λέοντες, διασπῶνται τοὺς σκύμνους καὶ ξαίνουσι τὴν σπορὰν ὡς νόθον. ἐνέτυχες δήπου καὶ τῶν Ὁμηρείων λεόντων ἑνί, ὡς ὑπὲρ τῶν ἑαυτοῦ σκύμνων δεινὸν βλέπει καὶ ῥώννυσιν ἑαυτὸν μάχης ἅπτεσθαι. καὶ τὴν τίγριν δὲ χαλεπωτάτην οὖσάν φασιν ἐν τῇδε τῇ χώρᾳ καὶ περὶ τὴν θάλατταν τὴν Ἐρυθρὰν ἐπὶ τὰς ναῦς ἵεσθαι, τοὺς σκύμνους ἀπαιτοῦσαν, καὶ ἀπολαβοῦσαν μὲν ἀπιέναι χαίρουσαν, εἰ δὲ ἀποπλεύσαιεν, ὠρύεσθαι αὐτὴν πρὸς τῇ θαλάττῃ καὶ ἀποθνήσκειν ἐνίοτε. τὰ δὲ τῶν ὀρνίθων τίς οὐκ οἶδεν; ὡς ἀετοὶ μὲν καὶ πελαργοὶ καλιὰς οὐκ ἂν πήξαιντο μὴ πρότερον αὐταῖς ἐναρμόσαντες ὁ μὲν τὸν ἀετίτην λίθον, ὁ δὲ τὸν λυχνίτην ὑπὲρ τῆς ᾠογονίας καὶ τοῦ μὴ πελάζειν σφίσι τοὺς ὄφεις. κἂν τὰ ἐν τῇ θαλάττῃ σκοπῶμεν, τοὺς μὲν δελφῖνας οὐκ ἂν θαυμάσαιμεν, εἰ χρηστοὶ ὄντες φιλοτεκνοῦσι, φαλαίνας δὲ καὶ φώκας καὶ τὰ ζῳοτόκα ἔθνη πῶς οὐ θαυμασόμεθα, εἰ φώκη μέν, ἣν εἶδον ἐγὼ ἐν Αἰγαῖς καθειργμένην ἐς κυνήγια, οὕτως ἐπένθησεν ἀποθανόντα τὸν σκύμνον, ὃν ἐν τῷ οἰκίσκῳ ἀπεκύησεν, ὡς μὴ προσδέξασθαι τριῶν ἡμερῶν σῖτον, καίτοι βορωτάτη θηρίων οὖσα, φάλαινα δὲ ἐς τοὺς χηραμοὺς τῆς φάρυγγος ἀναλαμβάνει τοὺς σκύμνους, ἐπειδὰν φεύγῃ τι ἑαυτῆς μεῖζον; καὶ ἔχιδνα ὤφθη ποτὲ τοὺς ὄφεις, οὓς ἀπέτεκε, λιχμωμένη καὶ θεραπεύουσα ἐκκειμένῃ τῇ γλώττῃ. μὴ γὰρ δεχώμεθα, ὦ Δάμι, τὸν εὐήθη λόγον, ὡς ἀμήτορες οἱ τῶν ἐχιδνῶν τίκτονται, τουτὶ γὰρ οὐδὲ ἡ φύσις ξυγκεχώρηκεν, οὔτε ἡ πεῖρα.” ὑπολαβὼν οὖν ὁ Δάμις “ξυγχωρεῖς οὖν” ἔφη “τὸν Εὐριπίδην ἐπαινεῖν ἐπὶ τῷ ἰαμβείῳ τούτῳ, ᾧ πεποίηται αὐτῷ ἡ Ἀνδρομάχη λέγουσα

                    ἅπασι δ’ ἀνθρώποις ἄρ’ ἦν

          ψυχὴ τέκνα;”

“ξυγχωρῶ, ἔφη “σοφῶς γὰρ καὶ δαιμονίως εἴρηται, πολλῷ δ’ ἂν σοφώτερον καὶ ἀληθέστερον εἶχεν, εἰ περὶ πάντων ζῴων ὕμνητο.” “ἔοικας,” ἔφη “Ἀπολλώνιε, μεταγράφειν τὸ ἰαμβεῖον, ἵν’ οὕτως ᾄδοιμεν·

                    ἅπασι δὲ ζῴοις ἄρ’ ἦν

          ψυχὴ τέκνα.

XV. καὶ ἕπομαί σοι, βέλτιον γάρ. “ἀλλ’ ἐκεῖνο μοι εἰπέ· οὐκ ἐν ἀρχῇ τῶν λόγων ἔφαμεν σοφίαν εἶναι περὶ τοὺς ἐλέφαντας καὶ νοῦν περὶ ἃ πράττουσι;” “καὶ εἰκότως,” εἶπεν “ὦ Δάμι, ἔφαμεν, εἰ γὰρ μὴ νοῦς ἐκυβέρνα τόδε τὸ θηρίον, οὔτ’ ἂν αὐτὸ διεγίγνετο οὔτ’ ἂν τὰ ἔθνη, ἐν οἷς γίγνεται.” “τί οὖν” ἔφη “οὕτως ἀμαθῶς καὶ οὐ πρὸς τὸ χρήσιμον ἑαυτοῖς τὴν διάβασιν ποιοῦνται; ἡγεῖται μὲν γάρ, ὡς ὁρᾷς, ὁ μικρότατος, ἕπεται δὲ αὐτῷ τις ὀλίγῳ μείζων, εἶτα ὑπὲρ τοῦτον ἕτερος, καὶ οἱ μέγιστοι κατόπιν πάντες. ἔδει δέ που τὸν ἐναντίον τρόπον αὐτοὺς πορεύεσθαι καὶ τοὺς μεγίστους τείχη καὶ προβλήματα ἑαυτῶν ποιεῖσθαι.” “ἀλλ’, ὦ Δάμι,” ἔφη “πρῶτον μὲν ὑποφεύγειν ἐοίκασι δίωξιν ἀνθρώπων, οἷς που καὶ ἐντευξόμεθα ἑπομένοις τῷ ἴχνει, πρὸς δὲ τοὺς ἐπικειμένους δεῖ τὰ κατὰ νώτου πεφράχθαι μᾶλλον, ὥσπερ ἐν τοῖς πολέμοις, καὶ τοῦτο τακτικώτατον ἡγοῦ τῶν θηρίων, ἔπειτα ἡ διάβασις, εἰ μὲν προδιέβαινον οἱ μέγιστοι σφῶν, οὔπω τεκμαίρεσθαι παρεῖχον ἂν τοῦ ὕδατος εἰ διαβήσονται πάντες, τοῖς μὲν γὰρ εὔπορός τε καὶ ῥᾳδία ἡ περαίωσις ὑψηλοτάτοις οὖσι, τοῖς δὲ χαλεπή τε καὶ ἄπορος, μὴ ὑπεραίρουσι τοῦ ῥεύματος, διελθὼν δὲ ὁ σμικρότατος τὸ ἄλυπον ἤδη καὶ τοῖς λοιποῖς ἑρμηνεύει, καὶ ἄλλως οἱ μὲν μείζους προεμβαίνοντες κοιλότερον ἂν τὸν ποταμὸν ἀποφαίνοιεν τοῖς σμικροῖς, ἀνάγκη γὰρ συνιζάνειν τὴν ἰλὺν ἐς βόθρους διά τε βαρύτητα τοῦ θηρίου διά τε παχύτητα τῶν ποδῶν, οἱ δ’ ἐλάττους οὐδὲν ἂν βλάπτοιεν τὴν τῶν μειζόνων διαπορείαν ἧττον ἐμβοθρεύοντες.”   XVI. ἐγὼ δὲ εὗρον ἐν τοῖς Ἰόβα λόγοις, ὡς καὶ ξυλλαμβάνουσιν ἀλλήλοις ἐν τῇ θήρᾳ καὶ προΐστανται τοῦ ἀπειπόντος, κἂν ἐξέλωνται αὐτόν, τὸ δάκρυον τῆς ἀλόης ἐπαλείφουσι τοῖς τραύμασι περιεστῶτες ὥσπερ ἰατροί. πολλὰ τοιαῦτα ἐφιλοσοφεῖτο αὐτοῖς ἀφορμὰς ποιουμένοις τὰ λόγου ἄξια.

XVII. Τὰ δὲ Νεάρχῳ τε καὶ Πυθαγόρᾳ περὶ τοῦ Ἀκεσίνου ποταμοῦ εἰρημένα, ὡς ἐσβάλλει μὲν ἐς τὸν Ἰνδὸν οὗτος, τρέφει δὲ ὄφεις ἑβδομήκοντα πηχῶν μῆκος, τοιαῦτα εἶναί φασιν, ὁποῖα εἴρηται, καὶ ἀνακείσθω μοι ὁ λόγος ἐς τοὺς δράκοντας, ὧν ὁ Δάμις ἀφηγεῖται τὴν θήραν. ἀφικόμενοι δὲ ἐπὶ τὸν Ἰνδὸν καὶ πρὸς διαβάσει τοῦ ποταμοῦ ὄντες ἤροντο τὸν Βαβυλώνιον, εἴ τι τοῦ ποταμοῦ οἶδε, διαβάσεως πέρι ἐρωτῶντες, ὁ δὲ οὔπω ἔφη πεπλευκέναι αὐτόν, οὐδὲ γιγνώσκειν, ὁπόθεν πλεῖται. “τί οὖν” ἔφασαν “οὐκ ἐμισθώσω ἡγεμόνα;” “ὅτι ἔστιν” ἔφη “ὁ ἡγησόμενος” καὶ ἅμα ἐδείκνυ τινὰ ἐπιστολὴν ὡς τοῦτο πράξουσαν, ὅτε δὴ καὶ τὸν Οὐαρδάνην τῆς τε φιλανθρωπίας καὶ τῆς ἐπιμελείας ἀγασθῆναί φασι· πρὸς γὰρ τὸν ἐπὶ τοῦ Ἰνδοῦ σατράπην ἔπεμψε τὴν ἐπιστολὴν ταύτην καίτοι μὴ ὑποκείμενον τῇ ἑαυτοῦ ἀρχῇ, εὐεργεσίας ἀναμιμνήσκων αὐτόν, καὶ χάριν μὲν οὐκ ἂν ἐπ’ ἐκείνῃ ἀπαιτῆσαι φάσκων – οὐ γὰρ εἶναι πρὸς τοῦ ἑαυτοῦ τρόπου τὸ ἀνταπαιτεῖν – Ἀπολλώνιον δὲ ὑποδεξαμένῳ καὶ πέμψαντι οἷ βούλεται χάριν ἂν γνῶναι. χρυσίον δὲ τῷ ἡγεμόνι ἔδωκεν, ἵν’ εἰ δεηθέντα τὸν Ἀπολλώνιον αἴσθοιτο, δοίη τοῦτο καὶ μὴ ἐς ἄλλου χεῖρα βλέψειεν. ἐπεὶ δὲ τὴν ἐπιστολὴν ὁ Ἰνδὸς ἔλαβε, μεγάλων τε ἀξιοῦσθαι ἔφη καὶ φιλοτιμήσεσθαι περὶ τὸν ἄνδρα μεῖον οὐδὲν ἢ εἰ ὁ βασιλεὺς τῶν Ἰνδῶν ὑπὲρ αὐτοῦ ἔγραφε, καὶ τήν τε ναῦν τὴν σατραπίδα ἔδωκεν αὐτῷ ἐμβῆναι πλοῖά τε ἕτερα, ἐφ’ ὧν αἱ κάμηλοι ἐκομίζοντο, ἡγεμόνα τε τῆς γῆς πάσης, ἣν ὁ Ὑδραώτης ὁρίζει, πρός τε τὸν βασιλέα τὸν ἑαυτοῦ ἔγραψε μὴ χείρω αὐτοῦ Οὐαρδάνου γενέσθαι περὶ ἄνδρα Ἕλληνά τε καὶ θεῖον.

XVIII. Τὸν μὲν δὴ Ἰνδὸν ὧδε ἐπεραιώθησαν σταδίους μάλιστα τεσσαράκοντα, τὸ γὰρ πλόιμον αὐτοῦ τοσοῦτον, περὶ δὲ τοῦ ποταμοῦ τούτου τάδε γράφουσι· τὸν Ἰνδὸν ἄρχεσθαι μὲν ἐκ τοῦ Καυκάσου μείζω αὐτόθεν ἢ οἱ κατὰ τὴν Ἀσίαν ποταμοὶ πάντες, προχωρεῖν δὲ πολλοὺς τῶν ναυσιπόρων ἑαυτοῦ ποιούμενον, ἀδελφὰ δὲ τῷ Νείλῳ πράττοντα τῇ τε Ἰνδικῇ ἐπιχεῖσθαι γῆν τε ἐπάγειν τῇ γῇ καὶ παρέχειν Ἰνδοῖς τὸν Αἰγυπτίων τρόπον σπείρειν. χιόσι δ’ Αἰθιόπων τε καὶ Καταδούπων ὀρῶν ἀντιλέγειν μὲν οὐκ ἀξιῶ διὰ τοὺς εἰπόντας, οὐ μὴν ξυντίθεμαί γε λογιζόμενος τὸν Ἰνδόν, ὡς ταὐτὸν τῷ Νείλῳ ἐργάζεται μὴ νιφομένης τῆς ὑπὲρ αὐτὸν χώρας, καὶ ἄλλως τὸν θεὸν οἶδα κέρατα τῆς γῆς ξυμπάσης Αἰθίοπάς τε καὶ Ἰνδοὺς ἀποφαίνοντα μελαίνοντά τε τοὺς μὲν ἀρχομένου ἡλίου, τοὺς δὲ λήγοντος, ὃ πῶς ἂν ξυνέβαινε περὶ τοὺς ἀνθρώπους, εἰ μὴ καὶ τὸν χειμῶνα ἐθέροντο; ἣν δὲ ἀνὰ πᾶν ἔτος θάλπει γῆν ἥλιος, πῶς ἄν τις ἡγοῖτο νίφεσθαι, πῶς δ’ ἂν τὴν χιόνα χορηγὸν τοῖς ἐκείνῃ ποταμοῖς γίγνεσθαι τοῦ ὑπεραίρειν τὰ σφῶν αὐτῶν μέτρα; εἰ δὲ καὶ φοιτᾶν χιόνα ἐς τὰ οὕτω πρόσειλα, πῶς ἂν αὐτὴν ἐς τοσόνδε ἀναχυθῆναι πέλαγος; πῶς δ’ ἂν ἀποχρῆσαι ποταμῷ βυθίζοντι Αἴγυπτον;   XIX. κομιζόμενοι δὲ διὰ τοῦ Ἰνδοῦ πολλοῖς μὲν ποταμίοις ἵπποις ἐντυχεῖν φασι, πολλοῖς δὲ κροκοδείλοις, ὥσπερ οἱ τὸν Νεῖλον πλέοντες, λέγουσι δὲ καὶ ἄνθη τῷ Ἰνδῷ εἶναι, οἷα τοῦ Νείλου ἀναφύεται, καὶ τὰς ὥρας, αἳ περὶ τὴν Ἰνδικήν εἰσι, χειμῶνος μὲν ἀλεεινὰς εἶναι, θέρους δὲ πνιγηράς, πρὸς δὲ τοῦτο ἄριστα μεμηχανῆσθαι τῷ δαίμονι, τὴν γὰρ χώραν αὐτοῖς θαμὰ ὕεσθαι. φασὶ δὲ καὶ ἀκοῦσαι τῶν Ἰνδῶν, ὡς ἀφικνοῖτο μὲν ὁ βασιλεὺς ἐπὶ τὸν ποταμὸν τοῦτον, ὅτε ἀναβιβάζοιεν αὐτὸν αἱ ὧραι, θύοι δὲ αὐτῷ ταύρους τε καὶ ἵππους μέλανας – τὸ γὰρ λευκὸν ἀτιμότερον Ἰνδοὶ τίθενται τοῦ μέλανος δι’, οἶμαι, τὸ ἑαυτῶν χρῶμα – θύσαντα δὲ καταποντοῦν φασι τῷ ποταμῷ χρυσοῦν μέτρον, εἰκασμένον τῷ ἀπομετροῦντι τὸν σῖτον, καὶ ἐφ’ ὅτῳ μὲν τοῦτο πράττει ὁ βασιλεύς, οὐ ξυμβαλέσθαι τοὺς Ἰνδούς, αὐτοὶ δὲ τεκμαίρεσθαι τὸ μέτρον καταποντοῦσθαι τοῦτο ἢ ὑπὲρ ἀφθονίας καρπῶν, οὓς γεωργοὶ ἀπομετροῦσιν, ἢ ὑπὲρ ξυμμετρίας τοῦ ῥεύματος, ὡς μὴ κατακλύσειε τὴν γῆν πολὺς ἀφικόμενος.

XX. Πορευθέντας δὲ αὐτοὺς ὑπὲρ τὸν ποταμὸν ἦγεν ὁ παρὰ τοῦ σατράπου ἡγεμὼν εὐθὺ τῶν Ταξίλων, οὗ τὰ βασίλεια ἦν τῷ Ἰνδῷ. στολὴν δὲ εἶναι τοῖς μετὰ τὸν Ἰνδὸν λίνου φασὶν ἐγχωρίου καὶ ὑποδήματα βύβλου καὶ κυνῆν, ὅτε ὕοι, καὶ βύσσῳ δὲ τοὺς φανερωτέρους αὐτῶν φασιν ἐστάλθαι, τὴν δὲ βύσσον φύεσθαι δένδρου φασὶν ὁμοίου μὲν τῇ λεύκῃ τὴν βάσιν, παραπλησίου δὲ τῇ ἰτέᾳ τὰ πέταλα. καὶ ἡσθῆναι τῇ βύσσῳ φησὶν ὁ Ἀπολλώνιος, ἐπειδὴ ἔοικε φαιῷ τρίβωνι. καὶ ἐς Αἴγυπτον δὲ ἐς Ἰνδῶν ἐς πολλὰ τῶν ἱερῶν φοιτᾷ ἡ βύσσος. τὰ δὲ Τάξιλα μέγεθος μὲν εἶναι κατὰ τὴν Νῖνον, τετειχίσθαι δὲ ξυμμέτρως, ὥσπερ αἱ Ἑλλάδες, βασίλεια δὲ εἶναι ἀνδρὸς τὴν Πώρου τότε ἀρχὴν ἄρχοντος, νεὼν δὲ πρὸ τοῦ τείχους ἰδεῖν φασιν οὐ παρὰ πολὺ τῶν ἑκατομπόδων λίθου κογχυλιάτου, καὶ κατεσκευάσθαι τι ἱερὸν ἐν αὐτῷ ἧττον μὲν ἢ κατὰ τὸν νεὼν τοσοῦτόν τε ὄντα καὶ περικίονα, θαυμάσαι δὲ ἄξιον· χαλκοῖ γὰρ πίνακες ἐγκεκρότηνται τοίχῳ ἑκάστῳ, γεγραμμένοι τὰ Πώρου τε καὶ Ἀλεξάνδρου ἔργα· γεγράφαται δὲ ὀρειχάλκῳ καὶ ἀργύρῳ καὶ χρυσῷ καὶ χαλκῷ μέλανι ἐλέφαντες ἵπποι στρατιῶται κράνη ἀσπίδες, λόγχαι δὲ καὶ βέλη καὶ ξίφη σιδήρου πάντα, καὶ ὥσπερ λόγος εὐδοκίμου γραφῆς, οἷον εἰ Ζεύξιδος εἴη τι ἢ Πολυγνώτου τε καὶ Εὐφράνορος, οἳ τὸ εὔσκιον ἠσπάσαντο καὶ τὸ ἔμπνουν καὶ τὸ ἐσέχον τε καὶ ἐξέχον, οὕτως, φασί, κἀκεῖ διαφαίνεται, καὶ ξυντετήκασιν αἱ ὕλαι καθάπερ χρώματα. ἡδὺ δὲ καὶ αὐτὸ τὸ ἦθος τῆς γραφῆς· ἀναθεὶς γὰρ ταῦτα μετὰ τὴν τοῦ Μακεδόνος τελευτὴν ὁ Πῶρος νικᾷ ἐν αὐτοῖς ὁ Μακεδὼν καὶ τὸν Πῶρον ἀνακτᾶται τετρωμένον καὶ δωρεῖται τὴν Ἰνδικὴν ἑαυτοῦ λοιπὸν οὖσαν. λέγεται δὲ καὶ πενθῆσαι τὸν Ἀλέξανδρον ἀποθανόντα ὁ Πῶρος ὀλοφύρασθαί τε ὡς γενναῖον καὶ χρηστὸν βασιλέα, ζῶντός τε Ἀλεξάνδρου μετὰ τὴν ἐκ τῆς Ἰνδικῆς ἀναχώρησιν μήτε εἰπεῖν τι ὡς βασιλεὺς καίτοι ξυγχωροῦντος, μήτε προστάξαι τοῖς Ἰνδοῖς, ἀλλ’ ὥσπερ σατράπης σωφροσύνης μεστὸς εἶναι καὶ πράττειν ἐς χάριν τὴν ἐκείνου πάντα.   XXI. οὐ ξυγχωρεῖ μοι ὁ λόγος παρελθεῖν, ἃ περὶ τοῦ Πώρου τούτου ἀναγράφουσι· πρὸς διαβάσει γὰρ τοῦ Μακεδόνος ὄντος καὶ ξυμβουλευόντων αὐτῷ ἐνίων τοὺς ὑπὲρ τὸν Ὕφασίν τε καὶ τὸν Γάγγην ποταμὸν ποιεῖσθαι ξυμμάχους, οὐ γὰρ ἂν πρὸς τὴν Ἰνδικὴν πᾶσαν ξυμφρονοῦσαν παρατάξεσθαί ποτε αὐτόν “εἰ τοιοῦτόν ἐστί μοι” ἔφη “τὸ ὑπήκοον, ὡς μὴ σώζεσθαι ἄνευ ξυμμάχων, ἐμοὶ βέλτιον τὸ μὴ ἄρχειν.” ἀπαγγείλαντος δὲ αὐτῷ τινος, ὅτι Δαρεῖον ᾕρηκε “βασιλέα,” ἔφη “ἄνδρα δὲ οὔ.” τὸν δὲ ἐλέφαντα, ἐφ’ οὗ μάχεσθαι ἔμελλε, κοσμήσαντος τοῦ ὀρεωκόμου καὶ εἰπόντος “οὗτος σέ, ὦ βασιλεῦ, οἴσει,” “ἐγὼ μὲν οὖν” ἔφη “τοῦτον, ἤν γε ἀνὴρ ἐμαυτῷ ὅμοιος γένωμαι.” γνώμην δὲ ποιουμένων θῦσαι αὐτὸν τῷ ποταμῷ, ὡς μὴ δέξαιτο τὰς Μακεδόνων σχεδίας, μηδὲ εὔπορος τῷ Ἀλεξάνδρῳ γένοιτο, “οὐκ ἔστιν” ἔφη “τῶν ὅπλα ἐχόντων τὸ καταρᾶσθαι.” μετὰ δὲ τὴν μάχην, ὅτε καὶ τῷ Ἀλεξάνδρῳ θεῖός τε καὶ ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπείαν ἔδοξεν, εἰπόντος τῶν ξυγγενῶν τινος, “εἰ δὲ προσεκύνησας διαβάντα, ὦ Πῶρε, οὔτ’ ἂν ἡττήθης μαχόμενος οὔτ’ ἂν τοσοῦτοι Ἰνδῶν ἀπώλοντο, οὔτ’ ἂν αὐτὸς ἐτέτρωσο,” “ἐγὼ τὸν Ἀλέξανδρον” εἶπε “φιλοτιμότατον ἀκούων ξυνῆκα, ὅτι προσκυνήσαντα μὲν δοῦλόν με ἡγήσεται, πολεμήσαντα δὲ βασιλέα, καὶ θαυμάζεσθαι μᾶλλον ἠξίουν ἢ ἐλεεῖσθαι, καὶ οὐκ ἐψεύσθην· παρασχὼν γὰρ ἐμαυτόν, οἷον Ἀλέξανδρος εἶδε, πάντα ἐν ἡμέρᾳ μιᾷ καὶ ἀπώλεσα καὶ ἐκτησάμην.” τοιοῦτον μὲν τὸν Ἰνδὸν τοῦτον ἐξιστοροῦσι, γενέσθαι δέ φασιν αὐτὸν κάλλιστον Ἰνδῶν καὶ μῆκος, ὅσον οὔπω τινὰ ἀνθρώπων τῶν μετὰ τοὺς Τρωικοὺς ἄνδρας, εἶναι δὲ κομιδῇ νέον, ὅτε τῷ Ἀλεξάνδρῳ ἐπολέμει.

XXII. Ὃν δὲ διέτριβεν ἐν τῷ ἱερῷ χρόνον, πολὺς δὲ οὗτος ἐγένετο, ἔστ’ ἂν ἀγγελθῇ τῷ βασιλεῖ ξένους ἥκειν, “ὦ Δάμι” ἔφη ὁ Ἀπολλώνιος, “ἔστι τι γραφική;” “εἴ γε” εἶπε “καὶ ἀλήθεια.” “πράττει δὲ τί ἡ τέχνη αὕτη;” “τὰ χρώματα” ἔφη “ξυγκεράννυσιν, ὁπόσα ἐστί, τὰ κυανᾶ τοῖς βατραχείοις καὶ τὰ λευκὰ τοῖς μέλασι καὶ τὰ πυρσὰ τοῖς ὠχροῖς.” “ταυτὶ δὲ” ἦ δ’ ὃς “ὑπὲρ τίνος μίγνυσιν; οὐ γὰρ ὑπὲρ μόνου τοῦ ἄνθους, ὥσπερ αἱ κήριναι.” “ὑπὲρ μιμήσεως” ἔφη “καὶ τοῦ κύνα τε ἐξεικάσαι καὶ ἵππον καὶ ἄνθρωπον καὶ ναῦν καὶ ὁπόσα ὁρᾷ ὁ ἥλιος· ἤδη δὲ καὶ τὸν ἥλιον αὐτὸν ἐξεικάζει τοτὲ μὲν ἐπὶ τεττάρων ἵππων, οἷος ἐνταῦθα λέγεται φαίνεσθαι, τοτὲ δ’ αὖ καὶ διαπυρσεύοντα τοῦ οὐρανοῦ, ἐπειδὰν αἰθέρα ὑπογράφῃ καὶ θεῶν οἶκον.” “μίμησις οὖν ἡ γραφική, ὦ Δάμι;” “τί δὲ ἄλλο;” εἶπεν “εἰ γὰρ μὴ τοῦτο πράττοι, γελοία δόξει χρώματα ποιοῦσα εὐήθως.” “τὰ δ’ ἐν τῷ οὐρανῷ” ἔφη “βλεπόμενα, ἐπειδὰν αἱ νεφέλαι διασπασθῶσιν ἀπ’ ἀλλήλων, τοὺς κενταύρους καὶ τραγελάφους καὶ, νὴ Δί’, οἱ λύκοι τε καὶ οἱ ἵπποι, τί φήσεις; ἆρ’ οὐ μιμητικῆς εἶναι ἔργα;” “ἔοικεν,” ἔφη. “ζωγράφος οὖν ὁ θεός, ὦ Δάμι, καὶ καταλιπὼν τὸ πτηνὸν ἅρμα, ἐφ’ οὗ πορεύεται διακοσμῶν τὰ θεῖά τε καὶ ἀνθρώπεια, κάθηται τότε ἀθύρων τε καὶ γράφων ταῦτα, ὥσπερ οἱ παῖδες ἐν τῇ ψάμμῳ;” ἠρυθρίασεν ὁ Δάμις ἐς οὕτως ἄτοπον ἐκπεσεῖν δόξαντος τοῦ λόγου. οὐχ ὑπεριδὼν οὖν αὐτὸν ὁ Ἀπολλώνιος, οὐδὲ γὰρ πικρὸς πρὸς τὰς ἐλέγξεις ἦν, “ἀλλὰ μὴ τοῦτο” ἔφη “βούλει λέγειν, ὦ Δάμι, τὸ ταῦτα μὲν ἄσημά τε καὶ ὡς ἔτυχε διὰ τοῦ οὐρανοῦ φέρεσθαι τόγε ἐπὶ τῷ θεῷ, ἡμᾶς δὲ φύσει τὸ μιμητικὸν ἔχοντας ἀναῤῥυθμίζειν τε αὐτὰ καὶ ποιεῖν;” “μᾶλλον” ἔφη “τοῦτο ἡγώμεθα, ὦ Ἀπολλώνιε, πιθανώτερον γὰρ καὶ πολλῷ βέλτιον.” “διττὴ ἄρα ἡ μιμητική, ὦ Δάμι, καὶ τὴν μὲν ἡγώμεθα οἵαν τῇ χειρὶ ἀπομιμεῖσθαι καὶ τῷ νῷ, γραφικὴν δὲ εἶναι ταύτην, τὴν δ’ αὖ μόνῳ τῷ νῷ εἰκάζειν.” “οὐ διττήν,” ἔφη ὁ Δάμις “ἀλλὰ τὴν μὲν τελεωτέραν ἡγεῖσθαι προσήκει γραφικήν γε οὖσαν, ἣ δύναται καὶ τῷ νῷ καὶ τῇ χειρὶ ἐξεικάσαι, τὴν δὲ ἑτέραν ἐκείνης μόριον, ἐπειδὴ ξυνίησι μὲν καὶ μιμεῖται τῷ νῷ καὶ μὴ γραφικός τις ὤν, τῇ χειρὶ δὲ οὐκ ἂν ἐς τὸ γράφειν αὐτὰ χρήσαιτο.” “ἆρα,” ἔφη “ὦ Δάμι, πεπηρωμένος τὴν χεῖρα ὑπὸ πληγῆς τινος ἢ νόσου;” “μὰ Δί’” εἶπεν “ἀλλ’ ὑπὸ τοῦ μήτε γραφίδος τινὸς ἧφθαι, μήτε ὀργάνου τινὸς ἢ χρώματος, ἀλλ’ ἀμαθῶς ἔχειν τοῦ γράφειν.” “οὐκοῦν,” ἔφη “ὦ Δάμι, ἄμφω ὁμολογοῦμεν μιμητικὴν μὲν ἐκ φύσεως τοῖς ἀνθρώποις ἥκειν, τὴν γραφικὴν δὲ ἐκ τέχνης. τουτὶ δ’ ἂν καὶ περὶ τὴν πλαστικὴν φαίνοιτο. τὴν δὲ δὴ ζωγραφίαν αὐτὴν οὔ μοι δοκεῖς μόνον τὴν διὰ τῶν χρωμάτων ἡγεῖσθαι, καὶ γὰρ ἓν χρῶμα ἐς αὐτὴν ἤρκεσε τοῖς γε ἀρχαιοτέροις τῶν γραφέων καὶ προϊοῦσα τεττάρων εἶτα πλειόνων ἥψατο, ἀλλὰ καὶ γραμμὴν καὶ τὸ ἄνευ χρώματος, ὃ δὴ σκιᾶς τε ξύγκειται καὶ φωτός, ζωγραφίαν προσήκει καλεῖν· καὶ γὰρ ἐν αὐτοῖς ὁμοιότης τε ὁρᾶται εἶδός τε καὶ νοῦς καὶ αἰδὼς καὶ θρασύτης, καίτοι χηρεύει χρωμάτων ταῦτα, καὶ οὔτε αἷμα ἐνσημαίνει οὔτε κόμης τινὸς ἢ ὑπήνης ἄνθος, ἀλλὰ μονοτρόπως ξυντιθέμενα τῷ τε ξανθῷ ἀνθρώπῳ ἔοικε καὶ τῷ λευκῷ, κἂν τούτων τινὰ τῶν Ἰνδῶν λευκῇ τῇ γραμμῇ γράψωμεν, μέλας δήπου δόξει, τὸ γὰρ ὑπόσιμον τῆς ῥινὸς καὶ οἱ ὀρθοὶ βόστρυχοι καὶ ἡ περιττὴ γένυς καὶ ἡ περὶ τοῖς ὀφθαλμοῖς οἷον ἔκπληξις μελαίνει τὰ ὁρώμενα καὶ Ἰνδὸν ὑπογράφει τοῖς γε μὴ ἀνοήτως ὁρῶσιν. ὅθεν εἴποιμ’ ἂν καὶ τοὺς ὁρῶντας τὰ τῆς γραφικῆς ἔργα μιμητικῆς δεῖσθαι· οὐ γὰρ ἂν ἐπαινέσειέ τις τὸν γεγραμμένον ἵππον ἢ ταῦρον μὴ τὸ ζῷον ἐνθυμηθείς, ᾧ εἴκασται, οὐδ’ ἂν τὸν Αἴαντά τις τὸν Τιμομάχου ἀγασθείη, ὃς δὴ ἀναγέγραπται αὐτῷ μεμηνώς, εἰ μὴ ἀναλάβοι τι ἐς τὸν νοῦν Αἴαντος εἴδωλον καὶ ὡς εἰκὸς αὐτὸν ἀπεκτονότα τὰ ἐν τῇ Τροίᾳ βουκόλια καθῆσθαι ἀπειρηκότα, βουλὴν ποιούμενον καὶ ἑαυτὸν κτεῖναι. ταυτὶ δέ, ὦ Δάμι, τὰ τοῦ Πώρου δαίδαλα μήτε χαλκευτικῆς μόνον ἀποφαινώμεθα, γεγραμμένοις γὰρ εἴκασται, μήτε γραφικῆς, ἐπειδὴ ἐχαλκεύθη, ἀλλ’ ἡγώμεθα σοφίσασθαι αὐτὰ γραφικόν τε καὶ χαλκευτικὸν ἕνα ἄνδρα, οἷον δή τι παρ’ Ὁμήρῳ τὸ τοῦ Ἡφαίστου περὶ τὴν τοῦ Ἀχιλλέως ἀσπίδα ἀναφαίνεται. μεστὰ γὰρ καὶ ταῦτα ὀλλύντων τε καὶ ὀλλυμένων, καὶ τὴν γῆν ᾑματῶσθαι φήσεις χαλκῆν οὖσαν.”

XXIII. Τοιαῦτα σπουδάζοντι τῷ ἀνδρὶ ἐφίστανται παρὰ τοῦ βασιλέως ἄγγελοι καὶ ἑρμηνεύς, ὡς ποιοῖτο αὐτὸν ὁ βασιλεὺς ξένον ἐς τρεῖς ἡμέρας, μὴ γὰρ πλειόνων νενομίσθαι τοὺς ξένους ἐνομιλεῖν τῇ πόλει, καὶ ἡγοῦντο αὐτῷ ἐς τὰ βασίλεια. ἡ πόλις δ’ ὡς μὲν ἔχει τοῦ τείχους, εἴρηκα, φασὶ δ’ ὡς ἀτάκτως τε καὶ Ἀττικῶς τοὺς στενωποὺς τέτμηται κατεσκεύασταί τε οἰκίαις, εἰ μὲν ἔξωθεν ὁρῴη τις αὐτάς, ἕνα ἐχούσαις ὄροφον, εἰ δ’ ἔσω παρέλθοι τις, ὑπογείοις ἤδη καὶ παρεχομέναις ἴσα τοῖς ἄνω τὰ ὑπὸ τῇ γῇ.   XXIV. ἱερὸν δὲ ἰδεῖν Ἡλίου φασίν, ᾧ ἀνεῖτο Αἴας ἐλέφας, καὶ ἀγάλματα Ἀλεξάνδρου χρυσᾶ καὶ Πώρου ἕτερα, χαλκοῦ δ’ ἦν ταῦτα μέλανος. οἱ δὲ τοῦ ἱεροῦ τοῖχοι, πυρσαῖς λίθοις ὑπαστράπτει χρυσὸς αὐγὴν ἐκδιδοὺς ἐοικυῖαν ἀκτῖνι. τὸ δὲ ἕδος αὐτὸ μαργαρίτιδος ξύγκειται ξυμβολικὸν τρόπον, ᾧ βάρβαροι πάντες ἐς τὰ ἱερὰ χρῶνται.

XXV. Περὶ δὲ τὰ βασίλεια οὔτε ὄγκον ἰδεῖν φασιν οἰκοδομημάτων, οὔτε δορυφόρους ἢ φύλακας, ἀλλ’ οἷα περὶ τὰς τῶν λαμπρῶν οἰκίας, ὀλίγους οἰκέτας καὶ διαλεχθῆναι τῷ βασιλεῖ δεομένους τρεῖς, οἶμαι, ἢ τέτταρας καὶ τὸν κόσμον τοῦτον ἀγασθῆναι μᾶλλον ἢ τὰ ἐν Βαβυλῶνι φλεγμαίνοντα, καὶ πολλῷ πλέον ἔσω παρελθόντες· καὶ γὰρ τοὺς ἀνδρῶνας καὶ τὰς στοὰς καὶ τὴν αὐλὴν πᾶσαν κεκολάσθαι φασίν.   XXVI. ἔδοξεν οὖν τῷ Ἀπολλωνίῳ φιλοσοφεῖν ὁ Ἰνδὸς καὶ παραστησάμενος τὸν ἑρμηνέα “χαίρω,” εἶπεν “ὦ βασιλεῦ, φιλοσοφοῦντά σε ὁρῶν.” ἐγὼ δὲ ὑπερχαίρω,” ἔφη “ἐπειδὴ οὕτω περὶ ἐμοῦ οἴει.” “τουτὶ δὲ νενόμισται παρ’ ὑμῖν,” εἶπεν “ἢ σὺ πρὸς τὸ ἐπιεικὲς τοῦτο τὴν ἀρχὴν κατεστήσω;” “σωφρόνως” ἔφη “νενομισμένῳ σωφρονέστερον χρῶμαι, καὶ πλεῖστα μὲν ἔχω ἀνθρώπων, δέομαι δὲ ὀλίγων, τὰ γὰρ πολλὰ τῶν φίλων τῶν ἐμαυτοῦ ἡγοῦμαι.” “μακάριε τοῦ θησαυροῦ,” εἶπεν “εἰ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύῃ τοὺς φίλους, ἐξ ὧν ἀναφύεταί σοι πολλά τε καὶ ἀγαθά.” “καὶ μὴν καὶ τοῖς ἐχθροῖς” ἔφη “κοινωνῶ τοῦ πλούτου. τοὺς γὰρ ἀεί ποτε διαφόρους τῇ χώρᾳ ταύτῃ βαρβάρους προσοικοῦντας καὶ καταδρομαῖς χρωμένους ἐς τἀμὰ ὅρια ὑποποιοῦμαι τουτοισὶ τοῖς χρήμασι καὶ δορυφορεῖταί μοι ὑπ’ αὐτῶν ἡ χώρα, καὶ οὔτε αὐτοὶ ἐπὶ τἀμὰ φοιτῶσι τούς τε ὁμόρους αὐτοῖς βαρβάρους ἀνείργουσι, χαλεποὺς ὄντας.” ἐρομένου δὲ αὐτὸν τοῦ Ἀπολλωνίου, εἰ καὶ Πῶρος αὐτοῖς ἐτέλει χρήματα, “Πῶρος” εἶπε “πολέμου ἤρα, ἐγὼ δὲ εἰρήνης.” πάνυ τοῖς λόγοις τούτοις ἐχειροῦτο τὸν Ἀπολλώνιον καὶ οὕτως αὐτοῦ ἡττήθη, ὡς Εὐφράτῃ ποτὲ ἐπιπλήττων μὴ φιλοσοφοῦντι “ἡμεῖς δὲ ἀλλὰ τὸν Ἰνδὸν Φραώτην αἰδώμεθα,” φάναι, ὄνομα γὰρ τῷ Ἰνδῷ τοῦτο ἦν. σατράπου δέ, ἐπειδὴ μεγάλων παρ’ αὐτοῦ ἠξιώθη, βουληθέντος αὐτὸν ἀναδῆσαι μίτρᾳ χρυσῇ κεκοσμημένῃ λίθοις ποικίλοις “ἐγώ,” ἔφη “εἰ καὶ τῶν ζηλούντων τὰ τοιαῦτα ἦν, παρῃτησάμην ἂν αὐτὰ νῦν καὶ ἀπέῤῥιψα τῆς κεφαλῆς Ἀπολλωνίῳ ἐντυχών, οἷς δὲ μήπω πρότερον ἀναδεῖσθαι ἠξίωσα, πῶς ἂν νῦν κοσμοίμην τὸν μὲν ξένον ἀγνοήσας, ἐμαυτοῦ δὲ ἐκλαθόμενος;” ἤρετο αὐτὸν καὶ περὶ διαίτης ὁ Ἀπολλώνιος, ὁ δὲ “οἴνου μὲν” ἔφη “πίνω τοσοῦτον, ὅσον τῷ Ἡλίῳ σπένδω, ἃ δ’ ἂν ἐν θήρᾳ λάβω, ταῦτα σιτοῦνται ἕτεροι, ἐμοὶ δ’ ἀπόχρη τὸ γεγυμνάσθαι. τὰ δὲ ἐμὰ σιτία λάχανα καὶ φοινίκων ἐγκέφαλοι καὶ ὁ καρπὸς τῶν φοινίκων καὶ ὁπόσα ὁ ποταμὸς κηπεύει. πολλὰ δέ μοι καὶ ἀπὸ δένδρων φύεται, ὧν γεωργοὶ αἵδε αἱ χεῖρες.” ταῦτα ἀκούων ὁ Ἀπολλώνιος ὑπερήδετό τε καὶ ἐς τὸν Δάμιν θαμὰ ἑώρα.

XXVII. Ἐπεὶ δὲ ἱκανῶς διελέχθησαν περὶ τῆς ὁδοῦ τῆς παρὰ τοὺς Βραχμᾶνας, τὸν μὲν παρὰ τοῦ Βαβυλωνίου ἡγεμόνα ἐκέλευσε ξενίζειν, ὥσπερ εἰώθει τοὺς ἐκ Βαβυλῶνος ἥκοντας, τὸν δὲ παρὰ τοῦ σατράπου ἀπιέναι λαβόντα ἐφόδια, αὐτὸς δὲ λαβόμενος τῆς τοῦ Ἀπολλωνίου χειρός, καὶ κελεύσας ἀπελθεῖν τὸν ἑρμηνέα “ἆρ’ ἂν” ἔφη “ποιήσαιό με συμπότην;” ἤρετο δ’ αὐτὸν φωνῇ Ἑλλάδι. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ “τοῦ χάριν οὐκ ἐξ ἀρχῆς οὕτω διελέγου;” φήσαντος “ἔδεισα” ἔφη “θρασὺς δόξαι μὴ γιγνώσκων ἐμαυτόν, μηδ’ ὅτι βάρβαρον εἶναί με δοκεῖ τῇ τύχῃ, σοῦ δὲ ἡττηθείς, ἐπειδὴ καὶ σὲ ὁρῶ ἐμοὶ χαίροντα, οὐκ ἠδυνήθην ἐμαυτὸν κρύπτειν, ὡς δὲ μεστός εἰμι τῆς Ἑλλήνων φωνῆς, ἐν πολλοῖς δηλώσω.” “τί οὖν” εἶπεν “οὐκ αὐτὸς ἐπήγγειλας ἐμοὶ τὸ συμπόσιον, ἀλλ’ ἐμέ σοι κελεύεις ἐπαγγέλλειν;” “ὅτι σε” ἔφη “βελτίω ἐμαυτοῦ ἡγοῦμαι, τὸ γὰρ βασιλικώτερον σοφία ἔχει.” καὶ ἅμα ἦγεν αὐτόν τε καὶ τοὺς ἀμφ’ αὐτόν, οὗπερ εἰώθει λοῦσθαι. τὸ δὲ βαλανεῖον παράδεισος ἦν σταδίου μῆκος, ᾧ μέση κολυμβήθρα ἐνωρώρυκτο πηγὰς ἐκδεχομένη ποτίμου τε καὶ ψυχροῦ ὕδατος, τὰ δὲ ἐφ’ ἑκάτερα δρόμοι ἦσαν, ἐν οἷς ἀκοντίῳ τε καὶ δίσκῳ τὸν Ἑλληνικὸν τρόπον ἑαυτὸν ἐξήσκει, καὶ γὰρ τὸ σῶμα ἔῤῥωτο ὑπό τε ἡλικίας – ἑπτὰ γὰρ καὶ εἴκοσιν ἔτη γεγονὼς ἦν – ὑπό τε τοῦ ὧδε γυμνάζεσθαι. ἐπεὶ δὲ ἱκανῶς ἔχοι, ἐπήδα ἐς τὸ ὕδωρ καὶ ἐγύμναζεν ἑαυτὸν τῷ νεῖν. ὡς δὲ ἐλούσαντο, ἐβάδιζον ἐς τὸ συσσίτιον ἐστεφανωμένοι, τουτὶ δὲ νενόμισται Ἰνδοῖς, ἐπειδὰν ἐς τοῦ βασιλέως πίνωσιν.

XXVIII. Ἄξιον δὲ μηδὲ τὸ σχῆμα παραλιπεῖν τοῦ πότου σαφῶς γε ἀναγεγραμμένον ὑπὸ τοῦ Δάμιδος· εὐωχεῖται μὲν γὰρ ἐπὶ στιβάδος ὁ βασιλεὺς καὶ τῶν ξυγγενῶν μέχρι πέντε οἱ ἐγγύς, οἱ δὲ λοιποὶ πάντες ἐν θάκοις συσσιτοῦσι. τράπεζα δέ, ὥσπερ βωμὸς ὕψος ἐς γόνυ ἀνδρὸς ἐξῳκοδόμηται μέση, κύκλον ἐπέχουσα χοροῦ ξυμβεβλημένου ἀνδρῶν τριάκοντα, ἐφ’ ἧς δάφναι τε διαστρώννυνται καὶ κλῶνες ἕτεροι παραπλήσιοι μὲν τῇ μυῤῥίνῃ, φέροντες δὲ Ἰνδοῖς μύρον. ἐνταῦθα διάκεινται ἰχθῦς μὲν καὶ ὄρνιθες, διάκεινται δὲ λέοντές τε ὅλοι καὶ δορκάδες καὶ σύες καὶ τίγρεων ὀσφύες, τὰ γὰρ λοιπὰ τοῦ θηρίου παραιτοῦνται ἐσθίειν, ἐπειδὴ τὸ ζῷον τοῦτό φασιν, ὅταν πρῶτον γένηται, τοὺς ἐμπροσθίους τῶν ποδῶν ἀνίσχοντι αἴρειν τῷ Ἡλίῳ. καὶ ἀνιστάμενος ὁ δαιτυμὼν φοιτᾷ πρὸς τὴν τράπεζαν καὶ τὰ μὲν ἀνελόμενος τούτων, τὰ δὲ ἀποτεμὼν ἀπελθὼν ἐς τὸν ἑαυτοῦ θᾶκον ἐμπίπλαται θαμινὰ ἐπεσθίων τοῦ ἄρτου. ἐπειδὰν δὲ ἱκανῶς ἔχωσιν, ἐσφέρονται κρατῆρες ἀργυροῖ τε καὶ χρυσοῖ, δέκα συμπόταις ἀποχρῶν εἷς, ἀφ’ ὧν πίνουσι κύψαντες, ὥσπερ ποτιζόμενοι. μεταξὺ δὲ πίνοντες ἐπεσάγονται ἀγερωχίας ἐπικινδύνους καὶ οὐκ ἔξω τοῦ σπουδάζειν· παῖς γάρ τις, ὥσπερ ὁ τῶν ὀρχηστρίδων, ἀνεῤῥιπτεῖτο κούφως συναφιεμένου αὐτῷ βέλους ἐς τὸ ἄνω, καὶ ἐπειδὴ πολὺ ἀπὸ τῆς γῆς γένοιτο, ἐκυβίστα ὁ παῖς ὑπεραίρων ἑαυτὸν τοῦ βέλους, καὶ ἁμαρτόντι τοῦ κυβιστᾶν ἕτοιμα ἦν βεβλῆσθαι· ὁ γὰρ τοξότης πρὶν ἀφιέναι περιῄει τοὺς ξυμπότας ἐπιδεικνὺς τὴν ἀκίδα καὶ διδοὺς ἔλεγχον τοῦ βέλους. καὶ τὸ διὰ σφενδόνης δὲ τοξεῦσαι καὶ τὸ ἐς τρίχα ἱέναι καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ σκιαγραφῆσαι βέλεσιν ἀνεστῶτα πρὸς σανίδα σπουδάζουσιν ἐν τοῖς πότοις καὶ κατορθοῦσιν αὐτὰ μεθύοντες.   XXIX. οἱ μὲν δὴ περὶ τὸν Δάμιν ἐξεπλήττοντο αὐτὰ ὡς εὔσκοπα καὶ τὴν ξυμμετρίαν τῆς τοξείας ἐθαύμαζον, ὁ δὲ Ἀπολλώνιος, ξυνεσίτει γὰρ τῷ βασιλεῖ ὁμοδιαίτῳ ὄντι, τούτοις μὲν ἧττον προσεῖχε, πρὸς δὲ τὸν βασιλέα “εἰπέ μοι, ὦ βασιλεῦ,” ἔφη “πόθεν οὕτως ἔχεις φωνῆς Ἑλλάδος φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐ γὰρ ἐς διδασκάλους γε οἶμαι ἀναφέρειν, ἐπεὶ μηδὲ εἶναί τινας ἐν Ἰνδοῖς εἰκὸς διδασκάλους τούτου.” γελάσας οὖν ὁ βασιλεὺς “οἱ μὲν παλαιοὶ” ἔφη “τὰς ἐρωτήσεις τῶν καταπλεόντων ἐποιοῦντο, εἰ λῃσταί εἰσιν, οὕτως αὐτὸ καίτοι χαλεπὸν ὂν κοινὸν ἡγοῦντο, ὑμεῖς δέ μοι δοκεῖτε τοὺς ἐπιφοιτῶντας ὑμῖν ἐρωτᾶν, μὴ φιλόσοφοί εἰσιν, οὕτως αὐτὸ καίτοι θειότατον τῶν κατ’ ἀνθρώπους ὂν καὶ τοῖς ἐπιτυχοῦσιν ὑπάρχειν οἴεσθε. καὶ ὅτι μὲν παρ’ ὑμῖν ταὐτὸν τῷ λῃστεύειν ἐστίν, οἶδα, ὁμοίῳ μὲν γὰρ σοὶ ἀνδρὶ οὔ φασιν εἶναι ἐντυχεῖν, τοὺς δὲ πολλοὺς, ὥσπερ σκυλεύσαντας αὐτὸ ἑτέρων περιβεβλῆσθαί τε ἀναρμόστως καὶ σοβεῖν ἀλλοτρίαν ἐσθῆτα ἐπισύροντας· καὶ νὴ Δί’, ὥσπερ οἱ λῃσταὶ τρυφῶσιν εἰδότες ὅτι ὑπὸ τῇ δίκῃ κεῖνται, οὕτω κἀκείνους φασὶ γαστρί τε διδόναι καὶ ἀφροδισίοις καὶ ἀμπεχόνῃ λεπτῇ. τὸ δὲ αἴτιον· νόμοι ὑμῖν, οἶμαι, εἰσίν, εἰ μὲν τὸ νόμισμα παραφθείροι τις, ἀποθνήσκειν αὐτόν, καὶ παιδίον εἴ τις παρεγγράφοι, ἢ οὐκ οἶδ’ ὅ τι ἐπὶ τούτῳ, τοὺς δὲ τὴν φιλοσοφίαν ὑποβαλλομένους ἢ παραφθείροντας οὐδείς, οἶμαι, νόμος παρ’ ὑμῖν ἴσχει, οὐδὲ ἀρχή τις ἐπ’ αὐτοὺς τέτακται.   XXX. παρ’ ἡμῖν δὲ ὀλίγοι μὲν τοῦ φιλοσοφεῖν ἅπτονται, δοκιμάζονται δὲ ὧδε· χρὴ τὸν νέον, ἐπειδὰν ὀκτωκαίδεκα ἔτη γεγονὼς τύχῃ, τουτὶ δ’, οἶμαι, καὶ παρ’ ὑμῖν ἐφήβου μέτρον, ὑπὲρ τὸν Ὕφασιν ποταμὸν ἐλθεῖν παρὰ τοὺς ἄνδρας, οὓς σὺ ὥρμηκας, εἰπόντα δημοσίᾳ πρότερον ὅτι φιλοσοφήσοι, ἵν’ ᾖ τοῖς βουλομένοις ἐξείργειν αὐτόν, εἰ μὴ καθαρὸς φοιτῴη. καθαρὸν δὲ λέγω πρῶτον μὲν τὸ ἐς πατέρα καὶ μητέρα ἧκον, μὴ περὶ αὐτοὺς ὄνειδός τι ἀναφαίνοιτο, εἶθ’ οἱ τούτων γονεῖς καὶ τρίτον γένος ἐς ἄνω, μὴ ὑβριστής τις ἢ ἀκρατὴς ἢ χρηματιστὴς ἄδικος. ὅταν δὲ μηδεμία οὐλὴ περὶ τούτους ἀναφαίνηται, μηδὲ στίγμα ὅλως μηδέν, αὐτὸν ἤδη διορᾶν τὸν νέον καὶ βασανίζειν, πρῶτον μέν, εἰ μνημονικός, εἶτα, εἰ κατὰ φύσιν αἰδήμων, ἀλλὰ μὴ πλαττόμενος τοῦτο, μὴ μεθυστικὸς μὴ λίχνος μὴ ἀλαζὼν μὴ φιλόγελως μὴ θρασὺς μὴ φιλολοίδορος, εἰ πατρὸς ὑπήκοος εἰ μητρὸς εἰ διδασκάλων εἰ παιδαγωγῶν, ἐπὶ πᾶσιν, εἰ μὴ κακὸς περὶ τὴν ἑαυτοῦ ὥραν. τὰ μὲν δὴ τῶν γειναμένων αὐτὸν καὶ οἳ ἐκείνους ἐγείναντο, ἐκ μαρτύρων ἀναλέγονται καὶ γραμμάτων, ἃ δημοσίᾳ κεῖται. ἐπειδὰν γὰρ τελευτήσῃ ὁ Ἰνδός, φοιτᾷ ἐπὶ θύρας αὐτοῦ μία ἀρχὴ τεταγμένη ὑπὸ τῶν νόμων ἀναγράφειν αὐτόν, ὡς ἐβίω, καὶ ψευσαμένῳ ἢ ψευσθέντι τῷ ἄρχοντι ἐπιτιμῶσιν οἱ νόμοι μὴ ἄρξαι αὐτὸν ἔτι ἀρχὴν μηδεμίαν, ὡς παραποιήσαντα βίον ἀνθρώπου, τὰ δὲ τῶν ἐφήβων ἐς αὐτοὺς ὁρῶντες ἀναμανθάνουσι· πολλὰ μὲν γὰρ ὀφθαλμοὶ τῶν ἀνθρωπείων ἠθῶν ἑρμηνεύουσι, πολλὰ δ’ ἐν ὀφρύσι καὶ παρειαῖς κεῖται γνωματεύειν τε καὶ θεωρεῖν, ἀφ’ ὧν σοφοί τε καὶ φυσικοὶ ἄνδρες, ὥσπερ ἐν κατόπτρῳ εἴδωλα, τοὺς νοῦς τῶν ἀνθρώπων διαθεῶνται. μεγάλων γὰρ δὴ ἀξιουμένης φιλοσοφίας ἐνταῦθα καὶ τιμὴν τούτου παρ’ Ἰνδοῖς ἔχοντος ἀνάγκη πᾶσα ἐκβασανίζεσθαί τε τοὺς ἐπ’ αὐτὴν ἰόντας ἐλέγχοις τε ὑποβεβλῆσθαι μυρίοις. ὡς μὲν δὴ ἐπὶ διδασκάλοις αὐτὸ ποιούμεθα καὶ ἐς δοκιμασίαν ἡμῖν τὸ φιλοσοφεῖν ἥκει, σαφῶς εἴρηκα, τοὐμὸν δὲ ὧδε ἔχει·   XXXI. ἐγὼ μὲν πάππου βασιλέως ἐγενόμην, ὃς ἦν μοι ὁμώνυμος, πατρὸς δὲ ἰδιώτου· καταλειφθεὶς γὰρ κομιδῇ νέος ἐπίτροποι μὲν αὐτῷ ἐγένοντο δύο τῶν ξυγγενῶν κατὰ τοὺς τῶν Ἰνδῶν νόμους, ἔπραττον δὲ ὑπὲρ αὐτοῦ τὰ βασιλικὰ οὐ χρηστῶς, μὰ τὸν Ἥλιον, οὐδὲ ξυμμέτρως, ὅθεν βαρεῖς τοῖς ὑπηκόοις ἐφαίνοντο καὶ ἡ ἀρχὴ κακῶς ἤκουε. ξυστάντες οὖν ἐπ’ αὐτοὺς τῶν δυνατῶν τινες ἐπιτίθενταί σφισιν ἐν ἑορτῇ καὶ κτείνουσι τῷ Ἰνδῷ θύοντας, αὐτοί τε ἐπεσπηδήσαντες τῷ ἄρχειν ξυνέσχον τὰ κοινά. δείσαντες οὖν οἱ ξυγγενεῖς περὶ τῷ πατρὶ μήπω ἑκκαίδεκα ἔτη γεγονότι πέμπουσιν αὐτὸν ὑπὲρ τὸν Ὕφασιν παρὰ τὸν ἐκεῖ βασιλέα. πλειόνων δὲ ἢ ἐγὼ ἄρχει καὶ εὐδαίμων ἡ χώρα παρὰ πολὺ τῆς ἐνταῦθα. βουλομένου δ’ αὐτὸν τοῦ βασιλέως παῖδα ποιεῖσθαι, τουτὶ μὲν παρῃτήσατο φήσας μὴ φιλονεικεῖν τῇ τύχῃ ἀφῃρημένῃ αὐτὸν τὸ ἄρχειν, ἐδεήθη δ’ αὐτοῦ ξυγχωρῆσαί οἱ φιλοσοφῆσαι βαδίσαντι παρὰ τοὺς σοφούς, καὶ γὰρ ἂν καὶ ῥᾷον καρτερῆσαι τὰ οἴκοι κακά. βουλομένου δὲ τοῦ βασιλέως καὶ κατάγειν αὐτὸν ἐπὶ τὴν πατρῴαν ἀρχήν “εἰ γνησίως” ἔφη “φιλοσοφοῦντα αἴσθοιο, κάταγε, εἰ δὲ μή, ἔα με οὕτως ἔχειν.” αὐτὸς οὖν ὁ βασιλεὺς ἥκων παρὰ τοὺς σοφοὺς μεγάλων ἂν ἔφη παρ’ αὐτῶν τυχεῖν, εἰ τοῦ παιδὸς ἐπιμεληθεῖεν γενναίου τὴν φύσιν ἤδη ὄντος, οἱ δὲ κατιδόντες τι ἐν αὐτῷ πλέον ἠσπάσαντο προσδοῦναί οἱ τῆς αὑτῶν σοφίας καὶ προθύμως ἐπαίδευον προσκείμενον πάνυ τῷ μανθάνειν. ἑβδόμῳ δὲ ἔτει νοσῶν ὁ βασιλεύς, ὅτε δὴ καὶ ἐτελεύτα, μεταπέμπεται αὐτὸν καὶ κοινωνὸν τῆς ἀρχῆς ἀποφαίνει τῷ υἱῷ τήν τε θυγατέρα ὁμολογεῖ πρὸς ὥραν οὖσαν, ὁ δέ, ἐπειδὴ τὸν τοῦ βασιλέως υἱὸν εἶδε κολάκων καὶ οἴνου καὶ τῶν τοιούτων κακῶν ἥττω μεστόν τε ὑποψιῶν πρὸς αὐτόν, “σὺ μὲν” ἔφη “ταῦτ’ ἔχε καὶ τῆς ἀρχῆς ἁπάσης ἐμφοροῦ, καὶ γὰρ εὔηθες μηδὲ τὴν προσήκουσαν ἑαυτῷ βασιλείαν κτήσασθαι δυνηθέντα θρασέως δοκεῖν ἐπὶ τὴν μὴ προσήκουσαν ἥκειν, ἐμοὶ δὲ τὴν ἀδελφὴν δίδου, τουτὶ γὰρ μόνον ἀπόχρη μοι τῶν σῶν.” καὶ λαβὼν τὸν γάμον ἔζη πλησίον τῶν σοφῶν ἐν κώμαις ἑπτὰ εὐδαίμοσιν, ἃς ἐπέδωκε τῇ ἀδελφῇ ὁ βασιλεὺς ἐς ζώνην. γίγνομαι τοίνυν ἐγὼ τοῦ γάμου τούτου καί με ὁ πατὴρ τὰ Ἑλλήνων παιδεύσας ἄγει παρὰ τοὺς σοφοὺς πρὸ ἡλικίας ἴσως, δώδεκα γάρ μοι τότε ἦν ἔτη, οἱ δὲ ἔτρεφον ἴσα καὶ ἑαυτῶν παῖδα, οὓς γὰρ ἂν ὑποδέξωνται τὴν Ἑλλήνων φωνὴν εἰδότας, ἀγαπῶσι μᾶλλον, ὡς ἐς τὸ ὁμόηθες αὐτοῖς ἤδη προσήκοντας.   XXXII. ἀποθανόντων δέ μοι καὶ τῶν γονέων οὐ μεταπολὺ ἀλλήλων αὐτοί με βαδίσαντα ἐπὶ τὰς κώμας ἐκέλευσαν ἐπιμεληθῆναι τῶν ἐμαυτοῦ γεγονότα ἐννεακαίδεκα ἔτη. τὰς μὲν οὖν κώμας ἀφῄρητό με ἤδη ὁ χρηστὸς θεῖος καὶ οὐδὲ τὰ γῄδιά μοι ὑπέλιπε τὰ κεκτημένα τῷ πατρί, πάντα γὰρ τῇ ἑαυτοῦ ἀρχῇ προσήκειν αὐτά, ἐμὲ δ’ ἂν μεγάλων παρ’ αὐτοῦ τυχεῖν, εἴ με ἐῴη ζῆν. ἔρανον οὖν ξυλλεξάμενος παρὰ τῶν τῆς μητρὸς ἀπελευθέρων ἀκολούθους εἶχον τέτταρας. καί μοι ἀναγιγνώσκοντι τοὺς Ἡρακλείδας τὸ δρᾶμα ἐπέστη τις ἐντεῦθεν ἐπιστολὴν φέρων παρὰ ἀνδρὸς ἐπιτηδείου τῷ πατρί, ὅς με ἐκέλευσε διαβάντα τὸν Ὑδραώτην ποταμὸν ξυγγίγνεσθαί οἱ περὶ τῆς ἀρχῆς τῆς ἐνταῦθα, πολλὰς γὰρ ἐλπίδας εἶναί μοι ἀνακτήσασθαι αὐτὴν μὴ ἐλινύοντι. τὸ μὲν δὴ δρᾶμα θεῶν τις οἶμαι ἐπὶ νοῦν ἤγαγε καὶ εἱπόμην τῇ φήμῃ, διαβὰς δὲ τὸν ποταμὸν τὸν μὲν ἕτερον τῶν βεβιασμένων ἐς τὴν ἀρχὴν τεθνάναι ἤκουσα, τὸν δὲ ἕτερον ἐν τοῖς βασιλείοις πολιορκεῖσθαι τούτοις. ἐχώρουν δὴ ξυντείνων καὶ βοῶν πρὸς τοὺς ἐν ταῖς κώμαις, δι’ ὧν ἔστειχον, ὡς ὁ τοῦ δεῖνος εἴην υἱὸς καὶ ἐπὶ τὴν ἀρχὴν τὴν ἐμαυτοῦ ἴοιμι, οἱ δὲ χαίροντές τε καὶ ἀσπαζόμενοί με προὔπεμπον παραπλήσιον ἡγούμενοι τῷ πάππῳ, ἐγχειρίδιά τε ἦν αὐτοῖς καὶ τόξα καὶ πλείους ἀεὶ ἐγιγνόμεθα, καὶ προσελθόντα ταῖς πύλαις οὕτω τι ἄσμενοι ἐδέξαντο οἱ ἐνταῦθα, ὡς ἀπὸ τοῦ βωμοῦ τοῦ Ἡλίου δᾷδας ἁψάμενοι πρὸ πυλῶν τε ἥκειν καὶ ἡγεῖσθαι δεῦρο ἐφυμνοῦντες πολλὰ τῷ πατρὶ καὶ τῷ πάππῳ, τὸν δὲ ἔσω κηφῆνα πέριξ τὸ τεῖχος ἔκλῃσαν καίτοι ἐμοῦ παραιτουμένου μὴ τοιῷδε τρόπῳ ἀποθανεῖν αὐτόν.”   XXXIII. ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος “Ἡρακλειδῶν” ἔφη “κάθοδον ἀτεχνῶς διελήλυθας, καὶ ἐπαινετέοι οἱ θεοὶ τῆς διανοίας, ὅτι γενναίῳ ἀνδρὶ ἐπὶ τὰ ἑαυτοῦ στείχοντι ξυνήραντο τῆς καθόδου. ἀλλ’ ἐκεῖνό μοι περὶ τῶν σοφῶν εἰπέ· οὐ καὶ ὑπὸ Ἀλεξάνδρῳ ποτὲ ἐγένοντο οὗτοι καὶ ἀναχθέντες αὐτῷ περὶ τοῦ οὐρανοῦ ἐφιλοσόφησαν;” “Ὀξυδράκαι” ἔφη “ἐκεῖνοι ἦσαν, τὸ δὲ ἔθνος τοῦτο ἐλευθεριάζει τε ἀεὶ καὶ πολεμικῶς ἐξήρτυται, σοφίαν τε μεταχειρίζεσθαί φασιν οὐδὲν χρηστὸν εἰδότες· οἱ δὲ ἀτεχνῶς σοφοὶ κεῖνται μὲν τοῦ Ὑφάσιδος καὶ τοῦ Γάγγου μέσοι, τὴν δὲ χώραν ταύτην οὐδὲ ἐπῆλθεν ὁ Ἀλέξανδρος, οὔτι που τὰ ἐν αὐτῇ δείσας, ἀλλ’, οἶμαι, τὰ ἱερὰ ἀπεσήμηνεν αὐτῷ. εἰ δὲ καὶ διέβη τὸν Ὕφασιν καὶ τὴν περὶ αὐτοὺς γῆν ἠδυνήθη ἑλεῖν, ἀλλὰ τήν γε τύρσιν, ἣν ἐκεῖνοι κατοικοῦσιν, οὐδ’ ἂν μυρίους μὲν Ἀχιλλέας, τρισμυρίους δὲ Αἴαντας ἄγων ποτὲ ἐχειρώσατο· οὐ γὰρ μάχονται τοῖς προσελθοῦσιν, ἀλλὰ διοσημίαις τε καὶ σκηπτοῖς βάλλοντες ἀποκρούονται σφᾶς ἱεροὶ καὶ θεοφιλεῖς ὄντες· τὸν γοῦν Ἡρακλέα τὸν Αἰγύπτιον καὶ τὸν Διόνυσον ξὺν ὅπλοις διαδραμόντας τὸ Ἰνδῶν ἔθνος φασὶ μέν ποτε ἐλάσαι ἐπ’ αὐτοὺς ἅμα μηχανάς τε παλαμήσασθαι καὶ τοῦ χωρίου ἀποπειρᾶσθαι, οἱ δὲ ἀντιπράττειν οὐδέν, ἀλλ’ ἀτρεμεῖν, ὡς ἐκείνοις ἐφαίνοντο, ἐπεὶ δ’ αὐτοὶ προσῄεσαν, πρηστῆρες αὐτοὺς ἀπεώσαντο καὶ βρονταὶ κάτω στρεφόμεναι καὶ ἐμπίπτουσαι τοῖς ὅπλοις, τήν τε ἀσπίδα χρυσῆν οὖσαν ἀποβαλεῖν ἐκεῖ λέγεται ὁ Ἡρακλῆς, καὶ πεποίηνται αὐτὴν ἀνάθημα οἱ σοφοὶ διά τε τὴν τοῦ Ἡρακλέους δόξαν, διά τε τὸ ἐκτύπωμα τῆς ἀσπίδος· αὐτὸς γὰρ πεποίηται ὁ Ἡρακλῆς ὁρίζων τὰ Γάδειρα καὶ τὰ ὄρη στήλας ποιούμενος τόν τε Ὠκεανὸν ἐς τὰ ἔσω ἐπισπώμενος, ὅθεν δηλοῦται μὴ τὸν Θηβαῖον Ἡρακλέα, τὸν δὲ Αἰγύπτιον ἐπὶ τὰ Γάδειρα ἐλθεῖν καὶ ὁριστὴν γενέσθαι τῆς γῆς.”   XXXIV. τοιαῦτα διαλεγομένων αὐτῶν ἐπῆλθεν ὁ ὕμνος αὐλῷ ἅμα, ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τὸν βασιλέα, ὅ τι ἐθέλοι ὁ κῶμος, “Ἰνδοὶ” ἔφη “παραινέσεις τῷ βασιλεῖ ᾄδουσιν, ἐπειδὰν πρὸς τῷ καθεύδειν γίγνηται, ὀνείρασί τε ἀγαθοῖς χρῆσθαι χρηστόν τε ἀνίστασθαι καὶ εὐξύμβολον τοῖς ὑπηκόοις.” “πῶς οὖν,” ἔφη “ὦ βασιλεῦ, διάκεισαι πρὸς ταῦτα; σὲ γάρ που αὐλοῦσιν.” “οὐ καταγελῶ,” ἔφη “δεῖ γὰρ προσίεσθαι αὐτὰ τοῦ νόμου ἕνεκεν, παραινέσεως μέντοι μηδεμιᾶς δεῖσθαι, ὅσα γὰρ ἂν ὁ βασιλεὺς μετρίως τε καὶ χρηστῶς πράττῃ, ταῦτα ἑαυτῷ δήπου χαριεῖται μᾶλλον ἢ τοῖς ὑπηκόοις.”

XXXV. Τοιαῦτα διαλεχθέντες ἀνεπαύσαντο, ἐπεὶ δὲ ἡμέρα ὑπεφαίνετο, αὐτὸς ὁ βασιλεὺς ἀφίκετο ἐς τὸ δωμάτιον, ᾧ ἐνεκάθευδον οἱ περὶ τὸν Ἀπολλώνιον, καὶ τὸν σκίμποδα ἐπιψηλαφήσας προσεῖπέ τε τὸν ἄνδρα, καὶ ἤρετο αὐτόν, ὅ τι ἐνθυμοῖτο, “οὐ γάρ που καθεύδεις” εἶπεν “ὕδωρ πίνων καὶ καταγελῶν τοῦ οἴνου.” “οὐ γὰρ καθεύδειν ἡγῇ” ἔφη “τοὺς τὸ ὕδωρ πίνοντας;” “καθεύδειν μέν,” ἔφη “λεπτὸν δὲ ὕπνον, ὅνπερ ἄκροις αὐτῶν τοῖς ὀφθαλμοῖς ἐφιζάνειν φῶμεν, οὐ τῷ νῷ.” “ἀμφοτέροις” εἶπε, “καὶ ἴσως τῷ νῷ μᾶλλον· εἰ γὰρ μὴ ἀτρεμήσει ὁ νοῦς, οὐδὲ ὑποδέξονται οἱ ὀφθαλμοὶ τὸν ὕπνον· οἱ γοῦν μεμηνότες οὐδὲ καθεύδειν δύνανται διὰ τὴν τοῦ νοῦ πήδησιν, ἀλλ’ ἐς ἄλλα καὶ ἄλλα ἀπιούσης τῆς ἐννοίας γοργότερόν τε ἀναβλέπουσι καὶ ἀναιδέστερον, ὥσπερ οἱ ἄυπνοι τῶν δρακόντων.” “ἐπεὶ τοίνυν, ὦ βασιλεῦ,” εἶπε “σαφῶς ἡρμήνευται τὸ τοῦ ὕπνου ἔργον καὶ ἅττα δηλοῦται (αὐτῷ) τοῖς ἀνθρώποις, σκεψώμεθα, τί μειονεκτήσει ἐν τῷ ὕπνῳ τοῦ μεθύοντος ὁ τὸ ὕδωρ πίνων.” “μὴ σοφίζου,” ἔφη ὁ βασιλεὺς “εἰ γὰρ μεθύοντα ὑποθήσῃ, οὐ καθευδήσει τοῦτο, βακχεύουσα γὰρ ἡ γνώμη στροβήσει τε αὐτὸν καὶ ταραχῆς ἐμπλήσει· δοκοῦσί τοι πάντες οἱ ἐκ μέθης καταδαρθεῖν πειρώμενοι ἀναπέμπεσθαί τε ἐς τὸν ὄροφον, καὶ αὖ ὑπόγειοι εἶναι δίνην τε ἐμπεπτωκέναι σφίσιν, οἵα δὴ περὶ τὸν Ἰξίονα λέγεται ξυμβαίνειν. οὔκουν ἀξιῶ τὸν μεθύοντα, ἀλλὰ τὸν πεπωκότα μὲν τοῦ οἴνου, νήφοντα δὲ θεωρεῖν, ὡς καθευδήσει, καὶ ὡς πολλῷ βέλτιον τοῦ ἀοίνου.   XXXVI. καλέσας οὖν ὁ Ἀπολλώνιος τὸν Δάμιν “πρὸς δεινὸν ἄνδρα” ἔφη “ὁ λόγος καὶ σφόδρα γεγυμνασμένον τοῦ διαλέγεσθαι.” “ὁρῶ,” ἔφη “καὶ τοῦτ’ ἴσως ἦν τὸ μελαμπύγου τυχεῖν. κἀμὲ δὲ πάνυ αἱρεῖ ὁ λόγος, ὃν εἴρηκεν· ὥρα οὖν σοι ἀφυπνίσαντι ἀποτελεῖν αὐτόν. ἀνακουφίσας οὖν τὴν κεφαλὴν ὁ Ἀπολλώνιος “καὶ μὴν ὅσον” ἔφη “πλεονεκτοῦμεν οἱ τὸ ὕδωρ πίνοντες πρὸς τὸ καθεύδειν ἥδιον, ἐγὼ δηλώσω τοῦ γε σοῦ λόγου ἐχόμενος· ὡς μὲν γὰρ τετάρακται ἡ γνώμη τοῖς μεθύουσι καὶ μανικώτερον διάκεινται, σαφῶς εἴρηκας, ὁρῶμεν γὰρ τοὺς μέθῃ κατεσχημένους διττὰς μὲν σελήνας δοκοῦντας βλέπειν, διττοὺς δὲ ἡλίους, τοὺς δὲ ἧττον πεπωκότας, κἂν πάνυ νήφωσιν, οὐδὲν μὲν τούτων ἡγουμένους, μεστοὺς δὲ εὐφροσύνης καὶ ἡδονῆς, ἣ δὴ προσπίπτει σφίσιν οὐδὲ ἐξ εὐπραγίας πολλάκις, καὶ μελετῶσι δὲ οἱ τοιοῦτοι δίκας οὐδὲ φθεγξάμενοί πω ἐν δικαστηρίῳ καὶ πλουτεῖν φασιν οὐδὲ δραχμῆς αὐτοῖς ἔνδον οὔσης. ταῦτα δέ, ὦ βασιλεῦ, μανικὰ πάθη· καὶ γὰρ αὐτὸ τὸ ἥδεσθαι διακινεῖ τὴν γνώμην καὶ πολλοὺς οἶδα τῶν σφόδρα ἡγουμένων εὖ πράττειν οὐδὲ καθεύδειν δυναμένους, ἀλλ’ ἐκπηδῶντας τοῦ ὕπνου, καὶ τοῦτ’ ἂν εἴη τὸ παρέχειν φροντίδας καὶ τἀγαθά. ἔστι δὲ καὶ φάρμακα ὕπνου μεμηχανημένα τοῖς ἀνθρώποις, ὧν πιόντες τε καὶ ἀλειψάμενοι καθεύδουσιν ἐκτείναντες αὑτοὺς ὥσπερ ἀποθανόντες, ὅθεν μετά τινος λήθης ἀνίστανται καὶ ἄλλοσέ ποι μᾶλλόν εἰσιν ἢ οὗπερ εἶναι δοκοῦσιν. ὅτι μὲν δὴ τὰ πινόμενα, μᾶλλον δὲ τὰ ἐπαντλούμενα τῇ ψυχῇ καὶ τῷ σώματι οὐ γνήσιον οὐδὲ οἰκεῖον ἐπεσάγεται τὸν ὕπνον, ἀλλ’ ἢ βαθὺν καὶ ἡμιθνῆτα ἢ βραχὺν καὶ διασπώμενον ὑπὸ τῶν ἐντρεχόντων, κἂν χρηστὰ ᾖ, ξυνθήσῃ τάχα, εἰ μὴ τὸ δύσερι μᾶλλον ἢ τὸ ἐριστικὸν σπουδάζεις. οἱ δὲ ἐμοὶ ξυμπόται τὰ μὲν ὄντα ὁρῶσιν ὡς ὄντα, τὰ δὲ οὐκ ὄντα οὔτ’ ἀναγράφουσιν αὑτοῖς οὔθ’ ὑποτυποῦνται, κοῦφοί τε οὔπω ἔδοξαν, οὐδὲ μεστοὶ βλακείας οὐδὲ εὐηθείας ἢ ἱλαρώτεροι τοῦ προσήκοντος, ἀλλ’ ἐφεστηκότες εἰσὶ καὶ λογισμοῦ πλέῳ, παραπλήσιοι δείλης τε καὶ ὁπότε ἀγορὰ πλήθει, οὐ γὰρ νυστάζουσιν οὗτοι, κἂν πόῤῥω τῶν νυκτῶν σπουδάζωσιν. οὐ γὰρ ἐξωθεῖ αὐτοὺς ὁ ὕπνος ὥσπερ δεσπότης βρίσας ἐς τὸν αὐχένα δεδουλωμένον ὑπὸ τοῦ οἴνου, ἀλλ’ ἐλεύθεροί τε καὶ ὀρθοὶ φαίνονται, καταδαρθέντες δὲ καθαρᾷ τῇ ψυχῇ δέχονται τὸν ὕπνον οὔτε ὑπὸ τῶν εὐπραγιῶν ἀνακουφιζόμενοι αὐτοῦ οὔτε ὑπὸ κακοπραγίας τινὸς ἐκθρώσκοντες. ξύμμετρος γὰρ πρὸς ἄμφω ταῦτα ψυχὴ νήφουσα καὶ οὐδετέρου τῶν παθῶν ἥττων, ὅθεν καθεύδει ἥδιστα καὶ ἀλυπότατα μὴ ἐξισταμένη τοῦ ὕπνου.   XXXVII. καὶ μὴν καὶ τὸ μαντικὸν τὸ ἐκ τῶν ὀνειράτων, ὃ θειότατον τῶν ἀνθρωπίνων δοκεῖ, ῥᾷον διορᾷ μὴ ξυντεθολωμένη ὑπὸ τοῦ οἴνου, ἀλλ’ ἀκήρατος δεχομένη αὐτὸ καὶ περιαθροῦσα· οἱ γοῦν ἐξηγηταὶ τῶν ὄψεων, οὓς ὀνειροπόλους οἱ ποιηταὶ καλοῦσιν, οὐκ ἂν ὑποκρίνοιντο ὄψιν οὐδεμίαν μὴ πρότερον ἐρόμενοι τὸν καιρόν, ἐν ᾧ εἶδεν. ἂν μὲν γὰρ ἑῷος ᾖ καὶ τοῦ περὶ τὸν ὄρθρον ὕπνου, ξυμβάλλονται αὐτὴν ὡς ὑγιῶς μαντευομένης τῆς ψυχῆς, ἐπειδὰν ἀποῤῥύψηται τὸν οἶνον, εἰ δ’ ἀμφὶ πρῶτον ὕπνον ἢ μέσας νύκτας, ὅτε βεβύθισταί τε καὶ ξυντεθόλωται ἔτι ὑπὸ τοῦ οἴνου, παραιτοῦνται τὴν ὑπόκρισιν σοφοὶ ὄντες. ὡς δὲ καὶ τοῖς θεοῖς δοκεῖ ταῦτα καὶ τὸ χρησμῶδες ἐν ταῖς νηφούσαις ψυχαῖς τίθενται, σαφῶς δηλώσω· ἐγένετο, ὦ βασιλεῦ, παρ’ Ἕλλησιν Ἀμφιάρεως ἀνὴρ μάντις.” “οἶδα,” εἶπε “λέγεις γάρ που τὸν τοῦ Οἰκλέους, ὃν ἐκ Θηβῶν ἐπανιόντα ἐπεσπάσατο ἡ γῆ ζῶντα.” “οὗτος, ὦ βασιλεῦ,” ἔφη “μαντευόμενος ἐν τῇ Ἀττικῇ νῦν ὀνείρατα ἐπάγει τοῖς χρωμένοις, καὶ λαβόντες οἱ ἱερεῖς τὸν χρησόμενον σίτου τε εἴργουσι μίαν ἡμέραν καὶ οἴνου τρεῖς, ἵνα διαλαμπούσῃ τῇ ψυχῇ τῶν λογίων σπάσῃ· εἰ δὲ ὁ οἶνος ἀγαθὸν ἦν τοῦ ὕπνου φάρμακον, ἐκέλευσεν ἂν ὁ σοφὸς Ἀμφιάρεως τοὺς θεωροὺς τὸν ἐναντίον ἐσκευασμένους τρόπον καὶ οἴνου μεστούς, ὥσπερ ἀμφορέας, ἐς τὸ ἄδυτον αὐτῷ φέρεσθαι. πολλὰ δὲ καὶ μαντεῖα λέγοιμ’ ἂν εὐδόκιμα παρ’ Ἕλλησί τε καὶ βαρβάροις, ἐν οἷς ὁ ἱερεὺς ὕδατος, ἀλλ’ οὐχὶ οἴνου σπάσας ἀποφθέγγεται τὰ ἐκ τοῦ τρίποδος. θεοφόρητον δὴ κἀμὲ ἡγοῦ καὶ πάντας, ὦ βασιλεῦ, τοὺς τὸ ὕδωρ πίνοντας· νυμφόληπτοι γὰρ ἡμεῖς καὶ βάκχοι τοῦ νήφειν.” “ποιήσῃ οὖν,” ἔφη “ὦ Ἀπολλώνιε, κἀμὲ θιασώτην;” “εἴπερ μὴ φορτικὸς” εἶπε “τοῖς ὑπηκόοις δόξεις· φιλοσοφία γὰρ περὶ βασιλεῖ ἀνδρὶ ξύμμετρος μὲν καὶ ὑπανειμένη θαυμαστὴν ἐργάζεται κρᾶσιν, ὥσπερ ἐν σοὶ διαφαίνεται, ἡ δ’ ἀκριβὴς καὶ ὑπερτείνουσα φορτική τε, ὦ βασιλεῦ, καὶ ταπεινοτέρα τῆς ὑμετέρας σκηνῆς φαίνεται καὶ τύφου δὲ αὐτό τι ἂν (ἔχειν) ἡγοῖντο βάσκανοι.”

XXXVIII. Ταῦτα διαλεχθέντες, καὶ γὰρ ἡμέρα ἤδη ἐτύγχανεν, ἐς τὸ ἔξω προῆλθον. καὶ ξυνεὶς ὁ Ἀπολλώνιος, ὡς χρηματίζειν δέοι τὸν βασιλέα πρεσβείαις τε καὶ τοῖς τοιούτοις “σὺ μέν,” ἔφη “ὦ βασιλεῦ, τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ, δεῖ γάρ με τὴν εἰθισμένην εὐχὴν εὔξασθαι.” “καὶ ἀκούοι γε εὐχομένου,” ἔφη “χαριεῖται γὰρ πᾶσιν, ὁπόσοι τῇ σοφίᾳ τῇ σῇ χαίρουσιν· ἐγὼ δὲ περιμενῶ σε ἐπανιόντα, καὶ γὰρ δικάσαι τινὰς χρὴ δίκας, αἷς παρατυχὼν τὰ μέγιστά με ὀνήσεις.”   XXXIX. ἐπανελθὼν οὖν προκεχωρηκυίας ἤδη τῆς ἡμέρας ἠρώτα περὶ ὧν ἐδίκασεν, ὁ δὲ “τήμερον” ἔφη “οὐκ ἐδίκασα, τὰ γὰρ ἱερὰ οὐ ξυνεχώρει μοι.” ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος “ἐφ’ ἱεροῖς οὖν” ἔφη “ποιεῖσθε καὶ ταύτας, ὥσπερ τὰς ἐξόδους τε καὶ τὰς στρατείας;” “νὴ Δί’” εἶπε “καὶ γὰρ ἐνταῦθα κίνδυνος, εἰ ὁ δικάζων ἀπενεχθείη τοῦ εὐθέος.” εὖ λέγειν τῷ Ἀπολλωνίῳ ἔδοξε, καὶ ἤρετο αὐτὸν πάλιν, τίς εἴη, ἣν δικάσοι δίκην, “ὁρῶ γὰρ” εἶπεν “ἐφεστηκότα σε καὶ ἀποροῦντα, ὅπη ψηφίσαιο.” “ὁμολογῶ” ἔφη “ἀπορεῖν, ὅθεν ξύμβουλον ποιοῦμαί σε· ἀπέδοτο μὲν γάρ τις ἑτέρῳ γῆν, ἐν ᾗ θησαυρὸς ἀπέκειτό τις οὔπω δῆλος, χρόνῳ δὲ ὕστερον ἡ γῆ ῥαγεῖσα χρυσοῦ τινα ἀνέδειξε θήκην, ἥν φησι μὲν ἑαυτῷ προσήκειν μᾶλλον ὁ τὴν γῆν ἀποδόμενος, καὶ γὰρ οὐδ’ ἂν ἀποδόσθαι τὴν γῆν, εἰ προὔμαθεν, ὅτι βίον ἐπ’ αὐτῇ ἔχοι, ὁ πριάμενος δὲ αὐτὸς ἀξιοῖ πεπᾶσθαι, ἃ ἐν τῇ λοιπὸν ἑαυτοῦ γῇ εὗρε· καὶ δίκαιος μὲν ὁ ἀμφοῖν λόγος, εὐήθης δ’ ἂν ἐγὼ φαινοίμην, εἰ κελεύσαιμι ἄμφω νείμασθαι τὸ χρυσίον, τουτὶ γὰρ ἂν καὶ γραῦς διαιτῴη.” ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος “ὡς μὲν οὐ φιλοσόφω” ἔφη “τὼ ἄνδρε, δηλοῖ τὸ περὶ χρυσίου διαφέρεσθαι σφᾶς, ἄριστα δ’ ἄν μοι δικάσαι δόξεις ὧδε ἐνθυμηθείς, ὡς οἱ θεοὶ πρῶτον μὲν ἐπιμέλειαν ποιοῦνται τῶν ξὺν ἀρετῇ φιλοσοφούντων, δεύτερον δὲ τῶν ἀναμαρτήτων τε καὶ μηδὲν πώποτε ἀδικεῖν δοξάντων. διδόασι δὲ τοῖς μὲν φιλοσοφοῦσι διαγιγνώσκειν εὖ τὰ θεῖά τε καὶ τὰ ἀνθρώπεια, τοῖς δ’ ἄλλως χρηστοῖς βίον ἀποχρῶντα, ὡς μὴ χήτει ποτὲ τῶν ἀναγκαίων ἄδικοι γένωνται· δοκεῖ δή μοι, βασιλεῦ, καθάπερ ἐπὶ τρυτάνης ἀντικρῖναι τούτους καὶ τὸν ἀμφοῖν ἀναθεωρῆσαι βίον, οὐ γὰρ ἄν μοι δοκοῦσιν οἱ θεοὶ τὸν μὲν ἀφελέσθαι καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δ’ αὖ καὶ τὰ ὑπὸ τῇ γῇ δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.” ἀφίκοντο ἐς τὴν ὑστεραίαν δικασόμενοι ἄμφω, καὶ ὁ μὲν ἀποδόμενος ὑβριστής τε ἠλέγχετο καὶ θυσίας ἐκλελοιπώς, ἃς ἔδει τοῖς ἐν τῇ γῇ θεοῖς θύειν, ὁ δὲ ἐπιεικής τε ἐφαίνετο καὶ ὁσιώτατα θεραπεύων τοὺς θεούς. ἐκράτησεν οὖν ἡ τοῦ Ἀπολλωνίου γνώμη καὶ ἀπῆλθεν ὁ χρηστὸς ὡς παρὰ τῶν θεῶν ταῦτα ἔχων.

XL. Ἐπεὶ δὲ τὰ τῆς δίκης ὧδε ἔσχε, προσελθὼν ὁ Ἀπολλώνιος τῷ Ἰνδῷ “τήμερον” εἶπεν “ἡ τρίτη τῶν ἡμερῶν, ἐν αἷς ἐποιοῦ με, ὦ βασιλεῦ, ξένον, τῆς δ’ ἐπιούσης ἕω χρὴ ἐξελαύνειν ἑπόμενον τῷ νόμῳ.” ἀλλ’ οὐδὲ ὁ νόμος” εἶπεν “ἤδη διαλέγεταί σοι, καὶ γὰρ τῇ αὔριον μένειν ἔξεστιν, ἐπειδὴ μετὰ μεσημβρίαν ἀφίκου.” “χαίρω” ἔφη “τῷ ξενίῳ, καὶ γάρ μοι δοκεῖς καὶ σοφίζεσθαι τὸν νόμον δι’ ἐμέ.” “εἰ γὰρ καὶ λῦσαι αὐτὸν ἠδυνάμην” εἶπε “τό γε ὑπὲρ σοῦ. ἀλλ’ ἐκεῖνό μοι εἰπέ, Ἀπολλώνιε, αἱ κάμηλοι, ἐφ’ ὧν ὀχεῖσθαί σέ φασιν, οὐκ ἐκ Βαβυλῶνος ἄγουσιν ὑμᾶς;” “ἐκεῖθεν” ἔφη “δόντος γε αὐτὰς Οὐαρδάνου.” ἔτ’ οὖν ὑμᾶς ἀπάγειν δυνήσονται, τοσαῦτα ἤδη στάδια ἐκ Βαβυλῶνος ἥκουσαι;” ἐσιώπησε μὲν ὁ Ἀπολλώνιος, ὁ δὲ Δάμις “οὔπω συνίησιν,” ἔφη “ὦ βασιλεῦ, τῆς ἀποδημίας ὁ ἀνὴρ οὗτος, οὐδὲ τῶν ἐθνῶν, ἐν οἷς λοιπόν ἐσμεν, ἀλλ’ ὡς πανταχοῦ σέ τε καὶ Οὐαρδάνην ἕξων παιδιὰν ἡγεῖται τὸ ἐς Ἰνδοὺς παρελθεῖν. τό τοι τῶν καμήλων οὐ διομολογεῖται πρὸς σέ, ὃν ἔχει τρόπον· διάκεινται γὰρ οὕτω κακῶς, ὡς αὐταὶ μᾶλλον ὑφ’ ἡμῶν φέρεσθαι, καὶ δεῖ ἑτέρων. ἂν γὰρ ὀκλάσωσιν ἐν ἐρήμῳ που τῆς Ἰνδικῆς, ἡμεῖς μὲν” ἔφη “καθεδούμεθα τοὺς γῦπάς τε καὶ τοὺς λύκους ἀποσοβοῦντες τῶν καμήλων, ἡμῶν δὲ οὐδεὶς ἀποσοβήσει, προσαπολούμεθα γάρ.” ὑπολαβὼν οὖν ὁ βασιλεὺς “ἐγὼ” ἔφη “τοῦτο ἰάσομαι, ὑμῖν τε γὰρ ἑτέρας δώσω – τεττάρων, οἶμαι, δεῖσθε – καὶ ὁ σατράπης δὲ ὁ ἐπὶ τοῦ Ἰνδοῦ πέμψει ἐς Βαβυλῶνα ἑτέρας τέτταρας. ἔστι δέ μοι ἀγέλη καμήλων ἐπὶ τῷ Ἰνδῷ, λευκαὶ πᾶσαι.” “ἡγεμόνα δὲ” εἶπεν ὁ Δάμις “οὐκ ἄν, ὦ βασιλεῦ, δοίης;” “καὶ κάμηλόν γε” ἔφη “τῷ ἡγεμόνι δώσω καὶ ἐφόδια, ἐπιστελῶ δὲ καὶ Ἰάρχᾳ τῷ πρεσβυτάτῳ τῶν σοφῶν, ἵν’ Ἀπολλώνιον μὲν ὡς μηδὲν κακίω ἑαυτοῦ δέξηται, ὑμᾶς δὲ ὡς φιλοσόφους τε καὶ ὀπαδοὺς ἀνδρὸς θείου.” καὶ χρυσίον δὲ ἐδίδου ὁ Ἰνδὸς καὶ ψήφους καὶ ὀθόνας καὶ μυρία τοιαῦτα· ὁ δὲ Ἀπολλώνιος “χρυσίον μὲν” ἔφη “ἱκανὸν ἑαυτῷ εἶναι δόντος γε Οὐαρδάνου τῷ ἡγεμόνι ἀφανῶς αὐτό, τὰς δὲ ὀθόνας λαμβάνειν, ἐπειδὴ ἐοίκασι τρίβωνι τῶν ἀρχαίων τε καὶ πάνυ Ἀττικῶν. μίαν δέ τινα τῶν ψήφων ἀνελόμενος “ὦ βελτίστη” εἶπεν “ὡς ἐς καιρόν σε καὶ οὐκ ἀθεεὶ εὕρηκα” ἰσχύν, οἶμαί, τινα ἐν αὐτῇ καθεωρακὼς ἀπόῤῥητόν τε καὶ θείαν. οἱ δὲ ἀμφὶ τὸν Δάμιν χρυσίον μὲν οὐδ’ αὐτοὶ προσίεντο, τῶν ψήφων δὲ ἱκανῶς ἐδράττοντο, ὡς θεοῖς ἀναθήσοντες, ὅτε ἐπανέλθοιεν ἐς τὰ ἑαυτῶν ἤθη.

XLI. Καταμείνασι δὲ αὐτοῖς καὶ τὴν ἐπιοῦσαν, οὐ γὰρ μεθίετο σφῶν ὁ Ἰνδός, δίδωσι τὴν πρὸς τὸν Ἰάρχαν ἐπιστολὴν γεγραμμένην ὧδε·

                    ”Βασιλεὺς Φραώτης Ἰάρχᾳ διδασκάλῳ καὶ τοῖς περὶ αὐτὸν

                    χαίρειν.

Ἀπολλώνιος ἀνὴρ σοφώτατος σοφωτέρους ὑμᾶς ἑαυτοῦ ἡγεῖται καὶ μαθησόμενος ἥκει τὰ ὑμέτερα. πέμπετε οὖν αὐτὸν εἰδότα ὁπόσα ἴστε· ὡς ἀπολεῖται οὐδὲν τῶν μαθημάτων ὑμῖν, καὶ γὰρ λέγει ἄριστα ἀνθρώπων καὶ μέμνηται. ἰδέτω δὲ καὶ τὸν θρόνον, ἐφ’ οὗ καθίσαντί μοι τὴν βασιλείαν ἔδωκας, Ἰάρχα πάτερ. καὶ οἱ ἑπόμενοι δὲ αὐτῷ ἄξιοι ἐπαίνου, ὅτι τοιοῦδε ἀνδρὸς ἥττηνται. εὐτύχει καὶ εὐτυχεῖτε.”

XLII. Ἐξελάσαντες δὲ τῶν Ταξίλων καὶ δύο ἡμερῶν ὁδὸν διελθόντες ἀφίκοντο ἐς τὸ πεδίον, ἐν ᾧ λέγεται πρὸς Ἀλέξανδρον ἀγωνίσασθαι Πῶρος, καὶ πύλας ἐν αὐτῷ ἰδεῖν φασι ξυγκλειούσας οὐδέν, ἀλλὰ τροπαίων ἕνεκα ᾠκοδομημένας. ἀνακεῖσθαι γὰρ ἐπ’ αὐτῶν τὸν Ἀλέξανδρον ἐφεστηκότα τετραῤῥύμοις ἅρμασιν, οἷος ἐπὶ τοῖς Δαρείου σατράπαις ἐν Ἰσσοῖς ἕστηκε. διαλείπουσαι δ’ οὐ πολὺ ἀλλήλων δύο ἐξῳκοδομῆσθαι λέγονται πύλαι, καὶ φέρειν ἡ μὲν Πῶρον, ἡ δὲ Ἀλέξανδρον, ξυμβεβηκότε, οἶμαι, μετὰ τὴν μάχην, ὁ μὲν γὰρ ἀσπαζομένῳ ἔοικεν, ὁ δὲ προσκυνοῦντι.

XLIII. Ποταμὸν δὲ Ὑδραώτην ὑπερβάντες καὶ πλείω ἔθνη ἀμείψαντες ἐγένοντο πρὸς τῷ Ὑφάσιδι, στάδια δὲ ἀπέχοντες τούτου τριάκοντα βωμοῖς τε ἐνέτυχον, οἷς ἐπεγέγραπτο ΠΑΤΡΙ ΑΜΜΩΝΙ ΚΑΙ ΗΡΑΚΛΕΙ ΑΔΕΛΦΩΙ ΚΑΙ ΑΘΗΝΑΙ ΠΡΟΝΟΙΑΙ ΚΑΙ ΔΙΙ ΟΛΥΜΠΙΩΙ ΚΑΙ ΣΑΜΟΘΡΑΙΞΙ ΚΑΒΕΙΡΟΙΣ ΚΑΙ ΙΝΔΩΙ ΗΛΙΩΙ ΚΑΙ ΔΕΛΦΩΙ ΑΠΟΛΛΩΝΙ, φασὶ δὲ καὶ στήλην ἀνακεῖσθαι χαλκῆν, ᾗ ἐπιγεγράφθαι ΑΛΕΞΑΝΔΡΟΣ ΕΝΤΑΥΘΑ ΕΣΤΗ. τοὺς μὲν δὴ βωμοὺς Ἀλεξάνδρου ἡγώμεθα τὸ τῆς ἑαυτοῦ ἀρχῆς τέρμα τιμῶντος, τὴν δὲ στήλην τοὺς μετὰ τὸν Ὕφασιν Ἰνδοὺς ἀναθεῖναι δοκῶ μοι λαμπρυνομένους ἐπὶ τῷ Ἀλέξανδρον μὴ προελθεῖν πρόσω.

 

III

I. Περὶ δὲ τοῦ Ὑφάσιδος καὶ ὁπόσος τὴν Ἰνδικὴν διαστείχει καὶ ὅ τι περὶ αὐτὸν θαῦμα, τάδε χρὴ γιγνώσκειν· αἱ πηγαὶ τοῦ ποταμοῦ τούτου βλύζουσι μὲν ἐκ πεδίου ναυσίποροι αὐτόθεν, προϊοῦσαι δὲ καὶ ναυσὶν ἤδη ἄποροί εἰσιν. ἀκρωνυχίαι γὰρ πετρῶν παραλλὰξ ὑπανίσχουσι τοῦ ὕδατος, περὶ ἃς ἀνάγκη τὸ ῥεῦμα ἑλίττεσθαι καὶ ποιεῖν τὸν ποταμὸν ἄπλουν. εὖρος δὲ αὐτῷ κατὰ τὸν Ἴστρον, ποταμῶν δὲ οὗτος δοκεῖ μέγιστος, ὁπόσοι δι’ Εὐρώπης ῥέουσι. δένδρα δέ οἱ προσόμοια φύει παρὰ τὰς ὄχθας, καί τι καὶ μύρον ἐκδίδοται τῶν δένδρων, ὃ ποιοῦνται Ἰνδοὶ γαμικὸν χρίσμα, καὶ εἰ μὴ τῷ μύρῳ τούτῳ ῥάνωσι τοὺς νυμφίους οἱ ξυνιόντες ἐς τὸν γάμον, ἀτελὴς δοκεῖ καὶ οὐκ ἐς χάριν τῇ Ἀφροδίτῃ ξυναρμοσθείς. ἀνεῖσθαι δὲ τῇ θεῷ ταύτῃ λέγουσιν αὐτό τε τὸ περὶ τῷ ποταμῷ νέμος καὶ τοὺς ἰχθῦς τοὺς ταώς, οὓς οὗτος μόνος ποταμῶν τρέφει, πεποίηνται δὲ αὐτοὺς ὁμωνύμους τοῦ ὄρνιθος, ἐπεὶ κυάνεοι μὲν αὐτοῖς οἱ λόφοι, στικταὶ δὲ αἱ φολίδες, χρυσᾶ δὲ τὰ οὐραῖα καί, ὁπότε βούλοιντο, ἀνακλώμενα. ἔστι δέ τι θηρίον ἐν τῷ ποταμῷ τούτῳ σκώληκι εἰκασμένον λευκῷ. τοῦτο οἱ τήκοντες ἔλαιον ποιοῦνται, πῦρ δὲ ἄρα τοῦ ἐλαίου τούτου ἐκδίδοται καὶ στέγει αὐτὸ πλὴν ὑελοῦ οὐδέν. ἁλίσκεται δὲ τῷ βασιλεῖ μόνῳ τὸ θηρίον τοῦτο πρὸς τειχῶν ἅλωσιν. ἐπειδὰν γὰρ θίγῃ τῶν ἐπάλξεων ἡ πιμελή, πῦρ ἐκκαλεῖται κρεῖττον σβεστηρίων, ὁπόσα ἀνθρώποις πρὸς τὰ πυρφόρα εὕρηται.   II. καὶ τοὺς ὄνους δὲ τοὺς ἀγρίους ἐν τοῖς ἕλεσι τούτοις ἁλίσκεσθαί φασιν, εἶναι δὲ τοῖς θηρίοις τούτοις ἐπὶ μετώπου κέρας, ᾧ ταυρηδόν τε καὶ οὐκ ἀγεννῶς μάχονται, καὶ ἀποφαίνειν τοὺς Ἰνδοὺς ἔκπωμα τὸ κέρας τοῦτο, οὐ γὰρ οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπ’ αὐτοῦ πιὼν οὔτε ἂν τρωθεὶς ἀλγῆσαι πυρός τε διεξελθεῖν ἂν καὶ μηδ’ ἂν φαρμάκοις ἁλῶναι ὁπόσα ἐπὶ κακῷ πίνεται, βασιλέων δὲ τὸ ἔκπωμα εἶναι καὶ βασιλεῖ μόνῳ ἀνεῖσθαι τὴν θήραν. Ἀπολλώνιος δὲ τὸ μὲν θηρίον ἑωρακέναι φησὶ καὶ ἄγασθαι αὐτὸ τῆς φύσεως, ἐρομένου δὲ αὐτὸν τοῦ Δάμιδος, εἰ τὸν λόγον τὸν περὶ τοῦ ἐκπώματος προσδέχοιτο, “προσδέξομαι” εἶπεν “ἢν ἀθάνατον μάθω τὸν βασιλέα τῶν δεῦρο Ἰνδῶν ὄντα, τὸν γὰρ ἐμοί τε καὶ τῷ δεῖνι ὀρέγοντα πῶμα ἄνοσόν τε καὶ οὕτως ὑγιὲς πῶς οὐχὶ μᾶλλον εἰκὸς αὐτὸν ἐπεγχεῖν ἑαυτῷ τούτου καὶ ὁσημέραι πίνειν ἀπὸ τοῦ κέρατος τούτου μέχρι κραιπάλης; οὐ γὰρ διαβαλεῖ τις, οἶμαι, (τὸ) τούτῳ μεθύειν.”

III. Ἐνταῦθα καὶ γυναίῳ φασὶν ἐντετυχηκέναι τὰ μὲν ἐκ κεφαλῆς ἐς μαζοὺς μέλανι, τὰ δὲ ἐκ μαζῶν ἐς πόδας λευκῷ πάντα, καὶ αὐτοὶ μὲν ὡς δεῖμα φυγεῖν, τὸν δὲ Ἀπολλώνιον ξυνάψαι τε τῷ γυναίῳ τὴν χεῖρα καὶ ξυνεῖναι ὅ τι εἴη· ἱεροῦται δὲ ἄρα τῇ Ἀφροδίτῃ Ἰνδὴ τοιαύτη, καὶ τίκτεται τῇ θεῷ γυνὴ ποικίλη, καθάπερ ὁ Ἆπις Αἰγυπτίοις.

IV. Ἐντεῦθέν φασιν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν Ἐρυθρὰν θάλασσαν, εἶναι δὲ αὐτὸ ξυνηρεφὲς ἴδαις ἀρωμάτων. τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ κιννάμωμον φέρειν, προσεοικέναι δὲ αὐτὸ νέοις κλήμασι, βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι· κινναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυζήσεται πρὸς τὴν χεῖρα, καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸ ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. ἐν δὲ τοῖς κρημνοῖς τοῦ ὄρους λίβανοί τε ὑψηλοὶ πεφύκασι καὶ πολλὰ εἴδη ἕτερα καὶ τὰ δένδρα αἱ πεπερίδες, ὧν γεωργοὶ πίθηκοι, καὶ οὐδὲ ᾧ εἴκασται τοῦτο, παρεῖταί σφισιν, ὃν δὲ εἴρηται τρόπον, ἐγὼ δηλώσω· τὸ δένδρον ἡ πεπερὶς εἴκασται μὲν τῷ παρ’ Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆμος ἐν μυχοῖς τοῦ ὄρους καὶ ὅ τι αὐτοῦ κοῖλον, οὓς πολλοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι ἀποτρυγῶσι, τοὺς λέοντας ἀπ’ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. ἐπιτίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου, τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα, γεγηρακὼς δὲ ὑπὲρ σίτου, τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πιθήκους λαφύσσουσιν ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ ῥώμῃ. οὐ μὴν οἱ ἄνθρωποι περιορῶσιν, ἀλλ’ εὐεργέτας ἡγούμενοι τὰ θηρία ταῦτα πρὸς τοὺς λέοντας ὑπὲρ αὐτῶν αἰχμὴν αἴρονται. τὰ γὰρ πραττόμενα περὶ τὰς πεπερίδας ὧδε ἔχει· προσελθόντες οἱ Ἰνδοὶ τοῖς κάτω δένδρεσι τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται μικρὰς περὶ τὰ δένδρα καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμφοροῦσιν οἷον ῥιπτοῦντες, ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις, οἱ δὲ ἄνωθεν καὶ ἐκ τῶν ἀβάτων ἀφεωρακότες ταῦτα, νυκτὸς γενομένης ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες ῥιπτοῦσι φέροντες ἐς τὰς ἅλως, οἱ Ἰνδοὶ δὲ ἅμα ἡμέρᾳ σωροὺς ἀναιροῦνται τοῦ ἀρώματος οὐδὲ πονήσαντες οὐδέν, ἀλλὰ ῥᾴθυμοί τε καὶ καθεύδοντες.

V. Ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον ἰδεῖν φασι λεῖον κατατετμημένον ἐς τάφρους πλήρεις ὕδατος. εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθάς, διηγμένας ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου τῆς τε χώρας ὅρια οὔσας τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε ἡ γῆ διψῴη. τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδικῆς εἶναι καὶ μεγίστην τῶν ἐκεῖ λήξεων, πεντεκαίδεκα ἡμερῶν ὁδοῦ μῆκος ἐπὶ τὸν Γάγγην, ὀκτωκαίδεκα δὲ ἀπὸ θαλάσσης ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ᾧ ξυμπαρατείνει. πεδιὰς πᾶσα ἡ χώρα μέλαινά τε καὶ πάντων εὔφορος. ἰδεῖν μὲν γὰρ ἐν αὐτῇ στάχυας ἀνεστῶτας, ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τριπλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος σήσαμόν τε καὶ κέγχρον ὑπερφυᾶ πάντα. ἐνταῦθα καὶ τὰ κάρυα φύεσθαί φασιν, ὧν πολλὰ πρὸς ἱεροῖς ἀνακεῖσθαι τοῖς δεῦρο θαύματος ἕνεκα. τὰς δὲ ἀμπέλους φύεσθαι μὲν μικράς, καθάπερ αἱ Λυδῶν τε καὶ Μαιόνων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ τῷ ἀποτρυγᾶν. ἐνταῦθα καὶ δένδρῳ φασὶν ἐντετυχηκέναι προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥόᾳ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κάλυκι κυάνεον μέν, ὥσπερ τῶν ὑακίνθων αἱ κάλυκες, πάντων δὲ ἥδιστον, ὁπόσα ἐξ ὡρῶν ἥκει.

VI. Καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περιτυχεῖν φασι, περὶ ἧς ἀνάγκη λέξαι· καὶ γὰρ σφόδρα εὔηθες ὑπὲρ μὲν τοῦ λαγὼ καὶ ὅπως ἁλίσκεται καὶ ἁλώσεται, πολλὰ εἰρῆσθαι τοῖς ἐς φροντίδα βαλλομένοις ταῦτα, ἡμᾶς δὲ παρελθεῖν λόγον γενναίας τε καὶ δαιμονίου θήρας μηδὲ τῷ ἀνδρὶ παραλειφθέντα, ἐς ὃν ταῦτα ἔγραψα δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι κατέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλ’ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. καὶ σοφώτερον ἧπται τοῦ λόγου περὶ αὐτῶν Ὅμηρος ἢ οἱ πολλοὶ ποιηταί, τὸν γὰρ δράκοντα τὸν ἐν Αὐλίδι τὸν πρὸς τῇ πηγῇ οἰκοῦντα περὶ νῶτα δαφοινὸν εἴρηκεν, οἱ δὲ ἄλλοι ποιηταὶ τὸν ὁμοήθη τούτῳ τὸν ἐν τῷ τῆς Νεμέας ἄλσει φασὶ καὶ λοφιὰν ἔχειν, ὅπερ οὐκ ἂν περὶ τοὺς ἑλείους εὕροιμεν.   VII. οἱ δὲ ὑπὸ τὰς ὑπωρείας τε καὶ τοὺς λόφους ἵενται μὲν ἐς τὰ πεδία ἐπὶ θήρᾳ, πλεονεκτοῦσι δὲ τῶν ἑλείων πάντα, καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι καὶ ταχύτεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται καὶ διαφεύγει αὐτοὺς οὐδέν· τούτοις καὶ λοφιὰ φύεται νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, τελειουμένοις δὲ συναυξανομένη τε καὶ συνανιοῦσα ἐς πολύ, ὅτε δὴ πυρσοί τε καὶ πριόνωτοι γίγνονται. οὗτοι καὶ γενειάσκουσι καὶ τὸν αὐχένα ὑψοῦ αἴρουσι καὶ τὴν φολίδα στίλβουσι δίκην ἀργύρου, αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος, ἰσχὺν δ’ αὐτῶν ἀμήχανον εἶναί φασιν ἐς πολλὰ τῶν ἀποθέτων. γίγνεται δὲ τοῖς θηρῶσιν ὁ πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων τινὰ ἐπισπάσηται, τουτὶ γὰρ ἀπόλλυσιν ἄμφω τὰ θηρία. καὶ κέρδος τοῖς ἑλοῦσι δράκοντας ὀφθαλμοί τε γίγνονται καὶ δορὰ καὶ ὀδόντες. εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ τῶν μεγάλων ἰχθύων.   VIII. οἱ δὲ ὄρειοι δράκοντες τὴν μὲν φολίδα χρυσοῖ φαίνονται, τὸ δὲ μῆκος ὑπὲρ τοὺς πεδινούς, γένεια δὲ αὐτοῖς βοστρυχώδη, χρυσᾶ κἀκεῖνα, καὶ κατωφρύωνται μᾶλλον ἢ οἱ πεδινοὶ ὄμμα τε ὑποκάθηται τῇ ὀφρύι δεινὸν καὶ ἀναιδὲς δεδορκός, ὑπόχαλκόν τε ἠχὼ φέρουσιν, ἐπειδὰν τῇ γῇ ὑποκυμαίνωσιν, ἀπὸ δὲ τῶν λόφων πυρσῶν ὄντων πῦρ αὐτοῖς ἄττει λαμπαδίου πλέον. οὗτοι καὶ τοὺς ἐλέφαντας αἱροῦσιν, αὐτοὶ δὲ ὑπὸ τῶν Ἰνδῶν οὕτως ἁλίσκονται· κοκκοβαφεῖ πέπλῳ χρυσᾶ ἐνείραντες γράμματα τίθενται πρὸ τῆς χειᾶς ὕπνον ἐγγοητεύσαντες τοῖς γράμμασιν, ὑφ’ οὗ νικᾶται τοὺς ὀφθαλμοὺς ὁ δράκων ἀτρέπτους ὄντας, καὶ πολλὰ τῆς ἀποῤῥήτου σοφίας ἐπ’ αὐτὸν ᾄδουσιν, οἷς ἄγεταί τε καὶ τὸν αὐχένα ὑπερβαλὼν τῆς χειᾶς ἐπικαθεύδει τοῖς γράμμασι· προσπεσόντες οὖν οἱ Ἰνδοὶ κειμένῳ πελέκεις ἐναράττουσι, καὶ τὴν κεφαλὴν ἀποτεμόντες λῄζονται τὰς ἐν αὐτῇ λίθους. ἀποκεῖσθαι δέ φασιν ἐν ταῖς τῶν ὀρείων δρακόντων κεφαλαῖς λίθους τὸ μὲν εἶδος ἀνθηρὰς καὶ πάντα ἀπαυγαζούσας χρώματα, τὴν δὲ ἰσχὺν ἀῤῥήτους κατὰ τὸν δακτύλιον, ὃν γενέσθαι φασὶ τῷ Γύγῃ. πολλάκις δὲ καὶ τὸν Ἰνδὸν αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ συλλαβὼν ἐς τὴν αὑτοῦ χειὰν φέρων ᾤχετο μονονοὺ σείων τὸ ὄρος. οὗτοι καὶ τὰ ὄρη τὰ περὶ τὴν Ἐρυθρὰν οἰκεῖν λέγονται, σύριγμα δὲ δεινόν φασιν ἀκούεσθαι τούτων καὶ κατιόντας αὐτοὺς ἐπὶ τὴν θάλατταν πλεῖν ἐπὶ πολὺ τοῦ πελάγους. περὶ δὲ ἐτῶν μήκους τοῦ θηρίου τούτου γνῶναί τε ἄπορον καὶ εἰπεῖν ἄπιστον. τοσαῦτα περὶ δρακόντων οἶδα.

IX. Τὴν δὲ πόλιν τὴν ὑπὸ τῷ ὄρει μεγίστην οὖσαν φασὶ μὲν καλεῖσθαι Πάρακα, δρακόντων δὲ ἀνακεῖσθαι κεφαλὰς ἐν μέσῃ πλείστας γυμναζομένων τῶν ἐν ἐκείνῃ Ἰνδῶν τὴν θήραν ταύτην ἐκ νέων. λέγονται δὲ καὶ ζῴων ξυνιέναι φθεγγομένων τε καὶ βουλευομένων σιτούμενοι δράκοντος οἱ μὲν καρδίαν, οἱ δὲ ἧπαρ. προϊόντες δὲ αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νομέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βουκολεῖσθαι λευκάς, ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας εὐτραφὲς ἡγούμενοι τὸ ἀπ’ αὐτῶν γάλα.

X. Ἐντεῦθεν ἡμερῶν τεττάρων ὁδὸν πορευόμενοι δι’ εὐδαίμονος καὶ ἐνεργοῦ τῆς χώρας προσελθεῖν φασι τῇ τῶν σοφῶν τύρσει. τὸν δὲ ἡγεμόνα κελεύσαντα συνοκλάσαι τὴν κάμηλον ἀποπηδῆσαι αὐτῆς περιδεᾶ καὶ ἱδρῶτος πλέων. τὸν δὲ Ἀπολλώνιον ξυνεῖναι μὲν οὗ ἥκοι, γελάσαντα δὲ ἐπὶ τῷ τοῦ Ἰνδοῦ δέει “δοκεῖ μοι” φάναι “οὗτος, εἰ καὶ κατέπλευσεν ἐς λιμένα μακρόν τι ἀναμετρήσας πέλαγος, ἀχθεσθῆναι ἂν τῇ γῇ καὶ δεῖσαι τὸ ἐν ὅρμῳ εἶναι.” καὶ ἅμα εἰπὼν ταῦτα προσέταξε τῇ καμήλῳ συνιζῆσαι, καὶ γὰρ δὴ καὶ ἐθὰς λοιπὸν ἦν τῶν τοιούτων, περίφοβον δὲ ἄρα ἐποίει τὸν ἡγεμόνα τὸ πλησίον τῶν σοφῶν ἥκειν, Ἰνδοὶ γὰρ δεδίασι τούτους μᾶλλον ἢ τὸν σφῶν αὐτῶν βασιλέα, ὅτι καὶ βασιλεὺς αὐτός, ὑφ’ ᾧ ἐστιν ἡ χώρα, περὶ πάντων, ἃ λεκτέα τε αὐτῷ καὶ πρακτέα, ἐρωτᾷ τούσδε τοὺς ἄνδρας, ὥσπερ οἱ ἐς θεοῦ πέμποντες, οἱ δὲ σημαίνουσι μέν, ὅ τι λῷον, αὐτῷ πράττειν, ὅ τι δὲ μὴ λῷον, ἀπαγορεύουσί τε καὶ ἀποσημαίνουσι.

XI. Καταλύσειν δὲ μέλλοντες ἐν τῇ κώμῃ τῇ πλησίον – ἀπέχει δὲ τοῦ ὄχθου τῶν σοφῶν οὔπω στάδιον – ἰδεῖν φασι νεανίαν δρόμῳ ἥκοντα μελάντατον Ἰνδῶν πάντων, ὑποστίλβειν δὲ αὐτῷ μηνοειδῶς τὸ μεσόφρυον. τουτὶ δὲ ἀκούω χρόνοις ὕστερον καὶ περὶ Μένωνα τὸν Ἡρώδου τοῦ σοφιστοῦ τρόφιμον, ἀπ’ Αἰθιόπων δὲ ἦν, ἐν μειρακίῳ δόξαι, προϊόντος δὲ ἐς ἄνδρας ἐκλιπεῖν τὴν αὐγὴν ταύτην καὶ συναφανισθῆναι τῇ ὥρᾳ, τὸν δὲ Ἰνδὸν χρυσῆν μὲν φέρειν φασὶν ἄγκυραν, ἣν νομίζουσιν Ἰνδοὶ κηρύκειον ἐπὶ τῷ πάντα ἴσχειν.   XII. προσδραμόντα δὲ τῷ Ἀπολλωνίῳ φωνῇ Ἑλλάδι προσειπεῖν αὐτόν, καὶ τοῦτο μὲν οὔπω θαυμαστὸν δόξαι διὰ τὸ καὶ τοὺς ἐν τῇ κώμῃ πάντας ἀπὸ Ἑλλήνων φθέγγεσθαι, τὸ δὲ “ὁ δεῖνα χαῖρε” τοῖς μὲν ἄλλοις παρασχεῖν ἔκπληξιν, τῷ δὲ ἀνδρὶ θάρσος ὑπὲρ ὧν ἀφῖκτο, βλέψας γὰρ ἐς τὸν Δάμιν, “παρὰ ἄνδρας” ἔφη “σοφοὺς ἀτεχνῶς ἥκομεν, ἐοίκασι γὰρ προγιγνώσκειν.” καὶ ἅμα ἤρετο τὸν Ἰνδόν, ὅ τι χρὴ πράττειν, ποθῶν ἤδη τὴν ξυνουσίαν, ὁ δὲ Ἰνδὸς “τούτους μὲν” ἔφη “καταλύειν χρὴ ἐνταῦθα, σὲ δὲ ἥκειν ὡς ἔχεις, κελεύουσι γὰρ αὐτοί.”   XIII. τὸ μὲν δὴ αὐτοὶ Πυθαγόρειον ἤδη τῷ Ἀπολλωνίῳ ἐφάνη καὶ ἠκολούθει χαίρων.

Τὸν δὲ ὄχθον, ἐφ’ οὗ οἱ σοφοὶ ἀνῳκισμένοι εἰσίν, ὕψος μὲν εἶναι κατὰ τὴν Ἀθηναίων φασὶν ἀκρόπολιν, ἀνίστασθαι δὲ ἐκ πεδίου ἄνω, εὐφυᾶ δὲ ὁμοίως πέτραν ὀχυροῦν αὐτὸν κύκλῳ περιήκουσαν, ἧς πολλαχοῦ δίχηλα ὁρᾶσθαι ἴχνη καὶ γενειάδων τύπους καὶ προσώπων καί που καὶ νῶτα ἰδεῖν ἀπωλισθηκόσιν ὅμοια, τὸν γὰρ Διόνυσον, ὅτε ξὺν Ἡρακλεῖ ἀπεπειρᾶτο τοῦ χωρίου, προσβαλεῖν μὲν αὐτῷ φασι κελεῦσαι τοὺς Πᾶνας, ὡς πρὸς τὸν σεισμὸν ἱκανούς, ἐμβροντηθέντας δὲ αὐτοὺς ὑπὸ τῶν σοφῶν πεσεῖν ἄλλον ἄλλως, καὶ τὰς πέτρας οἷον ἐντυπωθῆναι τὰ τῆς διαμαρτίας σχήματα. περὶ δὲ τῷ ὄχθῳ νεφέλην ἰδεῖν φασιν, ἐν ᾗ τοὺς Ἰνδοὺς οἰκεῖν φανερούς τε καὶ ἀφανεῖς καὶ ὅ τι βούλονται. πύλας δὲ εἰ μὲν καὶ ἄλλας εἶναι τῷ ὄχθῳ, οὐκ εἰδέναι. τὸ γὰρ περὶ αὐτὸν νέφος οὔτε ἀκλείστῳ ξυγχωρεῖν οὔτ’ αὖ ξυγκεκλεισμένῳ φαίνεσθαι.   XIV. αὐτὸς δὲ ἀναβῆναι μὲν κατὰ τὸ νότιον μάλιστα τοῦ ὄχθου τῷ Ἰνδῷ ἑπόμενος, ἰδεῖν δὲ πρῶτον μὲν φρέαρ ὀργυιῶν τεττάρων, οὗ τὴν αὐγὴν ἐπὶ τὸ στόμιον ἀναπέμπεσθαι κυανωτάτην οὖσαν καὶ ὁπότε ἡ μεσημβρία τοῦ ἡλίου σταίη περὶ αὐτό, ἀνιμᾶσθαι τὴν αὐγὴν ἀπὸ τῆς ἀκτῖνος καὶ χωρεῖν ἄνω παρεχομένην εἶδος θερμῆς ἴριδος. μαθεῖν δὲ ὕστερον περὶ τοῦ φρέατος, ὡς σανδαρακίνη μὲν εἴη ἡ ὑπ’ αὐτῷ γῆ, ἀπόῤῥητον δὲ τὸ ὕδωρ ἡγοῖντο καὶ οὔτε πίνοι τις αὐτὸ οὔτε ἀνασπῴη, ὅρκιον δὲ νομίζοιτο τῇ πέριξ Ἰνδικῇ πάσῃ. πλησίον δὲ τούτου κρατῆρα εἶναι πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολυβδώδη, καπνὸν δὲ οὐδένα ἀπ’ αὐτῆς ᾄττειν, οὐδὲ ὀσμὴν οὐδεμίαν, οὐδὲ ὑπερχυθῆναί ποτε ὁ κρατὴρ οὗτος, ἀλλ’ ἀναδίδοσθαι τοσοῦτος, ὡς μὴ ὑπερβλύσαι τοῦ βόθρου. ἐνταῦθα Ἰνδοὶ καθαίρονται τῶν ἀκουσίων, ὅθεν οἱ σοφοὶ τὸ μὲν φρέαρ ἐλέγχου καλοῦσι, τὸ δὲ πῦρ ξυγγνώμης. καὶ διττὼ ἑωρακέναι φασὶ πίθω λίθου μέλανος ὄμβρων τε καὶ ἀνέμων ὄντε. ὁ μὲν δὴ τῶν ὄμβρων, εἰ αὐχμῷ ἡ Ἰνδικὴ πιέζοιτο, ἀνοιχθεὶς νεφέλας ἀναπέμπει καὶ ὑγραίνει τὴν γῆν πᾶσαν, εἰ δὲ ὄμβροι πλεονεκτοῖεν, ἴσχει αὐτοὺς ξυγκλειόμενος, ὁ δὲ τῶν ἀνέμων πίθος ταὐτόν, οἶμαι, τῷ τοῦ Αἰόλου ἀσκῷ πράττει, παρανοιγνύντες γὰρ τὸν πίθον ἕνα τῶν ἀνέμων ἀνιᾶσιν ἐμπνεῖν ὥρᾳ κἀντεῦθεν ἡ γῆ ἔῤῥωται. θεῶν δὲ ἀγάλμασιν ἐντυχεῖν φασιν, εἰ μὲν Ἰνδοῖς ἢ Αἰγυπτίοις, θαῦμα οὐδέν, τὰ δέ γε ἀρχαιότατα τῶν παρ’ Ἕλλησι τό τε τῆς Ἀθηνᾶς τῆς Πολιάδος. καὶ τὸ τοῦ Ἀπόλλωνος τοῦ Δηλίου καὶ τὸ τοῦ Διονύσου τοῦ Λιμναίου καὶ τὸ τοῦ Ἀμυκλαίου καὶ ὁπόσα ὧδε ἀρχαῖα, ταῦτα ἱδρύεσθαί τε τοὺς Ἰνδοὺς τούτους καὶ νομίζειν Ἑλληνικοῖς ἤθεσι, φασὶ δ’ οἰκεῖν τὰ μέσα τῆς Ἰνδικῆς. καὶ τὸν ὄχθον ὀμφαλὸν ποιοῦνται τοῦ λόφου τούτου, πῦρ τε ἐπ’ αὐτοῦ ὀργιάζουσιν, ὅ φασιν ἐκ τῶν τοῦ ἡλίου ἀκτίνων αὐτοὶ ἕλκειν· τούτῳ καὶ τὸν ὕμνον ἡμέραν ἅπασαν ἐς μεσημβρίαν ᾄδουσιν.

XV. Ὁποῖοι μὲν δὴ καὶ οἱ ἄνδρες καὶ ὅπως οἰκοῦντες τὸν ὄχθον, αὐτὸς ὁ ἀνὴρ δίεισιν· ἐν μιᾷ γὰρ τῶν πρὸς Αἰγυπτίους ὁμιλιῶν “εἶδον” φησὶν “Ἰνδοὺς Βραχμᾶνας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ’ αὐτῆς, καὶ ἀτειχίστως τετειχισμένους, καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων” ταυτὶ δὲ ἐκεῖνος μὲν σοφώτερον ἔγραψεν, ὁ δέ γε Δάμις φησὶ χαμευνίᾳ μὲν αὐτοὺς χρῆσθαι, τὴν γῆν δὲ ὑποστρωννύναι πόας, ἃς ἂν αὐτοὶ αἱρῶνται, καὶ μετεωροποροῦντας δὴ ἰδεῖν ἀπὸ τῆς γῆς ἐς πήχεις δύο, οὐ θαυματοποιίας ἕνεκα, τὸ γὰρ φιλότιμον τοῦτο παραιτεῖσθαι τοὺς ἄνδρας, ἀλλ’ ὁπόσα τῷ Ἡλίῳ ξυναποβαίνοντες τῆς γῆς δρῶσιν, ὡς πρόσφορα τῷ θεῷ πράττοντας. τό τοι πῦρ, ὃ ἀπὸ τῆς ἀκτῖνος ἐπισπῶνται καίτοι σωματοειδὲς ὂν οὔτε ἐπὶ βωμοῦ καίειν αὐτοὺς οὔτε ἐν ἰπνοῖς φυλάττειν, ἀλλ’ ὥσπερ τὰς αὐγάς, αἳ ἐξ ἡλίου τε ἀνακλῶνται καὶ ὕδατος, οὕτω μετέωρόν τε ὁρᾶσθαι αὐτὸ καὶ σαλεῦον ἐν τῷ αἰθέρι. τὸν μὲν οὖν δὴ Ἥλιον ὑπὲρ τῶν ὡρῶν, ἃς ἐπιτροπεύει αὐτός, ἵν’ ἐς καιρὸν τῇ γῇ ἴωσι καὶ ἡ Ἰνδικὴ εὖ πράττῃ, νύκτωρ δὲ λιπαροῦσι τὴν ἀκτῖνα μὴ ἄχθεσθαι τῇ νυκτί, μένειν δέ, ὡς ὑπ’ αὐτῶν ἤχθη. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ “ἐν τῇ γῇ τε εἶναι τοὺς Βραχμᾶνας καὶ οὐκ ἐν τῇ γῇ”. τὸ δὲ “ἀτειχίστως τετειχισμένους” δηλοῖ τὸν ἀέρα, ὑφ’ ᾧ ζῶσιν, ὑπαίθριοι γὰρ δοκοῦντες αὐλίζεσθαι σκιάν τε ὑπεραίρουσιν αὑτῶν καὶ ὕοντος οὐ ψεκάζονται καὶ ὑπὸ τῷ ἡλίῳ εἰσίν, ἐπειδὰν αὐτοὶ βούλωνται. τὸ δὲ “μηδὲν κεκτημένους τὰ πάντων ἔχειν” ὧδε ὁ Δάμις ἐξηγεῖται· πηγαί, ὁπόσαι τοῖς βάκχοις παρὰ τῆς γῆς ἀναθρώσκουσιν, ἐπειδὰν ὁ Διόνυσος αὐτούς τε καὶ τὴν γῆν σείσῃ, φοιτῶσι καὶ τοῖς Ἰνδοῖς τούτοις ἑστιωμένοις τε καὶ ἑστιῶσιν· εἰκότως οὖν ὁ Ἀπολλώνιος τοὺς μηδὲν μὲν ἐκ παρασκευῆς, αὐτοσχεδίως δέ, ἃ βούλονται, ποριζομένους, ἔχειν φησίν, ἃ μὴ ἔχουσιν. κομᾶν δὲ ἐπιτηδεύουσιν, ὥσπερ Λακεδαιμόνιοι πάλαι καὶ Θούριοι Ταραντῖνοί τε καὶ Μήλιοι καὶ ὁπόσοις τὰ Λακωνικὰ ἦν ἐν λόγῳ, μίτραν τε ἀναδοῦνται λευκήν, καὶ γυμνὸν αὐτοῖς βάδισμα καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλησίως ταῖς ἐξωμίσιν. ἡ δὲ ὕλη τῆς ἐσθῆτος ἔριον αὐτοφυὲς ἡ γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δὲ τίκτει, ἡ δὲ πιμελὴ οἷα ἔλαιον ἀπ’ αὐτοῦ λείβεται. τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται καὶ εἴ τις ἕτερος παρὰ τοὺς Ἰνδοὺς τούτους ἀνασπῴη αὐτό, οὐ μεθίεται ἡ γῆ τοῦ ἐρίου. τὴν δὲ ἰσχὺν τοῦ δακτυλίου καὶ τῆς ῥάβδου, ἃ φορεῖν αὐτοὺς ἄμφω, δύνασθαι μὲν πάντα, δύω δὲ ἀῤῥήτω τετιμῆσθαι.

XVI. Προσιόντα δὲ τὸν Ἀπολλώνιον οἱ μὲν ἄλλοι σοφοὶ προσήγοντο ἀσπαζόμενοι ταῖς χερσίν, ὁ δὲ Ἰάρχας ἐκάθητο μὲν ἐπὶ δίφρου ὑψηλοῦ – χαλκοῦ δὲ μέλανος ἦν καὶ πεποίκιλτο χρυσοῖς ἀγάλμασιν, οἱ δὲ τῶν ἄλλων δίφροι χαλκοῖ μέν, ἄσημοι δὲ ἦσαν, ὑψηλοὶ δὲ ἧττον, ὑπεκάθηντο γὰρ τῷ Ἰάρχᾳ – τὸν δὲ Ἀπολλώνιον ἰδὼν φωνῇ τε ἠσπάσατο Ἑλλάδι καὶ τὰ τοῦ Ἰνδοῦ γράμματα ἀπῄτει. θαυμάσαντος δὲ τοῦ Ἀπολλωνίου τὴν πρόγνωσιν καὶ γράμμα γε ἓν ἔφη λείπειν τῇ ἐπιστολῇ, δέλτα εἰπών, παρῆλθε γὰρ αὐτὸν γράφοντα. καὶ ἐφάνη τοῦτο ὧδε ἔχον· ἀναγνοὺς δὲ τὴν ἐπιστολὴν “πῶς,” ἔφη “ὦ Ἀπολλώνιε, περὶ ἡμῶν φρονεῖτε;” “πῶς” εἶπεν “ἢ ὡς δηλοῖ τὸ ὑμῶν ἕνεκα ἥκειν με ὁδόν, ἣν μήπω τις τῶν ὅθεν περ ἐγὼ ἀνθρώπων;” “τί δὲ ἡμᾶς πλέον οἴει σαυτοῦ γιγνώσκειν;” “ἐγὼ μὲν” εἶπε “σοφώτερά τε ἡγοῦμαι τὰ ὑμέτερα καὶ πολλῷ θειότερα. εἰ δὲ μηδὲν πλέον ὧν οἶδα παρ’ ὑμῖν εὕροιμι, μεμαθηκὼς ἂν εἴην καὶ τὸ μηκέτ’ ἔχειν ὅ τι μάθοιμι.” ὑπολαβὼν οὖν ὁ Ἰνδὸς “οἱ μὲν ἄλλοι” ἔφη “τοὺς ἀφικνουμένους ἐρωτῶσι, ποταποί τε ἥκουσι καὶ ἐφ’ ὅ τι, ἡμῖν δὲ σοφίας ἐπίδειξιν πρώτην ἔχει τὸ μὴ ἀγνοῆσαι τὸν ἥκοντα. ἔλεγχε δὲ πρῶτον τοῦτο.” καὶ εἰπὼν ταῦτα πατρόθεν τε διῄει τὸν Ἀπολλώνιον καὶ μητρόθεν καὶ τὰ ἐν Αἰγαῖς πάντα καὶ ὡς προσῆλθεν αὐτῷ ὁ Δάμις καὶ εἰ δή τι ἐσπούδασαν ὁδοιποροῦντες ἢ σπουδάζοντος ἑτέρου εἶδον, πάντα ταῦθ’ ὥσπερ κοινωνήσας αὐτοῖς τῆς ἀποδημίας ὁ Ἰνδὸς ἀπνευστί τε καὶ σαφῶς εἶρεν. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ ὁπόθεν εἰδείη, ἐπερομένου “καὶ σὺ μέτοχος” ἔφη “τῆς σοφίας ταύτης ἥκεις, ἀλλ’ οὔπω πάσης.” “διδάξῃ οὖν με” ἔφη “τὴν σοφίαν πᾶσαν;” “καὶ ἀφθόνως γε,” εἶπε “τουτὶ γὰρ σοφώτερον τοῦ βασκαίνειν τε καὶ κρύπτειν τὰ σπουδῆς ἄξια, καὶ ἄλλως, Ἀπολλώνιε, μεστόν σε ὁρῶ τῆς μνημοσύνης, ἣν ἡμεῖς μάλιστα θεῶν ἀγαπῶμεν.” “ἦ γὰρ καθεώρακας,” εἶπεν “ὅπως πέφυκα;” “ἡμεῖς,” ἔφη “ὦ Ἀπολλώνιε, πάντα ὁρῶμεν τὰ τῆς ψυχῆς εἴδη ξυμβόλοις αὐτὰ μυρίοις ἐξιχνεύοντες. ἀλλ’ ἐπεὶ μεσημβρία πλησίον καὶ τὰ πρόσφορα τοῖς θεοῖς χρὴ παρασκευάσαι, νῦν μὲν ταῦτ’ ἐκπονῶμεν, μετὰ ταῦτα δέ, ὁπόσα βούλει, διαλεγώμεθα, παρατύγχανε δὲ πᾶσι τοῖς δρωμένοις.” “νὴ Δί’,” εἶπεν “ἀδικοίην ἂν τὸν Καύκασον καὶ τὸν Ἰνδόν, οὓς ὑπερβὰς δι’ ὑμᾶς ἥκω, εἰ μὴ πάντων ἐμφοροίμην ὧν δρῴητε.”   XVII. “ἐμφοροῦ” ἔφη “καὶ ἴωμεν.” ἐλθόντες οὖν ἐπὶ πηγήν τινα ὕδατος, ἥν φησιν ὁ Δάμις ἰδὼν ὕστερον ἐοικέναι τῇ ἐν Βοιωτοῖς Δίρκῃ, πρῶτα μὲν ἐγυμνώθησαν, εἶτα ἐχρίσαντο τὰς κεφαλὰς ἠλεκτρώδει φαρμάκῳ, τὸ δὲ οὕτω τι τοὺς Ἰνδοὺς ἔθαλπεν, ὡς ἀτμίζειν τὸ σῶμα καὶ τὸν ἱδρῶτα χωρεῖν ἀστακτί, καθάπερ τῶν πυρὶ λουομένων, εἶτα ἔῤῥιψαν ἑαυτοὺς ἐς τὸ ὕδωρ καὶ λουσάμενοι ὧδε πρὸς τὸ ἱερὸν ἐβάδιζον ἐστεφανωμένοι καὶ μεστοὶ τοῦ ὕμνου. περιστάντες δὲ ἐν χοροῦ σχήματι καὶ κορυφαῖον ποιησάμενοι τὸν Ἰάρχαν ὀρθαῖς ταῖς ῥάβδοις τὴν γῆν ἔπληξαν, ἡ δὲ κυρτωθεῖσα δίκην κύματος ἀνέπεμψεν αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος. οἱ δὲ ᾖδον ᾠδήν, ὁποῖος ὁ παιὰν ὁ τοῦ Σοφοκλέους, ὃν Ἀθήνησι τῷ Ἀσκληπιῷ ᾄδουσιν. ἐπεὶ δὲ ἐς τὴν γῆν κατῆραν, καλέσας ὁ Ἰάρχας τὸ μειράκιον τὸ τὴν ἄγκυραν φέρον “ἐπιμελήθητι” ἔφη “τῶν Ἀπολλωνίου ἑταίρων.” ὁ δὲ πολλῷ θᾶττον ἢ οἱ ταχεῖς τῶν ὀρνίθων πορευθείς τε καὶ ἐπανελθὼν “ἐπιμεμέλημαι” ἔφη. θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν ἀνεπαύοντο ἐν τοῖς θάκοις, ὁ δὲ Ἰάρχας πρὸς τὸ μειράκιον “ἔκφερε” εἶπε “τῷ σοφῷ Ἀπολλωνίῳ τὸν Φραώτου θρόνον, ἵν’ ἐπ’ αὐτοῦ διαλέγοιτο.”   XVIII. ὡς δὲ ἐκάθισεν “ἐρώτα,” ἔφη “ὅ τι βούλει, παρ’ ἄνδρας γὰρ ἥκεις πάντα εἰδότας.” ἤρετο οὖν ὁ Ἀπολλώνιος, εἰ καὶ αὑτοὺς ἴσασιν, οἰόμενος αὐτόν, ὥσπερ Ἕλληνες, χαλεπὸν ἡγεῖσθαι τὸ ἑαυτὸν γνῶναι, ὁ δὲ ἐπιστρέψας παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν “ἡμεῖς” ἔφη “πάντα γιγνώσκομεν, ἐπειδὴ πρώτους ἑαυτοὺς γιγνώσκομεν, οὐ γὰρ ἂν προσέλθοι τις ἡμῶν τῇ φιλοσοφίᾳ ταύτῃ μὴ πρῶτον εἰδὼς ἑαυτόν.” ὁ δὲ Ἀπολλώνιος ἀναμνησθεὶς ὧν τοῦ Φραώτου ἤκουσε καὶ ὅπως ὁ φιλοσοφήσειν μέλλων ἑαυτὸν βασανίσας ἐπιχειρεῖ, τούτῳ ξυνεχώρησε τῷ λόγῳ, τουτὶ γὰρ καὶ περὶ ἑαυτοῦ ἐπέπειστο. πάλιν οὖν ἤρετο, τίνας αὑτοὺς ἡγοῖντο, ὁ δὲ “θεοὺς” εἶπεν, ἐπερομένου δὲ αὐτοῦ, διὰ τί, “ὅτι” ἔφη “ἀγαθοί ἐσμεν ἄνθρωποι.” τοῦτο τῷ Ἀπολλωνίῳ τοσαύτης ἔδοξεν εὐπαιδευσίας εἶναι μεστόν, ὡς εἰπεῖν αὐτὸ καὶ πρὸς Δομετιανὸν ὕστερον ἐν τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις.   XIX. ἀναλαβὼν οὖν τὴν ἐρώτησιν “περὶ ψυχῆς δὲ” εἶπε “πῶς φρονεῖτε;” “ὥς γε” εἶπε “Πυθαγόρας μὲν ὑμῖν, ἡμεῖς δὲ Αἰγυπτίοις παρεδώκαμεν.” “εἴποις ἂν οὖν,” ἔφη “καθάπερ ὁ Πυθαγόρας Εὔφορβον ἑαυτὸν ἀπέφηνεν, ὅτι καὶ σύ, πρὶν ἐς τοῦθ’ ἥκειν τὸ σῶμα, Τρώων τις ἢ Ἀχαιῶν ἦσθα ἢ ὁ δεῖνα;” ὁ δὲ Ἰνδὸς “Τροία μὲν ἀπώλετο” εἶπεν “ὑπὸ τῶν πλευσάντων Ἀχαιῶν τότε, ὑμᾶς δὲ ἀπολωλέκασιν οἱ ἐπ’ αὐτῇ λόγοι· μόνους γὰρ ἄνδρας ἡγούμενοι τοὺς ἐς Τροίαν στρατεύσαντας ἀμελεῖτε πλειόνων τε καὶ θειοτέρων ἀνδρῶν, οὓς ἥ τε ὑμετέρα γῆ καὶ ἡ Αἰγυπτίων καὶ ἡ Ἰνδῶν ἤνεγκεν. ἐπεὶ τοίνυν ἤρου με περὶ τοῦ προτέρου σώματος, εἰπέ μοι, τίνα θαυμασιώτερον ἡγῇ τῶν ἐπὶ Τροίαν τε καὶ ὑπὲρ Τροίας ἐλθόντων;” “ἐγὼ” ἔφη “Ἀχιλλέα τὸν Πηλέως τε καὶ Θέτιδος, οὗτος γὰρ δὴ κάλλιστός τε εἶναι τῷ Ὁμήρῳ ὕμνηται καὶ παρὰ πάντας τοὺς Ἀχαιοὺς μέγας ἔργα τε αὐτοῦ μεγάλα οἶδε. καὶ μεγάλων ἀξιοῖ τοὺς Αἴαντάς τε καὶ Νιρέας, οἳ μετ’ ἐκεῖνον καλοί τε αὐτῷ καὶ γενναῖοι ᾄδονται.” “πρὸς τοῦτον,” ἔφη “Ἀπολλώνιε, καὶ τὸν πρόγονον θεώρει τὸν ἐμόν, μᾶλλον δὲ τὸ πρόγονον σῶμα, τουτὶ γὰρ καὶ Πυθαγόρας Εὔφορβον ἡγεῖτο.   XX. ἦν τοίνυν” ἔφη “χρόνος, ὅτ’ Αἰθίοπες μὲν ᾤκουν ἐνταῦθα, γένος Ἰνδικόν, Αἰθιοπία δ’ οὔπω ἦν, ἀλλ’ ὑπὲρ Μερόην τε καὶ Καταδούπους ὥριστο Αἴγυπτος, αὐτὴ καὶ τὰς πηγὰς τοῦ Νείλου παρεχομένη καὶ ταῖς ἐκβολαῖς ξυναπολήγουσα. ὃν μὲν δὴ χρόνον ᾤκουν ἐνταῦθα οἱ Αἰθίοπες ὑποκείμενοι βασιλεῖ Γάγγῃ, ἥ τε γῆ αὐτοὺς ἱκανῶς ἔφερβε καὶ οἱ θεοὶ σφῶν ἐπεμελοῦντο, ἐπεὶ δὲ ἀπέκτειναν τὸν βασιλέα τοῦτον, οὔτε τοῖς ἄλλοις Ἰνδοῖς καθαροὶ ἔδοξαν, οὔτε ἡ γῆ ξυνεχώρει αὐτοῖς ἵστασθαι, τήν τε γὰρ σποράν, ἣν ἐς αὐτὴν ἐποιοῦντο, πρὶν ἐς κάλυκα ἥκειν, ἔφθειρε τούς τε τῶν γυναικῶν τόκους ἀτελεῖς ἐποίει καὶ τὰς ἀγέλας πονήρως ἔβοσκε, πόλιν τε ὅποι βάλοιντο, ὑπεδίδου ἡ γῆ καὶ ὑπεχώρει κάτω. καὶ γάρ τι καὶ φάσμα τοῦ Γάγγου προϊόντας αὐτοὺς ἤλαυνεν ἐνταραττόμενον τῷ ὁμίλῳ, ὃ οὐ πρότερον ἀνῆκε, πρίν γε δὴ τοὺς αὐθέντας καὶ τοὺς τὸ αἷμα χερσὶ πράξαντας τῇ γῇ καθιέρευσαν. ἦν δὲ ἄρα ὁ Γάγγης οὗτος δεκάπηχυς μὲν τὸ μῆκος, τὴν δὲ ὥραν οἷος οὔπω τις ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖς· τὸν δὲ πατέρα τὸν ἑαυτοῦ τὴν Ἰνδικὴν ἐπικλύζοντα αὐτὸς ἐς τὴν Ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῇ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηρος ἄγει μὲν ὑπὲρ Ἑλένης ἐς Τροίαν, φησὶ δὲ αὐτὸν δώδεκα μὲν πόλεις ἐκ θαλάττης ᾑρηκέναι, πεζῇ δὲ ἕνδεκα, γυναῖκά τε ὑπὸ τοῦ βασιλέως ἀφαιρεθέντα ἐς μῆνιν ἀπενεχθῆναι, ὅτε δὴ ἀτεράμονα καὶ ὠμὸν δόξαι, σκεψώμεθα τὸν Ἰνδὸν πρὸς ταῦτα· πόλεων μὲν τοίνυν ἑξήκοντα οἰκιστὴς ἐγένετο, αἵπερ εἰσὶ δοκιμώτατοι τῶν τῇδε – τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν οὐκ ἔστι – Σκύθας δὲ τοὺς ὑπὲρ Καύκασόν ποτε στρατεύσαντας ἐπὶ τήνδε τὴν γῆν ἀπεώσατο. τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν πόλει καὶ ταῦθ’ ὑπὲρ γυναικός, ἣν εἰκὸς μηδὲ ἄκουσαν ἡρπάσθαι. ξυμμαχίας δὲ αὐτῷ γενομένης πρὸς τὸν ἄρχοντα τῆς χώρας, ἧς νῦν Φραώτης ἄρχει, κἀκείνου παρανομώτατά τε καὶ ἀσελγέστατα γυναῖκα ἀφελομένου αὐτὸν οὐ παρέλυσε τοὺς ὅρκους, οὕτω βεβαίως ὀμωμοκέναι φήσας, ὡς μηδὲ ὁπότε ἠδικεῖτο λυπεῖν αὐτόν.   XXI. καὶ πλείω διῄειν ἂν τοῦ ἀνδρός, εἰ μὴ ἐς ἔπαινον ὤκνουν ἑαυτοῦ καθίστασθαι, εἰμὶ γάρ σοι ἐκεῖνος, τουτὶ δὲ ἐδήλωσα γεγονὼς ἔτη τέτταρα· ἑπτὰ γάρ ποτε ἀδαμάντινα τοῦ Γάγγου τούτου ξίφη ἐς γῆν πήξαντος ὑπὲρ τοῦ μηδὲν δεῖμα ἐμπελάζειν τῇ χώρᾳ καὶ τῶν θεῶν θύειν μὲν κελευόντων ἥκοντας, οὗ πέπηγε ταῦτα, τὸ δὲ χωρίον οὐκ ἐξηγουμένων, ἐν ᾧ ἐπεπήγει, παῖς ἐγὼ κομιδῇ τυγχάνων ἤγαγον τοὺς ἐξηγητὰς ἐπὶ τάφρον καὶ ὀρύττειν προσέταξα ἐκεῖ φήσας κατατεθεῖσθαι αὐτά.   XXII. καὶ μήπω θαυμάσῃς τοὐμόν, εἰ ἐξ Ἰνδοῦ ἐς Ἰνδὸν διεδόθην· οὗτος γὰρ” δείξας τι μειράκιον εἴκοσί που γεγονὸς ἔτη “πέφυκε μὲν πρὸς φιλοσοφίαν ὑπὲρ πάντας ἀνθρώπους, ἔῤῥωται δέ, ὡς ὁρᾷς, καὶ κατεσκεύασται γενναίως τὸ σῶμα, καρτερεῖ δὲ πῦρ καὶ τομὴν πᾶσαν, καὶ τοιόσδε ὢν ἀπεχθάνεται τῇ φιλοσοφίᾳ.” “τί οὖν,” εἶπεν “ὦ Ἰάρχα, τὸ μειρακίου πάθος; δεινὸν γὰρ λέγεις, εἰ ξυντεταγμένος οὕτως ὑπὸ τῆς φύσεως μὴ ἀσπάζεται τὴν φιλοσοφίαν, μηδὲ ἐρᾷ τοῦ μανθάνειν καὶ ταῦτα ὑμῖν ξυνών.” “οὐ ξύνεστιν,” εἶπεν “ἀλλ’ ὥσπερ οἱ λέοντες, ἄκων εἴληπται, καὶ καθεῖρκται μέν, ὑποβλέπει δὲ ἡμῶν τιθασευόντων αὐτὸν καὶ καταψώντων. γέγονε μὲν οὖν τὸ μειράκιον τοῦτο Παλαμήδης ὁ ἐν Τροίᾳ, κέχρηται δὲ ἐναντιωτάτοις Ὀδυσσεῖ καὶ Ὁμήρῳ, τῷ μὲν ξυνθέντι ἐπ’ αὐτὸν τέχνας, ὑφ’ ὧν κατελιθώθη, τῷ δὲ οὐδὲ ἔπους αὐτὸν ἀξιώσαντι. καὶ ἐπειδὴ μήθ’ ἡ σοφία αὐτόν τι, ἣν εἶχεν, ὤνησε, μήτε Ὁμήρου ἐπαινέτου ἔτυχεν, ὑφ’ οὗ πολλοὶ καὶ τῶν μὴ πάνυ σπουδαίων ἐς ὄνομα ἤχθησαν, Ὀδυσσέως τε ἥττητο ἀδικῶν οὐδέν, διαβέβληται πρὸς φιλοσοφίαν καὶ ὀλοφύρεται τὸ ἑαυτοῦ πάθος. ἔστι δὲ οὗτος Παλαμήδης, ὃς καὶ γράφει μὴ μαθὼν γράμματα.”

XXIII. Τοιαῦτα διαλεγομένων προσελθὼν τῷ Ἰάρχᾳ ἄγγελος “ὁ βασιλεὺς” ἔφη “περὶ δείλην πρώτην ἀφίξεται ξυνεσόμενος ὑμῖν περὶ τῶν ἑαυτοῦ πραγμάτων.” ὁ δὲ “ἡκέτω,” εἶπε “καὶ γὰρ ἂν καὶ βελτίων ἀπέλθοι γνοὺς ἄνδρα Ἕλληνα.” καὶ εἰπὼν ταῦτα πάλιν τοῦ προτέρου λόγου εἴχετο. ἤρετο οὖν τὸν Ἀπολλώνιον “σὺ δ’ ἂν εἴποις” ἔφη “τὸ πρῶτον σῶμα καὶ ὅστις πρὸ τοῦ νῦν ἦσθα;” ὁ δὲ εἶπεν “ἐπειδὴ ἄδοξον ἦν μοι ἐκεῖνο, ὀλίγα αὐτοῦ μέμνημαι.” ὑπολαβὼν οὖν ὁ Ἰάρχας “εἶτα ἄδοξον” ἔφη “ἡγῇ τὸ γενέσθαι κυβερνήτης Αἰγυπτίας νεώς; τουτὶ γάρ σε ὁρῶ γεγονότα.” “ἀληθῆ μὲν” εἶπεν “λέγεις, ὦ Ἰάρχα, τουτὶ γὰρ ἀτεχνῶς ἐγενόμην, ἡγοῦμαι δ’ αὐτὸ οὐκ ἄδοξον μόνον, ἀλλὰ καὶ καταβεβλημένον, καὶ τοσούτου μὲν ἄξιον τοῖς ἀνθρώποις, ὅσου περ τὸ ἄρχειν καὶ τὸ στρατοῦ ἡγεῖσθαι, κακῶς δὲ ἀκοῦον ὑπὸ τῶν καθαπτομένων τῆς θαλάττης. τὸ γοῦν γενναιότατον τῶν ἐμοὶ πραχθέντων οὐδὲ ἐπαίνου τις ἠξίωσε τότε.” “τί δὲ δὴ γενναῖον εἰργάσθαι φήσεις ἢ τὸ περιβεβληκέναι Μαλέαν τε καὶ Σούνιον χαλινώσας ἐκφερομένην τὴν ναῦν, καὶ τὸ κατὰ πρύμναν τε καὶ πρῷραν τῶν ἀνέμων, ὁπόθεν ἐκδοθήσονται, σαφῶς διεγνωκέναι ἑρμάτων τε ὑπερᾶραι τὸ σκάφος ἐν Εὐβοίᾳ κοίλῃ, οὗπερ πολλὰ τῶν ἀκρωτηρίων ἀναπέπηγεν;”   XXIV. ὁ δὲ Ἀπολλώνιος “ἐπεί με” εἶπεν “ἐς κυβερνητικὸν ἐμβιβάζεις λόγον, ἄκουε, ὃ δοκῶ μοι τότε ὑγιῶς πρᾶξαι· τὴν θάλαττάν ποτε τῶν Φοινίκων λῃσταὶ ὑπεκάθηντο καὶ ἐφοίτων περὶ τὰς πόλεις ἀναμανθάνοντες τίς τί ἄγοι. κατιδόντες οὖν ἐμπορίαν λαμπρὰν τῆς νεὼς οἱ τῶν λῃστῶν πρόξενοι διελέγοντό μοι ἀπολαβόντες με, πόσον τι μεθέξοιμι τοῦ ναύλου, ἐγὼ δὲ χιλίων ἔφην, ἐπειδὴ τέτταρες ἐκυβέρνων τὴν ναῦν. “οἰκία δὲ” ἔφασαν “ἔστι σοι;” “καλύβη πονηρὰ” ἔφην “περὶ τὴν νῆσον τὴν Φάρον, οὗ πάλαι ποτὲ ὁ Πρωτεὺς ᾤκει.” “βούλοιο ἂν οὖν” ἤροντό με “γενέσθαι σοι γῆν μὲν ἀντὶ θαλάττης, οἰκίαν δὲ ἀντὶ τῆς καλύβης, τὸ δὲ ναῦλον δεκάκις τοῦτο κακῶν τε ἐξελθεῖν μυρίων, ἃ ἀπὸ τῆς θαλάττης ἀνοιδούσης ἐγχρίπτει τοῖς κυβερνῶσιν;” βούλεσθαι μὲν εἶπον, οὐ μὴν ἁρπαγῶν γε ἐμαυτὸν ἀξιοῦν, ὁπότε σοφώτερος ἐμαυτοῦ γέγονα καὶ στεφάνων ἠξίωμαι παρὰ τῆς τέχνης. προϊόντων δ’ αὐτῶν καὶ βαλάντιά μοι δραχμῶν μυρίων δώσειν φασκόντων, εἰ γενοίμην αὐτοῖς, ὃ ἐβούλοντο, λέγειν ἤδη παρεκελευσάμην ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσι· λέγουσι δὴ μελεδωνοὶ μὲν εἶναι λῃστῶν, δεῖσθαι δέ μου μὴ ἀφελέσθαι αὐτοὺς τὸ τὴν ναῦν ἑλεῖν, μηδὲ ἐς ἄστυ ἐκπλεῦσαι, ὁπότε ἐκεῖθεν ἄραιμι, ἀλλ’ ὑφορμίσασθαι τῷ ἀκρωτηρίῳ, τὰς ναῦς γὰρ τὰς λῃστρικὰς ἐν περιβολῇ ἑστάναι, καὶ ὀμνύναι μοι ἐβούλοντο μήτ’ αὐτόν με ἀποκτενεῖν καὶ ἀνήσειν δὲ τὸν θάνατον οἷς ἂν ἐγὼ παραιτῶμαι. ἐγὼ δὲ νουθετεῖν μὲν αὐτοὺς οὐκ ἀσφαλὲς ἐμαυτῷ ἡγούμην δείσας μὴ ἀπογνόντες ἐμβάλωσι μετεώρῳ τῇ νηὶ καὶ ἀπολώμεθά που τοῦ πελάγους, ὡς δὲ ὑπουργῆσαι (ὑπεσχόμην), ἃ ἐβούλοντο, ὀμνύναι ἔφην αὐτοὺς δεῖν ἦ μὴν ἀληθεύσειν ταῦτα. ὀμοσάντων τοίνυν, καὶ γὰρ ἐν ἱερῷ διελέγοντο, “χωρεῖτε” ἔφην “ἐπὶ τὰ τῶν λῃστῶν πλοῖα, ἡμεῖς γὰρ νύκτωρ ἀφήσομεν.” καὶ πιθανώτερος ἐδόκουν ἔτι περὶ τοῦ νομίσματος διαλεγόμενος, ὡς δόκιμον ἀπαριθμηθείη μοι καὶ μὴ πρότερον ἢ τὴν ναῦν ἕλωσιν. οἱ μὲν δὴ ἐχώρουν, ἐγὼ δὲ ἧκα ἐς τὸ πέλαγος ὑπεράρας τοῦ ἀκρωτηρίου.” “ταῦτ’ οὖν,” εἶπεν ὁ Ἰάρχας “Ἀπολλώνιε, δικαιοσύνης ἡγῇ ἔργα;” “καὶ πρός γε” ἔφη “φιλανθρωπίας, τὸ γὰρ μὴ ἀποδόσθαι ψυχὰς ἀνθρώπων, μηδ’ ἀπεμπολῆσαι τὰ τῶν ἐμπόρων, χρημάτων τε κρείττω γενέσθαι ναύτην ὄντα πολλὰς ἀρετὰς οἶμαι ξυνειληφέναι.”   XXV. γελάσας οὖν ὁ Ἰνδὸς “ἔοικας” ἔφη “τὸ μὴ ἀδικεῖν δικαιοσύνην ἡγεῖσθαι, τουτὶ δὲ οἶμαι καὶ πάντας Ἕλληνας· ὡς γὰρ ἐγώ ποτε Αἰγυπτίων δεῦρο ἀφικομένων ἤκουσα, φοιτῶσι μὲν ὑμῖν ἀπὸ τῆς Ῥώμης ἡγεμόνες γυμνὸν ἠρμένοι τὸν πέλεκυν ἐφ’ ὑμᾶς, οὔπω γιγνώσκοντες, εἰ φαύλων ἄρξουσιν, ὑμεῖς δέ, εἰ μὴ πωλοῖεν τὰς δίκας οὗτοι, φατὲ αὐτοὺς δικαίους εἶναι. τουτὶ δὲ καὶ τοὺς τῶν ἀνδραπόδων καπήλους ἀκούω ἐκεῖ πράττειν, εἰ γὰρ ἀφίκοιντο κατάγοντες ὑμῖν ἀνδράποδα Καρικὰ καὶ τὸ ἦθος αὐτῶν ἐφερμηνεύοιεν ὑμῖν, ἔπαινον ποιοῦνται τῶν ἀνδραπόδων τὸ μὴ κλέπτειν αὐτά. τοὺς μὲν δὴ ἄρχοντας, οἷς ὑποκεῖσθαί φατε, τοιούτων ἀξιοῦτε, καὶ λαμπρύνοντες αὐτοὺς ἐπαίνοις, οἷς περ τὰ ἀνδράποδα, ζηλωτοὺς πέμπετε, ὡς οἴεσθε, οἱ δέ γε σοφώτατοι ποιηταὶ ὑμῶν οὐδ’ εἰ βούλεσθε δίκαιοί τε καὶ χρηστοὶ εἶναι, ξυγχωροῦσιν ὑμῖν γενέσθαι. τὸν γὰρ Μίνω τὸν ὠμότητι ὑπερβαλόμενον πάντας καὶ δουλωσάμενον ταῖς ναυσὶ τοὺς ἐπὶ θαλάττῃ τε καὶ ἐν θαλάττῃ δικαιοσύνης σκήπτρῳ τιμῶντες ἐν Ἅιδου καθίζουσι διαιτᾶν ταῖς ψυχαῖς, τὸν δ’ αὖ Τάνταλον, ἐπειδὴ χρηστός τε ἦν καὶ τοῖς φίλοις τῆς ὑπαρχούσης αὐτῷ παρὰ τῶν θεῶν ἀθανασίας μετεδίδου, ποτοῦ τε εἴργουσι καὶ σίτου, εἰσὶ δὲ οἳ καὶ λίθους αὐτῷ ἐπικρεμάσαντες δεινὰ ἐφυβρίζουσι θείῳ τε καὶ ἀγαθῷ ἀνδρί, οὓς ἐβουλόμην ἂν μᾶλλον λίμνην αὐτῷ περιβλύσαι νέκταρος, ἐπειδὴ φιλανθρώπως αὐτοῦ καὶ ἀφθόνως προὔπινε.” καὶ ἅμα λέγων ταῦτα ἐπεδείκνυ ἄγαλμα ἐν ἀριστερᾷ, ᾧ ἐπεγέγραπτο {ΤΑΝΤΑΛΟΣ.} τὸ μὲν δὴ ἄγαλμα τετράπηχυ ἦν, ἀνδρὶ δὲ ἐῴκει πεντηκοντούτῃ καὶ τρόπον Ἀργολικὸν ἔσταλτο, παρήλλαττε δὲ τὴν χλαμύδα, ὥσπερ οἱ Θετταλοί, φιάλην τε προὔπινεν ἀποχρῶσαν ἑνὶ διψῶντι, ἐν ᾗ στάλαγμα ἐκάχλαζεν ἀκηράτου πώματος οὐχ ὑπερβλύζον τῆς φιάλης. ὅ τι μὲν οὖν ἡγοῦνται αὐτὸ καὶ ἐφ’ ὅτῳ ἀπ’ αὐτοῦ πίνουσι, δηλώσω αὐτίκα. πλὴν ἀλλὰ ἡγεῖσθαι χρὴ τὸν Τάνταλον μὴ τῇ γλώττῃ ἐφέντα, κοινωνήσαντα δὲ ἀνθρώποις τοῦ νέκταρος ὑπὸ τῶν ποιητῶν ἐλαύνεσθαι, θεοῖς δὲ μὴ διαβεβλῆσθαι αὐτόν, οὐ γὰρ ἄν, εἰ θεοῖς ἀπήχθετο, κριθῆναί ποτε ὑπὸ τῶν Ἰνδῶν ἀγαθὸν θεοφιλεστάτων ὄντων καὶ μηδὲν ἔξω τοῦ θείου πραττόντων.

XXVI. Διατρίβοντας δὲ αὐτοὺς περὶ τὸν λόγον τοῦτον θόρυβος ἐκ τῆς κώμης προσέβαλεν, ἀφῖκτο δὲ ἄρα ὁ βασιλεὺς μηδικώτερον κατεσκευασμένος καὶ ὄγκου μεστός. ἀχθεσθεὶς οὖν ὁ Ἰάρχας “εἰ δὲ Φραώτης” ἔφη “καταλύων ἐτύγχανεν, εἶδες ἂν ὥσπερ ἐν μυστηρίῳ σιωπῆς μεστὰ πάντα.” ἐκ τούτου μὲν δὴ ξυνῆκεν ὁ Ἀπολλώνιος, ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ πάσῃ τοῦ Φραώτου λείποιτο, ῥᾳθύμους δὲ ἰδὼν τοὺς σοφοὺς καὶ μηδὲν παρασκευάζοντας, ὧν δεῖ τῷ βασιλεῖ μετὰ μεσημβρίαν ἥκοντι “ποῖ” ἔφη “ὁ βασιλεὺς διαιτήσεται;” “ἐνταῦθα,” ἔφασαν, “ὧν γὰρ ἕνεκα ἥκει, νύκτωρ διαλεγόμεθα, ἐπειδὴ καὶ βελτίων ὁ καιρὸς πρὸς βουλάς.” “καὶ τράπεζα” ἔφη “παρακείσεται ἥκοντι;” “νὴ Δί’,” εἶπον “παχεῖά τε καὶ πάντα ἔχουσα, ὁπόσα ἐνταῦθα.” “παχέως οὖν” ἔφη “διαιτᾶσθε;” “ἡμεῖς μὲν” ἔφασαν “λεπτῶς, πλείονα γὰρ ἡμῖν ἐξὸν σιτίζεσθαι μικροῖς χαίρομεν, τῷ δὲ βασιλεῖ πολλῶν δεῖ, βούλεται γάρ. σιτήσεται δὲ ἔμψυχον μὲν οὐδέν, οὐ γὰρ θέμις ἐνταῦθα, τραγήματα δὲ καὶ ῥίζας καὶ ὡραῖα, ὁπόσα νῦν ἡ Ἰνδικὴ ἔχει ὁπόσα τε αἱ ἐς νέωτα ὧραι δώσουσιν.   XXVII. ἀλλ’ ἰδοὺ” ἔφη “οὗτος.” προῄει δὲ ἄρα ὁ βασιλεὺς ἀδελφῷ τε καὶ υἱῷ ἅμα χρυσῷ τε ἀστράπτων καὶ ψήφοις. ὑπανισταμένου δὲ τοῦ Ἀπολλωνίου, κατεῖχεν αὐτὸν ὁ Ἰάρχας ἐν τῷ θρόνῳ, μηδὲ γὰρ αὐτοῖς πάτριον εἶναι τοῦτο. τούτοις ὁ Δάμις αὐτὸς μὲν οὔ φησι παρατυχεῖν διὰ τὸ τὴν ἡμέραν ἐκείνην ἐν τῇ κώμῃ διαιτᾶσθαι, Ἀπολλωνίου δὲ ἀκηκοὼς ἐγγράψαι αὐτὰ ἐς τὸν αὑτοῦ λόγον. φησὶ τοίνυν καθημένοις μὲν αὐτοῖς τὸν βασιλέα προτείνοντα τὴν χεῖρα οἷον εὔχεσθαι τοῖς ἀνδράσι, τοὺς δὲ ἐπινεύειν, ὥσπερ ξυντιθεμένους οἷς ᾔτει, τὸν δὲ ὑπερήδεσθαι τῇ ἐπαγγελίᾳ, καθάπερ ἐς θεοῦ ἥκοντα. τὸν δὲ ἀδελφὸν τοῦ βασιλέως καὶ τὸν υἱὸν κάλλιστον μειράκιον ὄντα μηδὲν ὁρᾶσθαι βέλτιον ἢ εἰ ἀνδράποδα τουτωνὶ τῶν ἀκολούθων ἦσαν. μετὰ ταῦτα ἐξαναστῆναι τὸν Ἰνδὸν καὶ φωνὴν ἱέντα κελεύειν αὐτὸν σίτου ἅπτεσθαι, προσδεξαμένου δ’ αὐτοῦ καὶ τοῦτο μάλιστα ἀσμένως τρίποδες μὲν ἐξεπορεύθησαν Πυθικοὶ τέτταρες αὐτόματοι, καθάπερ οἱ Ὁμήρειοι προϊόντες, οἰνοχόοι δ’ ὑπ’ αὐτοῖς χαλκοῦ μέλανος, οἷοι παρ’ Ἕλλησιν οἱ Γανυμήδεις τε καὶ οἱ Πέλοπες. ἡ γῆ δὲ ὑπεστόρνυ πόας μαλακωτέρας ἢ αἱ εὐναί. τραγήματα δὲ καὶ ἄρτοι καὶ λάχανα καὶ τρωκτὰ ὡραῖα, πάντα ἐν κόσμῳ ἐφοίτα διακείμενα ἥδιον ἢ εἰ ὀψοποιοὶ αὐτὰ παρεσκεύαζον, τῶν δὲ τριπόδων οἱ μὲν δύο οἴνου ἐπέῤῥεον, τοῖν δυοῖν δὲ ὁ μὲν ὕδατος θερμοῦ κρήνην παρεῖχεν, ὁ δὲ αὖ ψυχροῦ. αἱ δ’ ἐξ Ἰνδῶν φοιτῶσαι λίθοι παρ’ Ἕλλησι μὲν ἐς ὅρμους τε καὶ δακτυλίους ἐμβιβάζονται διὰ σμικρότητα, παρὰ δὲ Ἰνδοῖς οἰνοχόαι τε ψυκτῆρές τε γίγνονται διὰ μέγεθος καὶ κρατῆρες ἡλίκοι ἐμπλῆσαι τέτταρας ὥρᾳ ἔτους διψῶντας. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι μέν φησι ξυμμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν δὲ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. κατακεῖσθαι δὲ αὐτοὺς ὡς ἐν ξυσσιτίῳ μέν, οὐ μὴν πρόκριτόν γε τὸν βασιλέα, τοῦτο δὴ τὸ παρ’ Ἕλλησί τε καὶ Ῥωμαίοις πολλοῦ ἄξιον, ἀλλ’ ὡς ἔτυχέ γε, οὗ ἕκαστος ὥρμησεν.

XXVIII. Ἐπεὶ δὲ προῄει ὁ πότος “προπίνω σοι,” ὁ Ἰάρχας εἶπεν “ὦ βασιλεῦ, ἄνδρα Ἕλληνα τὸν Ἀπολλώνιον ὑποκεκλιμένον αὐτῷ δείξας καὶ τῇ χειρὶ προσημαίνων, ὅτι γενναῖός τε εἴη καὶ θεῖος. ὁ δὲ βασιλεὺς “ἤκουσα” ἔφη “προσήκειν Φραώτῃ τοῦτόν τε καὶ τοὺς ἐν τῇ κώμῃ καταλύοντας.” “ὀρθῶς” ἔφη “καὶ ἀληθῶς ἤκουσας, ἐκεῖνος γὰρ κἀνταῦθα ξενίζει αὐτόν.” “τί” ἔφη “ἐπιτηδεύοντα;” “τί δ’ ἄλλο γε” εἶπεν “ἢ ἅπερ ἐκεῖνος;” “οὐδὲν” ἔφη “ξένον εἴρηκας ἀσπαζόμενον ἐπιτήδευσιν, ἣ μηδὲ ἐκείνῳ ξυνεχώρησε γενναίῳ γενέσθαι.” ὁ μὲν δὴ Ἰάρχας “σωφρονέστερον,” ἔφη “ὦ βασιλεῦ, περὶ φιλοσοφίας τε καὶ Φραώτου γίγνωσκε, τὸν μὲν γὰρ χρόνον, ὃν μειράκιον ἦσθα, ξυνεχώρει σοι ἡ νεότης τὰ τοιαῦτα, ἐπεὶ δὲ ἐς ἄνδρας ἐξαλλάττεις ἤδη, φειδώμεθα τῶν ἀνοήτων τε καὶ εὐκόλων.” ὁ δὲ Ἀπολλώνιος ἑρμηνεύοντος τοῦ Ἰάρχα “σοὶ δὲ τί,” ἔφη “ὦ βασιλεῦ, τὸ μὴ φιλοσοφῆσαι δέδωκεν;” “ἐμοὶ δὲ ἀρετὴν πᾶσαν καὶ τὸ εἶναί με τὸν αὐτὸν τῷ Ἡλίῳ.” ὁ δὲ ἐπιστομίζων αὐτοῦ τὸν τῦφον “εἰ ἐφιλοσόφεις,” εἶπεν “οὐκ ἂν ταῦτα ᾤου.” “σὺ δέ, ἐπειδὴ φιλοσοφεῖς, ὦ βέλτιστε,” ἔφη “τί περὶ σαυτοῦ οἴει;” “τό γε ἀνὴρ” ἔφη “ἀγαθὸς δοκεῖν, εἰ φιλοσοφοίην.” ἀνατείνας οὖν τὴν χεῖρα ἐς τὸν οὐρανὸν “νὴ τὸν Ἥλιον,” ἔφη “Φραώτου μεστὸς ἥκεις.” ὁ δὲ ἕρμαιόν γε ἐποιήσατο τὸν λόγον καὶ ὑπολαβὼν “οὐ μάτην ἀποδεδήμηταί μοι,” εἶπεν “εἰ Φραώτου μεστὸς γέγονα· εἰ δὲ κἀκείνῳ νῦν ἐντύχοις, πάνυ φήσεις αὐτὸν ἐμοῦ μεστὸν εἶναι, καὶ γράφειν δὲ ὑπὲρ ἐμοῦ πρὸς σὲ ἐβούλετο, ἀλλ’ ἐπειδὴ ἔφασκεν ἄνδρα ἀγαθὸν εἶναί σε, παρῃτησάμην τὸν ὄχλον τῆς ἐπιστολῆς, ἐπεὶ μηδὲ ἐκείνῳ τις ὑπὲρ ἐμοῦ ἐπέστειλεν.”   XXIX. ἡ μὲν δὴ πρώτη παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν· ἀκούσας γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου “χαῖρε,” ἔφη “ἀγαθὲ ξένε.” ὁ δὲ Ἀπολλώνιος “καὶ σύ, βασιλεῦ,” εἶπεν “ἔοικας γὰρ νῦν ἥκοντι.” τίς σε ἔφη “πρὸς ἡμᾶς ἤγαγεν;” “οὗτοι” εἶπεν “οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες.” “περὶ ἐμοῦ δέ,” ἔφη “ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν;” “ὅσος γε” εἶπε “καὶ περὶ Ἑλλήνων ἐνταῦθα.” “οὐδὲν,” ἔφη “τῶν παρ’ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ.” “ἀπαγγελῶ ταῦτα,” εἶπε “καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ.   XXX. καὶ προσκλιθεὶς τῷ Ἰάρχᾳ “τοῦτον μὲν” ἔφη “μεθύειν ἔα, σὺ δέ μοι εἰπὲ τοῦ χάριν τοὺς περὶ αὐτὸν τούτους ἀδελφόν, ὡς φατέ, καὶ υἱὸν ὄντας οὐκ ἀξιοῦτε κοινῆς τραπέζης, οὐδὲ ἄλλης τιμῆς οὐδεμιᾶς;” “ὅτι” ἔφη “βασιλεύσειν ποτὲ ἡγοῦνται, δεῖ δὲ αὐτοὺς ὑπερορωμένους παιδεύεσθαι τὸ μὴ ὑπερορᾶν.” ὀκτωκαίδεκα δὲ ὁρῶν τοὺς σοφοὺς πάλιν τὸν Ἰάρχαν ἤρετο, τί βούλοιτο αὐτοῖς τὸ εἶναι τοσούτους; “οὔτε γὰρ τῶν τετραγώνων ὁ ἀριθμός, οὔτε τῶν εὐδοκιμούντων τε καὶ τιμωμένων, καθάπερ ὁ τῶν δέκα καὶ ὁ τῶν δώδεκα καὶ ὁ ἑκκαίδεκα καὶ ὁπόσοι τοιοίδε.” ὑπολαβὼν οὖν ὁ Ἰνδὸς “οὔτε ἡμεῖς” ἔφη “ἀριθμῷ δουλεύομεν οὔτε ἀριθμὸς ἡμῖν, ἀλλ’ ἀπὸ σοφίας τε καὶ ἀρετῆς προτιμώμεθα, καὶ ὁτὲ μὲν πλείους τῶν νῦν ὄντων ἐσμέν, ὁτὲ δὲ ἐλάττους. τόν τοι πάππον τὸν ἐμαυτοῦ ἀκούω καταλεχθῆναι μὲν ἐς ἑβδομήκοντα σοφοὺς ἄνδρας νεώτατον αὐτὸν ὄντα, προελθόντα δὲ ἐς τριάκοντα καὶ ἑκατὸν ἔτη καταλειφθῆναι μόνον ἐνταῦθα τῷ μήτ’ ἐκείνων τινὰ λείπεσθαι ἔτι μήτε εἶναί ποι τότε τῆς Ἰνδικῆς ἢ φιλόσοφον ἢ γενναίαν φύσιν. Αἰγυπτίων τοίνυν ἐν τοῖς εὐδαιμονεστάτοις γραψάντων αὐτόν, ἐπειδὴ μόνος ἐτῶν τεττάρων ἐξηγήσατο τούτου τοῦ θρόνου, παρῄνει παύσασθαι ὀνειδίζοντας Ἰνδοῖς σοφῶν ὀλιγανδρίαν. ἡμεῖς δέ, ὦ Ἀπολλώνιε, καὶ τὰ Ἠλείων πάτρια Αἰγυπτίων ἀκούοντες καὶ τοὺς Ἑλλανοδίκας, οἳ προΐστανται τῶν Ὀλυμπίων, δέκα ὄντας, οὐκ ἐπαινοῦμεν τὸν νόμον τὸν ἐπὶ τοῖς ἀνδράσι κείμενον, κλήρῳ γὰρ ξυγχωροῦσι τὴν αἵρεσιν, ὃς προνοεῖ οὐδέν, καὶ γὰρ ἂν καὶ τῶν φαυλοτέρων τις αἱρεθείη ὑπὸ τοῦ κλήρου. εἰ δέ γε ἀριστίνδην ἢ καὶ κατὰ ψῆφον ᾑροῦντο τοὺς ἄνδρας, οὐκ ἂν ἡμάρτανον; παραπλησίως· ὁ γὰρ τῶν δέκα ἀριθμὸς ἀπαραίτητος ὢν ἢ πλειόνων ὄντων ἀνδρῶν δικαίων ἀφῃρεῖτο ἂν ἐνίους τὸ ἐπὶ τούτῳ τιμᾶσθαι ἢ οὐκ ὄντων δικαίων δέκα οὐδεὶς δόξει· ὅθεν πολλῷ σοφώτερον ἐφρόνουν ἂν Ἠλεῖοι ἀριθμῷ μὲν ἄλλοτε ἄλλοι ὄντες, δικαιότητι δὲ οἱ αὐτοί.”

XXXI. Ταῦτα σπουδάζοντας αὐτοὺς ὁ βασιλεὺς ἐκκρούειν ἐπειρᾶτο διείργων αὐτοὺς παντὸς λόγου καὶ ἀεί τι ἔμπληκτον καὶ ἀμαθὲς λέγων. πάλιν οὖν ἤρετο ὑπὲρ τοῦ σπουδάζοιεν, ὁ δὲ Ἀπολλώνιος “διαλεγόμεθα μὲν ὑπὲρ μεγάλων καὶ τῶν παρ’ Ἕλλησιν εὐδοκιμωτάτων, σὺ δ’ ἂν μικρὰ ταῦτα ἡγοῖο, φῂς γὰρ διαβεβλῆσθαι πρὸς τὰ Ἑλλήνων.” “διαβέβλημαι μὲν ἀληθῶς,” εἶπεν “ἀκοῦσαι δ’ ὅμως βούλομαι, δοκεῖτε γάρ μοι λέγειν ὑπὲρ Ἀθηναίων τῶν Ξέρξου δούλων.” ὁ δὲ “ὑπὲρ ἄλλων μὲν” ἔφη “διαλεγόμεθα, ἐπεὶ δ’ ἀτόπως τε καὶ ψευδῶς Ἀθηναίων ἐπεμνήσθης, ἐκεῖνό μοι εἰπέ· εἰσί σοι, βασιλεῦ, δοῦλοι;” “δισμύριοι,” ἔφη “καὶ οὐδὲ ἐώνημαί γε αὐτῶν οὐδένα, ἀλλ’ εἰσὶν οἰκογενεῖς πάντες.” πάλιν οὖν ἤρετο ἑρμηνεύοντος τοῦ Ἰάρχα, πότερ’ αὐτὸς ἀποδιδράσκοι τοὺς αὑτοῦ δούλους ἢ οἱ δοῦλοι ἐκεῖνον, ὁ δὲ ὑβρίζων αὐτὸν “τὸ μὲν ἐρώτημα” ἔφη “ἀνδραποδῶδες, ὅμως δ’ οὖν ἀποκρίνομαι τὸν ἀποδιδράσκοντα δοῦλόν τε εἶναι καὶ ἄλλως κακόν, δεσπότην δὲ οὐκ ἂν ἀποδρᾶναι τοῦτον, ὃν ἔξεστιν αὐτῷ στρεβλοῦν τε καὶ ξαίνειν.” “οὐκοῦν,” ἔφη “ὦ βασιλεῦ, δοῦλος εἶναι Ἀθηναίων Ξέρξης ὑπὸ σοῦ ἀποπέφανται καὶ ὡς κακὸς δοῦλος ἀποδρᾶναι αὐτούς, ἡττηθεὶς γὰρ ὑπ’ αὐτῶν τῇ ναυμαχίᾳ τῇ περὶ τὰ στενὰ καὶ δείσας περὶ ταῖς ἐν Ἑλλησπόντῳ σχεδίαις ἐν μιᾷ νηὶ ἔφυγε.” “καὶ μὴν καὶ ἐνέπρησεν” ἔφη “τὰς Ἀθήνας ταῖς ἑαυτοῦ χερσίν.” ὁ δὲ Ἀπολλώνιος “τούτου μέν,” εἶπεν “ὦ βασιλεῦ, τοῦ τολμήματος ἔδωκε δίκας, ὡς οὔπω τις ἕτερος· οὓς γὰρ ἀπολωλεκέναι ᾤετο, τούτους ἀποδρὰς ᾤχετο. ἐγὼ δὲ καὶ (τὰ) Ξέρξου θεωρῶν ἐπὶ μὲν τῇ διανοίᾳ, καθ’ ἣν ἐστράτευσεν, ἡγοίμην ἂν αὐτὸν ἀξίως δοξασθῆναι ἐνίοις, ὅτι Ζεὺς εἴη, ἐπὶ δὲ τῇ φυγῇ κακοδαιμονέστατον ἀνθρώπων ὑπείληφα· εἰ γὰρ ἐν χερσὶ τῶν Ἑλλήνων ἀπέθανε, τίς μὲν ἂν λόγων λαμπροτέρων ἠξιώθη; τῷ δ’ ἂν μείζω τάφον ἐπεσημήναντο Ἕλληνες; ἀγωνία δ’ ἐνόπλιος καὶ ἀγωνία μουσικὴ τίς οὐκ ἂν ἐπ’ αὐτῷ ἐτέθη; εἰ γὰρ Μελικέρται καὶ Παλαίμονες καὶ Πέλοψ ὁ ἐπηλύτης Λυδός, οἱ μὲν ἔτι πρὸς μαζῷ ἀποθανόντες, ὁ δὲ τὴν Ἀρκαδίαν τε καὶ τὴν Ἀργολίδα καὶ τὴν ἐντὸς Ἰσθμοῦ δουλωσάμενος ἐς θείαν μνήμην ὑπὸ τῶν Ἑλλήνων ἤρθησαν, τί οὐκ ἂν ἐπὶ Ξέρξῃ ἐγένετο ὑπ’ ἀνδρῶν ἀσπαζομένων τε ἀρετὰς φύσει καὶ ἔπαινον αὑτῶν ἡγουμένων τὸ ἐπαινεῖν οὓς νικῶσιν;”

XXXII. Ταῦτα τοῦ Ἀπολλωνίου λέγοντος ἐς δάκρυα ἀπήχθη ὁ βασιλεύς, καὶ “ὦ φίλτατε,” εἶπεν “οἵους ἄνδρας ἑρμηνεύεις μοι τοὺς Ἕλληνας εἶναι.” “πόθεν οὖν, ὦ βασιλεῦ, χαλεπῶς πρὸς αὐτοὺς εἶχες;” “διαβάλλουσιν,” εἶπεν “ὦ ξένε, τὸ Ἑλλήνων γένος οἱ ἐξ Αἰγύπτου φοιτῶντες ἐνταῦθα, σφᾶς μὲν αὐτοὺς ἱερούς τε καὶ σοφοὺς ἀποφαίνοντες καὶ νομοθέτας θυσιῶν τε καὶ τελετῶν, ὁπόσας νομίζουσιν οἱ Ἕλληνες, ἐκείνους δὲ οὐδὲν ὑγιὲς εἶναι φάσκοντες, ἀλλ’ ὑβριστάς τε καὶ ξυγκλύδας καὶ ἀναρχίαν πᾶσαν καὶ μυθολόγους καὶ τερατολόγους καὶ πένητας μέν, ἐνδεικνυμένους δὲ τοῦτο οὐχ ὡς σεμνόν, ἀλλ’ ὑπὲρ ξυγγνώμης τοῦ κλέπτειν, σοῦ δὲ ἀκούων ταῦτα καὶ ὅπως φιλότιμοί τε καὶ χρηστοί εἰσι, σπένδομαί τε λοιπὸν τοῖς Ἕλλησι καὶ δίδωμι αὐτοῖς ἐπαινεῖσθαί τε ὑπ’ ἐμοῦ καὶ εὔχεσθαί με ὑπὲρ Ἑλλήνων ὅ τι δύναμαι καὶ τοὺς Αἰγυπτίους ὑπ’ ἐμοῦ ἀπιστεῖσθαι.” ὁ δὲ Ἰάρχας “κἀγώ,” ἔφη “ὦ βασιλεῦ, ἐγίγνωσκον, ὅτι σοι τὰ ὦτα διέφθορεν ὑπὸ τῶν Αἰγυπτίων τούτων, διῄειν δὲ ὑπὲρ Ἑλλήνων οὐδέν, ἔστ’ ἂν ξυμβόλου τοιούτου τύχῃς, ἀλλ’ ἐπεὶ βελτίων γέγονας ὑπ’ ἀνδρὸς σοφοῦ, νῦν μὲν ἡμῖν ἡ Ταντάλου φιλοτησία πινέσθω καὶ καθεύδωμεν δι’ ἃ χρὴ νύκτωρ σπουδάσαι, λόγων δὲ Ἑλληνικῶν, πλεῖστοι δ’ οὗτοι τῶν κατ’ ἀνθρώπους, ἐμπλήσω σε λοιπὸν ἐγὼ χαίροντα, ὁπότε ἀφίκοιο.” καὶ ἅμα ἐξῆρχε τοῖς ξυμπόταις πρῶτος ἐς τὴν φιάλην κύπτων, ἡ δὲ ἐπότιζεν ἱκανῶς πάντας, τὸ γὰρ νᾶμα ἀφθόνως ἐπεδίδου, καθάπερ δὴ τοῖς πηγαίοις ἀναδιδομένοις, ἔπιέ τε καὶ ὁ Ἀπολλώνιος, ὑπὲρ γὰρ φιλότητος Ἰνδοῖς τὸ ποτὸν τοῦτο εὕρηται. ποιοῦνται δὲ αὐτοῦ οἰνοχόον Τάνταλον, ἐπειδὴ φιλικώτατος ἀνθρώπων ἔδοξεν.

XXXIII. Πιόντας δὲ αὐτοὺς ἐδέξατο ἡ γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ. ἐπεὶ δὲ νὺξ μέση ἐγένετο, πρῶτον μὲν ἀναστάντες τὴν ἀκτῖνα μετέωροι ὕμνησαν, ὥσπερ ἐν τῇ μεσημβρίᾳ, εἶτα τῷ βασιλεῖ ξυνεγένοντο, ὁπόσα ἐδεῖτο. παρατυχεῖν μὲν οὖν τὸν Ἀπολλώνιον οἷς ἐσπούδασεν ὁ βασιλεὺς οὔ φησιν ὁ Δάμις, οἴεσθαι δ’ αὐτὸν περὶ τῶν τῆς ἀρχῆς ἀποῤῥήτων τὴν ξυνουσίαν πεποιῆσθαι. θύσας οὖν ἅμα ἡμέρᾳ προσῆλθε τῷ Ἀπολλωνίῳ καὶ ἐκάλει ἐπὶ ξένια ἐς τὰ βασίλεια, ζηλωτὸν ἀποπέμψειν φάσκων ἐς Ἕλληνας, ὁ δὲ ἐπῄνει μὲν ταῦτα, οὐ μὴν ἐπιδώσειν γε ἑαυτὸν ἔφασκεν ἀνδρὶ μηδὲν ὁμοίῳ, καὶ ἄλλως πλείω χρόνον ἀποδημῶν τοῦ εἰκότος αἰσχύνεσθαι τοὺς οἴκοι φίλους ὑπερορᾶσθαι δοκοῦντας. ἀντιβολεῖν δὲ τοῦ βασιλέως φάσκοντος καὶ ἀνελευθέρως ἤδη προσκειμένου “βασιλεὺς” ἔφη “ταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει.” προσελθὼν οὖν ὁ Ἰάρχας “ἀδικεῖς,” εἶπεν “ὦ βασιλεῦ “τὸν ἱερὸν οἶκον ἀπάγων ἐνθένδε ἄνδρα ἄκοντα, καὶ ἄλλως τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυνουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπ’ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην, ἴσως δὲ οὐδ’ αὐτῷ σοι χρηστόν τι ἕξουσαν.”   XXXIV. ὁ μὲν δὴ κατῄει ἐς τὴν κώμην, ὁ γὰρ θεσμὸς τῶν σοφῶν οὐ ξυνεχώρει τῷ βασιλεῖ ξυνεῖναί σφισιν ὑπὲρ μίαν ἡμέραν, ὁ δὲ Ἰάρχας πρὸς τὸν ἄγγελον “καὶ Δάμιν” εἶπε “τῶν δεῦρο ἀποῤῥήτων ἀξιοῦμεν καὶ ἡκέτω, τῶν δὲ ἄλλων ἐπιμελοῦ ἐν τῇ κώμῃ.” Ὡς δὲ ἀφίκετο, ξυνιζήσαντες, ὥσπερ εἰώθεσαν, ξυνεχώρουν τῷ Ἀπολλωνίῳ ἐρωτᾶν, ἤρετό τε ἐκ τίνων ξυγκεῖσθαι τὸν κόσμον ἡγοῖντο, οἱ δὲ ἔφασαν “ἐκ στοιχείων.” “μῶν” ἔφη “τεττάρων;” “οὐ τεττάρων,” ἔφη ὁ Ἰάρχας “ἀλλὰ πέντε.” “καὶ τί ἂν” ἔφη “πέμπτον γένοιτο παρὰ τὸ ὕδωρ τε καὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὸ πῦρ;” “ὁ αἰθήρ,” εἶπεν “ὃν ἡγεῖσθαι χρὴ γένεσιν θεῶν εἶναι, τὰ μὲν γὰρ τοῦ ἀέρος ἕλκοντα θνητὰ πάντα, τὰ δὲ τοῦ αἰθέρος ἀθάνατά τε καὶ θεῖα.” πάλιν ἤρετο, τί τῶν στοιχείων πρῶτον γένοιτο, ὁ δὲ Ἰάρχας “ὁμοῦ” ἔφη “πάντα, τὸ γὰρ ζῷον κατὰ μέρος οὐ τίκτεται.” “ζῷον” ἔφη “ἡγῶμαι τὸν κόσμον;” “ἤν γε” ἔφη “ὑγιῶς γιγνώσκῃς, αὐτὸς γὰρ ζωογονεῖ πάντα.” “θῆλυν” εἶπεν “αὐτὸν καλῶμεν ἢ τῆς ἄρσενός τε καὶ ἀντικειμένης φύσεως;” “ἀμφοῖν,” ἔφη “αὐτὸς γὰρ αὑτῷ ξυγγιγνόμενος τὰ μητρός τε καὶ πατρὸς ἐς τὴν ζωογονίαν πράττει ἔρωτά τε ἑαυτοῦ ἴσχει θερμότερον ἢ ἕτερόν τι ἑτέρου, ὃς ἁρμόττει αὐτὸν καὶ ξυνίστησιν· ἀπεικὸς δὲ οὐδὲν ἑαυτῷ ξυμφύεσθαι. καὶ ὥσπερ χειρῶν τε καὶ ποδῶν ἔργον πεποίηται ἡ τοῦ ζῴου κίνησις καὶ ὁ ἐν αὐτῷ νοῦς, ὑφ’ οὗ ὁρμᾷ, οὕτως ἡγώμεθα καὶ τὰ μέρη τοῦ κόσμου διὰ τὸν ἐκείνου νοῦν ἐπιτήδεια παρέχειν αὑτὰ τοῖς τικτομένοις τε καὶ κυουμένοις πᾶσι. καὶ γὰρ τὰ πάθη τὰ ἐξ αὐχμῶν φοιτῶντα κατὰ τὸν ἐκείνου φοιτᾷ νοῦν, ἐπειδὰν ἐκπεσοῦσα ἡ δίκη τῶν ἀνθρώπων ἀτίμως πράττῃ, ποιμαίνεταί τε χειρὶ οὐ μιᾷ τόδε τὸ ζῷον, ἀλλὰ πολλαῖς τε καὶ ἀῤῥήτοις, αἷς χρῆται, ἀχαλίνωτον μὲν διὰ μέγεθος, εὐήνιον δὲ κινεῖται καὶ εὐάγωγον.   XXXV. καὶ παράδειγμα μὲν οὐκ οἶδ’ ὅ τι ἀρκέσει τῷ λόγῳ μεγίστῳ τε ὄντι καὶ πρόσω ἐννοίας, ὑποκείσθω δὲ ναῦς, οἵαν Αἰγύπτιοι ξυντιθέντες ἐς τὴν θάλατταν τὴν ἡμεδαπὴν ἀφιᾶσιν ἀγωγίμων Ἰνδικῶν ἀντιδιδόντες Αἰγύπτια, θεσμοῦ γὰρ παλαιοῦ περὶ τὴν Ἐρυθρὰν ὄντος, ὃν βασιλεὺς Ἐρύθρας ἐνόμισεν, ὅτε τῆς θαλάττης ἐκείνης ἦρχε, μακρῷ μὲν πλοίῳ μὴ ἐσπλεῖν ἐς αὐτὴν Αἰγυπτίους, στρογγύλῃ δ’ αὖ μιᾷ νηὶ χρῆσθαι, σοφίζονται πλοῖον Αἰγύπτιοι πρὸς πολλὰ τῶν παρ’ ἑτέροις καὶ παραπλευρώσαντες αὐτὸ ἁρμονίαις, ὁπόσαι ναῦν ξυνιστᾶσι, τοίχοις τε ὑπεράραντες καὶ ἱστῷ καὶ πηξάμενοι πλείους οἰκίας, οἵας ἐπὶ τῶν σελμάτων, πολλοὶ μὲν κυβερνῆται τῆς νεὼς ταύτης ὑπὸ τῷ πρεσβυτάτῳ τε καὶ σοφωτάτῳ πλέουσι, πολλοὶ δὲ κατὰ πρῷραν ἄρχοντες ἄριστοί τε καὶ δεξιοὶ ναῦται καὶ πρὸς ἱστία πηδῶντες, ἔστι δέ τι τῆς νεὼς ταύτης καὶ ὁπλιτεῦον, πρὸς γὰρ τοὺς κολπίτας βαρβάρους, οἳ ἐν δεξιᾷ τοῦ ἔσπλου κεῖνται, παρατάττεσθαι δεῖ τὴν ναῦν, ὅτε ληίζοιντο αὐτὴν ἐπιπλέοντες. τοῦτο ἡγώμεθα καὶ περὶ τόνδε τὸν κόσμον εἶναι, θεωροῦντες αὐτὸν πρὸς τὸ τῆς ναυτιλίας σχῆμα, τὴν μὲν γὰρ δὴ πρώτην καὶ τελεωτάτην ἕδραν ἀποδοτέον θεῷ γενέτορι τοῦδε τοῦ ζῴου, τὴν δὲ ἐπ’ ἐκείνῃ θεοῖς, οἳ τὰ μέρη αὐτοῦ κυβερνῶσι, καὶ τῶν γε ποιητῶν ἀποδεχώμεθα, ἐπειδὰν πολλοὺς μὲν φάσκωσιν ἐν τῷ οὐρανῷ θεοὺς εἶναι, πολλοὺς δὲ ἐν θαλάττῃ, πολλοὺς δὲ ἐν πηγαῖς τε καὶ νάμασι, πολλοὺς δὲ περὶ γῆν, εἶναι δὲ καὶ ὑπὸ γῆν τινας. τὸν δὲ ὑπὸ γῆν τόπον, εἴπερ ἐστίν, ἐπειδὴ φρικώδη αὐτὸν καὶ φθαρτικὸν ᾄδουσιν, ἀποτάττωμεν τοῦ κόσμου.”

XXXVI. Ταῦτα τοῦ Ἰνδοῦ διελθόντος ἐκπεσεῖν ὁ Δάμις ἑαυτοῦ φησιν ὑπ’ ἐκπλήξεως καὶ ἀναβοῆσαι μέγα, μὴ γὰρ ἄν ποτε νομίσαι ἄνδρα Ἰνδὸν ἐς τοῦτο ἐλάσαι γλώττης Ἑλλάδος, μηδ’ ἄν, εἴπερ τὴν γλῶτταν ἠπίστατο, τοσῇδε εὐροίᾳ καὶ ὥρᾳ διελθεῖν ταῦτα. ἐπαινεῖ δὲ αὐτοῦ καὶ βλέμμα καὶ μειδίαμα καὶ τὸ μὴ ἀθεεὶ δοκεῖν ἐκφέρειν τὰς δόξας. τόν τοι Ἀπολλώνιον εὐσχημόνως τε καὶ ἀψοφητὶ τοῖς λόγοις χρώμενον ὅμως ἐπιδοῦναι μετὰ τὸν Ἰνδὸν τοῦτον, καὶ ὅπου καθήμενος διαλέγοιτο, θαμὰ δὲ τοῦτο ἔπραττε, προσεοικέναι τῷ Ἰάρχᾳ.   XXXVII. ἐπαινεσάντων δὲ τῶν ἄλλων πρὸς τῇ φωνῇ τὰ εἰρημένα, πάλιν ὁ Ἀπολλώνιος ἤρετο, πότερα τὴν θάλατταν μείζω ἡγοῖντο ἢ τὴν γῆν, ὁ δὲ Ἰάρχας “εἰ μὲν πρὸς τὴν θάλατταν” ἔφη “ἡ γῆ ἐξετάζοιτο, μείζων ἔσται, τὴν γὰρ θάλατταν αὕτη ἔχει, εἰ δὲ πρὸς πᾶσαν τὴν ὑγρὰν οὐσίαν θεωροῖτο, ἥττω τὴν γῆν ἀποφαινοίμεθα ἄν, καὶ γὰρ ἐκείνην τὸ ὕδωρ φέρει.”

XXXVIII. Μεταξὺ δὲ τῶν λόγων τούτων ἐφίσταται τοῖς σοφοῖς ὁ ἄγγελος Ἰνδοὺς ἄγων σωτηρίας δεομένους. καὶ παρῆγε γύναιον ἱκετεῦον ὑπὲρ παιδός, ὃν ἔφασκε μὲν ἑκκαίδεκα ἔτη γεγονέναι, δαιμονᾶν δὲ δύο ἔτη, τὸ δὲ ἦθος τοῦ δαίμονος εἴρωνα εἶναι καὶ ψεύστην. ἐρομένου δέ τινος τῶν σοφῶν, ὁπόθεν λέγοι ταῦτα, “τοῦ παιδὸς τούτου” ἔφη “τὴν ὄψιν εὐπρεπεστέρου ὄντος ὁ δαίμων ἐρᾷ καὶ οὐ ξυγχωρεῖ αὐτῷ νοῦν ἔχειν, οὐδὲ ἐς διδασκάλου βαδίσαι ἐᾷ ἢ τοξότου, οὐδὲ οἴκοι εἶναι, ἀλλ’ ἐς τὰ ἔρημα τῶν χωρίων ἐκτρέπει, καὶ οὐδὲ τὴν φωνὴν ὁ παῖς τὴν ἑαυτοῦ ἔχει, ἀλλὰ βαρὺ φθέγγεται καὶ κοῖλον, ὥσπερ οἱ ἄνδρες, βλέπει δὲ ἑτέροις ὀφθαλμοῖς μᾶλλον ἢ τοῖς ἑαυτοῦ. κἀγὼ μὲν ἐπὶ τούτοις κλάω τε καὶ ἐμαυτὴν δρύπτω καὶ νουθετῶ τὸν υἱόν, ὁπόσα εἰκός, ὁ δὲ οὐκ οἶδέ με. διανοουμένης δέ μου τὴν ἐνταῦθα ὁδόν, τουτὶ δὲ πέρυσι διενοήθην, ἐξηγόρευσεν ὁ δαίμων ἑαυτὸν ὑποκριτῇ χρώμενος τῷ παιδί, καὶ δῆτα ἔλεγεν εἶναι μὲν εἴδωλον ἀνδρός, ὃς πολέμῳ ποτὲ ἀπέθανεν, ἀποθανεῖν δὲ ἐρῶν τῆς ἑαυτοῦ γυναικός, ἐπεὶ δὲ ἡ γυνὴ περὶ τὴν εὐνὴν ὕβρισε τριταίου κειμένου γαμηθεῖσα ἑτέρῳ, μισῆσαι μὲν ἐκ τούτου τὸ γυναικῶν ἐρᾶν, μεταῤῥυῆναι δὲ ἐς τὸν παῖδα τοῦτον. ὑπισχνεῖτο δέ, εἰ μὴ διαβάλλοιμι αὐτὸν πρὸς ὑμᾶς, δώσειν τῷ παιδὶ πολλὰ ἐσθλὰ καὶ ἀγαθά. ἐγὼ μὲν δὴ ἔπαθόν τι πρὸς ταῦτα, ὁ δὲ διάγει με πολὺν ἤδη χρόνον καὶ τὸν ἐμὸν οἶκον ἔχει μόνος οὐδὲν μέτριον οὐδὲ ἀληθὲς φρονῶν.” ἤρετο οὖν ὁ σοφὸς πάλιν, εἰ πλησίον εἴη ὁ παῖς, ἡ δὲ οὐκ ἔφη, πολλὰ μὲν γὰρ ὑπὲρ τοῦ ἀφικέσθαι αὐτὸν πρᾶξαι “ὁ δ’ ἀπειλεῖ κρημνοὺς καὶ βάραθρα καὶ ἀποκτενεῖν μοι τὸν υἱόν, εἰ δικαζοίμην αὐτῷ δεῦρο.” “θάρσει,” ἔφη ὁ σοφός “οὐ γὰρ ἀποκτενεῖ αὐτὸν ἀναγνοὺς ταῦτα” καί τινα ἐπιστολὴν ἀνασπάσας τοῦ κόλπου ἔδωκε τῇ γυναικί, ἐπέσταλτο δὲ ἄρα ἡ ἐπιστολὴ πρὸς τὸ εἴδωλον ξὺν ἀπειλῇ καὶ ἐκπλήξει.   XXXIX. καὶ μὴν καὶ χωλεύων τις ἀφίκετο γεγονὼς μὲν ἤδη τριάκοντα ἔτη, λεόντων δὲ θηρατὴς δεινός, ἐμπεπτωκότος δὲ αὐτῷ λέοντος ὠλισθήκει τὸν γλουτὸν καὶ τοῦ σκέλους ἑτέρως εἶχεν. ἀλλ’ αἱ χεῖρες αὐτῷ καταψῶσαι τὸν γλουτὸν ἐς ὀρθὸν τοῦ βαδίσματος ὁ νεανίας ἦλθε. καὶ ὀφθαλμὼ δέ τις ἐῤῥυηκὼς ἀπῆλθε πᾶν ἔχων τὸ ἐν αὐτοῖς φῶς, καὶ ἄλλος τὴν χεῖρα ἀδρανὴς ὢν ἐγκρατὴς ᾤχετο. γυνὴ δέ τις ἑπτὰ ἤδη γαστέρας δυστοκοῦσα δεομένου ὑπὲρ αὐτῆς τἀνδρὸς ὧδε ἰάθη· τὸν ἄνδρα ἐκέλευσεν, ἐπειδὰν τίκτῃ ἡ γυνή, λαγὼν ὑπὸ κόλπῳ ζῶντα ἐσφέρεσθαι οὗ τίκτει, καὶ περιελθόντα αὐτὴν ἀφεῖναι ὁμοῦ τὸν λαγών, συνεκδοθῆναι γὰρ ἂν τῷ ἐμβρύῳ τὴν μήτραν, εἰ μὴ ὁ λαγὼς αὐτίκα ἐξενεχθείη θύραζε.   XL. πατρὸς δ’ αὖ τινος εἰπόντος, ὡς γένοιντο μὲν αὐτῷ παῖδες, ἀποθάνοιεν δὲ ὁμοῦ τῷ ἄρξασθαι οἶνον πίνειν ὑπολαβὼν εἶπεν ὁ Ἰάρχας “καὶ βελτίους ἀποθανόντες ἐγένοντο, οὐ γὰρ ἂν διέφυγον τὸ μὴ μανῆναι, θερμοτέρων, ὡς φαίνεται, σπερμάτων φύντες. οἴνου μὲν οὖν ἀφεκτέον τοῖς ἐξ ὑμῶν, ὡς δὲ μηδὲ ἐς ἐπιθυμίαν ποτὲ οἴνου κατασταῖεν, εἴ σοι πάλιν παιδίον γένοιτο, γέγονε δὲ ἑβδόμην ἡμέραν, ὡς ὁρῶ, τὴν γλαῦκα τὴν ὄρνιν χρὴ ἐπιφυλάττειν, οὗ νεοττεύει, καὶ τὰ ᾠὰ σπάσαντα δοῦναι μασᾶσθαι τῷ βρέφει συμμέτρως ἕψοντα, εἰ γὰρ βρώσεταί τι τούτων, πρὶν οἴνου γεύσεται, μῖσος αὐτῷ πρὸς τὸν οἶνον ἐμφύσεται καὶ σωφρονέστατα διακείσεται μόνου ξυγκεκραμένος τοῦ ἐν τῇ φύσει θερμοῦ.”

Τούτων οὖν ἐμπιπλάμενοι καὶ τοὺς ἄνδρας ἐκπληττόμενοι τῆς ἐς πάντα σοφίας παμπόλλους ὁσημέραι λόγους ἠρώτων, πολλοὺς δὲ καὶ αὐτοὶ ἠρωτῶντο.   XLI. τῆς μὲν οὖν διαλεκτικῆς ξυνουσίας ἄμφω μετεῖχον, τὰς δὲ ἀποῤῥήτους σπουδάς, αἷς ἀστρικὴν [ἢ] μαντείαν κατενόουν καὶ τὴν πρόγνωσιν ἐσπούδαζον θυσιῶν τε ἥπτοντο καὶ κλήσεων, αἷς θεοὶ χαίρουσι, μόνον φησὶν ὁ Δάμις τὸν Ἀπολλώνιον ξυμφιλοσοφεῖν τῷ Ἰάρχᾳ, καὶ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας ἀστέρων βίβλους τέτταρας, ὧν καὶ Μοιραγένης ἐπεμνήσθη, ξυγγράψαι δὲ περὶ θυσιῶν καὶ ὡς ἄν τις ἑκάστῳ θεῷ προσφόρως τε καὶ κεχαρισμένως θύοι. τὰ μὲν δὴ τῶν ἀστέρων καὶ τὴν τοιαύτην μαντικὴν πᾶσαν ὑπὲρ τὴν ἀνθρωπείαν ἡγοῦμαι φύσιν καὶ οὐδ’ εἰ κέκτηταί τις οἶδα, τὸ δὲ περὶ θυσιῶν ἐν πολλοῖς μὲν ἱεροῖς εὗρον, ἐν πολλαῖς δὲ πόλεσι, πολλοῖς δὲ ἀνδρῶν σοφῶν οἴκοις, καὶ τί ἄν τις ἑρμηνεύοι αὐτὸ σεμνῶς ξυντεταγμένον καὶ κατὰ τὴν ἠχὼ τοῦ ἀνδρός; φησὶ δὲ ὁ Δάμις καὶ δακτυλίους ἑπτὰ τὸν Ἰάρχαν τῷ Ἀπολλωνίῳ δοῦναι τῶν ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς φορεῖν τὸν Ἀπολλώνιον κατὰ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν.   XLII. περὶ δὲ προγνώσεως λόγου αὐτοῖς ποτε ὄντος καὶ τοῦ Ἀπολλωνίου προσκειμένου τῇ σοφίᾳ ταύτῃ καὶ τὰς πλείους τῶν διαλέξεων ἐς τοῦτο ξυντείνοντος, ἐπαινῶν αὐτὸν ὁ Ἰάρχας “οἱ μαντικῇ” ἔφη “χαίροντες, ὦ χρηστὲ Ἀπολλώνιε, θεῖοί τε ὑπ’ αὐτῆς γίγνονται καὶ πρὸς σωτηρίαν ἀνθρώπων πράττουσι. τὸ γάρ, ἃ χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, ὦ χρηστέ, ἐφ’ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις, ἃ μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι καὶ ταὐτὸν ἰσχύοντος τῷ Ἀπόλλωνι τῷ Δελφικῷ. ἐπεὶ δὲ ἡ τέχνη τοὺς ἐς θεοῦ φοιτῶντας ἐπὶ τῷ χρήσασθαι καθαροὺς κελεύει βαδίζοντας φοιτᾶν, ἢ “ἔξιθι τοῦ νεὼ” πρὸς αὐτοὺς ἐρεῖ, δοκεῖ μοι καὶ τὸν προγνωσόμενον ἄνδρα ὑγιῶς ἑαυτοῦ ἔχειν καὶ μήτε κηλῖδα προσμεμάχθαι τῇ ψυχῇ μηδεμίαν μήτε οὐλὰς ἁμαρτημάτων ἐντετυπῶσθαι τῇ γνώμῃ, καθαρῶς δὲ αὐτὸν προφητεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα. γεγωνότερον γὰρ οὕτω καὶ ἀληθέστερον τὰ λόγια ἐκδώσει· ὅθεν οὐ χρὴ θαυμάζειν, εἰ καὶ σὺ τὴν ἐπιστήμην ξυνείληφας τοσοῦτον ἐν τῇ ψυχῇ φέρων αἰθέρα.”   XLIII. καὶ χαριεντιζόμενος ἅμα πρὸς τὸν Δάμιν “σὺ δ’ οὐδὲν” ἔφη “προγιγνώσκεις, Ἀσσύριε, καὶ ταῦτα ξυνὼν ἀνδρὶ τοιούτῳ;” “νὴ Δί’,” εἶπε “τά γε ἐμαυτῷ ἀναγκαῖα· ἐπειδὴ γὰρ πρώτῳ ἐνέτυχον τῷ Ἀπολλωνίῳ τούτῳ καὶ σοφίας μοι ἔδοξε πλέως δεινότητός τε καὶ σωφροσύνης καὶ τοῦ καρτερεῖν ὀρθῶς, ἐπεὶ δὲ καὶ μνημοσύνην ἐν αὐτῷ εἶδον, πολυμαθέστατόν τε καὶ φιλομαθίας ἥττω, δαιμόνιόν τί μοι ἐγένετο, καὶ ξυγγενόμενος αὐτῷ σοφὸς μὲν ᾠήθην δόξειν ἐξ ἰδιώτου τε καὶ ἀσόφου, πεπαιδευμένος δὲ ἐκ βαρβάρου, ἑπόμενος δὲ αὐτῷ καὶ ξυσπουδάζων ὄψεσθαι μὲν Ἰνδούς, ὄψεσθαι δὲ ὑμᾶς, Ἕλλησί τε ἐπιμίξειν Ἕλλην ὑπ’ αὐτοῦ γενόμενος. τὰ μὲν δὴ ὑμέτερα περὶ μεγάλων ὄντα Δελφοὺς ἡγεῖσθε καὶ Δωδώνην καὶ ὅ τι βούλεσθε, τἀμὰ δέ, ἐπειδὴ Δάμις μὲν ὁ προγιγνώσκων αὐτά, προγιγνώσκει δ’ ὑπὲρ αὑτοῦ μόνου, γραὸς ἔστω ἀγυρτρίας μαντευομένης ὑπὲρ προβατίων καὶ τῶν τοιούτων.”   XLIV. ἐπὶ τούτοις μὲν δὴ ἐγέλασαν οἱ σοφοὶ πάντες, καταστάντος δὲ τοῦ γέλωτος ἐπανῆγεν ὁ Ἰάρχας ἐς τὸν περὶ τῆς μαντικῆς λόγον, καὶ πολλὰ μὲν αὐτὴν ἀγαθὰ ἔλεγε τοὺς ἀνθρώπους εἰργάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρικῆς δῶρον· οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιάδας ἐς ἐπιστήμην τούτου παρελθεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος καὶ κατὰ τὰς ἐκείνου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόσφορα ταῖς νόσοις φάρμακα παισί τε ἑαυτοῦ παρέδωκε καὶ τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς ξυμμετρίας τε ποτίμων φαρμάκων, ὑφ’ ὧν ὕδεροι ἀποχετεύονται καὶ αἷμα ἴσχεται φθόαι τε παύονται καὶ τὰ οὕτω κοῖλα. καὶ τὰ τῶν ἰοβόλων δὲ ἄκη καὶ τὸ τοῖς ἰοβόλοις αὐτοῖς ἐς πολλὰ τῶν νοσημάτων χρῆσθαι τίς ἀφαιρήσεται τὴν μαντικήν; οὐ γάρ μοι δοκοῦσιν ἄνευ τῆς προγιγνωσκούσης σοφίας θαρσῆσαί ποτε ἄνθρωποι τὰ πάντων ὀλεθριώτατα φαρμάκων ἐγκαταμῖξαι τοῖς σώζουσιν.

XLV. Ἐπεὶ δὲ καὶ ὅδε ὁ λόγος ἀναγέγραπται τῷ Δάμιδι σπουδασθεὶς ἐκεῖ περὶ τῶν ἐν Ἰνδοῖς μυθολογουμένων θηρίων τε καὶ πηγῶν καὶ ἀνθρώπων, μηδ’ ἐμοὶ παραλειπέσθω, καὶ γὰρ κέρδος (ἂν) εἴη μήτε πιστεύειν, μήτε ἀπιστεῖν πᾶσιν. ἤρετο γὰρ δὴ ὁ Ἀπολλώνιος “ἔστι τι ζῷον ἐνταῦθα μαρτιχόρας; ὁ δὲ Ἰάρχας “καὶ τίνα” ἔφη “φύσιν τοῦ ζῴου τούτου ἤκουσας; εἰκὸς γὰρ καὶ περὶ εἴδους αὐτοῦ (τι) λέγεσθαι.” “λέγεται” εἶπε “μεγάλα καὶ ἄπιστα, τετράπουν μὲν γὰρ εἶναι αὐτό, τὴν κεφαλὴν δὲ ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν τοῦ θηρίου τούτου πηχυαίας ἐκφέρειν καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα ἐς τοὺς θηρῶντας αὐτό.” ἐρομένου δὲ αὐτοῦ καὶ περὶ τοῦ χρυσοῦ ὕδατος, ὅ φασιν ἐκ πηγῆς βλύζειν, καὶ περὶ τῆς ψήφου τῆς ἅπερ ἡ μαγνῆτις ποιούσης ἀνθρώπων τε ὑπὸ γῆν οἰκούντων καὶ πυγμαίων αὖ καὶ σκιαπόδων ὑπολαβὼν ὁ Ἰάρχας “περὶ μὲν ζῴων ἢ φυτῶν” εἶπεν “ἢ πηγῶν, ὧν αὐτὸς ἐνταῦθα ἥκων εἶδες, τί ἄν σοι λέγοιμι; σὸν γὰρ ἤδη νῦν ἐξηγεῖσθαι αὐτὰ ἑτέροις· θηρίον δὲ τοξεῦον ἢ χρυσοῦ πηγὰς ὕδατος οὔπω ἐνταῦθα ἤκουσα.   XLVI. περὶ μέντοι τῆς ψήφου τῆς ἐπισπωμένης τε καὶ ξυνδούσης ἑαυτῇ λίθους ἑτέρας οὐ χρὴ ἀπιστεῖν· ἔστι γάρ σοι καὶ ἰδεῖν τὴν λίθον καὶ θαυμάσαι τὰ ἐν αὐτῇ πάντα. γίγνεται μὲν γὰρ ἡ μεγίστη κατὰ ὄνυχα δακτύλου τούτου,” δείξας τὸν ἑαυτοῦ ἀντίχειρα “κυίσκεται δὲ ἐν γῇ κοίλῃ βάθος ὀργυιαὶ τέτταρες, τοσοῦτον δὲ αὐτῇ περίεστι τοῦ πνεύματος, ὡς ὑποιδεῖν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυισκομένης ἐν αὐτῇ τῆς λίθου. μαστεῦσαι δὲ αὐτὴν οὐδενὶ ἔξεστιν, ἀποδιδράσκει γάρ, εἰ μὴ μετὰ λόγου ἀνασπῷτο ἀλλ’ ἡμεῖς μόνοι τὰ μὲν δράσαντες, τὰ δὲ εἰπόντες ἀναιρούμεθα τὴν παντάρβην· ὄνομα γὰρ αὐτῇ τοῦτο. νύκτωρ μὲν οὖν ἡμέραν ἀναφαίνει, καθάπερ τὸ πῦρ, ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης, εἰ δὲ μεθ’ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρμαρυγαῖς μυρίαις. τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀῤῥήτου ἰσχύος, πᾶν γὰρ τὸ ἐγγὺς ἐσποιεῖ αὑτῇ. τί λέγω τὸ ἐγγύς; ἔστι σοι λίθους, ὁπόσας βούλει, καταποντῶσαί ποι ἢ τῶν ποταμῶν ἢ τῆς θαλάττης καὶ μηδὲ ἐγγὺς ἀλλήλων, ἀλλὰ σποράδας καὶ ὡς ἔτυχεν, ἡ δὲ ἐς αὐτὰς καθιμηθεῖσα ξυλλέγεται πάσας τῇ τοῦ πνεύματος διαδόσει καὶ ὑποκείσονται αὐτῇ βοτρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος.”   XLVII. καὶ εἰπὼν ταῦτα ἔδειξε τὴν λίθον αὐτήν τε καὶ ὁπόσα ἐργάζεται. τοὺς δὲ πυγμαίους οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην ζῶντας τρόπον, ὃς πᾶσιν εἴρηται. σκιάποδας δὲ ἀνθρώπους ἢ μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾄδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε μὴν ἐν Ἰνδοῖς.   XLVIII. ὃν δ’ ὀρύττουσι χρυσὸν οἱ γρῦπες, πέτραι εἰσὶν οἷον σπινθῆρσιν ἐστιγμέναι ταῖς τοῦ χρυσοῦ ῥανίσιν, ἃς λιθοτομεῖ τὸ θηρίον τοῦτο τῇ τοῦ ῥάμφους ἰσχύι. τὰ γὰρ θηρία ταῦτα εἶναί τε ἐν Ἰνδοῖς καὶ ἱεροὺς νομίζεσθαι τοῦ Ἡλίου τέθριππά τε αὐτῶν ὑποζευγνύναι τοῖς ἀγάλμασι τοὺς τὸν Ἥλιον ἐν Ἰνδοῖς γράφοντας μέγεθός τε καὶ ἀλκὴν εἰκάσθαι αὐτοὺς τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάντων δὲ καὶ δρακόντων ὑπερτέρους εἶναι. πέτονται δὲ οὔπω μέγα, ἀλλ’ ὅσον οἱ βραχύποροι ὄρνιθες, μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς, ὡς ὄρνισι πάτριον, ἀλλ’ ὑμέσι τοὺς ταρσοὺς ὑφάνθαι πυρσοῖς, ὡς εἶναι κυκλώσαντας πέτεσθαί τε καὶ ἐκ μετεώρου μάχεσθαι, τὴν τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην, ἐπειδὴ τὸ τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις.   XLIX. καὶ τὸν φοίνικα δὲ τὸν ὄρνιν τὸν διὰ πεντακοσίων ἐτῶν ἐς Αἴγυπτον ἥκοντα πέτεσθαι μὲν ἐν τῇ Ἰνδικῇ τὸν χρόνον τοῦτον, εἶναι δὲ ἕνα ἐκδιδόμενον τῶν ἀκτίνων καὶ χρυσῷ λάμποντα, μέγεθος ἀετοῦ καὶ εἶδος, ἐς καλιάν τε ἱζάνειν τὴν ἐκ τοῦ ἀρώματος ποιουμένην αὐτῷ πρὸς ταῖς τοῦ Νείλου πηγαῖς. ἃ δὲ Αἰγύπτιοι περὶ αὐτοῦ ᾄδουσιν, ὡς ἐς Αἴγυπτον φέρεται, καὶ Ἰνδοὶ ξυμμαρτυροῦσι προσᾴδοντες τῷ λόγῳ τὸ τὸν φοίνικα τὸν ἐν τῇ καλιᾷ τηκόμενον προπεμπτηρίους ὕμνους αὑτῷ ᾄδειν. τουτὶ δὲ καὶ τοὺς κύκνους φασὶ δρᾶν οἱ σοφώτερον αὐτῶν ἀκούοντες.

L. Τοιαίδε μὲν αἱ πρὸς τοὺς σοφοὺς ξυνουσίαι Ἀπολλωνίῳ ἐγένοντο μηνῶν τεττάρων ἐκεῖ διατρίψαντι καὶ ξυλλαβόντι λόγους φανερούς τε καὶ ἀποῤῥήτους πάντας, ἐπεὶ δὲ ἐξελαύνειν ἐβούλετο, τὸν μὲν ἡγεμόνα καὶ τὰς καμήλους πείθουσιν αὐτὸν ἀποπέμψαι τῷ Φραώτῃ μετ’ ἐπιστολῆς, αὐτοὶ δὲ ἡγεμόνα ἕτερον καὶ καμήλους δόντες προέπεμπον αὐτὸν εὐδαιμονίζοντες αὑτούς τε κἀκεῖνον. ἀσπασάμενοι δὲ τὸν Ἀπολλώνιον καὶ θεὸν τοῖς πολλοῖς εἶναι δόξειν οὐ τεθνεῶτα μόνον, ἀλλὰ καὶ ζῶντα φήσαντες αὐτοὶ μὲν ὑπέστρεψαν ἐς τὸ φροντιστήριον * ἐπιστρεφόμενοι πρὸς τὸν ἄνδρα καὶ δηλοῦντες, ὅτι ἄκοντες αὐτοῦ ἀπαλλάττονται, ὁ δὲ Ἀπολλώνιος ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχων, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατῄει ἐπὶ τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. κατιοῦσι δ’ αὐτοῖς πολλαὶ μὲν στρουθοὶ ἐφαίνοντο, πολλοὶ δὲ ἄγριοι βόες, πολλοὶ δὲ ὄνοι καὶ λέοντες καὶ παρδάλεις καὶ τίγρεις καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπερίσι, μέλανές τε γὰρ καὶ λάσιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ σμικροῖς ἀνθρώποις ἴσοι. διαλεγόμενοι δὲ περὶ τῶν ὁρωμένων, ὁποῖα εἰώθεσαν, ἀφίκοντο ἐπὶ τὴν θάλατταν, ἐν ᾗ κατεσκεύαστο ἐμπόρια μικρά, καὶ πλοῖα δὲ ἐν αὐτοῖς ὥρμει πορθμεῖα παραπλήσια τοῖς Τυῤῥηνοῖς. τὴν δὲ θάλατταν τὴν Ἐρυθρὰν εἶναι μὲν κυανωτάτην, ὠνομάσθαι δέ, ὡς εἶπον, ἀπὸ Ἐρύθρα βασιλέως, ὃς ἐπωνόμασεν ἑαυτὸν ἐκείνῳ τῷ πελάγει.   LI. ἐνταῦθα ἥκων τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετ’ ἐπιστολῆς·

”Ἀπολλώνιος Ἰάρχᾳ καὶ (τοῖς) ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θάλατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνήσομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου. ἔῤῥωσθε ἀγαθοὶ φιλόσοφοι.”   LII. αὐτὸς δὲ ἐπιβὰς νεὼς ἐκομίζετο λείῳ καὶ εὐφόρῳ πνεύματι θαυμάζων τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς δι’ αὐτοῦ ἐκχεῖται· τελευτῶν γάρ, ὡς ἔφην, ἐς χωρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει, δι’ ὧν καταῤῥηγνὺς ἐς τὴν θάλατταν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις.

LIII. Καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι, πόλιν δὲ ἐπ’ αὐτοῦ κεῖσθαι Πάταλα περίῤῥυτον τῷ Ἰνδῷ, ἐς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ἐλθεῖν, ᾧ ναύαρχον ἐπιτετάχθαι Νέαρχον οὐκ ἀγύμναστον τῆς θαλαττίου τάξεως. ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς Ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοιντο τὴν μεσημβρίαν οἱ πλέοντες οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, δοκεῖ καὶ Δάμιδι, καὶ χρὴ πιστεύειν ὑγιῶς τε καὶ κατὰ τὸν ἐκεῖ οὐρανὸν εἰρῆσθαι ταῦτα. μνημονεύουσι καὶ νήσου μικρᾶς, ᾗ ὄνομα εἶναι Βίβλον, ἐν ᾗ [τὸ τοῦ κογχυλίου μέγεθος καὶ] οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. ἁλίσκεται δὲ καὶ λίθος ἐκεῖ μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τόπον ἔχουσα τῷ ὀστρέῳ.

LIV. Κατασχεῖν δέ φασι καὶ ἐς Πηγάδας τῆς τῶν Ὠρειτῶν χώρας, οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. χρυσῖτιν δὲ ἡγοῦνται τὴν γῆν διὰ τὴν εὐγένειαν τοῦ χαλκοῦ.

LV. Φασὶ δὲ καὶ τοῖς Ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα, διφθέρας δὲ τούτους ἐνῆφθαι μεγίστων ἰχθύων, καὶ τὰ πρόβατα τὰ ἐκείνῃ ἰχθυώδη εἶναι καὶ φαγεῖν ἄτοπα, τοὺς γὰρ ποιμένας βόσκειν αὐτὰ τοῖς ἰχθύσιν, ὥσπερ ἐν Καρίᾳ τοῖς σύκοις. Καρμανοὶ δὲ Ἰνδοὶ γένος ἥμερον εὔιχθυν οὕτω νέμονται θάλατταν, ὡς μηδ’ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς, μηδέ, ὥσπερ ὁ Πόντος, ταριχεύειν, ἀλλ’ ὀλίγους μὲν αὐτῶν ἀποδίδοσθαι, τοὺς δὲ πολλοὺς ἀσπαίροντας ἀποδιδόναι τῇ θαλάττῃ.

LVI. Προσπλεῦσαί φασι καὶ Βαλάροις, ἐμπόριον δὲ εἶναι τὰ Βάλαρα μεστὸν μυῤῥινῶν τε καὶ φοινίκων καὶ δάφνας ἐν αὐτῷ ἰδεῖν καὶ πηγαῖς διαῤῥεῖσθαι τὸ χωρίον. κῆποι δὲ ὁπόσοι τρωκτοὶ καὶ ὁπόσοι ἀνθέων κῆποι, βρύειν αὐτὸ καὶ λιμένας μεστοὺς γαλήνης ἐν αὐτῷ εἶναι. προκεῖσθαι δὲ τοῦ χωρίου τούτου νῆσον ἱεράν, ἣν καλεῖσθαι Σέληρα καὶ στάδια μὲν ἑκατὸν εἶναι τῷ πορθμῷ, νηρηίδα δὲ οἰκεῖν ἐν αὐτῇ δεινὴν δαίμονα, πολλοὺς γὰρ τῶν πλεόντων ἁρπάζειν καὶ μηδὲ ταῖς ναυσὶ ξυγχωρεῖν πεῖσμα ἐκ τῆς νήσου βάλλεσθαι.

LVII. Ἄξιον δὲ μηδὲ τὸν περὶ τῆς ἑτέρας μαργαρίτιδος παρελθεῖν λόγον, ἐπεὶ μηδὲ Ἀπολλωνίῳ μειρακιώδης ἔδοξεν, ἀλλὰ πλάττεται ἥδιστος καὶ τῶν ἐν τῇ θαλαττουργίᾳ θαυμασιώτατος. τὰ γὰρ τετραμμένα τῆς νήσου πρὸς τὸ πελαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάττης, φέρει δὲ ὄστρεον ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς, οὐδὲ γὰρ λίθον φύει οὐδένα. γαλήνην δὲ ἐπιφυλάξαντες καὶ τὴν θάλατταν αὐτοὶ λεάναντες, τουτὶ δὲ ἡ τοῦ ἐλαίου ἐπιῤῥοὴ πράττει, καταδύεταί τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου τὰ μὲν ἄλλα κατεσκευασμένος, ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι δὲ αὐτῷ καὶ πλινθὶς σιδηρᾶ καὶ ἀλάβαστρος μύρου. παριζήσας οὖν ὁ Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται, τὸ δὲ ἀνοίγνυταί τε καὶ μεθύει ὑπ’ αὐτοῦ, κέντρῳ δὲ διελαθὲν ἀποπτύει τὸν ἰχῶρα, ὁ δὲ ἐκδέχεται αὐτὸν τῇ πλινθίδι τύπους ὀρωρυγμένῃ. λιθοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται, καθάπερ ἡ φύσει μαργαρὶς κἄστιν ἡ μαργαρὶς αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάττης. ἐπιτίθεσθαι δὲ τῇ θήρᾳ ταύτῃ καὶ τοὺς Ἀραβίους φασὶν ἀντιπέρας οἰκοῦντας. τὸ δὲ ἐντεῦθεν θηριώδη μὲν τὴν θάλατταν εἶναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κωδωνοφορεῖν κατὰ πρύμναν τε καὶ πρῷραν, τὴν δὲ ἠχὼ ἐκπλήττειν τὰ θηρία, καὶ μὴ ἐᾶν ἐμπελάζειν ταῖς ναυσί.

LVIII. Καταπλεύσαντες δὲ ἐς τὰς ἐκβολὰς τοῦ Εὐφράτου φασὶν ἐς Βαβυλῶνα δι’ αὐτοῦ ἀναπλεῦσαι παρὰ τὸν Οὐαρδάνην, καὶ τυχόντες αὐτοῦ οἵου ἐγίγνωσκον, ἐπὶ τὴν Νῖνον ἐλθεῖν αὖθις, καὶ τῆς Ἀντιοχείας συνήθως ὑβριζούσης καὶ μηδὲν τῶν Ἑλληνικῶν ἐσπουδακυίας ἐπὶ θάλαττάν τε καταβῆναι τὴν ἐπὶ Σελεύκειαν νεώς τε ἐπιτυχόντες προσπλεῦσαι Κύπρῳ κατὰ τὴν Πάφον, οὗ τὸ τῆς Ἀφροδίτης ἕδος, ὃ ξυμβολικῶς ἱδρυμένον θαυμάσαι τὸν Ἀπολλώνιον, καὶ πολλὰ τοὺς ἱερέας ἐς τὴν ὁσίαν τοῦ ἱεροῦ διδαξάμενον ἐς Ἰωνίαν πλεῦσαι θαυμαζόμενον ἱκανῶς καὶ μεγάλων ἀξιούμενον παρὰ τοῖς τὴν σοφίαν τιμῶσιν.

 

IV

I. Ἐπεὶ δὲ εἶδον τὸν ἄνδρα ἐν Ἰωνίᾳ παρελθόντα ἐς τὴν Ἔφεσον, οὐδὲ οἱ βάναυσοι ἔτι πρὸς ταῖς ἑαυτῶν τέχναις ἦσαν, ἀλλ’ ἠκολούθουν ὁ μὲν σοφίας, ὁ δὲ εἴδους, ὁ δὲ διαίτης, ὁ δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες, λόγοι τε περὶ αὐτοῦ ἐφοίτων οἱ μὲν ἐκ τοῦ Κολοφῶνι μαντείου κοινωνὸν τῆς ἑαυτοῦ σοφίας καὶ ἀτεχνῶς σοφὸν καὶ τὰ τοιαῦτα τὸν ἄνδρα ᾄδοντες, οἱ δὲ ἐκ Διδύμων, οἱ δὲ ἐκ τοῦ περὶ τὸ Πέργαμον ἱεροῦ, πολλοὺς γὰρ τῶν ὑγιείας δεομένων ὁ θεὸς ἐκέλευσε προσφοιτᾶν τῷ Ἀπολλωνίῳ, τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δοκεῖν ταῖς Μοίραις. ἐφοίτων καὶ πρεσβεῖαι πρὸς αὐτὸν ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ξύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων, ὁ δὲ ἕκαστα τούτων τὰ μὲν ἐπιστέλλων, τὰ δὲ ἀφίξεσθαι φάσκων διωρθοῦτο. πρεσβευσαμένης δὲ καὶ τῆς Σμύρνης καὶ ὅ τι μὲν δέοιτο οὐκ εἰπούσης, ἐκλιπαρούσης δὲ ἀφικέσθαι, ἤρετο τὸν πρεσβευτήν, ὅ τι αὐτοῦ δέοιντο, ὁ δὲ “ἰδεῖν” ἔφη “καὶ ὀφθῆναι.”   II. ὁ δὲ Ἀπολλώνιος “ἀφίξομαι” εἶπε “δοίητε δέ, ὦ Μοῦσαι, καὶ ἐρασθῆναι ἀλλήλων.”

Τὴν μὲν δὴ διάλεξιν τὴν πρώτην ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ πρὸς τοὺς Ἐφεσίους διελέχθη, οὐχ ὥσπερ οἱ Σωκρατικοί, ἀλλὰ τῶν μὲν ἄλλων ἀπάγων τε καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων προσέχειν καὶ σπουδῆς ἐμπιπλάναι τὴν Ἔφεσον μᾶλλον ἢ ῥᾳθυμίας τε καὶ ἀγερωχίας, ὁπόσην εὗρεν· ὀρχηστῶν γὰρ ἡττημένοι καὶ πρὸς πυῤῥίχαις αὐτοὶ ὄντες αὐλῶν μὲν πάντα μεστὰ ἦν, μεστὰ δὲ ἀνδρογύνων, μεστὰ δὲ κτύπων· ὁ δὲ καίτοι μεταθεμένων τῶν Ἐφεσίων πρὸς αὐτὸν οὐκ ἠξίου περιορᾶν ταῦτα, ἀλλ’ ἐξῄρει αὐτὰ καὶ διέβαλλε τοῖς πολλοῖς.   III. τὰς δὲ ἄλλας διαλέξεις περὶ τὰ ἄλση τὰ ἐν τοῖς ξυστοῖς δρόμοις ἐποιεῖτο, διαλεγομένου δέ ποτε περὶ κοινωνίας καὶ διδάσκοντος, ὅτι χρὴ τρέφειν τε ἀλλήλους καὶ ὑπ’ ἀλλήλων τρέφεσθαι, στρουθοὶ μὲν ἐκάθηντο ἐπὶ τῶν δένδρων σιωπῶντες, εἷς δὲ αὐτῶν προσπετόμενος ἐβόα, παρακελεύεσθαί τι δοκῶν τοῖς ἄλλοις, οἱ δέ, ὡς ἤκουσαν, αὐτοί τε ἀνέκραγον καὶ ἀρθέντες ἐπέτοντο ὑπὸ τῷ ἑνί. ὁ μὲν δὴ Ἀπολλώνιος εἴχετο τοῦ λόγου γιγνώσκων μέν, ἐφ’ ὅ τι οἱ στρουθοὶ πέτοιντο, πρὸς δὲ τοὺς πολλοὺς οὐχ ἑρμηνεύων αὐτό, ἐπεὶ δὲ ἀνέβλεψαν ἐς αὐτοὺς πάντες καὶ ἀνοήτως ἔνιοι τερατῶδες αὐτὸ ἐνόμισαν, παραλλάξας ὁ Ἀπολλώνιος τοῦ λόγου “παῖς” εἶπεν “ὤλισθεν ἀπάγων πυροὺς ἐν σκάφῃ καὶ κακῶς αὐτοὺς ξυλλεξάμενος αὐτὸς μὲν ἀπελήλυθε, πολλοὺς δ’ ἐσκεδασμένους ἀπολέλοιπεν ἐν στενωπῷ τῷ δεῖνι, ὁ δὲ στρουθὸς παρατυχὼν οὗτος πρόξενος τοῖς ἄλλοις ἥκει τοῦ ἑρμαίου καὶ ποιεῖται αὐτοὺς ξυσσίτους.” οἱ μὲν δὴ πλεῖστοι τῶν ἀκροωμένων δρόμῳ ἐπὶ τοῦτο ᾤχοντο, ὁ δὲ Ἀπολλώνιος πρὸς τοὺς παρόντας διῄει τὸν λόγον, ὃν περὶ τῆς κοινωνίας προὔθετο, καὶ ἐπειδὴ ἀφίκοντο βοῶντές τε καὶ μεστοὶ θαύματος “οἱ μὲν στρουθοὶ” εἶπεν “ὁρᾶτε, ὡς ἐπιμελοῦνταί τε ἀλλήλων καὶ κοινωνίᾳ χαίρουσιν, ἡμεῖς δὲ οὐκ ἀξιοῦμεν, ἀλλὰ κἂν κοινωνοῦντα ἑτέροις ἴδωμεν, ἐκεῖνον μὲν ἀσωτίαν καὶ τρυφὴν καὶ τὰ τοιαῦτα ἡγούμεθα, τοὺς δὲ ὑπ’ αὐτοῦ τρεφομένους παρασίτους τε καὶ κόλακας φαμέν. καὶ τί λοιπὸν ἀλλ’ ἢ ξυγκλείσαντας αὑτούς, ὥσπερ τοὺς σιτευομένους τῶν ὀρνίθων, ἐν σκότῳ γαστρίζεσθαι, μέχρις ἂν διαῤῥαγῶμεν παχυνόμενοι;”

IV. Λοιμοῦ δὲ ὑφέρποντος τὴν Ἔφεσον καὶ οὔπω ἀνοιδούσης τῆς νόσου ξυνῆκε μὲν ὁ Ἀπολλώνιος τῆς προσβολῆς, ξυνεὶς δὲ προὔλεγε πολλαχοῦ τε τῶν διαλέξεων “ὦ γῆ, μένε ὁμοία,” καὶ τοιαῦτα ἐπεφθέγγετο ξὺν ἀπειλῇ· “τούσδε σῶζε” καὶ “οὐ παρελεύσῃ ἐνταῦθα.” οἱ δ’ οὐ προσεῖχον καὶ τερατολογίαν τὰ τοιαῦτα ᾤοντο τοσῷδε μᾶλλον, ὅσῳ καὶ ἐς πάντα τὰ ἱερὰ φοιτῶν ἀποτρέπειν αὐτὸ ἐδόκει καὶ ἀπεύχεσθαι. ἐπεὶ δὲ ἀνοήτως εἶχον τοῦ πάθους, ἐκείνοις μὲν οὐδὲν ᾤετο δεῖν ἐπαρκεῖν ἔτι, τὴν δὲ ἄλλην Ἰωνίαν περιῄει διορθούμενος τὰ παρ’ ἑκάστοις καὶ διαλεγόμενος ἀεί τι σωτήριον τοῖς παροῦσιν.

V. Ἀφικνουμένῳ δὲ αὐτῷ ἐς τὴν Σμύρναν προσαπήντων μὲν οἱ Ἴωνες, καὶ γὰρ ἔτυχον Πανιώνια θύοντες, ἀναγνοὺς δὲ καὶ ψήφισμα Ἰωνικόν, ἐν ᾧ ἐδέοντο αὐτοῦ κοινωνῆσαί σφισι τοῦ ξυλλόγου, καὶ ὀνόματι προστυχὼν ἥκιστα Ἰωνικῷ, Λούκουλλος γάρ τις ἐπεγέγραπτο τῇ γνώμῃ, πέμπει ἐπιστολὴν ἐς τὸ κοινὸν αὐτῶν ἐπίπληξιν ποιούμενος περὶ τοῦ βαρβαρισμοῦ τούτου· καὶ γὰρ δὴ καὶ Φαβρίκιον καὶ τοιούτους ἑτέρους ἐν τοῖς ἐψηφισμένοις εὗρεν. ὡς μὲν οὖν ἐῤῥωμένως ἐπέπληξε, δηλοῖ ἡ περὶ τούτου ἐπιστολή.   VI. παρελθὼν δὲ ἐπ’ ἄλλης ἡμέρας ἐς τοὺς Ἴωνας, “τίς” ἔφη “ὁ κρατὴρ οὗτος;” οἱ δὲ ἔφασαν “Πανιώνιος.” ἀρυσάμενος οὖν καὶ σπείσας, “ ὦ θεοί,” εἶπεν “Ἰώνων ἡγεμόνες, δοίητε τῇ καλῇ ἀποικίᾳ ταύτῃ θαλάττῃ ἀσφαλεῖ χρῆσθαι καὶ μηδὲν τῇ γῇ κακὸν ἐξ αὐτῆς προσκωμάσαι, μηδ’ Αἰγαίωνα σεισίχθονα τινάξαι ποτὲ τὰς πόλεις.” τοιαῦτα ἐπεθείαζε προορῶν, οἶμαι, τὰ χρόνοις ὕστερον περί τε Σμύρναν περί τε Μίλητον περί τε Χίον καὶ Σάμον καὶ πολλὰς τῶν Ἰάδων ξυμβάντα.

VII. Σπουδῇ δὲ ὁρῶν τοὺς Σμυρναίους ἁπάντων ἁπτομένους λόγων ἐπεῤῥώννυε καὶ σπουδαιοτέρους ἐποίει, φρονεῖν τε ἐκέλευεν ἐφ’ ἑαυτοῖς μᾶλλον ἢ τῷ τῆς πόλεως εἴδει, καὶ γάρ, εἰ καὶ καλλίστη πόλεων, ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκειοῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλ’ ἀνδράσιν ἐστεφανῶσθαι αὐτὴν ἥδιον ἢ στοαῖς τε καὶ γραφαῖς καὶ χρυσῷ πλείονι τοῦ * ὄντος. τὰ μὲν γὰρ οἰκοδομήματα ἐπὶ ταὐτοῦ μένειν οὐδαμοῦ ὁρώμενα πλὴν ἐκείνου τοῦ μέρους τῆς γῆς, ἐν ᾧ ἐστιν, ἄνδρας δὲ ἀγαθοὺς πανταχοῦ μὲν ὁρᾶσθαι, πανταχοῦ δὲ φθέγγεσθαι, τὴν δὲ πόλιν, ἧς γεγόνασιν, ἀποφαίνειν τοσαύτην, ὅσοι περ αὐτοὶ γῆν ἐπελθεῖν δύνανται. ἔλεγε δὲ τὰς μὲν πόλεις τὰς οὕτω καλὰς ἐοικέναι τῷ τοῦ Διὸς ἀγάλματι, ὃς ἐν Ὀλυμπίᾳ τῷ Φειδίᾳ ἐκπεποίηται, καθῆσθαι γὰρ αὐτὸ – οὕτως τῷ δημιουργῷ ἔδοξε – τοὺς δὲ ἄνδρας ἐπὶ πάντα ἥκοντας μηδὲν ἀπεοικέναι τοῦ Ὁμηρείου Διός, ὃς ἐν πολλαῖς ἰδέαις Ὁμήρῳ πεποίηται θαυμασιώτερον ξυγκείμενος τοῦ ἐλεφαντίνου· τὸν μὲν γὰρ ἐν γῇ φαίνεσθαι, τὸν δὲ ἐς πάντα ἐν τῷ οὐρανῷ ὑπονοεῖσθαι.

VIII. Καὶ μὴν καὶ περὶ τοῦ πῶς ἂν πόλεις ἀσφαλῶς οἰκοῖντο ξυνεφιλοσόφει τοῖς Σμυρναίοις, διαφερομένους ὁρῶν ἀλλήλοις καὶ μὴ ξυγκειμένους τὰς γνώμας· ἔλεγε γὰρ δὴ τὴν ὀρθῶς οἰκησομένην πόλιν ὁμονοίας στασιαζούσης δεῖσθαι, τούτου δὲ ἀπιθάνως τε καὶ οὐκ ἐς τὸ ἀκόλουθον εἰρῆσθαι δόξαντος, ξυνεὶς ὁ Ἀπολλώνιος, ὅτι μὴ ἕπονται οἱ πολλοὶ τῷ λόγῳ “λευκὸν μὲν” ἔφη “καὶ μέλαν οὐκ ἄν ποτε ταὐτὸν γένοιτο, οὐδ’ ἂν τῷ γλυκεῖ τὸ πικρὸν ὑγιῶς ξυγκραθείη, ὁμόνοια δὲ στασιάσει σωτηρίας ἕνεκα τῶν πόλεων. ὃ δὲ λέγω, τοιοῦτον ἡγώμεθα· στάσις ἡ μὲν ἐπὶ ξίφη καὶ τὸ καταλιθοῦν ἀλλήλους ἄγουσα ἀπέστω πόλεως, ᾗ παιδοτροφίας τε δεῖ καὶ νόμων καὶ ἀνδρῶν, ἐφ’ οἷς λόγοι καὶ ἔργα, φιλοτιμία δὲ ἡ πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ καὶ πῶς ἂν ὁ μὲν γνώμης εἴποι βελτίω γνώμην, ὁ δ’ ἑτέρου ἄμεινον ἀρχῆς προσταίη, ὁ δὲ πρεσβεύσειεν, ὁ δ’ ἐξοικοδομήσαιτο λαμπρότερον τῆς ἑτέρου ἐπιστατείας, ἔρις, οἶμαι, αὕτη ἀγαθὴ καὶ στάσις πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ. τὸ δ’ ἄλλον ἄλλο ἐπιτηδεύοντας ἐς τὸ τῆς πόλεως ὄφελος ξυμφέρειν Λακεδαιμονίοις μὲν εὔηθες ἐδόκει πάλαι, τὰ γὰρ πολεμικὰ ἐξεπονεῖτό (σφισι) καὶ ἐς τοῦτο ἔῤῥωντο πάντες καὶ τούτου μόνου ἥπτοντο, ἐμοὶ δ’ ἄριστον δοκεῖ τὸ πράττειν ἕκαστον, ὅ τι οἶδε καὶ ὅ τι δύναται. εἰ γὰρ ὁ μὲν ἀπὸ δημαγωγίας θαυμασθήσεται, ὁ δὲ ἀπὸ σοφίας, ὁ δὲ ἀπὸ τοῦ ἐς τὸ κοινὸν πλουτεῖν, ὁ δὲ ἀπὸ τοῦ χρηστὸς εἶναι, ὁ δὲ ἀπὸ τοῦ ἐμβριθὴς καὶ μὴ ξυγγνώμων τοῖς ἁμαρτάνουσιν, ὁ δὲ ἀπὸ τοῦ μὴ διαβεβλῆσθαι τὰς χεῖρας, εὖ κείσεται ἡ πόλις, μᾶλλον δὲ ἑστήξει.”   IX. καὶ ἅμα διιὼν ταῦτα ναῦν εἶδε τῶν τριαρμένων ἐκπλέουσαν καὶ τοὺς ναύτας ἄλλον ἄλλως ἐς τὸ ἀνάγεσθαι αὐτὴν πράττοντας. ἐπιστρέφων οὖν τοὺς παρόντας “ὁρᾶτε” εἶπε “τὸν τῆς νεὼς δῆμον, ὡς οἱ μὲν τὰς ἐφολκίδας ἐμβεβήκασιν ἐρετικοὶ ὄντες, οἱ δ’ ἀγκύρας ἀνιμῶσί τε καὶ ἀναρτῶσιν, οἱ δὲ ὑπέχουσι τὰ ἱστία τῷ ἀνέμῳ, οἱ δὲ ἐκ πρύμνης τε καὶ πρῴρας προορῶσιν; εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν ἑαυτοῦ ἔργων ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψεται, πονήρως πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξουσιν· εἰ δὲ φιλοτιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιάσουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὅρμοι τῇ νηὶ ταύτῃ, μεστὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα, Ποσειδῶν δὲ Ἀσφάλειος ἡ περὶ αὐτοῖς εὐβουλία δόξει.”

X. Τοιούτοις μὲν δὴ λόγοις ξυνεῖχε τὴν Σμύρναν, ἐπεὶ δὲ ἡ νόσος τοῖς Ἐφεσίοις ἐνέπεσε καὶ οὐδὲν ἦν πρὸς αὐτὴν αὔταρκες, ἐπρεσβεύοντο παρὰ τὸν Ἀπολλώνιον, ἰατρὸν ποιούμενοι αὐτὸν τοῦ πάθους, ὁ δὲ οὐκ ᾤετο δεῖν ἀναβάλλεσθαι τὴν ὁδόν, ἀλλ’ εἰπὼν “ἴωμεν” ἦν ἐν Ἐφέσῳ, τοῦ Πυθαγόρου, οἶμαι, ἐκεῖνο πράττων τὸ ἐν Θουρίοις ὁμοῦ καὶ Μεταποντίοις εἶναι. ξυναγαγὼν οὖν τοὺς Ἐφεσίους “θαρσεῖτε,” ἔφη “τήμερον γὰρ παύσω τὴν νόσον,” καὶ εἰπὼν ἦγεν ἡλικίαν πᾶσαν ἐπὶ τὸ θέατρον, οὗ τὸ τοῦ Ἀποτροπαίου ἵδρυται. πτωχεύειν δέ τις ἐνταῦθα ἐδόκει γέρων ἐπιμύων τοὺς ὀφθαλμοὺς τέχνῃ, καὶ πήραν ἔφερε καὶ ἄρτου ἐν αὐτῇ τρύφος, ῥάκεσί τε ἠμφίεστο καὶ αὐχμηρῶς εἶχε τοῦ προσώπου. περιστήσας οὖν τοὺς Ἐφεσίους αὐτῷ “βάλλετε τὸν θεοῖς ἐχθρὸν” εἶπε “ξυλλεξάμενοι τῶν λίθων ὡς πλείστους”. θαυμαζόντων δὲ τῶν Ἐφεσίων, ὅ τι λέγοι, καὶ δεινὸν ἡγουμένων, εἰ ξένον ἀποκτενοῦσιν ἀθλίως οὕτω πράττοντα, καὶ γὰρ ἱκέτευε καὶ πολλὰ ἐπὶ ἐλέῳ ἔλεγεν, ἐνέκειτο παρακελευόμενος τοῖς Ἐφεσίοις ἐρείδειν τε καὶ μὴ ἀνιέναι. ὡς δὲ ἀκροβολισμῷ τινες ἐπ’ αὐτῷ ἐχρήσαντο καὶ (ὁ) καταμύειν δοκῶν ἀνέβλεψεν ἀθρόον πυρός τε μεστοὺς τοὺς ὀφθαλμοὺς ἔδειξε, ξυνῆκαν οἱ Ἐφέσιοι τοῦ δαίμονος καὶ κατελίθωσαν οὕτως αὐτόν, ὡς κολωνὸν λίθων περὶ αὐτὸν χώσασθαι. διαλιπὼν δὲ ὀλίγον ἐκέλευσεν ἀφελεῖν τοὺς λίθους, καὶ τὸ θηρίον, ὃ ἀπεκτόνασι, γνῶναι. γυμνωθέντος οὖν τοῦ βεβλῆσθαι δοκοῦντος ὁ μὲν ἠφάνιστο, κύων δὲ τὸ μὲν εἶδος ὅμοιος τῷ ἐκ Μολοττῶν, μέγεθος δὲ κατὰ τὸν μέγιστον λέοντα ξυντετριμμένος ὤφθη ὑπὸ τῶν λίθων καὶ παραπτύων ἀφρόν, ὥσπερ οἱ λυττῶντες. τὸ μὲν δὴ τοῦ Ἀποτροπαίου ἕδος, ἔστι δὲ Ἡρακλῆς, ἵδρυται περὶ τὸ χωρίον, ἐν ᾧ τὸ φάσμα ἐβλήθη.

XI. Καθήρας δὲ τοὺς Ἐφεσίους τῆς νόσου καὶ τῶν κατὰ τὴν Ἰωνίαν ἱκανῶς ἔχων ἐς τὴν Ἑλλάδα ὥρμητο. βαδίσας οὖν ἐς τὸ Πέργαμον καὶ ἡσθεὶς τῷ τοῦ Ἀσκληπιοῦ ἱερῷ τοῖς τε ἱκετεύουσι τὸν θεὸν ὑποθέμενος, ὁπόσα δρῶντες εὐξυμβόλων ὀνειράτων τεύξονται, πολλοὺς δὲ καὶ ἰασάμενος ἦλθεν ἐς τὴν Ἰλιάδα καὶ πάσης τῆς περὶ αὐτῶν ἀρχαιολογίας ἐμφορηθεὶς ἐφοίτησεν ἐπὶ τοὺς τῶν Ἀχαιῶν τάφους, καὶ πολλὰ μὲν εἰπὼν ἐπ’ αὐτοῖς, πολλὰ δὲ τῶν ἀναίμων τε καὶ καθαρῶν καθαγίσας τοὺς μὲν ἑταίρους ἐκέλευσεν ἐπὶ τὴν ναῦν χωρεῖν, αὐτὸς δὲ ἐπὶ τοῦ κολωνοῦ τοῦ Ἀχιλλέως ἐννυχεύσειν ἔφη. δεδιττομένων οὖν τῶν ἑταίρων αὐτόν, καὶ γὰρ δὴ καὶ οἱ Διοσκορίδαι καὶ οἱ Φαίδιμοι καὶ ἡ τοιάδε ὁμιλία πᾶσα ξυνῆσαν ἤδη τῷ Ἀπολλωνίῳ, τόν τε Ἀχιλλέα φοβερὸν ἔτι φασκόντων φαίνεσθαι, τουτὶ γὰρ καὶ τοὺς ἐν τῷ Ἰλίῳ περὶ αὐτοῦ πεπεῖσθαι “καὶ μὴν ἐγὼ” ἔφη “τὸν Ἀχιλλέα σφόδρα οἶδα ταῖς ξυνουσίαις χαίροντα, τόν τε γὰρ Νέστορα τὸν ἐκ τῆς Πύλου μάλα ἠσπάζετο, ἐπειδὴ ἀεί τι αὐτῷ διῄει χρηστόν, τόν τε Φοίνικα τροφέα καὶ ὀπαδὸν καὶ τὰ τοιαῦτα τιμᾶν ἐνόμιζεν, ἐπειδὴ διῆγεν αὐτὸν ὁ Φοῖνιξ λόγοις, καὶ τὸν Πρίαμον δὲ καίτοι πολεμιώτατον αὐτῷ ὄντα πρᾳότατα εἶδεν, ἐπειδὴ διαλεγομένου ἤκουσε, καὶ Ὀδυσσεῖ δὲ ἐν διχοστασίᾳ ξυγγενόμενος οὕτω μέτριος ὤφθη, ὡς καλὸς τῷ Ὀδυσσεῖ μᾶλλον ἢ φοβερὸς δόξαι. τὴν μὲν δὴ ἀσπίδα καὶ τὴν κόρυν τὴν δεινόν, ὥς φασι, νεύουσαν, ἐπὶ τοὺς Τρῶας οἶμαι αὐτῷ εἶναι μεμνημένῳ, ἃ ὑπ’ αὐτῶν ἔπαθεν ἀπιστησάντων πρὸς αὐτὸν ὑπὲρ τοῦ γάμου, ἐγὼ δὲ οὔτε μετέχω τι τοῦ Ἰλίου διαλέξομαί τε αὐτῷ χαριέστερον ἢ οἱ τότε ἑταῖροι, κἂν ἀποκτείνῃ με, ὥς φατε, μετὰ Μέμνονος δήπου καὶ Κύκνου κείσομαι καὶ ἴσως με ἐν καπέτῳ κοίλῃ, καθάπερ τὸν Ἕκτορα, ἡ Τροία θάψει.” τοιαῦτα πρὸς τοὺς ἑταίρους ἀναμὶξ παίξας τε καὶ σπουδάσας προσέβαινε τῷ κολωνῷ μόνος, οἱ δὲ ἐβάδιζον ἐπὶ τὴν ναῦν ἑσπέρας ἤδη.   XII. ὁ δὲ Ἀπολλώνιος περὶ ὄρθρον ἥκων “ποῦ” ἔφη “Ἀντισθένης ὁ Πάριος”; ἑβδόμην δὲ οὗτος ἡμέραν ἐτύγχανεν ἤδη προσπεφοιτηκὼς αὐτῷ ἐν Ἰλίῳ. ὑπακούσαντος δὲ τοῦ Ἀντισθένους “προσήκεις τι”, ἔφη “ὦ νεανία, τῇ Τροίᾳ”; “σφόδρα”, εἶπεν “εἰμὶ γὰρ δὴ ἄνωθεν Τρώς”. “ἦ καὶ Πριαμίδης;” “νὴ Δί’,” εἶπεν “ἐκ τούτου γὰρ δὴ ἀγαθός τε οἶμαι κἀξ ἀγαθῶν εἶναι”. “εἰκότως οὖν” ἔφη “ὁ Ἀχιλλεὺς ἀπαγορεύει μοι μὴ ξυνεῖναί σοι, κελεύσαντος γὰρ αὐτοῦ πρεσβεῦσαί με πρὸς τοὺς Θετταλοὺς περὶ ὧν αἰτιᾶται σφᾶς, ὡς ἠρόμην, τί ἂν πρὸς τούτῳ ἕτερον πρὸς χάριν αὐτῷ πράττοιμι, τὸ μειράκιον ἔφη τὸ ἐκ Πάρου μὴ ποιούμενος ξυνέμπορον τῆς ἑαυτοῦ σοφίας, Πριαμίδης τε γὰρ ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.”   XIII. ὁ μὲν δὴ Ἀντισθένης ἄκων ἀπῆλθεν, ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τὸ πνεῦμα ἐκ τῆς γῆς ἐπεδίδου περί τε ἀναγωγὴν ἡ ναῦς εἶχεν, ἐπέῤῥεον αὐτῇ σμικρᾷ οὔσῃ πλείους ἕτεροι βουλόμενοι τῷ Ἀπολλωνίῳ ξυμπλεῖν, καὶ γὰρ μετόπωρον ἤδη ἐτύγχανε καὶ ἡ θάλαττα ἧττον βεβαία. πάντες οὖν καὶ χειμῶνος καὶ πυρὸς καὶ τῶν χαλεπωτάτων κρείττω τὸν ἄνδρα ἡγούμενοι ξυνεμβαίνειν ἤθελον καὶ ἐδέοντο προσδοῦναί σφισι τῆς κοινωνίας τοῦ πλοῦ. ἐπεὶ δὲ τὸ πλήρωμα πολλαπλάσιον ἦν τῆς νεώς, ναῦν μείζω ἑτέραν ἐπισκεψάμενος, πολλαὶ δὲ περὶ τὸ Αἰάντειον ἦσαν “ἐνταῦθα” ἔφη “ἐμβαίνωμεν, καλὸν γὰρ τὸ μετὰ πλειόνων σώζεσθαι.” περιβαλὼν οὖν τὸ Τρωικὸν ἀκρωτήριον, ἐκέλευσε τὸν κυβερνήτην κατασχεῖν ἐς τὴν Αἰολέων, ἣ ἀντιπέρας Λέσβου κεῖται, πρὸς Μήθυμνάν τε μᾶλλον τετραμμένον ποιεῖσθαι τὸν ὅρμον. “ἐνταῦθα γάρ που τὸν Παλαμήδην φησὶν ὁ Ἀχιλλεὺς κεῖσθαι, οὗ καὶ ἄγαλμα αὐτοῦ εἶναι πηχυαῖον, ἐν πρεσβυτέρῳ, ἢ ὡς Παλαμήδης, τῷ εἴδει.” καὶ ἅμα ἐξιὼν τῆς νεὼς “ἐπιμεληθῶμεν”, εἶπεν “ὦ ἄνδρες Ἕλληνες, ἀγαθοῦ ἀνδρός, δι’ ὃν σοφία πᾶσα, καὶ γὰρ ἂν καὶ τῶν γε Ἀχαιῶν βελτίους γενοίμεθα, τιμῶντες δι’ ἀρετήν, ὃν ἐκεῖνοι δίκῃ οὐδεμιᾷ ἀπέκτειναν.” οἱ μὲν δὴ ἐξεπήδων τῆς νεώς, ὁ δὲ ἐνέτυχε τῷ τάφῳ καὶ τὸ ἄγαλμα κατορωρυγμένον πρὸς αὐτῷ εὗρεν. ἐπεγέγραπτο δὲ τῇ βάσει τοῦ ἀγάλματος ΘΕΙΩΙ ΠΑΛΑΜΗΔΕΙ. καθιδρύσας οὖν αὐτό, ὡς κἀγὼ εἶδον, καὶ ἱερὸν περὶ αὐτὸ βαλόμενος, ὅσον οἱ τὴν Ἐνοδίαν τιμῶντες, ἔστι γὰρ ὡς δέκα ξυμπότας ἐν αὐτῷ εὐωχεῖσθαι, τοιάνδε εὐχὴν ηὔξατο· “Παλάμηδες, ἐκλάθου τῆς μήνιδος, ἣν ἐν τοῖς Ἀχαιοῖς ποτε ἐμήνισας, καὶ δίδου γίγνεσθαι πολλούς τε καὶ σοφοὺς ἄνδρας. ναὶ Παλάμηδες, δι’ ὃν λόγοι, δι’ ὃν Μοῦσαι, δι’ ὃν ἐγώ.”

XIV. Παρῆλθε καὶ ἐς τὸ τοῦ Ὀρφέως ἄδυτον προσορμισάμενος τῇ Λέσβῳ. φασὶ δὲ ἐνταῦθά ποτε τὸν Ὀρφέα μαντικῇ χαίρειν, ἔστε τὸν Ἀπόλλω ἐπιμεμελῆσθαι αὐτόν. ἐπειδὴ γὰρ μήτε ἐς Γρύνειον ἐφοίτων ἔτι ὑπὲρ χρησμῶν ἄνθρωποι μήτε ἐς Κλάρον μήτ’ ἔνθα ὁ τρίπους ὁ Ἀπολλώνειος, Ὀρφεὺς δὲ ἔχρα μόνος ἄρτι ἐκ Θρᾴκης ἡ κεφαλὴ ἥκουσα, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ θεὸς καὶ “πέπαυσο” ἔφη “τῶν ἐμῶν, καὶ γὰρ δὴ (καὶ) ᾄδοντά σε ἱκανῶς ἤνεγκα”.

XV. Πλεόντων δὲ αὐτῶν μετὰ ταῦτα τὸ ἐπ’ Εὐβοίας πέλαγος, ὃ καὶ Ὁμήρῳ δοκεῖ τῶν χαλεπῶν καὶ δυσμετρήτων εἶναι, ἡ μὲν θάλαττα ὑπτία καὶ τῆς ὥρας κρείττων ἐφαίνετο λόγοι τε ἐγίγνοντο περί τε νήσων, ἐπειδὴ πολλαῖς τε καὶ ὀνομασταῖς ἐνετύγχανον, περί τε ναυπηγίας καὶ κυβερνητικῆς πρόσφοροι τοῖς πλέουσιν, ἐπεὶ δὲ ὁ Δάμις τοὺς μὲν διέβαλλε τῶν λόγων, τοὺς δὲ ὑπετέμνετο, τοὺς δὲ οὐ ξυνεχώρει ἐρωτᾶν, ξυνῆκεν ὁ Ἀπολλώνιος, ὅτι λόγον ἕτερον σπουδάσαι βούλοιτο, καὶ “τί παθών”, ἔφη “ὦ Δάμι, διασπᾷς τὰ ἐρωτώμενα; οὐ γὰρ ναυτιῶν γε ἢ ὑπὸ τοῦ πλοῦ πονήρως ἔχων ἀποστρέφῃ τοὺς λόγους, ἡ γὰρ θάλαττα, ὁρᾷς, ὡς ὑποτέθεικεν ἑαυτὴν τῇ νηὶ καὶ πέμπει. τί οὖν δυσχεραίνεις;” “ὅτι” ἔφη “λόγου μεγάλου ἐν μέσῳ ὄντος, ὃν εἰκὸς ἦν ἐρωτᾶν μᾶλλον, ἡμεῖς δὲ τοὺς ἑώλους τε καὶ ἀρχαίους ἐρωτῶμεν.” “καὶ τίς” εἶπεν “ὁ λόγος οὗτος εἴη ἄν, δι’ ὃν τοὺς ἄλλους ἡγῇ περιττούς;” “Ἀχιλλεῖ” ἔφη “ξυγγενόμενος, ὦ Ἀπολλώνιε, καὶ πολλὰ ἴσως διακηκοὼς μήπω ἡμῖν γιγνωσκόμενα οὐ δίει ταῦτα, οὐδὲ τὸ εἶδος ἡμῖν τοῦ Ἀχιλλέως ἀνατυποῖς, περιπλεῖς δὲ τὰς νήσους καὶ ναυπηγεῖς τῷ λόγῳ.” “εἰ μὴ ἀλαζονεύεσθαι” ἔφη “δόξω, πάντα εἰρήσεται.”   XVI. δεομένων δὲ καὶ τῶν ἄλλων τοῦ λόγου τούτου καὶ φιληκόως ἐχόντων αὐτοῦ “ἀλλ’ οὐχὶ βόθρον” εἶπεν “Ὀδυσσέως ὀρυξάμενος, οὐδὲ ἀρνῶν αἵματι ψυχαγωγήσας ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ’ εὐξάμενος, ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασιν εὔχεσθαι, “ὦ Ἀχιλλεῦ,” ἔφην “τεθνάναι σε οἱ πολλοὶ τῶν ἀνθρώπων φασίν, ἐγὼ δὲ οὐ ξυγχωρῶ τῷ λόγῳ, οὐδὲ Πυθαγόρας σοφίας * ἐμῆς πρόγονος. εἰ δὴ ἀληθεύομεν, δεῖξον ἡμῖν τὸ σεαυτοῦ εἶδος, καὶ γὰρ ἂν ὄναιο ἄγαν τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο.” ἐπὶ τούτοις σεισμὸς μὲν περὶ τὸν κολωνὸν βραχὺς ἐγένετο, πεντάπηχυς δὲ νεανίας ἀνεδόθη Θετταλικὸς τὴν χλαμύδα, τὸ δὲ εἶδος οὐκ ἀλαζών τις ἐφαίνετο, ὡς ἐνίοις ὁ Ἀχιλλεὺς δοκεῖ, δεινός τε ὁρώμενος οὐκ ἐξήλλαττε τοῦ φαιδροῦ, τὸ δὲ κάλλος οὔπω μοι δοκεῖ ἐπαινέτου ἀξίου ἐπειλῆφθαι καίτοι Ὁμήρου πολλὰ ἐπ’ αὐτῷ εἰπόντος, ἀλλὰ ἄῤῥητον εἶναι καὶ καταλύεσθαι μᾶλλον ὑπὸ τοῦ ὑμνοῦντος ἢ παραπλησίως ἑαυτῷ ᾄδεσθαι. ὁρώμενος δέ, ὁπόσον εἶπον, μείζων ἐγίγνετο καὶ διπλάσιος καὶ ὑπὲρ τοῦτο, δωδεκάπηχυς γοῦν ἐφάνη μοι, ὅτε δὴ τελεώτατος ἑαυτοῦ ἐγένετο, καὶ τὸ κάλλος ἀεὶ ξυνεπεδίδου τῷ μήκει. τὴν μὲν δὴ κόμην οὐδὲ κείρασθαί ποτε ἔλεγεν, ἀλλὰ ἄσυλον φυλάξαι τῷ Σπερχειῷ, ποταμῶν γὰρ πρώτῳ Σπερχειῷ χρήσασθαι, τὰ γένεια δ’ αὐτῷ πρώτας ἐκβολὰς εἶχε. προσειπὼν δέ με “ἀσμένως” εἶπεν “ἐντετύχηκά σοι, πάλαι δεόμενος ἀνδρὸς τοιοῦδε· Θετταλοὶ γὰρ τὰ ἐναγίσματα χρόνον ἤδη πολὺν ἐκλελοίπασί μοι, καὶ μηνίειν μὲν οὔπω ἀξιῶ, μηνίσαντος γὰρ ἀπολοῦνται μᾶλλον ἢ οἱ ἐνταῦθά ποτε Ἕλληνες, ξυμβουλίᾳ δὲ ἐπιεικεῖ χρῶμαι, μὴ ὑβρίζειν σφᾶς ἐς τὰ νόμιμα, μηδὲ κακίους ἐλέγχεσθαι τουτωνὶ τῶν Τρώων, οἳ τοσούσδε ἄνδρας ὑπ’ ἐμοῦ ἀφαιρεθέντες δημοσίᾳ τε θύουσί μοι καὶ ὡραίων ἀπάρχονται καὶ ἱκετηρίαν τιθέμενοι σπονδὰς αἰτοῦσιν, ἃς ἐγὼ οὐ δώσω· τὰ γὰρ ἐπιορκηθέντα τούτοις ἐπ’ ἐμὲ οὐκ ἐάσει τὸ Ἴλιόν ποτε τὸ ἀρχαῖον ἀναλαβεῖν εἶδος, οὐδὲ τυχεῖν ἀκμῆς, ὁπόση περὶ πολλὰς τῶν καθῃρημένων ἐγένετο, ἀλλ’ οἰκήσουσιν αὐτὸ βελτίους οὐδὲν ἢ εἰ χθὲς ἥλωσαν. ἵν’ οὖν μὴ καὶ τὰ Θετταλῶν ἀποφαίνω ὅμοια, πρέσβευε παρὰ τὸ κοινὸν αὐτῶν ὑπὲρ ὧν εἶπον.” “πρεσβεύσω”, ἔφην “ὁ γὰρ νοῦς τῆς πρεσβείας ἦν μὴ ἀπολέσθαι αὐτούς. ἀλλ’ ἐγώ τί σου, Ἀχιλλεῦ, δέομαι.” “ξυνίημι”, ἔφη “δῆλος γὰρ εἶ περὶ τῶν Τρωικῶν (ἐρωτήσων)· ἐρώτα δὲ λόγους πέντε, οὓς αὐτός τε βούλει καὶ Μοῖραι ξυγχωροῦσιν.” ἠρόμην οὖν πρῶτον, εἰ κατὰ τὸν τῶν ποιητῶν λόγον ἔτυχε τάφου. “κεῖμαι μέν,” εἶπεν “ὡς ἔμοιγε ἥδιστον καὶ Πατρόκλῳ ἐγένετο, ξυνέβημεν γὰρ δὴ κομιδῇ νέοι, ξυνέχει δὲ ἄμφω χρυσοῦς ἀμφορεὺς κειμένους, ὡς ἕνα. Μουσῶν δὲ θρῆνοι καὶ Νηρηίδων, οὓς ἐπ’ ἐμοὶ γενέσθαι φασί, Μοῦσαι μὲν οὐδ’ ἀφίκοντό ποτε ἐνταῦθα, Νηρηίδες δὲ ἔτι φοιτῶσι.” μετὰ ταῦτα δὲ ἠρόμην, εἰ ἡ Πολυξένη ἐπισφαγείη αὐτῷ, ὁ δὲ ἀληθὲς μὲν ἔφη τοῦτο εἶναι, σφαγῆναι δὲ αὐτὴν οὐχ ὑπὸ τῶν Ἀχαιῶν, ἀλλ’ ἑκοῦσαν ἐπὶ τὸ σῆμα ἐλθοῦσαν καὶ τὸν ἑαυτῆς τε κἀκείνου ἔρωτα μεγάλων ἀξιῶσαι προσπεσοῦσαν ξίφει ὀρθῷ. τρίτον ἠρόμην· ἡ Ἑλένη, ὦ Ἀχιλλεῦ, ἐς Τροίαν ἦλθεν ἢ Ὁμήρῳ ἔδοξεν ὑποθέσθαι ταῦτα;” “πολὺν” ἔφη “χρόνον ἐξηπατώμεθα πρεσβευόμενοί τε παρὰ τοὺς Τρῶας καὶ ποιούμενοι τὰς ὑπὲρ αὐτῆς μάχας, ὡς ἐν τῷ Ἰλίῳ οὔσης, ἡ δ’ Αἴγυπτόν τε ᾤκει καὶ τὸν Πρωτέως οἶκον ἁρπασθεῖσα ὑπὸ τοῦ Πάριδος. ἐπεὶ δὲ ἐπιστεύθη τοῦτο, ὑπὲρ αὐτῆς τῆς Τροίας λοιπὸν ἐμαχόμεθα, ὡς μὴ αἰσχρῶς ἀπέλθοιμεν.” ἡψάμην καὶ τετάρτης ἐρωτήσεως καὶ θαυμάζειν ἔφην, εἰ τοσούσδε ὁμοῦ καὶ τοιούσδε ἄνδρας ἡ Ἑλλὰς ἤνεγκεν, ὁπόσους Ὅμηρος ἐπὶ τὴν Τροίαν ξυντάττει. ὁ δὲ Ἀχιλλεὺς “οὐδὲ οἱ βάρβαροι” ἔφη “πολὺ ἡμῶν ἐλείποντο, οὕτως ἡ γῆ πᾶσα ἀρετῆς ἤνθησε.” πέμπτον δ’ ἠρόμην· τί παθὼν Ὅμηρος τὸν Παλαμήδην οὐκ οἶδεν, ἢ οἶδε μέν, ἐξαιρεῖ δὲ τοῦ περὶ ὑμῶν λόγου; “εἰ Παλαμήδης” εἶπεν “ἐς Τροίαν οὐκ ἦλθεν, οὐδὲ Τροία ἐγένετο· ἐπεὶ δὲ ἀνὴρ σοφώτατός τε καὶ μαχιμώτατος ἀπέθανεν, ὡς Ὀδυσσεῖ ἔδοξεν, οὐκ ἐσάγεται αὐτὸν ἐς τὰ ποιήματα Ὅμηρος, ὡς μὴ τὰ ὀνείδη τοῦ Ὀδυσσέως ᾄδοι.” καὶ ἐπολοφυράμενος αὐτῷ ὁ Ἀχιλλεὺς ὡς μεγίστῳ τε καὶ καλλίστῳ νεωτάτῳ τε καὶ πολεμικωτάτῳ σωφροσύνῃ τε ὑπερβαλομένῳ πάντας καὶ πολλὰ ξυμβαλομένῳ ταῖς Μούσαις “ἀλλὰ σύ,” ἔφη “Ἀπολλώνιε, σοφοῖς γὰρ πρὸς σοφοὺς ἐπιτήδεια, τοῦ τε τάφου ἐπιμελήθητι καὶ τὸ ἄγαλμα τοῦ Παλαμήδους ἀνάλαβε φαύλως ἐῤῥιμμένον· κεῖται δὲ ἐν τῇ Αἰολίδι κατὰ Μήθυμναν τὴν ἐν Λέσβῳ.” ταῦτα εἰπὼν καὶ ἐπὶ πᾶσι τὰ περὶ τὸν νεανίαν τὸν ἐκ Πάρου ἀπῆλθε ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.

XVII. Τοιαῦτα μὲν τὰ ἐπὶ τῆς νεώς, ἐς δὲ τὸν Πειραιᾶ ἐσπλεύσας περὶ μυστηρίων ὥραν, ὅτε Ἀθηναῖοι πολυανθρωπότατα Ἑλλήνων πράττουσιν, ἀνῄει ξυντείνας ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ, προιὼν δὲ πολλοῖς τῶν φιλοσοφούντων ἐνετύγχανε Φάληράδε κατιοῦσιν, ὧν οἱ μὲν γυμνοὶ ἐθέροντο, καὶ γὰρ τὸ μετόπωρον εὐήλιον τοῖς Ἀθηναίοις, οἱ δὲ ἐκ βιβλίων ἐσπούδαζον, οἱ δ’ ἀπὸ στόματος ἠσκοῦντο, οἱ δὲ ἤριζον. παρῄει δὲ οὐδεὶς αὐτόν, ἀλλὰ τεκμηράμενοι πάντες, ὡς εἴη Ἀπολλώνιος, ξυνανεστρέφοντό τε καὶ ἠσπάζοντο χαίροντες, νεανίσκοι δὲ ὁμοῦ δέκα περιτυχόντες αὐτῷ “νὴ τὴν Ἀθηνᾶν ἐκείνην,” ἔφασαν ἀνατείναντες τὰς χεῖρας ἐς τὴν ἀκρόπολιν, ἡμεῖς ἄρτι ἐς Πειραιᾶ ἐβαδίζομεν πλευσόμενοι ἐς Ἰωνίαν παρὰ σέ.” ὁ δὲ ἀπεδέχετο αὐτῶν καὶ ξυγχαίρειν ἔφη φιλοσοφοῦσιν.

XVIII. Ἦν μὲν δὴ Ἐπιδαυρίων ἡμέρα. τὰ δὲ Ἐπιδαύρια μετὰ πρόῤῥησίν τε καὶ ἱερεῖα δεῦρο μυεῖν Ἀθηναίοις πάτριον ἐπὶ θυσίᾳ δευτέρᾳ, τουτὶ δὲ ἐνόμισαν Ἀσκληπιοῦ ἕνεκα, ὅτι δὴ ἐμύησαν αὐτὸν ἥκοντα Ἐπιδαυρόθεν ὀψὲ μυστηρίων. ἀμελήσαντες δὲ οἱ πολλοὶ τοῦ μυεῖσθαι περὶ τὸν Ἀπολλώνιον εἶχον καὶ τοῦτ’ ἐσπούδαζον μᾶλλον ἢ τὸ ἀπελθεῖν τετελεσμένοι, ὁ δὲ ξυνέσεσθαι μὲν αὐτοῖς αὖθις ἔλεγεν, ἐκέλευσε δὲ πρὸς τοῖς ἱεροῖς τότε γίγνεσθαι, καὶ γὰρ αὐτὸς μυεῖσθαι. ὁ δὲ ἱεροφάντης οὐκ ἐβούλετο παρέχειν τὰ ἱερά, μὴ γὰρ ἄν ποτε μυῆσαι γόητα, μηδὲ τὴν Ἐλευσῖνα ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ὁ δὲ Ἀπολλώνιος οὐδὲν ὑπὸ τούτων ἥττων αὑτοῦ γενόμενος “οὔπω” ἔφη “τὸ μέγιστον, ὧν ἐγὼ ἐγκληθείην ἄν, εἴρηκας, ὅτι περὶ τῆς τελετῆς πλείω ἢ σὺ γιγνώσκων ἐγὼ δὲ ὡς παρὰ σοφώτερον ἐμαυτοῦ μυησόμενος ἦλθον.” ἐπαινεσάντων δὲ τῶν παρόντων, ὡς ἐῤῥωμένως καὶ παραπλησίως αὑτῷ ἀπεκρίνατο, ὁ μὲν ἱεροφάντης, ἐπειδὴ ἐξείργων αὐτὸν οὐ φίλα τοῖς πολλοῖς ἐδόκει πράττειν, μετέβαλε τοῦ τόνου καὶ “μυοῦ”, ἔφη “σοφὸς γάρ τις ἥκειν ἔοικας”, ὁ δὲ Ἀπολλώνιος “μυήσομαι” ἔφη “αὖθις, μυήσει δέ με ὁ δεῖνα” προγνώσει χρώμενος ἐς τὸν μετ’ ἐκεῖνον ἱεροφάντην, ὃς μετὰ τέτταρα ἔτη τοῦ ἱεροῦ προὔστη.

XIX. Τὰς δὲ Ἀθήνησι διατριβὰς πλείστας μὲν ὁ Δάμις γενέσθαι φησὶ τῷ ἀνδρί, γράψαι δὲ οὐ πάσας, ἀλλὰ τὰς ἀναγκαίας τε καὶ περὶ μεγάλων σπουδασθείσας. τὴν μὲν δὴ πρώτην διάλεξιν, ἐπειδὴ φιλοθύτας τοὺς Ἀθηναίους εἶδεν, ὑπὲρ ἱερῶν διελέξατο, καὶ ὡς ἄν τις ἐς τὸ ἑκάστῳ τῶν θεῶν οἰκεῖον καὶ πηνίκα δὲ τῆς ἡμέρας τε καὶ νυκτὸς ἢ θύοι ἢ σπένδοι ἢ εὔχοιτο, καὶ βιβλίῳ Ἀπολλωνίου προστυχεῖν ἐστιν, ἐν ᾧ ταῦτα τῇ ἑαυτοῦ φωνῇ ἐκδιδάσκει. διῆλθε δὲ ταῦτα Ἀθήνησι πρῶτον μὲν ὑπὲρ σοφίας αὑτοῦ τε κἀκείνων, εἶτ’ ἐλέγχων τὸν ἱεροφάντην δι’ ἃ βλασφήμως τε καὶ ἀμαθῶς εἶπε· τίς γὰρ ἔτι ᾠήθη τὰ δαιμόνια μὴ καθαρὸν εἶναι τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι;

XX. Διαλεγομένου δὲ αὐτοῦ περὶ τοῦ σπένδειν παρέτυχε μὲν τῷ λόγῳ μειράκιον τῶν ἁβρῶν οὕτως ἀσελγὲς νομιζόμενον, ὡς γενέσθαι ποτὲ καὶ ἁμαξῶν ᾆσμα, πατρὶς δὲ αὐτῷ Κέρκυρα ἦν καὶ ἐς Ἀλκίνουν ἀνέφερε τὸν ξένον τοῦ Ὀδυσσέως τὸν Φαίακα, καὶ διῄει μὲν ὁ Ἀπολλώνιος περὶ τοῦ σπένδειν, ἐκέλευε δὲ μὴ πίνειν τοῦ ποτηρίου τούτου, φυλάττειν δὲ αὐτὸ τοῖς θεοῖς ἄχραντόν τε καὶ ἄποτον. ἐπεὶ δὲ καὶ ὦτα ἐκέλευσε τῷ ποτηρίῳ ποιεῖσθαι καὶ σπένδειν κατὰ τὸ οὖς, ἀφ’ οὗ μέρους ἥκιστα πίνουσιν ἄνθρωποι, τὸ μειράκιον κατεσκέδασε τοῦ λόγου πλατύν τε καὶ ἀσελγῆ γέλωτα· ὁ δὲ ἀναβλέψας ἐς αὐτὸ “οὐ σὺ” ἔφη “ταῦτα ὑβρίζεις, ἀλλ’ ὁ δαίμων, ὃς ἐλαύνει σε οὐκ εἰδότα.” ἐλελήθει δὲ ἄρα δαιμονῶν τὸ μειράκιον· ἐγέλα τε γὰρ ἐφ’ οἷς οὐδεὶς ἕτερος καὶ μετέβαλλεν ἐς τὸ κλάειν αἰτίαν οὐκ ἔχον, διελέγετό τε πρὸς ἑαυτὸν καὶ ᾖδε. καὶ οἱ μὲν πολλοὶ τὴν νεότητα σκιρτῶσαν ᾤοντο ἐκφέρειν αὐτὸ ἐς ταῦτα, ὁ δ’ ὑπεκρίνετο ἄρα τῷ δαίμονι καὶ ἐδόκει παροινεῖν, ἃ ἐπαρῴνει τότε, ὁρῶντός τε ἐς αὐτὸ τοῦ Ἀπολλωνίου, δεδοικότως τε καὶ ὀργίλως φωνὰς ἠφίει τὸ εἴδωλον, ὁπόσαι καομένων τε καὶ στρεβλουμένων εἰσίν, ἀφεξεσθαί τε τοῦ μειρακίου ὤμνυ καὶ μηδενὶ ἀνθρώπων ἐμπεσεῖσθαι. τοῦ δὲ οἷον δεσπότου πρὸς ἀνδράποδον ποικίλον πανοῦργόν τε καὶ ἀναιδὲς καὶ τὰ τοιαῦτα ξὺν ὀργῇ λέγοντος καὶ κελεύοντος αὐτῷ ξὺν τεκμηρίῳ ἀπαλλάττεσθαι “τὸν δεῖνα” ἔφη “καταβαλῶ ἀνδριάντα” δείξας τινὰ τῶν περὶ τὴν Βασίλειον στοάν, πρὸς ᾗ ταῦτα ἐπράττετο· ἐπεὶ δὲ ὁ ἀνδριὰς ὑπεκινήθη πρῶτον, εἶτα ἔπεσε, τὸν μὲν θόρυβον τὸν ἐπὶ τούτῳ καὶ ὡς ἐκρότησαν ὑπὸ θαύματος τί ἄν τις γράφοι; τὸ δὲ μειράκιον, ὥσπερ ἀφυπνίσαν τούς τε ὀφθαλμοὺς ἔτριψε καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν αἰδῶ τε ἐπεσπάσατο πάντων ἐς αὐτὸ ἐστραμμένων ἀσελγές τε οὐκέτι ἐφαίνετο, οὐδὲ ἄτακτον βλέπον, ἀλλ’ ἐπανῆλθεν ἐς τὴν ἑαυτοῦ φύσιν μεῖον οὐδὲν ἢ εἰ φαρμακοποσίᾳ ἐκέχρητο, μεταβαλόν τε τῶν χλανιδίων καὶ λῃδίων καὶ τῆς ἄλλης συβάριδος ἐς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος καὶ ἐς τὰ τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύσατο.

XXI. Ἐπιπλῆξαι δὲ λέγεται περὶ Διονυσίων Ἀθηναίοις, ἃ ποιεῖταί σφισιν ἐν ὥρᾳ τοῦ ἀνθεστηριῶνος· ὁ μὲν γὰρ μονῳδίας ἀκροασομένους καὶ μελοποιίας παραβάσεών τε καὶ ῥυθμῶν, ὁπόσοι κωμῳδίας τε καὶ τραγῳδίας εἰσίν, ἐς τὸ θέατρον ξυμφοιτᾶν ᾤετο, ἐπεὶ δὲ ἤκουσεν, ὅτι αὐλοῦ ὑποσημήναντος λυγισμοὺς ὀρχοῦνται καὶ μεταξὺ τῆς Ὀρφέως ἐποποιίας τε καὶ θεολογίας τὰ μὲν ὡς Ὧραι, τὰ δὲ ὡς Νύμφαι, τὰ δὲ ὡς Βάκχαι πράττουσιν, ἐς ἐπίπληξιν τούτου κατέστη καὶ “παύσασθε” εἶπεν “ἐξορχούμενοι τοὺς Σαλαμινίους καὶ πολλοὺς ἑτέρους κειμένους ἀγαθοὺς ἄνδρας, εἰ μὲν γὰρ Λακωνικὴ ταῦτα ὄρχησις, εὖγε οἱ στρατιῶται, γυμνάζεσθε γὰρ πολέμῳ καὶ ξυνορχήσομαι, εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύδουσα, τί φῶ περὶ τῶν τροπαίων; οὐ γὰρ κατὰ Μήδων ταῦτα ἢ Περσῶν, καθ’ ὑμῶν δὲ ἑστήξει, τῶν ἀναθέντων αὐτὰ εἰ λίποισθε. κροκωτοὶ δὲ ὑμῖν καὶ ἁλουργία καὶ κοκκοβαφία τοιαύτη πόθεν; οὐδὲ γὰρ αἱ Ἀχαρναί γε ὧδε ἐστέλλοντο, οὐδὲ ὁ Κολωνὸς ὧδε ἵππευε. καὶ τί λέγω ταῦτα; γυνὴ ναύαρχος ἐκ Καρίας ἐφ’ ὑμᾶς ἔπλευσε μετὰ Ξέρξου, καὶ ἦν αὐτῇ γυναικεῖον οὐδέν, ἀλλ’ ἀνδρὸς στολὴ καὶ ὅπλα, ὑμεῖς δὲ ἁβρότεροι τῶν Ξέρξου γυναικῶν ἐφ’ ἑαυτοὺς στέλλεσθε οἱ γέροντες οἱ νέοι τὸ ἐφηβικόν, οἳ πάλαι μὲν ὤμνυσαν ἐς Ἀγραύλου φοιτῶντες ὑπὲρ τῆς πατρίδος ἀποθανεῖσθαι καὶ ὅπλα θήσεσθαι, νῦν δὲ ἴσως ὀμοῦνται ὑπὲρ τῆς πατρίδος βακχεύσειν καὶ θύρσον λήψεσθαι κόρυν μὲν οὐδεμίαν φέρον, γυναικομίμῳ δὲ μορφώματι, κατὰ τὸν Εὐριπίδην, αἰσχρῶς διαπρέπον. ἀκούω δὲ ὑμᾶς καὶ ἀνέμους γίγνεσθαι καὶ λῄδια ἀνασείειν λέγεσθε ἔπιπλα μετεώρως αὐτὰ κολποῦντες. ἔδει δὲ ἀλλὰ τούτους γε αἰδεῖσθαι, ξυμμάχους ὄντας καὶ πνεύσαντας ὑπὲρ ὑμῶν μέγα, μηδὲ τὸν Βορέαν κηδεστήν γε ὄντα καὶ παρὰ πάντας τοὺς ἀνέμους ἄρσενα ποιεῖσθαι θῆλυν, οὐδὲ γὰρ τῆς Ὠρειθυίας ἐραστὴς ἄν ποτε ὁ Βορέας ἐγένετο, εἰ κἀκείνην ὀρχουμένην εἶδε.”

XXII. Διωρθοῦτο δὲ κἀκεῖνο Ἀθήνησιν· οἱ Ἀθηναῖοι ξυνιόντες ἐς θέατρον τὸ ὑπὸ τῇ ἀκροπόλει προσεῖχον σφαγαῖς ἀνθρώπων καὶ ἐσπουδάζετο ταῦτα ἐκεῖ μᾶλλον ἢ ἐν Κορίνθῳ νῦν, χρημάτων τε μεγάλων ἐωνημένοι ἤγοντο μοιχοὶ καὶ πόρνοι καὶ τοιχωρύχοι καὶ βαλαντιοτόμοι καὶ ἀνδραποδισταὶ καὶ τὰ τοιαῦτα ἔθνη, οἱ δ’ ὥπλιζον αὐτοὺς καὶ ἐκέλευον ξυμπίπτειν. ἐλάβετο δὲ καὶ τούτων ὁ Ἀπολλώνιος καὶ καλούντων αὐτὸν ἐς ἐκκλησίαν Ἀθηναίων οὐκ ἂν ἔφη παρελθεῖν ἐς χωρίον ἀκάθαρτον καὶ λύθρου μεστόν. ἔλεγε δὲ ταῦτα ἐν ἐπιστολῇ. καὶ θαυμάζειν ἔλεγεν “ὅπως ἡ θεὸς οὐ καὶ τὴν ἀκρόπολιν ἤδη ἐκλείπει τοιοῦτον αἷμα ὑμῶν ἐκχεόντων αὐτῇ. δοκεῖτε γάρ μοι προιόντες, ἐπειδὰν τὰ Παναθήναια πέμπητε, μηδὲ βοῦς ἔτι, ἀλλ’ ἑκατόμβας ἀνθρώπων καταθύσειν τῇ θεῷ. σὺ δέ, Διόνυσε, μετὰ τοιοῦτον αἷμα ἐς τὸ θέατρον φοιτᾷς; κἀκεῖ σοι σπένδουσιν οἱ σοφοὶ Ἀθηναῖοι; μετάστηθι καὶ σύ, Διόνυσε· Κιθαιρὼν καθαρώτερος.” τοιάδε εὗρον τὰ σπουδαιότατα τῶν φιλοσοφηθέντων Ἀθήνησιν αὐτῷ τότε.

XXIII. Ἐπρέσβευσε δὲ καὶ παρὰ τοὺς Θετταλοὺς ὑπὲρ τοῦ Ἀχιλλέως κατὰ τοὺς ἐν Πυλαίᾳ ξυλλόγους, ἐν οἷς οἱ Θετταλοὶ τὰ Ἀμφικτυονικὰ πράττουσιν, οἱ δὲ δείσαντες ἐψηφίσαντο ἀναλαβεῖν τὰ προσήκοντα τῷ τάφῳ. καὶ τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου μονονοὺ περιέβαλεν ἀγασθεὶς τὸν ἄνδρα. ἐπὶ δὲ τὸν κολωνὸν βαδίζων, ἐφ’ οὗ λέγονται Λακεδαιμόνιοι περιχωσθῆναι τοῖς τοξεύμασιν, ἤκουσε τῶν ὁμιλητῶν διαφερομένων ἀλλήλοις, ὅ τι εἴη τὸ ὑψηλότατον τῆς Ἑλλάδος, παρεῖχε δὲ ἄρα τὸν λόγον ἡ Οἴτη τὸ ὄρος ἐν ὀφθαλμοῖς οὖσα, καὶ ἀνελθὼν ἐπὶ τὸν λόφον, “ἐγὼ” ἔφη “τὸ ὑψηλότατον τοῦτο ἡγοῦμαι, οἱ γὰρ ἐνταῦθα ὑπὲρ ἐλευθερίας ἀποθανόντες ἀντανήγαγον αὐτὸ τῇ Οἴτῃ καὶ ὑπὲρ πολλοὺς Ὀλύμπους ἦραν. ἐγὼ δὲ ἄγαμαι μὲν καὶ τούσδε τοὺς ἄνδρας, τὸν δὲ Ἀκαρνᾶνα Μεγιστίαν καὶ πρὸ τούτων, ἃ γὰρ πεισομένους ἐγίγνωσκε, τούτων ἐπεθύμησε κοινωνῆσαι τοῖς ἀνδράσιν, οὐ τὸ ἀποθανεῖν δείσας, ἀλλὰ τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι.

XXIV. Ἐπεφοίτησε δὲ καὶ τοῖς Ἑλληνικοῖς ἱεροῖς πᾶσι τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ τῷ ἐν Ἀβαῖς, ἐς Ἀμφιάρεώ τε καὶ Τροφωνίου ἐβάδισε καὶ ἐς τὸ Μουσεῖον τὸ ἐν Ἑλικῶνι ἀνέβη. φοιτῶντι δὲ ἐς τὰ ἱερὰ καὶ διορθουμένῳ αὐτὰ ξυνεφοίτων μὲν οἱ ἱερεῖς, ἠκολούθουν δὲ οἱ γνώριμοι, λόγων τε κρατῆρες ἵσταντο καὶ ἠρύοντο αὐτῶν οἱ διψῶντες. ὄντων δὲ καὶ Ὀλυμπίων καὶ καλούντων αὐτὸν Ἠλείων ἐπὶ κοινωνίαν τοῦ ἀγῶνος “δοκεῖτέ μοι” ἔφη “διαβάλλειν τὴν τῶν Ὀλυμπίων δόξαν πρεσβειῶν δεόμενοι πρὸς τοὺς αὐτόθεν ἥξοντας.” γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν μυκησαμένης τῆς περὶ τὸ Λέχαιον θαλάττης “οὗτος” εἶπεν “ὁ αὐχὴν τῆς γῆς τετμήσεται, μᾶλλον δὲ οὔ.” εἶχε δὲ αὐτῷ καὶ τοῦτο πρόῤῥησιν τῆς μικρὸν ὕστερον περὶ τὸν Ἰσθμὸν τομῆς, ἣν μετὰ ἔτη ἑπτὰ Νέρων διενοήθη· τὰ γὰρ βασίλεια ἐκλιπὼν ἐς τὴν Ἑλλάδα ἀφίκετο κηρύγμασιν ὑποθήσων ἑαυτὸν Ὀλυμπικοῖς τε καὶ Πυθικοῖς, ἐνίκα δὲ καὶ Ἰσθμοῖ· αἱ δὲ νῖκαι ἦσαν κιθαρῳδίαι καὶ κήρυκες, ἐνίκα δὲ καὶ τραγῳδοὺς ἐν Ὀλυμπίᾳ. τότε λέγεται καὶ τῆς περὶ τὸν Ἰσθμὸν καινοτομίας ἅψασθαι περίπλουν αὐτὸν ἐργαζόμενος καὶ τὸν Αἰγαῖον τῷ Ἀδρίᾳ ξυμβάλλων, ὡς μὴ πᾶσα ναῦς ὑπὲρ Μαλέαν πλέοι κομίζοιντό τε αἱ πολλαὶ διὰ τοῦ ῥήγματος ξυντέμνουσαι τὰς περιβολὰς τοῦ πλοῦ. πῆ δὲ ἀπέβη τὸ τοῦ Ἀπολλωνίου λόγιον; ἡ ὀρυχὴ τὴν ἀρχὴν ἀπὸ Λεχαίου λαβοῦσα στάδια προὔβη ἴσως τέτταρα ξυνεχῶς ὀρυττόντων, σχεῖν δὲ λέγεται Νέρων τὴν τομὴν οἱ μὲν Αἰγυπτίων φιλοσοφησάντων αὐτῷ τὰς θαλάττας καὶ τὸ ὑπὲρ Λεχαίου πέλαγος ὑπερχυθὲν ἀφανιεῖν εἰπόντων τὴν Αἴγιναν, οἱ δὲ νεώτερα περὶ τῇ ἀρχῇ δείσαντα. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ τὸν Ἰσθμὸν τετμήσεσθαι καὶ οὐ τετμήσεσθαι.

XXV. Ἐν Κορίνθῳ δὲ φιλοσοφῶν ἐτύγχανε τότε Δημήτριος ἀνὴρ ξυνειληφὼς ἅπαν τὸ ἐν Κυνικῇ κράτος, οὗ Φαβωρῖνος ὕστερον ἐν πολλοῖς τῶν ἑαυτοῦ λόγων οὐκ ἀγεννῶς ἐπεμνήσθη, παθὼν δὲ πρὸς τὸν Ἀπολλώνιον, ὅπερ φασὶ τὸν Ἀντισθένην πρὸς τὴν τοῦ Σωκράτους σοφίαν παθεῖν, εἵπετο αὐτῷ μαθητιῶν καὶ προσκείμενος τοῖς λόγοις καὶ τῶν αὐτῷ γνωρίμων τοὺς εὐδοκιμωτέρους ἐπὶ τὸν Ἀπολλώνιον ἔτρεπεν, ὧν καὶ Μένιππος ἦν ὁ Λύκιος ἔτη μὲν γεγονὼς πέντε καὶ εἴκοσι, γνώμης δὲ ἱκανῶς ἔχων καὶ τὸ σῶμα εὖ κατεσκευασμένος, ἐῴκει γοῦν ἀθλητῇ καλῷ καὶ ἐλευθερίῳ τὸ εἶδος. ἐρᾶσθαι δὲ τὸν Μένιππον οἱ πολλοὶ ᾤοντο ὑπὸ γυναίου ξένου, τὸ δὲ γύναιον καλή τε ἐφαίνετο καὶ ἱκανῶς ἁβρὰ καὶ πλουτεῖν ἔφασκεν, οὐδὲν δὲ τούτων ἄρα ἀτεχνῶς ἦν, ἀλλὰ ἐδόκει πάντα. κατὰ γὰρ τὴν ὁδὸν τὴν ἐπὶ Κεγχρεὰς βαδίζοντι αὐτῷ μόνῳ φάσμα ἐντυχὸν γυνή τε ἐγένετο καὶ χεῖρα ξυνῆψεν ἐρᾶν αὐτοῦ πάλαι φάσκουσα, Φοίνισσα δὲ εἶναι καὶ οἰκεῖν ἐν προαστείῳ τῆς Κορίνθου, τὸ δεῖνα εἰποῦσα προάστειον, “ἐς ὃ ἑσπέρας” ἔφη “ἀφικομένῳ σοι ᾠδή τε ὑπάρξει ἐμοῦ ᾀδούσης καὶ οἶνος, οἷον οὔπω ἔπιες, καὶ οὐδὲ ἀντεραστὴς ἐνοχλήσει σε, βιώσομαι δὲ καλὴ ξὺν καλῷ.” τούτοις ὑπαχθεὶς ὁ νεανίας, τὴν μὲν γὰρ ἄλλην φιλοσοφίαν ἔῤῥωτο, τῶν δὲ ἐρωτικῶν ἥττητο, ἐφοίτησε περὶ ἑσπέραν αὐτῇ καὶ τὸν λοιπὸν χρόνον ἐθάμιζεν, ὥσπερ παιδικοῖς, οὔπω ξυνεὶς τοῦ φάσματος. ὁ δὲ Ἀπολλώνιος ἀνδριαντοποιοῦ δίκην ἐς τὸν Μένιππον βλέπων ἐζωγράφει τὸν νεανίαν καὶ ἐθεώρει, καταγνοὺς δὲ αὐτὸν “σὺ μέντοι” εἶπεν “ὁ καλός τε καὶ ὑπὸ τῶν καλῶν γυναικῶν θηρευόμενος ὄφιν θάλπεις καὶ σὲ ὄφις.” θαυμάσαντος δὲ τοῦ Μενίππου “ὅτι γυνή σοι” ἔφη “ἐστὶν οὐ γαμετή. τί δέ; ἡγῇ ὑπ’ αὐτῆς ἐρᾶσθαι; “νὴ Δί’,” εἶπεν “ἐπειδὴ διάκειται πρός με ὡς ἐρῶσα.” “καὶ γήμαις δ’ ἂν αὐτήν;” ἔφη. “χαρίεν γὰρ ἂν εἴη τὸ ἀγαπῶσαν γῆμαι.” ἤρετο οὖν “πηνίκα οἱ γάμοι;” “θερμοὶ” ἔφη “καὶ ἴσως αὔριον.” ἐπιφυλάξας οὖν τὸν τοῦ συμποσίου καιρὸν ὁ Ἀπολλώνιος καὶ ἐπιστὰς τοῖς δαιτυμόσιν ἄρτι ἥκουσι “ποῦ” ἔφη “ἡ ἁβρά, δι’ ἣν ἥκετε;” “ἐνταῦθα” εἶπεν ὁ Μένιππος καὶ ἅμα ὑπανίστατο ἐρυθριῶν. “ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν;” “τῆς γυναικός,” ἔφη “τἀμὰ γὰρ τοσαῦτα” δείξας τὸν ἑαυτοῦ τρίβωνα. ὁ δὲ Ἀπολλώνιος “τοὺς Ταντάλου κήπους” ἔφη “εἴδετε, ὡς ὄντες οὐκ εἰσί;” “παρ’ Ὁμήρῳ γε,” ἔφασαν “οὐ γὰρ ἐς Αἵδου γε καταβάντες.” “τοῦτ’” ἔφη “καὶ τουτονὶ τὸν κόσμον ἡγεῖσθε, οὐ γὰρ ὕλη ἐστίν, ἀλλὰ ὕλης δόξα. ὡς δὲ γιγνώσκοιτε, ὃ λέγω, ἡ χρηστὴ νύμφη μία τῶν ἐμπουσῶν ἐστιν, ἃς λαμίας τε καὶ μορμολυκίας οἱ πολλοὶ ἡγοῦνται. ἐρῶσι δ’ αὗται καὶ ἀφροδισίων μέν, σαρκῶν δὲ μάλιστα ἀνθρωπείων ἐρῶσι καὶ παλεύουσι τοῖς ἀφροδισίοις, οὓς ἂν ἐθέλωσι δαίσασθαι.” ἡ δὲ “εὐφήμει” ἔλεγε “καὶ ἄπαγε” καὶ μυσάττεσθαι ἐδόκει, ἃ ἤκουε, καί που καὶ ἀπέσκωπτε τοὺς φιλοσόφους, ὡς ἀεὶ ληροῦντας. ἐπεὶ μέντοι τὰ ἐκπώματα τὰ χρυσᾶ καὶ ὁ δοκῶν ἄργυρος ἀνεμιαῖα ἠλέγχθη καὶ διέπτη τῶν ὀφθαλμῶν ἅπαντα οἰνοχόοι τε καὶ ὀψοποιοὶ καὶ ἡ τοιαύτη θεραπεία πᾶσα ἠφανίσθησαν ἐλεγχόμενοι ὑπὸ τοῦ Ἀπολλωνίου, δακρύοντι ἐῴκει τὸ φάσμα καὶ ἐδεῖτο μὴ βασανίζειν αὐτό, μηδὲ ἀναγκάζειν ὁμολογεῖν, ὅ τι εἴη, ἐπικειμένου δὲ καὶ μὴ ἀνιέντος ἔμπουσά τε εἶναι ἔφη καὶ πιαίνειν ἡδοναῖς τὸν Μένιππον ἐς βρῶσιν τοῦ σώματος, τὰ γὰρ καλὰ τῶν σωμάτων καὶ νέα σιτεῖσθαι ἐνόμιζεν, ἐπειδὴ ἀκραιφνὲς αὐτοῖς τὸ αἷμα. τοῦτον τὸν λόγον γνωριμώτατον τῶν Ἀπολλωνίου τυγχάνοντα ἐξ ἀνάγκης ἐμήκυνα, γιγνώσκουσι μὲν γὰρ πλείους αὐτόν, ἅτε καθ’ Ἑλλάδα μέσην πραχθέντα, ξυλλήβδην δὲ αὐτὸν παρειλήφασιν, ὅτι ἕλοι ποτὲ ἐν Κορίνθῳ λάμιαν, ὅ τι μέντοι πράττουσαν καὶ ὅτι ὑπὲρ Μενίππου, οὔπω γιγνώσκουσιν, ἀλλὰ Δάμιδί τε καὶ ἐκ τῶν ἐκείνου λόγων ἐμοὶ εἴρηται.

XXVI. Τότε καὶ πρὸς Βάσσον διηνέχθη τὸν ἐκ τῆς Κορίνθου, πατραλοίας γὰρ οὗτος καὶ ἐδόκει καὶ ἐπεπίστευτο, σοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέσχεν ὁ Ἀπολλώνιος οἷς τε ἐπέστειλεν οἷς τε διελέχθη κατ’ αὐτοῦ. πᾶν γάρ, ὅπερ ὡς ἐς πατραλοίαν ἔλεγεν, ἀληθὲς ἐδόκει, μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν, μηδ’ ἂν εἰπεῖν τὸ μὴ ὄν.

XXVII. Τὰ δὲ ἐν Ὀλυμπίᾳ τοῦ ἀνδρὸς τοιαῦτα· ἀνιόντι τῷ Ἀπολλωνίῳ ἐς Ὀλυμπίαν ἐνέτυχον Λακεδαιμονίων πρέσβεις ὑπὲρ ξυνουσίας, Λακωνικὸν δὲ οὐδὲν περὶ αὐτοὺς ἐφαίνετο, ἀλλ’ ἁβρότερον αὑτῶν εἶχον καὶ συβάριδος μεστοὶ ἦσαν. ἰδὼν δὲ ἄνδρας λείους τὰ σκέλη λιπαροὺς τὰς κόμας καὶ μηδὲ γενείοις χρωμένους, ἀλλὰ καὶ τὴν ἐσθῆτα μαλακούς, τοιαῦτα πρὸς τοὺς ἐφόρους ἐπέστειλεν, ὡς ἐκείνους κήρυγμα ποιήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα, ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία. μαθὼν δὲ αὐτοὺς τὰ οἴκοι διορθουμένους ἔπεμψεν ἐπιστολὴν ἀπ’ Ὀλυμπίας βραχυτέραν τῆς Λακωνικῆς σκυτάλης. ἔστι δὲ ἥδε·

                    ”Ἀπολλώνιος ἐφόροις χαίρειν.

Ἀνδρῶν μὲν τὸ μὴ ἁμαρτάνειν, γενναίων δὲ τὸ καὶ ἁμαρτάνοντας αἰσθέσθαι.”

XXVIII. Ἰδὼν δὲ ἐς τὸ ἕδος τὸ ἐν Ὀλυμπίᾳ “χαῖρε,” εἶπεν “ἀγαθὲ Ζεῦ, σὺ γὰρ οὕτω τι ἀγαθός, ὡς καὶ σαυτοῦ κοινωνῆσαι τοῖς ἀνθρώποις.” ἐξηγήσατο δὲ καὶ τὸν χαλκοῦν Μίλωνα καὶ τὸν λόγον τοῦ περὶ αὐτὸν σχήματος. ὁ γὰρ Μίλων ἑστάναι μὲν ἐπὶ δίσκου δοκεῖ τὼ πόδε ἄμφω συμβεβηκώς, ῥόαν δὲ ξυνέχει τῇ ἀριστερᾷ, ἡ δεξιὰ δέ, ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι καὶ οἷον διείροντες. οἱ μὲν δὴ κατ’ Ὀλυμπίαν τε καὶ Ἀρκαδίαν λόγοι τὸν ἀθλητὴν ἱστοροῦσι τοῦτον ἄτρεπτον γενέσθαι καὶ μὴ ἐκβιβασθῆναί ποτε τοῦ χώρου, ἐν ᾧ ἔστη, δηλοῦσθαι δὲ τὸ μὲν ἀπρὶξ τῶν δακτύλων ἐν τῇ ξυνοχῇ τῆς ῥόας, τὸ δὲ μηδ’ ἂν σχισθῆναί ποτ’ ἀπ’ ἀλλήλων αὐτούς, εἴ τις πρὸς ἕνα αὐτῶν ἁμιλλῷτο, τῷ τὰς διαφυὰς ἐν ὀρθοῖς τοῖς δακτύλοις εὖ ξυνηρμόσθαι, τὴν ταινίαν δέ, ἣν ἀναδεῖται, σωφροσύνης ἡγοῦνται ξύμβολον. ὁ δὲ Ἀπολλώνιος σοφῶς μὲν εἶπεν ἐπινενοῆσθαι ταῦτα, σοφώτερα δὲ εἶναι τὰ ἀληθέστερα. “ὡς δὲ γιγνώσκοιτε τὸν νοῦν τοῦ Μίλωνος, Κροτωνιᾶται τὸν ἀθλητὴν τοῦτον ἱερέα ἐστήσαντο τῆς Ἥρας. τὴν μὲν δὴ μίτραν ὅ τι χρὴ νοεῖν, τί ἂν ἐξηγοίμην ἔτι, μνημονεύσας ἱερέως ἀνδρός; ἡ ῥόα δὲ μόνη φυτῶν τῇ Ἥρᾳ φύεται, ὁ δὲ ὑπὸ τοῖς ποσὶ δίσκος, ἐπὶ ἀσπιδίου βεβηκὼς ὁ ἱερεὺς τῇ Ἥρᾳ εὔχεται, τουτὶ δὲ καὶ ἡ δεξιὰ σημαίνει, τὸ δὲ ἔργον τῶν δακτύλων καὶ τὸ μήπω διεστὼς τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ προσκείσθω.”

XXIX. Παρατυγχάνων δὲ τοῖς δρωμένοις ἀπεδέχετο [τῶν] Ἠλείων, ὡς ἐπεμελοῦντό τε αὐτῶν καὶ ξὺν κόσμῳ ἔδρων μεῖόν τε οὐδὲν ἢ οἱ ἀγωνιούμενοι τῶν ἀθλητῶν κρίνεσθαι ᾤοντο καὶ μήθ’ ἑκόντες τι μήτ’ ἄκοντες ἁμαρτάνειν προὐνοοῦντο. ἐρομένων δ’ αὐτὸν τῶν ἑταίρων, τίνας Ἠλείους περὶ τὴν διάθεσιν τῶν Ὀλυμπίων ἡγοῖτο, “εἰ μὲν σοφοὺς,” ἔφη “οὐκ οἶδα, σοφιστὰς μέντοι.”

XXX. Ὡς δὲ καὶ διεβέβλητο πρὸς τοὺς οἰομένους ξυγγράφειν καὶ ἀμαθεῖς ἡγεῖτο τοὺς ἁπτομένους λόγου μείζονος, ὑπάρχει μαθεῖν ἐκ τῶνδε· μειράκιον γὰρ δοκησίσοφον ἐντυχὸν αὐτῷ περὶ τὸ ἱερὸν “συμπροθυμήθητί μοι” ἔφη “αὔριον, ἀναγνώσομαι γάρ τι”. τοῦ δὲ Ἀπολλωνίου ἐρομένου, ὅ τι ἀναγνώσοιτο, “λόγος” εἶπε “ξυντέτακταί μοι ἐς τὸν Δία.” καὶ ἅμα ὑπὸ τῷ ἱματίῳ ἐπεδείκνυ αὐτὸν σεμνυνόμενος τῇ παχύτητι τοῦ βιβλίου. “τί οὖν” ἔφη “ἐπαινέσῃ τοῦ Διός; ἢ τὸν Δία τὸν ἐνταῦθα καὶ τὸ μηδὲν εἶναι τῶν ἐν τῇ γῇ ὅμοιον;” “καὶ τοῦτο μέν,” ἔφη “πολλὰ δὲ πρὸ τούτου καὶ ἐπὶ τούτῳ ἕτερα, καὶ γὰρ αἱ ὧραι καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑπὲρ τὴν γῆν καὶ ἀνέμους εἶναι καὶ ἄστρα Διὸς πάντα.” ὁ δὲ Ἀπολλώνιος “δοκεῖς μοι” εἶπεν “ἐγκωμιαστικός τις εἶναι σφόδρα”. “διὰ τοῦτο” ἔφη “καὶ ποδάγρας ἐγκώμιόν τί μοι ξυντέτακται καὶ τοῦ τυφλόν τινα ἢ κωφὸν εἶναι.” “ἀλλὰ μηδὲ τοὺς ὑδέρους” εἶπε “μηδὲ τοὺς κατάῤῥους ἀποκήρυττε τῆς ἑαυτοῦ σοφίας, εἰ βούλοιο ἐπαινεῖν τὰ τοιαῦτα, βελτίων δὲ ἔσῃ καὶ τοῖς ἀποθνήσκουσιν ἑπόμενος καὶ διιὼν ἐπαίνους τῶν νοσημάτων, ὑφ’ ὧν ἀπέθανον, ἧττον γὰρ ἐπ’ αὐτοῖς ἀνιάσονται πατέρες τε καὶ παῖδες καὶ οἱ ἀγχοῦ τῶν ἀποθανόντων.” κεχαλινωμένον δὲ ἰδὼν τὸ μειράκιον ὑπὸ τοῦ λόγου “ὁ ἐγκωμιάζων”, εἶπεν “ὦ ξυγγραφεῦ, πότερον ἃ οἶδεν ἐπαινέσεται ἄμεινον ἢ ἃ οὐκ οἶδεν;” “ἃ οἶδεν,” ἔφη “πῶς γὰρ ἄν τις ἐπαινοῖ, ἃ οὐκ οἶδε;” “τὸν πατέρα οὖν ἤδη ποτὲ τὸν σαυτοῦ ἐπῄνεσας;” “ἐβουλήθην,” εἶπεν “ἀλλ’ ἐπεὶ μέγας τι μοι δοκεῖ καὶ γενναῖος ἀνθρώπων τε ὧν οἶδα κάλλιστος οἶκόν τε ἱκανὸς οἰκῆσαι καὶ σοφίᾳ ἐς πάντα χρῆσθαι, παρῆκα τὸν ἐς αὐτὸν ἔπαινον, ὡς μὴ αἰσχύνοιμι τὸν πατέρα λόγῳ ἥττονι.” δυσχεράνας οὖν ὁ Ἀπολλώνιος, τουτὶ δὲ πρὸς τοὺς φορτικοὺς τῶν ἀνθρώπων ἔπασχεν “εἶτα”, ἔφη “ὦ κάθαρμα, τὸν μὲν πατέρα τὸν σεαυτοῦ, ὃν ἴσα καὶ σεαυτὸν γιγνώσκεις, οὐκ ἄρ’ οἴει πότ’ ἂν ἱκανῶς ἐπαινέσαι, τὸν δ’ ἀνθρώπων καὶ θεῶν πατέρα καὶ δημιουργὸν τῶν ὅλων, ὅσα περὶ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς ἐστιν, εὐκόλως οὕτως ἐγκωμιάζων οὔθ’, ὃν ἐπαινεῖς, δέδιας, οὔτε ξυνίης ἐς λόγον καθιστάμενος μείζονα ἀνθρώπου;”

XXXI. Αἱ δὲ ἐν Ὀλυμπίᾳ διαλέξεις τῷ Ἀπολλωνίῳ περὶ τῶν χρησιμωτάτων ἐγίγνοντο, περὶ σοφίας τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ καθάπαξ, ὁπόσαι ἀρεταί εἰσι, περὶ τούτων ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέγετο πάντας ἐκπλήττων οὐ ταῖς διανοίαις μόνον, ἀλλὰ καὶ ταῖς ἰδέαις τοῦ λόγου. περιστάντες δὲ αὐτὸν οἱ Λακεδαιμόνιοι ξένον τε παρὰ τῷ Διὶ ἐποιοῦντο καὶ τῶν οἴκοι νέων πατέρα βίου τε νομοθέτην καὶ γερόντων γέρας. ἐρομένου δὲ Κορινθίου τινὸς κατὰ ἀχθηδόνα, εἰ καὶ θεοφάνια αὐτῷ ἄξουσι, “ναὶ τὼ Σιώ,” ἔφη, “ἕτοιμά γε”. ὁ δὲ Ἀπολλώνιος ἀπήγαγεν αὐτοὺς τῶν τοιούτων, ὡς μὴ φθονοῖτο. ἐπεὶ δὲ ὑπερβὰς τὸ Ταύγετον εἶδεν ἐνεργὸν Λακεδαίμονα καὶ τὰ τοῦ Λυκούργου πάτρια εὖ πράττοντα, οὐκ ἀηδὲς ἐνόμισε τὸ καὶ τοῖς τέλεσι τῶν Λακεδαιμονίων ξυγγενέσθαι περὶ ὧν ἐρωτᾶν ἐβούλοντο. ἤροντο οὖν ἀφικόμενον, πῶς θεοὶ θεραπευτέοι, ὁ δὲ εἶπεν “ὡς δεσπόται”. πάλιν ἤροντο, πῶς ἥρωες· “ὡς πατέρες.” τρίτον δὲ ἐρομένων, πῶς δὲ ἄνθρωποι “οὐ Λακωνικὸν” ἔφη “τὸ ἐρώτημα”. ἤροντο καὶ ὅ τι ἡγοῖτο τοὺς παρ’ αὐτοῖς νόμους, ὁ δὲ εἶπεν “ἀρίστους διδασκάλους, οἱ διδάσκαλοι δὲ εὐδοκιμήσουσιν, ἢν οἱ μαθηταὶ μὴ ῥᾳθυμῶσιν.” ἐρομένων δ’ αὐτῶν, τί περὶ ἀνδρείας ξυμβουλεύοι, “καὶ τί” ἔφη “τῇ ἀνδρείᾳ χρήσεσθε;”

XXXII. Ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον νεανίας Λακεδαιμόνιος αἰτίαν ἔχων παρ’ αὐτοῖς, ὡς ἀδικῶν περὶ τὰ ἤθη· Καλλικρατίδα μὲν γὰρ τοῦ περὶ Ἀργινούσας ναυαρχήσαντος ἦν ἔκγονος, ναυκληρίας δὲ ἤρα καὶ οὐ προσεῖχε τοῖς κοινοῖς, ἀλλ’ ἐς Καρχηδόνα ἐξέπλει καὶ Σικελίαν ναῦς πεποιημένος. ἀκούσας οὖν κρίνεσθαι αὐτὸν ἐπὶ τούτῳ δεινὸν ᾠήθη περιιδεῖν τὸν νεανίαν ὑπαχθέντα ἐς δίκην καὶ “ὦ λῷστε”, ἔφη “τί πεφροντικὼς περίει καὶ μεστὸς ἐννοίας”; “ἀγὼν” εἶπεν “ἐπήγγελταί μοι δημόσιος, ἐπειδὴ πρὸς ναυκληρίαις εἰμὶ καὶ τὰ κοινὰ οὐ πράττω.” πατὴρ δέ σοι ναύκληρος ἐγένετο ἢ πάππος;” “ἄπαγε”, εἶπε “γυμνασίαρχοι τε καὶ ἔφοροι καὶ πατρονόμοι πάντες, Καλλικρατίδας δὲ ὁ πρόγονος καὶ τῶν ναυαρχησάντων ἐγένετο.” “μῶν” ἔφη “τὸν ἐν Ἀργινούσαις λέγεις”; “ἐκεῖνον” εἶπε “τὸν ἐν τῇ ναυαρχίᾳ ἀποθανόντα”. “εἶτ’ οὐ διέβαλέ σοι” εἶπε “τὴν θάλατταν ἡ τελευτὴ τοῦ προγόνου”; “μὰ Δί’,” εἶπεν “οὐ γὰρ ναυμαχήσων γε πλέω.” “ἀλλ’ ἐμπόρων τε καὶ ναυκλήρων κακοδαιμονέστερόν τι ἐρεῖς ἔθνος; πρῶτον μὲν περινοστοῦσι, ζητοῦσι ἀγορὰν κακῶς πράττουσαν, εἶτα προξένοις καὶ καπήλοις ἀναμιχθέντες πωλοῦσί τε καὶ πωλοῦνται καὶ τόκοις ἀνοσίοις τὰς αὑτῶν κεφαλὰς ὑποτιθέντες ἐς τὸ ἀρχαῖον σπεύδουσι, κἂν μὲν εὖ πράττωσιν, εὐπλοεῖ ἡ ναῦς καὶ πολὺν ποιοῦνται λόγον τοῦ μήτε ἑκόντες ἀνατρέψαι μήτε ἄκοντες, εἰ δὲ ἡ ἐμπορία πρὸς τὰ χρέα μὴ ἀναφέροιτο, μεταβάντες ἐς τὰ ἐφόλκια προσαράττουσι τὰς ναῦς καὶ τὸν ἑτέρων [ναῦται] βίον θεοῦ ἀνάγκην εἰπόντες ἀθεώτατα καὶ οὐδὲ ἄκοντες αὐτοὶ ἀφείλοντο. εἰ δὲ καὶ μὴ τοιοῦτον ἦν τὸ θαλαττουργόν τε καὶ ναυτικὸν ἔθνος, ἀλλὰ τό γε Σπαρτιάτην ὄντα καὶ πατέρων γεγονότα, οἳ μέσην ποτὲ τὴν Σπάρτην ᾤκησαν, ἐν κοίλῃ νηὶ κεῖσθαι λήθην μὲν ἴσχοντα Λυκούργου τε καὶ Ἰφίτου, φόρτου δὲ μνήμονα καὶ ναυτικῆς ἀκριβολογίας, τίνος αἰσχύνης ἄπεστιν; εἰ γὰρ καὶ μηδὲν ἄλλο, τὴν γοῦν Σπάρτην αὐτὴν ἔδει ἐνθυμεῖσθαι, ὡς, ὁπότε μὲν τῆς γῆς εἴχετο, οὐρανομήκη δόξασαν, ἐπεὶ δὲ θαλάττης ἐπεθύμησε, βυθισθεῖσάν τε καὶ ἀφανισθεῖσαν οὐκ ἐν τῇ θαλάττῃ μόνον, ἀλλὰ καὶ ἐν τῇ γῇ.” τούτοις τὸν νεανίαν οὕτω τι ἐχειρώσατο τοῖς λόγοις, ὡς νεύσαντα αὐτὸν ἐς τὴν γῆν κλαίειν, ἐπεὶ τοσοῦτον ἤκουσεν ἀπολελεῖφθαι τῶν πατέρων, ἀποδόσθαι τε τὰς ναῦς, ἐν αἷς ἔζη. καθεστῶτα δὲ αὐτὸν ἰδὼν ὁ Ἀπολλώνιος καὶ τὴν γῆν ἀσπαζόμενον κατήγαγε παρὰ τοὺς ἐφόρους καὶ παρῃτήσατο τῆς δίκης.

XXXIII. Κἀκεῖνο τῶν ἐν Λακεδαίμονι· ἐπιστολὴ ἐκ βασιλέως Λακεδαιμονίοις ἧκεν ἐπίπληξιν ἐς τὸ κοινὸν αὐτῶν φέρουσα, ὡς ὑπὲρ τὴν ἐλευθερίαν ὑβριζόντων, ἐκ διαβολῶν δὲ τοῦ τῆς Ἑλλάδος ἄρχοντος ἐπέσταλτο αὐτοῖς ταῦτα. οἱ μὲν δὴ Λακεδαιμόνιοι ἀπορίᾳ εἴχοντο καὶ ἡ Σπάρτη πρὸς ἑαυτὴν ἤριζεν, εἴτε χρὴ παραιτουμένους τὴν ὀργὴν τοῦ βασιλέως εἴτε ὑπερφρονοῦντας ἐπιστέλλειν· πρὸς ταῦτα ξύμβουλον ἐποιοῦντο τὸν Ἀπολλώνιον τοῦ τῆς ἐπιστολῆς ἤθους, ὁ δέ, ὡς εἶδε διεστηκότας, παρῆλθέ τε ἐς τὸ κοινὸν αὐτῶν καὶ ὧδε ἐβραχυλόγησε· “Παλαμήδης εὗρε γράμματα οὐχ ὑπὲρ τοῦ γράφειν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ γιγνώσκειν, ἃ δεῖ μὴ γράφειν.” οὕτω μὲν δὴ Λακεδαιμονίους ἀπῆγε τοῦ μήτε θρασεῖς μήτε δειλοὺς ὀφθῆναι.

XXXIV. Διατρίψας δ’ ἐν τῇ Σπάρτῃ μετὰ τὴν Ὀλυμπίαν χρόνον, ὡς ἐτελεύτα ὁ χειμών, ἐπὶ Μαλέαν ἦλθεν ἀρχομένου ἦρος, ὡς ἐς τὴν Ῥώμην ἀφήσων. διανοουμένῳ δ’ αὐτῷ ταῦτα ἐγένετο ὄναρ τοιόνδε· ἐδόκει γυναῖκα μεγίστην τε καὶ πρεσβυτάτην περιβάλλειν αὐτὸν καὶ δεῖσθαί οἱ ξυγγενέσθαι, πρὶν ἐς Ἰταλοὺς πλεῦσαι, Διὸς δὲ εἶναι ἡ τροφὸς ἔλεγε καὶ ἦν αὐτῇ στέφανος πάντ’ ἔχων τὰ ἐκ γῆς καὶ θαλάττης. λογισμὸν δὲ αὑτῷ διδοὺς τῆς ὄψεως ξυνῆκεν, ὅτι πλευστέα εἴη ἐς Κρήτην πρότερον, ἣν τροφὸν ἡγούμεθα τοῦ Διός, ἐπειδὴ ἐν ταύτῃ ἐμαιεύθη, ὁ δὲ στέφανος καὶ ἄλλην ἴσως δηλώσαι νῆσον. οὐσῶν δὲ ἐν Μαλέᾳ νεῶν πλειόνων, αἳ ἐς Κρήτην ἀφήσειν ἔμελλον, ἐνέβη ναῦν ἀποχρῶσαν τῷ κοινῷ· κοινὸν δὲ ἐκάλει τούς τε ἑταίρους καὶ τοὺς τῶν ἑταίρων δούλους, οὐδὲ γὰρ ἐκείνους παρεώρα. προσπλεύσας δὲ Κυδωνίᾳ καὶ παραπλεύσας ἐς Κνωσσὸν τὸν μὲν Λαβύρινθον, ὃς ἐκεῖ δείκνυται, ξυνεῖχε δέ, οἶμαί, ποτε τὸν Μινώταυρον, βουλομένων ἰδεῖν τῶν ἑταίρων, ἐκείνοις μὲν ξυνεχώρει τοῦτο, αὐτὸς δὲ οὐκ ἂν ἔφη θεατὴς γενέσθαι τῆς ἀδικίας τοῦ Μίνω. προῄει δὲ ἐπὶ Γόρτυναν πόθῳ τῆς Ἴδης. ἀνελθὼν οὖν καὶ τοῖς θεολογουμένοις ἐντυχὼν ἐπορεύθη καὶ ἐς τὸ ἱερὸν τὸ Λεβηναῖον· ἔστι δὲ Ἀσκληπιοῦ καὶ ὥσπερ ἡ Ἀσία ἐς τὸ Πέργαμον, οὕτως ἐς τὸ ἱερὸν τοῦτο ξυνεφοίτα ἡ Κρήτη, πολλοὶ δὲ καὶ Λιβύων ἐς αὐτὸ περαιοῦνται· καὶ γὰρ τέτραπται πρὸς τὸ Λιβυκὸν πέλαγος κατὰ γοῦν τὴν Φαιστόν, ἔνθα τὴν πολλὴν ἀνείργει θάλατταν ὁ μικρὸς λίθος. Λεβηναῖον δὲ τὸ ἱερὸν ὠνομάσθαι φασίν, ἐπειδὴ ἀκρωτήριον ἐξ αὐτοῦ κατατείνει λέοντι εἰκασμένον, οἷα πολλὰ αἱ ξυντυχίαι τῶν πετρῶν ἀποφαίνουσι, μῦθόν τε ἐπὶ τῷ ἀκρωτηρίῳ ᾄδουσιν, ὡς λέων εἷς οὗτος γένοιτο τῶν ὑποζυγίων ποτὲ τῇ Ῥέᾳ. ἐνταῦθα διαλεγομένου ποτὲ τοῦ Ἀπολλωνίου περὶ μεσημβρίαν, διελέγετο δὲ πολλοῖς ἀνδράσιν, ὑφ’ ὧν τὸ ἱερὸν ἐθεραπεύετο, σεισμὸς ἀθρόως τῇ Κρήτῃ προσέβαλε, βροντὴ δὲ οὐκ ἐκ νεφῶν, ἀλλ’ ἐκ τῆς γῆς ὑπήχησεν, ἡ θάλαττα δὲ ὑπενόστησε στάδια ἴσως ἑπτά. καὶ οἱ μὲν πολλοὶ ἔδεισαν, μὴ τὸ πέλαγος ὑποχωρῆσαν ἐπισπάσηται τὸ ἱερὸν καὶ ἀπενεχθῶσιν, ὁ δὲ Ἀπολλώνιος “θαρσεῖτε”, ἔφη “ἡ γὰρ θάλαττα γῆν ἔτεκε”. καὶ οἱ μὲν ᾤοντο αὐτὸν τὴν ὁμόνοιαν τῶν στοιχείων λέγειν, καὶ ὅτι μηδὲν ἂν ἡ θάλαττα νεώτερον ἐς τὴν γῆν ἐργάσαιτο, μετὰ δὲ ἡμέρας ὀλίγας ἀφικόμενοί τινες ἐκ τῆς Κυδωνιάτιδος ἤγγειλαν, ὅτι κατὰ τὴν ἡμέραν τε καὶ μεσημβρίαν, ἣν ἐγένετο ἡ διοσημία, νῆσος ἐκ τῆς θαλάττης ἀνεδόθη περὶ τὸν πορθμὸν τὸν διαῤῥέοντα Θήραν τε καὶ Κρήτην. ἐάσαντες οὖν λόγων μῆκος ἔλθωμεν καὶ ἐπὶ τὰς ἐν Ῥώμῃ σπουδάς, αἳ ἐγένοντο αὐτῷ μετὰ τὰ ἐν Κρήτῃ.

XXXV. Νέρων οὐ ξυνεχώρει φιλοσοφεῖν, ἀλλὰ περίεργον αὐτῷ χρῆμα οἱ φιλοσοφοῦντες ἐφαίνοντο καὶ μαντικὴν συσκιάζοντες, καὶ ἤχθη ποτὲ ὁ τρίβων ἐς δικαστήριον, ὡς μαντικῆς σχῆμα. ἐῶ τοὺς ἄλλους, ἀλλὰ Μουσώνιος ὁ Βαβυλώνιος, ἀνὴρ Ἀπολλωνίου μόνου δεύτερος ἐδέθη ἐπὶ σοφίᾳ καὶ ἐκεῖ μένων ἐκινδύνευσεν, ἀπέθανε δ’ ἂν τὸ ἐπὶ τῷ δήσαντι, εἰ μὴ σφόδρα ἔῤῥωτο.   XXXVI. ἐν τοιαύτῃ καταστάσει φιλοσοφίας οὔσης ἔτυχε προσιὼν τῇ Ῥώμῃ, στάδια δὲ εἴκοσι καὶ ἑκατὸν ἀπέχων ἐνέτυχε Φιλολάῳ τῷ Κιττιεῖ περὶ τὸ νέμος τὸ ἐν τῇ Ἀρικίᾳ. ἦν δὲ ὁ Φιλόλαος τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρτερῆσαί τι. οὗτος ἀναλύων ἀπὸ τῆς Ῥώμης αὐτός τε ἐῴκει φεύγοντι καὶ ὅτῳ ἐντύχοι φιλοσοφοῦντι παρεκελεύετο τὸ αὐτὸ πράττειν. προσειπὼν οὖν τὸν Ἀπολλώνιον ἐκέλευεν ἐκστῆναι τῷ καιρῷ, μηδὲ ἐπιφοιτᾶν τῇ Ῥώμῃ διαβεβλημένου τοῦ φιλοσοφεῖν, καὶ διηγεῖτο τὰ ἐκεῖ πραττόμενα θαμὰ ἐπιστρεφόμενος, μὴ ἐπακροῷτό τις αὐτοῦ κατόπιν. “σὺ δὲ καὶ χορὸν φιλοσόφων ἀναψάμενος” εἶπε “βαδίζεις φθόνου μεστὸς οὐκ εἰδὼς τοὺς ἐπιτεταγμένους ταῖς πύλαις ὑπὸ Νέρωνος, οἳ ξυλλήψονταί σέ τε καὶ τούτους, πρὶν ἔσω γενέσθαι.” “τί δ’” εἶπεν “ὦ Φιλόλαε, τὸν αὐτοκράτορα σπουδάζειν φασίν;” “ἡνιοχεῖ” ἔφη “δημοσίᾳ καὶ ᾄδει παριὼν ἐς τὰ Ῥωμαίων θέατρα καὶ μετὰ τῶν μονομαχούντων ζῇ, μονομαχεῖ δὲ καὶ αὐτὸς καὶ ἀποσφάττει.” ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος “εἶτα”, ἔφη “ὦ βέλτιστε, μεῖζόν τι ἡγῇ θέαμα ἀνδράσι πεπαιδευμένοις ἢ βασιλέα ἰδεῖν ἀσχημονοῦντα; θεοῦ μὲν γὰρ παίγνιον ἄνθρωπος” εἶπε “κατὰ τὴν Πλάτωνος δόξαν, βασιλεὺς δὲ ἀνθρώπου παίγνιον γιγνόμενος καὶ χαριζόμενος τοῖς ὄχλοις τὴν ἑαυτοῦ αἰσχύνην τίνας οὐκ ἂν παράσχοι λόγους τοῖς φιλοσοφοῦσι;” “νὴ Δί’”, εἶπεν ὁ Φιλόλαος “εἴγε μετὰ τοῦ ἀκινδύνου γίγνοιτο, εἰ δὲ ἀπόλοιο ἀναχθεὶς καὶ Νέρων σε ὠμὸν φάγοι μηδὲν ἰδόντα ὧν πράττει, ἐπὶ πολλῷ ἔσται σοι τὸ ἐντυχεῖν αὐτῷ καὶ ἐπὶ πλείονι ἢ τῷ Ὀδυσσεῖ ἐγένετο, ὁπότε παρὰ τὸν Κύκλωπα ἦλθεν, ἀπώλεσε γὰρ πολλοὺς τῶν ἑταίρων ποθήσας ἰδεῖν αὐτὸν καὶ ἡττηθεὶς ἀτόπου καὶ ὠμοῦ θεάματος.” ὁ δὲ Ἀπολλώνιος “οἴει γὰρ” ἔφη “τοῦτον ἧττον ἐκτετυφλῶσθαι τοῦ Κύκλωπος, εἰ τοιαῦτα ἐργάζεται;” καὶ ὁ Φιλόλαος “πραττέτω μέν”, εἶπεν “ὅ τι βούλεται, σὺ δὲ ἀλλὰ τούτους σῶζε.”   XXXVII. φωνῇ δὲ ταῦτα μείζονι ἔλεγε καὶ ἐῴκει κλᾴοντι. ἐνταῦθα δείσας ὁ Δάμις περὶ τοῖς νέοις, μὴ χείρους αὑτῶν γένοιντο ὑπὸ τῆς τοῦ Φιλολάου πτοίας, ἀπολαβὼν τὸν Ἀπολλώνιον “ἀπολεῖ” ἔφη “τοὺς νέους ὁ λαγὼς οὗτος τρόμων καὶ ἀθυμίας ἀναπιμπλὰς πάντα”. ὁ δὲ Ἀπολλώνιος “καὶ μὴν πολλῶν” ἔφη “ἀγαθῶν ὄντων, ἃ μηδ’ εὐξαμένῳ μοι πολλάκις παρὰ τῶν θεῶν γέγονε, μέγιστον ἂν ἔγωγε φαίην ἀπολελαυκέναι τὸ νυνὶ τοῦτο, παραπέπτωκε γὰρ βάσανος τῶν νέων, ἣ σφόδρα ἐλέγξει τοὺς φιλοσοφοῦντάς τε αὐτῶν καὶ τοὺς ἕτερόν τι μᾶλλον ἢ τοῦτο πράττοντας.” καὶ ἠλέγχθησαν αὐτίκα οἱ μὴ ἐῤῥωμένοι σφῶν, ὑπὸ γὰρ τῶν τοῦ Φιλολάου λόγων ἀπαχθέντες οἱ μὲν ἔφασαν νοσεῖν, οἱ δ’ οὐκ εἶναι αὑτοῖς ἐφόδια, οἱ δὲ τῶν οἴκοι ἐρᾶν, οἱ δὲ ὑπὸ ὀνειράτων ἐκπεπλῆχθαι, καὶ περιῆλθεν ἐς ὀκτὼ ὁμιλητὰς ὁ Ἀπολλώνιος ἐκ τεττάρων καὶ τριάκοντα, οἳ ξυνεφοίτων αὐτῷ ἐς τὴν Ῥώμην. οἱ δ’ ἄλλοι Νέρωνά τε καὶ φιλοσοφίαν ἀποδράντες φυγῇ ᾤχοντο.   XXXVIII. ξυναγαγὼν οὖν τοὺς περιλειφθέντας, ὧν καὶ Μένιππος ἦν ὁ ξυναλλάξας τῇ ἐμπούσῃ καὶ Διοσκορίδης ὁ Αἰγύπτιος καὶ Δάμις “οὐ λοιδορήσομαι” ἔφη “τοῖς ἀπολελοιπόσιν ἡμᾶς, ἀλλ’ ὑμᾶς ἐπαινέσομαι μᾶλλον, ὅτι ἄνδρες ἐστὲ ἐμοὶ ὅμοιοι, οὐδ’, εἴ τις Νέρωνα δείσας ἀπῆλθε, δειλὸν ἡγήσομαι τοῦτον, ἀλλ’ εἴ τις τοῦ δέους τούτου κρείττων γίγνεται, φιλόσοφος ὑπ’ ἐμοῦ προσειρήσεται, καὶ διδάξομαι αὐτόν, ὁπόσα οἶδα. δοκεῖ δή μοι πρῶτον μὲν εὔξασθαι τοῖς θεοῖς, δι’ οὓς ταῦτα ἐπὶ νοῦν ἦλθεν ὑμῖν τε κἀκείνοις, ἔπειθ’ ἡγεμόνας αὐτοὺς ποιεῖσθαι, θεῶν γὰρ χωρὶς οὐδ’ ἐν ἄλλῳ ἐσμέν. παριτητέα ἐς πόλιν, ἣ τοσούτων τῆς οἰκουμένης μερῶν ἄρχει· πῶς οὖν ἂν παρέλθοι τις, εἰ μὴ ἐκεῖνοι ἡγοῖντο; καὶ ταῦτα τυραννίδος ἐν αὐτῇ καθεστηκυίας οὕτω χαλεπῆς, ὡς μὴ ἐξεῖναι σοφοῖς εἶναι. ἀνόητόν τε μηδενὶ δοκείτω τὸ θαρσεῖν ὁδόν, ἣν πολλοὶ τῶν φιλοσόφων φεύγουσιν, ἐγὼ γὰρ πρῶτον μὲν οὐδὲν ἂν ἡγοῦμαι φοβερὸν οὕτω γενέσθαι τῶν κατ’ ἀνθρώπους, ὡς ἐκπλαγῆναί ποτε ὑπ’ αὐτοῦ τὸν σοφόν, εἶτ’ οὐδ’ ἂν προθείην ἀνδρείας μελέτας, ἐὰν μὴ μετὰ κινδύνων γίγνοιντο. καὶ ἄλλως ἐπελθὼν γῆν, ὅσην οὔπω τις ἀνθρώπων, θηρία μὲν Ἀράβιά τε καὶ Ἰνδικὰ πάμπολλα εἶδον, τὸ δὲ θηρίον τοῦτο, ὃ καλοῦσιν οἱ πολλοὶ τύραννον, οὔτε ὁπόσαι κεφαλαὶ αὐτῷ, οἶδα, οὔτε εἰ γαμψώνυχόν τε καὶ καρχαρόδουν ἐστί. καίτοι πολιτικὸν μὲν εἶναι τὸ θηρίον τοῦτο λέγεται καὶ τὰ μέσα τῶν πόλεων οἰκεῖν, τοσούτῳ δὲ ἀγριώτερον διάκειται τῶν ὀρεινῶν τε καὶ ὑλαίων, ὅσῳ λέοντες μὲν καὶ παρδάλεις ἐνίοτε κολακευόμενοι ἡμεροῦνται καὶ μεταβάλλουσι τοῦ ἤθους, τουτὶ δὲ ὑπὸ τῶν καταψηχόντων ἐπαιρόμενον ἀγριώτερον αὑτοῦ γίγνεται καὶ λαφύσσει πάντα. περὶ μέν γε θηρίων οὐκ ἂν εἴποις, ὅτι τὰς μητέρας ποτὲ τὰς αὑτῶν ἐδαίσαντο, Νέρων δὲ ἐμπεφόρηται τῆς βορᾶς ταύτης. εἰ δὲ καὶ ταῦτα γέγονεν ἐπ’ Ὀρέστῃ καὶ Ἀλκμαίωνι, ἀλλ’ ἐκείνοις σχῆμα τοῦ ἔργου πατέρες ἦσαν ὁ μὲν ἀποθανὼν ὑπὸ τῆς ἑαυτοῦ γυναικός, ὁ δὲ ὅρμου πραθείς, οὑτοσὶ δὲ καὶ ἐσποιηθεὶς ὑπὸ τῆς μητρὸς γέροντι βασιλεῖ καὶ κληρονομήσας τὸ ἄρχειν ναυαγίῳ τὴν μητέρα ἀπέκτεινε πλοῖον ἐπ’ αὐτῇ ξυνθείς, ὑφ’ οὗ ἀπώλετο πρὸς τῇ γῇ. εἰ δὲ ἐκ τούτων φοβερόν τις ἡγεῖται Νέρωνα καὶ διὰ τοῦτο ἀποπηδᾷ φιλοσοφίας οὐκ ἀσφαλὲς αὑτῷ νομίζων τὸ ἀπὸ θυμοῦ τι αὐτῷ πράττειν, ἴστω τὸ μὲν φοβερὸν ἐκείνοις ὑπάρχον, ὅσοι περ ἂν σωφροσύνης τε καὶ σοφίας ἅπτωνται, τούτοις γὰρ καὶ τὰ παρὰ τῶν θεῶν εὖ ἔχει, τὰ δὲ τῶν ὑβριζόντων ὕθλον ἡγείσθω, καθὰ καὶ τὰ τῶν μεμεθυσμένων, καὶ γὰρ δὴ κἀκείνους γε ἠλιθίους μὲν ἡγούμεθα, φοβεροὺς δὲ οὔ. ἴωμεν οὖν ἐς τὴν Ῥώμην, εἴγε ἐῤῥώμεθα, πρὸς γὰρ τὰ Νέρωνος κηρύγματα, δι’ ὧν ἐξείργει φιλοσοφίαν, ἔστιν ἡμῖν τὸ τοῦ Σοφοκλέους (λέγειν)·

                    οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε,

οὐδὲ Μοῦσαι καὶ Ἀπόλλων λόγιος. εἰκὸς δὲ καὶ αὐτὸν Νέρωνα γιγνώσκειν τὰ ἰαμβεῖα ταῦτα, τραγῳδίᾳ, ὥς φασι, χαίροντα.” ἐνταῦθά τις τὸ Ὁμήρου ἐνθυμηθείς, ὡς, ἐπειδὰν ὁ λόγος ἁρμόσῃ πολεμικοὺς ἄνδρας, μία μὲν κόρυς γίγνονται, μία δὲ ἀσπίς, εὑρεῖν ἄν μοι δοκεῖ αὐτὸ τοῦτο καὶ περὶ τούσδε τοὺς ἄνδρας γενόμενον· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων ξυγκροτηθέντες ἀποθνήσκειν τε ὑπὲρ φιλοσοφίας ἔῤῥωντο καὶ βελτίους τῶν ἀποδράντων φαίνεσθαι.

XXXIX. Προσῄεσαν μὲν οὖν ταῖς πύλαις, οἱ δὲ ἐφεστῶτες οὐδὲν ἠρώτων, ἀλλὰ περιήθρουν τὸ σχῆμα καὶ ἐθαύμαζον· ὁ γὰρ τρόπος ἱερὸς ἐδόκει καὶ οὐδὲν ἐοικὼς τοῖς ἀγείρουσι. καταλύουσι δ’ αὐτοῖς ἐν πανδοχείῳ περὶ τὰς πύλας καὶ δεῖπνον αἱρουμένοις, ἐπειδὴ καιρὸς ἑσπέρας ἤδη ἐτύγχανεν, ὡς ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωπος οὐκ ἀγλευκῶς τῆς φωνῆς ἔχων, περιῄει δὲ ἄρα κύκλῳ τὴν Ῥώμην ᾄδων τὰ τοῦ Νέρωνος μέλη καὶ μεμισθωμένος τοῦτο, τὸν δὲ ἀμελῶς ἀκούσαντα ἢ μὴ καταβαλόντα μισθὸν τῆς ἀκροάσεως ξυνεκεχώρητο αὐτῷ καὶ ἀπάγειν ὡς ἀσεβοῦντα. ἦν δὲ αὐτῷ καὶ κιθάρα καὶ ἡ πρόσφορος τῷ κιθαρίζειν σκευὴ πᾶσα, καί τινα καὶ νευρὰν τῶν ἐφαψαμένων τε καὶ προεντεταμένων ἀποκειμένην ἐν κοιτίδι εἶχεν, ἣν ἔφασκεν ἐκ τῆς Νέρωνος ἐωνῆσθαι κιθάρας δυοῖν μναῖν καὶ ἀποδώσεσθαι αὐτὴν οὐδενί, ἢν μὴ κιθαρῳδὸς ᾖ τῶν ἀρίστων τε καὶ ἀγωνιουμένων Πυθοῖ. ἀναβαλόμενος οὖν, ὅπως εἰώθει, καὶ βραχὺν διεξελθὼν ὕμνον τοῦ Νέρωνος ἐπῆγε μέλη τὰ μὲν ἐξ Ὀρεστείας, τὰ δὲ ἐξ Ἀντιγόνης, τὰ δ’ ὁποθενοῦν τῶν τραγῳδουμένων αὐτῷ, καὶ ᾠδὰς ἔκαμπτεν, ὁπόσας Νέρων ἐλύγιζέ τε καὶ κακῶς ἔστρεφεν. ἀργότερον δὲ ἀκροωμένων ὁ μὲν ἀσεβεῖσθαι Νέρωνα ὑπ’ αὐτῶν ἔφασκε καὶ πολεμίους τῆς θείας φωνῆς εἶναι, οἱ δὲ οὐ προσεῖχον. ἐρομένου δὲ τοῦ Μενίππου τὸν Ἀπολλώνιον, πῶς ἀκούοι λέγοντος ταῦτα, “πῶς” ἔφη “ἢ ὡς ὅτε ᾖδεν; ἡμεῖς μέντοι, ὦ Μένιππε, μὴ παροξυνώμεθα πρὸς ταῦτα, ἀλλὰ τὸν μισθὸν τῆς ἐπιδείξεως δόντες ἐάσωμεν αὐτὸν θύειν ταῖς Νέρωνος Μούσαις.”

XL. Τοῦτο μὲν δὴ ἐπὶ τοσοῦτον ἐπαρῳνήθη. ἅμα δὲ τῇ ἡμέρᾳ Τελεσῖνος ὁ ἕτερος τῶν ὑπάτων καλέσας τὸν Ἀπολλώνιον “τί” ἔφη “τὸ σχῆμα”; ὁ δὲ “καθαρὸν” εἶπε “καὶ ἀπ’ οὐδενὸς θνητοῦ”. “τίς δὲ ἡ σοφία;” “θειασμὸς” ἔφη “καὶ ὡς ἄν τις θεοῖς εὔχοιτο καὶ θύοι”. “ἔστι δέ τις, ὦ φιλόσοφε, ὃς ἀγνοεῖ ταῦτα;” “πολλοί,” εἶπεν “εἰ δὲ καὶ ὀρθῶς τις ἐπίσταται ταῦτα, πολλῷ γένοιτ’ ἂν αὑτοῦ βελτίων ἀκούσας σοφωτέρου ἀνδρός, ὅτι, ἃ οἶδεν, εὖ οἶδεν.” ταῦτα ἀκούοντα τὸν Τελεσῖνον, καὶ γὰρ ἐτύγχανεν ὑποθεραπεύων τὸ θεῖον, ἐσῆλθεν ὁ ἀνὴρ δι’ ἃ πάλαι περὶ αὐτοῦ ἤκουε καὶ τὸ μὲν ὄνομα οὐκ ᾤετο δεῖν ἐς τὸ φανερὸν ἐρωτᾶν, μή τιν’ ἔτι λανθάνειν βούλοιτο, ἐπανῆγε δὲ αὐτὸν πάλιν ἐς τὸν λόγον τὸν περὶ τοῦ θείου, καὶ γὰρ πρὸς διάλεξιν ἐπιτηδείως εἶχε, καὶ ὡς σοφῷ γε εἶπε “τί εὔχῃ προσιὼν τοῖς βωμοῖς”; “ἔγωγε” ἔφη “δικαιοσύνην εἶναι νόμους μὴ καταλύεσθαι πένεσθαι τοὺς σοφούς, τοὺς δὲ ἄλλους πλουτεῖν μέν, ἀδόλως δέ.” “εἶτα” εἶπε “τοσαῦτα αἰτῶν οἴει τεύξεσθαι”; “νὴ Δί’,” εἶπε “ξυνείρω γὰρ τὰ πάντα ἐς εὐχὴν μίαν καὶ προσιὼν τοῖς βωμοῖς ὧδε εὔχομαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· εἰ μὲν δὴ τῶν χρηστῶν εἰμι ἀνθρώπων, τεύξομαι πλειόνων ἢ εἶπον, εἰ δὲ ἐν τοῖς φαύλοις με οἱ θεοὶ τάττουσι, τἀναντία μοι παρ’ αὐτῶν ἥξει καὶ οὐ μέμψομαι τοὺς θεούς, εἰ κακῶν ἀξιοῦμαι μὴ χρηστὸς ὤν.” ἐξεπέπληκτο μὲν δὴ ὁ Τελεσῖνος ὑπὸ τῶν λόγων τούτων, βουλόμενος δὲ αὐτῷ χαρίζεσθαι “φοίτα” ἔφη “ἐς τὰ ἱερὰ πάντα, καὶ γεγράψεται παρ’ ἐμοῦ πρὸς τοὺς ἱερωμένους δέχεσθαί σε καὶ διορθουμένῳ εἴκειν.” “ἢν δὲ μὴ γράψῃς,” ἔφη “οὐ δέξονταί με;” “μὰ Δί’,” εἶπεν “ἐμὴ γὰρ” ἔφη “αὕτη ἀρχή”. “χαίρω,” ἔφη “ὅτι γενναῖος ὢν μεγάλου ἄρχεις, βουλοίμην δ’ ἄν σε κἀκεῖνο περὶ ἐμοῦ εἰδέναι· ἐγὼ τῶν ἱερῶν τὰ μὴ βεβαίως κλειστὰ χαίρω οἰκῶν καὶ παραιτεῖταί με οὐδεὶς τῶν θεῶν, ἀλλὰ ποιοῦνται κοινωνὸν στέγης· ἀνείσθω δέ μοι [καὶ] τοῦτο, καὶ γὰρ οἱ βάρβαροι ξυνεχώρουν αὐτό.” καὶ ὁ Τελεσῖνος “μέγα” ἔφη “Ῥωμαίων ἐγκώμιον οἱ βάρβαροι προὔλαβον, τουτὶ γὰρ ἐβουλόμην ἂν καὶ περὶ ἡμῶν λέγεσθαι.” ᾤκει μὲν δὴ ἐν τοῖς ἱεροῖς ἐναλλάττων αὐτὰ καὶ μεθιστάμενος ἐξ ἄλλου ἐς ἄλλο, αἰτίαν δὲ ἐπὶ τούτῳ ἔχων “οὐδὲ οἱ θεοὶ” ἔφη “πάντα τὸν χρόνον ἐν τῷ οὐρανῷ οἰκοῦσιν, ἀλλὰ πορεύονται μὲν ἐς Αἰθιοπίαν, πορεύονται δὲ ἐς Ὄλυμπόν τε καὶ Ἄθω, καὶ οἶμαι ἄτοπον τοὺς μὲν θεοὺς τὰ τῶν ἀνθρώπων ἔθνη περινοστεῖν πάντα, τοὺς δὲ ἀνθρώπους μὴ τοῖς θεοῖς ἐπιφοιτᾶν πᾶσι. καίτοι δεσπόται μὲν ὑπερορῶντες δούλων οὔπω αἰτίαν ἕξουσιν, ἴσως γὰρ ἂν καταφρονοῖεν αὐτῶν, ὡς μὴ σπουδαίων, δοῦλοι δὲ μὴ πάντως τοὺς αὑτῶν δεσπότας θεραπεύοντες ἀπόλοιντο ἂν ὑπ’ αὐτῶν ὡς κατάρατοί τε καὶ θεοῖς ἐχθρὰ ἀνδράποδα.

XLI. Διαλεγομένου δὲ αὐτοῦ περὶ τὰ ἱερὰ οἱ θεοὶ ἐθεραπεύοντο μᾶλλον καὶ ξυνῄεσαν οἱ ἄνθρωποι ἐς ταῦτα, ὡς τὰ ἀγαθὰ πλείω παρὰ τῶν θεῶν ἕξοντες, καὶ οὔπω διεβάλλοντο αἱ ξυνουσίαι τοῦ ἀνδρὸς διὰ τὸ σπουδάζεσθαί τε δημοσίᾳ λέγεσθαί τε ἐς πάντας, οὐδὲ γὰρ θύραις ἐπεπόλαζεν, οὐδὲ ἐτρίβετο περὶ τοὺς δυνατούς, ἀλλ’ ἠσπάζετο μὲν ἐπιφοιτῶντας, διελέγετο δὲ αὐτοῖς ὁπόσα καὶ τῷ δήμῳ.   XLII. ἐπεὶ δὲ ὁ Δημήτριος διατεθεὶς πρὸς αὐτόν, ὡς ἐν τοῖς Κορινθιακοῖς λόγοις εἴρηκα, παραγενόμενος ἐς τὴν Ῥώμην ὕστερον ἐθεράπευε μὲν τὸν Ἀπολλώνιον, ἐπηφίει δ’ αὑτὸν τῷ Νέρωνι, τέχνη ταῦτα ὑπωπτεύθη τοῦ ἀνδρὸς καὶ τὸν Δημήτριον αὐτὸς ἐδόκει καθεικέναι ἐς αὐτά, καὶ πολὺ μᾶλλον, ὁπότε γυμνάσιον μὲν ἐξεποιήθη τῷ Νέρωνι θαυμασιώτατον τῶν ἐκεῖ, λευκὴν δ’ ἔθυον ἐν αὐτῷ ἡμέραν Νέρων τε αὐτὸς καὶ ἡ βουλὴ ἡ μεγάλη καὶ τὸ ἱππεῦον τῆς Ῥώμης, παρελθὼν δὲ ὁ Δημήτριος ἐς αὐτὸ τὸ γυμνάσιον διεξῆλθε λόγον κατὰ τῶν λουμένων, ὡς ἐκλελυμένων τε καὶ αὑτοὺς χραινόντων, καὶ ἐδείκνυεν, ὅτι περιττὸν ἀνάλωμα εἴη τὰ τοιαῦτα, ἐφ’ οἷς ξυνήρατο μὲν αὐτῷ (τοῦ) μὴ ἀποθανεῖν αὐτίκα τὸ τὸν Νέρωνα εὐφωνότατα ἑαυτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ᾄδειν – ᾖδε δὲ ἐν καπηλείῳ πεποιημένῳ ἐς τὸ γυμνάσιον διάζωμα ἔχων γυμνός, ὥσπερ τῶν καπήλων οἱ ἀσελγέστατοι – οὐ μὴν διέφυγεν ὁ Δημήτριος τὸ ἐφ’ οἷς εἶπε κινδυνεῦσαι, Τιγελλῖνος γάρ, ὑφ’ ᾧ τὸ ξίφος ἦν τοῦ Νέρωνος, ἀπήλαυνεν αὐτὸν τῆς Ῥώμης, ὡς τὸ βαλανεῖον κατασκάψαντα οἷς εἶπε, τὸν δ’ Ἀπολλώνιον ἀφανῶς ἀνίχνευεν, ὁπότε καὶ αὐτὸς ἐπιλήψιμόν τι καὶ παραβεβλημένον εἴποι.   XLIII. ὁ δ’ οὔτε καταγελῶν φανερὸς ἦν οὔτ’ αὖ πεφροντικώς, ὥσπερ οἱ φυλαττόμενοί τινα κίνδυνον, ἀλλ’ ἀποχρώντως περὶ τῶν προκειμένων διελέγετο ξυμφιλοσοφοῦντος αὐτῷ τοῦ Τελεσίνου καὶ ἑτέρων ἀνδρῶν, οἳ καίτοι φιλοσοφίας ἐπικινδύνως πραττούσης οὐκ ἂν ᾤοντο κινδυνεῦσαι ξὺν ἐκείνῳ σπουδάζοντες. ὑπωπτεύετο δέ, ὡς ἔφην, καὶ πολὺ μᾶλλον ἐφ’ οἷς καὶ περὶ τῆς διοσημίας εἶπε· γενομένης γάρ ποτε ἐκλείψεως ἡλίου καὶ βροντῆς ἐκδοθείσης, ὅπερ ἥκιστα ἐν ἐκλείψει δοκεῖ ξυμβαίνειν, ἀναβλέψας ἐς τὸν οὐρανὸν “ἔσται τι” ἔφη “μέγα καὶ οὐκ ἔσται.” ξυμβαλεῖν μὲν δὴ τὸ εἰρημένον οὔπω εἶχον οἱ παρατυχόντες τῷ λόγῳ, τρίτῃ δ’ ἀπὸ τῆς ἐκλείψεως ἡμέρᾳ ξυνῆκαν τοῦ λόγου πάντες· σιτουμένου γὰρ τοῦ Νέρωνος ἐμπεσὼν τῇ τραπέζῃ σκηπτὸς διήλασε τῆς κύλικος ἐν χεροῖν οὔσης καὶ οὐ πολὺ ἀπεχούσης τοῦ στόματος· τὸ δὴ παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν πεπράξεσθαί τι εἶπε καὶ μὴ πεπράξεσθαι. ἀκούσας δὲ Τιγελλῖνος τὸν λόγον τοῦτον ἐς δέος ἀφίκετο τοῦ ἀνδρός, ὡς σοφοῦ τὰ δαιμόνια, καὶ ἐς ἐγκλήματα μὲν φανερὰ καθίστασθαι πρὸς αὐτὸν οὐκ ᾤετο δεῖν, ὡς μὴ κακόν τι ἀφανὲς ὑπ’ αὐτοῦ λάβοι, διαλεγόμενον δὲ καὶ σιωπῶντα καὶ καθήμενον καὶ βαδίζοντα καὶ ὅ τι φάγοι καὶ παρ’ ὅτῳ καὶ εἰ ἔθυσεν ἢ μὴ ἔθυσε, περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἡ ἀρχὴ βλέπει.

XLIV. Ἐμπεσόντος δὲ ἐν Ῥώμῃ νοσήματος, ὃ κατάρρουν οἱ ἰατροὶ ὀνομάζουσιν, ἀνίστανται δὲ ἄρα ὑπ’ αὐτοῦ βῆχες καὶ ἡ φωνὴ τοῖς λαλοῦσι πονήρως ἔχει, τὰ μὲν ἱερὰ πλέα ἦν ἱκετευόντων τοὺς θεούς, ἐπεὶ διῳδήκει τὴν φάρυγγα Νέρων καὶ μελαίνῃ τῇ φωνῇ ἐχρῆτο, ὁ δὲ Ἀπολλώνιος ἐῤῥήγνυτο μὲν πρὸς τὴν τῶν πολλῶν ἄνοιαν, ἐπέπληττε δὲ οὐδενί, ἀλλὰ καὶ τὸν Μένιππον παροξυνόμενον ὑπὸ τῶν τοιούτων ἐσωφρόνιζέ τε καὶ κατεῖχε ξυγγιγνώσκειν κελεύων τοῖς θεοῖς, εἰ μίμοις γελοίων χαίρουσιν, ἀπαγγελθέντος δὲ τῷ Τιγελλίνῳ τοῦ λόγου τούτου, πέμπει τοὺς ἄξοντας αὐτὸν ἐς τὸ δικαστήριον, ὡς ἀπολογήσαιτο μὴ ἀσεβεῖν ἐς Νέρωνα, παρεσκεύαστο δὲ καὶ κατήγορος ἐπ’ αὐτὸν πολλοὺς ἀπολωλεκὼς ἤδη καὶ τοιούτων Ὀλυμπιάδων μεστός, καί τι καὶ γραμματεῖον εἶχεν ἐν ταῖν χεροῖν γεγραμμένον τὸ ἔγκλημα, καὶ τοῦτο ὥσπερ ξίφος ἀνασείων ἐπὶ τὸν ἄνδρα ἠκονῆσθαί τε αὐτὸ ἔλεγε καὶ ἀπολεῖν αὐτόν. ἐπεὶ δὲ ἀνελίττων Τιγελλῖνος τὸ γραμματεῖον γραμμῆς μὲν ἴχνος ἐν αὐτῷ οὐχ εὗρεν, ἀσήμῳ δέ τινι βιβλίῳ ἐνέτυχεν, ἐς ἔννοιαν ἀπηνέχθη δαίμονος. τουτὶ δὲ καὶ Δομετιανὸς ὕστερον πρὸς αὐτὸν λέγεται παθεῖν. ἀπολαβὼν οὖν τὸν Ἀπολλώνιον ἤνεγκεν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν ᾧ περὶ τῶν μεγίστων ἡ ἀρχὴ αὕτη ἀφανῶς δικάζει, καὶ μεταστησάμενος πάντας ἐνέκειτο ἐρωτῶν, ὅστις εἴη, ὁ δὲ Ἀπολλώνιος πατρός τε ἐμέμνητο καὶ πατρίδος καὶ ἐφ’ ὅ τι τῇ σοφίᾳ χρῷτο, ἔφασκέ τε αὐτῇ χρῆσθαι ἐπί τε τὸ θεοὺς γιγνώσκειν ἐπί τε τὸ ἀνθρώπων ξυνιέναι, τοῦ γὰρ ἑαυτὸν γνῶναι χαλεπώτερον εἶναι τὸ ἄλλον γνῶναι. “τοὺς δαίμονας,” εἶπεν “ὦ Ἀπολλώνιε, καὶ τὰς τῶν εἰδώλων φαντασίας πῶς ἐλέγχεις;” “ὥς γε” ἔφη “τοὺς μιαιφόνους τε καὶ ἀσεβεῖς ἀνθρώπους.” ταυτὶ δὲ πρὸς τὸν Τιγελλῖνον ἀποσκώπτων ἔλεγεν, ἐπειδὴ πάσης ὠμότητός τε καὶ ἀσελγείας διδάσκαλος ἦν τῷ Νέρωνι. “μαντεύσαιο δ’ ἂν” ἔφη “δεηθέντι μοι;” “πῶς” εἶπεν “ὅ γε μὴ μάντις ὤν;” “καὶ μὴν σὲ” ἔφη “φασὶν εἶναι τὸν εἰπόντα ἔσεσθαί τι μέγα καὶ οὐκ ἔσεσθαι”. “ἀληθῶς” εἶπεν “ἤκουσας, τοῦτο δὲ μὴ μαντικῇ προστίθει, σοφίᾳ δὲ μᾶλλον, ἣν θεὸς φαίνει σοφοῖς ἀνδράσιν.” “Νέρωνα δὲ” ἔφη “διὰ τί οὐ δέδοικας;” “ὅτι” εἶπεν “ὁ θεὸς ὁ παρέχων ἐκείνῳ φοβερῷ δοκεῖν κἀμοὶ δέδωκεν ἀφόβῳ εἶναι.” “φρονεῖς δὲ πῶς” εἶπε “περὶ Νέρωνος;” ὁ δὲ Ἀπολλώνιος “βέλτιον” εἶπεν “ἢ ὑμεῖς· ὑμεῖς γὰρ ἡγεῖσθε αὐτὸν ἄξιον τοῦ ᾄδειν, ἐγὼ δὲ ἄξιον τοῦ σιωπᾶν.” ἐκπλαγεὶς οὖν ὁ Τιγελλῖνος “ἄπιθι” ἔφη “καταστήσας ἐγγυητὰς τοῦ σώματος”. ὁ δὲ Ἀπολλώνιος “καὶ τίς” εἶπεν “ἐγγυήσεται σῶμα, ὃ μηδεὶς δήσει;” ἔδοξε τῷ Τιγελλίνῳ ταῦτα δαιμόνιά τε εἶναι καὶ πρόσω ἀνθρώπου, καὶ ὥσπερ θεομαχεῖν φυλαττόμενος, “χώρει”, ἔφη “οἷ βούλει, σὺ γὰρ κρείττων ἢ ὑπ’ ἐμοῦ ἄρχεσθαι.”

XLV. Κἀκεῖνο Ἀπολλωνίου θαῦμα· κόρη ἐν ὥρᾳ γάμου τεθνάναι ἐδόκει καὶ ὁ νυμφίος ἠκολούθει τῇ κλίνῃ βοῶν ὁπόσα ἐπ’ ἀτελεῖ γάμῳ, ξυνωλοφύρετο δὲ καὶ ἡ Ῥώμη, καὶ γὰρ ἐτύγχανεν οἰκίας ἡ κόρη τελούσης ἐς ὑπάτους. παρατυχὼν οὖν ὁ Ἀπολλώνιος τῷ πάθει “κατάθεσθε” ἔφη “τὴν κλίνην, ἐγὼ γὰρ ὑμᾶς τῶν ἐπὶ τῇ κόρῃ δακρύων παύσω.” καὶ ἅμα ἤρετο, ὅ τι ὄνομα αὐτῇ εἴη. οἱ μὲν δὴ πολλοὶ ᾤοντο λόγον ἀγορεύσειν αὐτόν, οἷοι τῶν λόγων οἱ ἐπικήδειοί τε καὶ τὰς ὀλοφύρσεις ἐγείροντες, ὁ δὲ οὐδὲν ἀλλ’ ἢ προσαψάμενος αὐτῆς καί τι ἀφανῶς ἐπειπὼν ἀφύπνισε τὴν κόρην τοῦ δοκοῦντος θανάτου, καὶ φωνήν τε ἡ παῖς ἀφῆκεν ἐπανῆλθέ τε ἐς τὴν οἰκίαν τοῦ πατρός, ὥσπερ ἡ Ἄλκηστις ὑπὸ τοῦ Ἡρακλέους ἀναβιωθεῖσα. δωρουμένων δὲ αὐτῷ τῶν ξυγγενῶν τῆς κόρης μυριάδας δεκαπέντε φερνὴν ἔφη ἐπιδιδόναι αὐτὰς τῇ παιδί. καὶ εἴτε σπινθῆρα τῆς ψυχῆς εὗρεν ἐν αὐτῇ, ὃς ἐλελήθει τοὺς θεραπεύοντας – λέγεται γάρ, ὡς ψεκάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου – εἴτ’ ἀπεσβηκυῖαν τὴν ψυχὴν ἀνέθαλψέ τε καὶ ἀνέλαβεν, ἄῤῥητος ἡ κατάληψις τούτου γέγονεν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς παρατυχοῦσιν.

XLVI. Ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον καὶ Μουσώνιος κατειλημμένος ἐν τοῖς δεσμωτηρίοις τοῦ Νέρωνος, ὅν φασι τελεώτατα ἀνθρώπων φιλοσοφῆσαι, καὶ φανερῶς μὲν οὐ διελέγοντο ἀλλήλοις παραιτησαμένου τοῦ Μουσωνίου τοῦτο, ὡς μὴ ἄμφω κινδυνεύσειαν, ἐπιστολιμαίους δὲ τὰς ξυνουσίας ἐποιοῦντο φοιτῶντος ἐς τὸ δεσμωτήριον τοῦ Μενίππου καὶ τοῦ Δάμιδος. τὰς δὲ οὐχ ὑπὲρ μεγάλων ἐπιστολὰς ἐάσαντες τὰς ἀναγκαίας παραθησόμεθα κἀξ ὧν ὑπάρχει κατιδεῖν τι μέγα.

                    Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν.

Βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε. εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτε Θησέα ἐξ Ἅιδου ἔλυσε, γράφε, τί βούλει. ἔῤῥωσο.

                    Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.

Ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος, ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτόν. ἔῤῥωσο.

                    Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν.

Σωκράτης (ὁ) Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς δικαστήριον, ἀπέθανε δέ. ἔῤῥωσο.

                    Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.

XLVII. Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἐς ἀπολογίαν ἑαυτόν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔῤῥωσο.

Ἐξελαύνοντος δὲ ἐς τὴν Ἑλλάδα τοῦ Νέρωνος καὶ προκηρύξαντος δημοσίᾳ μηδένα ἐμφιλοσοφεῖν τῇ Ῥώμῃ τρέπεται ὁ Ἀπολλώνιος ἐπὶ τὰ ἑσπέρια τῆς γῆς, ἅ φασιν ὁρίζεσθαι ταῖς Στήλαις, τὰς ἀμπώτεις τοῦ Ὠκεανοῦ ἐποψόμενος καὶ τὰ Γάδειρα. καὶ γάρ τι καὶ περὶ φιλοσοφίας τῶν ἐκείνῃ ἀνθρώπων ἤκουεν, ὡς ἐς πολὺ τοῦ θείου προηκόντων, ἠκολούθησαν δὲ αὐτῷ οἱ γνώριμοι πάντες ἐπαινοῦντες καὶ τὴν ἀποδημίαν καὶ τὸν ἄνδρα.

 

V

I. Περὶ δὲ τῶν Στηλῶν, ἃς ὅρια τῆς γῆς τὸν Ἡρακλέα φασὶ πήξασθαι, τὰ μὲν μυθώδη ἐῶ, τὰ δ’ ἀκοῆς τε καὶ λόγου ἄξια δηλώσω μᾶλλον· Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ἑξήκοντα πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔσω πελάγη φέρουσι, καὶ τὴν μὲν τῆς Λιβύης ἄκραν, ὄνομα δὲ αὐτῇ Ἄβιννα, λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ ἔσω ὑπερφαίνεται, ξυνάπτουσαν πρὸς Γαιτούλους καὶ Τίγγας ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη, παρατείνει δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν ξυμβάλοι τις ὁπόσα, μετὰ γὰρ τὸν ποταμὸν τοῦτον ἄβιος ἡ Λιβύη καὶ οὐκέτι ἄνθρωποι. τὸ δὲ τῆς Εὐρώπης ἀκρωτήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν ἐπέχει τοῦ ἔσπλου, σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γάδειρα.

II. Τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κελτοὺς εἶδον, ὁποῖαι λέγονται, τὴν δὲ αἰτίαν ἐπὶ πολλὰ εἰκάζων, δι’ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχωρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοι τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν. ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπιστολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ πολλῶν χασμάτων, ἃ ὑπ’ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ τὸ πνεῦμα. πιστοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον, ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ τοὺς ἀποθνήσκοντας, ὅπερ οὐκ ἂν ξυμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει. ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνεσθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα, τὰ γὰρ ἐκείνης ἀνισοῖ μέτρα ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος.   III. ἡμέρα δ’ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κελτοὺς μὲν κατ’ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. φασὶ δὲ καὶ τὰς Μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον.

IV. Τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ τῆς Εὐρώπης τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα· γήρως οὖν βωμὸν ἵδρυνται καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνίζονται, βωμοὶ δὲ ἐκεῖ καὶ πενίας καὶ τέχνης καὶ Ἡρακλέους Αἰγυπτίου καὶ ἕτεροι τοῦ Θηβαίου· τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σοφίᾳ δόντα γῆν ἀναμετρήσασθαι πᾶσαν ἐς τέρμα. καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναί φασι τὰ Γάδειρα καὶ παιδεύεσθαι τὸν ἡμεδαπὸν τρόπον· ἀσπάζεσθαι γοῦν Ἀθηναίους Ἑλλήνων μάλιστα καὶ Μενεσθεῖ τῷ Ἀθηναίῳ θύειν καὶ Θεμιστοκλέα δὲ τὸν ναύμαχον σοφίας τε καὶ ἀνδρείας ἀγασθέντες χαλκοῦν ἵδρυνται ἔννουν καὶ ὥσπερ χρησμῷ ἐφιστάντα.   V. ἰδεῖν καὶ δένδρα φασὶν ἐνταῦθα, οἷα οὐχ ἑτέρωθι τῆς γῆς, καὶ Γηρυόνεια μὲν καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος, ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι, καθάπερ τῷ χρυσῷ τὴν Ἡλιάδα αἴγειρον. ἡ δὲ νῆσος, ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίου – τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἄργα ἐκτετυπῶσθαί φασι κἀνταῦθα – λίθου ὄντα. ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ, ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον, ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν, ᾧ εἴκασται, θαυμάζεσθαι δ’ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον, βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. καὶ Τεύκρου τοῦ Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς τὸν Ὠκεανὸν πλεύσαντος ἢ ἐφ’ ὅ τι, οὔτε αὐτὸς ὁ Δάμις ξυνιδεῖν φησιν οὔτε ἐκείνων ἀκοῦσαι. τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀργύρου ξυντετηκότοιν ἐς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς ὑπὲρ πῆχυν τετραγώνου τέχνης, ὥσπερ οἱ ἄκμονες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰνδικοῖς γράμμασιν, οὔτε οἵοις ξυμβαλεῖν. ὁ δὲ Ἀπολλώνιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον, οὐ ξυγχωρεῖ μοι” ἔφη “ὁ Ἡρακλῆς ὁ Αἰγύπτιος μὴ οὐ λέγειν, ὁπόσα οἶδα· Γῆς καὶ Ὠκεανοῦ ξύνδεσμοι αἵδε αἱ στῆλαί εἰσιν, ἐπεγράψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖκος τοῖς στοιχείοις ἐγγένοιτο μήτε ἀτιμάσειαν τὴν φιλότητα, ἣν ἀλλήλων ἴσχουσιν.”

VI. Φασὶ δὲ καὶ τὸν ποταμὸν ἀναπλῶσαι τὸν Βαῖτιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημμύρῃ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίῤῥους ἵεται πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης. τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί, πόλεών τε γὰρ εὖ ἔχειν καὶ νομῶν καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι καὶ ὡρῶν, οἷαι τῆς Ἀττικῆς αἱ μετοπώριναί τε καὶ μυστηριώτιδες.

VII. Διαλέξεις δὲ τῷ Ἀπολλωνίῳ περὶ τῶν ἐκεῖ παραπεσόντων ὁ Δάμις πλείους μὲν γενέσθαι φησίν, ἀξίας δὲ τοῦ ἀναγράψαι τάσδε· καθημένων ποτὲ αὐτῶν ἐς τὸ Ἡράκλειον ἀναγελάσας ὁ Μένιππος, ἀναμέμνητο δὲ ἄρα τοῦ Νέρωνος “τί” ἔφη “τὸν γενναῖον ἡγώμεθα; τίνας” ἔφη “ἐστεφανῶσθαι τῶν ἀγώνων; τοὺς δὲ βελτίστους Ἕλληνας οὐ ξὺν ὅλῳ γέλωτι φοιτᾶν ἐς τὰς πανηγύρεις;” ὁ δὲ Ἀπολλώνιος “ὡς μὲν ἐγὼ” ἔφη “Τελεσίνου ἤκουον, δέδιεν ὁ χρηστὸς Νέρων τὰς Ἠλείων μάστιγας· παρακελευομένων γὰρ αὐτῷ τῶν κολάκων νικᾶν τὰ Ὀλύμπια καὶ ἀνακηρύττειν τὴν Ῥώμην “ἤν γε” ἔφη “μὴ βασκήνωσιν Ἠλεῖοι, λέγονται γὰρ μαστιγοῦν καὶ φρονεῖν ὑπὲρ ἐμέ”, πολλὰ δὲ καὶ ἄλλα ἀνοητότερα τούτων προανεφώνησεν. ἐγὼ δὲ νικήσειν μὲν Νέρωνα ἐν Ὀλυμπίᾳ φημί, τίς γὰρ οὕτω θρασύς, ὡς ἐναντίαν θέσθαι; Ὀλύμπια δὲ οὐ νικήσειν, ἅτε μηδὲ ἐν ὥρᾳ ἄγουσι· πατρίου μὲν γὰρ τοῖς Ὀλυμπίοις τοῦ πέρυσιν ἐνιαυτοῦ ὄντος ἐκέλευσε τοὺς Ἠλείους Νέρων ἀναβαλέσθαι αὐτὰ ἐς τὴν ἑαυτοῦ ἐπιδημίαν, ὡς ἐκείνῳ μᾶλλον ἢ τῷ Διὶ θύσοντας· τραγῳδίαν δ’ ἐπαγγεῖλαι καὶ κιθαρῳδίαν ἀνδράσιν, οἷς μήτε θέατρόν ἐστι μήτε σκηνὴ πρὸς τὰ τοιαῦτα, στάδιον δὲ αὐτοφυὲς καὶ γυμνὰ πάντα, τὸν δὲ νικᾶν, ἃ χρὴ ἐγκαλύπτεσθαι, καὶ τὴν Αὐγούστου τε καὶ Ἰουλίου σκευὴν ῥίψαντα μεταμφιέννυσθαι νῦν τὴν Ἀμοιβέως καὶ Τερπνοῦ τί φήσεις; καὶ τὰ μὲν Κρέοντός τε καὶ Οἰδίποδος οὕτως ἐξακριβοῦν, ὡς δεδιέναι, μή πη λάθῃ ἁμαρτὼν θύρας ἢ στολῆς ἢ σκήπτρου, ἑαυτοῦ δὲ καὶ Ῥωμαίων οὕτως ἐκπίπτειν, ὡς ἀντὶ τοῦ νομοθετεῖν νόμους ᾄδειν καὶ ἀγείρειν ἔξω θυρῶν, ὧν ἔσω χρὴ καθῆσθαι τὸν βασιλέα χρηματίζοντα ὑπὲρ γῆς καὶ θαλάττης; εἰσίν, ὦ Μένιππε, τραγῳδοὶ πλείους, ἐς οὓς Νέρων ἑαυτὸν γράφει· τί οὖν; εἴ τις αὐτῶν μετὰ τὸν Οἰνόμαον ἢ τὸν Κρεσφόντην ἀπελθὼν τοῦ θεάτρου μεστὸς οὕτω τοῦ προσωπείου γένοιτο, ὡς ἄρχειν μὲν ἑτέρων βούλεσθαι, τύραννον δὲ αὑτὸν ἡγεῖσθαι, τί καὶ φήσεις τοῦτον; ἆρ’ οὐκ ἐλλεβόρου δεῖσθαι καὶ φαρμακοποσίας, ὁπόση τοὺς νοῦς ἐκκαθαίρει; εἰ δ’ αὐτὸς ὁ τυραννεύων ἐς τραγῳδοὺς καὶ τεχνίτας τὰ πράγματα ἑαυτοῦ ἄγοι λεαίνων τὴν φωνὴν καὶ δεδιὼς τὸν Ἠλεῖον ἢ τὸν Δελφόν, ἢ μὴ δεδιὼς μέν, κακῶς δὲ οὕτως ὑποκρινόμενος τὴν ἑαυτοῦ τέχνην, ὡς μὴ μαστιγώσεσθαι νομίζειν πρὸς τούτων, ὧν αὐτὸς ἄρχειν τέτακται, τί τοὺς κακοδαίμονας ἀνθρώπους ἐρεῖς ὑπὸ τοιούτῳ καθάρματι ζῶντας; τοῖς δὲ Ἕλλησι τίνα ἡγῇ, ὦ Μένιππε; πότερα Ξέρξην καταπιμπράντα ἢ Νέρωνα ᾄδοντα; εἰ γὰρ ἐνθυμηθείης τὴν ἀγοράν, ἣν ἐς τὰς ἐκείνου ᾠδὰς ξυμφέρουσι, καὶ ὡς ἐξωθοῦνται τῶν οἰκιῶν καὶ ὡς οὐκ ἔξεστι σπουδαῖον οὐδὲν ἢ σκεῦος ἢ ἀνδράποδον αὐτοῖς πεπᾶσθαι, περὶ γυναίοις τε καὶ παισὶν ὡς δεινὰ πείσονται τὰς ἐπιῤῥήτους ἡδονὰς ἐξ ἁπάσης οἰκίας ἐκλέγοντος τοῦ Νέρωνος, δίκαι τε ὡς πολλαὶ ἀναφύσονται καὶ τὰς μὲν ἄλλας ἔα, τὰς δὲ ἐπὶ τοῖς θεάτροις καὶ ταῖς ᾠδαῖς· οὐκ ἦλθες ἀκροασόμενος Νέρωνος ἢ παρῆσθα μέν, ῥᾳθύμως δὲ ἠκροῶ ἐγέλας οὐκ ἐκρότησας οὐκ ἔθυσας ὑπὲρ τῆς φωνῆς, ἵνα Πυθῶδε λαμπροτέρα ἔλθοι, πολλαί σοι δόξουσι θεατῶν Ἰλιάδες περὶ τοὺς Ἕλληνας εἶναι. τὸ γὰρ τετμήσεσθαι τὸν Ἰσθμὸν ἢ οὐ τετμήσεσθαι, τέμνεται δέ, ὥς φασι, νῦν, πάλαι προὔμαθον θεοῦ φήναντος.” ὑπολαβὼν οὖν ὁ Δάμις, “ἀλλ’ ἔμοιγε”, ἔφη “ὦ Ἀπολλώνιε, τὸ περὶ τὴν τομὴν ἔργον ὑπερφωνεῖν δοκεῖ τὰ Νέρωνος πάντα, ἡ γὰρ διάνοια ὁρᾷς, ὡς μεγάλη.” δοκεῖ μὲν “ἔφη” κἀμοί, ὦ Δάμι, τὸ δὲ ἀτελὲς αὐτῆς διαβάλλει αὐτόν, ὡς ἀτελῆ μὲν ᾄδοντα, ἀτελῆ δὲ ὀρύττοντα. τά τοι Ξέρξου ἀναλεγόμενος ἐπαινῶ τὸν ἄνδρα, οὐχ ὅτι τὸν Ἑλλήσποντον ἔζευξεν, ἀλλ’ ὅτι διέβη αὐτόν, Νέρωνα δὲ οὔτε πλευσούμενον διὰ τοῦ Ἰσθμοῦ ὁρῶ οὔτε ἐς τέρμα τῆς ὀρυχῆς ἥξοντα, δοκεῖ δέ μοι καὶ φόβου μεστὸς ἀναχωρῆσαι τῆς Ἑλλάδος, εἰ μὴ ἡ ἀλήθεια ἀπόλωλεν.”

VIII. Ἀφικομένου δέ τινος ἐς Γάδειρα μετὰ ταῦτα τῶν τοὺς ταχεῖς διαθεόντων δρόμους καὶ κελεύοντος εὐαγγέλια θύειν τρισολυμπιονίκην Νέρωνα ᾄδοντας τὰ μὲν Γάδειρα ξυνίει τῆς νίκης καὶ ὅτι ἐν Ἀρκαδίᾳ τις εἴη ἀγὼν εὐδόκιμος, ἐπειδή, ὡς εἶπον, ἐς τὰ Ἑλλήνων σπεύδουσιν, αἱ δὲ πόλεις αἱ πρόσοικοι τοῖς Γαδείροις οὔτε ἐγίγνωσκον ὅ τι εἴη τὰ Ὀλύμπια, οὐδ’ ὅ τι ἀγωνία ἢ ἀγών, οὐδὲ ἐφ’ ὅτῳ θύουσιν, ἀλλ’ ἀπήγοντο ἐς γελοίους δόξας πολέμου νίκην ἡγούμενοι ταῦτα καὶ ὅτι ὁ Νέρων ᾑρήκοι τινὰς ἀνθρώπους Ὀλυμπίους· οὐδὲ γὰρ τραγῳδίας ποτὲ ἢ κιθαρῳδίας θεαταὶ ἐγεγόνεσαν.   IX. τοὺς γοῦν οἰκοῦντας τὰ Ἵπολα, πόλις δὲ κἀκείνη Βαιτική, φησὶν ὁ Δάμις παθεῖν τι πρὸς τραγῳδίας ὑποκριτήν, οὗ κἀμὲ ἄξιον ἐπιμνησθῆναι· θυουσῶν γὰρ τῶν πόλεων θαμὰ ἐπὶ ταῖς νίκαις, ἐπειδὴ καὶ αἱ Πυθικαὶ ἤδη ἀπηγγέλλοντο, τραγῳδίας ὑποκριτὴς τῶν οὐκ ἀξιουμένων ἀνταγωνίζεσθαι τῷ Νέρωνι ἐπῄει τὰς ἑσπερίους πόλεις ἀγείρων, καὶ τῇ τέχνῃ χρώμενος ηὐδοκίμει παρὰ τοῖς ἧττον βαρβάροις, πρῶτον μὲν δι’ αὐτὸ τὸ ἥκειν παρ’ ἀνθρώπους, οἳ μήπω τραγῳδίας ἤκουσαν, εἶτ’ ἐπειδὴ τὰς Νέρωνος μελῳδίας ἀκριβοῦν ἔφασκε. παρελθὼν δὲ ἐς τὰ Ἵπολα φοβερὸς μὲν αὐτοῖς ἐφαίνετο καὶ ὃν ἐσιώπα χρόνον ἐπὶ τῆς σκηνῆς, καὶ ὁρῶντες οἱ ἄνθρωποι βαδίζοντα μὲν αὐτὸν μέγα, κεχηνότα δὲ τοσοῦτον, ἐφεστῶτα δὲ ὀκρίβασιν οὕτως ὑψηλοῖς τερατώδη τε τὰ περὶ αὐτὸν ἐσθήματα, οὐκ ἄφοβοι ἦσαν τοῦ σχήματος, ἐπεὶ δὲ ἐξάρας τὴν φωνὴν γεγωνὸν ἐφθέγξατο, φυγῇ οἱ πλεῖστοι ᾤχοντο, ὥσπερ ὑπὸ δαίμονος ἐμβοηθέντες. τοιαῦτα μὲν τὰ ἤθη τῶν ταύτῃ βαρβάρων καὶ οὕτως ἀρχαῖα.

X. Σπουδὴν δὲ ποιουμένου τοῦ τὴν Βαιτικὴν ἐπιτροπεύοντος ἐς ξυνουσίαν τῷ Ἀπολλωνίῳ ἐλθεῖν ὁ μὲν ἀηδεῖς ἔφη τὰς ξυνουσίας τὰς ἑαυτοῦ φαίνεσθαι τοῖς μὴ φιλοσοφοῦσιν, ὁ δὲ προσέκειτο αἰτῶν τοῦτο· ἐπεὶ δὲ χρηστός τε εἶναι ἐλέγετο καὶ διαβεβλημένος πρὸς τοὺς Νέρωνος μίμους, γράφει πρὸς αὐτὸν ἐπιστολὴν ὁ Ἀπολλώνιος, ἵν’ ἐς τὰ Γάδειρα ἔλθοι, ὁ δὲ ἀφελὼν τὸν τῆς ἀρχῆς ὄγκον ξὺν ὀλίγοις καὶ ἑαυτῷ ἐπιτηδειοτάτοις ἦλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους καὶ μεταστησάμενοι τοὺς παρόντας ὅ τι μὲν διελέχθησαν, οὐδεὶς οἶδε, τεκμαίρεται δὲ ὁ Δάμις ἐπὶ Νέρωνα ξυμβῆναι σφᾶς. τριῶν γὰρ ἡμερῶν ἰδίᾳ σπουδάσαντες ὁ μὲν ἀπῄει περιβαλὼν τὸν Ἀπολλώνιον, ὁ δὲ “ἔῤῥωσο” ἔφη “καὶ μέμνησο τοῦ Βίνδικος”. τί δὲ τοῦτο ἦν; ἐπὶ Νέρωνα ἐν Ἀχαίᾳ ᾄδοντα τὰ ἔθνη τὰ ἑσπέρια λέγεται κινῆσαι Βίνδιξ ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς, ἃς Νέρων ἀμαθῶς ἔψαλλε, πρὸς γὰρ τὰ στρατόπεδα, οἷς ἐπετέτακτο, λόγον κατ’ αὐτοῦ διῆλθεν, ὃν ἐκ πάνυ γενναίας φιλοσοφίας ἐπὶ τύραννον ἄν τις πνεύσειεν· ἔφη γὰρ Νέρωνα εἶναι πάντα μᾶλλον ἢ κιθαρῳδὸν καὶ κιθαρῳδὸν μᾶλλον ἢ βασιλέα. προφέρειν δὲ αὐτῷ μανίαν μὲν καὶ φιλοχρηματίαν καὶ ὠμότητα καὶ ἀσέλγειαν πᾶσαν, τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ· τὴν γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε. ταῦτ’ οὖν ὡς ἔσται, προγιγνώσκων ὁ Ἀπολλώνιος ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονονουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος.   XI. φλεγμαινόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐντεῦθεν ἐπὶ Λιβύην καὶ Τυῤῥηνοὺς καὶ τὰ μὲν πεζῇ βαδίζοντες, τὰ δὲ ἐπὶ πλοίων πορευόμενοι κατίσχουσιν ἐν Σικελίᾳ, οὗ τὸ Λιλύβαιον. παραπλεύσαντες δὲ ἐπὶ Μεσσήνην τε καὶ πορθμόν, ἔνθα ὁ Τυῤῥηνὸς Ἀδρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται τὴν χάρυβδιν, ἀκοῦσαί φασιν, ὡς Νέρων μὲν πεφεύγοι, τεθνήκοι δὲ Βίνδιξ, ἅπτοιντο δὲ τῆς ἀρχῆς οἱ μὲν ἐξ αὐτῆς Ῥώμης, οἱ δὲ ὁπόθεν τύχοι τῶν ἐθνῶν. ἐρομένων δὲ αὐτὸν τῶν ἑταίρων, οἷ προβήσοιτο ταῦτα καὶ ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο, “πολλῶν” εἶπε “Θηβαίων”. τὴν γὰρ ἰσχύν, ᾗ πρὸς ὀλίγον Βιτέλιος τε καὶ Γάλβας καὶ Ὄθων ἐχρήσαντο, Θηβαίοις εἴκασεν, οἳ χρόνον κομιδῇ βραχὺν ἤχθησαν ἐς τὰ τῶν Ἑλλήνων πράγματα.

XII. Ὅτι μὲν γὰρ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προεγίγνωσκε καὶ ὅτι τοῖς γόητα τὸν ἄνδρα ἡγουμένοις οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δ’ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ’ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, καὶ πολλοὶ τούτων κατηγορίαις ὑπαχθέντες τὰ τοιαῦτα ὡμολόγησαν σοφοὶ εἶναι. ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν, προὔλεγε δέ, ὡς ἀνάγκη γενέσθαι αὐτά, προεγίγνωσκε δὲ οὐ γοητεύων, ἀλλ’ ἐξ ὧν οἱ θεοὶ ἔφαινον. ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ’ ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτ’ ἐδεήθη μαθεῖν, ἀλλ’ ἐπῄνει μέν, ζηλοῦν δ’ οὐκ ἠξίου.

XIII. Ἀφικομένων δὲ αὐτῶν ἐς τὰς Συρακούσας γυνὴ τῶν οὐκ ἀφανῶν τέρας ἀπεκύησεν, οἷον οὔπω ἐμαιεύθη· τρεῖς γὰρ τῷ βρέφει κεφαλαὶ ἦσαν ἐξ οἰκείας ἑκάστη δέρης, τὰ δὲ ἐπ’ αὐταῖς ἑνὸς πάντα. οἱ μὲν δὴ παχέως ἐξηγούμενοι τὴν Σικελίαν ἔφασαν, τρινακρία γάρ, ἀπολεῖσθαι, εἰ μὴ ὁμονοήσειέ τε καὶ ξυμπνεύσειεν – ἐστασίαζον δὲ ἄρα πολλαὶ τῶν πόλεων πρὸς ἑαυτάς τε καὶ πρὸς ἀλλήλας καὶ τὸ ἐν κόσμῳ ζῆν ἀπῆν τῆς νήσου – οἱ δὲ ἔφασαν τὸν Τυφῶ, πολυκέφαλον δὲ εἶναι, νεώτερα ἀπειλεῖν τῇ Σικελίᾳ, ὁ δὲ Ἀπολλώνιος “ἴθι”, ἔφη “ὦ Δάμι, καὶ κάτιδε αὐτό, εἰ οὕτω ξύγκειται”. ἐξέκειτο γὰρ δημοσίᾳ τοῖς τερατολογεῖν εἰδόσιν, ἀπαγγείλαντος δὲ τοῦ Δάμιδος, ὡς τρικέφαλον εἴη καὶ ἄῤῥεν, ξυναγαγὼν τοὺς ἑταίρους “τρεῖς” ἔφη “Ῥωμαίων αὐτοκράτορες, οὓς ἐγὼ πρῴην Θηβαίους ἔφην, τελειώσει δὲ οὐδεὶς τὸ ἄρχειν, ἀλλ’ οἱ μὲν ἐπ’ αὐτῆς Ῥώμης, ὁ δὲ περὶ τὰ ὅμορα τῇ Ῥώμῃ δυνηθέντες ἀπολοῦνται, θᾶττον ἀποβαλόντες τὸ προσωπεῖον ἢ οἱ τῶν τραγῳδῶν τύραννοι”. καὶ ὁ λόγος αὐτίκα ἐς φῶς ἦλθε· Γάλβας μὲν γὰρ ἐπ’ αὐτῆς Ῥώμης ἀπέθανεν ἁψάμενος τῆς ἀρχῆς, ἀπέθανε δὲ καὶ Βιτέλιος ὀνειροπολήσας τὸ ἄρχειν, Ὄθων δὲ περὶ τοὺς ἑσπερίους Γαλάτας ἀποθανὼν οὐδὲ τάφου λαμπροῦ ἔτυχεν, ἀλλ’ ὥσπερ ἰδιώτης κεῖται· διέπτη δὲ ἡ τύχη ταῦτα ἑνὶ ἔτει.

XIV. Πορευθέντες δὲ ἐπὶ Κατάνης, οὗ τὸ ὄρος ἡ Αἴτνη, Καταναίων μὲν ἀκοῦσαί φασιν ἡγουμένων τὸν Τυφῶ δεδέσθαι ἐκεῖ καὶ πῦρ ἐξ αὐτοῦ ἀνίστασθαι, ὃ τύφει τὴν Αἴτνην, αὐτοὶ δ’ ἐς πιθανωτέρους ἀφικέσθαι λόγους καὶ προσήκοντας τοῖς φιλοσοφοῦσιν. ἄρξαι δ’ αὐτῶν τὸν Ἀπολλώνιον ὧδε ἐρόμενον τοὺς ἑταίρους “ἔστι τι μυθολογία;” “νὴ Δί’”, εἶπεν ὁ Μένιππος “ἥν γε οἱ ποιηταὶ ἐπαινοῦσι”. “τὸν δὲ δὴ Αἴσωπον τί ἡγῇ;” “μυθολόγον” εἶπε “καὶ λογοποιὸν πάντα”. “πότεροι δὲ σοφοὶ τῶν μύθων;” “οἱ τῶν ποιητῶν”, εἶπεν “ἐπειδὴ ὡς γεγονότες ᾄδονται”. “οἱ δὲ δὴ Αἰσώπου τί;” “βάτραχοι” ἔφη “καὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι καὶ παιδίοις”. “καὶ μὴν” ἔφη “ἐμοὶ” ὁ Ἀπολλώνιος, “ἐπιτηδειότεροι πρὸς σοφίαν οἱ τοῦ Αἰσώπου φαίνονται· οἱ μὲν γὰρ περὶ τοὺς ἥρωας, ὧν ποιητικὴ πᾶσα ἔχεται, καὶ διαφθείρουσι τοὺς ἀκροωμένους, ἐπειδὴ ἔρωτάς τε ἀτόπους οἱ ποιηταὶ ἑρμηνεύουσι καὶ ἀδελφῶν γάμους καὶ διαβολὰς ἐς θεοὺς καὶ βρώσεις παίδων καὶ πανουργίας ἀνελευθέρους καὶ δίκας, καὶ τὸ ὡς γεγονὸς αὐτῶν ἄγει καὶ τὸν ἐρῶντα καὶ τὸν ζηλοτυποῦντα καὶ τὸν ἐπιθυμοῦντα πλουτεῖν ἢ τυραννεύειν ἐφ’ ἅπερ οἱ μῦθοι, Αἴσωπος δὲ ὑπὸ σοφίας πρῶτον μὲν οὐκ ἐς τὸ κοινὸν τῶν ταῦτα ᾀδόντων ἑαυτὸν κατέστησεν, ἀλλ’ ἑαυτοῦ τινα ὁδὸν ἐτράπετο, εἶτα, ὥσπερ οἱ τοῖς εὐτελεστέροις βρώμασι καλῶς ἑστιῶντες, ἀπὸ σμικρῶν πραγμάτων διδάσκει μεγάλα, καὶ προθέμενος τὸν λόγον ἐπάγει αὐτῷ τὸ πρᾶττε ἢ μὴ πρᾶττε, εἶτα τοῦ φιλαλήθους μᾶλλον ἢ οἱ ποιηταὶ ἥψατο· οἱ μὲν γὰρ βιάζονται πιθανοὺς φαίνεσθαι τοὺς ἑαυτῶν λόγους, ὁ δ’ ἐπαγγέλλων λόγον, ὅς ἐστι ψευδής, πᾶς οἶδεν, ὅτι αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν ἀληθεύει. καὶ ὁ μὲν ποιητὴς εἰπὼν τὸν ἑαυτοῦ λόγον καταλείπει τῷ ὑγιαίνοντι ἀκροατῇ βασανίζειν αὐτόν, εἰ ἐγένετο, ὁ δὲ εἰπὼν μὲν ψευδῆ λόγον, ἐπαγαγὼν δὲ νουθεσίαν, ὥσπερ ὁ Αἴσωπος, δείκνυσιν ὡς ἐς τὸ χρήσιμον τῆς ἀκροάσεως τῷ ψεύδει κέχρηται. χαρίεν δ’ αὐτοῦ τὸ καὶ τὰ ἄλογα ἡδίω ἐργάζεσθαι καὶ σπουδῆς ἄξια τοῖς ἀνθρώποις, ἐκ παίδων γὰρ τοῖς λόγοις τούτοις ξυγγενόμενοι καὶ ὑπ’ αὐτῶν ἐκνηπιωθέντες δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τὰ δὲ ὡς εὐήθη, τὰ δὲ ὡς κομψά, τὰ δὲ ὡς ἀκέραια, καὶ ὁ μὲν ποιητὴς εἰπὼν

                    πολλαὶ μορφαὶ τῶν δαιμονίων

ἢ τοιοῦτό τι ἐπιχορεύσας ἀπῆλθεν, ὁ δὲ Αἴσωπος ἐπιχρησμῳδήσας τὸν ἑαυτοῦ λόγον καταλύει τὴν ξυνουσίαν ἐς ὃ προὔθετο.   XV. ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος, νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔχοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ ὁ μὲν χρυσόν, ὁ δ’ ἄργυρον, ὁ δὲ κηρύκειον ἐλεφάντινον, ὁ δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, ὁ δ’ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῶν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δ’ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων ἢ τῶν ἴων κομιδῇ ὀλίγα. “τί γὰρ δεῖ, ὦ Ἑρμῆ”, ἔλεγε “στεφάνους πλέκειν καὶ ἀμελεῖν τῶν προβάτων;” ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, ὁ μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷος “σὺ μὲν” ἔφη “φιλοσοφίαν ἔχε”, τῷ πλεῖστα δήπουθεν ἀναθέντι “σὺ δὲ ἐς ῥητόρων ἤθη χώρει”, τῷ δεύτερά που χαρισαμένῳ, “σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μουσικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου.” ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου, ἐνθυμεῖται τὰς Ὥρας, ὑφ’ ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ τῆς βοός, ὃν διελέχθη τῷ ἀνθρώπῳ ἡ βοῦς ὑπὲρ ἑαυτῆς τε καὶ τῆς γῆς, ἐς ἔρωτα αὐτὸν τῶν τοῦ Ἀπόλλωνος βοῶν κατέστησαν, καὶ δίδωσιν ἐντεῦθεν τὴν μυθολογίαν τῷ Αἰσώπῳ, λοιπὴν ἐν σοφίας οἴκῳ οὖσαν “ἔχε”, εἰπὼν “ἃ πρῶτα ἔμαθον”. αἱ μὲν δὴ πολλαὶ μορφαὶ τῆς τέχνης ἐνθένδε ἀφίκοντο τῷ Αἰσώπῳ, καὶ τοιόνδε ἀπέβη τὸ τῆς μυθολογίας πρᾶγμα.   XVI. ἴσως δ’ ἀνόητον ἔπαθον· ἐπιστρέψαι γὰρ ὑμᾶς διανοηθεὶς ἐς λόγους φυσικωτέρους τε καὶ ἀληθεστέρους ὧν οἱ πολλοὶ περὶ τῆς Αἴτνης ᾄδουσιν, αὐτὸς ἐς ἔπαινον μύθων ἀπηνέχθην, οὐ μὴν ἄχαρις ἡ ἐκβολὴ τοῦ λόγου γέγονεν· ὁ γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστίν, ἀλλὰ τῶν δραματικωτέρων καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν· ἐκεῖνοι μὲν γὰρ Τυφῶ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ τοῦτο, ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημὶ καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαυτὶ σώματα ῥαγέντων τῶν τάφων, οὐ μὴν ἐς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλ’ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ ξυγχωρεῖν τοῖς θεοῖς ἐπ’ αὐτοῦ εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. καὶ μηδὲ ἐκεῖνος ὁ λόγος καίτοι δοκῶν εὐφημότερος εἶναι τιμάσθω, ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ, καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπ’ αὐτοῦ ἄκμων, πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους.   XVII. τίς οὖν ἡ τῶν τοιῶνδε ὀρῶν αἰτία; γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρ’ ἑαυτῆς φύσει, πῦρ δ’ οὔπω ἐκδίδωσιν, εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει. πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀποῤῥεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία ἐκχεῖται χωρεῖ τε ἐπὶ θάλατταν πῦρ ἀθρόον ἐκβολὰς ποιούμενον, οἷαι τῶν ποταμῶν εἰσι. χῶρος δ’ Εὐσεβῶν, περὶ οὓς τὸ πῦρ ἐῤῥύη, λεγέσθω μὲν κἀνταῦθά τις, ἡγώμεθα δὲ τοῖς ὅσια πράττουσι γῆν μὲν πᾶσαν ἀσφαλῆ χῶρον εἶναι, θάλατταν δ’ εὔπορον οὐ πλέουσι μόνον, ἀλλὰ καὶ νεῖν πειρωμένοις.” ἀεὶ γὰρ τοὺς λόγους ἀνέπαυεν ἐς τὰ χρηστὰ τῶν παραγγελμάτων.

XVIII. Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀποχρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκομίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα “ἀποβῶμεν” ἔφη “τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι”. προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευκαδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέχαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.

XIX. Μυηθεὶς δ’ Ἀθήνησιν, ἐμύει δ’ αὐτὸν ἱεροφάντης, ὃν αὐτὸς τῷ προτέρῳ ἐπεμαντεύσατο, ἐνέτυχε καὶ Δημητρίῳ τῷ φιλοσόφῳ, μετὰ γὰρ τὸ Νέρωνος βαλανεῖον καὶ ἃ ἐπ’ αὐτῷ εἶπε διῃτᾶτο Ἀθήνησιν ὁ Δημήτριος οὕτω γενναίως, ὡς μηδὲ τὸν χρόνον, ὃν Νέρων περὶ τοὺς ἀγῶνας ὕβριζεν, ἐξελθεῖν τῆς Ἑλλάδος ἐκεῖνος καὶ Μουσωνίῳ ἔφασκεν ἐντετυχηκέναι περὶ τὸν Ἰσθμὸν δεδεμένῳ τε καὶ κεκελευσμένῳ ὀρύττειν, καὶ αὐτὸς μὲν ἐπευφημῆσαι τὰ εἰκότα, τὸν δὲ ἔχεσθαι τῆς σμινύης καὶ ἐῤῥωμένως τῇ γῇ ἐμβάλλειν, ἀνακύψαντα δὲ “λυπῶ σε”, φάναι “ὦ Δημήτριε, τὸν Ἰσθμὸν ὀρύττων τῇ Ἑλλάδι; εἰ δὲ καὶ κιθαρῳδοῦντά με εἶδες, ὥσπερ Νέρωνα, τί ἂν ἔπαθες;” καὶ ἐάσθω τὰ Μουσωνίου πλείω ὄντα καὶ θαυμασιώτερα, ὡς μὴ δοκοίην θρασύνεσθαι πρὸς τὸν ἀμελῶς αὐτὰ εἰπόντα.

XX. Χειμάσας δ’ ὁ Ἀπολλώνιος ἐν τοῖς Ἐλληνικοῖς ἱεροῖς πᾶσιν εἴχετο τῆς ἐπ’ Αἰγύπτου ὁδοῦ περὶ ἔαρ, πολλὰ μὲν ἐπιπλήξας, πολλὰ δὲ συμβουλεύσας ταῖς πόλεσι, πολλῶν δὲ ἐς ἔπαινον καταστάς, οὐδὲ γὰρ ἐπαίνου ἀπείχετο, ὁπότε τι ὑγιῶς πράσσοιτο, καταβὰς δὲ ἐς Πειραιᾶ ναῦς μέν τις ὥρμει πρὸς ἱστίοις οὖσα καὶ ἐς Ἰωνίαν ἀφήσουσα, ὁ δ’ ἔμπορος οὐ ξυνεχώρει ἐμβαίνειν, ἰδιόστολον γὰρ αὐτὴν ἄγειν. ἐρομένου δὲ τοῦ Ἀπολλωνίου “τίς ὁ φόρτος;” “θεῶν” ἔφη “ἀγάλματα ἀπάγω ἐς Ἰωνίαν, τὰ μὲν χρυσοῦ καὶ λίθου, τὰ δὲ ἐλέφαντος καὶ χρυσοῦ”. “ἱδρυσόμενος ἢ τί;” “ἀποδωσόμενος” ἔφη “τοῖς βουλομένοις ἱδρύεσθαι.” “δέδιας οὖν, ὦ λῷστε, μὴ συλήσωμεν τὰ ἀγάλματα ἐν τῇ νηί;” “οὐ τοῦτο” ἔφη “δέδια, τὸ δὲ πλείοσι ξυμπλεῖν αὐτὰ καὶ ὁμιλίας ἀναπίμπλασθαι φαύλου διαίτης τε, ὁπόση ναυτική, δεινὸν ἡγοῦμαι”. “καὶ μήν, ὦ βέλτιστε”, εἶπε “δοκεῖς γάρ μοί τις Ἀθηναῖος εἶναι, τὰς ναῦς, αἷς ἐπὶ τοὺς βαρβάρους ἐχρήσασθε, καίτοι ναυτικῆς ἀταξίας ἐμπεπλησμένας ἐνέβαινον οἱ θεοὶ ξὺν ὑμῖν καὶ οὐκ ᾤοντο ὑφ’ ὑμῶν χραίνεσθαι, σὺ δὲ ἀμαθῶς οὕτως ἀπωθῇ τῆς νεὼς φιλοσόφους ἄνδρας, οἷς μάλιστα οἱ θεοὶ χαίρουσι καὶ ταῦτα ἐμπορίαν τοὺς θεοὺς πεποιημένος; ἡ δὲ ἀγαλματοποιία ἡ ἀρχαία οὐ τοῦτο ἔπραττεν, οὐδὲ περιῄεσαν τὰς πόλεις ἀποδιδόμενοι τοὺς θεούς, ἀλλ’ ἀπάγοντες μόνον τὰς αὑτῶν χεῖρας καὶ ὄργανα λιθουργὰ καὶ ἐλεφαντουργὰ ὕλην τε παρατιθέμενοι ἀργὸν ἐν αὐτοῖς τοῖς ἱεροῖς τὰς δημιουργίας ἐποιοῦντο, σὺ δ’ ὥσπερ τὰ Ὑρκανικά τε καὶ Σκυθικά, ἀπείη δὲ εἰπεῖν τίνα, οὕτω τοὺς θεοὺς ἐς τοὺς λιμένας τε καὶ τὰς ἀγορὰς ἄγων οὐδὲν οἴει ἀσεβὲς πράττειν; καὶ μὴν καὶ σπερμολογοῦσιν ἔνιοι τῶν ἀνθρώπων ἐξαψάμενοί τι Δήμητρος ἢ Διονύσου ἄγαλμα καὶ τρέφεσθαί φασιν ὑπὸ τῶν θεῶν, οὓς φέρουσι, τὸ δ’ αὐτοὺς σιτεῖσθαι τοὺς θεοὺς καὶ μηδ’ ἐμπίπλασθαι τούτου, δεινῆς ἐμπορίας, εἴποιμι δ’ ἂν καὶ ἀνοίας, εἰ μηδὲν ἐκ τούτου δέδοικας.” τοιαῦτα ἐπιπλήξας ἐπὶ νεὼς ἑτέρας ἔπλει.

XXI. Καταπλεύσας δὲ ἐς τὴν Χίον, καὶ μηδὲ τὸν πόδα ἐς τὴν γῆν ἐρείσας μετεπήδησεν ἐς τὴν ναῦν τὴν πλησίον – ἐκήρυττε δ’ ἡ ναῦς ἐς Ῥόδον – καὶ οἱ ἑταῖροι δὲ μετεπήδων οὐδὲν εἰπόντες, ἐφιλοσοφεῖτο γὰρ αὐτοῖς μάλιστα τὸ ἕπεσθαι λέγοντί τε καὶ πράττοντι. εὐφόρῳ δὲ περαιωθεὶς πνεύματι τάδε ἐσπούδασεν ἐν τῇ Ῥόδῳ· προσιόντα αὐτὸν τῷ τοῦ Κολοσσοῦ ἀγάλματι ἤρετο ὁ Δάμις, τί ἡγοῖτο ἐκείνου μεῖζον; ὁ δὲ εἶπεν· “ἄνδρα φιλοσοφοῦντα ὑγιῶς τε καὶ ἀδόλως”. ἐπεχωρίαζε τότε τῇ Ῥόδῳ Κάνος αὐλητής, ὃς ἄριστα δὴ ἀνθρώπων ἐδόκει αὐλεῖν. καλέσας οὖν αὐτὸν “τί” ἔφη “ὁ αὐλητὴς ἐργάζεται;” “πᾶν”, εἶπεν “ὅπερ ἂν ὁ ἀκροατὴς βούληται”. “καὶ μὴν πολλοὶ” ἔφη “τῶν ἀκροωμένων πλουτεῖν βούλονται μᾶλλον ἢ αὐλοῦ ἀκούειν· πλουσίους οὖν ἀποφαίνεις, οὓς ἂν ἐπιθυμοῦντας τούτου αἴσθῃ;” “οὐδαμῶς”, εἶπεν “ὡς ἐβουλόμην ἄν”. “τί δ’; εὐειδεῖς ἐργάζῃ τοὺς νέους τῶν ἀκροατῶν; ἐπειδὴ καλοὶ βούλονται δοκεῖν πάντες, περὶ οὓς νεότης ἐστίν”. “οὐδὲ τοῦτο” ἔφη “καίτοι πλεῖστον ἀφροδίτης ἔχων ἐν τῷ αὐλῷ”. “τὶ οὖν ἐστιν,” εἶπεν “ὃ τὸν ἀκροατὴν ἡγῇ βούλεσθαι;” “τί δὲ ἄλλο γε”, ἦ δ’ ὁ Κάνος “ἢ τὸν λυπούμενον μὲν κοιμίζεσθαι αὐτῷ τὴν λύπην ὑπὸ τοῦ αὐλοῦ, τὸν δὲ χαίροντα ἱλαρώτερον ἑαυτοῦ γίγνεσθαι, τὸν δὲ ἐρῶντα θερμότερον, τὸν δὲ φιλοθύτην ἐνθεώτερόν τε καὶ ὑμνώδη;” “τοῦτο οὖν”, ἔφη “ὦ Κάνε, πότερον αὐτὸς ἐργάζεται ὁ αὐλὸς διὰ τὸ χρυσοῦ τε καὶ ὀρειχάλκου καὶ ἐλάφων κνήμης ξυγκεῖσθαι, οἱ δὲ καὶ ὄνων, ἢ ἕτερόν ἐστιν, ὃ ταῦτα δύναται;” “ἕτερον” ἔφη “ὦ Ἀπολλώνιε, ἡ γὰρ μουσικὴ καὶ οἱ τρόποι καὶ τὸ ἀναμὶξ καὶ τὸ εὐμετάβολον τῆς αὐλήσεως καὶ τὰ τῶν ἁρμονιῶν ἤθη, ταῦτα τοὺς ἀκροωμένους ἁρμόττει καὶ τὰς ψυχὰς ἐργάζεται σφῶν, ὁποίας βούλονται”. “ξυνῆκα” ἔφη “ὦ Κάνε, ὅ τι σοι ἡ τέχνη πράττει· τὸ γὰρ ποικίλον αὐτῆς καὶ τὸ ἐς πάντας τρόπους, τοῦτο ἐξασκεῖς τε καὶ παρέχεις τοῖς παρὰ σὲ φοιτῶσιν. ἐμοὶ δὲ πρὸς τοῖς ὑπὸ σοῦ εἰρημένοις καὶ ἑτέρων δοκεῖ ὁ αὐλὸς δεῖσθαι· τῆς τε εὐπνοίας καὶ τῆς εὐστομίας καὶ τοῦ εὔχειρα εἶναι τὸν αὐλοῦντα, ἔστι δὲ εὔπνοια μέν, ἢν τορὸν καὶ λευκὸν ᾖ τὸ πνεῦμα καὶ μὴ ἐπικτυπῇ ἡ φάρυγξ, τουτὶ γὰρ ἔοικε φθόγγῳ ἀμούσῳ, εὐστομία δέ, ἢν τὰ χείλη ἐνθέμενα τὴν τοῦ αὐλοῦ γλῶτταν μὴ πιμπραμένου τοῦ προσώπου αὐλῇ, τὸν δὲ εὔχειρα αὐλητὴν πολλοῦ ἡγοῦμαι ἄξιον, ἢν μήτε ὁ καρπὸς ἀπαγορεύῃ ἀνακλώμενος μήτε οἱ δάκτυλοι βραδεῖς ὦσιν ἐπιπέτεσθαι τοῖς φθόγγοις, καὶ γὰρ τὸ ταχέως μεταβάλλειν ἐκ τρόπου ἐς τρόπον περὶ τοὺς εὔχειράς ἐστι μᾶλλον. εἰ δὴ ταῦτα πάντα παρέχεις, θαῤῥῶν αὔλει, ὦ Κάνε, μετὰ σοῦ γὰρ ἡ Εὐτέρπη ἔσται.”   XXII. ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ “οὐδὲ δραχμήν” εἶπεν. “ἐς δὲ τὴν οἰκίαν πόσα;” “δώδεκα” ἔφη “τάλαντα, προσαναλώσαιμι δ’ ἂν καὶ ἕτερα τοσαῦτα”. “τί δ’” εἶπεν “ἡ οἰκία βούλεταί σοι;” “δίαιτα” ἔφη “λαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες.” “ζηλωτότεροι δὲ” εἶπεν “οἱ ἄνθρωποι πότερον δι’ αὐτούς εἰσιν ἢ διὰ τὰ περὶ αὐτοὺς ὄντα;” “διὰ τὸν πλοῦτον”, εἶπε, “τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει”. “χρημάτων δ’”, ἔφη “ὦ μειράκιον, ἀμείνων φύλαξ πότερον ὁ πεπαιδευμένος ἔσται ἢ ὁ ἀπαίδευτος;” ἐπεὶ δὲ ἐσιώπησε, “δοκεῖς μοι”, εἶπε “μειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι. ἐγὼ δὲ ἐς ἱερὸν παρελθὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἢ ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.”   XXIII. νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν “ἀλλ’ ἦ σὺ” ἔφη “τυγχάνεις ὢν ὁ γαστριζόμενος;” “καὶ θύω γε” εἶπεν “ὑπὲρ τούτου”. “τί οὖν” ἔφη “ἀπολέλαυκας τῆς βορᾶς ταύτης;” “τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπεσθαι· καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο”. “Ἡρακλέους” ἔφη “ὄντος· σοῦ δὲ τίς, ὦ κάθαρμα, ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι”.

XXIV. Τοιάδε μὲν αὐτῷ τὰ ἐν τῇ Ῥόδῳ, τὰ δὲ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπειδὴ ἐσέπλευσεν· ἡ Ἀλεξάνδρεια καὶ ἀπόντος μὲν αὐτοῦ ἤρα καὶ ἐπόθουν τὸν Ἀπολλώνιον, ὡς εἷς ἕνα, καὶ ἡ Αἴγυπτος δὲ ἡ ἄνω μεστοὶ θεολογίας ὄντες καὶ φοιτῆσαι αὐτὸν ἐς τὰ ἤθη τὰ αὑτῶν ηὔχοντο, ἅτε γὰρ πολλῶν ἀφικνουμένων μὲν ἐνθένδε ἐς Αἴγυπτον, πολλῶν δὲ ἐπιμιγνύντων δεῦρο ἐξ Αἰγύπτου ᾔδετό τε παρ’ αὐτοῖς Ἀπολλώνιος καὶ τὰ ὦτα ἐς αὐτὸν Αἰγυπτίοις ὀρθὰ ἦν· προϊόντα γέ τοι ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ θεῷ ἴσα ἀπέβλεπον καὶ διεχώρουν τῶν στενωπῶν, ὥσπερ τοῖς φέρουσι τὰ ἱερά. παραπεμπομένου δὲ αὐτοῦ μᾶλλον ἢ οἱ τῶν ἐθνῶν ἡγεμόνες, ἄνδρες ἤγοντο τὴν ἐπὶ θανάτῳ δώδεκα λῃσταὶ τὴν αἰτίαν, ὁ δὲ ἐς αὐτοὺς ἰδὼν “οὐ πάντες,” εἶπεν “ὁ δεῖνα γὰρ καταψευσθεὶς ἄπεισι”. καὶ πρὸς τοὺς δημίους, ὑφ’ ὧν ἤγοντο, ὑφεῖναι” ἔφη “κελεύω τοῦ δρόμου καὶ σχολαιότερον ἥκειν ἐπὶ τὸ ὄρυγμα ὕστατόν τε ἀποκτεῖναι τοῦτον, μετέχει γὰρ οὐδὲν τῆς αἰτιάσεως, ἀλλ’ ὑμεῖς γε ὅσι’ ἂν πράττοιτε φειδόμενοι τούτων βραχὺ μέρος ἡμέρας, οὓς λῷον ἦν μηδ’ ἀποκτείνειν·” καὶ ἅμα ἐνδιέτριβεν οἷς ἔλεγεν, οὐκ εἰωθὸς ἑαυτῷ ἀποτείνων μῆκος. τί δ’ αὐτῷ ἐνόει τοῦτο, αὐτίκα ἐδείχθη· ὀκτὼ γὰρ ἤδη ἀποτετμημένων τὰς κεφαλὰς ἱππεὺς ἐλαύνων ἐπὶ τὸ ὄρυγμα “Φαρίωνος” ἐβόα “φείσασθε”, μὴ γὰρ εἶναι λῃστὴν αὐτόν, ἀλλ’ ἑαυτοῦ μὲν κατεψεῦσθαι δέει τοῦ στρεβλώσεσθαι, βασανισθέντων δὲ ἑτέρων χρηστὸν ὡμολογῆσθαι ἄνδρα. ἐῶ τὸ πήδημα τῆς Αἰγύπτου καὶ ὅσον ἐπὶ τούτῳ ἐκρότησαν καὶ ἄλλως θαυμαστικοὶ ὄντες.   XXV. ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφ’ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν· ἐρομένου δ’ αὐτὸν τοῦ ἱερέως, τί μαθὼν οὐχ οὕτω θύοι, “σὺ μὲν οὖν” εἶπεν “ἀπόκριναί μοι μᾶλλον, τί μαθὼν οὕτω θύεις;” εἰπόντος δὲ τοῦ ἱερέως “καὶ τίς οὕτω δεινός, ὡς διορθοῦσθαι τὰ Αἰγυπτίων;” “πᾶς” ἔφη “σοφός, ἢν ἀπ’ Ἰνδῶν ἥκῃ. καὶ βοῦν” ἔφη “ἀπανθρακιῶ τήμερον καὶ κοινώνει τοῦ καπνοῦ ἡμῖν, οὐ γὰρ ἀχθέσῃ περὶ τῆς μοίρας, εἰ κἀκείνην οἱ θεοὶ δαίσονται”. τηκομένου δὲ τοῦ πλάσματος “ὅρα” ἔφη “τὰ ἱερά”. “ποῖα;” εἶπεν ὁ Αἰγύπτιος “ὁρῶ γὰρ οὐδὲν ἐνθάδε.” ὁ δὲ Ἀπολλώνιος “οἱ δὲ Ἰαμίδαι” εἶπε “καὶ οἱ Τελλιάδαι καὶ οἱ Κλυτιάδαι καὶ τὸ τῶν Μελαμποδιδῶν μαντεῖον ἐλήρησαν, ὦ λῷστε, τοσαῦτα μὲν περὶ πυρὸς εἰπόντες, τοσαύτας δὲ ἀπ’ αὐτοῦ ξυλλεξάμενοι φήμας; ἢ τὸ μὲν ἀπὸ τῆς πεύκης πῦρ καὶ τὸ ἀπὸ τῆς κέδρου μαντικὸν ἡγῇ καὶ ἱκανὸν δηλῶσαί τι, τὸ δ’ ἀπὸ τοῦ πιοτάτου τε καὶ καθαρωτάτου δακρύου καόμενον οὐ πολλῷ αἱρετώτερον; εἰ δ’ ἐμπύρου σοφίας ἦσθα εὐξύνετος, εἶδες ἂν καὶ ἐν τῷ τοῦ ἡλίου κύκλῳ πολλὰ δηλούμενα, ὁπότε ἀνίσχει.”   XXVI. τούτοις ἐπέκοπτε τὸν Αἰγύπτιον ὡς ἀμαθῆ τῶν θείων. προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων δὲ ἀλλήλους ἐπίπληξιν ὑπὲρ τούτων ἐποιεῖτο, καὶ παρελθὼν ἐς τὸ ἱερὸν “ποῖ” ἔφη “παρατενεῖτε ἀποθνήσκοντες οὐχ ὑπὲρ τέκνων οὐδὲ ἱερῶν, ἀλλ’ ὡς χραίνοιτε μὲν τὰ ἱερὰ λύθρου μεστοὶ ἐς ταῦτα ἥκοντες, φθείροισθε δὲ ἔσω τείχους; καὶ Τροίαν μέν, ὡς ἔοικεν, ἵππος εἷς διεπόρθησεν, ὃν ἐσοφίσαντο οἱ Ἀχαιοὶ τότε, ἐφ’ ὑμᾶς δὲ ἅρματα ἔζευκται καὶ ἵπποι, δι’ οὓς οὐκ ἔστιν ὑμῖν εὐηνίως ζῆν· ἀπόλλυσθε γοῦν οὐχ ὑπὸ Ἀτρειδῶν, οὐδ’ ὑπὸ Αἰακιδῶν, ἀλλ’ ὑπ’ ἀλλήλων, ὃ μηδ’ οἱ Τρῶες ἐν τῇ μέθῃ. κατὰ μὲν οὖν τὴν Ὀλυμπίαν, οὗ πάλης καὶ πυγμῆς καὶ τοῦ παγκρατιάζειν ἆθλα, οὐδεὶς ὑπὲρ ἀθλητῶν ἀπέθανεν ἴσως καὶ ξυγγνώμης ὑπαρχούσης, εἴ τις ὑπερσπουδάζοι περὶ τὸ ὁμόφυλον, ὑπὲρ δὲ ἵππων ἐνταῦθα γυμνὰ μὲν ὑμῖν ἐπ’ ἀλλήλους ξίφη, βολαὶ δὲ ἕτοιμοι λίθων. πῦρ δὲ ἐπὶ τὴν τοιαύτην πόλιν, ἔνθα οἰμωγή τε καὶ ὕβρις ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέει δ’ αἵματι γαῖα. αἰδέσθητε τὸν κοινὸν τῆς Αἰγύπτου κρατῆρα Νεῖλον. ἀλλὰ τί Νείλου μνημονεύω πρὸς ἀνθρώπους αἵματος ἀναβάσεις διαμετροῦντας μᾶλλον ἢ ὕδατος;” καὶ πλείω ἐς τὴν ἐπίπληξιν ταύτην διελέχθη ἕτερα, ὡς διδάσκει ὁ Δάμις.

XXVII. Οὐεσπασιανοῦ δὲ τὴν αὐτοκράτορα ἀρχὴν περινοοῦντος περὶ τὰ ὅμορα τῇ Αἰγύπτῳ ἔθνη καὶ προχωροῦντος ἐπὶ τὴν Αἴγυπτον Δίωνες μὲν καὶ Εὐφρᾶται, περὶ ὧν μικρὸν ὕστερον εἰρήσεται, χαίρειν παρεκελεύοντο· μετὰ γὰρ τὸν πρῶτον αὐτοκράτορα, ὑφ’ οὗ τὰ Ῥωμαίων διεκοσμήθη, τυραννίδες οὕτω χαλεπαὶ ἴσχυσαν ἐπὶ πεντήκοντα ἔτη, ὡς μηδὲ Κλαύδιον τὰ μέσα τούτων τρισκαίδεκα ἄρξαντα χρηστὸν δόξαι· καίτοι πεντηκοντούτης μὲν ἐς τὸ ἄρχειν παρῆλθεν, ὅτε νοῦς μάλιστα ὑγιαίνει ἀνθρώπων, παιδείας δὲ ξυμπάσης ἐδόκει ἐρᾶν· ἀλλὰ κἀκεῖνος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκεν, ὑφ’ ὧν οὕτω ῥᾳθύμως ἀπέθανεν, ὡς καίτοι προγιγνώσκων, ἃ ἔμελλε πείσεσθαι, μηδ’ ἃ προῄδει, φυλάξασθαι. Ἀπολλώνιος δὲ παραπλησίως μὲν Εὐφράτῃ καὶ Δίωνι περὶ τούτων ἔχαιρε, μελέτην δ’ αὐτὰ οὐκ ἐποιεῖτο ἐς πάντας ῥητορικωτέραν ἡγούμενος τὴν τοιάνδε ἰδέαν τοῦ λόγου, προσιόντι δὲ τῷ αὐτοκράτορι τὰ μὲν ἱερὰ πρὸ πυλῶν ἀπήντα καὶ τὰ τῆς Αἰγύπτου τέλη καὶ οἱ νομοί, καθ’ οὓς Αἴγυπτος τέτμηται, φιλόσοφοί τε ὡσαύτως καὶ σοφία πᾶσα, ὁ δὲ Ἀπολλώνιος οὐδὲν ἐπολυπραγμόνει τούτων, ἀλλὰ ἐσπούδαζεν ἐν τῷ ἱερῷ. διαλεχθεὶς δὲ ὁ αὐτοκράτωρ γενναῖά τε καὶ ἥμερα καὶ διελθὼν λόγον οὐ μακρὸν “ἐπιδημεῖ” ἔφη “ὁ Τυανεύς;” “ναὶ” ἔφασαν “βελτίους γε ἡμᾶς ἐργασάμενος”. “πῶς ἂν οὖν ξυγγένοιτο ἡμῖν;” ἔφη “σφόδρα γὰρ δέομαι τοῦ ἀνδρός”. “ἐντεύξεταί σοι περὶ τὸ ἱερόν,” ὁ Δίων εἶπε “πρὸς ἐμὲ γὰρ δεῦρο ἥκοντα ὡμολόγει ταῦτα”. “ἴωμεν” ἔφη ὁ βασιλεὺς “προσευξόμενοι μὲν τοῖς θεοῖς, ξυνεσόμενοι δὲ ἀνδρὶ γενναίῳ.” ἐντεῦθεν ἀνέφυ λόγος, ὡς ἐνθύμιος μὲν αὐτῷ ἡ ἀρχὴ γένοιτο πολιορκοῦντι τὰ Σόλυμα, μεταπέμποιτο δὲ τὸν Ἀπολλώνιον ὑπὲρ βουλῆς τούτων, ὁ δὲ παραιτοῖτο ἥκειν ἐς γῆν, ἣν ἐμίαναν οἱ ἐν αὐτῇ οἰκοῦντες οἷς τε ἔδρασαν οἷς τε ἔπαθον· ὅθεν αὐτὸς ἐλθεῖν ἐς Αἴγυπτον τὴν μὲν ἀρχὴν κεκτημένος, διαλεξόμενος δὲ τῷ ἀνδρὶ ὁπόσα δηλώσω·   XXVIII. θύσας γὰρ καὶ οὔπω χρηματίσας κατ’ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ “ποίησόν με” ἔφη “βασιλέα”. ὁ δὲ “ἐποίησα”, “εἶπεν” ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ.” ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, “τί σοι” ἔφη “Νέρωνος ἀρχὴ ἐφαίνετο;” καὶ ὁ Ἀπολλώνιος “Νέρων” εἶπε “κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.” “ξύμμετρον οὖν” ἔφη “κελεύεις εἶναι τὸν ἄρχοντα;” “οὐκ ἐγώ”, εἶπε “θεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρες” τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε δὴ ἀνασχὼν ὁ βασιλεὺς τὰς χεῖρας “ὦ Ζεῦ” ἔφη “σοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ.” καὶ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίους “ἀρύσασθε”, εἶπεν “ὡς Νείλου καὶ ἐμοῦ.”   XXIX. ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη δι’ ἃ ἐπιέζοντο. κατιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, “ἴσως” ἔφη “μειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου· δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις· ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτ’ αὖ κατεπτηχὼς δόξαι, νεώτερα δὲ οὐδ’ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλ’ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρ’ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμβουλον τῶν ἑαυτοῦ· καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφ’ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ μηδ’ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλ’ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαῤῥῶν ἤδη ἐπ’ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ὁ ἀγὼν ἔσται κραιπαλῶντα· Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἢ ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον ἢ αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ πεττοὶ σφήλωσιν, ὑπὲρ δὲ ἀρχῆς ἀναῤῥιπτεῖ παίζων, ἑταίραις δὲ ὑποκείμενος ἐπιθόρνυται ταῖς γεγαμημέναις ἡδίω φάσκων τὰ μετὰ κινδύνων ἐρωτικά. ἐῶ τὰ ἀσελγέστερα, ὡς μὴ τοιαῦτα ἐπὶ σοῦ λέγοιμι· μὴ δὴ περιίδοιμι Ῥωμαίους ὑπὸ τοιούτου ἀρχθέντας, ἀλλ’ ἡγεμόνας ποιούμενος τοὺς θεοὺς ἀνὴρ γιγνοίμην ἐμαυτῷ ὅμοιος· ὅθεν ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι, φασὶ γὰρ πλεῖστά σε τῶν θεῶν αἰσθάνεσθαι, καὶ ξύμβουλον ποιοῦμαί σε φροντίδων, ἐφ’ αἷς ἐστι γῆ καὶ θάλαττα, ἵν’ εἰ μὲν εὐμενῆ τὰ παρὰ τῶν θεῶν φαίνοιτο, πράττοιμι ταῦτα, εἰ δὲ ἐναντία καὶ μὴ πρὸς ἐμοῦ μηδὲ Ῥωμαίων, μὴ ἐνοχλοίην τοὺς θεοὺς ἄκοντας.”   XXX. ἐπιθειάσας δ’ ὁ Ἀπολλώνιος τῷ λόγῳ, “Ζεῦ” ἔφη “Καπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ δὲ τοῦτον· τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρωται.” θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγον “αὐτὰ” εἶπεν “αὐτὰ δηλώσει καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ἃ ὀρθῶς ἐβουλεύσω”. ξυμβεβήκει δὲ ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπασιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δ’ αὐτὸν περισχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δ’ ἐμπεπρῆσθαι καὶ τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον ἢ εἰ κατ’ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες ὁ μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρ’ ἃ ἐκεῖνοι πράττουσι (πράττειν), ὁ δὲ ἀνέλαμπέ τε ἔτι μᾶλλον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυτόν, ἀλλ’ ὡς βεβαίων τε καὶ αὐτῷ καθωμολογημένων εἴχετο δι’ ἃ ἤκουσεν.

XXXI. Τῇ δ’ ὑστεραίᾳ περὶ ὄρθρον ἐπὶ τὰ βασίλεια ἥκων ὁ Ἀπολλώνιος ἤρετο τοὺς δορυφόρους, ὅ τι βασιλεὺς πράττοι, οἱ δὲ ἐγρηγορέναι τε αὐτὸν πάλαι ἔφασαν καὶ πρὸς ἐπιστολαῖς εἶναι. καὶ ἀκούσας τοῦτο ἀπῆλθεν εἰπὼν πρὸς τὸν Δάμιν “ὁ ἀνὴρ ἄρξει”. ἐπανελθὼν δὲ περὶ ἥλιον ἀνίσχοντα Δίωνα μὲν καὶ Εὐφράτην ἐπὶ θύραις εὗρε καὶ περὶ τῆς ξυνουσίας φιλοτίμως ἐρωτῶσι διῆλθε τὴν ἀπολογίαν, ἣν τοῦ βασιλέως ἤκουσε, τὰς δὲ αὑτοῦ δόξας ἀπεσιώπησεν. ἐσκληθεὶς δὲ πρῶτος “ὦ βασιλεῦ”, εἶπεν “Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν· κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε”. “ἀκλείστους” ἔφη “θύρας παρέχω σοφοῖς ἀνδράσι, σοὶ δὲ καὶ τὰ στέρνα ἀνεῷχθαι δοκεῖ τἀμά”.   XXXII. ἐπεὶ δὲ ἐσεκλήθησαν, “ὑπὲρ μὲν τῆς ἐμαυτοῦ διανοίας”, εἶπεν “ὦ ἄνδρες, ἀπολελόγημαι χθὲς Ἀπολλωνίῳ τῷ γενναίῳ”. “ἠκούσαμεν” ἦ δ’ ὁ Δίων “τῆς ἀπολογίας, καὶ νοῦν εἶχε”. “τήμερον δὲ” εἶπεν “ὦ φίλε Δίων, ξυμφιλοσοφήσωμεν ὑπὲρ τῶν βεβουλευμένων, ἵν’ ὡς κάλλιστα καὶ κατὰ σωτηρίαν τῶν ἀνθρώπων πάντα πράττοιμι· ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν τὴν ἀρχὴν μετέστησεν, εἶτα τὸν ἐπ’ ἐκείνῳ Γάιον, ὡς διονυσομανῶν καὶ λυδίζων τὴν στολὴν καὶ πολέμους νικῶν οὐκ ὄντας ἐς πάντα τὰ Ῥωμαίων αἰσχρῶς ἐβάκχευσεν, εἶτα τὸν χρηστὸν Κλαύδιον, ὡς ὑπὸ γυναίων ἡττηθεὶς ἐπελάθετο τοῦ ἄρχειν, ἀλλὰ καὶ τοῦ ζῆν, ἀπέθανε γὰρ ὑπ’ αὐτῶν, ὥς φασι, Νέρωνος δὲ τί ἂν καθαπτοίμην εἰπόντος Ἀπολλωνίου βραχὺν καὶ ἀθρόον λόγον περὶ ἀνέσεώς τε καὶ ἐπιτάσεως, αἷς Νέρων τὴν ἀρχὴν ᾔσχυνε; τί δ’ ἂν περὶ ὧν Γάλβας ξυνέταττεν, εἴποιμι, ὃς ἐπ’ ἀγορᾶς μέσης ἀπέθανεν ἡταιρημένους ἐσποιῶν ἑαυτῷ παῖδας τὸν Ὄθωνα καὶ τὸν Πείσωνα; εἰ δὲ καὶ Βιτελίῳ τῷ πάντων ἀσελγεστάτῳ τὴν ἀρχὴν παραδοίημεν, ἀναβιῴη Νέρων· ὁρῶν οὖν, ὦ ἄνδρες, ὑφ’ ὧν εἶπον τυραννίδων διαβεβλημένον τὸ ἄρχειν ξυμβούλους ὑμᾶς ποιοῦμαι, πῶς ἂν διαθείμην αὐτὸ προσκεκρουκὸς ἤδη τοῖς ἀνθρώποις.” πρὸς ταῦτα ὁ Ἀπολλώνιος “αὐλητὴς” ἔφη “τῶν πάνυ σοφῶν τοὺς ἑαυτοῦ μαθητὰς παρὰ τοὺς φαυλοτέρους τῶν αὐλητῶν ἔπεμπε μαθησομένους, πῶς δεῖ μὴ αὐλεῖν· τὸ μὲν δή, πῶς δεῖ μὴ ἄρχειν, μεμάθηκας, ὦ βασιλεῦ, παρὰ τούτων, οἳ πονηρῶς ἦρξαν, τὸ δ’, ὅπως δεῖ ἄρχειν, σπουδάσωμεν.”

XXXIII. Ὁ δ’ Εὐφράτης ἀφανῶς μὲν ἤδη ἐβάσκαινε τῷ Ἀπολλωνίῳ προσκείμενον αὐτῷ τὸν βασιλέα ὁρῶν μᾶλλον ἢ τοῖς χρηστηρίοις τοὺς ἐς αὐτὰ ἥκοντας, ἀνοιδήσας δὲ ὑπὲρ τὸ μέτρον τότε καὶ τὴν φωνὴν ἐπάρας παρ’ ὃ εἰώθει “οὐ χρὴ” ἔφη “κολακεύειν τὰς ὁρμάς, οὐδὲ ἀνοήτως συνεκφέρεσθαι τοῖς παρὰ τὴν ἡνίαν τι πράττουσι, καταῤῥυθμίζειν δὲ αὐτούς, εἴπερ φιλοσοφοῦμεν· ἃ γὰρ εἰ προσήκει πράττειν, ἔδει βουλευομένους φαίνεσθαι, ταῦθ’ ὃν πεπράξεται τρόπον κελεύεις λέγειν οὔπω μαθών, εἰ ὑπὲρ πρακτέων οἱ λόγοι. ἐγὼ δὲ Βιτέλιον μὲν καταλυθῆναι κελεύω, μιαρὸν γὰρ τὸν ἄνθρωπον οἶδα καὶ μεθύοντα ἀσελγείᾳ πάσῃ, σὲ δ’ ἄνδρα εἰδὼς ἀγαθὸν καὶ γενναιότητι προὔχοντα οὔ φημι χρῆναι τὰ μὲν Βιτελίου διορθοῦσθαι, τὰ σεαυτοῦ δὲ μήπω εἰδέναι. ὅσα μὲν δὴ αἱ μοναρχίαι ὑβρίζουσιν, οὐκ ἐμοῦ χρὴ μανθάνειν, ἀλλ’ αὐτὸς εἴρηκας, γιγνώσκοις δ’ ἄν, ὡς νεότης μὲν ἐπὶ τυραννίδα πηδῶσα προσήκοντα ἑαυτῇ που πράττει, τὸ γὰρ τυραννεύειν οὕτως ἔοικε νέοις, ὡς τὸ μεθύειν, ὡς τὸ ἐρᾶν, καὶ νέος μὲν τυραννεύσας οὔπω κακός, ἢν μιαιφόνος παρὰ τὴν τυραννίδα καὶ ὠμὸς καὶ ἀσελγὴς δόξῃ, γέροντος δὲ ἐπὶ τυραννίδα ἥκοντος πρώτη αἰτία τὸ τοιαῦτα βούλεσθαι· καὶ γὰρ ἢν φιλάνθρωπος φαίνηται καὶ κεκοσμημένος, οὐκ ἐκείνου ταῦτα νομίζουσιν, ἀλλὰ τῆς ἡλικίας καὶ τοῦ κατηρτυκέναι, δόξει δὲ καὶ πάλαι τούτου καὶ νέος ἔτι ἐπιθυμήσας ἁμαρτεῖν, αἱ δὲ τοιαῦται ἁμαρτίαι πρόσκεινται μὲν δυστυχίᾳ, πρόσκεινται δὲ δειλίᾳ· δοκεῖ γάρ τις ἢ καταγνοὺς τῆς ἑαυτοῦ τύχης τὸ ἐν νῷ τυραννεῦσαι παρεῖναι ἢ τυραννησείοντι ἐκστῆναι ἑτέρῳ δείσας δήπου αὐτὸν ὡς ἄνδρα. τὸ μὲν δὴ τῆς δυστυχίας ἐάσθω, τὸ δὲ τῆς δειλίας πῶς παραιτήσῃ καὶ ταῦτα Νέρωνα δοκῶν δεῖσαι τὸν δειλότατόν τε καὶ ῥᾳθυμότατον; ἃ γὰρ ἐνεθυμήθη Βίνδιξ ἐπ’ αὐτόν, σέ, νὴ τὸν Ἡρακλέα, ἐκάλει πρῶτον. καὶ γὰρ στρατιὰν εἶχες καὶ ἡ δύναμις, ἣν ἐπὶ τοὺς Ἰουδαίους ἦγες, ἐπιτηδειοτέρα ἦν τιμωρεῖσθαι Νέρωνα· ἐκεῖνοι μὲν γὰρ πάλαι ἀφεστᾶσιν οὐ μόνον Ῥωμαίων, ἀλλὰ καὶ πάντων ἀνθρώπων· οἱ γὰρ βίον ἄμικτον εὑρόντες καὶ οἷς μήτε κοινὴ πρὸς ἀνθρώπους τράπεζα μήτε σπονδαὶ μήτε εὐχαὶ μήτε θυσίαι, πλέον ἀφεστᾶσιν ἡμῶν ἢ Σοῦσα καὶ Βάκτρα καὶ οἱ ὑπὲρ ταῦτα Ἰνδοί· οὐκοῦν οὐδ’ εἰκὸς ἦν τιμωρεῖσθαι τούτους ἀφισταμένους, οὓς βέλτιον ἦν μηδὲ κτᾶσθαι. Νέρωνα δὲ τίς οὐκ ἂν ηὔξατο τῇ ἑαυτοῦ χειρὶ ἀποκτεῖναι μονονοὺ πίνοντα τὸ τῶν ἀνθρώπων αἷμα καὶ ἐν μέσοις τοῖς φόνοις ᾄδοντα; καίτοι ἐμοῦ τὰ ὦτα ὀρθὰ ἦν πρὸς τοὺς ὑπὲρ σοῦ λόγους καὶ ὁπότε τις ἐκεῖθεν ἀφίκοιτο τρισμυρίους Ἰουδαίων ἀπολωλέναι φάσκων ὑπὸ σοῦ καὶ πεντακισμυρίους κατὰ τὴν ἐφεξῆς μάχην, ἀπολαμβάνων τὸν ἥκοντα ξυμμέτρως ἠρώτων, τί δ’ ὁ ἀνήρ; μὴ μεῖζόν τι τούτων; ἐπεὶ δὲ τὸν Βιτέλιον εἴδωλον πεποιημένος τοῦ Νέρωνος ἐπ’ αὐτὸν στρατεύεις, ἃ μὲν βεβούλευσαι, πρᾶττε, καλὰ γὰρ καὶ ταῦτα, τὰ δὲ ἐπὶ τούτοις ὧδε ἐχέτω· Ῥωμαίοις τὸ δημοκρατεῖσθαι πολλοῦ ἄξιον καὶ πολλὰ τῶν ὄντων αὐτοῖς ἐπ’ ἐκείνης τῆς πολιτείας ἐκτήθη· παῦε μοναρχίαν, περὶ ἧς τοιαῦτα εἴρηκας, καὶ δίδου Ῥωμαίοις μὲν τὸ τοῦ δήμου κράτος, σαυτῷ δὲ τὸ ἐλευθερίας αὐτοῖς ἄρξαι.”

XXXIV. Τοσαῦτα τοῦ Εὐφράτου εἰπόντος ὁρῶν ὁ Ἀπολλώνιος τὸν Δίωνα προστιθέμενον τῇ γνώμῃ, τουτὶ γὰρ καὶ τῷ νεύματι ἐπεδήλου καὶ οἷς ἐπῄνει λέγοντα, “μή τι,” ἔφη “Δίων, τοῖς εἰρημένοις προστίθης; νὴ Δί’, εἶπε “πὴ μὲν ὅμοια, πὴ δὲ ἀνόμοια· τὸ μὲν γὰρ ὡς πολλῷ βελτίων ἂν ἦν Νέρωνα καταλύων μᾶλλον ἢ τὰ τῶν Ἰουδαίων διορθούμενος, ἡγοῦμαι κἀμοὶ πρὸς σὲ εἰρῆσθαι, σὺ δὲ ἐῴκεις ἀγῶνα ποιουμένῳ μὴ καταλυθῆναί ποτε αὐτόν· ὁ γὰρ τὴν ταραχὴν τῶν ἐκείνου πραγμάτων εὖ τιθέμενος ἐρρώννυέ που τὸν ἄνθρωπον ἐπὶ πάντας, οὓς κακῶς ἔῤῥωτο. τὴν δὲ ἐπὶ τὸν Βιτέλιον ὁρμὴν ἐπαινῶ· τοῦ γὰρ τυραννίδα καθεστηκυῖαν παῦσαι μεῖζον ἡγοῦμαι τὸ μηδὲ ἐᾶσαι φῦναι. δημοκρατίαν δὲ ἀσπάζομαι μέν – καὶ γὰρ εἰ τῆς ἀριστοκρατίας ἥττων ἥδε ἡ πολιτεία, ἀλλὰ τυραννίδων τε καὶ ὀλιγαρχιῶν αἱρετωτέρα τοῖς σώφροσι – δέδια δέ, μὴ χειροήθεις ἤδη Ῥωμαίους αὗται αἱ τυραννίδες πεποιηκυῖαι χαλεπὴν ἐργάσωνται τὴν μεταβολὴν καὶ μὴ δύνωνται μήτε ἐλευθεριάζειν μήτε πρὸς δημοκρατίαν ἀναβλέπειν, ὥσπερ οἱ ἐκ σκότους ἐς ἀθρόον φῶς βλέψαντες· ὅθεν φημὶ δεῖν τὸν μὲν Βιτέλιον ἐξωθεῖν τῶν πραγμάτων, καὶ ὡς τάχιστά γε καὶ ἄριστα τοῦτο ἔσται, γιγνέσθω, δοκεῖ δέ μοι παρασκευάζεσθαι μὲν ὡς πολεμήσοντα, πόλεμον δὲ αὐτῷ μὴ προκηρύττειν, ἀλλὰ τιμωρίαν, εἰ μὴ μεθεῖτο τῆς ἀρχῆς, κἂν ἕλῃς αὐτόν, τουτὶ δ’ ὑπάρξειν ἡγοῦμαί σοι μηδὲ πονήσαντι, δίδου Ῥωμαίοις αἵρεσιν τῆς αὑτῶν πολιτείας, κἂν μὲν αἱρῶνται δημοκρατίαν, ξυγχώρει· τουτὶ γάρ σοι πολλῶν μὲν τυραννίδων, πολλῶν δὲ Ὀλυμπιάδων μεῖζον καὶ πανταχοῦ μὲν γεγράψῃ τῆς πόλεως, πανταχοῦ δὲ ἑστήξεις χαλκοῦς, ἡμῖν δ’ ἀφορμὰς παραδώσεις λόγων, αἷς οὔτε Ἁρμόδιος οὔτε Ἀριστογείτων παραβεβλήσεταί τις. εἰ δὲ μοναρχίαν προσδέχοιντο, τίνι λοιπὸν ἀλλ’ ἢ σοὶ ψηφίσασθαι τὴν ἀρχὴν πάντας; ἃ γὰρ ἔχων ἤδη τῷ κοινῷ παρήσεις, σοὶ δήπου μᾶλλον ἢ ἑτέρῳ δώσουσιν.”

XXXV. Σιωπὴ μὲν οὖν ἐπὶ τούτοις ἐγένετο καὶ τὸ πρόσωπον τοῦ βασιλέως ἀγῶνα ἐπεδήλου τῆς γνώμης, ἐπειδὴ πάνθ’ ὥσπερ αὐτοκράτωρ χρηματίζων τε καὶ πράττων ἀπάγεσθαι ἐδόκει τῆς βουλῆς ταύτης, καὶ ὁ Ἀπολλώνιος “δοκεῖτέ μοι” εἶπεν “ἁμαρτάνειν ἀναλύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμένων, ἐς ἀδολεσχίαν καθιστάμενοι μειρακιώδη καὶ ἀργοτέραν τοῦ καιροῦ. εἰ μὲν γὰρ ἐμοὶ κεκτημένῳ δύναμιν, ὁπόσην οὗτος, καὶ βουλευομένῳ, τί δρῴην ἂν τοὺς ἀνθρώπους ἀγαθόν, ξύμβουλοι τῶν τοιούτων ἐγίγνεσθε, προὔβαινεν ἂν ὁ λόγος ὑμῖν – αἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροατῶν διορθοῦνται – ἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ, καὶ ᾧ ἕτοιμον, ἐπειδὰν ἐκπέσῃ τῆς ἀρχῆς, ἀπολωλέναι, τί δεῖ ἐπιπλήττειν, εἰ μὴ διωθεῖται τὰ παρὰ τῆς τύχης, ἀλλὰ δέχεται μὲν αὐτὰ ἥκοντα, βουλεύεται δέ, ὅπως χρήσεται σωφρόνως οἷς ἔχει; ὥσπερ οὖν, εἰ ἀθλητὴν ὁρῶντες εὐψυχίᾳ τε κατεσκευασμένον καὶ μήκει καὶ τὴν ἁρμονίαν τοῦ σώματος ἐπιτήδειον ἐς Ὀλυμπίαν βαδίζοντα δι’ Ἀρκαδίας ἤδη προσελθόντες ἐπὶ μὲν τοὺς ἀντιπάλους ἐῤῥώννυμεν, ἐκελεύομεν δὲ αὐτόν, ἐπειδὰν νικήσῃ τὰ Ὀλύμπια, μὴ κηρύττεσθαι τῆς νίκης, μηδὲ ὑπέχειν τὴν κεφαλὴν τῷ κοτίνῳ, ληρεῖν ἂν ἐδόξαμεν ἢ παίζειν ἐς τοὺς ἑτέρων πόνους, οὕτως ἐνθυμούμενοι τὸν ἄνδρα, καὶ ὁπόση μὲν αἰχμὴ περὶ αὐτόν, ὁπόσος δὲ χαλκὸς ἀστράπτει, πλῆθος δὲ ἵππων ὅσον, αὐτὸς δὲ ὡς γενναῖός τε καὶ σώφρων καὶ πρέπων κατασχεῖν ἃ διανοεῖται, πέμπωμεν ἐφ’ ἃ ὥρμηκεν αἴσια μὲν φθεγγόμενοι πρὸς αὐτόν, εὐφημότερα δὲ τούτων παρεγγυῶντες. οὔτε γὰρ ἐκεῖνο ἐνεθυμήθητε, ὅτι δυοῖν παίδοιν πατὴρ οὗτος, οἳ στρατοπέδων ἤδη ἄρχουσιν, οἷς εἰ μὴ παραδώσει τὴν ἀρχήν, ἐχθίστοις χρήσεται, καὶ τί λοιπόν, ἀλλ’ ἢ ἐκπεπολεμῆσθαι πρὸς τὸν ἑαυτοῦ οἶκον; τὴν δὲ ἀρχὴν ὑποδεξάμενος θεραπεύσεται μὲν ὑπὸ τῶν ἑαυτοῦ παίδων, στηρίξεται δὲ ἐπ’ αὐτῶν καὶ ἐπ’ αὐτοῦ οἱ παῖδες, δορυφόροις δὲ αὑτοῦ χρήσεται, μὰ Δί’, οὐ μεμισθωμένοις, οὐδ’ ἠναγκασμένοις, οὐδὲ πλαττομένοις εὔνουν πρόσωπον, ἀλλ’ ἐπιτηδειοτάτοις τε καὶ φιλτάτοις. ἐμοὶ πολιτείας μὲν οὐδεμιᾶς μέλει, ζῶ γὰρ ὑπὸ τοῖς θεοῖς, τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην οὐκ ἀξιῶ φθείρεσθαι χήτει βουκόλου δικαίου τε καὶ σώφρονος. ὥσπερ γὰρ εἷς ἀρετῇ προὔχων μεθίστησι τὴν δημοκρατίαν ἐς τὸ ἑνὸς ἀνδρὸς τοῦ ἀρίστου ἀρχὴν φαίνεσθαι, οὕτως ἡ ἑνὸς ἀρχὴ πάντα ἐς τὸ ξυμφέρον τοῦ κοινοῦ προορῶσα δῆμός ἐστιν. οὐ κατέλυσας, φησί, Νέρωνα. σὺ δὲ, Εὐφρᾶτα; Δίων δέ; ἐγὼ δέ; ἀλλ’ ὅμως οὐδεὶς ἡμῖν ἐπιπλήττει τοῦτο, οὐδ’ ἡγεῖται δειλούς, εἰ φιλοσόφων ἀνδρῶν μυρίας ἤδη καθελόντων τυραννίδας ἀπελείφθημεν ἡμεῖς τοῦ δόξαι ὑπὲρ ἐλευθερίας τι πράττειν. καίτοι τό γε ἐπ’ ἐμοὶ καὶ παρεταττόμην πρὸς Νέρωνα, πολλὰ μὲν κακοήθως διαλεχθεὶς καὶ τὸν ὠμότατον Τιγελλῖνον ἐπικόψας ἀκούοντα, ἃ δὲ περὶ τὰ ἑσπέρια τῶν χωρίων ὠφέλουν Βίνδικα, Νέρωνι δήπου ἐπετείχιζον. ἀλλ’ οὔτε ἐμαυτὸν διὰ ταῦτα φήσω καθῃρηκέναι τὸν τύραννον, οὔτε ὑμᾶς, ἐπεὶ μὴ ταῦτ’ ἐπράττετε, μαλακωτέρους ἡγήσομαι τοῦ φιλοσοφίᾳ προσήκοντος. ἀνδρὶ μὲν οὖν φιλοσόφῳ τὸ ἐπὶ νοῦν ἐλθὸν εἰρήσεται, ποιήσεται δέ, οἶμαι, λόγον τοῦ μή τι ἀνοήτως ἢ μανικῶς εἰπεῖν· ὑπάτῳ δ’ ἐνθυμουμένῳ καταλῦσαι τύραννον πρῶτον μὲν δεῖ βουλῆς πλείονος, ἵν’ ἐξ ἀφανοῦς προσβαίη τοῖς πράγμασιν, εἶτ’ ἐπιτηδείου σχήματος ἐς τὸ μὴ παρορκεῖν δοκεῖν. εἰ γὰρ ἐπ’ αὐτόν, ὃς ἀπέφηνεν αὐτὸν στρατηγὸν καὶ ᾧ τὰ βέλτιστα βουλεύσειν τε καὶ πράξειν ὤμοσε, μέλλοι χρήσεσθαι τοῖς ὅπλοις, ἀπολογεῖσθαι δήπου τοῖς θεοῖς δεῖ πρότερον, ὡς ξὺν ὁσίᾳ ἐπιορκοῦντα, φίλων τε δεῖ πλειόνων, οὐ γὰρ ἀχαρακώτους γε, οὐδὲ ἀφράκτους χρὴ τὰ τοιαῦτα πράττειν, καὶ χρημάτων ὡς πλείστων, ἵν’ ὑποποιήσαιτο τὰς δυνάμεις καὶ ταῦτα ἐπιτιθέμενος ἀνθρώπῳ τὰ ἐν πάσῃ τῇ γῇ κεκτημένῳ. τριβὴ δὲ ὅση περὶ ταῦτα, ὅσοι δὲ χρόνοι. καὶ ταῦτα μὲν ἐκδέχεσθε, ὅπη βούλεσθε, μὴ γὰρ ἐς ἔλεγχον ἴωμεν ὧν ἐνεθυμήθη μέν, ὡς εἰκός, οὗτος, ἡ τύχη δὲ οὐδὲ ἀγωνισαμένῳ ξυνέλαβε· πρὸς δὲ ἐκεῖνο τί ἐρεῖτε; τὸν γὰρ χθὲς ἄρχοντα καὶ στεφανούμενον μὲν ὑπὸ τῶν πόλεων ἐν τοῖς δεῦρο ἱεροῖς, χρηματίζοντα δὲ λαμπρῶς καὶ ἀφθόνως, τοῦτον κελεύετε δημοσίᾳ κηρύττειν τήμερον, ὡς ἰδιώτης μὲν εἴη λοιπόν, παρανοῶν δὲ ἐπὶ τὴν ἀρχὴν ἦλθεν; ὥσπερ γὰρ ἐπιτελῶν τὰ δεδογμένα προθύμους δορυφόρους, οἷς πιστεύων ταῦτ’ ἐνεθυμήθη, παραστήσεται, οὕτως ἐς τὸ μεθίστασθαι τῶν δοξάντων ἥκων πολεμίῳ τῷ μετὰ ταῦτα ἀπιστουμένῳ χρήσεται.”

XXXVI. Ἄσμενος τούτων ἀκούσας ὁ βασιλεὺς “εἰ τὴν ψυχὴν” ἔφη “τὴν ἐμὴν ᾤκεις, οὐκ ἂν οὕτω σαφῶς, ἃ ἐνεθυμήθην, ἀπήγγειλας· ἕπομαι δή σοι, θεῖον γὰρ ἡγοῦμαι τὸ ἐκ σοῦ πᾶν, καὶ ὁπόσα χρὴ τὸν ἀγαθὸν βασιλέα πράττειν δίδασκε.” καὶ ὁ Ἀπολλώνιος “οὐ διδακτά με” ἔφη “ἐρωτᾷς· βασιλεία γὰρ μέγιστον μὲν τῶν κατ’ ἀνθρώπους, ἀδίδακτον δέ. ὁπόσα δ’ οὖν μοι δοκεῖς πράττων ὑγιῶς ἂν πρᾶξαι, καὶ δὴ φράσω· πλοῦτον ἡγοῦ μὴ τὸν ἀπόθετον – τί γὰρ βελτίων οὗτος τῆς ὁποθενδὴ ξυνενεχθείσης ψάμμου; – μηδὲ τὸν φοιτῶντα παρ’ ἀνθρώπων, οἳ τὰς ἐσφορὰς ὀλοφύρονται, κίβδηλον γὰρ ὁ χρυσὸς καὶ μέλαν, ἢν ἐκ δακρύων ἥκῃ· πλούτῳ δ’ ἂν ἄριστα βασιλέων χρῷο τοῖς μὲν δεομένοις ἐπαρκῶν, τοῖς δὲ πολλὰ κεκτημένοις παρέχων ἀσφαλῆ τὸν πλοῦτον. τὸ ἐξεῖναί σοι πᾶν, ὅ τι βούλει, δέδιθι, σωφρονέστερον γὰρ αὐτῷ χρήσῃ. μὴ τέμνε τῶν ἀσταχύων τοὺς ὑψηλούς τε καὶ ὑπεραίροντας, ἄδικος γὰρ ὁ τοῦ Ἀριστοτέλους λόγος, ἀλλὰ τὸ δύσνουν ἐξαίρει μᾶλλον, ὥσπερ τὰς ἀκάνθας τῶν ληίων καὶ φοβερὸς δόκει τοῖς νεώτερα πράττουσι μὴ ἐν τῷ τιμωρεῖσθαι, ἀλλ’ ἐν τῷ τιμωρήσεσθαι. νόμος, ὦ βασιλεῦ, καὶ σοῦ ἀρχέτω· σωφρονέστερον γὰρ νομοθετήσεις, ἢν μὴ ὑπερορᾷς τῶν νόμων. θεοὺς θεράπευε μᾶλλον ἢ πρότερον· μεγάλα μὲν γὰρ παρ’ αὐτῶν εἴληφας, ὑπὲρ μεγάλων δὲ εὔχῃ. καὶ τὰ μὲν τῇ ἀρχῇ προσήκοντα, ὡς βασιλεὺς πρᾶττε, τὰ δὲ τῷ σώματι, ὡς ἰδιώτης. περὶ δὲ κύβων καὶ μέθης καὶ ἐρώτων καὶ τοῦ διαβεβλῆσθαι πρὸς τὰ τοιαῦτα τί ἄν σοι παραινοίην, ὅν φασι μηδὲ ἐφ’ ἡλικίας ταῦτα ἐπαινέσαι; παῖδές εἰσί σοι, βασιλεῦ, δύο καὶ γενναῖοι, ὥς φασιν. ἄρχε τούτων μάλιστα, τὰ γὰρ ἐκείνοις ἁμαρτηθέντα σὲ δήπου διαβαλεῖ. ἔστω δέ σοι καὶ ἀπειλὴ πρὸς αὐτούς, ὡς οὐ παραδώσεις τὴν ἀρχήν σφισιν, εἰ μή που καλοί τε καὶ ἀγαθοὶ μείνωσιν, ἵνα μὴ κληρονομίαν ἡγῶνται τὴν ἀρχήν, ἀλλ’ ἀρετῆς ἆθλα. τὰς δὲ ἐμπολιτευομένας ἡδονὰς τῇ Ῥώμῃ, πολλαὶ δὲ αὗται, δοκεῖ μοι, ὦ βασιλεῦ, ξυμμέτρως παύειν, χαλεπὸν γὰρ μεταβαλεῖν δῆμον ἐς τὸ ἀθρόως σῶφρον, ἀλλὰ δεῖ κατ’ ὀλίγον ἐμποιεῖν ῥυθμὸν ταῖς γνώμαις, τὰ μὲν φανερῶς, τὰ δὲ ἀφανῶς διορθούμενον. ἀπελευθέρων τε καὶ δούλων, οὓς ἡ ἀρχή σοι δίδωσιν, ἀνέλωμεν τρυφὴν τοσούτῳ ταπεινότερον αὐτοὺς ἐθίσαντες φρονεῖν, ὅσῳ μείζονος δεσπότου εἰσίν. τί λοιπὸν ἀλλ’ ἢ περὶ τῶν ἡγεμόνων εἰπεῖν, οἳ ἐς τὰ ἔθνη φοιτῶσιν, οὐ περὶ ὧν αὐτὸς ἐκπέμψεις, ἀριστίνδην γάρ που τὰς ἀρχὰς δώσεις, ἀλλὰ περὶ τῶν κληρωσομένων τὸ ἄρχειν· τούτων γὰρ τοὺς μὲν προσφόρους τοῖς ἔθνεσιν, ἃ διέλαχον, φημὶ δεῖν πέμπειν, ὡς ὁ κλῆρος, ἑλληνίζοντας μὲν Ἑλληνικῶν ἄρχειν, ῥωμαΐζοντας δὲ ὁμογλώττων καὶ ξυμφώνων. ὅθεν δὲ τοῦτ’ ἐνεθυμήθην, λέξω· κατὰ τοὺς χρόνους, οὓς ἐν Πελοποννήσῳ διῃτώμην, ἡγεῖτο τῆς Ἑλλάδος ἄνθρωπος οὐκ εἰδὼς τὰ Ἑλλήνων, καὶ οὐδ’ οἱ Ἕλληνές τι ἐκείνου ξυνίεσαν· ἔσφηλεν οὖν καὶ ἐσφάλη τὰ πλεῖστα, οἱ γὰρ ξύνεδροί τε καὶ κοινωνοὶ τῆς ἐν τοῖς δικαστηρίοις γνώμης ἐκαπήλευον τὰς δίκας διαλαβόντες τὸν ἡγεμόνα, ὥσπερ ἀνδράποδον. ταῦτά μοι, βασιλεῦ, παρέστη τήμερον, εἰ δέ τι καὶ ἕτερον ἐπὶ νοῦν ἔλθοι, πάλιν ξυνελευσόμεθα. νυνὶ δὲ τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, μὴ ἀργότερος τοῖς ὑπηκόοις δόξῃς.”

XXXVII. Ὁ δὲ Εὐφράτης “τοῖς μὲν δεδογμένοις ξυγχωρῶ,” ἔφη “τί γὰρ ἂν πλέον μεταδιδάσκων πράττοιμι; φιλοσοφίαν δέ, ὦ βασιλεῦ, τουτὶ γὰρ λοιπὸν προσειρήσει, τὴν μὲν κατὰ φύσιν ἐπαίνει καὶ ἀσπάζου, τὴν δὲ θεοκλυτεῖν φάσκουσαν παραιτοῦ, καταψευδόμενοι γὰρ τοῦ θείου πολλὰ καὶ ἀνόητα ἡμᾶς ἐπαίρουσιν.” ταυτὶ μὲν πρὸς τὸν Ἀπολλώνιον αὐτῷ ἐλέγετο, ὁ δὲ οὐδὲν ἐπιστραφεὶς ἀπῄει μετὰ τῶν ἑαυτοῦ γνωρίμων, διανύσας τὴν σπουδήν· βουλομένου δὲ τοῦ Εὐφράτου θρασύτερόν τι περὶ αὐτοῦ λέγειν, ξυνῆκεν ὁ βασιλεὺς καὶ διακρουόμενος αὐτὸν “ἐσκαλεῖτε” ἔφη “τοὺς δεομένους τῆς ἀρχῆς καὶ ἀπολαβέτω ἡ βουλὴ τὸ ἑαυτῆς σχῆμα.” οὕτω μὲν δὴ ὁ Εὐφράτης ἔλαθε διαβαλὼν ἑαυτόν, καὶ γὰρ βάσκανός τε τῷ βασιλεῖ καὶ ὑβριστὴς ἔδοξε, καὶ τοὺς λόγους τοὺς ὑπὲρ τῆς δημοκρατίας οὐχ ὡς ἐγίγνωσκεν, εἰρηκώς, ἀλλ’ ἐς ἀντιλογίαν τοῦ Ἀπολλωνίου δι’ ἃ περὶ τῆς ἀρχῆς ἐκείνῳ ἐδόκει· οὐ μὴν ἀπερρίπτει αὐτόν, οὐδὲ ἐπεδήλου τι ὀργῆς πρὸς ταῦτα. καὶ τὸν Δίωνα οὐκ ἐπῄνει μὲν ξυναράμενον αὐτῷ τῆς γνώμης, οὐ μὴν ἐπαύσατο ἀγαπῶν· ἐπίχαρίς τε γὰρ τὰς διαλέξεις ἐδόκει καὶ τὰς ἔριδας παρῃτεῖτο, ὥραν τε ἐπέφαινε τοῖς λόγοις, οἵα τοῦ πρὸς τοῖς ἱεροῖς ἀτμοῦ ἐκπνεῖ, προσῆν δὲ αὐτῷ καὶ τὸ ἀποσχεδιάζειν ἄριστα ἀνθρώπων. τὸν δὲ Ἀπολλώνιον ὁ βασιλεὺς οὐκ ἠγάπα μόνον, ἀλλὰ καὶ ὑπέκειτο αὐτῷ διιόντι μὲν τὰ ἀρχαῖα, διηγουμένῳ δὲ τὸν Ἰνδὸν Φραώτην ποταμούς τε ἀναγράφοντι καὶ θηρία, ὑφ’ ὧν ἡ Ἰνδικὴ οἰκεῖται, προλέγοντι δὲ καὶ ὁπόσα οἱ θεοὶ περὶ τῆς ἀρχῆς ἔφαινον. ἐξελαύνων δὲ τῆς Αἰγύπτου ξυνῳκισμένης τε καὶ νεαζούσης κοινωνὸν μὲν τῆς ὁδοῦ τὸν Ἀπολλώνιον ἐποιεῖτο, τῷ δὲ οὐκ ἐδόκει ταῦτα· Αἴγυπτόν τε γάρ, ὁπόση ἐστίν, οὔπω ἑωρακέναι τοῖς τε Γυμνοῖς οὔπω ἀφῖχθαι ἐς λόγον μάλα ἐσπουδακὼς σοφίᾳ Ἰνδικῇ ἀντικρῖναι Αἰγυπτίαν. “οὐδὲ Νείλου” ἔφη “ἔπιον, ὅθεν ἄρχεται.” ξυνεὶς οὖν ὁ βασιλεύς, ὅτι ἐπ’ Αἰθιοπίαν στέλλεται “ἡμῶν δὲ” ἔφη “οὐ μεμνήσῃ;” “νὴ Δί’,” εἶπεν “ἢν βασιλεὺς ἀγαθὸς μένῃς καὶ σεαυτοῦ μνημονεύῃς.”

XXXVIII. Μετὰ ταῦτα θύσας ὁ βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. ὁ δὲ ὥσπερ αἰτήσων “τίνας δέ,” εἶπεν “ὦ βασιλεῦ, δωρεὰς δώσεις;” “δέκα” ἔφη “νῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ πάντα.” καὶ ὁ Ἀπολλώνιος “οὐκοῦν” ἔφη “φείδεσθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα· ἀλλ’ ἐπιμελήθητι τούτων, ὦ βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις.” ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. ὁ μὲν δὴ βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαῤῥοῦντας, ἐρυθριάσας δὲ ὁ Δίων “διάλλαξόν με, βασιλεῦ,” εἶπε “πρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί.” ἐπαινέσας οὖν ὁ βασιλεὺς “χθὲς” ἔφη “τοῦτο ἐγὼ ᾔτησα καὶ ὑπάρχει· ἀλλ’ αἴτει ὑπὲρ δωρεᾶς.” καὶ ὁ Δίων “Λασθένης” ἔφη “ἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλαμύδος ἠράσθη καὶ στρατιώτου βίου· τοῦτον, ἐπειδὴ τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖται δὲ αὐτὸς ταῦτα. χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται.” “ἀνείσθω”, ἔφη “δίδωμι δὲ αὐτῷ καὶ τὰ τῶν ἐστρατευμένων, ἐπειδὴ σοφίας ἐρᾷ καὶ σοῦ.” καὶ μετὰ τοῦτον ἐς τὸν Εὐφράτην ἐπεστράφη, τῷ δὲ ἐπιστολὴ ξυνετέτακτο περὶ ὧν ᾔτει. τὴν μὲν δὴ ἐπιστολὴν ὤρεγεν, ὡς ἀναγνωσομένῳ καθ’ ἑαυτόν, βουληθεὶς δὲ ὁ βασιλεὺς παραδοῦναί τινα κατ’ αὐτοῦ λόγον ἀνέγνω δημοσίᾳ πᾶσιν· αἰτῶν δὲ ἐφαίνετο τὰ μὲν ἑαυτῷ, τὰ δὲ ἑτέροις, καὶ τῶν δωρεῶν αἱ μὲν χρήματα ἦσαν, αἱ δὲ ὑπὲρ χρημάτων. γελάσας οὖν ὁ Ἀπολλώνιος “εἶτα ὑπὲρ δημοκρατίας” ἔφη “ξυνεβούλευες τοσαῦτα μέλλων αἰτήσειν βασιλέα;”

XXXIX. Τὰ μὲν δὴ τῆς διαφορᾶς, ἣ Ἀπολλωνίῳ τε καὶ Εὐφράτῃ ἐγένετο, τοιάδε εὗρον, ἐξελάσαντος δὲ τοῦ βασιλέως καθήπτοντο ἀλλήλων ἐς τὸ φανερόν, ὁ μὲν Εὐφράτης ξὺν ὀργῇ τε καὶ λοιδορίαις, ὁ δ’ αὖ φιλοσόφως καὶ ξὺν ἐλέγχῳ μᾶλλον. ὁπόσα μὲν δὴ Εὐφράτου κατηγόρηκεν, ὡς παρὰ τὸ πρέπον φιλοσοφίᾳ πράττοντος, ἔξεστιν Ἀπολλωνίου μαθεῖν ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν, πλείους γάρ, ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός, οὐ γὰρ ἐκεῖνον διαβαλεῖν προὐθέμην, ἀλλὰ παραδοῦναι τὸν Ἀπολλωνίου βίον τοῖς μήπω εἰδόσι. τὸ μέντοι περὶ τοῦ ξύλου λεγόμενον, λέγεται δὲ ἐπανατείνασθαι μὲν αὐτὸ διαλεγομένῳ τῷ Ἀπολλωνίῳ, μὴ καθικέσθαι δέ, οἱ μὲν πολλοὶ δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ λογισμῷ τοῦ πλήξοντος, δι’ ὃν ἐγένετο κρείττων ὀργῆς νενικηκυίας ἤδη.

XL. Ἡ δὲ τοῦ Δίωνος φιλοσοφία ῥητορικωτέρα τῷ Ἀπολλωνίῳ ἐφαίνετο καὶ ἐς τὸ εὐφραῖνον κατεσκευασμένη μᾶλλον, ὅθεν διορθούμενος αὐτόν φησιν “αὐλῷ καὶ λύρᾳ μᾶλλον ἢ λόγῳ θέλγε,” καὶ πολλαχοῦ τῶν πρὸς Δίωνα ἐπιστολῶν ἐπιπλήττει τῇ δημαγωγίᾳ ταύτῃ.

XLI. Τὸ δὲ μὴ ἀφικέσθαι αὐτὸν παρὰ τὸν βασιλέα ἔτι, μηδὲ ξυγγενέσθαι οἱ μετὰ τὴν Αἴγυπτον καίτοι καλοῦντι καὶ πλεῖστα ὑπὲρ τούτου γράφοντι ὁπόθεν ξυνέβη, δηλῶσαι βούλομαι· Νέρων ἐλευθέραν ἀφῆκε τὴν Ἑλλάδα σωφρονέστερόν τι ἑαυτοῦ γνούς, καὶ ἐπανῆλθον αἱ πόλεις ἐς ἤθη Δωρικὰ καὶ Ἀττικὰ πάντα τε ἀνήβησε ξὺν ὁμονοίᾳ τῶν πόλεων, ὃ μηδὲ πάλαι ἡ Ἑλλὰς εἶχεν, Οὐεσπασιανὸς δὲ ἀφικόμενος ἀφείλετο αὐτὴν τοῦτο στάσεις προβαλλόμενος καὶ ἄλλα οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς· ταῦτ’ οὖν οὐ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τῷ Ἀπολλωνίῳ πικρότερα τοῦ τῆς βασιλείας ἤθους ἔδοξεν, ὅθεν ἐπέστειλε τῷ βασιλεῖ ὧδε·

                    Ἀπολλώνιος Οὐεσπασιανῷ βασιλεῖ χαίρειν.

Ἐδουλώσω τὴν Ἐλλάδα, ὥς φασί, καὶ πλέον μὲν οἴει τι ἔχειν Ξέρξου, λέληθας δὲ ἔλαττον ἔχων Νέρωνος· Νέρων γὰρ ἔχων αὐτὸ παρῃτήσατο. ἔῤῥωσο.

                    Τῷ αὐτῷ.

Διαβεβλημένος οὕτω πρὸς Ἕλληνας, ὡς δουλοῦσθαι αὐτοὺς ἐλευθέρους ὄντας τί ἐμοῦ ξυνόντος δέῃ; ἔῤῥωσο.

                    Τῷ αὐτῷ.

Νέρων τοὺς Ἕλληνας παίζων ἠλευθέρωσε, σὺ δὲ αὐτοὺς σπουδάζων ἐδουλώσω. ἔῤῥωσο.  Τὰ μὲν δὴ διαβάλλοντα Οὐεσπασιανὸν Ἀπολλωνίῳ τοιάδε ἐγένετο, ἀκούων δ’ αὐτὸν εὖ διατιθέμενον τὴν μετὰ ταῦτα ἀρχὴν πᾶσαν οὐκ ἀφανὴς ἦν χαίρων καὶ ἡγούμενος ἑαυτῷ ἀγαθὸν πράττεσθαι.

XLII. Θαυμάσιον Ἀπολλωνίου κἀκεῖνο ἐν Αἰγύπτῳ ἔδοξε· λέοντα ἥμερον ἀπὸ ῥυτῆρος ἦγέ τις, ὥσπερ κύνα, ὁ δὲ οὐ μόνον τὸν ἄγοντα ᾔκαλλεν, ἀλλὰ καὶ ὅστις προσέλθοι, καὶ ἤγειρε μὲν πολλαχοῦ τῶν πόλεων, παρῄει δὲ καὶ ἐς τὰ ἱερὰ ὑπὸ τοῦ καθαρὸς εἶναι· οὐδὲ γὰρ τὸ τῶν θυομένων αἷμα ἀνελιχμᾶτο, οὐδ’ ἐπὶ τὰ δερόμενά τε καὶ ῥαχιζόμενα τῶν ἱερείων ᾖττεν, ἀλλὰ μελιττούταις διήγετο καὶ ἄρτοις καὶ τραγήμασι καὶ κρεῶν τοῖς ἑφθοῖς, ἐντυχεῖν δὲ ἦν αὐτῷ καὶ οἶνον πίνοντι μὴ μεθισταμένῳ τοῦ ἤθους. προσελθὼν δὲ τῷ Ἀπολλωνίῳ καθημένῳ ἐς τὸ ἱερὸν τοῖς τε γόνασιν αὐτοῦ προσεκνυζᾶτο καὶ ἐλιπάρει παρὰ πάντας ἀνθρώπους, ὡς μὲν οἱ πολλοὶ ᾤοντο, μισθοῦ ἕνεκα, ὁ δὲ Ἀπολλώνιος “δεῖταί μου” ἔφη “ὁ λέων ἀναδιδάξαι ὑμᾶς, ὅτου ἀνθρώπου ψυχὴν ἔχει· ἔστι τοίνυν Ἄμασις οὗτος, ὁ βασιλεὺς Αἰγύπτου περὶ τὸν Σαίτην νομόν.” ἐπεὶ δ’ ἤκουσεν ὁ λέων ταῦτα, ἀνεβρυχήσατο ἐλεεινὸν καὶ θρηνῶδες καὶ ὠλοφύρατο ξυνοκλάσας, δάκρυα ἱεὶς αὐτά. καταψῶν οὖν αὐτὸν ὁ Ἀπολλώνιος “δοκεῖ” ἔφη “πέμπειν τὸν λέοντα ἐς Λεοντόπολιν ἀνακεισόμενον τῷ ἱερῷ, βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν, καθάπερ τοὺς πτωχοὺς τῶν ἀνθρώπων. ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπ’ αὐτῷ ᾄδοντες.

XLIII. Ἱκανῶς δὲ ἔχων τῶν περὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο ἐς Αἴγυπτόν τε καὶ ἐς Αἰθιοπίαν ἐς ξυνουσίαν τῶν Γυμνῶν. τὸν μὲν δὴ Μένιππον, ἐπειδὴ τῶν διαλεγομένων ἤδη ἐτύγχανε καὶ παῤῥησίᾳ χρῆσθαι δεινὸς ἦν, κατέλιπεν αὐτόθι ἔφεδρον τῷ Εὐφράτῃ, καὶ τὸν Διοσκουρίδην ἰδὼν οὐκ ἐῤῥωμένως πρὸς τὴν ἀποδημίαν διακείμενον παρῃτήσατο τῆς ὁδοῦ, τοὺς δὲ λοιποὺς ξυναγαγών, μετὰ γὰρ τοὺς ἀπολιπόντας αὐτὸν περὶ τὴν Ἀρικίαν προσεγένοντο πλείους ἕτεροι, διῄει πρὸς αὐτοὺς περὶ τῆς ἀποδημίας ἐνθένδε ἀρξάμενος· “Ὀλυμπικῆς προῤῥήσεως” ἔφη “δέομαι πρὸς ὑμᾶς, ὦ ἄνδρες· Ὀλυμπικὴ δὲ πρόῤῥησις ἡ τοιάδε εἴη ἄν· Ἠλεῖοι τοὺς ἀθλητάς, ἐπειδὰν ἥκῃ Ὀλύμπια, γυμνάζουσιν ἡμερῶν τριάκοντα ἐν αὐτῇ τῇ Ἤλιδι, καὶ ξυναγαγόντες αὐτοὺς ὁ μὲν Δελφός, ὅτε Πύθια, ὁ δὲ Κορίνθιος, ὅτε Ἴσθμια, “ἴτε” φασὶν “ἐς τὸ στάδιον, καὶ γίγνεσθε ἄνδρες οἷοι νικᾶν,” Ἠλεῖοι δέ, ἐπειδὰν ἴωσιν ἐς Ὀλυμπίαν, διαλέγονται πρὸς τοὺς ἀθλητὰς ὧδε· “εἰ πεπόνηται ὑμῖν ἐπαξίως τοῦ ἐς Ὀλυμπίαν ἐλθεῖν καὶ μηδὲν ῥᾴθυμον μηδὲ ἀγεννὲς εἴργασται, ἴτε θαῤῥοῦντες, οἷς δὲ μὴ ὧδε ἤσκηται, χωρεῖτε οἷ βούλεσθε.” ξυνῆκαν οἱ ὁμιληταὶ τοῦ λόγου καὶ κατέμειναν ἀμφὶ τοὺς εἴκοσι παρὰ τῷ Μενίππῳ, οἱ δὲ λοιποὶ δέκα, οἶμαι, ὄντες εὐξάμενοι τοῖς θεοῖς καὶ οἷον ἐμβατήρια πλοῦ θύσαντες ἐχώρουν εὐθὺ πυραμίδων ἐπὶ καμήλων ὀχούμενοι δεξιὸν θέμενοι τὸν Νεῖλον. πολλαχοῦ δὲ διεπλεῖτο αὐτοῖς ὁ ποταμὸς ὑπὲρ ἱστορίας τῶν ἐν αὐτῷ πάντων, οὔτε γὰρ πόλιν οὔτε ἱερὸν οὔθ’ ὁπόσα τεμένη κατ’ Αἴγυπτον, οὐδὲν τούτων ἄφωνοι παρῆλθον, ἀλλ’ ἱερούς τινας ἀεὶ λόγους διδασκόμενοί τε καὶ διδάσκοντες, καὶ ἡ ναῦς, ἣν ἐμβαίη Ἀπολλώνιος, ἐῴκει θεωρίδι.

 

VI

I. Αἰθιοπία δὲ τῆς μὲν ὑπὸ ἡλίῳ πάσης ἐπέχει τὸ ἑσπέριον κέρας, ὥσπερ Ἰνδοὶ τὸ πρὸς ἕω, κατὰ Μερόην δ’ Αἰγύπτῳ ξυνάπτουσα καί τι τῆς ἀμαρτύρου Λιβύης ἐπελθοῦσα τελευτᾷ ἐς θάλατταν, ἣν Ὠκεανὸν οἱ ποιηταὶ καλοῦσι, τὸ περὶ γῆν ἅπαν ὧδε ἐπονομάζοντες. ποταμὸν δὲ Νεῖλον Αἰγύπτῳ δίδωσιν, ὃς ἐκ Καταδούπων ἀρχόμενος, ἣν ἐπικλύζει πᾶσαν Αἴγυπτον ἀπ’ Αἰθιόπων ἄγει. μέγεθος μὲν οὖν οὐκ ἀξία παραβεβλῆσθαι πρὸς Ἰνδοὺς ἥδε ἡ χώρα, ὅτι μηδ’ ἄλλη μηδεμία, ὁπόσαι κατ’ ἀνθρώπους ὀνομασταὶ ἤπειροι, εἰ δὲ καὶ πᾶσαν Αἴγυπτον Αἰθιοπίᾳ ξυμβάλοιμεν, τουτὶ δὲ ἡγώμεθα καὶ τὸν ποταμὸν πράττειν, οὔπω ξύμμετροι πρὸς τὴν Ἰνδῶν ἄμφω, τοσαύτῃ ξυντεθείσα, ποταμοὶ δὲ ἀμφοῖν ὅμοιοι λογισαμένῳ τὰ Ἰνδοῦ τε καὶ Νείλου· ἐπιῤῥαίνουσί τε γὰρ τὰς ἠπείρους ἐν ὥρᾳ ἔτους, ὁπότε ἡ γῆ ἐρᾷ τούτου, ποταμῶν τε παρέχονται μόνοι τὸν κροκόδειλον καὶ τὸν ἵππον, λόγοι τε ὀργίων ἐπ’ αὐτοῖς ἴσοι, πολλὰ γὰρ τῶν Ἰνδῶν καὶ Νείλῳ ἐπιθειάζεται. τὴν δὲ ὁμοιότητα τῶν ἠπείρων πιστούσθων μὲν καὶ τὰ ἐν αὐταῖς ἀρώματα, πιστούσθων δὲ καὶ οἱ λέοντες καὶ ὁ ἐλέφας ἐν ἑκατέρᾳ ἁλισκόμενός τε καὶ δουλεύων. βόσκουσι δὲ καὶ θηρία, οἷα οὐχ ἑτέρωθι, καὶ ἀνθρώπους μέλανας, ὃ μὴ ἄλλαι ἤπειροι, Πυγμαίων τε ἐν αὐταῖς ἔθνη καὶ ὑλακτούντων ἄλλο ἄλλῃ καὶ ὧδε θαυμαστά. γρῦπες δὲ Ἰνδῶν καὶ μύρμηκες Αἰθιόπων εἰ καὶ ἀνόμοιοι τὴν ἰδέαν εἰσίν, ἀλλ’ ὅμοιά γε, ὥς φασι, βούλονται, χρυσοῦ γὰρ φύλακες ἐν ἑκατέρᾳ ᾄδονται τὸ χρυσόγεων τῶν ἠπείρων ἀσπαζόμενοι. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, ὁ δὲ λόγος ἐς τὸ ἑαυτοῦ ἴτω καὶ ἐχώμεθα τοῦ ἀνδρός.

II. Ἀφικόμενος γὰρ ἐπὶ τὰ Αἰθιόπων τε καὶ Αἰγυπτίων ὅρια, Συκάμινον δὲ αὐτὰ ὀνομάζουσι, χρυσῷ τε ἀσήμῳ ἐνέτυχε καὶ λίνῳ καὶ ἐλέφαντι καὶ ῥίζαις καὶ μύρῳ καὶ ἀρώμασιν, ἔκειτο δὲ πάντα ἀφύλακτα ἐν ὁδῷ σχιστῇ· καὶ ὅ τι βούλεται ταῦτα, ἐγὼ δηλώσω, νομίζεται γὰρ καὶ ἐς ἡμᾶς ἔτι· ἀγορὰν Αἰθίοπες ἀπάγουσιν, ὧν Αἰθιοπία δίδωσιν, οἱ δ’ ἀνελόμενοι πᾶσαν ξυμφέρουσιν ἐς τὸν αὐτὸν χῶρον ἀγορὰν Αἰγυπτίαν ἴσου ἀξίαν ὠνούμενοι τῶν αὐτοῖς ὄντων τὰ οὐκ ὄντα. οἱ δὲ τὰ ὅρια τῶν ἠπείρων οἰκοῦντες οὔπω μέλανες, ἀλλὰ ὁμόφυλοι τὸ χρῶμα, μελαίνονται γὰρ οἱ μὲν ἧττον Αἰθιόπων, οἱ δὲ μᾶλλον Αἰγυπτίων. ξυνεὶς οὖν ὁ Ἀπολλώνιος τοῦ τῆς ἀγορᾶς ἤθους “οἱ δὲ χρηστοὶ” ἔφη “Ἕλληνες, ἢν μὴ ὀβολὸς ὀβολὸν τέκῃ καὶ τὰ ὤνια αὑτοῖς ἐπιτιμήσωσι καπηλεύοντες ἢ καθειργνύντες, οὔ φασι ζῆν ὁ μὲν θυγατέρα σκηπτόμενος ἐν ὥρᾳ γάμων, ὁ δ’ υἱὸν ἤδη τελοῦντα ἐς ἄνδρας, ὁ δ’ ἐράνου πλήρωσιν, ὁ δ’, ὡς οἰκοδομοῖτο οἰκίαν, ὁ δέ, ὡς αἰσχύνοιτο χρηματιστὴς ἥττων τοῦ πατρὸς δόξαι. καλῶς δ’ ἄρ’ εἶχεν, ἵνα ὁ πλοῦτος ἀτίμως ἔπραττεν ἰσότης τε ἤνθει,

                    μέλας δ’ ἀπέκειτο σίδηρος,

ὁμονοούντων τῶν ἀνθρώπων, καὶ ἡ γῆ πᾶσα ἐδόκει μία.”

III. Τοιαῦτα διαλεγόμενος καὶ ξυμβούλους τῶν διαλέξεων, ὥσπερ εἰώθει, ποιούμενος τοὺς καιροὺς ἐχώρει ἐπὶ * Μέμνονος, ἡγεῖτο δ’ αὐτοῖς μειράκιον Αἰγύπτιον, ὑπὲρ οὗ τάδε ἀναγράφει Δάμις· Τιμασίων μὲν τῷ μειρακίῳ τούτῳ ὄνομα ἦν, ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἔτι ἔῤῥωτο. σωφρονοῦντι δὲ αὐτῷ μητρυιὰ ἐρῶσα ἐνέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει, ξυντιθεῖσα μὲν οὐδὲν ὧνπερ ἡ Φαίδρα, διαβάλλουσα δ’ αὐτὸν ὡς θῆλυν καὶ ἐρασταῖς μᾶλλον ἢ γυναίοις χαίροντα. ὁ δ’ ἐκλιπὼν Ναύκρατιν, ἐκεῖ γὰρ ταῦτα ἐγίγνετο, περὶ Μέμφιν διῃτᾶτο, καὶ ναῦν δὲ ἰδιόστολον ἐκέκτητο καὶ ἐναυκλήρει ἐν τῷ Νείλῳ. ἰδὼν οὖν ἀναπλέοντα τὸν Ἀπολλώνιον καταπλέων αὐτὸς ξυνῆκέ τε, ὡς ἀνδρῶν σοφῶν εἴη τὸ πλήρωμα ξυμβαλλόμενος τοῖς τρίβωσι καὶ τοῖς βιβλίοις, οἷς προσεσπούδαζον, καὶ ἱκέτευε προσδοῦναί οἱ τῆς τοῦ πλοῦ κοινωνίας ἐρῶντι σοφίας, ὁ δ’ Ἀπολλώνιος “σώφρων” ἔφη “ὁ νεανίσκος, ὦ ἄνδρες, καὶ ἀξιούσθω ὧν δεῖται,” καὶ διῆλθε τὸν περὶ τῆς μητρυιᾶς λόγον πρὸς τοὺς ἐγγὺς τῶν ἑταίρων ὑφειμένῳ τῷ τόνῳ προσπλέοντος τοῦ μειρακίου ἔτι. ὡς δὲ ξυνῄεσαν αἱ νῆες, μεταβὰς ὁ Τιμασίων καὶ πρὸς τὸν ἑαυτοῦ κυβερνήτην εἰπών τι ὑπὲρ τοῦ φόρτου προσεῖπε τοὺς ἄνδρας. κελεύσας οὖν αὐτὸν ὁ Ἀπολλώνιος κατ’ ὀφθαλμοὺς αὐτοῦ ἱζῆσαι “μειράκιον” ἔφη “Αἰγύπτιον, ἔοικας γὰρ τῶν ἐπιχωρίων εἶναί τις, τί σοι φαῦλον ἢ τί χρηστὸν εἴργασται, λέξον, ὡς τῶν μὲν λύσις παρ’ ἐμοῦ γένοιτό σοι δι’ ἡλικίαν, τῶν δ’ αὖ ἐπαινεθεὶς ἐμοί τε ξυμφιλοσοφοίης καὶ τοῖσδε.” ὁρῶν δὲ τὸν Τιμασίωνα ἐρυθριῶντα καὶ μεταβάλλοντα τὴν ὁρμὴν τοῦ στόματος ἐς τὸ λέξαι τι ἢ μή, θαμὰ ἤρειδε τὴν ἐρώτησιν, ὥσπερ οὐδεμιᾷ προγνώσει ἐς αὐτὸν κεχρημένος, ἀναθαρσήσας δὲ ὁ Τιμασίων “ὦ θεοί,” ἔφη “τίνα ἐμαυτὸν εἴπω; κακὸς μὲν γὰρ οὐκ εἰμί, ἀγαθὸν δὲ εἰ χρὴ νομίζεσθαί με, οὐκ οἶδα, τὸ γὰρ μὴ ἀδικεῖν οὔπω ἔπαινος.” καὶ ὁ Ἀπολλώνιος “βαβαί,” ἔφη “μειράκιον, ὡς ἀπὸ Ἰνδῶν μοι διαλέγῃ, ταυτὶ γὰρ καὶ Ἰάρχᾳ δοκεῖ τῷ θείῳ. ἀλλ’ (εἰπὲ) ὅπως ταῦτα δοξάζεις, κἀξ ὅτου; φυλαξομένῳ γάρ τι ἁμαρτεῖν ἔοικας.” ἐπεὶ δὲ ἀρξαμένου λέγειν, ὡς ἡ μητρυιὰ μὲν ἐπ’ αὐτὸν φέροιτο, αὐτὸς δ’ ἐρώσῃ ἐκσταίη, βοὴ ἐγένετο, ὡς δαιμονίως αὐτὰ τοῦ Ἀπολλωνίου προειπόντος, ὑπολαβὼν ὁ Τιμασίων “ὦ λῷστοι,” ἔφη “τί πεπόνθατε; τοσοῦτον γὰρ ἀπέχει τὰ εἰρημένα θαύματος, ὅσον, οἶμαι, γέλωτος.” καὶ ὁ Δάμις “ἕτερόν τι” ἔφη “ἐθαυμάσαμεν, ὃ μήπω γιγνώσκεις. καὶ σὲ δέ, μειράκιον, ἐπαινοῦμεν, ὅτι μηδὲν οἴει λαμπρὸν εἰργάσθαι.” “Ἀφροδίτῃ δὲ θύεις, ὦ μειράκιον;” ἤρετο ὁ Ἀπολλώνιος, καὶ ὁ Τιμασίων, “νὴ Δί’,” εἶπεν, “ὁσημέραι γε, πολλὴν γὰρ ἡγοῦμαι τὴν θεὸν (ἐν) ἀνθρωπείοις τε καὶ θείοις πράγμασιν.” ὑπερησθεὶς οὖν ὁ Ἀπολλώνιος, “ψηφισώμεθα,” ἔφη “ὦ ἄνδρες, ἐστεφανῶσθαι αὐτὸν ἐπὶ σωφροσύνῃ καὶ πρὸ Ἱππολύτου τοῦ Θησέως, ὁ μὲν γὰρ ἐς τὴν Ἀφροδίτην ὕβρισε καὶ διὰ τουτὶ ἴσως οὐδὲ ἀφροδισίων ἥττητο, οὐδὲ ἔρως ἐπ’ αὐτὸν οὐ δεὶς ἐκώμαζεν, ἀλλ’ ἦν τῆς ἀγροικοτέρας τε καὶ ἀτέγκτου μοίρας, οὑτοσὶ δὲ ἡττᾶσθαι τῆς θεοῦ φάσκων οὐδὲν πρὸς τὴν ἐρῶσαν ἔπαθεν, ἀλλ’ ἀπῆλθεν αὐτὴν δείσας τὴν θεόν, εἰ τὸ κακῶς ἐρᾶσθαι μὴ φυλάξοιτο, καὶ αὐτὸ δὲ τὸ διαβεβλῆσθαι πρὸς ὁντιναδὴ τῶν θεῶν, ὥσπερ πρὸς τὴν Ἀφροδίτην ὁ Ἱππόλυτος, οὐκ ἀξιῶ σωφροσύνης, σωφρονέστερον γὰρ τὸ περὶ πάντων θεῶν εὖ λέγειν καὶ ταῦτα Ἀθήνησιν, οὗ καὶ ἀγνώστων δαιμόνων βωμοὶ ἵδρυνται.” τοσαῦτα ἐς τὸν Τιμασίωνα αὐτῷ ἐσπουδάσθη. πλὴν ἀλλὰ Ἱππόλυτόν γε ἐκάλει αὐτὸν διὰ τοὺς ὀφθαλμούς, οἷς τὴν μητρυιὰν εἶδεν. ἐδόκει δὲ καὶ τοῦ σώματος ἐπιμεληθῆναι καὶ γυμναστικῆς ἐπαφροδίτως ἅψασθαι.

IV. Ὑπὸ τούτῳ ἡγεμόνι παρελθεῖν φασιν ἐς τὸ τέμενος τοῦ Μέμνονος. περὶ δὲ τοῦ Μέμνονος τάδε ἀναγράφει Δάμις· Ἠοῦς μὲν παῖδα γενέσθαι αὐτόν, ἀποθανεῖν δὲ οὐκ ἐν Τροίᾳ, ὅτι μηδὲ ἀφικέσθαι ἐς Τροίαν, ἀλλ’ ἐν Αἰθιοπίᾳ τελευτῆσαι βασιλεύσαντα Αἰθιόπων γενεὰς πέντε. οἱ δ’, ἐπειδὴ μακροβιώτατοι ἀνθρώπων εἰσίν, ὀλοφύρονται τὸν Μέμνονα ὡς κομιδῇ νέον καὶ ὅσα ἐπὶ ἀώρῳ κλαίουσι, τὸ δὲ χωρίον, ἐν ᾧ ἵδρυται, φασὶ μὲν προσεοικέναι ἀγορᾷ ἀρχαίᾳ, οἷαι τῶν ἀγορῶν ἐν πόλεσί ποτε οἰκηθείσαις λείπονται στηλῶν παρεχόμεναι τρύφη καὶ τειχῶν ἴχνη καὶ θάκους καὶ φλιὰς ἑρμῶν τε ἀγάλματα, τὰ μὲν ὑπὸ χειρῶν διεφθορότα, τὰ δὲ ὑπὸ χρόνου. τὸ δὲ ἄγαλμα τετράφθαι πρὸς ἀκτῖνα μήπω γενειάσκον, λίθου δὲ εἶναι μέλανος, ξυμβεβηκέναι δὲ τὼ πόδε ἄμφω κατὰ τὴν ἀγαλματοποιίαν τὴν ἐπὶ Δαιδάλου καὶ τὰς χεῖρας ἀπερείδειν ὀρθὰς ἐς τὸν θᾶκον, καθῆσθαι γὰρ ἐν ὁρμῇ τοῦ ὑπανίστασθαι. τὸ δὲ σχῆμα τοῦτο καὶ τὸν τῶν ὀφθαλμῶν νοῦν καὶ ὁπόσα τοῦ στόματος ὡς φθεγξομένου ᾄδουσι, τὸν μὲν ἄλλον χρόνον ἧττον θαυμάσαι φασίν, οὔπω γὰρ ἐνεργὰ φαίνεσθαι, προσβαλούσης δὲ τὸ ἄγαλμα τῆς ἀκτῖνος, τουτὶ δὲ γίγνεσθαι περὶ ἡλίου ἐπιτολάς, μὴ κατασχεῖν τὸ θαῦμα, φθέγξασθαι μὲν γὰρ παραχρῆμα τῆς ἀκτῖνος ἐλθούσης αὐτῷ ἐπὶ στόμα, φαιδροὺς δὲ ἱστάναι τοὺς ὀφθαλμοὺς δόξαι πρὸς τὸ φῶς, οἷα τῶν ἀνθρώπων οἱ εὐήλιοι. τότε ξυνεῖναι λέγουσιν, ὅτι τῷ Ἡλίῳ δοκεῖ ὑπανίστασθαι, καθάπερ οἱ τὸ κρεῖττον ὀρθοὶ θεραπεύοντες. θύσαντες οὖν Ἡλίῳ τε Αἰθίοπι καὶ Ἠῴῳ Μέμνονι, τουτὶ γὰρ ἔφραζον οἱ ἱερεῖς, τὸν μὲν ἀπὸ τοῦ αἴθειν τε καὶ θάλπειν, τὸν δὲ ἀπὸ τῆς μητρὸς ἐπονομάζοντες, ἐπορεύοντο ἐπὶ καμήλων ἐς τὰ τῶν Γυμνῶν ἤθη.

V. Ἀνδρὶ δὲ ἐντυχόντες ἐσταλμένῳ τρόπον, ὅνπερ οἱ Μεμφῖται καὶ ἀλύοντι μᾶλλον ἢ ξυντείνοντι ἤροντο οἱ περὶ τὸν Δάμιν, ὅστις εἴη καὶ (δι’) ὅ τι πλανῷτο, καὶ ὁ Τιμασίων “ἐμοῦ” ἔφη “πυνθάνεσθε, ἀλλὰ μὴ τούτου, οὗτος μὲν γὰρ οὐκ ἂν εἴποι πρὸς ὑμᾶς τὸ ἑαυτοῦ πάθος αἰδοῖ τῆς ξυμφορᾶς, ᾗ κέχρηται, ἐγὼ δέ, γιγνώσκω γὰρ τὸν ἄνδρα καὶ ἐλεῶ, λέξω τὰ περὶ αὐτὸν πάντα· ἀπέκτεινε γὰρ Μεμφίτην τινὰ ἄκων, κελεύουσι δ’ οἱ κατὰ Μέμφιν νόμοι τὸν φεύγοντα ἐπ’ ἀκουσίῳ, δεῖ δὲ φεύγειν, ἐπὶ τοῖς Γυμνοῖς εἶναι, κἂν ἐκνίψηται τοῦ φόνου, χωρεῖν ἐς ἤθη καθαρὸν ἤδη, βαδίσαντα πρότερον ἐπὶ τὸ τοῦ πεφονευμένου σῆμα καὶ σφάξαντά τι ἐκεῖ οὐ μέγα. τὸν δὲ χρόνον, ὃν οὔπω τοῖς Γυμνοῖς ἐνέτυχεν, ἀλᾶσθαι χρὴ περὶ ταυτὶ τὰ ὅρια, ἔστ’ ἂν αἰδέσωνται αὐτόν, ὥσπερ ἱκέτην.” ἤρετο οὖν τὸν Τιμασίωνα ὁ Ἀπολλώνιος, πῶς οἱ Γυμνοὶ περὶ τοῦ φεύγοντος ἐκείνου φρονοῦσιν, ὁ δὲ “οὐκ οἶδα,” εἶπε “μῆνα γὰρ τουτονὶ ἕβδομον ἱκετεύει δεῦρο καὶ οὔπω λύσις.” “οὐ σοφοὺς λέγεις ἄνδρας,” ἔφη “εἰ μὴ καθαίρουσιν αὐτόν, μηδὲ γιγνώσκουσιν, ὅτι Φιλίσκος, ὃν ἀπέκτεινεν οὗτος, ἀνέφερεν ἐς Θαμοῦν τὸν Αἰγύπτιον, ὃς ἐδῄωσέ ποτε τὴν τῶν Γυμνῶν χώραν.” θαυμάσας οὖν ὁ Τιμασίων “πῶς” ἔφη “λέγεις;” “ὥς γε” εἶπεν, “ὦ μειράκιον, καὶ πέπρακται· Θαμοῦν γάρ ποτε νεώτερα ἐπὶ Μεμφίτας πράττοντα ἤλεγξαν οἱ Γυμνοὶ καὶ ἔσχον, ὁ δὲ ὁρμῆς ἁμαρτὼν ἔκειρε πᾶσαν, ἣν οὗτοι νέμονται, λῃστρικῶς γὰρ περὶ Μέμφιν ἔῤῥωτο· τούτου Φιλίσκον, ὃν οὗτος ἀπέκτεινεν, ὁρῶ ἔκγονον τρίτον ἀπὸ δεκάτου, κατάρατον δηλαδὴ τούτοις, ὧν ὁ Θαμοῦς τότε διεπόρθει τὴν χώραν· καὶ ποῦ σοφόν, ὃν στεφανοῦν ἐχρῆν, εἰ καὶ προνοήσας ἀπέκτεινε, τοῦτον ἀκουσίου φόνου μέν, ὑπὲρ αὐτῶν δ’ εἰργασμένου μὴ καθῆραι;” ἐκπλαγὲν οὖν τὸ μειράκιον “ξένε,” εἶπε “τίς εἶ;” καὶ ὁ Ἀπολλώνιος “ὃν ἂν” ἔφη “παρὰ τοῖς Γυμνοῖς εὕροις. ἐπεὶ δὲ οὔπω μοι ὅσιον προσφθέγξασθαι τὸν ἐν τῷ αἵματι, κέλευσον αὐτόν, ὦ μειράκιον, θαῤῥεῖν, ὡς αὐτίκα δὴ καθαρεύσοντα, εἰ βαδίσειεν οὗ καταλύω.” ἀφικομένῳ δὲ ἐπιδράσας ὅσα Ἐμπεδοκλῆς τε καὶ Πυθαγόρας ὑπὲρ καθαρσίων νομίζουσιν, ἐκέλευσεν ἐς ἤθη στείχειν ὡς καθαρὸν ἤδη τῆς αἰτίας.

VI. Ἐντεῦθεν ἐξελάσαντες ἡλίου ἀνίσχοντος, ἀφίκοντο πρὸ μεσημβρίας ἐς τὸ τῶν Γυμνῶν φροντιστήριον. τοὺς δὲ Γυμνοὺς τούτους οἰκεῖν μὲν ἐπί τινος λόφου, φασί, ξυμμέτρου μικρὸν ἀπὸ τῆς ὄχθης τοῦ Νείλου, σοφίᾳ δὲ Ἰνδῶν λείπεσθαι πλέον ἢ προὔχειν Αἰγυπτίων, γυμνοὺς δὲ ἐστάλθαι κατὰ ταὐτὰ τοῖς εἱληθεροῦσιν Ἀθήνησι. δένδρα δὲ ἐν τῷ νομῷ ὀλίγα καί τι ἄλσος οὐ μέγα, ἐς ὃ ξυνίασιν ὑπὲρ τῶν κοινῶν, ἱερὰ δὲ οὐκ ἐς ταὐτόν, ὥσπερ τὰ Ἰνδῶν, ἄλλο δὲ ἄλλῃ τοῦ γηλόφου ἵδρυται σπουδῆς ἀξιούμενα, ὡς Αἰγυπτίων λόγοι. θεραπεύουσι δὲ Νεῖλον μάλιστα, τὸν γὰρ ποταμὸν τοῦτον ἡγοῦνται γῆν καὶ ὕδωρ. καλύβης μὲν οὖν ἢ οἰκίας οὐδὲν αὐτοὶ δέονται ζῶντες ὑπαίθριοι καὶ ὑπὸ τῷ οὐρανῷ αὐτῷ, καταγωγὴν δὲ ἀποχρῶσαν τοῖς ξένοις ἐδείμαντο στοὰν οὐ μεγάλην, ἰσομήκη ταῖς Ἠλείων, ὑφ’ αἷς ὁ ἀθλητὴς περιμένει τὸ μεσημβρινὸν κήρυγμα.

VII. Ἐνταῦθά τι ἀναγράφει Δάμις Εὐφράτου ἔργον, ἡγώμεθα δὲ αὐτὸ μὴ μειρακιῶδες, ἀλλ’ ἀφιλοτιμότερον τοῦ φιλοσοφίᾳ προσήκοντος· ἐπεὶ γὰρ τοῦ Ἀπολλωνίου θαμὰ ἤκουε βουλομένου σοφίαν Ἰνδικὴν ἀντικρῖναι Αἰγυπτίᾳ, πέμπει παρὰ τοὺς Γυμνοὺς Θρασύβουλον τὸν ἐκ Ναυκράτιδος ὑπὲρ διαβολῆς τοῦ ἀνδρός, ὁ δὲ ἥκειν μὲν ὑπὲρ ξυνουσίας ἔφη τῆς πρὸς αὐτούς, ἀφίξεσθαι δὲ καὶ τὸν Τυανέα, τουτὶ δὲ ἐκείνοις ἀγῶνα ἔχειν οὐ σμικρόν, φρονεῖν τε γὰρ αὐτὸν ὑπὲρ τοὺς Ἰνδῶν σοφούς, οὓς ἐν λόγῳ παντὶ αἴρει, μυρίας δὲ ἐλέγξεις ἐπ’ αὐτοὺς συνεσκευάσθαι, ξυγχωρεῖν τε οὔτε ἡλίῳ οὐδὲν οὔτε οὐρανῷ καὶ γῇ, κινεῖν γὰρ καὶ ὀχεῖν αὐτὸς ταῦτα καὶ μετατάττειν οἷ βούλεται.   VIII. τοιαῦτα ὁ Ναυκρατίτης ξυνθεὶς ἀπῆλθεν, οἱ δ’ ἀληθῆ ταῦτα ἡγούμενοι τὴν μὲν ξυνουσίαν οὐ παρῃτοῦντο ἥκοντος, ὑπὲρ μεγάλων δὲ σπουδάζειν ἐπλάττοντο καὶ πρὸς ἐκείνοις εἶναι, ἀφίξεσθαι δὲ κἀκείνῳ ἐς λόγους, ἢν σχολὴν ἄγωσι μάθωσί τε, ὅ τι βούλεται καὶ ὅτου ἐρῶν ἧκεν. ἐκέλευε δὲ ὁ παρ’ αὐτῶν ἥκων καὶ καταλύειν αὐτοὺς ἐν τῇ στοᾷ, ὁ δὲ Ἀπολλώνιος “ὑπὲρ μὲν στέγης” ἔφη “μηδὲν διαλέγου, ξυγχωρεῖ γὰρ πᾶσιν ὁ οὐρανὸς ὁ ἐνταῦθα γυμνοῖς ζῆν,” διαβάλλων αὐτοὺς ὡς οὐ καρτερίᾳ γυμνούς, ἀλλ’ ἀνάγκῃ, “ὅ τι δὲ βούλομαι καὶ ὑπὲρ ὅτου ἥκω τοὺς μὲν οὐ θαυμάζω οὔπω γιγνώσκοντας, Ἰνδοὶ δέ με οὐκ ἤροντο ταῦτα.”   IX. ὁ μὲν δὴ Ἀπολλώνιος ἑνὶ τῶν δένδρων ὑποκλιθεὶς ξυνῆν τοῖς ἑταίροις ὁπόσα ἠρώτων, ἀπολαβὼν δὲ τὸν Τιμασίωνα ὁ Δάμις ἤρετο ἰδίᾳ· “οἱ Γυμνοὶ οὗτοι, βέλτιστε, ξυγγέγονας γὰρ αὐτοῖς, ὡς τὸ εἰκός, τί σοφοί εἰσι;” “πολλὰ” ἔφη “καὶ μεγάλα.” “καὶ μὴν οὐ σοφὰ” εἶπεν “αὐτῶν, ὦ γενναῖε, τὰ πρὸς ἡμᾶς ταῦτα, τὸ γὰρ μὴ ξυμβῆναι τοιῷδε ἀνδρὶ ὑπὲρ σοφίας, ὄγκῳ δ’ ἐπ’ αὐτὸν χρήσασθαι τί φῶ οὐκ οἶδα ἢ τῦφον,” ἔφη “ὦ ἑταῖρε.” “τῦφον; ὃν οὔπω πρότερον περὶ αὐτοὺς εἶδον δὶς ἤδη ἀφικόμενος, ἀεὶ γὰρ μέτριοί τε καὶ χρηστοὶ πρὸς τοὺς ἐπιμιγνύντας ἦσαν· πρῴην γοῦν, πεντήκοντα δὲ τοῦτ’ ἴσως ἡμέραι, Θρασύβουλος μὲν ἐπεχωρίαζεν ἐνταῦθα λαμπρὸν οὐδὲν ἐν φιλοσοφίᾳ πράττων, οἱ δ’ ἄσμενοι αὐτὸν ἀπεδέξαντο, ἐπειδὴ προσέγραψεν ἑαυτὸν τῷ Εὐφράτῃ.” καὶ ὁ Δάμις “τί λέγεις, ὦ μειράκιον; ἑώρακας σὺ Θρασύβουλον τὸν Ναυκρατίτην ἐν τῷ φροντιστηρίῳ τούτῳ;” “καὶ πρός γε” εἶπε “διήγαγον αὐτὸν τῇ ἐμαυτοῦ νηὶ κατιόντα ἐνθένδε.” “τὸ πᾶν ἔχω, νὴ τὴν Ἀθηνᾶν,” ἔφη ὁ Δάμις ἀναβοήσας τε καὶ σχετλιάσας “ἔοικε γὰρ πεπανουργῆσθαί τι.” ὑπολαβὼν οὖν ὁ Τιμασίων “ὁ μὲν ἀνήρ,” ἔφη “ὡς ἠρόμην αὐτὸν χθές, ὅστις εἴη, οὔπω με ἠξίου τοῦ ἀποῤῥήτου, σὺ δ’, εἰ μὴ μυστήρια ταῦτα, λέγε ὅστις οὗτος, ἴσως γὰρ ἂν κἀγώ τι ξυμβαλοίμην τῇ τοῦ ζητουμένου θήρᾳ.” ἐπεὶ δὲ ἤκουσε τοῦ Δάμιδος καὶ ὅτι ὁ Τυανεὺς εἴη “ξυνείληφας” ἔφη “τὸ πρᾶγμα· Θρασύβουλος γὰρ καταπλέων μετ’ ἐμοῦ τὸν Νεῖλον ἐρομένῳ μοι ἐφ’ ὅ τι ἀναβαίη ἐνταῦθα, σοφίαν οὐ χρηστὴν ἑαυτοῦ διηγεῖτο τοὺς Γυμνοὺς τούτους ὑποψίας ἐμπεπληκέναι φάσκων πρὸς τὸν Ἀπολλώνιον, ὡς ὑπεροφθείη, ὁπότε ἔλθοι, κἀξ ὅτου μὲν διαφέρεται πρὸς αὐτὸν οὐκ οἶδα, τὸ δὲ ἐς διαβολὰς καθίστασθαι γυναικεῖόν τε ἡγοῦμαι καὶ ἀπαίδευτον. ἐγὼ δ’ ἄν, ὡς διάκεινται, μάθοιμι προσειπὼν τοὺς ἄνδρας, φίλοι γάρ.” καὶ ἐπανῆλθε περὶ δείλην ὁ Τιμασίων πρὸς μὲν τὸν Ἀπολλώνιον οὐδὲν φράζων πλὴν τοῦ προσειρηκέναι σφᾶς, ἰδίᾳ δ’ ἀπαγγέλλων πρὸς τὸν Δάμιν, ὡς ἀφίξοιντο αὔριον μεστοὶ ὧν τοῦ Θρασυβούλου ἤκουσαν.

X. Τὴν μὲν δὴ ἑσπέραν ἐκείνην μέτριά τε καὶ οὐκ ἄξια τοῦ ἀναγράψαι σπουδάσαντες ἐκοιμήθησαν οὗ ἐδείπνησαν, ἅμα δὲ τῇ ἡμέρᾳ ὁ μὲν Ἀπολλώνιος, ὥσπερ εἰώθει, θεραπεύσας τὸν Ἥλιον ἐφειστήκει τινὶ γνώμῃ, προσδραμὼν δὲ αὐτῷ Νεῖλος, ὅσπερ ἦν νεώτατος τῶν Γυμνῶν “ἡμεῖς” ἔφη “παρὰ σὲ ἥκομεν.” “εἰκότως,” εἶπεν ὁ Ἀπολλώνιος “καὶ γὰρ ἐγὼ πρὸς ὑμᾶς ὁδὸν τὴν ἀπὸ θαλάττης ἐνταῦθα.” καὶ εἰπὼν ταῦτα εἵπετο τῷ Νείλῳ. προσειπὼν οὖν καὶ προσρηθείς, ξυνέτυχον δὲ ἀλλήλοις περὶ τὴν στοάν, “ποῖ,” ἔφη “ξυνεσόμεθα;” “ἐνταῦθα” ἔφη ὁ Θεσπεσίων δείξας τὸ ἄλσος. ὁ δὲ Θεσπεσίων πρεσβύτατος ἦν τῶν Γυμνῶν, καὶ ἡγεῖτο μὲν αὐτὸς πᾶσιν, οἱ δέ, ὥσπερ Ἑλλανοδίκαι τῷ πρεσβυτάτῳ, εἵποντο κοσμίῳ ἅμα καὶ σχολαίῳ βαδίσματι. ἐπεὶ δ’ ἐκάθισαν, ὡς ἔτυχε, τουτὶ γὰρ οὐκέτι ἐν κόσμῳ ἔδρων, ἐς τὸν Θεσπεσίωνα εἶδον πάντες οἷον ἑστιάτορα τοῦ λόγου, ὁ δὲ ἤρξατο ἐνθένδε· “τὴν Πυθὼ καὶ τὴν Ὀλυμπίαν ἐπεσκέφθαι σέ φασιν, Ἀπολλώνιε, τουτὶ γὰρ ἀπήγγειλεν ἐνταῦθα καὶ Στρατοκλῆς ὁ Φάριος ἐντετυχηκέναι σοι φάσκων ἐκεῖ, καὶ τὴν μὲν Πυθὼ τοὺς ἐς αὐτὴν ἥκοντας αὐλῷ τε παραπέμπειν καὶ ᾠδαῖς καὶ ψάλσει, κωμῳδίας τε καὶ τραγῳδίας ἀξιοῦν, εἶτα τὴν ἀγωνίαν παρέχειν τὴν γυμνὴν ὀψὲ τούτων, τὴν δὲ Ὀλυμπίαν τὰ μὲν τοιαῦτα ἐξελεῖν ὡς ἀνάρμοστα καὶ οὐ χρηστὰ ἐκεῖ, παρέχεσθαι δὲ τοῖς ἐς αὐτὴν ἰοῦσιν ἀθλητὰς γυμνούς, Ἡρακλέους ταῦτα ξυνθέντος· τοῦτο ἡγοῦ παρὰ τὴν Ἰνδῶν σοφίαν τὰ ἐνταῦθα· οἱ μὲν γάρ, ὥσπερ ἐς τὴν Πυθὼ καλοῦντες, ποικίλαις δημαγωγοῦσιν ἴυγξιν, ἡμεῖς δέ, ὥσπερ ἐν Ὀλυμπίᾳ, γυμνοί. οὐχ ὑποστρώννυσιν ἡ γῆ οὐδὲν ἐνταῦθα, οὐδὲ γάλα ὥσπερ βάκχαις ἢ οἶνον δίδωσιν, οὐδὲ μετεώρους ἡμᾶς ὁ ἀὴρ φέρει, ἀλλ’ αὐτὴν ὑπεστορεσμένοι τὴν γῆν ζῶμεν μετέχοντες αὐτῆς τὰ κατὰ φύσιν, ὡς χαίρουσα διδοίη αὐτὰ καὶ μὴ βασανίζοιτο ἄκουσα. ὅτι δ’ οὐκ ἀδυνατοῦμεν σοφίζεσθαι “τὸ δεῖνα” ἔφη “δένδρον,” πτελέα δὲ ἦν, τρίτον ἀπ’ ἐκείνου, ὑφ’ ᾧ διελέγοντο, “πρόσειπε τὸν σοφὸν Ἀπολλώνιον.” καὶ προσεῖπε μὲν αὐτόν, ὡς ἐκελεύσθη, τὸ δένδρον, ἡ φωνὴ δὲ ἦν ἔναρθρός τε καὶ θῆλυς. ἀπεσήμαινε δὲ πρὸς τοὺς Ἰνδοὺς ταῦτα μεταστήσειν ἡγούμενος τὸν Ἀπολλώνιον τῆς ὑπὲρ αὐτῶν δόξης, ἐπειδὴ διῄει ἐς πάντας λόγους τε Ἰνδῶν καὶ ἔργα. προσετίθει δὲ κἀκεῖνα, ὡς ἀπόχρη τῷ σοφῷ βρώσεώς τε καθαρῷ εἶναι, ὁπόση ἔμπνους, ἱμέρου τε, ὃς φοιτᾷ δι’ ὀμμάτων, φθόνου τε, ὃς διδάσκαλος ἀδίκων ἐπὶ χεῖρα καὶ γνώμην ἥκει, θαυμασιουργίας τε καὶ βιαίου τέχνης μὴ δεῖσθαι ἀλήθειαν. “σκέψαι γὰρ τὸν Ἀπόλλω” εἶπε “τὸν Δελφικόν, ὃς τὰ μέσα τῆς Ἑλλάδος ἐπὶ προῤῥήσει λογίων ἔχει· ἐνταῦθα τοίνυν, ὥς που καὶ αὐτὸς γιγνώσκεις, ὁ μὲν τῆς ὀμφῆς δεόμενος ἐρωτᾷ βραχὺ ἐρώτημα, ὁ δὲ Ἀπόλλων οὐδὲν τερατευσάμενος λέγει, ὁπόσα οἶδε. καίτοι ῥᾴδιόν γε ἦν αὐτῷ σεῖσαι μὲν τὸν Παρνασὸν πάντα, τὴν Κασταλίαν δὲ οἰνοχοῆσαι μεταβαλόντι τὰς πηγάς, Κηφισῷ δὲ μὴ ξυγχωρῆσαι ποταμῷ εἶναι, ὁ δὲ οὐδὲν τούτων ἐπικομπάσας ἀναφαίνει τἀληθὲς αὐτό. ἡγώμεθα δὲ μηδὲ τὸν χρυσὸν ἢ τὰ δοκοῦντα λαμπρὰ τῶν ἀναθημάτων ἑκόντι αὐτῷ φοιτᾶν, μηδὲ τῷ νεῷ τὸν Ἀπόλλω χαίρειν, εἰ καὶ διπλάσιος ἀποφανθείη τοῦ νῦν ὄντος· ᾤκησε γάρ ποτε καὶ λιτὴν στέγην ὁ θεὸς οὗτος, καὶ καλύβη αὐτῷ ξυνεπλάσθη μικρά, ἐς ἣν ξυμβαλέσθαι λέγονται μέλιτται μὲν κηρόν, πτερὰ δὲ ὄρνιθες. εὐτέλεια γὰρ διδάσκαλος μὲν σοφίας, διδάσκαλος δὲ ἀληθείας, ἣν ἐπαινῶν σοφὸς ἀτεχνῶς δόξεις ἐκλαθόμενος τῶν παρ’ Ἰνδοῖς μύθων. τὸ γὰρ πρᾶττε ἢ μὴ πρᾶττε, ἢ οἶδα ἢ οὐκ οἶδα, ἢ τὸ δεῖνα, ἀλλὰ μὴ τὸ δεῖνα, τί δεῖται κτύπου; τί δὲ τοῦ βροντᾶν, μᾶλλον δὲ τοῦ ἐμβεβροντῆσθαι; εἶδες ἐν ζωγραφίας λόγοις καὶ τὸν τοῦ Προδίκου Ἡρακλέα, ὡς ἔφηβος μὲν ὁ Ἡρακλῆς, οὔπω δὲ ἐν αἱρέσει τοῦ βίου, κακία δ’ αὐτὸν καὶ ἀρετὴ διαλαβοῦσαι παρὰ σφᾶς ἄγουσιν, ἡ μὲν χρυσῷ τε κατεσκευασμένη καὶ ὅρμοις ἐσθῆτί τε ἁλιπορφύρῳ καὶ παρειᾶς ἄνθει καὶ χαίτης ἀναπλοκαῖς καὶ γραφαῖς ὀμμάτων, ἔστι δ’ αὐτῇ καὶ χρυσοῦν πέδιλον, γέγραπται γὰρ καὶ τούτῳ ἐνσοβοῦσα, ἡ δ’ αὖ πεπονηκυίᾳ μὲν προσφερής, τραχὺ δὲ ὁρῶσα, τὸν δὲ αὐχμὸν πεποιημένη κόσμημα καὶ ἀνυπόδετος ἡ ἀρετὴ καὶ λιτὴ τὴν ἐσθῆτα, καὶ γυμνὴ δ’ ἂν ἐφαίνετο, εἰ μὴ ἐγίγνωσκε τὸ ἐν θηλείαις εὔσχημον. ἡγοῦ δὴ καὶ σεαυτόν, Ἀπολλώνιε, μέσον τῆς Ἰνδικῆς τε καὶ τῆς ἡμεδαπῆς σοφίας ἑστάναι, καὶ τῆς μὲν ἀκούειν λεγούσης, ὡς ὑποστορέσει σοι ἄνθη καθεύδοντι, καί, νὴ Δί’, ὡς ποτιεῖ γάλακτι καὶ ὡς κηρίοις θρέψει, καὶ ὡς νέκταρ σοὶ [τι] παρ’ αὐτῆς ἔσται καὶ πτερά, ὁπότε βούλοιο, τρίποδάς τε ἐσκυκλήσει πίνοντι καὶ χρυσοῦς θρόνους, καὶ πονήσεις οὐδέν, ἀλλ’ αὐτόματά σοι βαδιεῖται πάντα, τῆς δέ γε ἑτέρας, ὡς χαμευνεῖν μὲν ἐν αὐχμῷ προσήκει, γυμνὸν δέ, ὥσπερ ἡμεῖς, μοχθοῦντα φαίνεσθαι, ὃ δὲ μὴ πονήσαντί σοι ἀφίκετο, μήτε φίλον ἡγεῖσθαι μήτε ἡδύ, μηδὲ ἀλαζόνα εἶναι μηδὲ τύφου θηρατήν, ἀπέχεσθαι δὲ καὶ ὀνειράτων ὄψεις, ὁπόσαι ἀπὸ τῆς γῆς αἴρουσιν. εἰ μὲν δὴ κατὰ τὸν Ἡρακλέα αἱροῖο καὶ δόξῃ ἀδαμαντίνῃ χρῷο μὴ ἀτιμάζων ἀλήθειαν, μηδὲ τὴν κατὰ φύσιν εὐτέλειαν παραιτούμενος πολλοὺς μὲν ᾑρηκέναι φήσεις λέοντας, πολλὰς δὲ ὕδρας ἐκτετμῆσθαί σοι Γηρυόνας τε καὶ Νέσσους καὶ ὁπόσοι ἐκείνου ἆθλοι, εἰ δὲ τὸ τῶν ἀγειρόντων ἀσπάσῃ, κολακεύσεις ὀφθαλμούς τε καὶ ὦτα καὶ οὔτε σοφώτερος ἑτέρου δόξεις γενήσῃ τε ἆθλος ἀνδρὸς Αἰγυπτίου Γυμνοῦ.”

XI. Ταῦτα εἰπόντος ἐστράφησαν ἐς τὸν Ἀπολλώνιον πάντες, οἱ μὲν ἀμφ’ αὐτόν, ὡς ἀντιλέξοι, γιγνώσκοντες, οἱ δὲ ἀμφὶ τὸν Θεσπεσίωνα θαυμάζοντες, ὅ τι ἀντερεῖ. ὁ δὲ ἐπαινέσας αὐτὸν τῆς εὐροίας καὶ τοῦ τόνου “μή τι” ἔφη “προστίθης;” “μὰ Δί’,” εἶπεν “εἴρηκα γάρ.” τοῦ δ’ αὖ ἐρομένου “μὴ τῶν ἄλλων τις Αἰγυπτίων;” “πάντων” ἔφη “δι’ ἐμοῦ ἤκουσας.” ἐπισχὼν οὖν ὀλίγον καὶ τοὺς ὀφθαλμοὺς ἐρείσας ἐς τὰ εἰρημένα οὑτωσὶ ἔλεξεν· “ἡ μὲν Ἡρακλέους αἵρεσις, ἥν φησι Πρόδικος ἐν ἐφήβῳ ἑλέσθαι αὐτόν, ὑγιῶς τε ὑμῖν λέλεκται καὶ κατὰ τὸν φιλοσοφίας νοῦν, ὦ σοφοὶ Αἰγυπτίων, προσήκει δέ μοι οὐδέν· οὔτε γὰρ ξυμβούλους ὑμᾶς βίου ποιησόμενος ἥκω πάλαι γε ᾑρημένος τὸν ἐμαυτῷ δόξαντα, πρεσβύτατός τε ὑμῶν πλὴν Θεσπεσίωνος ἀφιγμένος αὐτὸς ἂν μᾶλλον εἰκότως ξυνεβούλευον ὑμῖν σοφίας αἵρεσιν, εἰ μήπω ᾑρημένοις ἐνέτυχον. ὢν δ’ ὅμως τηλικόσδε καὶ σοφίας ἐπὶ τοσόνδε ἀφιγμένος οὐκ ὀκνήσω λογισταῖς ὑμῖν τῆς ἐμαυτοῦ βουλῆς χρήσασθαι διδάσκων, ὡς ὀρθῶς εἱλόμην ταῦτα, ὧν μήπω βελτίω ἐπὶ νοῦν ἦλθέ μοι. κατιδὼν γάρ τι ἐν Πυθαγόρου μέγα καὶ ὡς ὑπὸ σοφίας ἀῤῥήτου μὴ μόνον γιγνώσκοι ἑαυτόν, ὅστις εἴη, ἀλλὰ καὶ ὅστις γένοιτο, βωμῶν τε ὡς καθαρὸς ἅψαιτο καὶ ὡς ἀχράντῳ μὲν ἐμψύχου βρώσεως γαστρὶ χρήσαιτο, καθαρῷ δὲ σώματι πάντων ἐσθημάτων, ὁπόσα θνησειδίων ξύγκειται, γλῶττάν τε ὡς πρῶτος ἀνθρώπων ξυνέσχε βοῦν ἐπ’ αὐτῇ σιωπῆς εὑρὼν δόγμα, καὶ τὴν ἄλλην φιλοσοφίαν ὡς χρησμώδη καὶ ἀληθῆ κατεστήσατο, ἔδραμον ἐπὶ τὰς ἐκείνου δόξας, οὐ μίαν σοφίαν ἐκ δυοῖν ἑλόμενος, ὡς σύ, βέλτιστε Θεσπεσίων, ξυμβουλεύεις. παραστήσασα γάρ μοι φιλοσοφία τὰς ἑαυτῆς δόξας, ὁπόσαι εἰσί, περιβαλοῦσά τε αὐταῖς κόσμον, ὃς ἑκάστῃ οἰκεῖος, ἐκέλευσεν ἐς αὐτὰς βλέπειν καὶ ὑγιῶς αἱρεῖσθαι· ὥρα μὲν οὖν σεμνή τε ἁπασῶν ἦν καὶ θεία, καὶ κατέμυσεν ἄν τις πρὸς ἐνίας αὐτῶν ὑπ’ ἐκπλήξεως, ἐμοὶ δὲ εἱστήκει τὸ ὄμμα ἐς πάσας, καὶ γάρ με καὶ παρεθάῤῥυνον αὐταὶ προσαγόμεναί τε καὶ προκηρύττουσαι, ὁπόσα δώσουσιν, ἐπεὶ δ’ ἡ μέν τις αὐτῶν οὐδὲν μοχθήσαντι πολὺν ἐπαντλήσειν ἔφασκεν ἡδονῶν ἐσμόν, ἡ δ’ αὖ μοχθήσαντα ἀναπαύσειν, ἡ δ’ ἐγκαταμίξειν εὐφροσύνας τῷ μόχθῳ, πανταχοῦ δὲ ἡδοναὶ διεφαίνοντο καὶ ἄνετοι μὲν ἡνίαι γαστρός, ἑτοίμη δὲ χεὶρ ἐς πλοῦτον, χαλινὸς δὲ οὐδεὶς ὀμμάτων, ἀλλ’ ἔρωτές τε καὶ ἵμεροι καὶ τὰ τοιαῦτα πάθη ξυνεχωρεῖτο, μία δὲ αὐτῶν ἴσχειν μὲν τῶν τοιούτων ἐκόμπαζε, θρασεῖα δὲ ἦν καὶ φιλολοίδορος καὶ ἀπηγκωνισμένη πάντα, εἶδον σοφίας εἶδος ἄῤῥητον, οὗ καὶ Πυθαγόρας ποτὲ ἡττήθη, καὶ εἱστήκει δὲ ἄρα οὐκ ἐν ταῖς πολλαῖς, ἀλλ’ ἀπετέτακτο αὐτῶν καὶ ἐσιώπα, ξυνεῖσα δέ, ὡς ταῖς μὲν ἄλλαις οὐ ξυντίθεμαι, τὰ δὲ ἐκείνης οὔπω οἶδα “μειράκιον,” εἶπεν, “ἀηδὴς ἐγὼ καὶ μεστὴ πόνων· εἰ γὰρ ἀφίκοιτό τις ἐς ἤθη τὰ ἐμά, τράπεζαν μέν, ὁπόση ἐμψύχων, ἀνῃρῆσθαι πᾶσαν (ἂν) ἕλοιτο, οἴνου δὲ ἐκλελῆσθαι καὶ τὸν σοφίας μὴ ἐπιθολοῦν κρατῆρα, ὃς ἐν ταῖς ἀοίνοις ψυχαῖς ἕστηκεν, οὐδὲ χλαῖνα θάλψει αὐτόν, οὐδὲ ἔριον, ὃ ἀπ’ ἐμψύχου ἐπέχθη, ὑπόδημα δὲ αὐτοῖς βύβλου δίδωμι καὶ καθεύδειν ὡς ἔτυχε, κἂν ἀφροδισίων ἡττηθέντας αἴσθωμαι, βάραθρά ἐστί μοι, καθ’ ὧν σοφίας ὀπαδὸς δίκη φέρει τε αὐτοὺς καὶ ὠθεῖ, χαλεπὴ δ’ οὕτως ἐγὼ τοῖς τἀμὰ αἱρουμένοις, ὡς καὶ δεσμὰ γλώττης ἐπ’ αὐτοὺς ἔχειν. ἃ δ’ ἐστί σοι καρτερήσαντι ταῦτα, ἐμοῦ μάθε· σωφροσύνη μὲν καὶ δικαιοσύνη αὐτόθεν, ζηλωτὸν δὲ ἡγεῖσθαι μηδένα τυράννοις τε φοβερὸν εἶναι μᾶλλον ἢ ὑπ’ αὐτοῖς κεῖσθαι, θεοῖς τε ἡδίω φαίνεσθαι μικρὰ θύσαντα ἢ οἱ προχέοντες αὐτοῖς τὸ τῶν ταύρων αἷμα, καθαρῷ δὲ ὄντι σοι καὶ προγιγνώσκειν δώσω καὶ τοὺς ὀφθαλμοὺς οὕτω τι ἐμπλήσω ἀκτῖνος, ὡς διαγιγνώσκειν μὲν θεόν, γιγνώσκειν δὲ ἥρωα, σκιοειδῆ δ’ ἐλέγχειν φαντάσματα, ὅτε ψεύδοιντο εἴδη ἀνθρώπων.” ἥδε μοι βίου αἵρεσις, ὦ σοφοὶ Αἰγυπτίων, ἣν ὑγιῶς τε καὶ κατὰ τὸν Πυθαγόραν ἑλόμενος οὔτε ἐψευσάμην οὔτε ἐψεύσθην, ἐγενόμην μὲν γὰρ ἃ χρὴ τὸν φιλοσοφήσαντα, φιλοσοφοῦντι δὲ ὁπόσα δώσειν ἔφη, πάντ’ ἔχω. ἐφιλοσόφησα γὰρ ὑπὲρ γενέσεως τῆς τέχνης καὶ ὁπόθεν αὐτῆς αἱ ἀρχαί, καί μοι ἔδοξεν ἀνδρῶν εἶναι περιττῶν τὰ θεῖα ψυχήν τε ἄριστα ἐσκεμμένων, ἧς τὸ ἀθάνατόν τε καὶ ἀγέννητον πηγαὶ γενέσεως. Ἀθηναίοις μὲν οὖν οὐ πάνυ προσήκων ἐφαίνετό μοι ὅδε ὁ λόγος, τὸν γὰρ Πλάτωνος λόγον, ὃν θεσπεσίως ἐκεῖ καὶ πανσόφως ὑπὲρ ψυχῆς ἀνεφθέγξατο, αὐτοὶ διέβαλλον ἐναντίας ταύτῃ καὶ οὐκ ἀληθεῖς δόξας ὑπὲρ ψυχῆς προσέμενοι, ἔδει δὲ σκοπεῖν, τίς μὲν εἴη πόλις, ποίων δὲ ἀνδρῶν ἔθνος, παρ’ οἷς οὐχ ὁ μέν τις, ὁ δὲ οὔ, πᾶσα δὲ ἡλικία ταὐτὸν ὑπὲρ ψυχῆς φθέγγοιτο· κἀγὼ μὲν νεότητός τε οὕτως ἀγούσης καὶ τοῦ μήπω ξυνιέναι πρὸς ὑμᾶς ἔβλεψα, ἐπειδὴ πλεῖστα ἐλέγεσθε ὑπερφυῶς εἰδέναι, καὶ πρὸς τὸν διδάσκαλον τὸν ἐμαυτοῦ διῄειν ταῦτα, ὁ δὲ ἐφιστάς με “εἰ τῶν ἐρώντων” εἶπεν “ἐτύγχανες ὢν ἢ τὴν ἡλικίαν ἐχόντων τοῦ ἐρᾶν, εἶτα μειρακίῳ καλῷ ἐντυχὼν καὶ ἀγασθεὶς αὐτὸ τῆς ὥρας σὺ δὲ καὶ ὅτου εἴη παῖς ἐζήτεις, ἦν δὲ ὁ μὲν ἱπποτρόφου καὶ στρατηγοῦ πατρὸς καὶ χορηγοὶ οἱ πάπποι, σὺ δ’ αὐτὸν τριηράρχου τινὸς ἢ φυλάρχου ἐκάλεις, ἆρά γ’ ἂν οἴει προσάγεσθαι τὰ παιδικὰ τούτοις, ἢ κἂν ἀηδὴς δόξαι μὴ πατρόθεν ὀνομάζων τὸ μειράκιον, ἀλλ’ ἀπ’ ἐκφύλου σπορᾶς καὶ νόθου; σοφίας οὖν ἐρῶν, ἣν Ἰνδοὶ εὗρον, οὐκ ἀπὸ τῶν φύσει πατέρων ὀνομάζεις αὐτήν, ἀλλ’ ἀπὸ τῶν θέσει καὶ δίδως τι μεῖζον Αἰγυπτίοις, ἢ εἰ πάλιν αὐτοῖς, ὡς αὐτοὶ ᾄδουσι, μέλιτι ξυγκεκραμένος ἀναβαίη ὁ Νεῖλος; ταῦτά με πρὸ ὑμῶν ἐπ’ Ἰνδοὺς ἔτρεψεν ἐνθυμηθέντα περὶ αὐτῶν, ὡς λεπτότεροι μὲν τὴν ξύνεσιν οἱ τοιοίδε ἄνθρωποι καθαρωτέραις ὁμιλοῦντες ἀκτῖσιν, ἀληθέστεροι δὲ τὰς περὶ φύσεώς τε καὶ θεῶν δόξας, ἅτε ἀγχίθεοι καὶ πρὸς ἀρχαῖς τῆς ζῳογόνου καὶ θερμῆς οὐσίας οἰκοῦντες· ἐντυχών τε αὐτοῖς ἔπαθόν τι πρὸς τὴν ἐπαγγελίαν τῶν ἀνδρῶν, ὁποῖον λέγονται πρὸς τὴν Αἰσχύλου σοφίαν παθεῖν Ἀθηναῖοι· ποιητὴς μὲν γὰρ οὗτος τραγῳδίας ἐγένετο, τὴν τέχνην δὲ ὁρῶν ἀκατάσκευόν τε καὶ μήπω κεκοσμημένην εἰ μὲν ξυνέστειλε τοὺς χοροὺς ἀποτάδην ὄντας, ἢ τὰς τῶν ὑποκριτῶν ἀντιλέξεις εὗρε παραιτησάμενος τὸ τῶν μονῳδιῶν μῆκος, ἢ τὸ ὑπὸ σκηνῆς ἀποθνήσκειν ἐπενόησεν, ὡς μὴ ἐν φανερῷ σφάττοι, σοφίας μὲν μηδὲ ταῦτα ἀπηλλάχθω, δοκείτω δὲ κἂν ἑτέρῳ παρασχεῖν ἔννοιαν ἧττον δεξιῷ τὴν ποίησιν, ὁ δ’ ἐνθυμηθεὶς μὲν ἑαυτόν, ὡς ἐπάξιον τοῦ τραγῳδίαν ποιεῖν φθέγγοιτο, ἐνθυμηθεὶς δὲ καὶ τὴν τέχνην, ὡς προσφυᾶ τῷ μεγαλείῳ μᾶλλον ἢ τῷ καταβεβλημένῳ τε καὶ ὑπὸ πόδα, σκευοποιίας μὲν ἥψατο εἰκασμένης τοῖς τῶν ἡρώων εἴδεσιν, ὀκρίβαντος δὲ τοὺς ὑποκριτὰς ἐνεβίβασεν, ὡς ἴσα ἐκείνοις βαίνοιεν, ἐσθήμασί τε πρῶτος ἐκόσμησεν, ἃ πρόσφορον ἥρωσί τε καὶ ἡρωίσιν ἠσθῆσθαι, ὅθεν Ἀθηναῖοι πατέρα μὲν αὐτὸν τῆς τραγῳδίας ἡγοῦντο, ἐκάλουν δὲ καὶ τεθνεῶτα ἐς Διονύσια, τὰ γὰρ τοῦ Αἰσχύλου ψηφισαμένων ἀνεδιδάσκετο καὶ ἐνίκα ἐκ καινῆς· καίτοι τραγῳδίας μὲν εὖ κεκοσμημένης ὀλίγη χάρις, εὐφραίνει γὰρ ἐν σμικρῷ τῆς ἡμέρας, ὥσπερ ἡ τῶν Διονυσίων ὥρα, φιλοσοφίας δὲ ξυγκειμένης μέν, ὡς Πυθαγόρας ἐδικαίωσεν, ὑποθειαζούσης δέ, ὡς πρὸ Πυθαγόρου Ἰνδοί, οὐκ ἐς βραχὺν χρόνον ἡ χάρις, ἀλλ’ ἐς ἄπειρόν τε καὶ ἀριθμοῦ πλείω. οὐ δὴ ἀπεικός τι παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ’ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν· ὡς δὲ ἐν δίκῃ μὲν ἠγάσθην αὐτούς, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν· εἶδον ἄνδρας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπ’ αὐτῆς καὶ ἀτειχίστως τετειχισμένους καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων. εἰ δ’ αἰνιγμάτων ἅπτομαι, σοφία Πυθαγόρου ξυγχωρεῖ ταῦτα, παρέδωκε γὰρ καὶ τὸ αἰνίττειν διδάσκαλον εὑρὼν σιωπῆς λόγον· σοφίας δὲ ταύτης ἐγένεσθε μὲν καὶ αὐτοὶ Πυθαγόρᾳ ξύμβουλοι χρόνον, ὃν τὰ Ἰνδῶν ἐπῃνεῖτε, Ἰνδοὶ τὸ ἀρχαῖον πάλαι ὄντες· ἐπεὶ δ’ αἰδοῖ τοῦ λόγου, δι’ ὃν ἐκ μηνιμάτων τῆς γῆς ἀφίκεσθε δεῦρο, ἕτεροι μᾶλλον ἐβούλεσθε δοκεῖν ἢ Αἰθίοπες οἱ ἀπὸ Ἰνδῶν ἥκοντες, πάντα ὑμῖν ἐς τοῦτο ἐδρᾶτο· ὅθεν ἐγυμνώθητε μὲν σκευῆς, ὁπόση ἐκεῖθεν, ὥσπερ ξυναποδυόμενοι τὸ Αἰθίοπες εἶναι, θεοὺς δὲ θεραπεύειν ἐψηφίσασθε τὸν Αἰγύπτιον μᾶλλον ἢ τὸν ὑμέτερον τρόπον, ἐς λόγους τε οὐκ ἐπιτηδείους ὑπὲρ Ἰνδῶν κατέστητε, ὥσπερ οὐκ αὐτοὶ διαβεβλημένοι τῷ ἀφ’ οἵων διαβεβλῆσθαι ἥκειν, καὶ οὐδὲ μετεῤῥύθμισθέ πώ γε τοῦτο, οἳ καὶ τήμερον ἐπίδειξιν αὐτοῦ πεποίησθε φιλολοίδορόν τε καὶ ἰαμβώδη, χρηστὸν οὐδὲν ἐπιτηδεύειν Ἰνδοὺς φάσκοντες, ἀλλ’ ἢ ἐκπλήξεις καὶ ἀγωγάς, καὶ τὰς μὲν ὀφθαλμῶν, τὰς δὲ ὤτων, σοφίαν δὲ οὔπω ἐμὴν εἰδότες ἀναίσθητοι φαίνεσθε τῆς ἐπ’ αὐτῇ δόξης, ἐγὼ δ’ ὑπὲρ ἐμαυτοῦ μὲν λέξω οὐδέν, εἴην γάρ, ὅ με Ἰνδοὶ ἡγοῦνται, Ἰνδῶν δὲ οὐ ξυγχωρῶ ἅπτεσθαι. ἀλλ’ εἰ μέν τις ὑγιῶς καὶ ὑμᾶς ἔχει σοφία Ἱμεραίου ἀνδρός, ὃς ᾄδων ἐς τὴν Ἑλένην ἐναντίον τῷ προτέρῳ λόγῳ παλινῳδίαν αὐτὸν ἐκάλεσεν οὐκ ἔστιν ἔτυμος ὁ λόγος οὗτος ἤδη καὶ αὐτοὺς ὥρα λέγειν, ἀμείνω τῆς νῦν παρεστηκυίας μεταλαβόντας περὶ αὐτῶν δόξαν. εἰ δὲ καὶ ἄμουσοι πρὸς παλινῳδίαν ὑμεῖς, ἀλλὰ φείδεσθαί γε χρὴ ἀνδρῶν, οὓς ἀξιοῦντες θεοὶ τῶν αὐτοῖς ὄντων οὐδὲ ἑαυτοὺς ἀπαξιοῦσιν ὧν ἐκεῖνοι πέπανται. διῆλθές τινα, Θεσπεσίων, καὶ περὶ τῆς Πυθοῦς λόγον ὡς ἁπλῶς τε καὶ ἀκατασκεύως χρώσης, καὶ παράδειγμα ἐγένετό σοι τοῦ λόγου νεὼς κηροῦ καὶ πτερῶν ξυντεθείς· ἐμοὶ δὲ ἀκατάσκευα μὲν δοκεῖ οὐδὲ ταῦτα, τὸ γὰρ

                    ξυμφέρετε πτερά τ’ οἰωνοὶ κηρόν τε μέλιτται

κατασκευαζομένου ἦν οἶκον καὶ οἴκου σχῆμα, ὁ δ’, οἶμαι, μικρὰ ταῦτα ἡγούμενος καὶ τῆς ἑαυτοῦ σοφίας ἥττω καὶ ἄλλου ἐδεήθη νεὼ καὶ ἄλλου καὶ μεγάλων ἤδη καὶ ἑκατομπέδων, ἑνὸς δὲ αὐτῶν καὶ χρυσᾶς ἴυγγας ἀνάψαι λέγεται Σειρήνων τινὰ ἐπεχούσας πειθώ, ξυνελέξατό τε τὰ εὐδοκιμώτατα τῶν ἀναθημάτων ἐς τὴν Πυθὼ κόσμου ἕνεκα, καὶ οὔτ’ ἀγαλματοποιίαν ἀπήλασεν ἀπάγουσαν αὐτῷ κολοσσοὺς ἐς τὸ ἱερὸν τοὺς μὲν θεῶν, τοὺς δὲ ἀνθρώπων, τοὺς δὲ ἵππων τε καὶ ταύρων καὶ ἑτέρων ζῴων οὔτε Γλαῦκον μετὰ τοῦ ὑποκρατηριδίου ἥκοντα, οὔτε τὴν ἁλισκομένην Ἰλίου ἀκρόπολιν, ἣν Πολύγνωτος ἐκεῖ γράφει. οὐ γὰρ δὴ τὸν χρυσόν γε τὸν Λύδιον καλλώπισμα τῆς Πυθοῦς ἡγεῖτο, ἀλλ’ ἐκεῖνον μὲν ὑπὲρ τῶν Ἑλλήνων ἐσήγετο ἐνδεικνύμενος, οἶμαι, αὐτοῖς τὸν τῶν βαρβάρων πλοῦτον, ἵνα γλίχοιντο ἐκείνου μᾶλλον ἢ τοῦ διαπορθεῖν τὰ ἀλλήλων, τὸν δὲ δὴ Ἕλληνά τε καὶ προσφυᾶ τῇ ἑαυτοῦ σοφίᾳ τρόπον κατεσκευάζετο καὶ ἠγλάιζε τούτῳ τὴν Πυθώ. ἡγοῦμαι δὲ αὐτὸν κόσμου ἕνεκα καὶ ἐς μέτρα ἐμβιβάζειν τοὺς χρησμούς. εἰ γὰρ μὴ τοῦτο ἐπεδείκνυτο, τοιάσδε ἂν τὰς ἀποκρίσεις ἐποιεῖτο· δρᾶ τὸ δεῖνα ἢ μὴ δρᾶ, καὶ ἴθι ἢ μὴ ἴθι, καὶ ποιοῦ ξυμμάχους ἢ μὴ ποιοῦ, βραχέα γάρ που ταῦτα, ἤ, ὥς φατε ὑμεῖς, γυμνά, ὁ δ’ ἵνα μεγαλοῤῥήμων τε φαίνοιτο καὶ ἡδίων τοῖς ἐρωτῶσι, ποιητικὴν ἡρμόσατο, καὶ οὐκ ἀξιοῖ εἶναι, ὅ τι μὴ οἶδεν, ἀλλὰ καὶ τὴν ψάμμον εἰδέναι φησίν, ὁπόση, ἀριθμήσας αὐτήν, καὶ τὰ τῆς θαλάττης μέτρα ξυνειληφέναι πάντα. ἢ καὶ ταῦτα τερατολογίᾳ προσγράφεις, ἐπειδὴ σοβαρῶς αὐτὰ ὁ Ἀπόλλων καὶ ξὺν φρονήματι ὀρθῷ φράζει; εἰ δὲ μὴ ἀχθέσῃ, Θεσπεσίων, τῷ λόγῳ, γρᾶες ἀνημμέναι κόσκινα φοιτῶσιν ἐπὶ ποιμένας, ὅτε δὲ καὶ βουκόλους, ἰώμεναι τὰ νοσοῦντα τῶν θρεμμάτων μαντικῇ, ὥς φασιν, ἀξιοῦσι δὲ σοφαὶ ὀνομάζεσθαι καὶ σοφώτεραι ἢ οἱ ἀτεχνῶς μάντεις· τοῦτό μοι καὶ ὑμεῖς παρὰ τὴν Ἰνδῶν σοφίαν φαίνεσθε, οἱ μὲν γὰρ θεῖοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν, ὑμεῖς δέ – ἀλλ’ οὐδὲν εἰρήσεται περαιτέρω, εὐφημία γὰρ φίλη μὲν ἐμοί, φίλη δὲ Ἰνδοῖς, ἣν ἀσπαζοίμην ὡς ὀπαδὸν ἅμα καὶ ἡγεμόνα τῆς γλώττης, τὰ μὲν ἐμαυτῷ δυνατὰ θηρεύων ξὺν ἐπαίνῳ τε αὐτῶν καὶ ἔρωτι, ὅ τι δὲ μὴ ἐφικτὸν εἴη μοι, καταλείπων αὐτὸ ἄχραντον ψόγου. σὺ δὲ Ὁμήρου μὲν ἐν Κυκλωπίᾳ ἀκούων, ὡς ἡ γῆ τοὺς ἀγριωτάτους καὶ ἀνομωτάτους ἄσπορος καὶ ἀνήροτος ἑστιᾷ, χαίρεις τῷ λόγῳ, κἂν Ἠδωνοί τινες ἢ Λυδοὶ βακχεύωσιν, οὐκ ἀπιστεῖς, ὡς γάλακτος αὐτοῖς καὶ οἴνου πηγὰς δώσει καὶ ποτιεῖ τούτους, τοὺς δὲ σοφίας ἁπάσης βάκχους ἀφαιρήσῃ δῶρα αὐτόματα παρὰ τῆς γῆς ἥκοντα; τρίποδες δὲ αὐτόματοι καὶ ἐς τὰ ξυμπόσια τῶν θεῶν φοιτῶσι, καὶ ὁ Ἄρης ἀμαθής περ ὢν καὶ ἐχθρὸς οὔπω τὸν Ἥφαιστον ἐπ’ αὐτοῖς γέγραπται, οὐδ’ ἔστιν, ὡς ἤκουσάν ποτε οἱ θεοὶ τοιαύτης γραφῆς· ἀδικεῖς, Ἥφαιστε, κοσμῶν τὸ ξυμπόσιον τῶν θεῶν καὶ περιιστὰς αὐτῷ θαύματα, οὐδὲ ἐπὶ ταῖς δμωαῖς αἰτίαν ποτὲ ἔσχε ταῖς χρυσαῖς ὡς παραφθείρων τὰς ὕλας, ἐπειδὴ τὸν χρυσὸν ἔμπνουν ἐποίει, κόσμου γὰρ ἐπιμελήσεται τέχνη πᾶσα, ὅτι καὶ αὐτὸ τὸ εἶναι τέχνας ὑπὲρ κόσμου εὕρηται. ἀνυποδησία δὲ καὶ τρίβων καὶ πήραν ἀνῆφθαι κόσμου εὕρημα· καὶ γὰρ τὸ γυμνοῦσθαι, καθάπερ ὑμεῖς, ἔοικε μὲν ἀκατασκεύῳ τε καὶ λιτῷ σχήματι, ἐπιτετήδευται δὲ ὑπὲρ κόσμου καὶ οὐδὲ ἄπεστιν αὐτοῦ τὸ ἑτέρῳ φασὶ τύφῳ. τὰ δὲ Ἡλίου τε καὶ Ἰνδῶν πάτρια καὶ ὅπῃ χαίρει θεραπευόμενος ἐχέτω τὸν αὐτῶν νόμον, θεοὶ μὲν γὰρ χθόνιοι βόθρους ἀσπάσονται καὶ τὰ ἐν κοίλῃ τῇ γῇ δρώμενα, Ἡλίου δὲ ἀὴρ ὄχημα, καὶ δεῖ τοὺς προσφόρως ᾀσομένους αὐτὸν ἀπὸ γῆς αἴρεσθαι καὶ ξυμμετεωροπολεῖν τῷ θεῷ· τοῦτο δὲ βούλονται μὲν πάντες, δύνανται δὲ Ἰνδοὶ μόνοι.”

XII. Ἀναπνεῦσαι ὁ Δάμις ἑαυτόν φησιν, ἐπειδὴ ταῦτα ἤκουσεν· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων οὕτω διατεθῆναι τοὺς Αἰγυπτίους, ὡς τὸν Θεσπεσίωνα μὲν καίτοι μέλανα ὄντα κατάδηλον εἶναι, ὅτι ἐρυθριῴη, φαίνεσθαι δέ τινα καὶ περὶ τοὺς λοιποὺς ἔκπληξιν ἐφ’ οἷς ἐῤῥωμένως τε καὶ ξὺν εὐροίᾳ διαλεγομένου ἤκουσαν, τὸν νεώτατον δὲ τῶν Αἰγυπτίων, ᾧ ὄνομα ἦν Νεῖλος, καὶ ἀναπηδῆσαί φησιν ὑπὸ θαύματος μεταστάντα τε πρὸς τὸν Ἀπολλώνιον ξυμβαλεῖν τε αὐτῷ τὴν χεῖρα καὶ δεῖσθαι αὐτοῦ τὰς ξυνουσίας, αἳ ἐγένοντο αὐτῷ πρὸς τοὺς Ἰνδούς, φράζειν. τὸν δὲ Ἀπολλώνιον “σοὶ μὲν οὐδενὸς ἂν” φάναι, “βασκήναιμι ἐγὼ λόγου φιληκόῳ τε, ὡς ὁρῶ, τυγχάνοντι καὶ σοφίαν ἀσπαζομένῳ πᾶσαν,” Θεσπεσίωνι δὲ καὶ εἴ τις ἕτερος λῆρον τὰ Ἰνδῶν ἡγεῖται, μὴ ἂν ἐπαντλῆσαι τοὺς ἐκεῖθεν λόγους· ὅθεν ὁ Θεσπεσίων “εἰ δὲ ἔμπορος” εἶπεν “ἢ ναύκληρος ἦσθα καί τινα ἡμῖν ἀπῆγες ἐκεῖθεν φόρτον, ἆρα ἂν ἠξίους, ἐπειδὴ ἀπ’ Ἰνδῶν οὗτος, ἀδοκίμαστον αὐτὸν διατίθεσθαι καὶ μήτε γεῦμα παρέχειν αὐτοῦ μήτε δεῖγμα;” ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος “παρειχόμην ἂν” εἶπε τοῖς γε χρῄζουσιν, εἰ δ’ ἥκων τις ἐπὶ τὴν θάλατταν καταπεπλευκυίας ἄρτι τῆς νεὼς ἐλοιδορεῖτο τῷ φόρτῳ καὶ διέβαλλε μὲν αὐτὸν ὡς ἥκοντα ἐκ γῆς, ἣ μηδὲν ὑγιὲς φέρει, ἐμοὶ δὲ ἐπέπληττεν ὡς οὐχ ὑπὲρ σπουδαίων ἀγωγίμων πλεύσαντι τούς τε ἄλλους ἔπειθεν οὕτω φρονεῖν, ἆρ’ ἄν σοι δοκεῖ τις καταπλεύσας ἐς τοιόνδε λιμένα βαλέσθαι τινὰ ἄγκυραν ἢ πεῖσμα, ἀλλ’ οὐχὶ μᾶλλον ἀνασείσας τὰ ἱστία μετεωρίσαι ἂν τὴν ναῦν ἐς τὸ πέλαγος ἀνέμοις ἐπιτρέψας τὰ ἑαυτοῦ ἥδιόν γε ἢ ἀκρίτοις τε καὶ ἀξένοις ἤθεσιν;” “ἀλλ’ ἐγὼ” ἔφη ὁ Νεῖλος “λαμβάνομαι τῶν πεισμάτων καὶ ἀντιβολῶ σε, ναύκληρε, κοινωνῆσαί μοι τῆς ἐμπορίας, ἣν ἄγεις, καὶ ξυνεμβαίην ἄν σοι τὴν ναῦν περίνεώς τε καὶ μνήμων τοῦ σοῦ φόρτου.”   XIII. διαπαῦσαι δὲ ὁ Θεσπεσίων (ζητῶν) τὰ τοιαῦτα “χαίρω” ἔφη “Ἀπολλώνιε, ὅτι ἄχθῃ ὑπὲρ ὧν ἤκουσας· καὶ γὰρ ἂν καὶ ἡμῖν ξυγγιγνώσκοις ἀχθομένοις ὑπὲρ ὧν διέβαλες τὴν δεῦρο σοφίαν, οὐδὲ ἐς πεῖράν πω αὐτῆς ἀφιγμένος.” ὁ δ’ ἐκπλαγεὶς μὲν ὑπὸ τοῦ λόγου πρὸς βραχὺ τῷ μηδ’ ἀκηκοέναι πω τὰ περὶ τὸν Θρασύβουλόν τε καὶ τὸν Εὐφράτην, ξυμβαλὼν δ’, ὥσπερ εἰώθει, τὸ γεγονὸς “Ἰνδοὶ δέ”, εἶπεν “ὦ Θεσπεσίων, οὐκ ἂν τοῦτο ἔπαθον, οὐδ’ ἂν προσέσχον Εὐφράτῃ καθιέντι ταῦτα, σοφοὶ γὰρ προγιγνώσκειν. ἐγὼ δὲ ἴδιον μὲν ἐμαυτοῦ πρὸς Εὐφράτην διηνέχθην οὐδέν, χρημάτων δὲ ἀπάγων αὐτὸν καὶ τοῦ μὴ ἐπαινεῖν τὸ ἐξ ἅπαντος κέρδος οὔτ’ ἐπιτήδεια ξυμβουλεύειν ἔδοξα οὔτε ἐκείνῳ δυνατά, καὶ ἔλεγχον δὲ ἡγεῖται ταῦτα καὶ οὐκ ἀνίησιν ἀεί τι κατ’ ἐμοῦ ξυντιθείς. ἐπεὶ δὲ πιθανὸς ὑμῖν ἔδοξε τοὐμὸν διαβάλλειν ἦθος, ἐνθυμεῖσθε, ὡς προτέρους ὑμᾶς ἐμοῦ διέβαλεν· ἐμοὶ γὰρ κίνδυνοι μὲν καὶ περὶ τὸν διαβεβλησόμενον οὐ σμικροὶ φαίνονται, μισήσεται γάρ που ἀδικῶν οὐδέν, ἐλεύθεροι δὲ κινδύνων οὐδ’ οἱ τῶν διαβολῶν ἀκροασόμενοι δοκοῦσιν, εἰ πρῶτον μὲν ἁλώσονται ψευδολογίαν τιμῶντες καὶ ἀξιοῦντες αὐτὴν ὧνπερ τὴν ἀλήθειαν, εἶτα κουφότητα καὶ εὐαγωγίαν – ἡττᾶσθαι δὲ τούτων καὶ μειρακίῳ αἰσχρόν – φθονεροί τε δόξουσι διδάσκαλον ἀκοῆς· ἀδίκου ποιούμενοι τὸν φθόνον, αὐτοί τε μᾶλλον ἔνοχοι ταῖς διαβολαῖς, ἃς ἐφ’ ἑτέρων ἀληθεῖς ἡγοῦνται, αἱ γὰρ τῶν ἀνθρώπων φύσεις ἑτοιμότεραι δρᾶν, ἃ μὴ ἀπιστοῦσι. μὴ τυραννεύσειεν ἀνὴρ ἕτοιμος ταῦτα, μηδὲ προσταίη δήμου, τυραννὶς γὰρ καὶ ἡ δημοκρατία ὑπ’ αὐτοῦ ἔσται, μηδὲ δικάσειεν, ὑπὲρ μηδενὸς γὰρ γνώσεται, μηδὲ ναυκληρήσειεν, ἡ γὰρ ναῦς στασιάσει, μηδὲ ἄρξειε στρατοῦ, τὸ γὰρ ἀντίξοον εὖ πράξει, μηδὲ φιλοσοφήσειεν οὕτως ἔχων, οὐ γὰρ πρὸς τἀληθὲς δοξάσει. ὑμᾶς δὲ Εὐφράτης ἀφῄρηται καὶ τὸ σοφοὺς εἶναι, οὓς γὰρ ψεύδει ὑπηγάγετο, πῶς ἂν οὗτοι σοφίας αὑτοὺς ἀξιώσειαν, ἧς ἀπέστησαν τῷ τὰ μὴ πιθανὰ πείσαντι;” διαπραΰνων δ’ αὐτὸν ὁ Θεσπεσίων “ἅλις Εὐφράτου” ἔφη “καὶ μικροψύχων λόγων, καὶ γὰρ ἂν καὶ διαλλακταὶ γενοίμεθά σοι τε κἀκείνῳ, σοφὸν ἡγούμενοι καὶ τὸ διαιτᾶν σοφοῖς. πρὸς δὲ ὑμᾶς,” εἶπε “τίς διαλλάξει με; χρὴ γάρ που καταψευσθέντα ἐκπεπολεμῶσθαι ὑπὲρ τοῦ ψεύδους.” *** “ἐχέτω οὕτως” ἦ δ’ ὁ Ἀπολλώνιος “καὶ σπουδῆς ἁπτώμεθα, τουτὶ γὰρ ἡμᾶς διαλλάξει μᾶλλον.”   XIV. ἐρῶν δὲ ὁ Νεῖλος τῆς ἀκροάσεως τοῦ ἀνδρὸς “καὶ μὴν σὲ” ἔφη “προσήκει ἄρξαι τοῦ σπουδάσαι, διελθόντα ἡμῖν τήν τε ἀποδημίαν τὴν γενομένην σοι ἐς τὸ Ἰνδῶν ἔθνος τάς τε ἐκεῖ σπουδάς, ἃς ὑπὲρ λαμπρῶν δήπου ἐποιεῖσθε.” “ἐγὼ δὲ” ἔφη ὁ Θεσπεσίων “καὶ περὶ τῆς Φραώτου σοφίας ἀκοῦσαι ποθῶ, λέγεσθε γὰρ καὶ τῶν ἐκείνου λόγων ἀγάλματα ἀπὸ Ἰνδῶν ἄγειν.” ὁ μὲν δὴ Ἀπολλώνιος ἀρχὴν τοῦ λόγου τὰ ἐν Βαβυλῶνι ποιησάμενος διῄει πάντα, οἱ δὲ ἄσμενοι ἠκροῶντο ὑποκείμενοι τῷ λόγῳ. μεσημβρία δ’ ὡς ἐγένετο, διέλυσαν τὴν σπουδήν, τὸν γὰρ καιρὸν τοῦτον καὶ οἱ Γυμνοὶ πρὸς ἱεροῖς γίγνονται.

XV. Δειπνοῦντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτὸν ὁ Νεῖλος ἐφίσταται λαχάνοις ἅμα καὶ ἄρτοις καὶ τραγήμασι, τὰ μὲν αὐτὸς φέρων, τὰ δὲ ἕτεροι, καὶ μάλα ἀστείως “οἱ σοφοὶ” ἔφη “ξένια πέμπουσιν ὑμῖν τε κἀμοὶ ταῦτα, κἀγὼ γὰρ ξυσσιτήσω ὑμῖν οὐκ ἄκλητος, ὥς φασιν, ἀλλ’ ἐμαυτὸν καλῶν.” “ἡδὺ” εἶπεν ὁ Ἀπολλώνιος “ἀπάγεις, ὦ νεανία, ξένιον, σεαυτόν τε καὶ τὸ σεαυτοῦ ἦθος, ὃς ἀδόλως μὲν φιλοσοφοῦντι ἔοικας, ἀσπαζομένῳ δὲ τὰ Ἰνδῶν τε καὶ Πυθαγόρου. κατακλίνου δὴ ἐνταῦθα καὶ ξυσσίτει.” “κατάκειμαι,” ἔφη “σιτία δὲ οὐκ ἔσται σοι τοσαῦτα, ὡς ἐμπλῆσαί με.” “ἔοικας” εἶπεν “εὔσιτος εἶναι καὶ δεινὸς φαγεῖν.” “δεινότατος μὲν οὖν,” ἔφη “ὃς γὰρ τοσαύτην καὶ οὕτω λαμπρὰν δαῖτά σου παραθέντος οὔπω ἐμπέπλησμαι, διαλιπὼν δὲ ὀλίγον πάλιν ἐπισιτιούμενος ἥκω, τί φήσεις ἀλλ’ ἢ ἀκόρεστόν τε εἶναί με καὶ δεινῶς γάστριν;” “ἐμπίπλασο,” εἶπεν “ἀφορμαὶ δ’, ὁπόσαι λόγων, τὰς μὲν αὐτὸς παραδίδου, τὰς δὲ ἐγὼ δώσω.”   XVI. ἐπεὶ δ’ ἐδείπνησαν, “ἐγὼ” ἦ δ’ ὁ Νεῖλος “τὸν μὲν ἄλλον χρόνον ἐστρατευόμην ὁμοῦ τοῖς Γυμνοῖς οἷον ψιλοῖς τισιν ἢ σφενδονήταις ἐκείνοις ἐμαυτὸν ξυντάττων, νυνὶ δὲ ὁπλιτεύσω καὶ κοσμήσει με ἡ ἀσπὶς ἡ σή.” “ἀλλ’ οἶμαί σε,” εἶπεν “Αἰγύπτιε, παρὰ Θεσπεσίωνί τε καὶ τοῖς ἄλλοις ἕξειν αἰτίαν, ἐφ’ οἷς οὐδὲ ἐς ἔλεγχον ἡμῶν καταστὰς πλείω σὺ δ’ ἑτοιμότερον ἢ ξυγχωρεῖ βίου αἵρεσις ἐς τὰ ἡμέτερα ἤθη ἀφήσεις.” “οἶμαι,” ἔφη “εἰ δ’ αἰτία ἑλομένου ἔσται τις, τάχα καὶ μὴ ἑλομένου αἰτία, καὶ ἁλώσονται μᾶλλον ἅπερ ἐγὼ ἑλόμενοι· τὸ γὰρ πρεσβυτέρους ὁμοῦ καὶ σοφωτέρους ὄντας μὴ πάλαι ᾑρῆσθαι, ἅπερ ἐγὼ νῦν, δικαίαν αἰτίαν κατ’ ἐκείνων ἔχοι ἂν μᾶλλον οὕτω πλεονεκτοῦντας μὴ ἐς τὸ βέλτιον ἑλέσθαι, ὅ τι χρήσονται.” “οὐκ ἀγεννῆ μέν, ὦ νεανίσκε, λόγον εἴρηκας· ὅρα δέ, μὴ αὐτῷ τῷ οὕτω μὲν σοφίας, οὕτω δὲ ἡλικίας ἔχειν ἐκεῖνά γε ὀρθῶς ᾑρημένοι φαίνονται ταῦτά τε ξὺν εἰκότι λόγῳ παραιτούμενοι, σύ τε θρασυτέρου λόγου δοκῇς ἅπτεσθαι καθιστὰς μᾶλλον αὐτὸς ἢ ἐκείνοις ἑπόμενος.” ὑποστρέψας δὲ ὁ Αἰγύπτιος παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν “ἃ μὲν εἰκὸς ἦν” ἔφη “πρεσβυτέροις ὁμαρτεῖν νέον, οὐ παρεῖταί μοι, σοφίαν γὰρ ὁπότ’ ᾤμην εἶναι περὶ τοὺς ἄνδρας, ἣν οὐκ ἄλλοις τισὶν ἀνθρώπων ὑπάρχειν, προσεποίησα ἐμαυτὸν τούτοις, πρόφασις δέ μοι τῆς ὁρμῆς ἥδε ἐγένετο· ἔπλευσέ ποτε ὁ πατὴρ ἐς τὴν Ἐρυθρὰν ἑκών, ἦρχε δὲ ἄρα τῆς νεώς, ἣν Αἰγύπτιοι στέλλουσιν ἐς τὸ Ἰνδῶν ἔθνος, ἐπιμίξας δὲ τοῖς ἐπὶ θαλάττῃ Ἰνδοῖς διεκόμισε λόγους περὶ τῶν ἐκείνῃ σοφῶν ἀγχοῦ τούτων, οὓς πρὸς ἡμᾶς διῆλθες· ἀκούων δὲ αὐτοῦ καὶ τοιουτονί τινα λόγον, ὡς σοφώτατοι μὲν ἀνθρώπων Ἰνδοί, ἄποικοι δὲ Ἰνδῶν Αἰθίοπες, πατρῴζουσι δὲ οὗτοι τὴν σοφίαν καὶ πρὸς τὰ οἴκοι βλέπουσι, μειράκιον γενόμενος τὰ μὲν πατρῷα τοῖς βουλομένοις ἀφῆκα, γυμνὸς δὲ Γυμνοῖς ἐπεφοίτησα τούτοις, ὡς μαθησόμενος τὰ Ἰνδῶν ἢ ἀδελφά γε ἐκείνων, καί μοι ἐφαίνοντο σοφοὶ μέν, οὐ μὴν ἐκεῖνα, ἐμοῦ δ’ αὐτοὺς ἐρομένου, τοῦ χάριν οὐ τὰ Ἰνδῶν φιλοσοφοῦσιν, ἐκείνων μὲν ἐς διαβολὰς κατέστησαν παραπλησίως ταῖς πρὸς σὲ εἰρημέναις τήμερον, ἐμὲ δὲ νέον ἔτι, ὡς ὁρᾷς, ὄντα κατέλεξαν ἐς τὸ αὑτῶν κοινὸν δείσαντες, οἶμαι, μὴ ἀποπηδήσας αὐτῶν πλεύσαιμι ἐς τὴν Ἐρυθράν, ὥσπερ ποτὲ ὁ πατήρ, ὃ μὰ τοὺς θεοὺς οὐκ ἂν παρῆκα· προῆλθον γὰρ ἂν καὶ μέχρι τοῦ ὄχθου τῶν σοφῶν, εἰ μή σέ τις ἐνταῦθα θεῶν ἔστειλεν ἐμοὶ ἀρωγόν, ὡς μήτε τὴν Ἐρυθρὰν πλεύσας μήτε πρὸς τοὺς Κολπίτας παραβαλόμενος σοφίας Ἰνδικῆς γευσαίμην οὐ τήμερον βίου ποιησόμενος αἵρεσιν, ἀλλὰ πάλαι μὲν ᾑρημένος, ἃ δὲ ᾤμην ἕξειν, οὐκ ἔχων. τί γὰρ δεινόν, εἰ ὁτουδὴ ἁμαρτών τις ἐπάνεισιν ἐφ’ ὃ ἐθήρευεν; εἰ δὲ κἀκείνους ἐς τουτὶ μεταβιβάζοιμι καὶ γιγνοίμην αὐτοῖς ξύμβουλος ὧν ἐμαυτὸν πέπεικα, τί ἄν, εἰπέ μοι, θρασὺ πράττοιμι; οὔτε γὰρ ἡ νεότης ἀπελατέα τοῦ τι καὶ αὐτὴ βέλτιον ἐνθυμηθῆναι ἂν τοῦ γήρως, σοφίας τε ὅστις ἑτέρῳ γίγνεται ξύμβουλος, ἣν αὐτὸς ᾕρηται, διαφεύγει δήπου τὸ μὴ οὐχ ἃ πέπεισται πείθειν, τοῖς τε ἥκουσιν ἀγαθοῖς παρὰ τῆς τύχης ὅστις ἀπολαβὼν αὐτὰ χρῆται μόνος, ἀδικεῖ τἀγαθά, ἀφαιρεῖται γὰρ αὐτῶν τὸ πλείοσιν ἡδίω φαίνεσθαι.”   XVII. τοιαῦτα εἴραντος τοῦ Νείλου καὶ οὕτω νεανικὰ ὑπολαβὼν ὁ Ἀπολλώνιος “ὑπὲρ μισθοῦ δὲ” εἶπεν “οὐ διαλέξῃ μοι πρότερον σοφίας γε ἐρῶν τῆς ἐμῆς;” “διαλεγώμεθα” ἦ δ’ ὁ Νεῖλος “καὶ ὅ τι βούλει, αἴτει.” “αἰτῶ σε,” εἶπεν “ἃ μὲν αὐτὸς εἵλου, ᾑρῆσθαι, τοὺς δὲ Γυμνοὺς μὴ ἐνοχλεῖν ξυμβουλεύοντα ἃ μὴ πείσεις.” “πείσομαι” ἔφη “καὶ ὁμολογείσθω ὁ μισθός.” ταῦτα μὲν δὴ οὕτως ἐσπούδασαν, ἐρομένου δ’ αὐτὸν μετὰ ταῦτα τοῦ Νείλου, πόσου χρόνου διατρίψοι περὶ τοὺς Γυμνούς, “ὁπόσου” ἔφη “χρόνου ἀξία ἡ τῶνδε σοφία τῷ ξυνεσομένῳ σφίσιν, εἶτα ἐπὶ Καταδούπων τὴν ὁδὸν ποιησόμεθα τῶν πηγῶν ἕνεκα, χαρίεν γὰρ τὸ μὴ μόνον ἰδεῖν τὰς τοῦ Νείλου ἀρχάς, ἀλλὰ καὶ κελαδοῦντος αὐτοῦ ἀκοῦσαι.”

XVIII. Ὧδε διαλεχθέντες καί τινων Ἰνδικῶν μνημονεύσαντες ἐκάθευδον ἐν τῇ πόᾳ, ἅμα δὲ τῇ ἡμέρᾳ προσευξάμενοι τὰ εἰωθότα εἵποντο τῷ Νείλῳ παρὰ τὸν Θεσπεσίωνα αὐτοὺς ἄγοντι· προσειπόντες οὖν ἀλλήλους καὶ ξυνιζήσαντες ἐν τῷ ἄλσει διαλέξεως ἥπτοντο, ἦρχε δ’ αὐτῆς ὁ Ἀπολλώνιος· “ὡς μὲν γὰρ πολλοῦ” ἔφη “ἄξιον τὸ μὴ κρύπτειν σοφίαν, δηλοῦσιν οἱ χθὲς λόγοι· διδαξαμένων γάρ με Ἰνδῶν, ὁπόσα τῆς ἐκείνων σοφίας ᾤμην προσήκειν ἐμοί, μέμνημαί τε τῶν ἐμαυτοῦ διδασκάλων καὶ περίειμι διδάσκων, ἃ ἐκείνων ἤκουσα, καὶ ὑμῖν δ’ ἂν ἐν κέρδει γενοίμην, εἴ με καὶ τὴν ὑμετέραν σοφίαν εἰδότα πέμποιτε, οὐ γὰρ ἂν παυσαίμην Ἕλλησί τε διιὼν τὰ ὑμέτερα καὶ Ἰνδοῖς γράφων.”   XIX. “ἐρώτα,” ἔφασαν “ἕπεται γάρ που ἐρωτήσει λόγος.” καὶ ὁ Ἀπολλώνιος “περὶ θεῶν” εἶπεν “ὑμᾶς ἐρήσομαι πρῶτον, τί μαθόντες ἄτοπα καὶ γελοῖα θεῶν εἴδη παραδεδώκατε τοῖς δεῦρο ἀνθρώποις πλὴν ὀλίγων· ὀλίγων γάρ; πάνυ μέντοι ὀλίγων, ἃ σοφῶς καὶ θεοειδῶς ἵδρυται, τὰ λοιπὰ δ’ ὑμῶν ἱερὰ ζῴων ἀλόγων καὶ ἀδόξων τιμαὶ μᾶλλον ἢ θεῶν φαίνονται.” δυσχεράνας δὲ ὁ Θεσπεσίων “τὰ δὲ παρ’ ὑμῖν” εἶπεν “ἀγάλματα πῶς ἱδρῦσθαι φήσεις;” “ὥς γε” ἔφη “κάλλιστόν τε καὶ θεοφιλέστατον δημιουργεῖν θεούς.” “τὸν Δία που λέγεις” εἶπε “τὸν ἐν τῇ Ὀλυμπίᾳ καὶ τὸ τῆς Ἀθηνᾶς ἕδος καὶ τὸ τῆς Κνιδίας τε καὶ τὸ τῆς Ἀργείας καὶ ὁπόσα ὧδε καλὰ καὶ μεστὰ ὥρας.” “οὐ μόνον” ἔφη “ταῦτα, ἀλλὰ καὶ καθάπαξ τὴν μὲν παρὰ τοῖς ἄλλοις ἀγαλματοποιίαν ἅπτεσθαί φημι τοῦ προσήκοντος, ὑμᾶς δὲ καταγελᾶν τοῦ θείου μᾶλλον ἢ νομίζειν αὐτό.” “οἱ Φειδίαι δὲ” εἶπε “καὶ οἱ Πραξιτέλεις μῶν ἀνελθόντες ἐς οὐρανὸν καὶ ἀπομαξάμενοι τὰ τῶν θεῶν εἴδη τέχνην αὐτὰ ἐποιοῦντο, ἢ ἕτερόν τι ἦν, ὃ ἐφίστη αὐτοὺς τῷ πλάττειν;” “ἕτερον” ἔφη “καὶ μεστόν γε σοφίας πρᾶγμα.” “ποῖον;” εἶπεν “οὐ γὰρ ἄν τι παρὰ τὴν μίμησιν εἴποις.” “φαντασία” ἔφη “ταῦτα εἰργάσατο σοφωτέρα μιμήσεως δημιουργός· μίμησις μὲν γὰρ δημιουργήσει, ὃ εἶδεν, φαντασία δὲ καὶ ὃ μὴ εἶδεν, ὑποθήσεται γὰρ αὐτὸ πρὸς τὴν ἀναφορὰν τοῦ ὄντος, καὶ μίμησιν μὲν πολλάκις ἐκκρούει ἔκπληξις, φαντασίαν δὲ οὐδέν, χωρεῖ γὰρ ἀνέκπληκτος πρὸς ὃ αὐτὴ ὑπέθετο. δεῖ δέ που Διὸς μὲν ἐνθυμηθέντα εἶδος ὁρᾶν αὐτὸν ξὺν οὐρανῷ καὶ ὥραις καὶ ἄστροις, ὥσπερ ὁ Φειδίας τότε ὥρμησεν, Ἀθηνᾶν δὲ δημιουργήσειν μέλλοντα στρατόπεδα ἐννοεῖν καὶ μῆτιν καὶ τέχνας καὶ ὡς Διὸς αὐτοῦ ἀνέθορεν. εἰ δὲ ἱέρακα ἢ γλαῦκα ἢ λύκον ἢ κύνα ἐργασάμενος ἐς τὰ ἱερὰ φέροις ἀντὶ Ἑρμοῦ τε καὶ Ἀθηνᾶς καὶ Ἀπόλλωνος, τὰ μὲν θηρία καὶ τὰ ὄρνεα ζηλωτὰ δόξει τῶν εἰκόνων, οἱ δὲ θεοὶ παραπολὺ τῆς αὑτῶν δόξης ἑστήξουσιν.” “ἔοικας” εἶπεν “ἀβασανίστως ἐξετάζειν τὰ ἡμέτερα· σοφὸν γάρ, εἴπερ τι Αἰγυπτίων, καὶ τὸ μὴ θρασύνεσθαι ἐς τὰ τῶν θεῶν εἴδη, ξυμβολικὰ δὲ αὐτὰ ποιεῖσθαι καὶ ὑπονοούμενα, καὶ γὰρ ἂν καὶ σεμνότερα οὕτω φαίνοιτο.” γελάσας οὖν ὁ Ἀπολλώνιος “ὦ ἄνθρωποι,” ἔφη “μεγάλα ὑμῖν ἀπολέλαυται τῆς Αἰγυπτίων τε καὶ Αἰθιόπων σοφίας, εἰ σεμνότερον ὑμῶν καὶ θεοειδέστερον κύων δόξει καὶ ἶβις καὶ τράγος, ταῦτα γὰρ Θεσπεσίωνος ἀκούω τοῦ σοφοῦ. σεμνὸν δὲ δὴ ἢ ἔμφοβον τί ἐν τούτοις; τοὺς γὰρ ἐπιόρκους καὶ τοὺς ἱεροσύλους καὶ τὰ βωμολόχα ἔθνη καταφρονεῖν τῶν τοιούτων ἱερῶν εἰκὸς μᾶλλον ἢ δεδιέναι αὐτά, εἰ δὲ σεμνότερα ταῦτα ὑπονοούμενα, πολλῷ σεμνότερον ἂν ἔπραττον οἱ θεοὶ κατ’ Αἴγυπτον, εἰ μὴ ἵδρυτό τι αὐτῶν ἄγαλμα, ἀλλ’ ἕτερον τρόπον σοφώτερόν τε καὶ ἀποῤῥητότερον τῇ θεολογίᾳ ἐχρῆσθε· ἦν γάρ που νεὼς μὲν αὐτοῖς ἐξοικοδομῆσαι καὶ βωμοὺς ὁρίζειν καὶ ἃ χρὴ θύειν καὶ ἃ μὴ χρὴ καὶ ὁπηνίκα καὶ ἐφ’ ὅσον καὶ ὅ τι λέγοντας ἢ δρῶντας, ἄγαλμα δὲ μὴ ἐσφέρειν, ἀλλὰ τὰ εἴδη τῶν θεῶν καταλείπειν τοῖς τὰ ἱερὰ ἐσφοιτῶσιν, ἀναγράφει γάρ τι ἡ γνώμη καὶ ἀνατυποῦται δημιουργίας κρεῖττον, ὑμεῖς δὲ ἀφῄρησθε τοὺς θεοὺς καὶ τὸ ὁρᾶσθαι καλῶς καὶ τὸ ὑπονοεῖσθαι.” πρὸς ταῦτα ὁ Θεσπεσίων, “ἐγένετό τις” ἔφη “Σωκράτης Ἀθηναῖος ἀνόητος, ὥσπερ ἡμεῖς, γέρων, ὃς τὸν κύνα καὶ τὸν χῆνα καὶ τὴν πλάτανον θεούς τε ἡγεῖτο καὶ ὤμνυ.” “οὐκ ἀνόητος,” εἶπεν “ἀλλὰ θεῖος καὶ ἀτεχνῶς σοφός, ὤμνυ γὰρ ταῦτα οὐχ’ ὡς θεούς, ἀλλ’ ἵνα μὴ θεοὺς ὀμνύοι.”   XX. μετὰ ταῦτα ὁ Θεσπεσίων ὥσπερ μεθιστάμενος τουτουὶ τοῦ λόγου ἤρετο τὸν Ἀπολλώνιον περὶ τῆς Λακωνικῆς μάστιγος καὶ εἰ δημοσίᾳ οἱ Λακεδαιμόνιοι παίονται· “τὰς ἐξ ἀνθρώπων γε,” εἶπεν “ὦ Θεσπεσίων, αὐτοὶ μάλιστα οἱ ἐλευθέριοι τε καὶ εὐδόκιμοι.” “τοὺς δὲ οἰκέτας ἀδικοῦντας τί” ἔφη “ἐργάζονται;” οὐκέτ’ ἀποκτείνουσιν, εἶπεν “ὡς ξυνεχώρει ποτὲ ὁ Λυκοῦργος, ἀλλ’ ἡ αὐτὴ καὶ ἐπ’ ἐκείνους μάστιξ.” “ἡ δὲ Ἑλλὰς πῶς” ἔφη “περὶ αὐτῶν γιγνώσκει;” “ξυνίασιν,” εἶπεν “ὥσπερ ἐς τὰ Ὑακίνθια καὶ τὰς Γυμνοπαιδιάς, θεασόμενοι ξὺν ἡδονῇ τε καὶ ὁρμῇ πάσῃ.” “εἶτ’ οὐκ αἰσχύνονται” ἔφη “οἱ χρηστοὶ Ἕλληνες ἢ τοὺς αὑτῶν ποτε ἄρξαντας ὁρῶντες μαστιγουμένους ἐς τὸ κοινόν, ἢ ἀρχθέντες ὑπ’ ἀνθρώπων, οἳ μαστιγοῦνται δημοσίᾳ; σὺ δὲ πῶς οὐ διωρθώσω ταῦτα; φασὶ γάρ σε καὶ Λακεδαιμονίων ἐπιμεληθῆναι.” “ἅ γε” εἶπε “δυνατὸν διορθοῦσθαι, ξυνεβούλευον μὲν ἐγώ, προθύμως δ’ ἐκεῖνοι ἔπραττον, ἐλευθεριώτατοι μὲν γὰρ τῶν Ἑλλήνων εἰσί, μόνοι δ’ ὑπήκοοι τοῦ εὖ ξυμβουλεύοντος, τὸ δὲ τῶν μαστίγων ἔθος τῇ Ἀρτέμιδι τῇ ἀπὸ Σκυθῶν δρᾶται χρησμῶν, φασιν, ἐξηγουμένων ταῦτα· θεοῖς δ’ ἀντινομεῖν μανία, οἶμαι.” “οὐ σοφούς, Ἀπολλώνιε,” ἔφη “τοὺς τῶν Ἑλλήνων θεοὺς εἴρηκας, εἰ μαστίγων ἐγίγνοντο ξύμβουλοι τοῖς τὴν ἐλευθερίαν ἀσκοῦσιν.” “οὐ μαστίγων,” εἶπεν “ἀλλὰ τοῦ αἵματι ἀνθρώπων τὸν βωμὸν ῥαίνειν, ἐπειδὴ καὶ παρὰ Σκύθαις τούτων ἠξιοῦτο, σοφισάμενοι δὲ οἱ Λακεδαιμόνιοι τὸ ἀπαραίτητον τῆς θυσίας ἐπὶ τὸν τῆς καρτερίας ἀγῶνα ἥκουσιν, ἀφ’ ἧς ἐστι μήτε ἀποθνήσκειν καὶ ἀπάρχεσθαι τῇ θεῷ τοῦ σφῶν αἵματος.” “διὰ τί οὖν” ἔφη “τοὺς ξένους οὐ καταθύουσι τῇ Ἀρτέμιδι, καθάπερ ἐδικαίουν ποτὲ οἱ Σκύθαι;” “ὅτι” εἶπεν “οὐδενὶ Ἑλλήνων πρὸς τρόπου βάρβαρα ἐξασκεῖν ἤθη.” “καὶ μὴν καὶ φιλανθρωπότεροι ἐδόκουν ἂν ἕνα που καὶ δύο θύοντες ἢ ξενηλασίᾳ χρώμενοι ἐς πάντας.” “μὴ καθαπτώμεθα,” εἶπεν “ὦ Θεσπεσίων, τοῦ Λυκούργου, χρὴ γὰρ ξυνιέναι τοῦ ἀνδρὸς καὶ ὅτι τὸ μὴ ἐνδιατρίβειν ἐᾶν τοὺς ξένους οὐκ ἀμιξίας αὐτῷ νοῦν εἶχεν, ἀλλὰ τοῦ ὑγιαίνειν τὰς ἐπιτηδεύσεις μὴ ἐνομιλούντων τῇ Σπάρτῃ τῶν ἔξωθεν.” “ἐγὼ δὲ ἄνδρας” ἔφη “Σπαρτιάτας ἡγούμην ἄν, οἷοι δοκεῖν ἀξιοῦσιν, εἰ συνδιαιτώμενοι τοῖς ξένοις μὴ μεθίσταντο τῶν οἴκοι, οὐ γὰρ τῷ ἀπόντων, ἀλλὰ καὶ τῷ παρόντων ὁμοίους ὁρᾶσθαι ἔδει, οἶμαι, τὰς ἀρετὰς κτᾶσθαι. οἱ δὲ καίτοι ξενηλασίαις χρώμενοι διεφθάρησαν τὰς ἐπιτηδεύσεις καὶ οἷς μάλιστα τῶν Ἑλλήνων ἀπήχθοντο, τούτοις ὅμοια πράττειν ἔδοξαν. τὰ γοῦν περὶ τὴν θάλατταν καὶ αἱ μετὰ ταῦτα ἐπιτάξεις τῶν φόρων ἀττικώτερον αὐτοῖς ἐβουλεύθη, καὶ ὑπὲρ ὧν πολεμητέα πρὸς Ἀθηναίους ᾤοντο αὐτοῖς εἶναι, ταῦτ’ ἐς τὸ καὶ αὐτοὶ δρᾶν κατέστησαν τὰ μὲν πολέμια τοὺς Ἀθηναίους νικῶντες, ὧν δὲ ἐκείνοις ἐπιτηδεύειν ἔδοξεν ἡττώμενοι. καὶ αὐτὸ δὲ τὸ τὴν ἐκ Ταύρων τε καὶ Σκυθῶν ἐσάγεσθαι δαίμονα ξένα ἦν νομιζόντων. εἰ δὲ χρησμῶν ταῦτα, τί ἔδει μάστιγος; τί δὲ καρτερίαν ἀνδραποδώδη πλάττεσθαι; λακωνικώτερον πρὸς θανάτου ῥώμην ἐκεῖνο ἦν, οἶμαι, Σπαρτιάτην ἔφηβον ἑκόντα ἐπὶ τοῦ βωμοῦ θύεσθαι. τουτὶ γὰρ (ἂν) τὴν μὲν Σπάρτην εὐψυχοτέρους ἐδείκνυε, τὴν δὲ Ἑλλάδα ἀπῆγε τοῦ μὴ ἐς ἀντίπαλα αὐτοῖς ἀντικαθίστασθαι. εἰ δὲ ἐς τὰ πολέμια φείδεσθαι τῶν νέων εἰκὸς ἦν, ἀλλ’ ὅ γε νόμος ὁ παρὰ Σκύθαις ἐπὶ τοῖς ἑξηκοντούταις κείμενος οἰκειότερος ἦν Λακεδαιμονίοις ἐπιτηδεύειν ἢ Σκύθαις, εἰ τὸν θάνατον ἀτεχνῶς, ἀλλὰ μὴ κόμπου ἕνεκα ἐπαινοῦσι. ταῦτα οὐ πρὸς Λακεδαιμονίους εἴρηταί μοι, πρὸς δὲ σέ, Ἀπολλώνιε· εἰ γὰρ τὰ παλαιὰ νόμιμα καὶ πολιώτερα ἢ γιγνώσκειν αὐτὰ πικρῶς ἐξετάζοιμεν ἐς ἔλεγχον καθιστάμενοι τοῦ θείου, διότι αὐτοῖς χαίρουσι, πολλοὶ καὶ ἄτοποι λόγοι τῆς τοιᾶσδε φιλοσοφίας ἀναφύσονται, καὶ γὰρ ἂν καὶ τῆς Ἐλευσῖνι τελετῆς ἐπιλαβοίμεθα, διότι τό, ἀλλὰ μὴ τό, καὶ ὧν Σαμόθρᾳκες τελοῦσιν, ἐπεὶ μὴ τὸ δεῖνα, τὸ δεῖνα δὲ αὐτοῖς δρᾶται, καὶ Διονυσίων καὶ φαλλοῦ καὶ τοῦ ἐν Κυλλήνῃ εἴδους καὶ οὐκ ἂν φθάνοιμεν συκοφαντοῦντες πάντα. ἴωμεν οὖν ἐφ’ ὅ τι βούλει ἕτερον, τιμῶντες καὶ τὸν Πυθαγόρου λόγον ἡμεδαπὸν ὄντα· καλὸν γάρ, εἰ καὶ μὴ περὶ πάντων, ἀλλ’ ὑπέρ γε τῶν τοιούτων σιωπᾶν.” ὑπολαβὼν δ’ ὁ Ἀπολλώνιος “εἰ σπουδάσαι,” εἶπεν “ὦ Θεσπεσίων, ἐβούλου τὸν λόγον, πολλὰ ἄν σοι καὶ γενναῖα ἔδοξεν ἡ Λακεδαίμων λέγειν ὑπὲρ ὧν ὑγιῶς τε καὶ παρὰ πάντας ἐπιτηδεύει τοὺς Ἕλληνας, ἐπεὶ δὲ οὕτως ἀποσπουδάζεις αὐτόν, ὡς μηδὲ ὅσιον ἡγεῖσθαι τὸ ὑπὲρ τοιούτων λέγειν, ἴωμεν ἐφ’ ἕτερον λόγον πολλοῦ ἄξιον, ὡς ἐμαυτὸν πείθω· περὶ δικαιοσύνης γάρ τι ἐρήσομαι.”   XXI. “ἁπτώμεθα” ὁ Θεσπεσίων ἔφη “τοῦ λόγου, προσήκων γὰρ σοφοῖς τε καὶ μὴ σοφοῖς. ἀλλ’ ἵνα μὴ τὰς Ἰνδῶν δόξας ἐνείροντες ξυγχέωμεν αὐτὸν καὶ ἀπέλθωμεν ἄπρακτοι τοῦ λόγου, πρῶτον εἰπὲ τὰ περὶ δικαιοσύνης Ἰνδοῖς δόξαντα, εἰκὸς γὰρ βεβασανίσθαι σοι ἐκεῖ ταῦτα, κἂν μὲν ἡ δόξα ὀρθῶς ἔχῃ, ξυνθησόμεθα, εἰ δ’ αὐτοί τι σοφώτερον εἴποιμεν, ξυντίθεσθε, δικαιοσύνης γὰρ καὶ τοῦτο.” “ἄριστα,” εἶπεν “ὦ Θεσπεσίων, καὶ ὡς ἐμοὶ ἥδιστα εἴρηκας· ἄκουε δὴ τῶν ἐκεῖ σπουδασθέντων· διῄειν πρὸς αὐτοὺς ἐγώ, κυβερνήτης ὡς γενοίμην μεγάλης νεώς, ὁπόθ’ ἡ ψυχὴ σώματος ἑτέρου ἐπεμέλετο, καὶ δικαιότατον ἡγοίμην ἐμαυτόν, ἐπειδὴ λῃσταὶ μὲν ἐμισθοῦντό με προδοῦναι τὴν ναῦν καθορμισάμενον οἷ λοχήσειν αὐτὴν ἔμελλον, δι’ ἃ ἦγεν, ἐγὼ δὲ ἐπαγγειλαίμην μὲν ταῦτα, ὡς μὴ ἐπίθοιντο ἡμῖν, παραπλεύσαιμι δ’ αὐτοὺς καὶ ὑπεράραιμι τοῦ χωρίου.” “ξυνέθεντο δ’” ἦ δ’ ὁ Θεσπεσίων “δικαιοσύνην εἶναι Ἰνδοὶ ταῦτα;” “κατεγέλασαν μὲν οὖν,” εἶπε “μὴ γὰρ εἶναι δικαιοσύνην τὸ μὴ ἀδικεῖν.” “ὑγιῶς” ἔφη “ἀπέδοξε τοῖς Ἰνδοῖς, οὔτε γὰρ φρόνησις τὸ μὴ ἀνοήτως τι ἐνθυμεῖσθαι, οὔτε ἀνδρεία τὸ μὴ λείπειν τὴν τάξιν, οὔτε σωφροσύνη τὸ μὴ ἐς τὰ τῶν μοιχῶν ἐκπίπτειν, οὔτε ἄξιον ἐπαίνου τὸ μὴ κακὸν φαίνεσθαι· πᾶν γάρ, ὃ τιμῆς τε καὶ τιμωρίας ἴσον ἀφέστηκεν, οὔπω ἀρετή.” “πῶς οὖν, ὦ Θεσπεσίων,” εἶπε “στεφανώσομεν τὸν δίκαιον, ἢ τί πράττοντα;” “ἀνελλιπέστερον” ἔφη “καὶ προσφορώτερον ἂν ὑπὲρ δικαιοσύνης ἐσπουδάσατε, ἢ ὁπότε βασιλεὺς τοσῆσδέ τε καὶ οὕτως εὐδαίμονος χώρας ἄρχων ἐπέστη φιλοσοφοῦσιν ὑμῖν ὑπὲρ τοῦ βασιλεύειν, δικαιοτάτου κτήματος;” “εἰ ὁ Φραώτης” εἶπεν “ὁ ἀφικόμενος ἦν, ὀρθῶς ἂν ἐμέμφου τὸ μὴ ὑπὲρ δικαιοσύνης ἐπ’ αὐτοῦ σπουδάσαι, ἐπεὶ δὲ εἶδες τὸν ἄνθρωπον ἐν οἷς χθὲς ὑπὲρ αὐτοῦ διῄειν μεθύοντα καὶ ἀχθόμενον φιλοσοφίᾳ πάσῃ, τί ἔδει παρέχειν ὄχλον; τί δ’ αὐτοὺς ἔχειν φιλοτιμουμένους ἐπ’ ἀνθρώπου σύβαριν ἡγουμένου πάντα; ἀλλ’ ἐπεὶ σοφοῖς ἀνδράσιν, ὥσπερ ἡμῖν, ἰχνευτέα ἡ δικαιοσύνη μᾶλλον ἢ βασιλεῦσί τε καὶ στρατηγοῖς, ἴωμεν ἐπὶ τὸν ἀτεχνῶς δίκαιον. ὃ γὰρ ἐμαυτόν τε ἡγούμην, ὁπότε ἡ ναῦς, ἑτέρους τε, οἳ μὴ ἀδίκων ἅπτονται, οὔπω δικαίους φατέ, οὐδ’ ἀξίους τιμᾶσθαι.” “καὶ εἰκότως” εἶπεν “οὐδὲ γὰρ ἂν Ἀθηναίοις ποτὲ ἢ Λακεδαιμονίοις ἐγράφη γνώμη τὸν δεῖνα στεφανοῦν, ἐπεὶ μὴ τῶν ἡταιρηκότων ἐστίν, ἢ τὸν δεῖνα ποιεῖσθαι πολίτην, ἐπεὶ μὴ τὰ ἱερὰ ὑπ’ αὐτοῦ συλᾶται. τίς οὖν ὁ δίκαιος καὶ ὁ τί πράττων; οὐδὲ γὰρ ἐπὶ δικαιοσύνῃ τινὰ στεφανωθέντα οἶδα, οὐδὲ γνώμην ἐπ’ ἀνδρὶ δικαίῳ γραφεῖσαν, ὡς τὸν δεῖνα χρὴ στεφανοῦν, ἐπειδὴ τὸ δεῖνα πράττων δίκαιος φαίνεται, τὰ μὲν γὰρ Παλαμήδους ἐνθυμηθέντι τὰ ἐν Τροίᾳ καὶ τὰ Σωκράτους τὰ Ἀθήνησιν οὐδ’ εὐτυχεῖν ἡ δικαιοσύνη δόξει παρὰ τοῖς ἀνθρώποις, ἀδικώτατα γὰρ δὴ οἵδε ἔπαθον δικαιότατοι ὄντες. πλὴν ἀλλ’ οὗτοι μὲν ἐπὶ δόξῃ ἀδικημάτων ἀπώλοντο ψήφου παρὰ τὸ εὐθὺ ἐνεχθείσης, Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ αὐτή ποτε ἡ δικαιοσύνη ἀπώλλυ καὶ ἀνὴρ τοιόσδε ἐπὶ τοιᾷδε ἀρετῇ φεύγων ᾤχετο. καὶ ὡς μὲν γελοία ἡ δικαιοσύνη δόξει, γιγνώσκω, τεταγμένη γὰρ ὑπὸ Διός τε καὶ Μοιρῶν ἐς τὸ μὴ ἀδικεῖσθαι τοὺς ἀνθρώπους οὐδαμοῦ ἑαυτὴν ἐς τὸ μὴ αὐτὴ ἀδικεῖσθαι τάττει. ἐμοὶ δὲ ἀπόχρη τὰ τοῦ Ἀριστείδου ἐς τὸ δηλῶσαι, τίς μὲν ὁ μὴ ἄδικος, τίς δὲ ὁ δίκαιος· εἰπὲ γάρ μοι, οὐχ οὗτος Ἀριστείδης ἐκεῖνος, ὅν φατε ὑμεῖς οἱ ἀπὸ Ἑλλήνων ἥκοντες πλεύσαντα ἐς τὰς νήσους ὑπὲρ τῶν φόρων ξυμμέτρους τε αὐτοὺς τάξαι καὶ ξὺν τῷ αὐτῷ ἐπανελθεῖν τρίβωνι;” “οὗτος,” εἶπε “δι’ ὃν καὶ πενίας ἔρως ποτὲ ἤνθησεν.” “εἰ οὖν,” ἔφη “δύο Ἀθήνησι δημαγωγοὶ γενοίσθην ἐπαινοῦντες τὸν Ἀριστείδην ἄρτι ἐκ τῆς ξυμμαχίδος ἥκοντα, καὶ ὁ μὲν γράφοι στεφανοῦν αὐτόν, ἐπειδὴ μὴ πλουτῶν ἀφῖκται μηδὲ βίον ἑαυτῷ ξυνειλοχὼς μηδένα, ἀλλὰ πενέστατος μὲν Ἀθηναίων, πενέστερος δὲ ἑαυτοῦ, ὁ δ’ αὖ τοιουτονί τι γράφοι ψήφισμα· ἐπειδὴ Ἀριστείδης οὐχ’ ὑπὲρ τὸ δυνατὸν τῶν ξυμμάχων τάξας τοὺς φόρους, ἀλλ’ ὡς ἕκαστοι γῆς ἔχουσι, τῆς τε ὁμονοίας αὐτῶν ἐπεμελήθη τῆς πρὸς Ἀθηναίους καὶ τοῦ μὴ ἀχθομένους δοκεῖν φέρειν ταῦτα, δεδόχθω στεφανοῦν αὐτὸν ἐπὶ δικαιοσύνῃ, ἆρ’ οὐκ ἄν σοι δοκεῖ τῇ μὲν προτέρᾳ γνώμῃ κἂν ἀντειπεῖν αὐτός, ὡς οὐκ ἀξίᾳ τῶν ἑαυτῷ βεβιωμένων, εἰ ἐφ’ οἷς οὐκ ἀδικεῖ τιμῷτο, τὴν δ’ ἴσως ἂν καὶ αὐτὸς ἐπαινέσαι, στοχαζομένην ὧν διενοήθη; βλέψας γάρ που ἐς τὸ Ἀθηναίων τε καὶ τῶν ὑπηκόων ξυμφέρον ἐπεμελήθη τῆς ξυμμετρίας τῶν φόρων καὶ τοῦτο μετὰ τὸν Ἀριστείδην ἐδείχθη μᾶλλον· ἐπειδὴ γὰρ παραβάντες Ἀθηναῖοι τοὺς ἐκείνῳ δόξαντας βαρυτέρους ἐπέγραψαν ταῖς νήσοις, διεσπάσθη μὲν αὐτοῖς ἡ ναυτικὴ δύναμις, ᾗ μάλιστα φοβεροὶ ἦσαν, παρῆλθε δὲ ἡ Λακεδαιμονίων ἐς τὴν θάλατταν, ξυνέμεινε δὲ τῆς δυνάμεως οὐδέν, ἀλλ’ ἅπαν τὸ ὑπήκοον ἐς νεώτερα ὥρμησε καὶ ἀποστροφῆς ἥψατο. δίκαιος οὖν, ὦ Ἀπολλώνιε, κατὰ τὸν εὐθὺν λόγον οὐχ ὁ μὴ ἄδικος, ἀλλ’ ὁ δίκαια μὲν αὐτὸς πράττων, καθιστὰς δὲ καὶ ἑτέρους ἐς τὸ μὴ ἀδικεῖν, καὶ φύσονται τῆς τοιαύτης δικαιοσύνης καὶ ἄλλαι μὲν ἀρεταί, μάλιστα δὲ ἡ δικαστική τε καὶ ἡ νομοθετική. δικάσει μὲν γὰρ τοιόσδε πολλῷ δικαιότερον ἢ οἱ κατὰ τῶν τομίων ὀμνύντες, νομοθετήσει δέ, ὥσπερ οἱ Σόλωνές τε καὶ οἱ Λυκοῦργοι, καὶ γὰρ δὴ κἀκείνοις τοῦ γράψαι νόμους δικαιοσύνη ἦρξεν.”

XXII. Τοσαῦτα ὁ Δάμις διαλεχθῆναί φησιν αὐτοὺς ὑπὲρ ἀνδρὸς δικαίου, καὶ τὸν Ἀπολλώνιον ξυμφῆσαι τῷ λόγῳ, τοῖς γὰρ ὑγιῶς λεγομένοις ξυμβαίνειν. φιλοσοφήσαντες δὲ καὶ περὶ ψυχῆς, ὡς ἀθάνατος εἴη, καὶ περὶ φύσεως παραπλήσια ταῖς Πλάτωνος [ἐν Τιμαίῳ] δόξαις, περί τε τῶν παρ’ Ἕλλησι νόμων πλείω διαλεχθέντες “ἐμοὶ” εἶπεν ὁ Ἀπολλώνιος “ἡ δεῦρο ὁδὸς ὑμῶν τε ἕνεκα καὶ τῶν τοῦ Νείλου πηγῶν ἐγένετο, ἃς μέχρι μὲν Αἰγύπτου προελθόντι ξυγγνώμη ἀγνοῆσαι, προχωρήσαντι δὲ ἐπ’ Αἰθιοπίαν, ὃν ἐγὼ τρόπον, κἂν ὄνειδος φέροι τὸ παρελθεῖν αὐτὰς καὶ μὴ ἀρύσασθαί τινας αὐτῶν λόγους.” “ἴθι χαίρων” ἔφη “καὶ ὅ τι σοι φίλον, εὔχου ταῖς πηγαῖς, θεῖαι γάρ. ἡγεμόνα δὲ οἶμαι ποιήσῃ τὸν πάλαι Ναυκρατίτην, νῦν δὲ Μεμφίτην, Τιμασίωνα, τῶν τε γὰρ πηγῶν ἐθὰς οὗτος καὶ οὕτω τι καθαρός, ὡς μὴ δεῖσθαι τοῦ ῥαίνεσθαι. σοὶ δέ, ὦ Νεῖλε, βουλόμεθα ἐφ’ ἑαυτῶν διαλεχθῆναί τι.” ὁ μὲν δὴ νοῦς τῶν λόγων οὐκ ἀφανὴς ἦν τῷ Ἀπολλωνίῳ, ξυνίει γὰρ αὐτῶν δυσχερῶς διακειμένων, ἐπειδὴ ἤρα αὐτοῦ ὁ Νεῖλος, ἐξιστάμενος δὲ αὐτοῖς τῆς διαλέξεως ἀπῄει συσκευασόμενος, ὡς ἐξελῶν ἅμα τῇ ἕῳ, μετ’ οὐ πολὺ δὲ ἥκων ὁ Νεῖλος, ἀπήγγειλε μὲν οὐδὲν ὧν ἤκουσεν, ἐφ’ ἑαυτοῦ δὲ θαμὰ ἐγέλα· ἠρώτα δ’ οὐδεὶς ὑπὲρ τοῦ γέλωτος, ἀλλ’ ἐφείδοντο τοῦ ἀποῤῥήτου.

XXIII. Τότε μὲν δὴ δειπνήσαντες καὶ διαλεχθέντες οὐχ ὑπὲρ μεγάλων αὐτοῦ ἐκοιμήθησαν, ἅμα δὲ τῇ ἡμέρᾳ τοὺς Γυμνοὺς προσειπόντες ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες λόγου ἄξια· οἱ Κατάδουποι γεώδη ὄρη καὶ παραπλήσια τῷ Λυδῶν Τμώλῳ, κατάῤῥους δὲ ἀπ’ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταῤῥηγνυμένου τῶν ὀρῶν καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι, καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν.   XXIV. προϊόντι δὲ τῷ Ἀπολλωνίῳ καὶ τοῖς ἀμφ’ αὐτὸν μαστοὶ ὀρῶν ἐφαίνοντο παρεχόμενοι δένδρα, ὧν Αἰθίοπες τὰ φύλλα καὶ τὸν φλοιὸν καὶ τὸ δάκρυον καρπὸν ἡγοῦνται, ἑώρων δὲ καὶ λέοντας ἀγχοῦ τῆς ὁδοῦ καὶ παρδάλεις καὶ τοιαῦτα θηρία ἕτερα, καὶ ἐπῄει οὐδὲν αὐτοῖς, ἀλλ’ ἀπεπήδα σφῶν, ὥσπερ ἐκπεπληγμένα τοὺς ἀνθρώπους, ἔλαφοι δὲ καὶ δορκάδες καὶ στρουθοὶ καὶ ὄνοι πολλὰ μὲν καὶ ταῦτα ἑωρᾶτο, πλεῖστα δὲ οἱ βόαγροί τε καὶ οἱ βούτραγοι· ξύγκειται δὲ τὰ θηρία ταῦτα τὸ μὲν ἐλάφου τε καὶ ταύρου, τὸ δὲ ἀφ’ ὧνπερ τὴν ἐπωνυμίαν ᾕρηκε. καὶ ὀστοῖς δὲ τούτων ἐνετύγχανον καὶ ἡμιβρώτοις σώμασιν, οἱ γὰρ λέοντες, ἐπειδὰν θερμῆς τῆς θήρας ἐμφορηθῶσιν, ἀτιμάζουσιν αὐτῆς τὰ περιττά, πιστεύοντες, οἶμαι, τῷ καὶ αὖθις θηράσειν.   XXV. ἐνταῦθα νομάδες οἰκοῦσιν Αἰθίοπες ἐφ’ ἁμαξῶν πεπολισμένοι, καὶ πλησίον τούτων οἱ τοὺς ἐλέφαντας θηρῶντες, κατακόπτοντες δὲ αὐτοὺς ποιοῦνται ἀγοράν, ὅθεν ἐπώνυμοί εἰσι τῆς τῶν ἐλεφάντων πράσεως. Νασαμῶνες δὲ καὶ Ἀνδροφάγοι καὶ Πυγμαῖοι καὶ Σκιάποδες ἔθνη μὲν Αἰθιόπων καὶ οἵδε, καθήκουσι δὲ ἐς τὸν Αἰθίοπα Ὠκεανόν, ὃν μόνον ἐσπλέουσιν οἱ ἀπενεχθέντες ἄκοντες.

XXVI. Διαλεγομένους δὲ ὑπὲρ τῶν θηρίων τοὺς ἄνδρας καὶ φιλοσοφοῦντας ὑπὲρ τῆς φύσεως ἄλλο ἄλλως βοσκούσης ἠχὼ προσέβαλεν οἷον βροντῆς οὔπω σκληρᾶς, ἀλλὰ κοίλης ἔτι καὶ ἐν τῷ νέφει. καὶ ὁ Τιμασίων “ἐγγὺς” ἔφη “ὁ καταῤῥάκτης, ὦ ἄνδρες, ὁ κατιόντων μὲν ὕστατος, ἀνιόντων δὲ πρῶτος.” καὶ στάδια δέκα ἴσως προελθόντες ἰδεῖν φασι ποταμὸν ἐκδιδόμενον τοῦ ὄρους μείω οὐδὲν ἢ ἐν πρώταις ξυμβολαῖς ὁ Μαρσύας καὶ ὁ Μαίανδρος, προσευξάμενοι δὲ τῷ Νείλῳ χωρεῖν πρόσω καὶ θηρία μὲν οὐκέτι ὁρᾶν, ψοφοδεᾶ γὰρ φύσει ὄντα προσοικεῖν τοῖς γαληνοῖς μᾶλλον ἢ τοῖς ῥαγδαίοις τε καὶ ἐνήχοις, ἑτέρου δὲ καταῤῥάκτου ἀκοῦσαι μετὰ πεντεκαίδεκά που στάδια χαλεποῦ ἤδη καὶ οὐκ ἀνεκτοῦ αἰσθέσθαι, διπλασίω μὲν γὰρ εἶναι αὐτὸν τοῦ προτέρου, ὀρῶν δὲ ὑψηλοτέρων ἐκπίπτειν. ἑαυτοῦ μὲν οὖν καί τινος τῶν ἑταίρων οὕτω τι κτυπηθῆναι τὰ ὦτα ὁ Δάμις φησίν, ὡς αὐτός τε ἀναζεῦξαι τοῦ τε Ἀπολλωνίου δεῖσθαι μὴ χωρεῖν πρόσω, τὸν δὲ ἐῤῥωμένως ξύν τε τῷ Τιμασίωνι καὶ τῷ Νείλῳ τοῦ τρίτου καταῤῥάκτου ἔχεσθαι, περὶ οὗ τάδε ἀπαγγεῖλαι ἥκοντα· ἐπικρέμασθαι μὲν τῷ Νείλῳ κορυφὰς ἐκεῖ σταδίων μάλιστα ὀκτὼ ὕψος, τὴν δὲ ὄχθην τὴν ἀντικειμένην τοῖς ὄρεσιν ὀφρὺν εἶναι λιθοτομίας ἀῤῥήτου, τὰς δὲ πηγὰς ἀποκρεμαννυμένας τῶν ὀρῶν ὑπερπίπτειν ἐς τὴν πετρώδη ὄχθην, ἀναχεῖσθαι δὲ ἐκεῖθεν ἐς τὸν Νεῖλον κυμαινούσας τε καὶ λευκάς. τὰ δὲ πάθη τὰ περὶ αὐτὰς ξυμβαίνοντα πολλαπλασίας ἢ αἱ πρότεραι οὔσας καὶ τὴν πηδῶσαν ἐκ τούτων ἠχὼ ἐς τὰ ὄρη δυσήκοον ἐργάζεσθαι τὴν ἱστορίαν τοῦ ῥεύματος. τὴν δὲ πρόσω ὁδὸν τὴν ἐπὶ τὰς πρώτας πηγὰς ἄγουσαν ἄπορον μὲν ἐλθεῖν φασιν, ἄπορον δὲ ἐνθυμηθῆναι, πολλὰ γὰρ καὶ περὶ δαιμόνων ᾄδουσιν, οἷα καὶ Πινδάρῳ κατὰ σοφίαν ὕμνηται περὶ τοῦ δαίμονος, ὃν ταῖς πηγαῖς ταύταις ἐφίστησιν ὑπὲρ ξυμμετρίας τοῦ Νείλου.

XXVII. Καταλύσαντες δὲ μετὰ τοὺς καταῤῥάκτας ἐν κώμῃ τῆς Αἰθιοπίας οὐ μεγάλῃ ἐδείπνουν μὲν περὶ ἑσπέραν ἐγκαταμιγνύντες σπουδὴν παιδιᾷ, βοῆς δὲ ἀθρόας τῶν ἐν τῇ κώμῃ γυναικῶν ἤκουσαν ἐπικελευομένων ἀλλήλαις ἑλεῖν καὶ διῶξαι, παρεκάλουν δὲ καὶ τοὺς αὑτῶν ἄνδρας ἐς κοινωνίαν τοῦ ἔργου, οἱ δ’ ἁρπασάμενοι ξύλα καὶ λίθους καὶ ὅ τι ἐς χεῖρας ἑκάστῳ ἔλθοι, ξυνεκάλουν ὥσπερ ἀδικούμενοι τοὺς γάμους. ἐπεφοίτα δὲ ἄρα τῇ κώμῃ δέκατον ἤδη μῆνα σατύρου φάσμα λυττῶν ἐπὶ τὰ γύναια, καὶ δύο ἀπεκτονέναι σφῶν ἐλέγετο, ὧν μάλιστα ἐδόκει ἐρᾶν. ἐκπλαγέντων οὖν τῶν ἑταίρων “μὴ δέδιτε,” εἶπεν ὁ Ἀπολλώνιος “ὑβρίζει γάρ τις ἐνταῦθα σάτυρος.” “νὴ Δί’,” ἔφη ὁ Νεῖλος “ὅν γε ἡμεῖς οἱ Γυμνοὶ χρόνῳ ἤδη ὑβρίζοντα μήπω μετεστήσαμεν τοῦ σκιρτᾶν.” “ἀλλ’ ἔστιν” εἶπεν “ἐπὶ τοὺς ὑβριστὰς τούτους φάρμακον, ᾧ λέγεται Μίδας ποτὲ χρήσασθαι· μετεῖχε μὲν γὰρ τοῦ τῶν σατύρων γένους ὁ Μίδας οὗτος, ὡς ἐδήλου τὰ ὦτα, σάτυρος δὲ ἐπ’ αὐτὸν εἷς κατὰ τὸ ξυγγενὲς ἐκώμαζε τὰ τοῦ Μίδου διαβάλλων ὦτα, καὶ οὐ μόνον ᾄδων, ἀλλὰ καὶ αὐλῶν τούτω, ὁ δ’, οἶμαι, τῆς μητρὸς ἀκηκοώς, ὅτι σάτυρος οἴνῳ θηρευθείς, ἐπειδὰν ἐς ὕπνον καταπέσῃ, σωφρονεῖ καὶ διαλλάττεται, κρήνην τὴν οὖσαν αὐτῷ περὶ τὰ βασίλεια κεράσας οἴνῳ ἐπαφῆκεν αὐτῇ τὸν σάτυρον, ὁ δὲ ἔπιέ τε καὶ ἥλω. καὶ ὅτι μὴ ψεύδεται ὁ λόγος, ἴωμεν παρὰ τὸν κωμάρχην, καὶ ἢν ἔχωσιν οἱ κωμῆται οἶνον, κεράσωμεν αὐτὸν τῷ σατύρῳ, καὶ ταὐτὰ τῷ Μίδου πείσεται.” ἔδοξε ταῦτα καὶ ἀμφορέας Αἰγυπτίους τέτταρας οἰνοχοήσας ἐς ληνόν, ἀφ’ ἧς ἔπινε τὰ ἐν τῇ κώμῃ πρόβατα, ἐκάλει τὸν σάτυρον ἀφανῶς τι ἐπιπλήττων, ὁ δὲ οὔπω μὲν ἑωρᾶτο, ὑπεδίδου δὲ ὁ οἶνος, ὥσπερ πινόμενος· ἐπεὶ δὲ ἐξεπόθη “σπεισώμεθα” ἔφη “τῷ σατύρῳ, καθεύδει γάρ.” καὶ εἰπὼν ταῦτα ἡγεῖτο τοῖς κωμήταις ἐς Νυμφῶν ἄντρον, πλέθρον οὔπω ἀπέχον τῆς κώμης, ἐν ᾧ καθεύδοντα δείξας αὐτὸν ἀπέχεσθαι εἶπε τοῦ παίειν ἢ λοιδορεῖσθαί οἱ, “πέπαυται γὰρ τῶν ἀνοήτων.” τοῦτο μὲν δὴ τοιοῦτον Ἀπολλωνίου, μὰ Δί’, οὐχὶ ὁδοῦ πάρεργον, ἀλλὰ παρόδου ἔργον, κἂν ἐντύχῃ τις ἐπιστολῇ τοῦ ἀνδρός, ἣν πρὸς μειράκιον ὑβρίζον γράφων καὶ σάτυρον δαίμονα σωφρονίσαι φησὶν ἐν Αἰθιοπίᾳ, μεμνῆσθαι χρὴ τοῦ λόγου τούτου. σατύρους δὲ εἶναί τε καὶ ἐρωτικῶν ἅπτεσθαι μὴ ἀπιστῶμεν· οἶδα γὰρ κατὰ τὴν Λῆμνον τῶν ἐμαυτοῦ τινα ἰσηλίκων, οὗ τῇ μητρὶ ἐλέγετο τις ἐπιφοιτᾶν σάτυρος, ὡς εἰκὸς ἦν τῇ ἱστορίᾳ ταύτῃ, νεβρίδα γὰρ ξυμφυᾶ ἐῴκει ἐνημμένῳ κατὰ τὸν νῶτον, ἧς οἱ ποδεῶνες οἱ πρῶτοι ξυνειληφότες τὴν δέρην περὶ τὸ στέρνον αὐτῷ ἀφήπτοντο. ἀλλὰ μὴ πλείω ὑπὲρ τούτων, οὔτε γὰρ ἡ πεῖρα ἀπιστητέα οὔτε ἐγώ.

XXVIII. Καταβάντι δὲ αὐτῷ ἐξ Αἰθιοπίας ἡ μὲν πρὸς τὸν Εὐφράτην διαφορὰ τότε μάλιστα ἐπέδωκε ἐκ τῶν ὁσημέραι διαλέξεων, ἐπέτρεπε δὲ αὐτὰς Μενίππῳ τε καὶ Νείλῳ, σμικρὰ ἐπιτιμῶν αὐτὸς τῷ Εὐφράτῃ, τοῦ δὲ Νείλου σφόδρα ἐπεμελεῖτο.

XXIX. Ἐπεὶ δὲ Τίτος ᾑρήκει τὰ Σόλυμα καὶ νεκρῶν πλέα ἦν πάντα τὰ ὅμορά τε ἔθνη ἐστεφάνουν αὐτόν, ὁ δὲ οὐκ ἠξίου ἑαυτὸν τούτου, μὴ γὰρ αὐτὸς ταῦτα εἰργάσθαι, θεῷ δὲ ὀργὴν φήναντι ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας, ἐπῄνει ὁ Ἀπολλώνιος ταῦτα, γνώμη τε γὰρ περὶ τὸν ἄνδρα ἐφαίνετο καὶ ξύνεσις ἀνθρωπείων τε καὶ θείων, καὶ σωφροσύνης μεστὸν τὸ μὴ στεφανοῦσθαι ἐφ’ αἵματι. ξυντάττει δὴ πρὸς αὐτὸν ἐπιστολήν, ἧς διάκονον ποιεῖται τὸν Δάμιν, καὶ ἐπιστέλλει ὧδε·

                    ”Ἀπολλώνιος Τίτῳ στρατηγῷ Ῥωμαίων χαίρειν.

Μὴ βουληθέντι σοι ἐπ’ αἰχμῇ κηρύττεσθαι, μηδ’ ἐπὶ δηίῳ αἵματι δίδωμι ἐγὼ τὸν σωφροσύνης στέφανον, ἐπειδὴ ἐφ’ οἷς δεῖ στεφανοῦσθαι, γιγνώσκεις. ἔῤῥωσο.” ὑπερησθεὶς δὲ ὁ Τίτος τῇ ἐπιστολῇ “καὶ ὑπὲρ ἐμαυτοῦ” ἔφη “χάριν οἶδά σοι καὶ ὑπὲρ τοῦ πατρός, καὶ μεμνήσομαι τούτων, ἐγὼ μὲν γὰρ Σόλυμα ᾕρηκα, σὺ δὲ ἐμέ.”

XXX. Ἀναῤῥηθεὶς δὲ αὐτοκράτωρ ἐν τῇ Ῥώμῃ καὶ ἀριστείων ἀξιωθεὶς τούτων ἀπῄει μὲν ἰσομοιρήσων τῆς ἀρχῆς τῷ πατρί, τὸν δὲ Ἀπολλώνιον ἐνθυμηθείς, ὡς πολλοῦ ἄξιος αὑτῷ ἔσται κἂν πρὸς βραχὺ ξυγγενόμενος, ἐδεῖτο αὐτοῦ ἐς Ταρσοὺς ἥκειν, καὶ περιβαλὼν ἐλθόντα “πάντα μοι ὁ πατὴρ” ἔφη “ἐπέστειλεν, ὧν ξύμβουλον ἐποιεῖτό σε, καὶ ἰδοὺ ἡ ἐπιστολή, ὡς εὐεργέτης τε αὐτοῦ ἐν αὐτῇ γέγραψαι καὶ πᾶν ὅ τι ἐσμέν, ἐγὼ δὲ ἔτη μὲν τριάκοντα ταυτὶ γέγονα, ἀξιούμενος δὲ ὧν ὁ πατὴρ ἑξηκοντούτης ὢν καὶ καλούμενος ἐς τὸ ἄρχειν πρὶν οὐκ οἶδ’ εἰ ἀρχθῆναι εἰδέναι, δέδια μὴ μειζόνων, ἢ ἐμὲ χρή, ἅπτωμαι.” ἐπιψηλαφήσας δὲ αὐτοῦ τὸν αὐχένα ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ ἔῤῥωτο αὐτὸν ἴσα τοῖς ἀσκοῦσι τὸ σῶμα, “καὶ τίς” εἶπε “βιάσεται ταῦρον αὐχένα οὕτω κρατερὸν ὑποσχεῖν ζυγῷ;” “ὁ ἐκ νέου” ἔφη, “μοσχεύσας με,” τὸν πατέρα τὸν ἑαυτοῦ λέγων ὁ Τίτος καὶ τὸ ὑπ’ ἐκείνου ἂν μόνου ἀρχθῆναι, ὃς ἐκ παιδὸς αὐτὸν τῇ ἑαυτοῦ ἀκροάσει ξυνείθιζε. “χαίρω” εἶπεν ὁ Ἀπολλώνιος “πρῶτον μὲν παρεσκευασμένον σε ὁρῶν ἕπεσθαι τῷ πατρί, ὑφ’ οὗ χαίρουσιν ἀρχόμενοι καὶ οἱ μὴ φύσει παῖδες, θεραπεύσοντά τε τὰς ἐκείνου θύρας, ᾧ ξυνθεραπευθήσῃ. νεότητος δὲ γήρᾳ ἅμα ἐς τὸ ἄρχειν ἰούσης τίς μὲν λύρα, τίς δὲ αὐλὸς ἡδεῖαν ὧδε ἁρμονίαν καὶ ξυγκεκραμένην ᾄσεται; πρεσβύτερα γὰρ ξυμβήσεται νέοις, ἐξ ὧν καὶ γῆρας ἰσχύσει καὶ νεότης οὐκ ἀτακτήσει.”   XXXI. “ἐμοὶ δέ,” εἶπεν, “ὦ Τυανεῦ, περὶ ἀρχῆς καὶ βασιλείας τί ὑποθήσῃ;” “ἅ γε” ἔφη “σεαυτὸν πέπεικας, ὑποκείμενος γὰρ τῷ πατρὶ δῆλά που, ὡς ὁμοιώσῃ αὐτῷ· καὶ τὸν Ἀρχύτου δ’ ἂν εἴποιμι νυνὶ λόγον, γενναῖος γὰρ καὶ μαθεῖν ἄξιος· ἐγένετο ὁ Ἀρχύτας ἀνὴρ Ταραντῖνος τὰ Πυθαγόρου σοφός· οὗτος ὑπὲρ παίδων ἀγωγῆς γράφων “ἔστω” φησὶν “ὁ πατὴρ παράδειγμα ἀρετῆς τοῖς παισίν, ὡς καὶ τῶν πατέρων ξυντονώτερον βαδιουμένων ἐπὶ τὰς ἀρετάς, ἢν ὁμοιῶνταί σφισιν οἱ παῖδες.” ἐγὼ δέ σοι καὶ Δημήτριον ξυστήσω τὸν ἐμαυτοῦ ἑταῖρον, ὃς ξυνέσται σοι ὁπόσα βούλει, διδάσκων, τί δεῖ πράττειν τὸν ἀγαθὸν (ἄρχοντα.”) “τίς δέ,” ἔφη “Ἀπολλώνιε, ἡ σοφία τοῦ ἀνδρὸς τούτου;” “παῤῥησία” εἶπε “καὶ τὸ ἀληθεύειν ἐκπλήττεσθαί τε ὑπὸ μηδενός, ἐστὶ γὰρ τοῦ Κυνικοῦ κράτους.” δυσχερῶς δὲ τοῦ Τίτου τὸν κύνα ἀκούσαντος “Ὁμήρῳ μέντοι” ἔφη “νέος ὢν ὁ Τηλέμαχος καὶ δυοῖν ἐδόκει κυνῶν δεῖσθαι καὶ ξυμπέμπει αὐτοὺς ὀπαδοὺς τῷ μειρακίῳ ἐς τὴν τῶν Ἰθακησίων ἀγορὰν καίτοι ἀλόγους ὄντας, σοὶ δὲ ξυνέσται κύων, ὃς ὑπὲρ σοῦ τε πρὸς ἑτέρους καὶ πρὸς αὐτόν σε, εἴ τι ἁμαρτάνοις, σοφῶς ἅμα καὶ οὐδὲ ἀλόγως ὑλακτήσει.” “δίδου” εἶπε “τὸν ὀπαδὸν κύνα, ξυγχωρῶ δὲ αὐτῷ καὶ δακεῖν, εἴ τι με ἀδικοῦντα αἴσθοιτο.” “γεγράψεται” ἔφη “πρὸς αὐτὸν ἐπιστολή, φιλοσοφεῖ δὲ ἐπὶ τῆς Ῥώμης.” “γεγράφθω,” εἶπεν “ἐβουλόμην δ’ ἂν καὶ πρὸς σὲ ὑπὲρ ἐμοῦ τινα γράφειν, ὡς ἅμα τῆς ἐς τὴν Ῥώμην ὁδοῦ κοινωνὸς ἡμῖν γένοιο.” “ἀφίξομαι,” ἔφη “ὁπότε ἀμφοῖν λῷον.”   XXXII. μεταστησάμενος δὲ ὁ Τίτος τοὺς παρόντας “αὐτοί” εἶπεν “ὦ Τυανεῦ, γεγόναμεν, ξυγχωρεῖς γάρ που ἐρωτᾶν ὑπὲρ τῶν ἐμοὶ σπουδαιοτάτων;” “ἐρώτα,” ἔφη “καὶ τοσούτῳ προθυμότερον, ὅσῳ ὑπὲρ μειζόνων.” “περὶ ψυχῆς” εἶπε “τῆς ἐμαυτοῦ, καὶ οὓς μάλιστα φυλαττοίμην ἄν, ἔσται μοι ἡ ἐρώτησις, εἰ μὴ δόξω δειλὸς δεδιὼς ἤδη ταῦτα.” “ἀσφαλὴς μὲν οὖν” ἔφη “καὶ ἐφεστηκώς, προορᾶν γὰρ τούτου χρὴ μάλιστα.” καὶ ἐς τὸν ἥλιον ἀναβλέψας ὤμνυ αὐτόν, ἦ μὴν αὐτὸς μέλλειν ὑπὲρ τούτων πρὸς αὐτὸν λέξειν μηδὲ ἐρωτῶντα, τοὺς γὰρ θεοὺς φῆναί οἱ προειπεῖν αὐτῷ ζῶντος μὲν τοῦ πατρὸς δεδιέναι τοὺς ἐκείνῳ πολεμιωτάτους, ἀποθανόντος δὲ τοὺς ἑαυτῷ οἰκειοτάτους. “ἀποθανοῦμαι δὲ” εἶπε “τίνα τρόπον;” “ὅν γε” ἔφη “Ὀδυσσεὺς λέγεται, φασὶ γὰρ κἀκείνῳ τὸν θάνατον ἐκ θαλάττης ἐλθεῖν.” ταῦτα ὁ Δάμις ὧδε ἑρμηνεύει· φυλάττεσθαι μὲν αὐτὸν τὴν αἰχμὴν τῆς τρυγόνος, ᾗ τὸν Ὀδυσσέα βεβλῆσθαί φασι, δυοῖν δὲ ἐτοῖν μετὰ τὸν πατέρα τὴν ἀρχὴν κατασχόντα ὑπὸ τοῦ θαλαττίου λαγὼ ἀποθανεῖν, τὸν δὲ ἰχθὺν τοῦτον παρέχεσθαι χυμοὺς ἀποῤῥήτους ὑπὲρ πάντα τὰ ἐν τῇ θαλάττῃ καὶ γῇ ἀνδροφόνα, καὶ Νέρωνα μὲν ἐσποιῆσαι τοῖς ἑαυτοῦ ὄψοις τὸν λαγὼν τοῦτον ἐπὶ τοὺς πολεμιωτάτους, Δομετιανὸν δὲ ἐπὶ τὸν ἀδελφὸν Τίτον, οὐ τὸ ξὺν ἀδελφῷ ἄρχειν δεινὸν ἡγούμενον, ἀλλὰ τὸ ξὺν πρᾴῳ τε καὶ χρηστῷ. τοιαῦτα διαλεχθέντες ἰδίᾳ περιέβαλον ἀλλήλους ἐν φανερῷ, ἀπιόντα δὲ προσειπὼν “νίκα, ὦ βασιλεῦ,” ἔφη “τοὺς μὲν πολεμίους ὅπλοις, τὸν δὲ πατέρα ἀρεταῖς.”   XXXIII. ἡ δὲ πρὸς τὸν Δημήτριον ἐπιστολὴ ὧδε εἶχεν·

                    Ἀπολλώνιος φιλόσοφος Δημητρίῳ κυνὶ χαίρειν.

Δίδωμί σε βασιλεῖ Τίτῳ διδάσκαλον τοῦ τῆς βασιλείας ἤθους, σὺ δ’ ἀληθεῦσαί τέ μοι πρὸς αὐτὸν δίδου καὶ γίγνου αὐτῷ, πλὴν ὀργῆς, πάντα. ἔῤῥωσο.

XXXIV. Οἱ δὲ τοὺς Ταρσοὺς οἰκοῦντες τὸν μὲν ἄλλον χρόνον ἤχθοντο τῷ Ἀπολλωνίῳ διά τε τὰς ἐπιπλήξεις, ἐπειδὴ ξυντόνους αὐτὰς ἐποιεῖτο, διά τε τὸ ἀνειμένοι καὶ τρυφῶντες μηδὲ τὴν τοῦ λόγου ἀνέχεσθαι ῥώμην, τότε δ’ οὕτω τι ἡττήθησαν τοῦ ἀνδρός, ὡς οἰκιστήν τε αὐτὸν ἡγεῖσθαι καὶ στήριγμα τοῦ ἄστεος. ἔθυε μὲν γὰρ δημοσίᾳ ὁ βασιλεύς, ξυνελθοῦσα δὲ ἡ πόλις ἱκέτευεν ὑπὲρ τῶν μεγίστων, ὁ δὲ μεμνήσεσθαι τούτων πρὸς τὸν πατέρα ἔφη καὶ πρεσβεύσειν αὐτὸς ὑπὲρ ὧν δέονται· παρελθὼν δὲ ὁ Ἀπολλώνιος “εἰ δὲ ἐνίους” ἔφη “τούτων ἐλέγξαιμι σοὶ μὲν καὶ πατρὶ τῷ σῷ πολεμίους, πεπρεσβευμένους δὲ ὑπὲρ νεωτέρων ἐς τὰ Σόλυμα, ξυμμάχους δ’ ἀφανεῖς τῶν σοι φανερωτάτων ἐχθρῶν, τί πείσονται;” “τί δὲ ἄλλο γε,” εἶπεν “ἢ ἀπολοῦνται;” “εἶτα οὐκ αἰσχρὸν” ἔφη “τὰς μὲν τιμωρίας αὐτίκα ἀπαιτεῖν, τὰς δὲ εὐεργεσίας ὀψὲ διδόναι, καὶ τὰς μὲν καθ’ ἑαυτὸν ποιεῖσθαι, τὰς δὲ ἐς κοινωνίαν γνώμης ἀνατίθεσθαι;” ὑπερησθεὶς δὲ ὁ βασιλεὺς “δίδωμι τὰς δωρεάς,” εἶπεν “οὐ γάρ μοι ἀχθέσεται ὁ πατὴρ ἀληθείας ἡττωμένῳ καὶ σοῦ.

XXXV. Τοσαῦτα ἔθνη φασὶν ἐπελθεῖν τὸν Ἀπολλώνιον σπουδάζοντά τε καὶ σπουδαζόμενον. αἱ δὲ ἐφεξῆς ἀποδημίαι πολλαὶ μὲν ἐγένοντο τῷ ἀνδρί, οὐ μὴν τοσαῦταί γε ἔτι, οὐδὲ ἐς ἕτερα ἔθνη πλὴν ἃ ἔγνω, περί τε γὰρ τὴν ἐπὶ θαλάττῃ Αἴγυπτον καταβάντι αὐτῷ ἐξ Αἰθιοπίας διατριβὴ πλείων ἐγένετο, περί τε Φοίνικας καὶ Κίλικας Ἴωνάς τε καὶ Ἀχαιοὺς καὶ Ἰταλοὺς πάλιν οὐδαμοῦ ἐλλείποντι τὸ μὴ οὐχ ὁμοίῳ φαίνεσθαι. χαλεποῦ γὰρ τοῦ γνῶναι ἑαυτὸν δοκοῦντος χαλεπώτερον ἔγωγε ἡγοῦμαι τὸ μεῖναι τὸν σοφὸν ἑαυτῷ ὅμοιον, οὐδὲ γὰρ τοὺς πονηρῶς φύντας ἐς τὸ λῷον μεταστήσει μὴ πρότερον ἐξασκήσας τὸ μὴ αὐτὸς μεθίστασθαι. ὑπὲρ μὲν δὴ τούτων ἐν ἑτέροις λόγοις ἱκανῶς εἴρηκα διδάσκων τοὺς μὴ μαλακῶς αὐτοῖς ὁμιλοῦντας, ὅτι τὸν ἀτεχνῶς ἄνδρα μήτε μεταστήσει τι μήτε δουλώσεται. ὡς δὲ μήτε ἐς λόγων ἴοιμεν μῆκος ἀκριβῶς ἀναδιδάσκοντες τὰ παρ’ ἑκάστοις αὐτῷ φιλοσοφηθέντα μήτ’ αὖ διαπηδῶντες φαινοίμεθα λόγον, ὃν οὐκ ἀπόνως παραδίδομεν τοῖς ἀπείροις τοῦ ἀνδρός, δοκεῖ μοι τὰ σπουδαιότερα ἐπελθεῖν τούτων καὶ ὁπόσα μνήμης ἀξιώσεται. ἡγώμεθα δὲ αὐτὰ παραπλήσια ταῖς τῶν Ἀσκληπιαδῶν ἐπιδημίαις.

XXXVI. Μειράκιον ἑαυτοῦ μὲν ἀπαιδεύτως εἶχε, τοὺς δὲ ὄρνις ἐπαίδευε καὶ ξυνοίκους ἐπὶ σοφίᾳ ἐποιεῖτο· ἐδίδασκε δὲ αὐτοὺς λαλεῖν τε ὅσα οἱ ἄνθρωποι καὶ τερετίζειν ὅσα αὐλοί. τούτῳ περιτυχὼν “τί” ἔφη “ἐπιτηδεύεις;” ἐπεὶ δὲ τάς τε ἀηδόνας αὐτῷ διῄει καὶ τοὺς κοψίχους καὶ ὁπόσα εὐγλωττίζοι τοὺς χαραδρίους, τὴν φωνὴν δὲ ἀπαίδευτον ἐφαίνετο “δοκεῖς μοι” ἔφη “διαφθείρειν τοὺς ὄρνις, πρῶτον μὲν τῷ μὴ ξυγχωρεῖν αὐτοῖς τὸ ἑαυτῶν φθέγμα οὕτως ἡδὺ ὄν, ὡς μηδ’ ἂν τὰ μουσικὰ τῶν ὀργάνων ἐς μίμησιν αὐτοῦ καταστῆναι, εἶτα καὶ τῷ κάκιστα Ἑλλήνων αὐτὸς διαλεγόμενος μαθητὰς αὐτοὺς ποιεῖσθαι ἀφωνίας. ἐπιτρίβεις δ’, ὦ μειράκιον, καὶ τὸν σεαυτοῦ οἶκον· βλέψαντι γὰρ ἐς τοὺς ἀκολούθους καὶ ὡς κατεσκεύασαι, τῶν ἁβρῶν ἔμοιγε καὶ οὐκ ἀπλούτων φαίνῃ, τοὺς δὲ τοιούτους ὑποβλίττουσιν οἱ συκοφάνται κέντρα ἐπ’ αὐτοὺς ἠρμένοι τὴν γλῶτταν. καὶ τί χρήσῃ τῇ φιλορνιθίᾳ τότε; οὐδὲ γὰρ τὰ πασῶν ἀηδόνων μέλη ξυμφέρων ἀποσοβήσεις αὐτοὺς ἐγκειμένους τε καὶ ἐρείδοντας, ἀλλ’ ἐπαντλεῖν χρὴ τῶν ὄντων καὶ προβάλλειν αὐτοῖς τὸ χρυσίον, ὥσπερ τὰ μειλίγματα τοῖς κυσί, κἂν ὑλακτῶσιν, αὖθις διδόναι καὶ αὖθις, εἶτα αὐτὸν πεινῆν ὕστερον καὶ ἀπορεῖν. δεῖ δέ σοι ἐκτροπῆς λαμπρᾶς καὶ μεταβολῆς ἤδη τινὸς τῶν τρόπων, ὡς μὴ λάθῃς πτεροῤῥυήσας τὸν πλοῦτον καὶ ἀξίως πράττων τοῦ θρηνεῖσθαι μᾶλλον ὑπ’ ὀρνίθων ἢ ᾄδεσθαι. τὸ δὲ φάρμακον τῆς μεταβολῆς οὐ μέγα, ἐστὶ γάρ τι ἐν ἁπάσαις πόλεσιν ἔθνος ἀνθρώπων, ὃ σὺ οὔπω μὲν γιγνώσκεις, καλοῦσι δὲ αὐτὸ διδασκάλους· τούτοις ἀπὸ τῆς οὐσίας μικρὰ δοὺς ἀσφαλῶς κεκτήσῃ τὰ πλείω, ῥητορικὴν γάρ σε παιδεύσουσι τὴν τῶν ἀγοραίων, ῥᾳδία δ’ ἡ τέχνη. εἰ μὲν γὰρ παῖδά σε ἑώρων ἔτι, ξυνεβούλευον ἂν φοιτᾶν ἐπὶ φιλοσόφων τε καὶ σοφιστῶν θύρας καὶ σοφίᾳ πάσῃ τὴν οἰκίαν τὴν σεαυτοῦ φράττειν, ἐπεὶ δὲ ἔξωρος τούτων τυγχάνεις ὤν, τὸ γοῦν ὑπὲρ σεαυτοῦ λέγειν ἔκμαθε, νομίσας, εἰ μὲν τὰ τελεώτερα ἔμαθες, κἂν ὅμοιος ἀνδρὶ ὁπλιτεύοντί τε καὶ φοβερῷ δόξαι, ταυτὶ δ’ ἐκμαθὼν τὴν τῶν ψιλῶν τε καὶ σφενδονητῶν σκευὴν ἕξεις, βάλλοις γὰρ ἂν τοὺς συκοφάντας, ὥσπερ τοὺς κύνας.” ξυνῆκε τὸ μειράκιον τούτων καὶ τὰς τῶν ὀρνίθων διατριβὰς ἐκλιπὸν ἐς διδασκάλων ἐβάδισεν, ὑφ’ ὧν καὶ ἡ γνώμη αὐτῷ καὶ ἡ γλῶττα ἴσχυσεν.

XXXVII. Δυοῖν δὲ λόγοιν ἐν Σάρδεσι λεγομένοιν, τοῦ μέν, ὡς ὁ Πακτωλός ποτε τῷ Κροίσῳ ψῆγμα χρυσοῦ ἄγοι, τοῦ δέ, ὡς πρεσβύτερα τῆς γῆς εἴη τὰ δένδρα, τὸν μὲν πιθανῶς ἔφη πεπιστεῦσθαι, χρυσία γὰρ εἶναί ποτε τῷ Τμώλῳ ψαμμώδη καὶ τοὺς ὄμβρους αὐτὰ φέρειν ἐς τὸν Πακτωλὸν κατασύροντας, χρόνῳ δέ, ὅπερ φιλεῖ τὰ τοιαῦτα, ἐπιλιπεῖν αὐτὰ ἀποκλυσθέντα, τοῦ δ’ ἑτέρου λόγου καταγελάσας “ὑμεῖς μὲν” ἔφη “προγενέστερα τῆς γῆς φατε εἶναι τὰ δένδρα, ἐγὼ δὲ πολὺν οὕτω χρόνον φιλοσοφήσας οὔπω ἔγνων οὐρανοῦ προγενεστέρους ἀστέρας” διδάσκων ὅτι μηδ’ ἂν γένοιτό τι τοῦ ἐν ᾧ φύεται μὴ ὄντος.

XXXVIII. Στασιάζοντος δὲ τὴν Ἀντιόχειαν τοῦ τῆς Συρίας ἄρχοντος καὶ καθιέντος ἐς αὐτοὺς ὑποψίας, ὑφ’ ὧν διειστήκεσαν ἐκκλησιαζομένη πόλις, σεισμοῦ δὲ γενναίου προσπεσόντος, ἔπτηξαν καὶ ὅπερ ἐν διοσημίαις εἴωθεν, ὑπὲρ ἀλλήλων ηὔξαντο. παρελθὼν οὖν ὁ Ἀπολλώνιος “ὁ μὲν θεὸς” ἔφη “διαλλακτὴς ὑμῶν σαφὴς γέγονεν, ὑμεῖς δὲ οὐδ’ ἂν αὖθις στασιάσαιτε, τὰ αὐτὰ φοβούμενοι.” καὶ κατέστησεν αὐτοὺς ἐς ἔννοιαν ὧν πείσονται, καὶ (ὡς) ταυτὸ τοῖς ἑτέροις φοβήσονται.

XXXIX. Ἄξιον δὲ καὶ τούτου ἐπιμνησθῆναι· ἔθυέ τις ὑπὲρ θησαυροῦ τῇ Γῇ καὶ οὐδὲ τῷ Ἀπολλωνίῳ προσεύχεσθαι ὑπὲρ τούτου ὤκνει, ὁ δὲ ἐνθυμηθείς, οἵων ἐρᾷ, “δεινόν γε,” ἔφη “χρηματιστὴν ὁρῶ.” “κακοδαίμονα μὲν οὖν,” εἶπεν “ᾧγέ ἐστιν οὐδὲν πλὴν ὀλίγων, ἃ μὴ ἀπόχρη βόσκειν τὸν οἶκον.” “ἔοικας” ἔφη “πολλοὺς τρέφειν καὶ ἀργοὺς οἰκέτας, οὐδὲ γὰρ αὐτός γε τῶν ἀσόφων φαίνῃ.” ὁ δὲ ἠρέμα ἐπιδακρύσας “θυγάτριά μοι” εἶπεν “ἐστὶ τέτταρα καὶ φερνῶν δεῖ τεττάρων, ἐμοὶ δέ εἰσι δισμύριαί που δραχμαὶ νῦν, ἐπειδὰν δὲ ταῖς θυγατράσι κατανεμηθῶσιν, ἐκεῖναί τε σμικρὰ εἰληφέναι δόξουσιν ἐγώ τε ἀπολοῦμαι ἔχων οὐδέν.” παθὼν οὖν τι πρὸς αὐτὸν ὁ Ἀπολλώνιος “ἐπιμελησόμεθά σου” ἔφη “κἀγὼ καὶ ἡ Γῆ, φασὶ γάρ σε θύειν αὐτῇ.” καὶ εἰπὼν ταῦτα προῄει τὰ προάστεια, ὥσπερ οἱ τοὺς καρποὺς ὠνούμενοι, ἰδὼν δέ τι χωρίον ἐλᾳῶν πλῆρες καὶ ἡσθεὶς τοῖς δένδρεσιν, ὡς εὐφυᾶ τε ἦν καὶ μεγάλα καί τινος κηπίου ἐν αὐτῷ ὄντος, ἐν ᾧ σμήνη τε καὶ ἄνθη ἑωρᾶτο, παρῆλθεν ἐς τὸ κηπίον ὥς τι ἐπισκεψόμενος μεῖζον καὶ προσευξάμενος τῇ Πανδώρᾳ ἐχώρει ἐς τὸ ἄστυ. βαδίσας δὲ παρὰ τὸν τοῦ ἀγροῦ δεσπότην, ᾧ πλοῦτος ἐκ τῶν παρανομωτάτων πεπόριστο τὰς Φοινίκων οὐσίας ἐνδεικνύντι “χωρίον” ἔφη “τὸ δεῖνα πόσου ἐπρίω καὶ τί πεπόνηταί σοι ἐς αὐτό;” τοῦ δὲ πέρυσι μὲν ἐωνῆσθαι τὸν ἀγρόν, πεντακισχιλίων δὲ καὶ μυρίων φήσαντος, οὔπω δ’ ἐκπεπονηκέναι τι, πείθει τὸν ἄνθρωπον ἀποδόσθαι οἱ δισμυρίων αὐτὸν εὕρημα ποιησάμενον τὰς πεντακισχιλίας. ὁ μὲν δὴ τοῦ θησαυροῦ ἐρῶν οὔπω ξυνίει τοῦ δώρου, ἀλλ’ οὐδ’ ᾤετο ἴσα ἔχειν, τοσούτῳ δὲ ἐλάττω, ὅσῳ τὰς μὲν δισμυρίας ἐν ταῖν χεροῖν οὔσας ἐφ’ ἑαυτῷ εἶναι ἄν, τὸν δ’ ἀντ’ αὐτῶν ἀγρὸν ἐπὶ πάχναις κείσεσθαι καὶ χαλάζαις καὶ τοῖς ἄλλοις, ἃ τοὺς καρποὺς φθείρει· ἐπεὶ δὲ ἀμφορέα μὲν τρισχιλίων δαρεικῶν αὐτίκα εὗρε περὶ αὐτὸ μάλιστα τὸ ἐν τῷ κηπίῳ σμῆνος, εὐφόρου δὲ τοῦ τῆς ἐλαίας καρποῦ ἔτυχεν οὐκ εὐφορούσης τότε τῆς ἄλλης γῆς, ὕμνοι αὐτῷ ἐς τὸν ἄνδρα ᾔδοντο καὶ μνηστήρων θεραπευόντων αὐτὸν πλέα ἦν πάντα.

XL. Κἀκεῖνα ἀξιομνημόνευτα εὗρον τοῦ ἀνδρὸς ἐρᾶν τις ἐδόκει τοῦ τῆς Ἀφροδίτης ἕδους, ὃ ἐν Κνίδῳ γυμνὸν ἵδρυται, καὶ τὰ μὲν ἀνετίθει, τὰ δ’ ἀναθήσειν ἔφασκεν ὑπὲρ τοῦ γάμου, Ἀπολλωνίῳ δὲ καὶ ἄλλως μὲν ἄτοπα ἐδόκει ταῦτα, ἐπεὶ δὲ μὴ παρῃτεῖτο ἡ Κνίδος, ἀλλ’ ἐναργεστέραν ἔφασαν τὴν θεὸν δόξειν, εἰ ἐρῷτο, ἔδοξε τῷ ἀνδρὶ καθῆραι τὸ ἱερὸν τῆς ἀνοίας ταύτης, καὶ ἐρομένων τῶν Κνιδίων αὐτόν, εἴ τι βούλοιτο τῶν θυτικῶν ἢ εὐκτικῶν διορθοῦσθαι “ὀφθαλμοὺς” ἔφη “διορθώσομαι, τὰ δὲ τοῦ ἱεροῦ πάτρια ἐχέτω, ὡς ἔχει.” καλέσας οὖν τὸν θρυπτόμενον ἤρετο αὐτόν, εἰ θεοὺς νενόμικε, τοῦ δ’ οὕτω νομίζειν θεοὺς φήσαντος, ὡς καὶ ἐρᾶν αὐτῶν, καὶ τῶν γάμων μνημονεύσαντος, οὓς θύσειν ἡγεῖτο, “σὲ μὲν ποιηταὶ” ἔφη “ἐπαίρουσι τοὺς Ἀγχίσας τε καὶ τοὺς Πηλέας θεαῖς ξυζυγῆναι εἰπόντες, ἐγὼ δὲ περὶ τοῦ ἐρᾶν καὶ ἐρᾶσθαι τόδε γιγνώσκω· θεοὶ θεῶν ἄνθρωποι ἀνθρώπων θηρία θηρίων καὶ καθάπαξ ὅμοια ὁμοίων ἐρᾷ ἐπὶ τῷ ἔτυμα καὶ ξυγγενῆ τίκτειν, τὸ δὲ ἑτερογενὲς τῷ μὴ ὁμοίῳ ξυνελθὸν οὔτε ζυγὸς οὔτε ἔρως. εἰ δὲ ἐνεθυμοῦ τὰ Ἰξίονος, οὐδ’ ἂν ἐς ἔννοιαν καθίστασο τοῦ μὴ ὁμοίων ἐρᾶν. ἀλλ’ ἐκεῖνος μὲν τροχῷ εἰκασμένος δι’ οὐρανοῦ κνάμπτεται, σὺ δ’, εἰ μὴ ἄπει τοῦ ἱεροῦ, ἀπολεῖ ἐν ἁπάσῃ τῇ γῇ οὐδ’ ἀντειπεῖν ἔχων τὸ μὴ οὐ δίκαια τοὺς θεοὺς ἐπὶ σοὶ γνῶναι.” ὧδε ἡ παροινία ἐσβέσθη καὶ ἀπῆλθεν ὁ φάσκων ἐρᾶν ὑπὲρ ξυγγνώμης θύσας.

XLI. Σεισμῶν δὲ κατασχόντων ποτὲ τὰς ἐν τῷ ἀριστερῷ Ἑλλησπόντῳ πόλεις, Αἰγύπτιοι μὲν καὶ Χαλδαῖοι περὶ αὐτὰς ἠγείροντο ὑπὲρ ξυλλογῆς χρημάτων, ὡς δεκαταλάντους θυσίας Γῇ καὶ Ποσειδῶνι θύσοντες, ξυνέφερον δ’ αἱ πόλεις τὰ μὲν ἀπὸ τοῦ κοινοῦ, τὰ δὲ ἀπὸ τῶν οἴκων ὑποκείμενοι τῷ φόβῳ, οἱ δέ, εἰ μὴ ἐπὶ τραπεζῶν ἐκτεθείη τὸ ἀργύριον, οὐκ ἂν ἔφασαν ὑπὲρ αὐτῶν θῦσαι· δοκεῖ δὴ τῷ ἀνδρὶ μὴ περιιδεῖν τοὺς Ἑλλησποντίους * καὶ παρελθὼν ἐς τὰς πόλεις τοὺς μὲν ἀπήλασεν ὡς θησαυρὸν πεποιημένους τὰ ἑτέρων κακά, τὰς δὲ αἰτίας τῶν μηνιμάτων ξυλλαβὼν καὶ ὡς ἑκάστῃ πρόσφορον θύσας ἀπεύξατο τὴν προσβολὴν δαπάνῃ σμικρᾷ, καὶ ἡ γῆ ἔστη.

XLII. Δομετιανοῦ δὲ βασιλέως ὑπὸ τὸν αὐτὸν χρόνον εὐνούχους τε μὴ ποιεῖν νομοθετήσαντος ἀμπέλους τε μὴ φυτεύειν ἔτι καὶ τὰς πεφυτευμένας δὲ αὐτῶν ἐκκόπτειν παρελθὼν ἐς τοὺς Ἴωνας ὁ Ἀπολλώνιος “τὰ μὲν προστάγματα οὐ πρὸς ἐμὲ” ἔφη “ταῦτα, μόνος γὰρ ἴσως ἀνθρώπων οὔτε αἰδοίων δέομαι οὔτε οἴνου, λέληθε δὲ ὁ θαυμασιώτατος τῶν μὲν ἀνθρώπων φειδόμενος, τὴν δὲ γῆν εὐνουχίζων.” ὅθεν ἐς θάρσος ἡ Ἰωνία ἦλθε πρεσβεύσασθαι πρὸς τὸν βασιλέα ὑπὲρ ἀμπέλων καὶ παραιτήσασθαι νόμον, ὃς ἐκέλευε καὶ δῃοῦσθαι τὴν γῆν καὶ μὴ φυτεύεσθαι.

XLIII. Κἀκεῖνα ἐν Ταρσοῖς τοῦ ἀνδρὸς ᾄδουσι· κύων ἐνεπεπτώκει ἐφήβῳ λυττῶν καὶ ἀπῆγε τὸν ἔφηβον τὸ δῆγμα ἐς τὰ τῶν κυνῶν πάντα, ὑλάκτει τε γὰρ καὶ ὠρύετο καὶ τετράπους ἔθει τὼ χεῖρε ὑπέχων τῷ δρόμῳ. νοσοῦντι δ’ αὐτῷ τριακοστὴν ἡμέραν ἐφίσταται μὲν ὁ Ἀπολλώνιος ἄρτι ἐς τοὺς Ταρσοὺς ἥκων, κελεύει δὲ ἀνιχνευθῆναί οἱ τὸν κύνα, ὃς ταῦτα εἰργάσατο, οἱ δ’ οὔτε ἐντετυχηκέναι τῷ κυνὶ ἔφασαν, ἔξω γὰρ τείχους εἰλῆφθαι αὐτὸν τοῦ ἐφήβου πρὸς ἀκοντίοις ὄντος, οὔτ’ ἂν τοῦ νοσοῦντος μαθεῖν, ἥτις ἡ ἰδέα τοῦ κυνός, ἐπεὶ μηδὲ αὑτὸν ἔτι οἶδεν. ἐπισχὼν οὖν “ὦ Δάμι,” ἔφη “λευκὸς ὁ κύων λάσιος προβατευτικὸς Ἀμφιλοχικῷ ἴσος, προσέστηκε δὲ τῇ δεῖνι κρήνῃ τρέμων, τὸ γὰρ ὕδωρ καὶ ποθεῖ καὶ δέδοικεν· ἄγε μοι τοῦτον ἐπὶ τὴν τοῦ ποταμοῦ ὄχθην, ἐφ’ ἧς αἱ παλαῖστραι, μόνον εἰπών, ὅτι ὑπ’ ἐμοῦ καλοῖτο.” ἑλχθεὶς δ’ ὁ κύων ὑπὸ τοῦ Δάμιδος ὑπεκλίθη τοῖς τοῦ Ἀπολλωνίου ποσίν, ὥσπερ οἱ βώμιοι τῶν ἱκετῶν κλαίων, ὁ δ’ ἡμέρου τε αὐτὸν ἔτι μᾶλλον καὶ τῇ χειρὶ ἐπράυνε, τὸν ἔφηβόν τε ἵστη ἐγγὺς ξυνέχων αὐτός, ὡς δὲ μὴ λάθοι τοὺς πολλοὺς μέγα ἀπόῤῥητον “μεθέστηκε μὲν” ἔφη “ἐς τὸν παῖδα τοῦτον ἡ Τηλέφου ψυχὴ τοῦ Μυσοῦ, Μοῖραι δ’ ἐπ’ αὐτῷ ταὐτὰ βούλονται,” καὶ εἰπὼν ταῦτα ἐκέλευσε τὸν κύνα περιλιχμήσασθαι τὸ δῆγμα, ὡς ἰατρὸς αὐτῷ πάλιν ὁ τρώσας γένοιτο. ἐπεστράφη τὸ ἐντεῦθεν ἐς τὸν πατέρα ὁ παῖς καὶ ξυνῆκε τῆς μητρὸς προσεῖπέ τε τοὺς ἥλικας καὶ ἔπιε τοῦ Κύδνου, περιώφθη δὲ οὐδὲ ὁ κύων, ἀλλὰ κἀκεῖνον εὐξάμενος τῷ ποταμῷ δι’ αὐτοῦ ἧκεν. ὁ δ’ ἐπεὶ διέβη τὸν Κύδνον, ἐπιστὰς τῇ ὄχθῃ φωνήν τε ἀφῆκεν, ὅπερ ἥκιστα περὶ τοὺς λυττῶντας τῶν κυνῶν ξυμβαίνει, καὶ τὰ ὦτα ἀνακλάσας ἔσεισε τὴν οὐρὰν ξυνιεὶς τοῦ ἐῤῥῶσθαι, φαρμακοποσία γὰρ λύττης ὕδωρ, ἢν θαρσήσῃ αὐτὸ ὁ λυττῶν.

Τοιαῦτα τοῦ ἀνδρὸς τὰ ὑπὲρ ἱερῶν τε καὶ πόλεων καὶ τὰ πρὸς δήμους καὶ ὑπὲρ δήμων καὶ τὰ ὑπὲρ τεθνεώτων ἢ νοσούντων καὶ τὰ πρὸς σοφούς τε καὶ μὴ σοφοὺς καὶ τὰ πρὸς βασιλέας, οἳ ξύμβουλον αὐτὸν ἀρετῆς ἐποιοῦντο.

 

VII

I. Οἶδα καὶ τὰς τυραννίδας, ὡς ἔστιν ἀρίστη βάσανος ἀνδρῶν φιλοσοφούντων, καὶ ξυγχωρῶ σκοπεῖν, ὅ τι ἕκαστος ἑτέρου ἧττον ἢ μᾶλλον ἀνὴρ ἔδοξεν, ὁ λόγος δέ μοι ξυντείνει ἐς τόδε· κατὰ τοὺς χρόνους, οὓς Δομετιανὸς ἐτυράννευσε, περιέστησαν τὸν ἄνδρα κατηγορίαι καὶ γραφαί, ὅπως μὲν ἀρξάμεναι καὶ ὁπόθεν καὶ ὅ τι ἑκάστῃ ὄνομα, δηλώσω αὐτίκα, ἐπεὶ δὲ ἀνάγκη λέξαι, τί μὲν εἰπών, τίς δὲ εἶναι δόξας ἀπῆλθε τῆς κρίσεως ἑλὼν μᾶλλον τὸν τύραννον ἢ ἁλοὺς αὐτός, δοκεῖ μοι διελθεῖν πρὸ τούτων, ὁπόσα εὗρον ἀφηγήσεως ἄξια σοφῶν ἀνδρῶν πρὸς τυράννους ἔργα παραδεικνύειν τε αὐτὰ τοῖς Ἀπολλωνίου· χρὴ γάρ που τἀληθὲς οὕτω μαστεύειν.   II. Ζήνων μὲν τοίνυν ὁ Ἐλεάτης, διαλεκτικῆς δὲ οὗτος δοκεῖ ἄρξαι, τὴν Νεάρχου τοῦ Μυσοῦ καταλύων τυραννίδα ἥλω καὶ στρεβλωθεὶς τοὺς μὲν ἑαυτοῦ ξυνωμότας ἀπεσιώπησεν, οἳ δ’ ἦσαν τῷ τυράννῳ βέβαιοι, διαβαλὼν τούτους ὡς οὐ βεβαίους, οἱ μὲν ὡς ἐπ’ ἀληθέσι ταῖς αἰτίαις ἀπέθανον, ὁ δ’ ἐλεύθερα τὰ Μυσῶν ἤγαγε τὴν τυραννίδα περὶ ἑαυτῇ σφήλας. Πλάτων δὲ ὑπὲρ τῆς Σικελιωτῶν ἐλευθερίας ἀγῶνά φησιν ἄρασθαι συλλαβὼν τῆς διανοίας ταύτης Δίωνι. Φύτων δὲ Ῥηγίου ἐκπεσὼν κατέφυγε μὲν ἐπὶ Διονύσιον τὸν Σικελίας τύραννον, μειζόνων δὲ ἀξιωθεὶς ἢ τὸν φεύγοντα εἰκὸς ξυνῆκε μὲν τοῦ τυράννου καὶ ὅτι τοῦ Ῥηγίου ἐρῴη, Ῥηγίνοις δ’ ἐπιστέλλων ταῦτα ἥλω, καὶ ὁ μὲν τύραννος ἑνὸς τῶν μηχανημάτων ἀνάψας αὐτὸν ζῶντα προσήγαγε τοῖς τείχεσιν, ὡς μὴ βάλοιεν οἱ Ῥηγῖνοι τὸ μηχάνημα φειδοῖ τοῦ Φύτωνος, ὁ δὲ ἐβόα βάλλειν, σκοπὸς γὰρ αὐτοῖς ἐλευθερίας εἶναι. Ἡρακλείδης δὲ καὶ Πύθων οἱ Κότυν ἀποκτείναντες τὸν Θρᾷκα νεανία μὲν ἤστην ἄμφω, τὰς δὲ Ἀκαδημίους διατριβὰς ἐπαινοῦντες σοφώ τε ἐγενέσθην καὶ οὕτως ἐλευθέρω. τὰ δὲ Καλλισθένους τοῦ Ὀλυνθίου τίς οὐκ οἶδεν; ὃς ἐπὶ τῆς αὐτῆς ἡμέρας ἐπαινέσας τε καὶ διαβαλὼν Μακεδόνας, ὅτε μέγιστοι δυνάμει ἦσαν, ἀπέθανεν ἀηδὴς δόξας. Διογένης δὲ ὁ Σινωπεὺς καὶ Κράτης ὁ Θηβαῖος ὁ μὲν εὐθὺ Χαιρωνείας ἥκων ἐπέπληξεν ὑπὲρ Ἀθηναίων Φιλίππῳ περὶ ὧν Ἡρακλείδης εἶναι φάσκων ἀπώλλυ ὅπλοις τοὺς ὑπὲρ ἐκείνων ὅπλα ἠρμένους, ὁ δ’ ἀνοικιεῖν Θήβας Ἀλεξάνδρου δι’ αὐτὸν φήσαντος οὐκ ἂν ἔφη δεηθῆναι πατρίδος, ἣν κατασκάψει τις ὅπλοις ἰσχύσας. καὶ λέγοιτο μὲν (ἂν) πολλὰ τοιαῦτα, ὁ λόγος δὲ οὐ ξυγχωρεῖ μῆκος τῷ γε ἀνάγκην ἔχοντι καὶ πρὸς ταῦτα ἀντειπεῖν οὐχ ὡς οὐ καλὰ ἢ οὐκ ἐν λόγῳ πᾶσιν, ἀλλ’ ὡς ἥττω τῶν Ἀπολλωνίου, κἂν ἄριστα ἑτέρων φαίνηται·   III. τὸ μὲν τοίνυν τοῦ Ἐλεάτου ἔργον καὶ οἱ τὸν Κότυν ἀπεκτονότες οὔπω ἀξιόλογα, Θρᾷκας γὰρ καὶ Γέτας δουλοῦσθαι μὲν ῥᾴδιον, ἐλευθεροῦν δὲ εὔηθες, οὐδὲ γὰρ τῇ ἐλευθερίᾳ χαίρουσιν, ἅτε, οἶμαι, οὐκ αἰσχρὸν ἡγούμενοι τὸ δουλεύειν. Πλάτων δὲ ὡς μὲν οὐ σοφόν τι ἔπαθε τὰ ἐν Σικελίᾳ διορθούμενος μᾶλλον ἢ τὰ Ἀθήνησιν, ἢ ὡς εἰκότως ἐπράθη σφαλείς τε καὶ σφήλας, οὐ λέγω διὰ τοὺς δυσχερῶς ἀκροωμένους. τὰ δὲ τοῦ Ῥηγίνου πρὸς Διονύσιον μὲν ἐτολμᾶτο τυραννεύοντα οὐ βεβαίως Σικελίας, ὁ δ’ ὑπ’ ἐκείνου πάντως ἀποθανὼν ἄν, εἰ καὶ μὴ ὑπὸ Ῥηγίνων ἐβλήθη, θαυμαστόν, οἶμαι, οὐδὲν ἔπραττε τὸν ὑπὲρ τῆς ἑτέρων ἐλευθερίας θάνατον μᾶλλον ἢ τὸν ὑπὲρ τῆς αὑτοῦ δουλείας αἱρούμενος. Καλλισθένης δὲ τὸ δόξαι κακὸς οὐδ’ ἂν νῦν διαφύγοι, τοὺς γὰρ αὐτοὺς ἐπαινέσας καὶ διαβαλὼν ἢ διέβαλεν, οὓς ἐνόμισεν ἐπαίνων ἀξίους, ἢ ἐπῄνεσεν, οὓς ἐχρῆν διαβάλλοντα φαίνεσθαι, καὶ ἄλλως ὁ μὲν καθιστάμενος ἐς τὸ λοιδορεῖσθαι τοῖς ἀγαθοῖς ἀνδράσιν οὐκ ἔχει ἀποδρᾶναι τὸ μὴ οὐ δόξαι βάσκανος, ὁ δὲ τοὺς πονηροὺς κολακεύων ἐπαίνοις αὐτὸς ἀποίσεται τὴν αἰτίαν τῶν ἁμαρτηθέντων σφίσιν, οἱ γὰρ κακοὶ κακίους ἐπαινούμενοι. Διογένης δὲ πρὸ Χαιρωνείας μὲν εἰπὼν ταῦτα πρὸς τὸν Φίλιππον κἂν ἐφύλαξε τὸν ἄνδρα καθαρὸν τῶν ἐπ’ Ἀθηναίους ὅπλων, εἰργασμένοις δ’ ἐπιστὰς ὠνείδιζε μέν, οὐ μὴν διωρθοῦτο. Κράτης δὲ καὶ αἰτίαν ἂν λάβοι πρὸς ἀνδρὸς φιλοπόλιδος μὴ ξυναράμενος Ἀλεξάνδρῳ τῆς βουλῆς, ᾗ ἐς τὸ ἀνοικίσαι τὰς Θήβας ἐχρῆτο. Ἀπολλώνιος δὲ οὔθ’ ὑπὲρ πατρίδος κινδυνευούσης δείσας οὔτε τοῦ σώματος ἀπογνοὺς οὔτ’ ἐς ἀνοήτους ὑπαχθεὶς λόγους οὔθ’ ὑπὲρ Μυσῶν ἢ Γετῶν οὔτε πρὸς ἄνδρα, ὃς ἦρχε νήσου μιᾶς ἢ χώρας οὐ μεγάλης, ἀλλ’ ὑφ’ ᾧ θάλαττά τε ἦν καὶ γῆ πᾶσα, πρὸς τοῦτον, ἐπειδὴ πικρῶς ἐτυράννευε, παρέταττεν ἑαυτὸν ὑπὲρ τοῦ τῶν ἀρχομένων κέρδους, χρησάμενος μὲν τῇ διανοίᾳ ταύτῃ καὶ πρὸς Νέρωνα, ἡγείσθω δ’ οὖν τις ἀκροβολισμοὺς ἐκεῖνα,   IV. ἐπεὶ μὴ ὁμόσε χωρῶν, ἀλλὰ τὸν Βίνδικα ἐπιῤῥωννὺς καὶ τὸν Τιγελλῖνον ἐκπλήττων σαθροτέραν τὴν τυραννίδα ἐποίει, καί τις ἀναφύεται λόγος ἀλαζὼν ἐνταῦθα, ὡς οὐδὲν γενναῖον ἐπιθέσθαι Νέρωνι ψαλτρίας τινὸς ἢ αὐλητρίδος βίον ζῶντι· ἀλλὰ περί γε Δομετιανοῦ τί φήσουσιν; ὃς τὸ μὲν σῶμα ἔῤῥωτο, ἡδονὰς δὲ τὰς μὲν ἐξ ὀργάνων τε καὶ κτύπων τὰς τὸ θυμοειδὲς ἀπομαραινούσας παρῃτεῖτο, τὰ δὲ ἑτέρων ἄχη καὶ ὅ τι ὀλοφύραιτό τις, ἐς τὸ εὐφραῖνον εἷλκε, τὴν δ’ ἀπιστίαν δήμων μὲν ἐκάλει πρὸς τοὺς τυράννους φυλακτήριον, τυράννων δὲ πρὸς πάντας, τὴν δὲ νύκτα πάντων μὲν ἔργων ἠξίου παύειν βασιλέα, φόνων δὲ ἄρχειν, ὅθεν ἠκρωτηριάσθη μὲν ἡ βουλὴ τοὺς εὐδοκιμωτάτους, φιλοσοφία δὲ οὕτω τι ἔπτηξεν, ὡς ἀποβαλόντες τὸ σχῆμα οἱ μὲν ἀποδρᾶναι σφῶν ἐς τὴν Κελτῶν ἑσπέραν, οἱ δὲ ἐς τὰ ἔρημα Λιβύης τε καὶ Σκυθίας, ἔνιοι δ’ ἐς λόγους ἀπενεχθῆναι ξυμβούλους τῶν ἁμαρτημάτων. ὁ δ’, ὥσπερ τῷ Σοφοκλεῖ πεποίηται πρὸς τὸν Οἰδίπουν ὁ Τειρεσίας ὑπὲρ ἑαυτοῦ λέγων

                    οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ,

οὕτω τὴν σοφίαν δέσποιναν πεποιημένος ἐλεύθερος ἦν τῆς Δομετιανοῦ φορᾶς τὰ Τειρεσίου τε καὶ Σοφοκλέους ἑαυτῷ ἐπιθεσπίσας καὶ δεδιὼς μὲν οὐδὲν ἴδιον, ἃ δὲ ἑτέρους ἀπώλλυ, ἐλεῶν, ὅθεν ξυνίστη ἐπ’ αὐτὸν νεότητά τε, ὁπόσην ἡ βουλὴ εἶχε, καὶ ξύνεσιν, ὁπόση περὶ ἐνίους αὐτῶν ἑωρᾶτο, φοιτῶν ἐς τὰ ἔθνη καὶ φιλοσοφῶν πρὸς τοὺς ἡγεμόνας, ὡς οὔτε ἀθάνατος ἡ τῶν τυράννων ἰσχὺς αὐτῷ τε τῷ φοβεροὶ δοκεῖν ἁλίσκονται μᾶλλον. διῄει δὲ αὐτοῖς καὶ τὰ Παναθήναια τὰ Ἀττικά, ἐφ’ οἷς Ἁρμόδιός τε καὶ Ἀριστογείτων ᾄδονται, καὶ τὸ ἀπὸ Φυλῆς ἔργον, ὃ καὶ τριάκοντα ὁμοῦ τυράννους εἷλε, καὶ τὰ Ῥωμαίων δὲ αὐτῶν διῄει πάτρια, ὡς κἀκεῖνοι δῆμος τὸ ἀρχαῖον ὄντες τὰς τυραννίδας ἐώθουν ὅπλοις.   V. τραγῳδίας δὲ ὑποκριτοῦ παρελθόντος ἐς τὴν Ἔφεσον ἐπὶ τῇ Ἰνοῖ τῷ δράματι καὶ ἀκροωμένου τοῦ τῆς Ἀσίας ἄρχοντος, ὃς καίτοι νέος ὢν φανερὸς ἐν ὑπάτοις ἀτολμότερον ὑπὲρ τούτων διενοεῖτο, ὁ μὲν ὑποκριτὴς ἐπέραινεν ἤδη τὰ ἰαμβεῖα, ἐν οἷς ὁ Εὐριπίδης διὰ μακρῶν αὐξηθέντας τοὺς τυράννους ἁλίσκεσθαί φησιν ὑπὸ μικρῶν, ἀναπηδήσας δὲ ὁ Ἀπολλώνιος “ἀλλ’ ὁ δειλὸς” ἔφη “οὗτος οὔτε Εὐριπίδου ξυνίησιν οὔτε ἐμοῦ.”   VI. καὶ μὴν καὶ λόγου ἀφικομένου, ὡς λαμπρὰν κάθαρσιν εἴη Δομετιανὸς πεποιημένος τῆς Ῥωμαίων Ἑστίας, ἐπειδὴ τρεῖς τῶν Ἑστιάδων ἀπέκτεινεν ἐπ’ αἰτίᾳ τῆς ζώνης καὶ τῷ μὴ καθαρεῦσαι γάμων, ἃς ἁγνῶς τὴν Ἰλιάδα Ἀθηνᾶν καὶ τὸ ἐκεῖ πῦρ θεραπεύειν ἔδει, “εἰ γὰρ καὶ σὺ” ἔφη “καθαρθείης, Ἥλιε, τῶν ἀδίκων φόνων, ὧν πᾶσα ἡ οἰκουμένη μεστὴ νῦν.” καὶ οὐδὲ ἰδίᾳ ταῦτα, ὥσπερ οἱ δειλοί, ἀλλ’ ἐν τῷ ὁμίλῳ καὶ ἐς πάντας ἐκήρυττέ τε καὶ ηὔχετο.   VII. ἐπεὶ δὲ Σαβῖνον ἀπεκτονὼς ἕνα τῶν ἑαυτοῦ ξυγγενῶν Ἰουλίαν ἤγετο, ἡ δὲ Ἰουλία γυνὴ μὲν ἦν τοῦ πεφονευμένου, Δομετιανοῦ δὲ ἀδελφιδῆ, μία τῶν Τίτου θυγατέρων, ἔθυε μὲν ἡ Ἔφεσος τοὺς γάμους, ἐπιστὰς δὲ τοῖς ἱεροῖς ὁ Ἀπολλώνιος “ὦ νὺξ” ἔφη “τῶν πάλαι Δαναΐδων, ὡς μία ἦσθα.”   VIII. καὶ μὴν καὶ τὰ ἐν τῇ Ῥώμῃ ὧδε αὐτῷ ἐπράττετο· ἀρχῇ πρέπειν ἐδόκει Νερούας, ἧς μετὰ Δομετιανὸν σωφρόνως ἥψατο, ἦν δὲ καὶ περὶ Ὄρφιτόν τε καὶ Ῥοῦφον ἡ αὐτὴ δόξα. τούτους Δομετιανὸς ἐπιβουλεύειν ἑαυτῷ φήσας οἱ μὲν ἐς νήσους καθείρχθησαν, Νερούᾳ δὲ προσέταξεν οἰκεῖν Τάραντα. ὢν δὲ ἐπιτήδειος αὐτοῖς ὁ Ἀπολλώνιος τὸν μὲν χρόνον, ὃν Τίτος ὁμοῦ τῷ πατρὶ καὶ μετὰ τὸν πατέρα ἦρχεν, ἀεί τι ὑπὲρ σωφροσύνης ἐπέστελλε τοῖς ἀνδράσι προσποιῶν αὐτοὺς τοῖς βασιλεῦσιν ὡς χρηστοῖς, Δομετιανοῦ δέ, ἐπεὶ χαλεπὸς ἦν, ἀφίστη τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας ἐῤῥώννυ. τὰς μὲν δὴ ἐπιστολιμαίους ξυμβουλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, πολλοὺς γὰρ τῶν ἐν δυνάμει καὶ δοῦλοι προὔδοσαν καὶ φίλοι καὶ γυναῖκες καὶ οὐδὲν ἀπόῤῥητον ἐχώρησε τότε οἰκία, τῶν δὲ αὑτοῦ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων “διάκονον” εἶπεν ἂν “ποιοῦμαί σε ἀποῤῥήτου λαμπροῦ· βαδίσαι δὲ χρὴ ἐς τὴν Ῥώμην παρὰ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ καὶ γενέσθαι πρὸς τὴν πειθὼ τοῦ ἀνδρὸς πᾶν ὅ τι ἐγώ.” ἐπεὶ δὲ ἤκουσεν, ὅτι φεύγοιεν ὁρμῆς μὲν ἐνδειξάμενοί τι ἐπὶ τὸν τύραννον, ὄκνῳ δ’ ἐκπεσόντες ὧν διενοήθησαν, διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης περὶ τὸ νέμος τῆς Σμύρνης, ἐν ᾧ ὁ Μέλης,   IX. εἰδὼς δὲ τὸν Νερούαν ὡς αὐτίκα δὴ ἄρξοι, διῄει τὸν λόγον καὶ ὅτι μηδ’ οἱ τύραννοι τὰ ἐκ Μοιρῶν οἷοι βιάζεσθαι, χαλκῆς τε εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι, ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας “ἀνόητε,” εἶπεν “ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον κἂν ἀποκτείνῃς, ἀναβιώσεται.” ταῦτα ἐς Δομετιανὸν ἀφίκετο ἐκ διαβολῶν Εὐφράτου, καὶ ὑπὲρ ὅτου μὲν τῶν ἀνδρῶν ἐχρησμῴδει αὐτά, οὐδεὶς ξυνίει, τιθέμενος δὲ ὁ τύραννος εὖ τὸν ἑαυτοῦ φόβον ὥρμησεν ἀποκτεῖναι τοὺς ἄνδρας· ὡς δὲ μὴ ἔξω λόγου πράττων αὐτὸ φαίνοιτο, ἐκάλει τὸν Ἀπολλώνιον ἀπολογησόμενον ὑπὲρ τῶν πρὸς αὐτοὺς ἀποῤῥήτων· ἢ γὰρ ἀφικομένου καταψηφισάμενος οὐδὲ ἀκρίτους ἀπεκτονέναι δόξειν, ἀλλ’ ἐν ἐκείνῳ ἑαλωκότας, ἢ εἰ σοφίᾳ τινὶ τοῦ φανεροῦ ὑπεξέλθοι, μᾶλλον ἤδη ἀπολεῖσθαι σφᾶς ὡς κατεψηφισμένους καὶ ὑπὸ τοῦ κοινωνοῦ τῆς αἰτίας.

X. Διανοουμένου δὲ αὐτοῦ ταῦτα καὶ γράφοντος ἤδη πρὸς τὸν τῆς Ἀσίας ἄρχοντα, ὡς ξυλληφθείη τε καὶ ἀναχθείη, προεῖδε μὲν ὁ Τυανεὺς πάντα δαιμονίως τε καὶ ὥσπερ εἰώθει, πρὸς δὲ τοὺς ἑταίρους εἰπὼν δεῖσθαι ἀποδημίας ἀποῤῥήτου, τοὺς μὲν ἐσῆλθεν Ἀβάριδος τοῦ ἀρχαίου δόξα, καὶ ὅτι ἐς τοιόνδε τι ὡρμήκοι, ὁ δὲ οὐδὲ τῷ Δάμιδι τὸν ἑαυτοῦ νοῦν ἐκφήνας ἐς Ἀχαιοὺς ξὺν αὐτῷ ἔπλει, Κορίνθου δὲ ἐπιβὰς καὶ τῷ Ἡλίῳ περὶ μεσημβρίαν ὁπόσα εἰώθει δράσας ἀφῆκεν ἐς τὸ Σικελῶν καὶ Ἰταλῶν ἔθνος ἅμα ἑσπέρᾳ. τυχὼν δὲ οὐρίου πνεύματος καί τινος εὐροίας ὑποδραμούσης τὸ πέλαγος ἀφίκετο ἐς Δικαιαρχίαν πεμπταῖος. Δημητρίῳ δὲ ἐντυχών, ὃς ἐδόκει θαρσαλεώτατος τῶν φιλοσόφων, ἐπεὶ μὴ πολὺ ἀπὸ τῆς Ῥώμης διῃτᾶτο, ξυνίει μὲν αὐτοῦ ἐξεστηκότος τῷ τυράννῳ, διατριβῆς δὲ ἕνεκα “εἴληφά σε” εἶπε “τρυφῶντα καὶ τῆς εὐδαίμονος Ἰταλίας, εἰ δὴ εὐδαίμων, τὸ μακαριώτατον οἰκοῦντα, ἐν ᾧ λέγεται καὶ Ὀδυσσεὺς Καλυψοῖ ξυνὼν ἐκλαθέσθαι καπνοῦ Ἰθακησίου καὶ οἴκου.” περιβαλὼν δ’ αὐτὸν ὁ Δημήτριος καί τι καὶ ἐπευφημήσας “ὦ θεοί,” ἔφη “τί πείσεται φιλοσοφία κινδυνεύουσα περὶ ἀνδρὶ τοιούτῳ;” “κινδυνεύει δὲ” εἶπε “τί;” “ἅ γε,” ἔφη “προειδὼς ἥκεις· εἰ γὰρ τὸν σὸν ἀγνοῶ νοῦν, οὐδὲ τὸν ἐμαυτοῦ οἶδα. διαλεγώμεθα δὲ μὴ ἐνταῦθα, ἀλλ’ ἴωμεν οὗ μόνων ἡμῶν ἡ ξυνουσία ἔσται, παρατυγχανέτω δὲ καὶ ὁ Δάμις, ὃν ἐγώ, νὴ τὸν Ἡρακλέα, Ἰόλεων ἡγοῦμαι τῶν σῶν ἄθλων.”   XI. ἄγει δὲ αὐτοὺς εἰπὼν ταῦτα ἐς τὸ Κικέρωνος τοῦ παλαιοῦ χωρίον, ἔστι δὲ τοῦτο πρὸς τῷ ἄστει. ἱζησάντων δὲ ὑπὸ πλατάνῳ οἱ μὲν τέττιγες ὑποψαλλούσης αὐτοὺς τῆς αὔρας ἐν ᾠδαῖς ἦσαν, ἀναβλέψας δὲ ἐς αὐτοὺς ὁ Δημήτριος “ὦ μακάριοι” ἔφη “καὶ ἀτεχνῶς σοφοί, ὡς ἐδίδαξάν τε ὑμᾶς ᾠδὴν ἄρα Μοῦσαι μήπω ἐς δίκας ἢ διαβολὰς ὑπαχθεῖσαν, γαστρός τε κρείττους ἐποίησαν καὶ ἀνῴκισαν τοῦ ἀνθρωπείου φθόνου ἐς ταυτὶ τὰ δένδρα, ἐφ’ ὧν ὄλβιοι τὴν ἐφ’ ὑμῶν τε καὶ Μουσῶν εὐδαιμονίαν ᾄδετε.” ὁ δὲ Ἀπολλώνιος ξυνίει μέν, οἷ τείνει ταῦτα, διαβαλὼν δ’ αὐτὰ ὡς ἀργότερα τῆς ἐπαγγελίας, “εἶτα” εἶπε “τεττίγων βουληθεὶς διελθεῖν ἔπαινον οὐκ ἐς τὸ φανερὸν διῄεις αὐτόν, ἀλλ’ ἐνταῦθα πτήξας, ὥσπερ δημοσίᾳ κειμένου νόμου μηδένα ἐπαινεῖν τέττιγας;” “οὐχ ὑπὲρ ἐπαίνου” ἔφη “ταῦτα εἶπον, ἀλλ’ ἐνδεικνύμενος, ὅτι τούτοις μὲν ἀνεῖται τὰ αὐτῶν μουσεῖα, ἡμῖν δὲ οὐδὲ γρύξαι συγγνώμη, ἀλλ’ ἔγκλημα ἡ σοφία εὕρηται, καὶ ἡ μὲν Ἀνύτου καὶ Μελήτου γραφὴ “Σωκράτης” φησὶν “ἀδικεῖ διαφθείρων τοὺς νέους καὶ δαιμόνια καινὰ ἐπεσάγων, ἡμᾶς δὲ οὑτωσὶ γράφονται· ἀδικεῖ ὁ δεῖνα σοφὸς ὢν καὶ δίκαιος καὶ ξυνιεὶς μὲν θεῶν, ξυνιεὶς δὲ ἀνθρώπων, νόμων τε πέρι πολλὰ εἰδώς. σὺ δ’, ὅσῳ περ ἡμῶν σοφώτατος, τοσούτῳ σοφωτέρα κατηγορία ἐπὶ σὲ εὕρηται· βούλεται γάρ σε Δομετιανὸς μετέχειν τῶν ἐγκλημάτων, ἐφ’ οἷς Νερούας τε καὶ οἱ ξὺν αὐτῷ φεύγουσι.” “φεύγουσι δ’” ἦδ’ ὃς “ἐπὶ τῷ;” “ἐπὶ τῇ μεγίστῃ γε” ἔφη “τῶν νῦν αἰτιῶν, ὡς δοκεῖ τῷ διώκοντι· φησὶ γὰρ αὐτοὺς ἐπὶ τὴν ἀρχὴν τὴν αὑτοῦ πηδῶντας ᾑρηκέναι, σὲ δὲ ἐξορμῆσαι τοὺς ἄνδρας ἐς ταῦτα παῖδα, οἶμαι, τεμόντα.” “μῶν” ἔφη “ὡς ὑπ’ εὐνούχου ἡ ἀρχὴ καταλυθείη;” “οὐ τοῦτο” ἔφη “συκοφαντούμεθα, φασὶ δ’, ὡς παῖδα θύσαις ὑπὲρ μαντικῆς, ἣν τὰ νεαρὰ τῶν σπλάγχνων φαίνει, πρόσκειται δὲ τῇ γραφῇ καὶ περὶ ἀμπεχόνης καὶ διαίτης καὶ τὸ ἔστιν ὑφ’ ὧν προσκυνεῖσθαί σε. ταυτὶ γὰρ Τελεσίνου ἤκουον ἀνδρὸς ἐμοί τε καὶ σοὶ ἐπιτηδείου.” “ἕρμαιον,” εἶπεν “εἰ Τελεσίνῳ ἐντευξόμεθα, λέγεις γάρ που τὸν φιλόσοφον, ὃς ἐπὶ Νέρωνος ἐν ὑπάτοις ἦρξεν;” “ἐκεῖνον μὲν οὖν” ἔφη “λέγω, ξυγγένοιο δ’ ἂν αὐτῷ τίνα τρόπον; αἱ γὰρ τυραννίδες ὑποπτότεραι πρὸς τοὺς ἐν ἀξίᾳ πάντας, ἢν ἐς κοινὸν ἴωσι λόγον τοῖς ἐν οἵᾳ σὺ νῦν αἰτίᾳ, Τελεσῖνος δὲ καὶ τῷ κηρύγματι ὑπεξῆλθεν, ὃ κεκήρυκται νῦν ἐς φιλοσοφίαν πᾶσαν, ἀσπασάμενος μᾶλλον τὸ φεύγειν ὡς φιλόσοφος ἢ τὸ ὡς ὕπατος μένειν.” “μὴ κινδυνευέτω” εἶπεν “ὁ ἀνὴρ ἐμοῦγε ἕνεκα, ἱκανῶς γὰρ ὑπὲρ φιλοσοφίας κινδυνεύει.   XII. ἀλλ’ ἐκεῖνό μοι εἰπέ, Δημήτριε, τί δοκῶ σοι λέγων ἢ τί πράττων εὖ θήσεσθαι τὸν ἐμαυτοῦ φόβον;” “μὴ παίζων,” ἔφη “μηδέ, ἃ δέδιας, φοβεῖσθαι λέγων, εἰ γὰρ φοβερὰ ἡγοῦ ταῦτα, κἂν ᾤχου ἀποδρὰς τὸν ὑπὲρ αὐτῶν λόγον.” “σὺ δ’ ἂν ἀπέδρας,” εἶπεν “εἰ περὶ ὧν ἐγὼ ἐκινδύνευες;” “οὐκ ἄν,” ἔφη “μὰ τὴν Ἀθηνᾶν, εἴ τις ἐδίκαζε, τὸ δ’ ἄνευ δίκης καὶ ὃ μηδ’, εἰ ἀπολογοίμην, ἀκροασόμενος ἢ ἀκροασόμενος μέν, ἀποκτενῶν δὲ καὶ μὴ ἀδικοῦντα. οὐκ ἂν ἔμοιγ’ οὖν ξυνεχώρησας ἑλέσθαι ποτὲ ψυχρὸν οὕτω καὶ ἀνδραποδώδη θάνατον ἀντὶ τοῦ φιλοσοφίᾳ προσήκοντος· φιλοσοφίᾳ δέ, οἶμαι, προσήκει ἢ πόλιν ἐλευθεροῦντα ἀποθανεῖν ἢ γονεῦσι τοῖς ἑαυτοῦ καὶ παισὶ καὶ ἀδελφοῖς καὶ τῇ ἄλλῃ ξυγγενείᾳ ἀμύνοντα ἢ ὑπὲρ φίλων ἀγωνιζόμενον, οἳ ξυγγενείας αἱρετώτεροι σοφοῖς ἀνδράσιν ἢ οἳ ἠμπολημένοι ἐξ ἔρωτος, τὸ δὲ μὴ ἐπ’ ἀληθέσι, κεκομψευμένοις δ’ ἀποθανεῖν καὶ παρασχεῖν τῷ τυράννῳ σοφῷ δόξαι πολλῷ βαρύτερον ἢ εἴ τις, ὥσπερ φασὶ τὸν Ἰξίονα, μετέωρος ἐπὶ τροχοῦ κνάμπτοιτο. σοὶ δὲ ἀγῶνος οἶμαι ἄρξειν αὐτὸ τὸ ἥκειν ἐνταῦθα, σὺ μὲν γὰρ τῷ τῆς γνώμης ὑγιαίνοντι προστίθης τοῦτο καὶ τῷ μὴ ἂν θαῤῥῆσαι τὴν δεῦρο ὁδόν, εἴ τι ἠδίκεις, Δομετιανῷ δὲ οὐ δόξεις, ἀλλ’ ἀπόῤῥητόν τινα ἰσχὺν ἔχων θρασέως ἐῤῥῶσθαι. τὸ γὰρ καλοῦντος μέν, οὔπω δ’ ἡμέραι δέκα, ὥς φασι, σὲ δ’ ἀφῖχθαι πρὸς τὴν κρίσιν οὐδ’ ἀκηκοότα πω, ὡς κριθήσῃ, νοῦν τῇ κατηγορίᾳ δώσει, προγιγνώσκων γὰρ ἂν φαίνοιο καὶ ὁ λόγος ὁ περὶ τοῦ παιδὸς ἰσχύσει. καὶ ὅρα, μὴ τὰ περὶ Μοιρῶν καὶ ἀνάγκης, ὑπὲρ ὧν ἐν Ἰωνίᾳ διειλέχθαι σέ φασιν, ἐπὶ σὲ ἥκῃ καὶ βουλομένης τι τῆς εἱμαρμένης ἄτοπον, σὺ δ’ ἠναγκασμένος χωρῇς ἐπ’ αὐτὸ οὐκ εἰδώς, ὡς σοφώτερον ἀεὶ τὸ φυλάττεσθαι. εἰ δὲ μὴ ἐκλέλησαι τῶν ἐπὶ Νέρωνος, οἶσθά που τοὐμὸν καὶ ὅτι μὴ ἀνελεύθερος ἐγὼ πρὸς θάνατον. ἀλλ’ εἶχέ τι ῥᾳστώνης ἐκεῖνα· Νέρωνα γὰρ ἡ κιθάρα τοῦ μὲν προσφόρου βασιλείᾳ σχήματος ἐδόκει ἐκκρούειν, τὰ δὲ ἄλλα οὐκ ἀηδῶς ἥρμοττεν, ἦγε γάρ τινας πολλάκις δι’ αὐτὴν ἐκεχειρίας, καὶ ἀπείχετο τῶν φόνων· ἐμὲ γοῦν οὐκ ἀπέκτεινε καίτοι τὸ ξίφος ἐπ’ ἐμαυτὸν ἕλκοντα διὰ τοὺς σούς τε κἀμοῦ λόγους, οὓς ἐπὶ τῷ βαλανείῳ διῆλθον, αἴτιον δ’ ἦν τοῦ μὴ ἀποκτεῖναι τὸ τὴν εὐφωνίαν αὐτῷ ἐπιδοῦναι τότε καὶ τό, ὡς ᾤετο, μελῳδίας λαμπρᾶς ἅψασθαι. νυνὶ δὲ τίνι μὲν εὐφωνίᾳ, τίνι δὲ κιθάρᾳ θύσομεν; ἄμουσα γὰρ καὶ μεστὰ χολῆς πάντα, καὶ οὔτ’ ἂν ὑφ’ ἑαυτοῦ ὅδε οὔτ’ ἂν ὑφ’ ἑτέρων θελχθείη. καίτοι Πίνδαρος ἐπαινῶν τὴν λύραν φησίν, ὡς καὶ τὸν τοῦ Ἄρεος θυμὸν θέλγει καὶ τῶν πολεμικῶν ἴσχει αὐτόν, οὑτοσὶ δὲ καίτοι μουσικὴν ἀγωνίαν καταστησάμενος ἐνταῦθα καὶ στεφανῶν δημοσίᾳ τοὺς νικῶντας ἔστιν οὓς καὶ ἀπέκτεινεν αὐτῶν, ὕστατά φασι μουσικὴν ἀγωνίαν αὐλήσαντάς τε καὶ ᾄσαντας. βουλευτέα δέ σοι καὶ ὑπὲρ τῶν ἀνδρῶν, προσαπολεῖς γὰρ κἀκείνους ἢ θρασὺς δόξας ἢ εἰπών, ἃ μὴ πείσεις. ἡ σωτηρία δέ σοι παρὰ πόδα· τῶν γὰρ νεῶν τούτων, πολλαὶ δ’, ὡς ὁρᾷς, εἰσίν, αἱ μὲν ἐς Λιβύην ἀφήσουσιν, αἱ δ’ ἐς Αἴγυπτον, αἱ δ’ ἐς Φοινίκην καὶ Κύπρον, αἱ δ’ εὐθὺ Σαρδοῦς, αἱ δ’ ὑπὲρ Σαρδώ· μιᾶς ἐπιβάντι σοι κομίζεσθαι κράτιστον ἐς ὁτιδὴ τῶν ἐθνῶν τούτων, αἱ γὰρ τυραννίδες ἧττον χαλεπαὶ τοῖς φανεροῖς τῶν ἀνδρῶν, ἢν ἐπαινοῦντας αἴσθωνται τὸ μὴ ἐν φανερῷ ζῆν.”

XIII. Ἡττηθεὶς δ’ ὁ Δάμις τῶν τοῦ Δημητρίου λόγων “ἀλλὰ σύ γε” ἔφη “φίλος ἀνδρὶ παρὼν γένοιο ἂν ἀγαθόν τι τούτῳ μέγα, ἐμοῦ γὰρ σμικρὸς λόγος, εἰ ξυμβουλεύοιμι αὐτῷ μὴ κυβιστᾶν ἐς ὀρθὰ ξίφη, μηδ’ ἀναῤῥιπτεῖν πρὸς τυραννίδα, ἧς οὐ χαλεπωτέρα ἐνομίσθη. τῆς γοῦν ὁδοῦ τῆς ἐνταῦθα, εἰ μή σοι ξυνέτυχον, οὐδὲ τὸν νοῦν ἐγίγνωσκον, ἕπομαι μὲν γὰρ αὐτῷ θᾶττον ἢ ἑαυτῷ τις, εἰ δὲ ἔροιό με, ποῖ πλέω ἢ ἐφ’ ὅ τι, καταγέλαστος ἐγὼ τοῦ πλοῦ Σικελικὰ μὲν πελάγη καὶ Τυῤῥηνοὺς κόλπους ἀναμετρῶν, οὐκ εἰδὼς δέ, ὑπὲρ ὅτου. καὶ εἰ μὲν ἐκ προῤῥήσεως ἐκινδύνευον, εἶχον ἂν πρὸς τοὺς ἐρωτῶντας λέγειν, ὡς Ἀπολλώνιος μὲν θανάτου ἐρᾷ, ἐγὼ δ’ ἀντεραστὴς ξυμπλέω, ἐπεὶ δ’ οὐδὲν οἶδα, ἐμὸν ἤδη λέγειν, ὑπὲρ ὧν οἶδα, λέξω δὲ αὐτὸ ὑπὲρ τοῦ ἀνδρός· εἰ μὲν γὰρ ἐγὼ ἀποθάνοιμι, οὔπω δεινὰ φιλοσοφία πείσεται, σκευοφόρῳ γὰρ εἴκασμαι στρατιώτου γενναίου λόγου ἀξιούμενος, ὅτι τοιῷδε ἕπομαι, εἰ δὲ ἔσται τις, ὃς ἀποκτενεῖ τοῦτον, εὔποροι δ’ αἱ τυραννίδες τὰ μὲν ξυνθεῖναι, τὰ δὲ ἐξᾶραι, τρόπαιον μὲν οἶμαι κατὰ φιλοσοφίας ἑστήξει σφαλείσης περὶ τῷ ἄριστα ἀνθρώπων φιλοσοφήσαντι, πολλοὶ δὲ Ἄνυτοι καθ’ ἡμῶν καὶ Μέλητοι, γραφαὶ δ’ αἱ μὲν ἔνθεν, αἱ δὲ ἐκεῖθεν ἐπὶ τοὺς Ἀπολλωνίῳ ξυγγενομένους, ὡς ὁ μέν τις ἐγέλασε καθαπτομένου τῆς τυραννίδος, ὁ δ’ ἐπέῤῥωσε λέγοντα, ὁ δ’ ἐνέδωκε λέξαι τι, ὁ δ’ ἀπῆλθε ξὺν ἐπαίνῳ ὧν ἤκουσεν. ἐγὼ δ’ ἀποθνήσκειν μὲν ὑπὲρ φιλοσοφίας οὕτω φημὶ δεῖν, ὡς ὑπὲρ ἱερῶν καὶ τειχῶν καὶ τάφων, ὑπὲρ σωτηρίας γὰρ τῶν τοιῶνδε πολλοὶ καὶ ὀνομαστοὶ ἄνδρες ἀποθανεῖν ἠσπάζοντο, ὡς δὲ ἀπολέσθαι φιλοσοφίαν μήτε ἐγὼ ἀποθάνοιμι μήτε ὅστις ἐκείνης τε καὶ Ἀπολλωνίου ἐρᾷ.”

XIV. Πρὸς ταῦτα ὁ Ἀπολλώνιος “Δάμιδι μὲν ὑπὲρ τῶν παρόντων εὐλαβῶς διειλεγμένῳ ξυγγνώμην” ἔφη “προσήκει ἔχειν, Ἀσσύριος γὰρ ὢν καὶ Μήδοις προσοικήσας, οὗ τὰς τυραννίδας προσκυνοῦσιν, οὐδὲν ὑπὲρ ἐλευθερίας ἐνθυμεῖται μέγα, σὺ δ’ οὐκ οἶδ’ ὅ τι πρὸς φιλοσοφίαν ἀπολογήσῃ, φόβους ὑποτιθείς, ὧν, εἴ τι καὶ ἀληθὲς ἐφαίνετο, ἀπάγειν ἐχρῆν μᾶλλον ἢ ἔσω καθιστάναι τοῦ φοβεῖσθαι τὸν μηδ’ ἃ παθεῖν εἰκὸς ἦν δεδιότα. σοφὸς δ’ ἀνὴρ ἀποθνησκέτω μὲν ὑπὲρ ὧν εἶπας, ἀποθάνοι δ’ ἄν τις ὑπὲρ τούτων καὶ μὴ σοφός, τὸ μὲν γὰρ ὑπὲρ ἐλευθερίας ἀποθνήσκειν νόμῳ προστέτακται, τὸ δ’ ὑπὲρ ξυγγενείας ἢ φίλων ἢ παιδικῶν φύσις ὥρισε, δουλοῦται δὲ ἅπαντας ἀνθρώπους φύσις καὶ νόμος, φύσις μὲν καὶ ἑκόντας, νόμος δὲ ἄκοντας· σοφοῖς δὲ οἰκειότερον τελευτᾶν ὑπὲρ ὧν ἐπετήδευσαν· ἃ γὰρ μὴ νόμου ἐπιτάξαντος, μηδὲ φύσεως ξυντεκούσης αὐτοὶ ὑπὸ ῥώμης τε καὶ θράσους ἐμελέτησαν, ὑπὲρ τούτων, εἰ καταλύοι τις αὐτά, ἴτω μὲν πῦρ ἐπὶ τὸν σοφόν, ἴτω δὲ πέλεκυς, ὡς νικήσει αὐτὸν οὐδὲν τούτων, οὐδὲ ἐς ὁτιοῦν περιελᾷ ψεῦδος, καθέξει δέ, ὁπόσα οἶδε, μεῖον οὐδὲν ἢ ἃ ἐμυήθη. ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὧν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς, τυράννοις δὲ οὐδέν. ὡς δὲ οὐχ ὑπὲρ ἀνοήτων ἥκω, σκοπεῖν ἔξεστιν· ἐγὼ γὰρ περὶ μὲν τῷ ἐμαυτοῦ σώματι κινδυνεύω οὐδέν, οὐδ’ ἀποθάνοιμ’ ἂν ὑπὸ τῆς τυραννίδος, οὐδ’ εἰ αὐτὸς βουλοίμην, ξυνίημι δὲ κινδυνεύων περὶ τοῖς ἀνδράσιν, ὧν εἴτε ἀρχὴν εἴτε προσθήκην ποιεῖταί με ὁ τύραννος, εἰμὶ πᾶν ὅ τι βούλεται. εἰ δὲ προὐδίδουν σφᾶς ἢ βραδύνων ἢ βλακεύων πρὸς τὴν αἰτίαν, τίς ἂν τοῖς σπουδαίοις ἔδοξα; τίς δ’ οὐκ ἂν ἀπέκτεινέ με εἰκότως, ὡς παίζοντα ἐς ἄνδρας, οἷς, ἃ παρὰ τῶν θεῶν ᾔτουν, ἀνετέθη; ὅτι δ’ οὐκ ἦν μοι διαφυγεῖν τὸ μὴ οὐ προδότης δόξαι, δηλῶσαι βούλομαι· τυραννίδων ἤθη διττά, αἱ μὲν γὰρ ἀκρίτους ἀποκτείνουσιν, αἱ δὲ ὑπαχθέντας δικαστηρίοις, ἐοίκασι δ’ αἱ μὲν τοῖς θερμοῖς τε καὶ ἑτοίμοις τῶν θηρίων, αἱ δὲ τοῖς μαλακωτέροις τε καὶ ληθάργοις. ὡς μὲν δὴ χαλεπαὶ ἄμφω, δῆλον πᾶσι παράδειγμα ποιουμένοις τῆς μὲν ὁρμώσης καὶ ἀκρίτου Νέρωνα, τῆς δὲ ὑποκαθημένης Τιβέριον, ἀπώλλυσαν γὰρ ὁ μὲν οὐδ’ οἰηθέντας, ὁ δ’ ἐκ πολλοῦ δείσαντας. ἐγὼ δ’ ἡγοῦμαι χαλεπωτέρας τὰς δικάζειν προσποιουμένας καὶ ψηφίζεσθαί τι ὡς ἐκ τῶν νόμων, πράττουσι μὲν γὰρ κατ’ αὐτοὺς οὐδέν, ψηφίζονται δ’, ἅπερ οἱ μηδὲν κρίναντες, ὄνομα τῷ διατρίβοντι τῆς ὀργῆς θέμενοι νόμον, τὸ δ’ ἀποθνήσκειν κατεψηφισμένους ἀφαιρεῖται τοὺς ἀθλίους καὶ τὸν παρὰ τῶν πολλῶν ἔλεον, ὃν ὥσπερ ἐντάφιον χρὴ ἐπιφέρειν τοῖς ἀδίκως ἀπελθοῦσι. δικαστικὸν μὲν δὴ τὸ τῆς τυραννίδος ταύτης ὁρῶ σχῆμα, τελευτᾶν δέ μοι δοκεῖ ἐς ἄκριτον, ὧν γὰρ πρὶν ἢ δικάσαι κατεψηφίσατο, τούτους ὡς μήπω δεδικασμένους ὑπάγει τῇ κρίσει, καὶ ὁ μὲν ψήφῳ ἁλοὺς ἐν αὐτῇ δῆλον ὡς ὑπὸ τοῦ μὴ κατὰ νόμους κρίναντος ἀπολωλέναι φησίν, ὁ δ’ ἐκλιπὼν τὸ δικάσασθαι πῶς ἂν διαφύγοι τὸ μὴ οὐκ ἐφ’ ἑαυτὸν ἐψηφίσθαι; τὸ δὲ καὶ τοιῶνδε ἀνδρῶν κειμένων ἐπ’ ἐμοὶ νῦν ἀποδρᾶναι τὸν ἐμαυτοῦ τε κἀκείνων ἀγῶνα ποῖ με τῆς γῆς ἐάσει καθαρὸν δόξαι; ἔστω γὰρ σὲ μὲν εἰρηκέναι ταῦτα, ἐμὲ δὲ (ὡς) ὀρθῶς εἰρημένοις πείθεσθαι, τοὺς δὲ ἀπεσφάχθαι, τίς μὲν ὑπὲρ εὐπλοίας εὐχὴ τῷ τοιῷδε; ποῖ δὲ ὁρμιεῖται; πορεύσεται δὲ παρὰ τίνα; ἐξαλλάττειν γὰρ χρὴ οἶμαι πάσης, ὁπόσης Ῥωμαῖοι ἄρχουσι, παρ’ ἄνδρας δὲ ἥκειν ἐπιτηδείους τε καὶ μὴ ἐν φανερῷ οἰκοῦντας, τουτὶ δ’ ἂν Φραώτης τε εἴη καὶ ὁ Βαβυλώνιος καὶ Ἰάρχας ὁ θεῖος καὶ Θεσπεσίων ὁ γενναῖος. εἰ μὲν δὴ ἐπ’ Αἰθιόπων στελλοίμην, τί ἄν, ὦ λῷστε, πρὸς Θεσπεσίωνα εἴποιμι; εἴτε γὰρ κρύπτοιμι ταῦτα, ψευδολογίας ἐραστὴς δόξω, μᾶλλον δὲ δοῦλος, εἴτε ἐς ἀπαγγελίαν αὐτῶν ἴοιμι, τοιῶνδέ που δεήσει λόγων· ἐμέ, ὦ Θεσπεσίων, Εὐφράτης πρὸς ὑμᾶς διέβαλεν, ἃ μὴ ἐμαυτῷ ξύνοιδα· ὁ μὲν γὰρ κομπαστὴν ἔφη καὶ τερατώδη με εἶναι καὶ ὑβριστὴν σοφίας, ὁπόση Ἰνδῶν, ἐγὼ δὲ ταυτὶ μὲν οὐκ εἰμί, προδότης δὲ τῶν ἐμαυτοῦ φίλων καὶ σφαγεὺς καὶ οὐδὲν πιστὸν καὶ τὰ τοιαῦτά εἰμι, στέφανόν τε ἀρετῆς, εἴ τις, στεφανωσόμενος ἥκω τοῦτον, ἐπειδὴ τοὺς μεγίστους τῶν κατὰ τὴν Ῥώμην οἴκων οὕτως ἀνεῖλον, ὡς μηδὲ οἰκήσεσθαι αὐτοὺς ἔτι. ἐρυθριᾷς, Δημήτριε, τούτων ἀκούων, ὁρῶ γάρ. τί οὖν, εἰ καὶ Φραώτην ἐνθυμηθείης κἀμὲ παρὰ τὸν ἄνδρα τοῦτον ἐς Ἰνδοὺς φεύγοντα, πῶς μὲν ἂν ἐς αὐτὸν βλέψαιμι; τί δ’ ἂν εἴποιμι ὑπὲρ ὧν φεύγω; μῶν ὡς ἀφικόμην μὲν καλὸς κἀγαθὸς πρότερον καὶ τὸν θάνατον τὸν ὑπὲρ φίλων οὐκ ἄθυμος, ἐπεὶ δὲ ξυνεγενόμην αὐτῷ, τὸ θειότατον τουτὶ τῶν κατὰ ἀνθρώπους ἄτιμον ἔῤῥιψά σοι; ὁ δὲ Ἰάρχας οὐδὲ ἐρήσεται οὐδὲν ἥκοντα, ἀλλ’ ὥσπερ ὁ Αἴολός ποτε τὸν Ὀδυσσέα κακῶς χρησάμενον τῷ τῆς εὐπλοίας δώρῳ ἄτιμον ἐκέλευσε χωρεῖν τῆς νήσου, κἀμὲ δήπου ἀπελᾷ τοῦ ὄχθου, κακὸν εἰπὼν ἐς τὸ Ταντάλειον γεγονέναι πῶμα, βούλονται γὰρ τὸν ἐς αὐτὸ κύψαντα καὶ κινδύνων κοινωνεῖν τοῖς φίλοις. οἶδα, ὡς δεινὸς εἶ, Δημήτριε, λόγους ξυντεμεῖν πάντας, ὅθεν μοι δοκεῖς καὶ τοιοῦτό τι ἐρεῖν πρός με· ἀλλὰ μὴ παρὰ τούτους ἴθι, παρ’ ἄνδρας δέ, οἷς μήπω ἐπέμιξας, καὶ εὖ κείσεταί σοι τὸ ἀποδρᾶναι, ῥᾷον γὰρ ἐν οὐκ εἰδόσι λήσῃ. βασανιζέσθω δὲ καὶ ὅδε ὁ λόγος, ὅπη τοῦ πιθανοῦ ἔχει· δοκεῖ γάρ μοι περὶ αὐτοῦ τάδε· ἐγὼ ἡγοῦμαι τὸν σοφὸν μηδὲν ἰδίᾳ μηδ’ ἐφ’ ἑαυτοῦ πράττειν, μηδ’ ἂν ἐνθυμηθῆναί τι οὕτως ἀμάρτυρον, ὡς μὴ αὐτὸν γοῦν ἑαυτῷ παρεῖναι, καὶ εἴτε Ἀπόλλωνος αὐτοῦ τὸ Πυθοῖ γράμμα, εἴτε ἀνδρὸς ὑγιῶς ἑαυτὸν γνόντος καὶ διὰ τοῦτο γνώμην αὐτὸ ποιουμένου ἐς πάντας, δοκεῖ μοι ὁ σοφὸς ἑαυτὸν γιγνώσκων καὶ παραστάτην ἔχων τὸν ἑαυτοῦ νοῦν μήτ’ ἂν πτῆξαί τι ὧν οἱ πολλοί, μήτ’ ἂν θαρσῆσαί τι ὧν ἕτεροι μὴ ξὺν αἰσχύνῃ ἅπτονται· δοῦλοι γὰρ τῶν τυραννίδων ὄντες καὶ προδοῦναι αὐταῖς ποτε τοὺς φιλτάτους ὥρμησαν, τὰ μὲν μὴ φοβερὰ δείσαντες, ἃ δὲ χρὴ δεῖσαι μὴ φοβηθέντες. σοφία δὲ οὐ ξυγχωρεῖ ταῦτα· πρὸς γὰρ τῷ Πυθικῷ ἐπιγράμματι καὶ τὸ τοῦ Εὐριπίδου ἐπαινεῖ ξύνεσιν ἡγουμένου περὶ τοὺς ἀνθρώπους εἶναι τὴν ἀπολλῦσαν αὐτοὺς (νόσον), ἐπειδὰν ἐνθυμηθῶσιν, ὡς κακὰ εἰργασμένοι εἰσίν. ἥδε γάρ που καὶ τῷ Ὀρέστῃ τὰ τῶν Εὐμενίδων εἴδη ἀνέγραφεν, ὅτε δὴ ἐμαίνετο ἐπὶ τῇ μητρί, νοῦς μὲν γὰρ τῶν πρακτέων κύριος, σύνεσις δὲ τῶν ἐκείνῳ δοξάντων. ἢν μὲν δὴ χρηστὰ ἕληται ὁ νοῦς, πέμπει ἤδη τὸν ἄνδρα ἡ ξύνεσις ἐς πάντα μὲν ἱερά, πάσας δὲ ἀγυιάς, πάντα δὲ τεμένη, πάντα δὲ ἀνθρώπων ἤθη κροτοῦσά τε καὶ ᾄδουσα, ἐφυμνήσει δὲ αὐτῷ καὶ καθεύδοντι, παριστᾶσα χορὸν εὔφημον ἐκ τοῦ τῶν ὀνείρων δήμου, ἢν δ’ ἐς φαῦλα ὀλίσθῃ ἡ τοῦ νοῦ στάσις, οὐκ ἐᾷ τοῦτον ἡ ξύνεσις οὔτε ὄμμα ὀρθὸν ἐς ἀνθρώπων τινὰ ἀφεῖναι οὔτε τὸ ἀπ’ ἐλευθέρας γλώττης φθέγμα, ἱερῶν τε ἀπελαύνει καὶ τοῦ εὔχεσθαι, οὐδὲ γὰρ χεῖρα αἴρειν ξυγχωρεῖ ἐς τὰ ἀγάλματα, ἀλλ’ ἐπικόπτει αἴροντας, ὥσπερ τοὺς ἐπανατεινομένους οἱ νόμοι, ἐξίστησι δὲ αὐτοὺς καὶ ὁμίλου παντὸς καὶ δειματοῖ καθεύδοντας, καὶ ἃ μὲν ὁρῶσι μεθ’ ἡμέραν καὶ εἰ δή τινα ἀκούειν ἢ λέγειν οἴονται, ὀνειρώδη καὶ ἀνεμιαῖα ποιεῖ τούτοις, τὰς δὲ ἀμυδρὰς καὶ φαντασιώδεις πτοίας ἀληθεῖς ἤδη καὶ πιθανὰς τῷ φόβῳ. ὡς μὲν δὴ ἐλέγξει με ἡ σύνεσις ἐς εἰδότας τε καὶ μὴ εἰδότας ἥκοντα, προδότης εἰ γενοίμην τῶν ἀνδρῶν, δεδεῖχθαί μοι σαφῶς οἶμαι καὶ ὡς φαίνει ἀλήθεια, προδώσω δὲ οὐδὲ ἐμαυτόν, ἀλλ’ ἀγωνιοῦμαι πρὸς τὸν τύραννον, τὸ τοῦ γενναίου Ὁμήρου ἐπειπών· ξυνὸς Ἐνυάλιος.”

XV. Ὑπὸ τούτων ὁ Δάμις τῶν λόγων αὐτὸς μὲν οὕτω διατεθῆναί φησιν, ὡς ὁρμήν τε ἀναλαβεῖν καὶ θάρσος, τὸν Δημήτριον δὲ μὴ ἀπογνῶναι τοῦ ἀνδρός, ἀλλ’ ἐπαινέσαντα καὶ ξυνθέμενον οἷς εἶπεν ἐπιθειάσαι οἱ ὑπὲρ οὗ κινδυνεύει καὶ φιλοσοφίᾳ αὐτῇ, ὑπὲρ ἧς καρτερεῖ ταῦτα, ἡγεῖσθαί τε αὐτοῖς οὗ καταλύων ἐτύγχανε, τὸν δὲ Ἀπολλώνιον παραιτούμενον τοῦτο “δείλη ἤδη” φάναι “καὶ χρὴ περὶ λύχνων ἁφὰς ἐς τὸν Ῥωμαίων λιμένα ἀφεῖναι, τουτὶ γὰρ ταῖς ναυσὶ ταύταις νόμιμον, ξυσσιτήσομεν δέ, ἐπειδὰν εὖ τἀμὰ ἔχῃ, νυνὶ γὰρ ἂν καὶ κατασκευασθείη τις αἰτία ἐπὶ σὲ ὡς ξυσσιτήσαντα τῷ τοῦ βασιλέως ἐχθρῷ, καὶ μηδὲ τὴν ἐπὶ τοῦ λιμένος μεθ’ ἡμῶν ἴθι, μὴ καὶ τὸ λόγου κεκοινωνηκέναι μοι διαβάλῃ σε ἐς ἀποῤῥήτους βουλάς.” ξυνεχώρησε μὲν δὴ ὁ Δημήτριος καὶ περιβαλὼν αὐτοὺς ἀπῄει μεταστρεφόμενός τε καὶ τὰ δάκρυα ἀποψῶν, ὁ δὲ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν “εἰ μὲν ἔῤῥωσαι” ἔφη “καὶ θαρσεῖς ἅπερ ἐγώ, βαδίσωμεν ἄμφω ἐπὶ τὴν ναῦν, εἰ δὲ ἀθύμως ἔχεις, ὥρα σοι καταμένειν ἐνταῦθα, Δημητρίῳ γὰρ ξυνέσῃ τὸν χρόνον τοῦτον ἀνδρὶ σοί τε κἀμοὶ ἐπιτηδείῳ.” ὑπολαβὼν δὲ ὁ Δάμις “καὶ τίνα” ἔφη “νομιῶ ἐμαυτόν, εἰ τοιαῦτά σου διειλεγμένου σήμερον ὑπὲρ φίλων καὶ κοινωνίας κινδύνων, οἳ ἐπ’ αὐτοὺς ἥκουσιν, ἐγὼ δ’ ἀνήκοος τοῦ λόγου φεύγοιμί σε καὶ ἀποκινδυνεύοιμί σου, μήπω πρότερον κακὸς ὑπὲρ σοῦ δόξας;” “ὀρθῶς” ἔφη “λέγεις καὶ ἴωμεν, ἐγὼ μέν, ὡς ἔχω, σὲ δὲ χρὴ μετασκευάζειν σαυτὸν ἐς τὸ δημοτικώτερον καὶ μήτε κομᾶν, ὡς γοῦν ἔχεις, τρίβωνά τε ἀνταλλάττεσθαι τουτουὶ τοῦ λίνου καὶ τὸ ὑπόδημα παραιτεῖσθαι τοῦτο· τί δὲ βούλεταί μοι ταῦτα, χρὴ διαλεχθῆναι. λῷον γὰρ καὶ πλείω καρτερῆσαι πρὸ τῆς δίκης· οὐ δὴ βούλομαι κοινωνῆσαί (σέ) μοι τούτων ξυλληφθέντα, ξυλληφθείης γὰρ ἂν διαβεβλημένου τοῦ σχήματος, ἀλλ’ ὡς μὴ φιλοσοφοῦντα μέν, ἐπιτήδειον δὲ ἄλλως ὄντα μοι ξυνέπεσθαί τε καὶ παρατυγχάνειν οἷς πράττω.” αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα, οὐ γὰρ ὡς κακίων γε αὐτὸ μεθεῖναί φησιν, οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ ξυμφέρον τοῦ καιροῦ.

XVI. Ἀποπλεύσαντες δὲ τῆς Δικαιαρχίας τριταῖοι κατῆραν ἐς τὰς ἐκβολὰς τοῦ Θύμβριδος, ἀφ’ ὧν ξύμμετρος ἐς τὴν Ῥώμην ἀνάπλους. τὸ μὲν δὴ βασίλειον ξίφος ἦν ἐπ’ Αἰλιανῷ τότε, ὁ δ’ ἀνὴρ οὗτος πάλαι τοῦ Ἀπολλωνίου ἤρα ξυγγεγονώς ποτε αὐτῷ κατ’ Αἴγυπτον καὶ φανερὸν μὲν οὐδὲν ὑπὲρ αὐτοῦ πρὸς τὸν Δομετιανὸν ἔλεγεν, οὐ γὰρ ξυνεχώρει ἡ ἀρχή, τὸν γὰρ δοκοῦντα τῷ βασιλεῖ ἀπηχθῆσθαι πῶς μὲν ἂν πρὸς αὐτὸν ἐπῄνεσε, πῶς δ’ ἂν ὡς ἐπιτήδειον ἑαυτῷ παρῃτήσατο; τέχναι μὴν ὁπόσαι εἰσὶν ἀφανῶς ἀμύνουσαι, πάσαις ὑπὲρ αὐτοῦ ἐχρῆτο, ὅς γε καὶ τὸν χρόνον, ὅν, πρὶν ἥκειν, διεβάλλετο “ὦ βασιλεῦ,” ἔφη “κουφολόγον οἱ σοφισταὶ χρῆμα καὶ ἀλαζὼν ἡ τέχνη, καὶ ἐπεὶ μηδὲν χρηστὸν τοῦ εἶναι ἀπολαύουσι, θανάτου γλίχονται, καὶ οὐ περιμένουσιν αὐτοῦ τὸ αὐτόματον, ἀλλ’ ἐπισπῶνται τὸν θάνατον ἐκκαλούμενοι τοὺς ἔχοντας ξίφη. ταῦθ’ ἡγοῦμαι καὶ Νέρωνα ἐνθυμηθέντα μὴ ὑπαχθῆναι ὑπὸ Δημητρίου ἀποκτεῖναι αὐτόν, ἐπεὶ γὰρ θανατῶντα ᾔσθετο, οὐ κατὰ ξυγγνώμην ἐπανῆκεν αὐτῷ τὸν θάνατον, ἀλλὰ καθ’ ὑπεροψίαν τοῦ κτεῖναι. καὶ μὴν καὶ Μουσώνιον τὸν Τυῤῥηνὸν πολλὰ τῇ ἀρχῇ ἐναντιωθέντα τῇ νήσῳ ξυνέσχεν, ᾗ ὄνομα Γύαρα, καὶ οὕτω τι τῶν σοφιστῶν τούτων ἥττους Ἕλληνες, ὡς τότε μὲν κατὰ ξυνουσίαν αὐτοῦ ἐσπλεῖν πάντας, νυνὶ δὲ κατὰ ἱστορίαν τῆς κρήνης· ἐν γὰρ τῇ νήσῳ ἀνύδρῳ οὔσῃ πρότερον εὕρημα Μουσωνίου κρήνη ἐγένετο, ἣν ᾄδουσιν Ἕλληνες, ὅσα Ἑλικῶνι τὴν τοῦ ἵππου.”   XVII. τούτοις μὲν δὴ διῆγεν ὁ Αἰλιανὸς τὸν βασιλέα, πρὶν ἥκειν Ἀπολλώνιον, ἀφικομένου δὲ σοφωτέρων ἥπτετο, κελεύει μὲν γὰρ ξυλληφθέντα αὐτὸν ἀναχθῆναί οἱ, λοιδορουμένου δ’ αὐτῷ τοῦ τὴν κατηγορίαν ξυνθέντος ὡς γόητι καὶ ἱκανῷ τὴν τέχνην ὁ μὲν Αἰλιανὸς “τῷ βασιλείῳ δικαστηρίῳ” ἔφη “σαυτόν τε καὶ τὰ τούτου φύλαττε,” ὁ δ’ Ἀπολλώνιος “εἰ μὲν γόης” ἔφη “ἐγώ, πῶς κρίνομαι; εἰ δὲ κρίνομαι, πῶς γόης εἰμί; εἰ μὴ ἄρα τὸ συκοφαντεῖν ἰσχυρὸν οὕτως εἶναί φησιν, ὡς μηδὲ τῶν γοητευόντων ἡττᾶσθαι αὐτό.” βουλομένου δὲ τοῦ κατηγόρου λέγειν τι ἀμαθέστερον, ἐκκρούων αὐτὸν ὁ Αἰλιανὸς “ἐμοὶ” εἶπεν “ἄφες τὸν καιρὸν τὸν πρὸ τῆς δίκης, ἔλεγχον γὰρ ποιήσομαι τῆς τοῦ σοφιστοῦ γνώμης ἰδίᾳ καὶ οὐκ ἐν ὑμῖν, κἂν μὲν ὁμολογῇ ἀδικεῖν, ξυντετμήσονταί οἱ ἐν τῷ δικαστηρίῳ λόγοι καὶ σὺ ἄπει εἰρηνικῶς, εἰ δὲ ἀντιλέγει, δικάσει ὁ βασιλεύς.” παρελθὼν οὖν ἐς τὸ ἀπόῤῥητον δικαστήριον, ἐν ᾧ τὰ μεγάλα καὶ ἐλέγχεται καὶ σιωπᾶται “χωρεῖτε” ἔφη “ἐνθένδε καὶ μηδεὶς ἐπακροάσθω, δοκεῖ γὰρ τῷ βασιλεῖ τοῦτο.”   XVIII. ὡς δὲ ἐγένοντο αὐτοί, “ἐγώ,” ἔφη “ὦ Ἀπολλώνιε, μειράκιον ἦν κατὰ τοὺς χρόνους, οὓς ὁ πατὴρ τοῦ βασιλέως ἐπ’ Αἴγυπτον ἦλθε τοῖς μὲν θεοῖς θύσων, χρησόμενος δ’ ὑπὲρ τῶν ἑαυτοῦ σοί, καὶ χιλίαρχον μὲν ὁ βασιλεὺς ἦγεν ἤδη τῶν πολεμικῶν εἰδότα, σὺ δ’ οὕτω τι μοι ἐπιτηδείως εἶχες, ὡς χρηματίζοντος τοῦ βασιλέως ταῖς πόλεσιν ἀπολαβών με ἰδίᾳ ποδαπός τε εἴην λέγειν καὶ ὅ τι μοι τὸ ὄνομα καὶ ὡς ἔχω τοῦ πατρός, προὔλεγες δέ μοι καὶ τὴν ἀρχὴν ταύτην, ἣ τοῖς μὲν πολλοῖς μεγίστη δοκεῖ καὶ μείζων ἢ πάντα ὁμοῦ τὰ ἀνθρώπων, ἐμοὶ δὲ ὄχλος καὶ κακοδαιμονία φαίνεται, τυραννίδος γὰρ φύλαξ χαλεπῆς εἰμι, κἂν μὲν σφήλω αὐτήν, δέδοικα τὰ ἐκ τῶν θεῶν, σοὶ δ’ ὅπως εὔνους εἰμί, δεδήλωκα, ὁ γὰρ εἰπὼν ἀφ’ ὧν εἴρηκά που τὸ μηδ’ ἂν παύσασθαί σε ἀγαπῶν, ἔστ’ ἂν ᾖ τὸ ἐκείνων μεμνῆσθαι ** τὸ δὲ ἰδίᾳ ἐθελῆσαι ἐρέσθαι σε, ὑπὲρ ὧν ὁ κατήγορος ξυντέθεικε, σόφισμα οὐ φαῦλον ὑπὲρ ξυνουσίας ἐμοὶ τῆς πρὸς σὲ γέγονεν, ὅπως θαῤῥοίης μὲν τὰ ἐπ’ ἐμοὶ ὄντα, προγνοίης δὲ τὰ ἐπὶ τῷ βασιλεῖ· ὅ τι μὲν γὰρ ψηφιεῖται ἐπὶ σοί, οὐκ οἶδα, διάκειται δέ, ὥσπερ οἱ καταψηφίσασθαι μὲν ἐπιθυμοῦντες, αἰσχυνόμενοι δὲ τὸ μὴ ἐπ’ ἀληθέσι, καὶ πρόφασιν ἀπωλείας ἀνδρῶν ὑπάτων ποιεῖταί σε, βούλεται μὲν γάρ, ἃ μὴ δεῖ, πράττει δ’ αὐτὰ καταῤῥυθμίζων ἐς τὴν τοῦ δικαίου δόξαν. δεῖ δὴ κἀμοὶ πλάσματος καὶ ὁρμῆς ἐπὶ σέ, εἰ γὰρ ὑπόψεταί με ὡς ἀνιέντα, οὐκ οἶδ’ ὁπότερος ἡμῶν ἀπολεῖται θᾶττον.”   XIX. πρὸς ταῦτα ὁ Ἀπολλώνιος “ἐπεὶ ὑγιῶς” ἔφη “διαλεγόμεθα καὶ ὁπόσα καρδία ἴσχει σύ τε εἴρηκας ἐμοί τε εἰπεῖν δίκαιον, φιλοσοφεῖς τε ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων, ὡς οἱ σφόδρα μοι ξυνδιατρίψαντες, καί, νὴ Δία, οὕτω φιλανθρώπως πρὸς ἡμᾶς ἔχεις, ὡς ξυγκινδυνεύειν * ἡγεῖσθαί μοι, λέξω τὸν ἐμαυτοῦ νοῦν· ἐμοὶ γὰρ ἀποδρᾶναι μὲν ἦν ὑμᾶς ἐς πολλὰ μέρη τῆς γῆς, ἃ μὴ ὑμῶν ἀκροᾶται, παρ’ ἄνδρας τε ἀφικέσθαι σοφοὺς καὶ σοφωτέρους ἢ ἐγώ, θεούς τε θεραπεύειν ξὺν ὀρθῷ λόγῳ βαδίσαντι ἐς ἤθη ἀνθρώπων θεοφιλεστέρων ἢ οἱ ἐνταῦθα, παρ’ οἷς οὔτε ἔνδειξις οὔτε γραφὴ οὐδεμία, δι’ αὐτὸ γὰρ τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι δικαστηρίων οὐ δέονται, δείσας δὲ προδότου λαβεῖν αἰτίαν, εἰ φύγοιμι μὲν αὐτὸς τὴν ἀπολογίαν, ἀπόλοιντο δὲ οἱ δι’ ἐμοῦ κινδυνεύοντες, ἥκω ἀπολογησόμενος. ὑπὲρ δὲ ὧν ἀπολογεῖσθαί με δεῖ, φράζε.”   XX. “αἱ μὲν ἰδέαι τῆς γραφῆς ποικίλαι τε” ἔφη “καὶ πλείους, καὶ γὰρ τὴν ἐσθῆτα διαβάλλουσι καὶ τὴν ἄλλην δίαιταν καὶ τό ἐστιν ὑφ’ ὧν προσκυνεῖσθαί σε καὶ τὸ ἐν Ἐφέσῳ ποτὲ ὑπὲρ λοιμοῦ χρῆσαι, διειλέχθαι δὲ καὶ κατὰ τοῦ βασιλέως τὰ μὲν ἀφανῶς, τὰ δ’ ἐκφάνδην, τὰ δ’ ὡς θεῶν ἀκούσαντα, τὸ δὲ ἐμοὶ μὲν ἀπιθανώτατον, γιγνώσκω γάρ, ὅτι μηδὲ τὸ τῶν ἱερῶν αἷμα ἀνέχῃ, τῷ δὲ βασιλεῖ πιθανώτατον διαβάλλεται· φασὶν ἐς ἀγρὸν βαδίσαντά σε παρὰ Νερούαν τεμεῖν αὐτῷ παῖδα Ἀρκάδα θυομένῳ ἐπὶ τὸν βασιλέα καὶ ἐπᾶραι αὐτὸν τοῖς ἱεροῖς τούτοις, πεπρᾶχθαι δὲ ταῦτα νύκτωρ φθίνοντος ἤδη τοῦ μηνός. τοῦτο δὲ τὸ κατηγόρημα, ἐπειδὴ πολλῷ μεῖζον, μὴ ἕτερόν τι παρ’ ἐκεῖνο ἡγώμεθα, ὁ γὰρ λαμβανόμενος τοῦ σχήματος καὶ τῆς διαίτης καὶ τοῦ προγιγνώσκειν ἐς τοῦτο δήπου ξυντείνει καὶ ταῦτά γε καὶ τὴν παρανομίαν τὴν ἐς αὐτὸν δοῦναί σοί φησι καὶ τὸ ἐς τὴν θυσίαν θάρσος. χρὴ οὖν παρεσκευάσθαι τὴν ὑπὲρ τούτων ἀπολογίαν, ἔστω δέ σοι ὁ λόγος μὴ ὑπερορῶν τοῦ βασιλέως.” καὶ ὁ Ἀπολλώνιος “τοῦ μὲν μὴ ὑπερορᾶν ἔστω τεκμήριόν σοι τὸ ὑπὲρ ἀπολογίας ἀφῖχθαί με, εἰ δὲ καὶ θρασέως οὕτω τἀμὰ εἶχεν, ὡς ὑπὲρ τυραννίδας αἴρεσθαι, ἀλλὰ σοί γε ὑπέσχον ἐμαυτὸν τοιῷδε ὄντι καὶ ἀγαπῶντί με. τὸ μὲν γὰρ ἐχθρῷ πονηρὸν δόξαι δεινὸν οὔπω, οἱ γὰρ ἐχθροὶ μισοῦσιν οὐκ ἀφ’ ὧν δημοσίᾳ διαβέβληταί τις, ἀλλ’ ἀφ’ ὧν ἰδίᾳ προσκέκρουκε, τὸ δὲ πρὸς ἀνδρὸς φίλου λαβεῖν αἰτίαν, ὡς κακὸς φαίνοιτο, βαρύτερον τοῦτο ἢ τὰ ἐχθρῶν ὁμοῦ πάντα, οὐ γὰρ ἂν διαφύγοι τὸ μὴ οὐ κἀκείνοις, δι’ ἃ κακὸς ἦν, ἀπηχθῆσθαι.”   XXI. ἐδόκει τῷ Αἰλιανῷ εὖ λέγειν, καὶ παρακελευσάμενος αὐτῷ θαῤῥεῖν ἑαυτοῦ ἐλάβετο ὡς μὴ ἂν ἐκπλαγέντος τοῦ ἀνδρός, μηδ’ ἂν (εἰ) Γοργείη κεφαλὴ ἐπ’ αὐτὸν αἴροιτο. καλέσας οὖν τοὺς προστεταγμένους τὰ τοιαῦτα “κελεύω” ἔφη “ξυνέχειν τοῦτον, ἔστ’ ἂν ὁ βασιλεὺς ἥκοντά τε αὐτὸν μάθῃ καὶ λέγοντα ὁπόσα εἴρηκε,” καὶ ἐῴκει τοῖς μάλα ὠργισμένοις. παρελθὼν δὲ ἐς τὰ βασίλεια τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττεν.

Ἐνταῦθα ὁ Δάμις ἀπομνημονεύει ἔργου ὁμοίου τε καὶ ἀνομοίου τῷ ἐπ’ Ἀριστείδου ποτὲ Ἀθήνησιν· ὀστράκῳ μὲν γὰρ τὸν Ἀριστείδην ἐλαύνειν ἐπ’ ἀρετῇ, ἔξω δὲ τείχους ἤδη ὄντι προσελθόντα τῶν ἀγροίκων τινὰ δεῖσθαι αὐτοῦ γράφειν τι αὐτῷ ἐπ’ Ἀριστείδην ὄστρακον. ἐκεῖνος μὲν οὔτε τὸν ἄνδρα εἰδὼς οὔτ’ αὐτὸ τὸ γράφειν, ἀλλὰ μόνον τὸν ὑπὲρ τοῦ δικαίου φθόνον, χιλίαρχος δὲ τῶν σφόδρα γιγνωσκόντων τὸν Ἀπολλώνιον προσειπὼν αὐτὸν ἤρετο κατὰ ὕβριν, ὑπὲρ ὅτου κινδυνεύοι, τοῦ δὲ οὐκ εἰδέναι φήσαντος “ἀλλ’ ἐγὼ” ἔφη “οἶδα· τὸ γὰρ προσκυνεῖσθαί σε ὑπὸ τῶν ἀνθρώπων διαβέβληκεν ὡς ἴσων ἀξιούμενον τοῖς θεοῖς.” “καὶ τίς” εἶπεν “ὁ προσκυνήσας ἐμέ;” “ἐγὼ” ἔφη “ἐν Ἐφέσῳ παῖς ἔτι ὤν, ὁπότε ἡμᾶς ἰάσω τοῦ λοιμοῦ.” “καλῶς ποιῶν” εἶπεν “αὐτός τε σὺ καὶ ἡ σωθεῖσα Ἐφεσίων πόλις.” “διὰ ταῦτ’ οὖν” ἔφη “καὶ ἀπολογίαν ὑπὲρ σοῦ παρεσκεύακα, ἥ σε ἀπαλλάξει τῆς αἰτίας· ἴωμεν γὰρ ἔξω τείχους καὶ ἢν μὲν ἀποκόψω σου τὸν αὐχένα τῷ ξίφει, διαβέβληται ἡ αἰτία καὶ ἀφεῖσαι, ἢν δὲ ἐκπλήξῃς με καὶ μεθῶ τὸ ξίφος, θεῖόν τε ἀνάγκη νομίζεσθαί σε καὶ ὡς ἐπ’ ἀληθέσι κρίνεσθαι.” τοσῷδε μὲν δὴ ἀγροικότερος οὗτος τοῦ τὸν Ἀριστείδην ἐλαύνοντος, ἔλεγε δὲ ταῦτα μασώμενός τε καὶ ξὺν γέλωτι, ὁ δ’ οὐκ ἀκηκοότι ὅμοιος διελέγετο πρὸς τὸν Δάμιν ὑπὲρ τοῦ Δέλτα, περὶ ᾧ φασι τὸν Νεῖλον σχίζεσθαι.

XXII. Ἐπεὶ δὲ καλέσας αὐτὸν ὁ Αἰλιανὸς ἐκέλευσε τὸ ἐλευθέριον οἰκεῖν δεσμωτήριον “ἔστ’ ἂν γένηται σχολὴ” ἔφη “τῷ βασιλεῖ, ξυγγενέσθαι γάρ σοι ἰδίᾳ πρότερον βούλεται,” ἀπῆλθε μὲν τοῦ δικαστηρίου καὶ παρελθὼν ἐς τὸ δεσμωτήριον “διαλεγώμεθα,” ἔφη “Δάμι, τοῖς ἐνταῦθα· τί γὰρ ἂν ἄλλο πράττοι τις (ἐς) τὸν χρόνον τοῦτον, ὃν διαλέξεταί μοι ὁ τύραννος ὑπὲρ ὧν δεῖται;” “ἀδολέσχας” εἶπεν “ἡγήσονται ἡμᾶς, ἢν ἐκκρούωμεν αὐτοὺς ὧν ἀπολογήσονται, καὶ ἄλλως ἄτοπον περιπατεῖν ἐς ἀνθρώπους ἀθύμως ἔχοντας.” “καὶ μὴν τούτοις μάλιστα δεῖ” ἔφη “τοῦ διαλεξομένου τε καὶ θεραπεύσοντος· εἰ γὰρ ἐνθυμηθείης τὰ τοῦ Ὁμήρου ἔπη, ἐν οἷς Ὅμηρος τὴν Ἑλένην φησὶ τὰ ἐξ Αἰγύπτου φάρμακα οἰνοχοεῖν ἐς τὸν κρατῆρα, ὡς τὰ ἄχη τῆς ψυχῆς ἀποβρέχοιτο, δοκῶ μοι τὴν Ἑλένην λόγους Αἰγυπτίους ἐκμαθοῦσαν ἐπᾴδειν τοῖς ἀθύμοις ἐν τῷ κρατῆρι, ἰωμένην αὐτοὺς λόγῳ τε ἀναμὶξ καὶ οἴνῳ.” “καὶ εἰκὸς μέν,” εἶπεν “εἴπερ ἐς Αἴγυπτόν τε ἦλθε καὶ ὡμίλησε τῷ Πρωτεῖ, ἢ ὡς Ὁμήρῳ δοκεῖ, Πολυδάμνῃ ξυνεγένετο τῇ τοῦ Θῶνος· νυνὶ δὲ ἀναβεβλήσθων οὗτοι, δέομαι γάρ τι ἐρέσθαι σε.” “οἶδα,” ἔφη “ὅ με ἐρήσῃ, τοὺς γάρ τοι λόγους, οἳ γεγόνασί μοι πρὸς τὸν ἄνδρα καὶ ἅττα εἶπε καὶ εἰ φοβερὸς ἦν ἢ πρᾷος, βούλει ἀκοῦσαί μου·” καὶ διῆλθε πάντας. προσκυνήσας οὖν ὁ Δάμις “οὐκ ἀπιστῶ,” ἔφη “καὶ τὴν Λευκοθέαν ποτὲ κρήδεμνον τῷ Ὀδυσσεῖ δοῦναι μετὰ τὴν ναῦν, ἧς ἐκπεσὼν ἀνεμέτρει ταῖς ἑαυτοῦ χερσὶ τὸ πέλαγος· καὶ γὰρ ἡμῶν ἐς ἀμήχανά τε καὶ φοβερὰ ἐμβεβηκότων θεῶν τις ὑπερέχει, οἶμαι, χεῖρα, ὡς μὴ ἐκπέσοιμεν σωτηρίας πάσης.” ἐπιπλήττων δ’ ὁ Ἀπολλώνιος τῷ λόγῳ “ποῖ παρατενεῖς,” ἔφη “δεδιὼς ταῦτα καὶ μήπω γιγνώσκων, ὅτι σοφία μὲν τὰ ξυνιέντα ἑαυτῆς ἐκπλήττει πάντα, αὐτὴ δ’ ὑπ’ οὐδενὸς ἐκπλήττεται;” “ἀλλ’ ἡμεῖς” εἶπε “παρὰ ἀξύνετον ἥκομεν καὶ οὐ μόνον οὐκ ἐκπληττόμενον ἡμᾶς, ἀλλ’ οὐδὲ ἀξιοῦντα εἶναί τι, ὃ ἐκπλήξει αὐτόν.” “ξυνίης οὖν,” ἔφη “ὦ Δάμι, ὅτι τετύφωται καὶ ἀνοήτως ἔχει;” “ξυνίημι, τί δ’ οὐ μέλλω;” εἶπε. “καὶ σοὶ δὲ” ἔφη “καταφρονητέα τοῦ τυράννου τοσούτῳ μᾶλλον, ὅσῳ καὶ γιγνώσκεις αὐτόν.”   XXIII. διαλεγομένοις δ’ αὐτοῖς ταῦτα προσελθών τις, οἶμαι, Κίλιξ “ἐγώ,” ἔφη “ἄνδρες, ὑπὲρ πλούτου κινδυνεύω.” καὶ ὁ Ἀπολλώνιος “εἰ μὲν ἀφ’ ὧν οὐ θεμιτόν” ἔφη “πλουτῶν, οἷον λῃστείας ἢ φαρμάκων, ἃ δὴ ἀνδροφόνα, ἢ τάφους κινήσας, ὅσοι τῶν πάλαι βασιλέων εἰσίν, οἳ πολύχρυσοί τε καὶ θησαυρώδεις, οὐ κρίνεσθαί σε χρὴ μόνον, ἀλλὰ καὶ ἀπολωλέναι, ταυτὶ γὰρ πλοῦτος μέν, ἀλλ’ ἐπίῤῥητός τε καὶ ὠμός, εἰ δὲ κληρονομήσας ἢ διδούσης ἐμπορίας ἐλευθερίου τε καὶ μὴ καπήλου, τίς οὕτω βαρύς, ὡς ἀφελέσθαι σε νόμου σχήματι τὰ κτηθέντα σοι κατὰ νόμους;” “τὰ μὲν ὄντα μοι παρὰ πλειόνων” ἔφη “ξυγγενῶν ἐστιν, ἐς μίαν δ’ οἰκίαν τὴν ἐμὴν ἥκει, χρῶμαι δ’ αὐτοῖς οὔθ’ ὡς ἑτέρων, ἐμὰ γάρ, οὔθ’ ὡς ἐμοῖς, κοινὰ γὰρ πρὸς τοὺς ἀγαθούς ἐστί μοι· διαβάλλουσι δ’ ἡμᾶς οἱ συκοφάνται μὴ ἐπ’ ἀγαθῷ τῆς τυραννίδος ἐκτῆσθαι τὸν πλοῦτον, ἐμοῦ τε γὰρ νεώτερα πειρωμένου πράττειν ἐφόδιον ἂν γενέσθαι αὐτόν, ἑτέρῳ τε, ὅτῳ προσθείμην, ῥοπὴν ἂν οὐ σμικρὰν τἀμὰ εἶναι. μεμαντευμέναι δ’ ἤδη καθ’ ἡμῶν αἰτίαι, ὡς ὕβριν μὲν τίκτει πᾶς ὁ ὑπὲρ τὸ μέτρον πλοῦτος, ὁ δ’ ὑπὲρ τοὺς πολλοὺς τὸν αὐχένα ἵστησι καὶ τὸ φρόνημα ἐγείρει νόμοις τε οὐκ ἐᾷ πείθεσθαι καὶ τοὺς ἄρχοντας, οἳ ἐς τὰ ἔθνη φοιτῶσι, μόνον οὐκ ἐπὶ κόῤῥης παίει δουλουμένους τοῖς χρήμασιν [ἢ ὑπερορῶντας αὐτῶν διὰ τὴν ἰσχὺν τοῦ πλούτου]. ἐγὼ δὲ μειράκιον μὲν ὤν, πρὶν οὐσίαν ἑκατὸν ταλάντων ἐκτῆσθαι, κατάγελων ἡγούμην πάντα καὶ σμικρὰ ὑπὲρ τῶν ὄντων ἐδεδίειν, ἐπεὶ δὲ τάλαντά μοι πεντακόσια ἐπὶ μιᾶς ἡμέρας ἐγένετο τελευτήσαντος ἐπ’ ἐμοὶ τοῦ πρὸς πατρὸς θείου, τοσοῦτον ἡ γνώμη μετέβαλεν, ὅσον οἱ καταρτύοντες τῶν ἵππων καὶ μεταβάλλοντες τοῦ ἀπαιδεύτου τε καὶ ἀκολάστου ἤθους. ἐπιδιδόντος δέ μοι τοῦ πλούτου καὶ τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐκ θαλάττης φέροντος, οὕτω τι ἐδουλώθην ὑπὸ τοῦ περὶ αὐτὸν δέους, ὡς ἀπαντλεῖν τῆς οὐσίας τὸ μὲν ἐς τοὺς συκοφάντας, οὓς ἔδει μειλίττεσθαι τῇ ἀπομαγδαλιᾷ ταύτῃ, τὸ δὲ ἐς τοὺς ἄρχοντας, ὡς ἰσχὺς πρὸς τοὺς ἐπιβουλεύοντας εἴη μοι, τὸ δὲ ἐς τοὺς ξυγγενεῖς, ὡς μὴ φθονοῖεν τῷ πλούτῳ, τὸ δὲ ἐς τοὺς δούλους, ὡς μὴ κακίους γίγνοιντο ἀμελεῖσθαι φάσκοντες, ἐβουκολεῖτο δέ μοι καὶ ἀγέλη φίλων λαμπρά· προορῶντες γὰρ οὗτοί μου τὰ μὲν αὐτοὶ ἔδρων, τὰ δέ μοι προὔλεγον. ἀλλ’ ὅμως οὕτω μὲν χαρακώσαντες τὸν πλοῦτον, οὕτω δὲ ἀσφαλῶς τειχισάμενοι κινδυνεύομεν περὶ αὐτῷ νῦν, καὶ οὔπω δῆλον οὐδ’ εἰ τὸ σῶμα ἀθῶοι μενοῦμεν.” καὶ ὁ Ἀπολλώνιος, “θάῤῥει,” ἔφη “τὸν γὰρ πλοῦτον τοῦ σώματος ἐγγυητὴν ἔχεις· δέδεσαι μὲν γὰρ δι’ αὐτόν, ἀνήσει δέ σε ἀπολυόμενον οὐ μόνον τοῦ δεσμωτηρίου τοῦδε, ἀλλὰ καὶ τοῦ θεραπεύειν τοὺς συκοφάντας τε καὶ τοὺς δούλους, οἷς δι’ αὐτὸν ὑπέκεισο.”   XXIV. ἑτέρου δ’ αὖ φήσαντος γραφὴν φεύγειν, ἐπειδὴ θύων ἐν Τάραντι, οὗ ἦρχε, μὴ προσέθηκε ταῖς δημοσίαις εὐχαῖς, ὅτι Δομετιανὸς Ἀθηνᾶς εἴη παῖς “σὺ μὲν ᾠήθης” ἔφη “μὴ ἂν τὴν Ἀθηνᾶν τεκεῖν παρθένον οὖσαν τὸν ἀεὶ χρόνον, ἠγνόεις δ’, οἶμαι, ὅτι ἡ θεὸς αὕτη Ἀθηναίοις ποτὲ δράκοντα ἔτεκε.”   XXV. καθεῖρκτό τις καὶ ἐπὶ τοιᾷδε αἰτίᾳ· χωρίον ἐν Ἀκαρνανίᾳ περὶ τὰς ἐκβολὰς τοῦ Ἀχελῴου ἔχων περιέπλει τὰς Ἐχινάδας ἐν ἀκατίῳ μικρῷ, διασκεψάμενος δὲ αὐτῶν μίαν, ἣ ξυνῆπτεν ἤδη τῇ ἠπείρῳ, δένδρεσί τε ὡραίοις διεφύτευσε καὶ ἀμπέλοις ἡδυοίνοις δίαιτάν τε ἱκανὴν τῷ σώματι κατεσκευάσατο ἐν αὐτῇ, καὶ γάρ τι καὶ ὕδωρ ἐκ τῆς ἠπείρου ἐσήγετο ἀποχρῶν τῇ νήσῳ· ἐκ τούτου ἀνέφυ γραφή, μὴ καθαρὸς εἶναι ὁ Ἀκαρνὰν οὗτος, ἔργα δὲ αὑτῷ ξυνειδὼς οὐ φορητὰ τῆς μὲν ἄλλης γῆς ἐξίστασθαί τε καὶ ἀποφοιτᾶν ὡς μεμιασμένης ἑαυτῷ, τὴν δ’ Ἀλκμαίωνος τοῦ Ἀμφιάρεω λύσιν, δι’ ἣν τὰς ἐκβολὰς τοῦ Ἀχελῴου μετὰ τὴν μητέρα ᾤκησεν, ᾑρῆσθαι αὐτόν, εἰ μὴ καὶ ἐφ’ ὁμοίοις, ἀλλ’ ἐπὶ σχετλίοις ἴσως καὶ οὐ πόῤῥω ἐκείνων, ὁ δ’ οὐ τοῦτ’ ἔφασκεν, ἀλλὰ ἀπραγμοσύνης ἐρῶν ἐκεῖ οἰκῆσαι, τὸ δὲ ἄρα ἐς δίκας αὐτῷ περιστῆναι, δι’ ἃς καὶ εἷρχθαι αὐτόν.

XXVI. Προσιόντων δὲ τῷ Ἀπολλωνίῳ πλειόνων ἔνδον καὶ ὀλοφυρομένων τοιαῦτα, πεντήκοντα γάρ που εἶναι οἱ ἐν τῷ δεσμωτηρίῳ τούτῳ καὶ οἱ μὲν νοσεῖν αὐτῶν, οἱ δὲ ἀθύμως παρεῖσθαι, οἱ δὲ ἐγκαρτερεῖν τὸν θάνατον, οἱ δ’ ἐπιβοᾶσθαι τέκνα καὶ γονέας τοὺς αὐτῶν καὶ γάμους “ὦ Δάμι,” ἔφη “δοκοῦσί μοι τοῦ φαρμάκου δεῖσθαι οἱ ἄνδρες, οὗ καταρχὰς ἐπεμνήσθην. εἴτ’ οὖν Αἰγύπτιον τοῦτο, εἴτ’ ἐν πάσῃ τῇ γῇ φύεται ῥιζοτομούσης αὐτὸ σοφίας ἐκ τῶν ἑαυτῆς κήπων, προσδῶμεν αὐτοῦ τοῖς ἀθλίοις τούτοις, μὴ προανέλῃ σφᾶς ἡ γνώμη.” “προσδῶμεν” ἦ δ’ ὃς ὁ Δάμις “ἐοίκασι γὰρ δεομένοις.” ξυγκαλέσας οὖν αὐτοὺς ὁ Ἀπολλώνιος “ἄνδρες,” εἶπεν “οἱ κοινωνοῦντες ἐμοὶ ταυτησὶ τῆς στέγης, ἐλεῶ ὑμᾶς, ὡς ὑφ’ αὑτῶν ἀπόλλυσθε, οὔπω εἰδότες, εἰ κατηγορία ἀπολεῖ ὑμᾶς· δοκεῖτε γάρ μοι προαποκτιννύντες αὑτοὺς τοῦ καταψηφισθέντος ἂν ὑμῶν, ὡς οἴεσθε, θανάτου, [καὶ] θαῤῥεῖν μὲν ἃ δέδιτε, δεδιέναι δ’ ἃ θαῤῥεῖτε. οὐ μὴν προσήκει γε, ἀλλ’ ἐνθυμηθέντας τὸν Ἀρχιλόχου τοῦ Παρίου λόγον, ὃς τὴν ἐπὶ τοῖς λυπηροῖς καρτερίαν τλημοσύνην καλῶν θεῶν αὐτήν φησιν (εἶναι) εὕρημα [οὖσαν], ἀναφέρειν τῶν σχετλίων τούτων, ὥσπερ οἱ τέχνῃ τοῦ ῥοθίου ὑπεραίροντες, ἐπειδὰν τὸ κῦμα ὑπὲρ τὴν ναῦν ἱστῆται, μηδ’ ἡγεῖσθαι χαλεπὰ ταῦτα, ἐφ’ ἃ ὑμεῖς μὲν ἄκοντες, ἐγὼ δὲ ἑκὼν ἥκω. εἰ μὲν γὰρ ξυντίθεσθε ταῖς αἰτίαις, ὀλοφυρτέα ἡ ἡμέρα μᾶλλον, ἐν ᾗ ὁ λογισμὸς ἐς ἄδικά τε καὶ ὠμὰ ὁρμήσας ὑμᾶς ἔσφηλεν, εἰ δ’ οὔτε σὺ τὴν ἐν τῷ Ἀχελῴῳ νῆσον ὑπὲρ ὧν ὁ κατήγορός φησιν ἐρεῖς ᾠκηκέναι, οὔτε σὺ τὸν σεαυτοῦ πλοῦτον ἔφεδρόν ποτε τῇ βασιλείᾳ στήσασθαι, οὔθ’ ἑκὼν σὺ τοῦ μὴ πρὸς Ἀθηνᾶς δοκεῖν ἀφῃρῆσθαι τὸν ἄρχοντα, οὔθ’ ὑπὲρ ὧν ἀφῖχθε κινδυνεύων ἕκαστος, ἀληθῆ ταῦτα εἶναι φήσει, τί βούλεταί” φησιν “ὁ ὑπὲρ τῶν οὐκ ὄντων θρῆνος οὗτος; ὅσῳ γὰρ τοὺς οἰκειοτάτους ἐπιβοᾶσθε, τοσῷδε χρὴ ἐῤῥῶσθαι μᾶλλον, ἆθλα γάρ που τῆς τλημοσύνης ταύτης ἐκεῖνα. ἢ τὸ καθεῖρχθαι δεῦρο δεινὸν εἶναί φατε καὶ τὸ ἐν τῷ δεσμωτηρίῳ ζῆν; ἢ ἀρχὴν ὧν πείσεσθαι ἡγεῖσθε; ἢ καὶ καθ’ αὑτὸ τιμωρίαν, εἰ καὶ μηδὲν ἐπ’ αὐτῷ πάθοιτε; ἀλλ’ ἔγωγε τὴν ἀνθρωπείαν εἰδὼς φύσιν ἀναδιδάξω λόγον ὑμᾶς οὐδὲν ἐοικότα τοῖς τῶν ἰατρῶν σιτίοις, καὶ γὰρ ἰσχὺν ἐντίθησι καὶ ἀποθανεῖν οὐκ ἐάσει· οἱ ἄνθρωποι ἐν δεσμωτηρίῳ ἐσμὲν τὸν χρόνον τοῦτον, ὃς δὴ ὠνόμασται βίος· αὕτη γὰρ ἡ ψυχὴ σώματι φθαρτῷ ἐνδεθεῖσα πολλὰ μὲν καρτερεῖ, δουλεύει δὲ πᾶσιν, ὁπόσα ἐπ’ ἄνθρωπον φοιτᾷ, οἰκία τε οἷς ἐπενοήθη πρῶτον, ἀγνοῆσαί μοι δοκοῦσιν ἄλλο δεσμωτήριον αὑτοῖς περιβάλλοντες, καὶ γὰρ δὴ καὶ ὁπόσοι τὰ βασίλεια οἰκοῦσιν, ἀσφαλῶς ἐν αὐτοῖς κατεσκευασμένοι, δεδέσθαι μᾶλλον τούτους ἡγώμεθα ἢ οὓς αὐτοὶ δήσουσι. πόλεις δ’ ἐνθυμουμένῳ μοι καὶ τείχη δοκεῖ ταῦτα δεσμωτήρια εἶναι κοινά, ὡς δεδέσθαι μὲν ἀγοράζοντας, δεδέσθαι δὲ ἐκκλησιάζοντας καὶ θεωμένους αὖ καὶ πομπὰς πέμποντας. καὶ Σκυθῶν ὁπόσοι ἁμαξεύουσιν, οὐ μεῖον ἡμῶν δέδενται, Ἴστροι τε γὰρ αὐτοὺς ὁρίζουσι καὶ Θερμώδοντες καὶ Τανάιδες οὐ ῥᾴδιοι ποταμοὶ ὑπερβῆναι, ἢν μὴ ὑπὸ τοῦ κρυμοῦ στῶσιν, οἰκίας τε ἐπὶ τῶν ἁμαξῶν πέπανται καὶ φέρονται μέν, ἀλλ’ ἐν αὐταῖς ἐπτηχότες. εἰ δὲ μὴ μειρακιώδης ὁ λόγος, φασὶ καὶ τὸν Ὠκεανὸν δεσμοῦ ἕνεκα τῇ γῇ περιβεβλῆσθαι. ἴτε, ὦ ποιηταί, ταυτὶ γὰρ ὑμέτερα, καὶ ῥαψῳδεῖτε πρὸς τούτους τοὺς ἀθύμους, ὡς Κρόνος μέν ποτε ἐδέθη βουλαῖς τοῦ Διός, Ἄρης δὲ ὁ πολεμικώτατος ἐν οὐρανῷ μὲν ὑπὸ Ἡφαίστου πρότερον, ἐν γῇ δὲ ὑπὸ τῶν τοῦ Ἀλωέως. ταῦτ’ ἐνθυμούμενοι καὶ πολλοὺς τῶν σοφῶν τε καὶ μακαρίων ἀνδρῶν, οὓς δῆμοι ἀσελγεῖς ἔδησαν, τυραννίδες δὲ προὐπηλάκισαν, δεχώμεθα καὶ ταῦτα, ὡς μὴ τῶν δεξαμένων αὐτὰ λειποίμεθα.” οὕτω τοὺς ἐν τῷ δεσμωτηρίῳ τὰ ῥηθέντα μετέβαλεν, ὡς σίτου τε οἱ πολλοὶ ἅψασθαι καὶ ἀπελθεῖν τῶν δακρύων βῆναί τε ἐπ’ ἐλπίδος μηδ’ ἂν παθεῖν μηδὲν ἐκείνῳ ξυνόντες.

XXVII. Τῆς δ’ ὑστεραίας διελέγετο μὲν ἐς τὸν αὐτὸν νοῦν ξυντείνων, ἐσπέμπεται δέ τις ἀκροατὴς τῶν διαλέξεων ὑπὸ τοῦ Δομετιανοῦ καθειμένος, τὸ μὲν δὴ σχῆμα αὐτοῦ, κατηφὴς ἐδόκει καὶ κινδυνεύειν τι, ὡς ἔφασκε, μέγα, γλώττης τε οὐκ ἀνεπιτηδεύτως εἶχεν, οἷοι τῶν συκοφαντικῶν οἱ συνειλοχότες ὀκτὼ ῥήματα ἢ δέκα, ὁ δὲ Ἀπολλώνιος ξυνιεὶς τῆς τέχνης διελέγετο, ἃ μὴ ἐκείνῳ προὔβαινε, ποταμῶν τε γὰρ πρὸς αὐτοὺς ἐμέμνητο καὶ ὀρῶν καὶ θηρία διῄει καὶ δένδρα, ὑφ’ ὧν οἱ μὲν διήγοντο, ὁ δ’ οὐδὲν ἐπέραινεν. ὡς δὲ καὶ ἀπάγειν αὐτὸν ἐς λοιδορίας τοῦ τυράννου ἐπειρᾶτο “ὦ τᾶν,” ἔφη “σὺ μέν, ὅ τι βούλει, λέγε, οὐ γὰρ διαβεβλήσῃ γε ὑπ’ ἐμοῦ, ἐγὼ δὲ ὁπόσα μέμφομαι τὸν βασιλέα, πρὸς αὐτὸν λέξω.”

XXVIII. Ἐγένετο καὶ ἕτερα ἐν τῷ δεσμωτηρίῳ τούτῳ ἐπεισόδια, τὰ μὲν ἐπιβεβουλευμένα, τὰ δέ, ὡς ξυνέπεσεν, οὔπω μεγάλα, οὐδ’ ἄξια ἐμοὶ σπουδάσαι, Δάμις δέ, οἶμαι, ὑπὲρ τοῦ μὴ παραλελοιπέναι τι αὐτῶν ἐπεμνήσθη, τὰ δὲ λόγου ἐχόμενα· ἑσπέρα μὲν ἦν, καθεῖρκτο δὲ ἡμέραν ἤδη πέμπτην, παρελθὼν δέ τις ἐς τὸ δεσμωτήριον Ἑλληνικὸς τὴν φωνὴν “ποῦ” ἔφη “ὁ Τυανεύς;” καὶ ἀπολαβὼν αὐτὸν “αὔριον” ἔφη “διαλέξεταί σοι ὁ βασιλεύς· Αἰλιανοῦ δὲ ταῦτα ἀκηκοέναι δόκει.” “ξυνίημι” ἦ δ’ ὃς “τοῦ ἀποῤῥήτου, μόνου γὰρ δὴ ἐκείνου εἰδέναι αὐτό.” “καὶ μὴν καὶ τῷ ἐπὶ τοῦ δεσμωτηρίου προείρηται” ἔφη “πᾶν, εἴ τι βούλοιο, ἐπιτηδείῳ σοι εἶναι.” “καλῶς μὲν ποιοῦντες ὑμεῖς,” εἶπεν “ἐγὼ δὲ καὶ τὸν ἐνταῦθα βίον καὶ τὸν ἔξω ταυτὸν πράττω, διαλέγομαι μὲν γὰρ ὑπὲρ τῶν παραπιπτόντων, δέομαι δ’ οὐδενός.” “οὐδὲ τοῦ ξυμβουλεύσοντος,” ἔφη “Ἀπολλώνιε, ὡς διαλέξῃ τῷ βασιλεῖ;” “νὴ Δί’” εἶπεν “εἰ μὴ κολακεύειν πείθοι.” “τί δ’, εἰ μὴ ὑπερορᾶν,” ἔφη, “μηδ’ ὑπερφρονεῖν αὐτοῦ;” “ἄριστα” εἶπε “ξυμβουλεύσει καὶ ὡς ἐμαυτὸν πέπεικα.” “ὑπὲρ τούτων μὲν ἥκω” ἔφη “καὶ χαίρω παρεσκευασμένον σε ὁρῶν ξυμμέτρως, δεῖ δὲ καὶ πρὸς τὸ φθέγμα τοῦ βασιλέως παρεσκευάσθαι σε καὶ πρὸς τὸ δύστροπον τοῦ προσώπου, φθέγγεται μὲν γὰρ βαρύ, κἂν πρᾴως διαλέγηται, ἡ δ’ ὀφρὺς ἐπίκειται τῷ τοῦ ὀφθαλμοῦ ἤθει, μεστὴ δ’ ἡ παρειὰ χολῆς, τουτὶ γὰρ μάλιστα ἐπιφαίνει. ταῦτα, ὦ Τυανεῦ, μὴ ἐκπληττώμεθα, ἔστι γὰρ φύσεως μᾶλλον καὶ ἀεὶ ὅμοια.” καὶ ὁ Ἀπολλώνιος “Ὀδυσσεὺς μέντοι” ἔφη “παριὼν ἐς τὸ τοῦ Πολυφήμου ἄντρον καὶ μήτε ὁπόσος ἐστί, προακηκοὼς πρότερον, μηδ’ οἷα σιτεῖται, μηδ’ ὡς βροντᾷ ἡ φωνή, ἐθάῤῥησέ τε αὐτὸν καίτοι ἐν ἀρχῇ δείσας καὶ ἀπῆλθε τοῦ ἄντρου ἀνὴρ δόξας, ἐμοὶ δὲ ἐξελθεῖν αὔταρκες ἐμαυτόν τε σώσαντα καὶ τοὺς ἑταίρους, ὑπὲρ ὧν κινδυνεύω.” τοιαῦτα διαλεχθεὶς πρὸς τὸν ἥκοντα καὶ ἀπαγγείλας αὐτὰ πρὸς τὸν Δάμιν ἐκάθευδεν.

XXIX. Περὶ δὲ ὄρθρον γραμματεύς τις ἥκων τῶν βασιλείων δικῶν “κελεύει σε ὁ βασιλεὺς,” ἔφη “ὦ Ἀπολλώνιε, περὶ πλήθουσαν ἀγορὰν ἐς τὴν αὐλὴν ἥκειν, οὔπω ἀπολογησόμενον, ἀλλ’ ἰδεῖν τέ σε, ὅστις ὢν τυγχάνεις, βούλεται καὶ ξυγγενέσθαι μόνῳ.” “τί οὖν” εἶπεν “ὑπὲρ τούτων ἐμοὶ διαλέγῃ;” “οὐ γὰρ σὺ” ἔφη “Ἀπολλώνιος;” “νὴ Δί’,” εἶπεν “ὁ Τυανεύς γε.” “πρὸς τίνα οὖν” ἔφη “ταῦτα εἴπω;” “πρὸς τοὺς ἄξοντάς με,” εἶπε “χρὴ γάρ που ὡς ἐκ δεσμωτηρίου φοιτᾶν.” “προστέτακται” ἔφη “προτέροις γε ἐκείνοις ταῦτα, κἀγὼ δὲ ἀφίξομαι τοῦ καιροῦ, νυνὶ δὲ παραγγελῶν ἦλθον, ταυτὶ γὰρ μάλα ἑσπέρας προστέτακται.”   XXX. ὁ μὲν δὴ ἀπῆλθεν, ὁ δ’ Ἀπολλώνιος ἀναπαύσας ἑαυτὸν ἐπὶ τῆς κλίνης “ὕπνου” ἔφη “δέομαι, Δάμι, χαλεπὴ γάρ μοι ἡ νὺξ γέγονεν ἀναμνησθῆναι βουλομένῳ ὧν Φραώτου ποτὲ ἤκουσα.” “καὶ μὴν ἐγρηγορέναι τε” εἶπεν “ἐχρῆν μᾶλλον καὶ ξυντάττειν ἑαυτὸν ἐς τὸ παρηγγελμένον μέγα οὕτως ὄν.” “καὶ πῶς ἂν ξυνταττοίμην” ἔφη “μηδέ, τί ἐρήσεται, εἰδώς;” “αὐτοσχεδιάσεις οὖν” εἶπεν “ὑπὲρ τοῦ βίου;” “νὴ Δί’,” ἔφη “ὦ Δάμι, αὐτοσχεδίῳ γὰρ αὐτῷ χρῶμαι. ἀλλ’ ὅ γε ἀνεμνήσθην τοῦ Φραώτου βούλομαι διελθεῖν πρὸς σέ, χρηστὸν γὰρ ἐς τὰ παρόντα καὶ σοὶ δόξει· τοὺς λέοντας, οὓς τιθασεύουσιν ἄνθρωποι, κελεύει Φραώτης μήτε παίειν, μνησικακεῖν γὰρ αὐτούς, εἰ παίοιντο, μήτε θεραπεύειν, ἀγερώχους γὰρ ἐκ τούτου γίγνεσθαι, ξὺν ἀπειλῇ δὲ μᾶλλον καταψῶντας ἐς εὐάγωγα ἤθη ἄγειν. τοῦτο δὲ οὐχ ὑπὲρ τῶν λεόντων εἶπεν, οὐ γὰρ ὑπὲρ θηρίων ἀγωγῆς ἐσπουδάζομεν, ἀλλ’ ἡνίαν ἐπὶ τοὺς τυράννους διδούς, ᾗ χρωμένους οὐκ ἂν ἐκπεσεῖν ἡγεῖτο τοῦ ξυμμέτρου.” “ἄριστα μὲν” ἔφη “ὁ λόγος οὗτος ἐς τὰ τυράννων ἤθη εἴρηται, ἀλλ’ ἔστι τις καὶ παρὰ τῷ Αἰσώπῳ λέων ὁ ἐν τῷ σπηλαίῳ, φησὶ δ’ αὐτὸν ὁ Αἴσωπος οὐ νοσεῖν μέν, δοκεῖν δέ, καὶ τῶν θηρίων, ἃ ἐφοίτα παρ’ αὐτόν, ἅπτεσθαι, τὴν δὲ ἀλώπεκα τί τούτῳ χρησόμεθα, εἰπεῖν, παρ’ οὗ μηδὲ ἀναλύει τις, μηδὲ δείκνυταί τι τῶν ἐξιόντων ἴχνος;” καὶ ὁ Ἀπολλώνιος “ἀλλ’ ἐγὼ” ἔφη “σοφωτέραν τὴν ἀλώπεκα ἡγούμην ἄν, εἰ παρελθοῦσα ἔσω μὴ ἥλω, ἀλλ’ ἐξῆλθε τοῦ σπηλαίου τὰ ἴχνη τὰ ἑαυτῆς δεικνῦσα.”   XXXI. ταῦτα εἰπὼν ὕπνου ἔσπασε κομιδῇ βραχὺ καὶ ὅσον ἐπ’ ὀφθαλμοὺς ἦλθεν, ἡμέρα δ’ ὡς ἐγένετο, προσευξάμενος τῷ Ἡλίῳ, ὡς ἐν δεσμωτηρίῳ εἰκός, διελέγετο τοῖς προσιοῦσιν, ὁπόσα ἠρώτων, καὶ οὕτως ἀγορᾶς πληθούσης ἀφικνεῖται γραμματεὺς κελεύων ἐπὶ θύρας ἤδη εἶναι “μὴ καὶ θᾶττον” ἔφη “ἐσκληθῶμεν.” ὁ δὲ εἰπὼν “ἴωμεν” ξὺν ὁρμῇ προῆλθε. πορευομένῳ δ’ αὐτῷ δορυφόροι ἐπηκολούθουν τέτταρες πλέον ἀπέχοντες ἢ οἱ φυλακῆς ἕνεκα ὁμαρτοῦντες, ἐφείπετο δὲ καὶ ὁ Δάμις δεδιὼς μέν, ξυννοοῦντι δ’ ὅμοιος. ἑώρων μὲν δὴ ἐς τὸν Ἀπολλώνιον ἅπαντες, αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπεβλέπετο καὶ θεία ἐδόκει ἡ περὶ τῷ εἴδει ἔκπληξις, καὶ αὐτὸ δὲ τὸ ἥκειν ὑπὲρ ἀνδρῶν κινδυνεύσοντα καὶ τοὺς βασκαίνοντας αὐτῷ πρότερον ἐπιτηδείους ἐποίει τότε. προσεστὼς δὲ τοῖς βασιλείοις καὶ τοὺς μὲν θεραπευομένους ὁρῶν, τοὺς δὲ θεραπεύοντας, ἐσιόντων τε καὶ ἐξιόντων κτύπον “δοκεῖ μοι,” ἔφη “ὦ Δάμι, βαλανείῳ ταῦτα εἰκάσθαι, τοὺς μὲν γὰρ ἔξω ἔσω ὁρῶ σπεύδοντας, τοὺς δὲ ἔσω ἔξω, παραπλήσιοι δέ εἰσιν οἱ μὲν ἐκλελουμένοις, οἱ δ’ ἀλούτοις.” τὸν λόγον τοῦτον ἄσυλον κελεύω φυλάττειν καὶ μὴ τῷ δεῖνι ἢ τῷ δεῖνι προσγράφειν αὐτὸν οὕτω τι Ἀπολλωνίου ὄντα, ὡς καὶ ἐς ἐπιστολὴν αὐτῷ ἀναγεγράφθαι. ἰδὼν δέ τινα μάλα πρεσβύτην ἐπιθυμοῦντα μὲν ἄρχειν, δι’ αὐτὸ δὲ τοῦτο ἀρχόμενον καὶ θεραπεύοντα τὸν βασιλέα “τοῦτον,” ἔφη “ὦ Δάμι, οὐδὲ Σοφοκλῆς πω πέπεικε τὸν λυττῶντά τε καὶ ἄγριον δεσπότην ἀποφυγεῖν.” “ὃν ἡμεῖς,” εἶπεν “Ἀπολλώνιε, καὶ αὐτοὶ ᾑρήμεθα· ταῦτά τοι καὶ προσεστήκαμεν θύραις τοιαύταις.” “δοκεῖς μοι” ἔφη “ὦ Δάμι, καὶ τὸν Αἰακόν, ὅσπερ ἐν Αἵδου λέγεται, φρουρὸν ἡγεῖσθαι τουτωνὶ τῶν πυλῶν εἶναι, τεθνεῶτι γὰρ δὴ ἔοικας.” “οὐ τεθνεῶτι,” ἔφη “τεθνηξομένῳ δέ.” καὶ ὁ Ἀπολλώνιος, “ἀφυής,” εἶπεν “ὦ Δάμι, πρὸς τὸν θάνατον εἶναί μοι φαίνῃ, καίτοι ξυνών μοι χρόνον, ἐκ μειρακίου φιλοσοφῶν, ἐγὼ δὲ ᾤμην παρεσκευάσθαι τέ σε πρὸς αὐτὸν καὶ τὴν ἐν ἐμοὶ τακτικὴν εἰδέναι πᾶσαν, ὥσπερ γὰρ τοῖς μαχομένοις καὶ ὁπλιτεύουσιν οὐκ εὐψυχίας δεῖ μόνον, ἀλλὰ καὶ τάξεως ἑρμηνευούσης τοὺς καιροὺς τῆς μάχης, οὕτω καὶ τοῖς φιλοσοφοῦσιν ἐπιμελητέα τῶν καιρῶν, ἐν οἷς ἀποθανοῦνται, ὡς μὴ ἄτακτοι, μηδὲ θανατῶντες, ξὺν ἀρίστῃ δ’ αἱρέσει ἐς αὐτοὺς φέροιντο. ὅτι δὲ ἄριστά τε καὶ κατὰ τὸν προσήκοντα φιλοσοφίᾳ καιρὸν εἱλόμην ἀποθνήσκειν, εἴ τις ἀποκτείνειν βούλοιτο, ἑτέροις τε ἀπολελόγημαι σοῦ παρόντος, αὐτόν τε σὲ διδάσκων ἀπείρηκα.”   XXXII. ἐπὶ τοσοῦτον μὲν δὴ ταῦτα, ἐπεὶ δὲ σχολὴ τῷ βασιλεῖ ἐγένετο τὰ ἐν ποσὶ διωσαμένῳ πάντα ἐς λόγους ἀφικέσθαι τῷ ἀνδρί, παρῆγον μὲν αὐτὸν ἐς τὰ βασίλεια οἱ ἐπιμεληταὶ τῶν τοιούτων οὐ ξυγχωρήσαντες τῷ Δάμιδι ἐπισπέσθαι οἱ, θαλλοῦ δὲ στέφανον ἔχων ὁ βασιλεὺς ἄρτι μὲν τῇ Ἀθηνᾷ τεθυκὼς ἐτύγχανεν ἐν αὐλῇ Ἀδώνιδος, ἡ δὲ αὐλὴ ἀνθέων ἐτεθήλει κήποις, οὓς Ἀδώνιδι Ἀσσύριοι ποιοῦνται ὑπὲρ ὀργίων ὁμωροφίους αὐτοὺς φυτεύοντες. πρὸς δὲ τοῖς ἱεροῖς ὢν μετεστράφη καὶ ἐκπλαγεὶς ὑπὸ τοῦ εἴδους τοῦ ἀνδρὸς “Αἰλιανέ,” εἶπε “δαίμονά μοι ἐπεσήγαγες.” ἀλλ’ οὔτε ἐκπλαγεὶς ὁ Ἀπολλώνιος καθαπτόμενός τε ὧν ἤκουσεν “ἐγὼ δὲ” ἔφη “τὴν Ἀθηνᾶν ᾤμην ἐπιμεμελῆσθαί σου, βασιλεῦ, τρόπον, ὃν καὶ τοῦ Διομήδους ποτὲ ἐν Τροίᾳ, τὴν γάρ τοι ἀχλύν, ὑφ’ ἧς οἱ ἄνθρωποι χεῖρον βλέπουσιν, ἀφελοῦσα τῶν τοῦ Διομήδους ὀφθαλμῶν ἔδωκεν αὐτῷ θεούς τε διαγιγνώσκειν καὶ ἄνδρας, σὲ δ’ οὔπω ἡ θεὸς ἐκάθηρεν, ὦ βασιλεῦ, τὴν κάθαρσιν ταύτην· ἦ μὴν ἔδει γε, ὡς αὐτὴν τὴν Ἀθηνᾶν ὁρῴης ἄμεινον τούς τε ἄνδρας μὴ ἐς τὰ τῶν δαιμόνων εἴδη τάττοις.” “σὺ δέ,” εἶπεν “ὦ φιλόσοφε, πότε τὴν ἀχλὺν ἐκαθήρω ταύτην;” “πάλαι” ἔφη “κἀξ ὅτου φιλοσοφῶ.” “πῶς οὖν” εἶπε “τοὺς ἐμοὶ πολεμιωτάτους ἄνδρας θεοὺς ἐνόμισας;” “καὶ τίς” ἔφη “πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς, οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;” “μὴ ἄπαγε ἐς Ἰνδούς,” εἶπεν “ἀλλ’ ὑπὲρ τοῦ φιλτάτου σοι Νερούα καὶ τῶν κοινωνούντων αὐτῷ τῆς αἰτίας λέγε.” “ἀπολογῶμαι ὑπὲρ αὐτοῦ” ἔφη “τι ἢ” – “μὴ ἀπολογοῦ” εἶπεν “ἀδικῶν γὰρ εἴληπται, ἀλλ’ οὐχ ὡς αὐτὸς ἀδικεῖς ξυνειδὼς ἐκείνῳ τοιαῦτα, τοῦτό με ἀναδίδασκε.” “εἰ, ἃ ξύνοιδα,” ἔφη “ἀκοῦσαι βούλει, ἄκουε, τί γὰρ ἂν τἀληθῆ κρύπτοιμι;” ὁ μὲν δὴ βασιλεὺς ἀποῤῥήτων τε λαμπρῶν ἀκροάσασθαι ᾤετο καὶ ἐς τὸ ξυντεῖνον τῆς ἀπωλείας τῶν ἀνδρῶν ἥκειν πάντα, ὁ δ’ ὡς μετέωρον αὐτὸν ὑπὸ τῆς δόξης ταύτης εἶδεν,   XXXIII. “ἐγὼ” ἔφη “Νερούαν σωφρονέστατον ἀνθρώπων οἶδα καὶ πρᾳότατον καὶ σοὶ ἐπιτηδειότατον καὶ ἄρχοντα μὲν ἀγαθόν, εὐλαβῆ δ’ οὕτω πρὸς ὄγκον πραγμάτων, ὡς καὶ τὰς τιμὰς δεδιέναι, οἱ δὲ ἀμφ’ αὐτόν, Ῥοῦφον γάρ που λέγεις καὶ Ὄρφιτον, σώφρονες μὲν καὶ οἵδε οἱ ἄνδρες, ὁπόσα οἶδα, καὶ διαβεβλημένοι πρὸς πλοῦτον, νωθροὶ δὲ πράττειν ὁπόσα ἔξεστι, νεώτερα δὲ οὔτ’ ἂν αὐτοὶ ἐνθυμηθεῖεν οὔτ’ ἂν ἑτέρῳ ἐνθυμηθέντι ξυνάραιντο.” ἀνοιδήσας δ’ ὁ βασιλεὺς ὑφ’ ὧν ἤκουσε “συκοφάντην με οὖν” εἶπεν “ἐπ’ αὐτοῖς εἴληφας, ἵν’ οὓς ἐγὼ μιαρωτάτους ἀνθρώπων καὶ τοῖς ἐμοῖς ἐπιπηδῶντας εὗρον, σὺ δ’, ὡς χρηστοί τέ εἰσι (λέγεις) καὶ νωθροί; καὶ γὰρ ἂν κἀκείνους ἡγοῦμαι ὑπὲρ σοῦ ἐρωτωμένους μήθ’ ὡς γόης εἶ, φάναι, μήθ’ ὡς ἴτης μήθ’ ὡς ἀλαζὼν μήθ’ ὡς φιλοχρήματος μήθ’ ὡς φρονῶν ὑπὲρ τοὺς νόμους. οὕτως, ὦ μιαραὶ κεφαλαί, κακῶς ξυντέταχθε. ἐλέγξει δ’ ἡ κατηγορία πάντα· καὶ γὰρ ὁπόσα ὀμώμοται ὑμῖν καὶ ὑπὲρ ὧν καὶ ὁπότε καὶ τί θύσασιν, οὐδὲν μεῖον οἶδα, ἢ εἰ παρετύγχανόν τε καὶ ἐκοινώνουν.” ὁ δὲ οὐδὲ ταῦτα ἐκπλαγεὶς “αἰσχρόν,” ἔφη “βασιλεῦ, καὶ οὐκ ἐκ τῶν νόμων ἢ δικάζειν ὑπὲρ ὧν πέπεισαι ἢ πεπεῖσθαι ὑπὲρ ὧν μὴ ἐδίκασας. εἰ δ’ οὕτως ἔχει, ξυγχώρησον ἐνθένδε μοι τῆς ἀπολογίας ἄρξασθαι· κακῶς, ὦ βασιλεῦ, περὶ ἐμοῦ φρονεῖς, καὶ πλείω με ἀδικεῖς ἢ ὁ συκοφάντης, ἃ γὰρ ἐκεῖνος διδάξειν ἔφη, σὺ πρὶν ἀκοῦσαι πέπεισαι.” “τῆς μὲν ἀπολογίας” εἶπεν “ὁπόθεν βούλει, ἄρχου, ἐγὼ δὲ καὶ ἐς ὅ τι παύσομαι οἶδα καὶ ὁπόθεν ἤδη προσήκει ἄρξασθαι.”   XXXIV. ἄρχεται τὸ ἐνθένδε τῆς ἐς τὸν ἄνδρα ὕβρεως γενείων τε ἀποκείρας αὐτὸν καὶ χαίτης ἔν τε τοῖς κακουργοτάτοις δήσας, ὁ δ’ ὑπὲρ μὲν τῆς κουρᾶς “ἐλελήθειν, ὦ βασιλεῦ,” ἔφη “περὶ ταῖς θριξὶ κινδυνεύων,” ὑπὲρ δὲ τῶν δεσμῶν “εἰ μὲν γόητά με ἡγῇ,” ἔφη “πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;” “καὶ ἀνήσω γε οὐ πρότερον,” εἶπεν “ἢ ὕδωρ γενέσθαι σε ἤ τι θηρίον ἢ δένδρον.” “ταυτὶ μὲν” ἔφη “οὐδ’ εἰ δυναίμην, γενοίμην ἄν, ὡς μὴ προδοίην ποτὲ τοὺς οὐδεμιᾷ δίκῃ κινδυνεύοντας, ὢν δ’, ὅσπερ εἰμί, πᾶσιν ὑποθήσω ἐμαυτὸν οἷς ἂν περὶ τὸ σῶμα τουτὶ πράττῃς, ἔστ’ ἂν ὑπὲρ τῶν ἀνδρῶν ἀπολογήσωμαι.” ὑπὲρ δὲ σοῦ” εἶπε “τίς ὁ ἀπολογησόμενος ἔσται;” “χρόνος” ἔφη “καὶ θεῶν πνεῦμα καὶ σοφίας ἔρως, ᾗ ξύνειμι.”

XXXV. Τὸν μὲν δὴ προάγωνα τῆς ἀπολογίας, ὃς [δὴ] ἐγένετο αὐτῷ πρὸς Δομετιανὸν ἰδίᾳ, τοιόνδε διαγράφει ὁ Δάμις, οἱ δὲ βασκάνως ταῦτα ξυνθέντες ἀπολελογῆσθαι μὲν αὐτόν φασι πρότερον, δεδέσθαι δὲ μετὰ ταῦτα, ὅτε δὴ κείρασθαι, καί τινα ἐπιστολὴν ἀνέπλασαν ξυγκειμένην μὲν ἰωνικῶς, τὸ δὲ μῆκος ἄχαρι, ἐν ᾗ βούλονται τὸν Ἀπολλώνιον ἱκέτην τοῦ Δομετιανοῦ γίγνεσθαι παραιτούμενον ἑαυτὸν τῶν δεσμῶν. Ἀπολλώνιος δὲ τὰς μὲν διαθήκας τὰς ἑαυτοῦ τὸν Ἰώνιον ἑρμηνεύει τρόπον, ἐπιστολῇ δὲ ἰαστὶ ξυγκειμένῃ οὔπω Ἀπολλωνίου προσέτυχον, καίτοι ξυνειλοχὼς αὐτοῦ πλείστας, οὐδὲ μακρηγορίαν πω τοῦ ἀνδρὸς ἐν ἐπιστολῇ εὗρον, βραχεῖαι γὰρ καὶ ἀπὸ σκυτάλης πᾶσαι. καὶ μὴν καὶ νικῶν τὴν αἰτίαν ἀπῆλθε τοῦ δικαστηρίου, καὶ πῶς ἄν ποτε ἐδέθη μετὰ τὴν ἀφεῖσαν ψῆφον; ἀλλὰ μήπω τὰ ἐν τῷ δικαστηρίῳ· ἔτι καὶ τὰ ἐπὶ τῇ κουρᾷ καὶ ἅττα διελέχθη, λεγέσθω πρότερον, ἄξια γὰρ σπουδάσαι·   XXXVI. δυοῖν γὰρ ἡμέραιν δεδεμένου τοῦ ἀνδρὸς ἀφικνεῖταί τις ἐς τὸ δεσμωτήριον τὸ προσελθεῖν αὐτῷ ἐωνῆσθαι φάσκων, ξύμβουλος δὲ σωτηρίας ἥκειν· ἦν μὲν δὴ Συρακούσιος οὗτος, Δομετιανοῦ δὲ νοῦς τε καὶ γλῶττα, καθεῖτο δ’, ὥσπερ ὁ πρότερος, ἀλλ’ ὑπὲρ πιθανωτέρων οὗτος. ὁ μὲν γὰρ πόῤῥωθεν, ὁ δ’ ἐκ τῶν παρόντων ἑλὼν “ὦ θεοί,” ἔφη “τίς ἂν ᾠήθη δεθῆναι Ἀπολλώνιον;” “ὁ δήσας,” εἶπεν “οὐ γὰρ ἄν, εἰ μὴ ᾠήθη, ἔδησε.” “τίς δ’ ἂν τὰς ἀμβροσίας ποτὲ ἀποτμηθῆναι χαίτας;” “ἐγὼ” εἶπεν “ὁ κομῶν.” “φέρεις δὲ πῶς ταῦτα;” “ὥς γε εἰκὸς” εἶπε “τὸν μήθ’ ἑκουσίως μήτ’ ἀκουσίως ἐς αὐτὰ ἥκοντα.” “τὸ δὲ σκέλος πῶς” ἔφη “καρτερεῖ;” “οὐκ οἶδα,” εἶπεν “ὁ γὰρ νοῦς πρὸς ἑτέροις ἐστί.” “καὶ μὴν πρὸς τῷ ἀλγοῦντι” ἔφη “ὁ νοῦς.” “οὐ μὲν οὖν,” εἶπε “νοῦς μὲν γὰρ ὅ γ’ ἐν ἀνδρὶ τοιῷδε ἢ οὐκ ἀλγήσει ἢ τὸ ἀλγοῦν παύσει.” “τί δὲ δὴ ἐνθυμεῖται ὁ νοῦς;” “αὐτὸ” εἶπε “τὸ μὴ ἐννοεῖν ταῦτα.” πάλιν δ’ αὐτοῦ τὰς χαίτας ἀνακαλοῦντος καὶ περιάγοντος ἐς αὐτὰς τὸν λόγον, “ὤνησαι,” ἔφη “νεανίσκε, μὴ τῶν ἐν Τροίᾳ ποτὲ Ἀχαιῶν εἷς γενόμενος, ὡς σφόδρα ἄν μοι δοκεῖς τὰς Ἀχιλλείους κόμας ὀλοφύρασθαι Πατρόκλῳ τμηθείσας, εἰ δὴ ἐτμήθησαν, καὶ λειποθυμῆσαι δ’ ἂν ἐπ’ αὐταῖς· ὃς γὰρ τὰς ἐμάς, ἐν αἷς πολιαί τε ἦσαν καὶ αὐχμός, ἐλεεῖν φάσκεις, τί οὐκ ἂν πρὸς ἐκείνας ἔπαθες τὰς ἠσκημένας τε καὶ ξανθάς;” τῷ δὲ ἄρα ξὺν ἐπιβουλῇ ταῦτα ἐλέγετο, ἵν’ ὑπὲρ ὧν ἀλγεῖ μάθοι, καὶ νὴ Δία, εἰ λοιδορεῖται τῷ βασιλεῖ ὑπὲρ ὧν πέπονθεν· ἀνακοπεὶς δ’ ὑφ’ ὧν ἤκουσε “διαβέβλησαι,” ἔφη “πρὸς τὸν βασιλέα περὶ πλειόνων, μάλιστα δ’ ὑπὲρ ὧν οἱ περὶ Νερούαν ὡς ἀδικοῦντες φεύγουσιν, ἀφίκοντο μὲν γάρ τινες ἐς αὐτὸν διαβολαὶ καὶ περὶ τῶν ἐν Ἰωνίᾳ λόγων, οὓς ἀντιξόως τε αὐτῷ καὶ ἀπηχθημένως εἶπας, καταφρονεῖ δὲ τούτων, ὥς φασιν, ἐπειδὴ πρὸς τὰ μείζω παρώξυνται, καίτοι τοῦ κἀκεῖνα διαβάλλοντος ἀνδρὸς ὑψοῦ προήκοντος τῆς δόξης.” “οἷον ἔφη” Ὀλυμπιονίκην εἴρηκας, εἰ δόξης φησὶν ἅπτεσθαι διαβολαῖς ἰσχύων. ξυνίημι δ’, ὡς ἔστιν Εὐφράτης, ὃν ἐγὼ οἶδα πάντ’ ἐπ’ ἐμὲ πράττοντα, ἠδίκημαι δ’ ὑπ’ αὐτοῦ καὶ μείζω ἕτερα· αἰσθόμενος γάρ ποτε φοιτήσειν μέλλοντα παρὰ τοὺς ἐν Αἰθιοπίᾳ Γυμνοὺς ἐς διαβολάς μου πρὸς αὐτοὺς κατέστη, καὶ εἰ μὴ τῆς ἐπιβουλῆς ξυνῆκα, τάχ’ ἂν ἀπῆλθον μηδ’ ἰδὼν τοὺς ἄνδρας.” θαυμάσας οὖν ὁ Συρακούσιος τὸν λόγον “εἶτ’” ἔφη “τοῦ διαβληθῆναι βασιλεῖ μεῖζον ἡγῇ τὸ τοῖς Γυμνοῖς μὴ χρηστὸς ἂν ἐξ ὧν Εὐφράτης καθίει δόξαι;” “νὴ Δί’,” εἶπεν “ἐκεῖ μὲν γὰρ μαθησόμενος ἦα, ἐνταῦθα δὲ ὑπὲρ διδασκαλίας ἥκω.” “τῆς τί” ἔφη “διδασκούσης;” “τὸ εἶναί με” εἶπε “καλὸν κἀγαθόν, τουτὶ δὲ ὁ βασιλεὺς οὔπω οἶδεν.” “ἀλλ’ ἔστιν” ἔφη “τὰ σεαυτοῦ εὖ θέσθαι διδαξαμένῳ αὐτόν, ἃ καὶ πρὶν ἐνταῦθα ἥκειν λέξας οὐδ’ ἂν ἐδέθης.” ξυνιεὶς οὖν τοῦ Συρακουσίου ξυνελαύνοντος αὐτὸν ἐς τὸν ὅμοιον τῷ βασιλεῖ λόγον οἰομένου τε, ὡς ἀπαγορεύων πρὸς τὰ δεσμὰ ψεύσεταί τι κατὰ τῶν ἀνδρῶν “ὦ βέλτιστε,” εἶπεν “εἰ τἀληθῆ πρὸς Δομετιανὸν εἰπὼν ἐδέθην, τί πείσομαι μὴ ἀληθεύσας; ἐκείνῳ μὲν γὰρ τἀληθὲς δοκεῖ δεσμῶν ἄξιον, ἐμοὶ δὲ τὸ ψεῦδος.”   XXXVII. ὁ μὲν δὴ Συρακούσιος ἀγασθεὶς αὐτὸν ὡς ὑπερφιλοσοφοῦντα, ταυτὶ γὰρ εἰπὼν ἀπῆλθεν, ἐχώρει ἐκ τοῦ δεσμωτηρίου, ὁ δ’ Ἀπολλώνιος ἰδὼν ἐς τὸν Δάμιν “ξυνίης” ἔφη “τοῦ Πύθωνος τούτου;” “ξυνίημι μὲν” εἶπε ὑποκαθημένου τε καὶ ὑπαγομένου σε, τί δ’ ὁ Πύθων βούλεταί σοι καὶ τίς ὁ τοῦ ὀνόματος νοῦς, οὐκ οἶδα.” “ἐγένετο” ἔφη “Πύθων ὁ Βυζάντιος ἀγαθός, φασί, ῥήτωρ τὰ κακὰ πείθειν· οὗτος ὑπὲρ Φιλίππου τοῦ Ἀμύντου πρεσβεύων παρὰ τοὺς Ἕλληνας ὑπὲρ τῆς δουλείας αὐτῶν τοὺς μὲν ἄλλους εἴα, ἀλλ’ ἐν Ἀθηναίοις γε αὐτοῖς, ὅτε δὴ μάλιστά γε ῥητορικῇ ἔῤῥωντο, ἀδικεῖσθαί τε ὑπ’ αὐτῶν ἔφασκε τὸν Φίλιππον καὶ δεινὰ πράττειν Ἀθηναίους τὸ Ἑλληνικὸν ἐλευθεροῦντας. ὁ Πύθων ταῦτα (πολὺς) ῥέων, ὥς φασιν, ἀλλὰ Δημοσθένης ὁ Παιανιεὺς ἀντειπὼν θρασυνομένῳ μόνος, τὸ ἀνασχεῖν αὐτὸν τάττει ἐν τοῖς ἑαυτοῦ ἄθλοις. ἐγὼ δὲ τὸ μὴ ὑπαχθῆναι ἐς ἃ ἐδόκει τούτῳ οὐκ ἄν ποτε ἆθλον ἐμαυτοῦ φαίην, Πύθωνι δ’ αὐτὸν ταὐτὸν πράττειν ἔφην, ἐπειδὴ τυράννου τε μισθωτὸς ἀφίκετο καὶ ἀτόπων ξύμβουλος.”

XXXVIII. Διαλέγεσθαι μὲν δὴ τὸν Ἀπολλώνιον πλείω τοιαῦτα, ἑαυτὸν δὲ ὁ Δάμις ἀπορεῖν μὲν ὑπὲρ τῶν παρόντων φησί, λύσιν δὲ αὐτῶν ὁρᾶν οὐδεμίαν, πλὴν ὅσαι παρὰ τῶν θεῶν εὐξαμένοις τισὶ κἀκ πολλῷ χαλεπωτέρων ἦλθον, ὀλίγον δὲ πρὸ μεσημβρίας “ὦ Τυανεῦ,” φάναι, σφόδρα γὰρ δὴ χαίρειν αὐτὸν τῇ προσρήσει “τί πεισόμεθα;” “ὅ γε ἐπάθομεν,” ἔφη “πέρα δ’ οὐδέν, οὐδὲ ἀποκτενεῖ ἡμᾶς οὐδείς.” “καὶ τίς” εἶπεν “οὕτως ἄτρωτος; λυθήσῃ δὲ πότε;” “τὸ μὲν ἐπὶ τῷ δικάσαντι” ἔφη “τήμερον, τὸ δὲ ἐπ’ ἐμοὶ ἄρτι.” καὶ εἰπὼν ταῦτα ἐξήγαγε τὸ σκέλος τοῦ δεσμοῦ καὶ πρὸς τὸν Δάμιν ἔφη “ἐπίδειξιν πεποίημαί σοι τῆς ἐλευθερίας τῆς ἐμαυτοῦ καὶ θάῤῥει.” τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντα, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδ’ εὐξάμενόν τι, μηδὲ εἰπόντα καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὖ τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.   XXXIX. οἱ δὲ εὐηθέστεροι τῶν ἀνθρώπων ἐς τοὺς γόητας ἀναφέρουσι ταῦτα, πεπόνθασι δ’ αὐτὸ ἐς πολλὰ τῶν ἀνθρωπείων· δέονται μὲν γὰρ αὐ(τῶν)τῆς (τέχνης) ἀθληταί, δέονται δὲ ἀγωνισταὶ πάντες διὰ τὸ νικᾶν γλίχεσθαι, καὶ ξυλλαμβάνει μὲν αὐτοῖς ἐς τὴν νίκην οὐδέν, ἃ δὲ ἀπὸ τύχης νικῶσι, ταῦθ’ οἱ κακοδαίμονες αὑτοὺς ἀφελόμενοι λογίζονται τῇ τέχνῃ ταύτῃ, ἀπιστοῦσι δ’ αὐτῇ οὐδ’ οἱ ἡττώμενοι σφῶν, “εἰ γὰρ τὸ δεῖνα ἔθυσα καὶ τὸ δεῖνα ἐθυμίασα, οὐκ ἂν διέφυγέ με ἡ νίκη” τοιαῦτα λέγουσι καὶ τοιαῦτα οἴονται. φοιτᾷ δὲ καὶ ἐπὶ θύρας ἐμπόρων κατὰ ταὐτά, καὶ γὰρ δὴ κἀκείνους εὕροιμεν ἂν τὰ μὲν εὐτυχήματα τῆς ἐμπορίας λογιζομένους τῷ γόητι, τὰ δὲ ἄτοπα τῇ αὑτῶν φειδοῖ καὶ τῷ μὴ ὁπόσα ἔδει θῦσαι. ἀνῆπται δὲ ἡ τέχνη τοὺς ἐρῶντας μάλιστα, νοσοῦντες γὰρ εὐπαράγωγον οὕτω νόσον, ὡς καὶ γραιδίοις ὑπὲρ αὐτῆς διαλέγεσθαι, θαυμαστόν, οἶμαι, οὐδὲν πράττουσι προσιόντες τοῖς σοφισταῖς τούτοις καὶ ἀκροώμενοι σφῶν τὰ τοιαῦτα, οἳ κεστόν τε αὐτοῖς φέρειν διδοῦσι καὶ λίθους, τοὺς μὲν ἐκ τῶν τῆς γῆς ἀποῤῥήτων, τοὺς δὲ ἐκ σελήνης τε καὶ ἀστέρων, ἀρώματά τε ὁπόσα ἡ Ἰνδικὴ κηπεύει, καὶ χρήματα μὲν αὐτοὺς λαμπρὰ ὑπὲρ τούτων πράττονται, ξυνδρῶσι δὲ οὐδέν. ἢν μὲν γὰρ παθόντων τι τῶν παιδικῶν πρὸς τοὺς ἐρῶντας ἢ δώροις ὑπαχθέντων προβαίνῃ τὰ ἐρωτικά, ὑμνεῖται ἡ τέχνη ὡς ἱκανὴ πάντα, εἰ δ’ ἀποτυγχάνοι ἡ πεῖρα, ἐς τὸ ἐλλειφθὲν ἡ ἀναφορά, μὴ γὰρ τὸ δεῖνα θυμιᾶσαι, μηδὲ θῦσαι ἢ τῆξαι, τουτὶ δὲ μέγα εἶναι καὶ ἄπορον. οἱ μὲν οὖν τρόποι, καθ’ οὓς καὶ διοσημίας καὶ ἕτερα πλείω τερατεύονται καὶ ἀναγεγράφαταί τισιν, οἳ ἐγέλασαν πλατὺ ἐς τὴν τέχνην, ἐμοὶ δ’ ἀποπεφάνθω μηδ’ ἐκείνοις ὁμιλεῖν τοὺς νέους, ἵνα μηδὲ παίζειν τὰ τοιαῦτα ἐθίζοιντο. ἀποχρῶσα ἡ ἐκτροπὴ τοῦ λόγου· τί γὰρ ἂν πλείω καθαπτοίμην τοῦ πράγματος, ὃ καὶ φύσει διαβέβληται καὶ νόμῳ;

XL. Ἐνδειξαμένου δὲ τοῦ Ἀπολλωνίου τῷ Δάμιδι ἑαυτὸν καὶ πλείω διαλεχθέντος, ἐπέστη τις περὶ μεσημβρίαν σημαίνων ἀπὸ γλώττης τοσαῦτα· “ἀφίησί σε ὁ βασιλεύς, Ἀπολλώνιε, τούτων τῶν δεσμῶν Αἰλιανοῦ ξυμβουλεύσαντος, τὸ δὲ ἐλευθέριον δεσμωτήριον ξυγχωρεῖ οἰκεῖν, ἔστ’ ἂν ᾖ ἡ ἀπολογία, ἐς ἡμέραν δὲ ἴσως ἀπολογήσῃ πέμπτην.” “τίς οὖν” ἔφη “ὁ μετασκευάσων με ἐνθένδε;” “ἐγώ,” εἶπε “καὶ ἕπου.” καὶ ἰδόντες αὐτὸν οἱ ἐν τῷ ἐλευθερίῳ δεσμωτηρίῳ περιέβαλλον πάντες, ὡς οὐδ’ οἰηθεῖσιν αὐτοῖς ἐπανήκοντα. ὃν γὰρ δὴ πόθον ἴσχουσι πατρὸς παῖδες ἐς νουθετήσεις καθισταμένου σφίσιν ἡδείας τε καὶ ξυμμέτρους ἢ τὰ ἐφ’ ἡλικίας ἀφερμηνεύοντος, τὸν αὐτὸν κἀκεῖνοι τοῦ Ἀπολλωνίου εἶχον καὶ ὡμολόγουν ταῦτα, ὁ δ’ οὐκ ἐπαύετο ἀεί τι ξυμβουλεύων.

XLI. Καλέσας δὲ τῆς ὑστεραίας τὸν Δάμιν “ἐμοὶ μὲν” ἔφη “τὰ τῆς ἀπολογίας ἐς τὴν προειρημένην ἡμέραν ἔσται, σὺ δὲ τὴν ἐπὶ Δικαιαρχίας βάδιζε, λῷον γὰρ πεζῇ ἰέναι, κἂν προσείπῃς Δημήτριον, στρέφου περὶ τὴν θάλατταν, ἐν ᾗ ἐστιν ἡ Καλυψοῦς νῆσος, ἐπιφανέντα γάρ με ἐκεῖ ὄψει.” “ζῶντα” ἔφη ὁ Δάμις “ἢ τί;” γελάσας δὲ ὁ Ἀπολλώνιος “ὡς μὲν ἐγὼ οἶμαι, ζῶντα,” εἶπεν “ὡς δὲ σὺ οἴει, ἀναβεβιωκότα.” ὁ μὲν δὴ ἀπελθεῖν φησιν ἄκων καὶ μήτ’ ἀπογιγνώσκων ὡς ἀπολουμένου μήτ’ εὔελπις ὡς οὐκ ἀπολεῖται. καὶ τριταῖος μὲν ἐλθεῖν ἐς Δικαιαρχίαν, ἀκοῦσαι δὲ καὶ περὶ τοῦ χειμῶνος, ὃς περὶ τὰς ἡμέρας ἐκείνας ἐγένετο, ὅτι πνεῦμα ὕπομβρον καταῤῥαγὲν τῆς θαλάσσης τὰς μὲν κατέδυσε τῶν νεῶν, αἳ ἐκεῖσε ἔπλεον, τὰς δὲ ἐς Σικελίαν τε καὶ τὸν πορθμὸν ἀπεώσατο, καὶ ξυνεῖναι τότε ὑπὲρ ὅτου ἐκέλευσεν αὐτὸν πεζῇ κομίζεσθαι.

XLII. Τὰ ἐπὶ τούτοις ἀναγράφει Δάμις ἐξ ὧν Ἀπολλωνίου φησὶν ἀκηκοέναι πρὸς Δημήτριόν τε καὶ πρὸς αὐτὸν εἰπόντος. μειράκιον μὲν γὰρ ἐκ Μεσσήνης τῆς ἐν Ἀρκαδίᾳ περίβλεπτον ὥρᾳ ἀφικέσθαι ἐς τὴν Ῥώμην, ἐρᾶν δ’ αὐτοῦ πολλοὺς μέν, Δομετιανὸν δὲ παρὰ πάντας, τοὺς δ’ οὕτως ἐρᾶν, ὡς μηδὲ τὸ ἀντερᾶν ἐκείνῳ δεδιέναι. ἀλλ’ ἐσωφρόνει τὸ μειράκιον καὶ ἐφείδετο τῆς ἑαυτοῦ ὥρας. εἰ μὲν δὴ χρυσοῦ κατεφρόνησεν ἢ χρημάτων ἢ ἵππων ἢ τοιῶνδε δελεασμάτων, οἷς ὑπάγονται τὰ παιδικὰ ἔνιοι, μὴ ἐπαινῶμεν, χρὴ γὰρ οὕτω παρεσκευάσθαι τὸν ἄνδρα, ὁ δὲ μειζόνων ἀξιωθεὶς ἂν ἢ ὁμοῦ πάντες, οὓς ὀφθαλμοὶ βασιλέων ἐσπάσαντο, οὐκ ἠξίου ἑαυτὸν ὧν ἠξιοῦτο. ἐδέθη τοίνυν, τουτὶ γὰρ τῷ ἐραστῇ ἔδοξε. καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ, βουλομένῳ μέν τι λέγειν ἐῴκει, αἰδῶ δὲ ξύμβουλον σιωπῆς ἔχων οὔπω ἐθάῤῥει· ξυνεὶς οὖν ὁ Ἀπολλώνιος “σὺ μὲν οὐδ’ ἡλικίαν πω τοῦ ἀδικεῖν ἄγων καθεῖρξαι,” ἔφη “καθάπερ ἡμεῖς οἱ δεινοί.” “καὶ ἀποθανοῦμαί γε,” εἶπε “τὸ γὰρ σωφρονεῖν θανάτου τιμῶνται οἱ ἐφ’ ἡμῶν νόμοι.” “καὶ οἱ ἐπὶ Θησέως,” εἶπε “τὸν γὰρ Ἱππόλυτον ἐπὶ σωφροσύνῃ ἀπώλλυ ὁ πατὴρ αὐτός.” “κἀμὲ” εἶπεν “ὁ πατὴρ ἀπολώλεκεν. ὄντα γάρ με Ἀρκάδα ἐκ Μεσσήνης οὐ τὰ Ἑλλήνων ἐπαίδευσεν, ἀλλ’ ἐνταῦθα ἔστειλε μαθησόμενον ἤθη νομικά, καί με ὑπὲρ τούτων ἥκοντα ὁ βασιλεὺς κακῶς εἶδεν.” ὁ δ’ ὥσπερ οὐ ξυνιείς, ὃ λέγει, “εἰπέ μοι,” ἔφη “μειράκιον, μὴ γλαυκὸν ἡγεῖταί σε ὁ βασιλεὺς καίτοι μελανόφθαλμον, ὡς ὁρῶ, ὄντα, ἢ στρεβλὸν τὴν ῥῖνα καίτοι τετραγώνως ἔχοντα, καθάπερ τῶν ἑρμῶν οἱ γεγυμνασμένοι, ἢ τὴν κόμην ἕτερόν τι παρ’ ὅ ἐστιν; ἔστι δ’, οἶμαι, ἡλιῶσά τε καὶ ὑποφαίνουσα, καὶ μὴν καὶ τὸ στόμα οὕτω ξύμμετρον, ὡς καὶ σιωπῇ πρέπειν καὶ λόγῳ, δέρη τε οὕτως ἐλευθέρα καὶ φρονοῦσα. τί οὖν ἕτερον τούτων ὁ βασιλεὺς ἡγήσεταί σε, ἐπειδὴ κακῶς ὑπ’ αὐτοῦ λέγεις ὀφθῆναι;” “αὐτό με τοῦτο ἀπολώλεκεν, ὑπαχθεὶς γάρ μου ἐρᾶν οὐ φείδεται ὧν ἐπαινεῖ, ἀλλ’ αἰσχύνειν διανοεῖταί με, ὥσπερ οἱ τῶν γυναικῶν ἐρῶντες.” ἀγασθεὶς δ’ αὐτὸν ὁ Ἀπολλώνιος τὸ μὲν ξυγκαθεύδειν ὅ τι ἡγοῖτο καὶ εἰ αἰσχρὸν τοῦτο ἢ μή, καὶ τὰ τοιαῦτα τῶν ἐρωτημάτων παρῆκεν, ἐπειδήπερ ἐρυθριῶντα ἑώρα τὸν Ἀρκάδα καὶ κεκοσμημένως φθεγγόμενον, ἤρετο δ’ αὐτὸν ὧδε· “κέκτησαί τινας ἐν Ἀρκαδίᾳ δούλους;” “νὴ Δί’,” ἔφη “πολλούς γε.” “τούτων οὖν” εἶπε “τίνα ἡγῇ σεαυτόν;” “ὅνγε,” ἔφη “οἱ νόμοι, δεσπότης γὰρ αὐτῶν εἰμι.” “δεσποτῶν δ’,” εἶπεν “ὑπηκόους εἶναι δούλους χρὴ ἢ ἀπαξιοῦν, ἃ δοκεῖ τοῖς τοῦ σώματος κυρίοις;” ὁ δ’ ἐνθυμηθεὶς ἐς οἵαν ἀπόκρισιν περιάγοιτο “ἡ μὲν τῶν τυράννων ἰσχὺς” ἔφη “ὡς ἄμαχός τε καὶ χαλεπή, οἶδα, δι’ αὐτὸ γάρ που καὶ δεσπόζειν τῶν ἐλευθέρων βούλονται, τοῦ δ’ ἐμοῦ σώματος ἐγὼ δεσπότης καὶ φυλάξω αὐτὸ ἄσυλον.” “πῶς;” εἶπε “πρὸς ἐραστὴν γὰρ ὁ λόγος κωμάζοντα μετὰ ξίφους ἐπὶ τὴν σὴν ὥραν.” “τὸν τράχηλον” ἔφη “ὑποσχὼν μᾶλλον, ἐκείνου γὰρ δεῖ τῷ ξίφει.” ἐπαινέσας δὲ αὐτὸν ὁ Ἀπολλώνιος “Ἀρκάδα σε” ἔφη “ὁρῶ.” καὶ μὴν τοῦ μειρακίου τούτου καὶ ἐν ἐπιστολῇ μέμνηται καὶ διαγράφει αὐτὸ πολλῷ ἥδιον ἢ ἐγὼ ἐνταῦθα σωφροσύνης τε ἐπαινῶν πρὸς ὃν γράφει φησὶ τὸ μειράκιον τοῦτο μηδ’ ἀποθανεῖν ὑπὸ τοῦ τυράννου, θαυμασθὲν δὲ τῆς ῥώμης ἐπὶ Μαλέαν πλεῦσαι ζηλωτὸν τοῖς ἐν Ἀρκαδίᾳ μᾶλλον ἢ οἱ τὰς τῶν μαστίγων καρτερήσεις παρὰ Λακεδαιμονίοις νικῶντες.

 

VIII

I. Ἴωμεν ἐς τὸ δικαστήριον ἀκροασόμενοι τοῦ ἀνδρὸς ἀπολογουμένου ὑπὲρ τῆς αἰτίας, ἡλίου γὰρ ἐπιτολαὶ ἤδη καὶ ἀνεῖται τοῖς ἐλλογίμοις ἡ ἐς αὐτὸ πάροδος, τὸν βασιλέα τε οἱ ξυνδιαιτώμενοί φασι μηδὲ σίτου ἅψασθαι, διορῶντα, οἶμαι, τὰ ἐν τῇ δίκῃ· καὶ γάρ τι καὶ βιβλίον πρόχειρον ἔχειν αὐτὸν τὰ μὲν ξὺν ὀργῇ, τὰ δὲ ἧττον. ἀνατυποῦσθαι δὲ χρὴ οἷον ἀχθόμενον τοῖς νόμοις, ἐπειδὴ εὗρον δικαστήρια.   II. ἐντευξόμεθα δὲ καὶ τῷ ἀνδρὶ διαλέξεσθαι ἡγουμένῳ μᾶλλον ἢ δραμεῖσθαί τινα ὑπὲρ τῆς ψυχῆς ἀγῶνα, τουτὶ δ’ ἂν τεκμηραίμεθα τοῖς γε πρὸ τοῦ δικαστηρίου· προϊὼν γὰρ ἤρετο τὸν γραμματέα, ὑφ’ οὗ ἤγετο, οἷ βαδίζοιεν, τοῦ δὲ ἐς τὸ δικαστήριον ἡγεῖσθαι αὐτῷ φήσαντος “δικάσομαι” ἔφη “πρὸς τίνα;” “πρός γε τὸν σεαυτοῦ” εἶπε “κατήγορον, δικάσει δὲ ὁ βασιλεύς.” “ἐμοὶ δὲ” ἔφη “καὶ τῷ βασιλεῖ τίς ὁ δικάσων; δείξω γὰρ αὐτὸν φιλοσοφίαν ἀδικοῦντα.” “καὶ τίς” εἶπε “βασιλεῖ φιλοσοφίας λόγος, κἂν ἀδικῶν ταύτην τύχῃ;” “ἀλλὰ φιλοσοφίᾳ πολὺς” ἔφη “βασιλέως, ἵν’ ἐπιτηδείως ἄρχῃ.” ἐπαινέσας δὲ ὁ γραμματεύς, καὶ γὰρ δὴ καὶ μετρίως διέκειτο πρὸς τὸν Ἀπολλώνιον, ὡς καὶ καταρχὰς ἐδείκνυ, “πόσῳ δὲ” εἶπε “τὸν λόγον διαμετρήσεις ὕδατι; τουτὶ γάρ με χρὴ πρὸ τῆς δίκης εἰδέναι.” “εἰ μὲν ὁπόσα” ἔφη “ἀπαιτεῖ ἡ δίκη, ξυγχωρεῖ μοι λέγειν, οὐκ ἂν φθάνοι διαμετρηθεὶς οὐδὲ ὁ Θύμβρις, εἰ δὲ ὁπόσα ἐρήσεται, μέτρον τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν.” “ἐναντίας” εἶπεν “ἀρετὰς ἐπήσκησας βραχυλογεῖν τε καὶ μακρηγορεῖν ὑπὲρ τῶν αὐτῶν φάσκων.” “οὐκ ἐναντίας,” ἔφη “ἀλλ’ ὁμοίας· ὁ γὰρ θάτερον ἱκανὸς οὐδὲν ἂν θατέρου λείποιτο. καὶ ξυμμετρία δὲ ἀμφοῖν ξυγκειμένη τρίτη μὲν οὐκ ἂν φαίην, πρώτη δ’ ἂν εἴη ἀρετὴ λόγου, ἐγὼ δὲ καὶ τὸ σιωπᾶν ἐν δικαστηρίῳ τετάρτην ἀρετὴν οἶδα.” “ἀνόνητόν γε” εἶπε “σεαυτῷ καὶ παντὶ τῷ κινδυνεύειν μέλλοντι.” “καὶ μὴν καὶ Σωκράτην” ἔφη “τὸν Ἀθηναῖον μέγα ὤνησεν, ὅτε ἔφυγε τὴν γραφήν.” “καὶ πῶς ὤνησεν” εἶπε “τόν, ἐπειδὴ ἐσιώπα, ἀποθανόντα;” “οὐκ ἀπέθανεν,” ἔφη “Ἀθηναῖοι δὲ ᾤοντο.”   III. ὧδε μὲν παρεσκεύαστο πρὸς τὰ ἐκ τοῦ τυράννου πάντα, προεστῶτι δ’ αὐτῷ τοῦ δικαστηρίου προσελθὼν ἕτερος γραμματεὺς “ὦ Τυανεῦ,” ἔφη “γυμνὸς ἔσελθε.” “λουσόμεθα οὖν” εἶπεν “ἢ δικασόμεθα;” “οὐχ ὑπὲρ ἐσθῆτος” ἔφη “ταῦτα προείρηται, ἀλλ’ ἀπαγορεύει σοι ὁ βασιλεὺς μήτε περίαπτον μήτε βιβλίον μήτ’ ἄλλο γραμματεῖον ὅλως μηδὲν ἐσφέρειν ἐνταῦθα.” “μηδὲ νάρθηκα” εἶπεν “ἐπὶ τοὺς ἀνοήτως αὐτὸν ταῦτα πείθοντας;” “ἀναβοήσας δὲ ὁ κατήγορος” ὦ βασιλεῦ, “πληγὰς” ἔφη “ἀπειλεῖ μοι ὁ γόης, ἐγὼ γάρ σε ταυτὶ πέπεικα.” “οὐκοῦν” εἶπε “σὺ μᾶλλον γόης, ἃ γὰρ μὴ ἐγὼ πέπεικά πω τὸν βασιλέα, ὡς οὐκ εἰμί, σὺ φῂς αὐτὸν ὡς εἴην πεπεικέναι.” παρῆν δὲ τῷ κατηγόρῳ λοιδορουμένῳ ταῦτα καὶ τῶν Εὐφράτου τις ἀπελευθέρων, ὃν ἐλέγετο Εὐφράτης ἄγγελον τῶν ἐν Ἰωνίᾳ τοῦ Ἀπολλωνίου διαλέξεων στεῖλαι ὁμοῦ χρήμασιν, ἃ τῷ κατηγόρῳ ἐπεδόθη.

IV. Τοιαῦτα ἠκροβολίσαντο πρὸ τῆς δίκης, τὰ δὲ ἐν αὐτῇ· κεκόσμητο μὲν τὸ δικαστήριον ὥσπερ ἐπὶ ξυνουσίᾳ πανηγυρικοῦ λόγου, μετεῖχον δὲ αὐτῆς οἱ ἐπίδηλοι πάντες ἀγῶνα ποιουμένου τοῦ βασιλέως ὅτι ἐν πλείστοις ἑλεῖν αὐτὸν ἐπὶ τῇ τῶν ἀνδρῶν αἰτίᾳ. ὁ δ’ οὕτω τι ὑπερεώρα τοῦ βασιλέως, ὡς μηδὲ ἐς αὐτὸν βλέπειν, ἐπηρεάσαντος δὲ τοῦ κατηγόρου τὴν ὑπεροψίαν καὶ κελεύσαντος ὁρᾶν αὐτὸν ἐς τὸν ἁπάντων ἀνθρώπων θεόν, ἀνέσχεν ὁ Ἀπολλώνιος τοὺς ὀφθαλμοὺς ἐς τὸν ὄροφον ἐνδεικνύμενος μὲν τὸ ἐς τὸν Δία ὁρᾶν, τὸν δὲ ἀσεβῶς κολακευθέντα κακίω τοῦ κολακεύσαντος ἡγούμενος. ἐβόα καὶ τοιαῦτα ὁ κατήγορος “ἤδη μέτρει, βασιλεῦ, ὕδωρ, εἰ γὰρ ξυγχωρήσεις αὐτῷ μῆκος λόγων, ἀπάγξει ἡμᾶς. ἔστι δέ μοι καὶ βιβλίον τοῦτο ξυγγεγραμμένον τὰς αἰτίας, ὑπὲρ ὧν χρὴ λέγειν αὐτόν, ἀπολογείσθω δὲ κατὰ μίαν.”   V. ὁ δ’, ὡς ἄριστα ξυμβουλεύσαντος ἐπαινέσας ἐκέλευσε τὸν ἄνδρα κατὰ τὴν τοῦ συκοφάντου ξυμβουλίαν ἀπολογεῖσθαι, τὰς μὲν ἄλλας παρελθὼν αἰτίας, ὡς οὐκ ἀξίας καταστῆσαί τινα ἐς λόγον, ὑπὲρ τεττάρων δέ, ἃς ἀπόρους τε καὶ δυσαποκρίτους ᾤετο, ὧδε ἐρωτήσας· “τί γὰρ μαθών,” ἔφη “Ἀπολλώνιε, οὐ τὴν αὐτὴν ἔχεις ἅπασι στολήν, ἀλλ’ ἰδίαν τε καὶ ἐξαίρετον;” “ὅτι με” εἶπεν “ἡ τρέφουσα γῆ καὶ ἀμφιέννυσι, ζῷα δὲ ἄθλια οὐκ ἐνοχλῶ.” πάλιν ἤρετο “τοῦ χάριν οἱ ἄνθρωποι θεόν σε ὀνομάζουσιν;” “ὅτι πᾶς” εἶπεν “ἄνθρωπος ἀγαθὸς νομιζόμενος θεοῦ ἐπωνυμίᾳ τιμᾶται.” ὁ λόγος οὗτος ὁπόθεν ἐφιλοσοφήθη τῷ ἀνδρί, δεδήλωκα ἐν τοῖς Ἰνδῶν λόγοις. τρίτον ἤρετο ὑπὲρ τοῦ ἐν Ἐφέσῳ λοιμοῦ “πόθεν γὰρ” ἔφη “ὁρμώμενος ἢ τῷ ξυμβαλλόμενος προεῖπας τῇ Ἐφέσῳ νοσήσειν αὐτούς;” “λεπτοτέρᾳ,” εἶπεν “ὦ βασιλεῦ, διαίτῃ χρώμενος πρῶτος τοῦ δεινοῦ ᾐσθόμην· εἰ δὲ βούλει, λέγω καὶ λοιμῶν αἰτίας.” ὁ δ’, οἶμαι, δείσας μὴ τὴν ἀδικίαν καὶ τοὺς μὴ καθαροὺς γάμους καὶ ὁποῖα οὐκ εὐλόγως ἔπραττεν, ἐπιγράψῃ ταῖς τοιαύταις νόσοις “οὐ δέομαι” ἔφη “τοιᾶσδε ἀποκρίσεως.” ἐπεὶ δὲ τὴν τετάρτην ἐρώτησιν ἐπέφερεν ἐς τοὺς ἄνδρας, οὐκ εὐθὺς ὥρμησεν, ἀλλὰ πολὺν μὲν χρόνον διαλιπών, πολλὰ δὲ ἐνθυμηθείς, ἰλιγγιῶντι δὲ ὅμοιος ἠρώτησεν οὐ κατὰ τὴν ἁπάντων δόξαν· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν ἐκπηδήσαντα τοῦ πλάσματος μήτε τῆς προσηγορίας ἀφέξεσθαι τῶν ἀνδρῶν, σχέτλιά τε ὑπὲρ τῆς θυσίας βοήσεσθαι, ὁ δὲ οὐχ ὧδε, ἀλλ’ ὑφέρπων τὴν ἐρώτησιν “εἰπέ μοι” ἔφη “προελθὼν τῆς οἰκίας τῇ δεῖνι ἡμέρᾳ καὶ ἐς ἀγρὸν πορευθεὶς τίνι ἐθύσω τὸν παῖδα;” καὶ ὁ Ἀπολλώνιος ὥσπερ μειρακίῳ ἐπιπλήττων “εὐφήμει,” ἔφη “εἰ μὲν γὰρ προῆλθον τῆς οἰκίας, ἐγενόμην ἐν ἀγρῷ, εἰ δὲ τοῦτο, καὶ ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. λεγόντων δὲ αὐτὰ οἱ πίστεως ἄξιοι.” τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος καὶ ἐπαίνου ἀρθέντος μείζονος ἢ βασίλειον ξυγχωρεῖ δικαστήριον, ξυμμαρτυρεῖν αὐτῷ νομίσας ὁ βασιλεὺς τοὺς παρόντας καὶ παθών τι πρὸς τὰς ἀποκρίσεις, ἐπειδὴ ἔῤῥωντό τε καὶ νοῦν εἶχον “ἀφίημί σε” εἶπε “τῶν ἐγκλημάτων, περιμενεῖς δέ, ἔστ’ ἂν ἰδίᾳ ξυγγενώμεθα.” ὁ δὲ ἐπιῤῥώσας ἑαυτὸν “σοὶ μὲν χάρις, ὦ βασιλεῦ,” ἔφη “διὰ δὲ τοὺς ἀλιτηρίους τούτους ἀπολώλασι μὲν αἱ πόλεις, πλήρεις δ’ αἱ νῆσοι φυγάδων, ἡ δὲ ἤπειρος οἰμωγῆς, τὰ δὲ στρατεύματα δειλίας, ἡ δὲ ξύγκλητος ὑπονοίας. δός, εἰ βούλοιο, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον μᾶλλον δὲ οὐδ’ ἂν τὸ σῶμα τοὐμὸν λάβοις,

                    οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι.

καὶ εἰπὼν ταῦτα ἠφανίσθη τοῦ δικαστηρίου, τόν τε παρόντα καιρὸν εὖ τιθέμενος ὑπὲρ ὧν οὐδ’ ἁπλῶς ὁ τύραννος, ἀλλὰ καὶ ἐκ περιουσίας ἐρωτήσων δῆλος ἦν – ἐμεγαλοφρονεῖτο γάρ που τῷ μὴ ἀπεκτονέναι αὐτὸν – τοῦ τε μὴ ἐς τὰ τοιαῦτα ὑπαχθῆναι προορῶν. τυχεῖν δ’ αὖ τούτου ἄριστα ἡγεῖτο, εἰ μὴ ἀγνοοῖτο τῆς φύσεως, ἀλλὰ γιγνώσκοιτο, ὡς ἔχοι τοῦ μὴ ἄν ποτε ἁλῶναι ἄκων. καὶ γὰρ τὸ δέος τὸ περὶ τοῖς ἀνδράσιν εὖ ἤδη αὐτῷ εἶχεν, ὑπὲρ ὧν γὰρ μηδὲ ἐρέσθαι τι ὁ τύραννος ὥρμησε, πῶς ἂν τούτους ἐς τὸ πιθανὸν ἀπέκτεινεν ἐπὶ ταῖς οὐκ ἐν δικαστηρίῳ πεπιστευμέναις αἰτίαις; τοιάδε εὗρον τὰ ἐν τῇ δίκῃ.

VI. Ἐπεὶ δὲ καὶ λόγος μὲν αὐτῷ ξυνεγράφη τις ὡς πρὸς ὕδωρ ἐς τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος. οὐκ ἀγνοῶ μὲν γάρ, ὅτι διαβαλοῦσιν αὐτὸν οἱ τὰς βωμολόχους ἰδέας ἐπαινοῦντες, ὡς ἧττον μέν, ἢ αὐτοί φασι δεῖν, κεκολασμένον, ὑπεραίροντα δὲ τοῖς τε ὀνόμασι καὶ ταῖς γνώμαις, τὸν δὲ ἄνδρα ἐνθυμουμένῳ οὔ μοι δοκεῖ ὁ σοφὸς ὑγιῶς ἂν ὑποκρίνεσθαι τὸ ἑαυτοῦ ἦθος πάρισα ἐπιτηδεύων καὶ ἀντίθετα καὶ κροτάλου δίκην κτυπῶν τῇ γλώττῃ, ῥητορικοῖς μὲν γὰρ πρὸς τρόπου ταῦτα καὶ οὐδὲ ἐκείνοις δεῖ· δεινότης γὰρ ἐν δικαστηρίοις ἡ μὲν φανερὰ κἂν διαβάλοι τινὰ ὡς ἐπιβουλεύοντα τοῖς ψηφιουμένοις, ἡ δ’ ἀφανὴς κἂν ἀπέλθοι κρατοῦσα, τὸ γὰρ λαθεῖν τοὺς δικάζοντας, ὡς δεινός ἐστιν, ἀληθεστέρα δεινότης. σοφῷ δὲ ἀνδρὶ ἀπολογουμένῳ, οὐ γὰρ κατηγορήσει γε ὁ σοφός, ἃ ἐπιτιμᾶν ἔῤῥωται, ἤθους τε δεῖ ἑτέρου παρὰ τοὺς δικανικοὺς ἄνδρας, λόγου τε κατεσκευασμένου μέν, μὴ δοκοῦντος δέ, καὶ ὑπόσεμνος ἔστω καὶ μὴ πολὺ ἀποδέων τοῦ ὑπερόπτης εἶναι ἔλεός τε ἀπέστω λέγοντος· ὁ γὰρ μὴ ἀντιβολῆσαι ξυγχωρῶν τί ἂν οὗτος ἐπὶ ἐλέῳ εἴποι; τοιόσδε ὁ λόγος δόξει τοῖς γε μὴ μαλακῶς ἀκροασομένοις ἐμοῦ τε καὶ τοῦ ἀνδρός· ξυνετέθη γὰρ αὐτῷ ὧδε·

VII. ”Ὁ μὲν ἀγὼν ὑπὲρ μεγάλων σοί τε, ὦ βασιλεῦ, κἀμοί· σύ τε γὰρ κινδυνεύεις ὑπὲρ ὧν μήποτε αὐτοκράτωρ, εἰ πρὸς φιλοσοφίαν οὐδεμιᾷ δίκῃ διαβεβλῆσθαι δόξεις, ἐγώ τε ὑπὲρ ὧν μηδὲ Σωκράτης ποτὲ Ἀθήνησιν, ὃν οἱ γραψάμενοι τὴν γραφὴν καινὸν μὲν τὰ δαιμόνια ἡγοῦντο, δαίμονα δὲ οὔτε ἐκάλουν οὔτε ᾤοντο. κινδύνου δὲ ἐφ’ ἑκάτερον ἡμῶν οὕτω χαλεποῦ ἥκοντος οὐκ ὀκνήσω καὶ σοὶ ξυμβουλεύειν, ὁπόσα ἐμαυτὸν πέπεικα· ἐπειδὴ γὰρ κατέστησεν ἡμᾶς ὁ κατήγορος ἐς τουτονὶ τὸν ἀγῶνα, ἐσῆλθε τοὺς πολλοὺς οὐκ ἀληθὴς περὶ ἐμοῦ τε καὶ σοῦ δόξα· σὲ μὲν γὰρ ᾤοντο ξυμβούλῳ τῆς ἀκροάσεως ὀργῇ χρήσεσθαι, δι’ ἣν κἂν ἀποκτεῖναί με, ὅ τι ποτέ ἐστι τὸ ἀποκτεῖναι, ἐμὲ δ’ ἐκποιήσειν ἐμαυτὸν τοῦ δικαστηρίου τρόποις, ὁπόσοι τοῦ ἀποδρᾶναί εἰσιν, ἦσαν δ’, ὦ βασιλεῦ, μυρίοι· καὶ τούτων ἀκούων οὐκ ἐς τὸ προκαταγιγνώσκειν ἦλθον, οὐδὲ κατεψηφισάμην τῆς σῆς ἀκροάσεως ὡς μὴ τὸ εὐθὺ ἐχούσης, ἀλλὰ ξυνθέμενος τοῖς νόμοις ἕστηκα ὑπὸ τῷ λόγῳ. τούτου ξύμβουλος καὶ σοὶ γίγνομαι· δίκαιον γὰρ τὸ μὴ προκαταγιγνώσκειν, μηδὲ καθῆσθαι πεπεισμένον, ὡς ἐγώ τί σε κακὸν εἴργασμαι, μηδ’ ὑπὲρ μὲν τοῦ Ἀρμενίου τε καὶ Βαβυλωνίου καὶ ὅσοι τῶν ἐκείνῃ ἄρχουσιν, οἷς ἵππος τε παμπόλλη ἐστὶ καὶ τοξεία πᾶσα καὶ χρυσῆ γῆ καὶ ἀνδρῶν ὄχλος, ὃν ἐγὼ οἶδα, ἀκούειν ξὺν γέλωτι τὸ πείσεσθαί τι ὑπ’ αὐτῶν, ὅ σε καὶ τὴν ἀρχὴν ταύτην ἀφαιρήσεται, κατ’ ἀνδρὸς δὲ σοφοῦ καὶ γυμνοῦ πιστεύειν, ὥς ἐστι τούτῳ ὅπλον ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα, καὶ προσδέχεσθαι ταῦτα Αἰγυπτίου συκοφάντου λέγοντος, ἃ μηδὲ τῆς Ἀθηνᾶς ποτε ἤκουσας, ἣν σεαυτοῦ προορᾶν φῄς, εἰ μή, νὴ Δία, ἡ κολακευτικὴ καὶ τὸ συκοφαντεῖν οὕτω τι νῦν τοῖς ἀλιτηρίοις τούτοις ἐπιδέδωκεν, ὡς τοὺς θεοὺς ὑπὲρ μὲν τῶν σμικρῶν καὶ ὁπόσα ὀφθαλμίαι τέ εἰσι καὶ τὸ μὴ πυρέξαι, μηδ’ ἀνοιδῆσαί τι τῶν σπλάγχνων, ἐπιτηδείους εἶναί σοι ξυμβούλους φάσκειν ἰατρῶν δίκην ἐφαπτομένους καὶ θεραπεύοντας, ὅτου αὐτῶν πονήρως ἔχοις, περὶ δὲ τῇ ἀρχῇ καὶ τῷ σώματι κινδυνεύοντί σοι μηθ’ οὓς φυλάττεσθαι χρὴ ξυμβουλεύειν μήθ’ ὅ τι ἔσται σοι πρὸς αὐτοὺς ὅπλον διδάσκειν ἥκοντας, ἀλλ’ εἶναί σοι τοὺς συκοφάντας αἰγίδα Ἀθηνᾶς καὶ Διὸς χεῖρα, εἰδέναι μὲν ὑπὲρ σοῦ φάσκοντας, ἃ μηδ’ οἱ θεοί, προεγρηγορότας δέ σου καὶ προκαθεύδοντας, εἰ δὴ καθεύδουσιν οὗτοι, κακοῖς, φασιν, ἐπαντλοῦντες κακὰ καὶ τὰς Ἰλιάδας ταύτας ἀεὶ ξυντιθέντες. καὶ τὸ μὲν ἱπποτροφεῖν αὐτοὺς κἀπὶ ζευγῶν ἐς τὴν ἀγορὰν ἐκκυκλεῖσθαι λευκῶν καὶ ἡ ἐν ἀργύρῳ καὶ χρυσῷ ὀψοφαγία καὶ [γάμοι] μυριάδων δύο καὶ τριῶν ἐωνημένα παιδικὰ καὶ τὸ μοιχεύειν μέν, ὃν λανθάνουσι χρόνον, γαμεῖν δέ, ἃς ἐμοίχευσαν, ὅταν ἐπ’ αὐταῖς ληφθῶσι, καὶ οἱ κροτοῦντες αὐτοὺς ἐπὶ ταῖς καλαῖς νίκαις, ἐπειδὰν φιλόσοφός τις ἢ ὕπατος ἀδικῶν οὐδὲν ἁλῷ μὲν ὑπὸ τούτων, ἀπόληται δὲ ὑπὸ σοῦ, δεδόσθω τῇ τῶν καταράτων τρυφῇ καὶ τῷ μήτε νόμων αὐτοῖς ἔτι μήτ’ ὀφθαλμῶν εἶναι φόβον, τὸ δ’ οὕτω τι ὑπὲρ τοὺς ἀνθρώπους φρονεῖν, ὡς προγιγνώσκειν βούλεσθαι τῶν θεῶν, ἐγὼ μὲν οὔτ’ ἐπαινῶ καὶ ἀκούων δέδια, σὺ δ’ εἰ προσδέξοιο, γράψονται καὶ σὲ ἴσως ὡς διαβάλλοντα τὴν περὶ τοῦ θείου δόξαν, ἐλπὶς γὰρ καὶ κατὰ σοῦ ξυγκείσεσθαι τοιαύτας γραφάς, ἐπειδὰν μηδεὶς τοῖς συκοφάνταις λοιπὸς ᾖ. καὶ ξυνίημι μὲν ἐπιτιμῶν μᾶλλον ἢ ἀπολογούμενος, εἰρήσθω δέ μοι ταῦθ’ ὑπὲρ τῶν νόμων, οὓς εἰ μὴ ἄρχοντας ἡγοῖο, οὐκ ἄρξεις. τίς οὖν ξυνήγορος ἔσται μοι ἀπολογουμένῳ; εἰ γὰρ καλέσαιμι τὸν Δία, ὑφ’ ᾧ βεβιωκὼς οἶδα, γοητεύειν με φήσουσι καὶ τὸν οὐρανὸν ἐς τὴν γῆν ἄγειν. διαλεγώμεθα οὖν περὶ τούτου ἀνδρί, ὃν τεθνάναι μὲν οἱ πολλοί φασιν, ἐγὼ δὲ οὔ φημι· ἔστι δὲ οὗτος ὁ πατὴρ ὁ σός, ᾧ ἐγὼ τοσούτου ἄξιος, ὅσου περ ἐκεῖνος σοί· σὲ μὲν γὰρ ἐποίησεν, ὑπ’ ἐμοῦ δὲ ἐγένετο. οὗτος, ὦ βασιλεῦ, ξυλλήπτωρ ἔσται μοι τῆς ἀπολογίας πολλῷ τἀμὰ βέλτιον ἢ σὺ γιγνώσκων· ἀφίκετο μὲν γὰρ ἐς Αἴγυπτον οὔπω αὐτοκράτωρ, θεοῖς τε τοῖς ἐν Αἰγύπτῳ θύσων κἀμοὶ ὑπὲρ τῆς ἀρχῆς διαλεξόμενος. ἐντυχὼν δέ μοι κομῶντί τε καὶ ὧδε ἐσταλμένῳ οὐδὲ ἤρετο οὐδὲ ἓν περὶ τοῦ σχήματος, ἡγούμενος τὸ ἐν ἐμοὶ πᾶν εὖ ἔχειν, ἐμοῦ δ’ ἕνεχ’ ἥκειν ὁμολογήσας ἀπῆλθεν ἐπαινέσας καὶ εἰπὼν μὲν ἃ μὴ πρὸς ἄλλον, ἀκούσας δ’ ἃ μὴ παρ’ ἄλλου, ἥ τε διάνοια, ᾗ ἐς τὸ ἄρχειν ἐχρῆτο, ἐῤῥώσθη αὐτῷ παρ’ ἐμοῦ μάλιστα, μεθεστηκυῖα ἤδη ὑφ’ ἑτέρων οὐκ ἀνεπιτηδείων μέν, οὐ μὴν σοί γε δόξαι, οἱ γὰρ μὴ ἄρχειν αὐτὸν πείθοντες καὶ σὲ δήπου αὐτὸ ἀφῃροῦντο τὸ μετ’ ἐκεῖνον ταῦτ’ ἔχειν, ἐμοῦ δὲ ξυμβουλεύοντος ἑαυτόν τε μὴ ἀπαξιοῦν ἀρχῆς ἐπὶ θύρας αὐτῷ φοιτώσης ὑμᾶς τε κληρονόμους αὐτῆς ποιεῖσθαι, εὖ ἔχειν τὴν γνώμην φήσας αὐτός τε μέγας ἤρθη καὶ ὑμᾶς ἦρεν· εἰ δὲ γόητά με ᾤετο, οὐδ’ ἂν ξυνῆψέ μοι κοινωνίαν φροντίδων, οὐδὲ γὰρ τοιαῦτα ἥκων διελέγετο, οἷον· ἀνάγκασον τὰς Μοίρας ἢ τὸν Δία τύραννον ἀποφῆναί με ἢ τεράτευσαι διοσημίας ὑπὲρ ἐμοῦ δείξας τὸν ἥλιον ἀνίσχοντα μὲν ἀπὸ τῆς ἑσπέρας, δυόμενον δέ, ὅθεν ἄρχεται. οὐ γὰρ ἄν μοι ἐπιτήδειος ἄρχειν ἔδοξεν ἢ ἐμὲ ἡγούμενος ἱκανὸν ταῦτα ἢ σοφίσμασι θηρεύων ἀρχήν, ἣν ἀρεταῖς ἔδει κατακτᾶσθαι. καὶ μὴν καὶ δημοσίᾳ διελέχθην ἐν ἱερῷ, γοήτων δὲ ξυνουσίαι φεύγουσι μὲν ἱερὰ θεῶν, ἐχθρὰ γὰρ τοῖς περὶ τὴν τέχνην, νύκτα δὲ καὶ πᾶν, ὅ τι ἀφεγγές, αὑτῶν προβαλλόμενοι οὐ ξυγχωροῦσι τοῖς ἀνοήτοις οὐδὲ ὀφθαλμοὺς ἔχειν οὔτε ὦτα. διελέχθη μοι καὶ ἰδίᾳ μέν, παρετύγχανον δὲ ὅμως Εὐφράτης καὶ Δίων, ὁ μὲν πολεμιώτατά μοι ἔχων, ὁ δ’ οἰκειότατα, Δίωνα γὰρ μὴ παυσαίμην γράφων ἐν φίλοις. τίς ἂν οὖν ἐπ’ ἀνδρῶν σοφῶν ἢ μεταποιουμένων γε σοφίας ἐς γόητας ἔλθοι λόγους; τίς δ’ οὐκ ἂν παραπλησίως φυλάξαιτο καὶ ἐν φίλοις καὶ ἐν ἐχθροῖς κακὸς φαίνεσθαι; καὶ οἱ λόγοι ἦσαν ἐναντιούμενοι τοῖς γόησι· σὺ μὲν γὰρ ἴσως τὸν πατέρα ἡγῇ τὸν σεαυτοῦ βασιλείας ἐρῶντα γόησι μᾶλλον ἢ ἑαυτῷ πιστεῦσαι καὶ ἀνάγκην ἐπὶ τοὺς θεούς, ἵνα τούτου τύχοι, παρ’ ἐμοῦ εὑρέσθαι, ὁ δὲ τοῦτο μὲν καὶ πρὶν ἐς Αἴγυπτον ἥκειν ἔχειν ᾤετο, μετὰ ταῦτα δ’ ὑπὲρ μειζόνων ἐμοὶ διελέγετο, ὑπὲρ νόμων καὶ ὑπὲρ πλούτου δικαίου θεοί τε ὡς θεραπευτέοι καὶ ὁπόσα παρ’ αὐτῶν ἀγαθὰ τοῖς κατὰ τοὺς νόμους ἄρχουσι, μαθεῖν ἤρα· οἷς πᾶσιν ἐναντίον χρῆμα οἱ γόητες, εἰ γὰρ ἰσχύοι ταῦτα, οὐκ ἔσται ἡ τέχνη. προσήκει δέ, ὦ βασιλεῦ, κἀκεῖνα ἐπεσκέφθαι· τέχναι ὁπόσαι κατ’ ἀνθρώπους εἰσί, πράττουσι μὲν ἄλλο ἄλλη, πᾶσαι δ’ ὑπὲρ χρημάτων, αἱ μὲν σμικρῶν, αἱ δ’ αὖ μεγάλων, αἱ δ’ ἀφ’ ὧν θρέψονται, καὶ οὐχ αἱ βάναυσοι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τεχνῶν σοφαί τε ὁμοίως καὶ ὑπόσοφοι πλὴν ἀληθοῦς φιλοσοφίας. καλῶ δὲ σοφὰς μὲν ποιητικὴν μουσικὴν ἀστρονομίαν σοφιστὰς καὶ τῶν ῥητόρων τοὺς μὴ ἀγοραίους, ὑποσόφους δὲ ζωγραφίαν πλαστικὴν ἀγαλματοποιοὺς κυβερνήτας γεωργούς, ἢν ταῖς ὥραις ἕπωνται, καὶ γὰρ αἵδε αἱ τέχναι σοφίας οὐ πολὺ λείπονται. ἔστι (δέ) τι, ὦ βασιλεῦ, ψευδόσοφοί τε καὶ ἀγείροντες, ὃ μὴ μαντικὴν ὑπολάβῃς, πολλοῦ μὲν γὰρ ἀξία, ἢν ἀληθεύῃ, εἰ δ’ ἐστὶ τέχνη, οὔπω οἶδα, ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί· τὰ γὰρ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἀπιστεῖσθαι, πάντα ταῦτα προστίθημι τῇ τῶν ἐξαπατωμένων δόξῃ, τὸ γὰρ σοφὸν τῆς τέχνης ἐπὶ τῇ τῶν ἐξαπατωμένων τε καὶ θυομένων ἀνοίᾳ κεῖται, ἡ δὲ τέχνη φιλοχρήματοι [γὰρ] πάντες, ἃ γὰρ κομψεύονται, ταῦθ’ ὑπὲρ μισθοῦ σφισιν εὕρηται, μαστεύουσι δ’ ὑπερβολὰς χρημάτων ὑπαγόμενοι τοὺς ὁτουδὴ ἐρῶντας ὡς ἱκανοὶ πάντα. τίνα οὖν, ὦ βασιλεῦ, πλοῦτον περὶ ἡμᾶς ἰδὼν ψευδοσοφίαν ἐπιτηδεύειν με οἴει, καὶ ταῦτα τοῦ σοῦ πατρὸς κρείττω με ἡγουμένου χρημάτων; ὅτι δ’ ἀληθῆ λέγω, ποῦ μοι ἡ ἐπιστολὴ τοῦ γενναίου τε καὶ θείου ἀνδρός; ὅς με ἐν αὐτῇ ᾄδει τά τε ἄλλα καὶ τὸ πένεσθαι.”

                    αὐτοκράτωρ Οὐεσπασιανὸς Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.

”Εἰ πάντες, Ἀπολλώνιε, κατὰ ταὐτά σοι φιλοσοφεῖν ἤθελον, σφόδρα ἂν εὐδαιμόνως ἔπραττε φιλοσοφία τε καὶ πενία· φιλοσοφία μὲν ἀδεκάστως ἔχουσα, πενία δὲ αὐθαιρέτως. ἔῤῥωσο.”

”Ταῦθ’ ὁ πατὴρ ὁ σὸς ὑπὲρ ἐμοῦ ἀπολογείσθω, φιλοσοφίας μὲν τὸ ἀδέκαστον, πενίας δὲ τὸ αὐθαίρετον ἐμοὶ ὁριζόμενος, ἐμέμνητο γάρ που καὶ τῶν κατὰ τὴν Αἴγυπτον, ὅτ’ Εὐφράτης μὲν καὶ πολλοὶ τῶν προσποιουμένων φιλοσοφεῖν προσιόντες αὐτῷ χρήματα οὐδ’ ἀφανῶς ᾔτουν, ἐγὼ δ’ οὐ μόνον οὐ προσῄειν ὑπὲρ χρημάτων, ἀλλὰ κἀκείνους ἐώθουν ὡς οὐχ ὑγιαίνοντας, διεβεβλήμην δὲ πρὸς χρήματα μειράκιον ὢν ἔτι· τὰ γοῦν πατρῷα, λαμπρὰ δ’ ἦν οὐσία ταῦτα, μιᾶς μόνης ἰδὼν ἡμέρας ἀδελφοῖς τε τοῖς ἐμαυτοῦ ἀφῆκα καὶ φίλοις καὶ τῶν ξυγγενῶν τοῖς πένησι μελετῶν που ἀφ’ Ἑστίας τὸ μηδενὸς δεῖσθαι, ἐάσθω δὲ Βαβυλὼν καὶ Ἰνδῶν τὰ ὑπὲρ Καύκασόν τε καὶ ποταμὸν Ὕφασιν, δι’ ὧν ἐπορευόμην ἐμαυτῷ ὅμοιος· ἀλλὰ τῶν γε ἐνταῦθα καὶ τοῦ μὴ πρὸς ἀργύριον βλέπειν ποιοῦμαι μάρτυρα τὸν Αἰγύπτιον τοῦτον· δεινὰ γὰρ πεπρᾶχθαί τε μοι καὶ βεβουλεῦσθαι φήσας οὔθ’ ὁπόσων χρημάτων ἐπανούργουν ταῦτα, εἴρηκεν, οὔθ’ ὅ τι ἐνθυμηθεὶς κέρδος, ἀλλ’ οὕτως ἀνόητος αὐτῷ δοκῶ τις, ὡς γοητεύειν μέν, ἃ δ’ ὑπὲρ πολλῶν ἕτεροι χρημάτων, αὐτὸς ἀδικεῖν οὐδ’ ἐπὶ χρήμασιν, ἀγοράν, οἶμαι, προκηρύττων τοιαύτην· ἴτε, ὦ ἀνόητοι, γοητεύω γὰρ, καὶ οὐδ’ ὑπὲρ χρημάτων, ἀλλὰ προῖκα, κερδανεῖτε δὲ ὑμεῖς μὲν τὸ ἀπελθεῖν ἕκαστος ἔχων, ὅτου ἐρᾷ, ἐγὼ δὲ κινδύνους καὶ γραφάς. ἀλλ’ ἵνα μὴ ἐς ἀνοήτους ἴωμεν λόγους, ἐρώμεθα τὸν κατήγορον, ὑπὲρ ὅτου χρὴ λέγειν πρώτου. καίτοι τί χρὴ ἐρωτᾶν; διῆλθε γὰρ ὑπὲρ τῆς στολῆς τὰς ἀρχὰς τοῦ λόγου, καί, νὴ Δί’, ὧν σιτοῦμαί τε καὶ οὐ σιτοῦμαι. ἀπολογοῦ δὴ ὑπὲρ τούτων, θεῖε Πυθαγόρα, κρινόμεθα γὰρ ὑπὲρ ὧν σὺ μὲν εὗρες, ἐγὼ δὲ ἐπαινῶ. ἀνθρώποις ἡ γῆ φύει, βασιλεῦ, πάντα, καὶ σπονδὰς ἄγειν πρὸς τὰ ζῷα βουλομένοις δεῖ οὐδενός, τὰ μὲν γὰρ δρέπονται αὐτῆς, τὰ δ’ ἀροῦνται κουροτροφούσης, ὡς ταῖς ὥραις ἔοικεν, οἱ δ’ ὥσπερ ἀνήκοοι τῆς γῆς μάχαιραν ἐπ’ αὐτὰ ἔθηξαν ὑπὲρ ἐσθῆτός τε καὶ βρώσεως. Ἰνδοὶ τοίνυν Βραχμᾶνες αὐτοί τε οὐκ ἐπῄνουν ταῦτα καὶ τοὺς Γυμνοὺς Αἰγυπτίων ἐδίδασκον μὴ ἐπαινεῖν αὐτά· ἔνθεν Πυθαγόρας ἑλών, Ἑλλήνων δὲ πρῶτος ἐπέμιξεν Αἰγυπτίοις, τὰ μὲν ἔμψυχα τῇ γῇ ἀνῆκεν, ἃ δ’ αὐτὴ φύει, ἀκήρατα εἶναι φάσκων ἐσιτεῖτο, ἐπιτήδεια γὰρ σῶμα καὶ νοῦν τρέφειν, ἐσθῆτά τε, ἣν ἀπὸ θνησειδίων οἱ πολλοὶ φοροῦσιν, οὐ καθαρὰν εἶναι φήσας λίνον ἠμπίσχετο καὶ τὸ ὑπόδημα κατὰ τὸν αὐτὸν λόγον βύβλου ἐπλέξατο, ἀπέλαυσέ τε τοῦ καθαρὸς εἶναι πολλὰ μέν, πρῶτον δὲ τὸ τῆς ἑαυτοῦ ψυχῆς αἰσθέσθαι· γενόμενος γὰρ κατὰ τοὺς χρόνους, οὓς ὑπὲρ τῆς Ἑλένης ἡ Τροία ἐμάχετο, καὶ τῶν τοῦ Πάνθου παίδων κάλλιστος ὢν καὶ κάλλιστα ἐσταλμένος ἀπέθανε μὲν οὕτω νέος, ὡς καὶ Ὁμήρῳ παρασχεῖν θρῆνον, παρελθὼν δ’ ἐς πλείω σώματα κατὰ τὸν Ἀδραστείας θεσμόν, ὃν ψυχὴ ἐναλλάττει, πάλιν ἐπανῆλθεν ἐς ἀνθρώπου εἶδος καὶ Μνησαρχίδῃ ἐτέχθη τῷ Σαμίῳ σοφὸς ἐκ βαρβάρου καὶ Ἴων ἐκ Τρωὸς καὶ οὕτω τι ἀθάνατος, ὡς μηδ’ ὅτι Εὔφορβος ἦν ἐκλελῆσθαι. τὸν μὲν δὴ πρόγονον τῆς ἐμαυτοῦ σοφίας εἴρηκα καὶ τὸ μὴ αὐτὸς εὑρών, κληρονομήσας δὲ ἑτέρου ταῦτ’ ἔχειν. κἀγὼ μὲν οὐ κρίνω τοὺς τρυφῶντας ὑπὲρ τοῦ φοινικίου ὄρνιθος, οὐδ’ ὑπὲρ τοῦ ἐκ Φάσιδος ἢ Παιόνων, οὓς πιαίνουσιν ἐς τὰς αὑτῶν δαῖτας οἱ τῇ γαστρὶ χαριζόμενοι πάντα, οὐδ’ ἐγραψάμην πω οὐδένα ὑπὲρ τῶν ἰχθύων, οὓς ὠνοῦνται πλείονος ἢ τοὺς κοππατίας ποτὲ οἱ λαμπροί, οὐδ’ ἁλουργίδος ἐβάσκηνα οὐδενί, οὐδὲ Παμφύλου τινὸς ἢ μαλακῆς ἐσθῆτος, ἀσφοδέλου δέ, ὦ θεοί, καὶ τραγημάτων καὶ καθαρᾶς ὀψοφαγίας γραφὴν φεύγω, καὶ οὐδὲ ἡ ἐσθὴς ἄσυλος, ἀλλὰ κἀκείνην λωποδυτεῖ με ὁ κατήγορος ὡς πολλοῦ ἀξίαν τοῖς γόησι. καίτοι ἀφελόντι τὸν ὑπὲρ ἐμψύχων τε καὶ ἀψύχων λόγον, δι’ ὧν καθαρός τις ἢ μὴ δοκεῖ, τί βελτίων ἡ ὀθόνη τοῦ ἐρίου; τὸ μέν γε πρᾳοτάτου ζῴου ἐπέχθη καὶ σπουδαζομένου θεοῖς, οἳ μὴ ἀπαξιοῦσι τὸ ποιμαίνειν καί, νὴ Δί’, ἠξίωσάν ποτε αὐτὸ καὶ χρυσοῦ εἴδους ἢ θεοὶ ἢ λόγοι. λίνον δὲ σπείρεται μέν, ὡς ἔτυχε, χρυσοῦ δὲ οὐδεὶς ἐπ’ αὐτῷ λόγος, ἀλλ’ ὅμως, ἐπειδὴ μὴ ἀπ’ ἐμψύχου ἐδρέφθη, καθαρὸν μὲν Ἰνδοῖς δοκεῖ, καθαρὸν δὲ Αἰγυπτίοις, ἐμοὶ δὲ καὶ Πυθαγόρᾳ διὰ τοῦτο σχῆμα γέγονε διαλεγομένοις εὐχομένοις θύουσι. καθαρὸν δὲ καὶ τὸ ἐννυχεύειν ὑπ’ αὐτῷ, καὶ γὰρ τὰ ὀνείρατα τοῖς, ὡς ἐγώ, διαιτωμένοις ἐτυμωτέρας τὰς αὑτῶν φήμας ἄγει. ἀπολογώμεθα καὶ ὑπὲρ τῆς οὔσης ποτὲ ἡμῖν κόμης, ἐπειδή τις γραφὴ καὶ αὐχμοῦ εὕρηται, κρινέτω δὲ μὴ ὁ Αἰγύπτιος, ἀλλὰ τὰ ξανθὰ καὶ διεκτενισμένα μειράκια, τοὺς ἐραστὰς ἐξαψάμενα καὶ τὰς ἑταίρας, ἐφ’ ἃς κωμάζει, καὶ ἑαυτὰ μὲν εὐδαίμονα ἡγείσθω καὶ ζηλωτὰ τῆς κόμης καὶ τοῦ λειβομένου ἀπ’ αὐτῆς μύρου, ἐμὲ δὲ ἀναφροδισίαν πᾶσαν καὶ ἐραστὴν τοῦ μὴ ἐρᾶν. εἰρήσεται γὰρ πρὸς αὐτά· ὦ κακοδαίμονες, μὴ συκοφαντεῖτε τὸ Δωριέων εὕρεμα, τὸ γὰρ κομᾶν ἐκ Λακεδαιμονίων ἥκει κατὰ (τοὺς) χρόνους ἐπιτηδευθὲν αὐτοῖς, [ἐς] οὓς μαχιμώτατα αὑτῶν εἶχον, καὶ βασιλεὺς τῆς Σπάρτης Λεωνίδας ἐγένετο κομῶν ὑπὲρ ἀνδρείας καὶ τοῦ σεμνὸς μὲν φίλοις, φοβερὸς δὲ ἐχθροῖς φαίνεσθαι· ταῦτά τοι καὶ ἡ Σπάρτη ἐπ’ αὐτῷ κομᾷ μεῖον οὐδὲν ἢ ἐπὶ Λυκούργῳ τε καὶ Ἰφίτῳ. σοφοῦ δὲ ἀνδρὸς κόμης φειδέσθω σίδηρος, οὐ γὰρ θεμιτὸν ἐπάγειν αὐτόν, οὗ πᾶσαι μὲν αἰσθητηρίων πηγαί, πᾶσαι δ’ ὀμφαί, ὅθεν εὐχαί τε ἀναφαίνονται καὶ σοφίας ἑρμηνεὺς λόγος. Ἐμπεδοκλῆς μὲν γὰρ καὶ στρόφιον τῶν ἁλουργοτάτων περὶ αὐτὴν ἁρμόσας ἐσόβει περὶ τὰς τῶν Ἑλλήνων ἀγυιὰς ὕμνους ξυντιθείς, ὡς θεὸς ἐξ ἀνθρώπου ἔσοιτο, ἐγὼ δὲ ἠμελημένῃ κόμῃ χρώμενος καὶ οὔπω τοιῶνδε ὕμνων ἐπ’ αὐτῇ δεηθεὶς ἐς γραφὰς ἄγομαι καὶ δικαστήρια. καὶ τί φῶ τὸν Ἐμπεδοκλέα; πότερ’ ἑαυτὸν ἢ τὴν τῶν ἐπ’ αὐτοῦ ἀνθρώπων εὐδαιμονίαν ᾄδειν, παρ’ οἷς οὐκ ἐσυκοφαντεῖτο ταῦτα; μὴ πλείω διαλεγώμεθα ὑπὲρ τῆς κόμης, ἐτμήθη γὰρ καὶ προὔλαβε τὴν κατηγορίαν ὁ φθόνος, δι’ ὃν ὑπὲρ τῆς ἑτέρας αἰτίας χρὴ ἀπολογεῖσθαι χαλεπῆς οὔσης, καὶ οἵας, ὦ βασιλεῦ, μὴ σοὶ μόνον, ἀλλὰ καὶ τῷ Διὶ παρασχεῖν φόβον· φησὶ γὰρ τοὺς ἀνθρώπους θεὸν ἡγεῖσθαί με καὶ δημοσίᾳ τοῦτ’ ἐκφέρειν ἐμβεβροντημένους ὑπ’ ἐμοῦ· καίτοι καὶ πρὸ τῆς αἰτίας ἐκεῖνα διδάσκειν ἔδει, τί διαλεχθεὶς ἐγώ, τί δ’ οὕτω θαυμάσιον εἰπὼν ἢ πράξας ὑπηγαγόμην τοὺς ἀνθρώπους προσεύχεσθαί μοι, οὔτε γάρ, ἐς ὅ τι ἢ ἐξ ὅτου μετέβαλον ἢ μεταβαλεῖ μοι ἡ ψυχή, διελέχθην ἐν Ἕλλησι, καίτοι γιγνώσκων, οὔτε δόξας περὶ ἐμαυτοῦ τοιαύτας ἀπέστειλα, οὔτ’ ἐς λόγια καὶ χρησμῶν ᾠδὰς ἐξῆλθον, οἷα τῶν θεοκλυτούντων φορά, οὐδ’ οἶδα πόλιν οὐδεμίαν, ἐν ᾗ ἔδοξε ξυνιόντας Ἀπολλωνίῳ θύειν. καίτοι πολλοῦ ἄξιος ἑκάστοις ἐγενόμην, ὁπόσα ἐδέοντό μου, ἐδέοντο δὲ τοιαῦτα· μὴ νοσεῖν οἱ νοσοῦντες, ὁσιώτεροι μύειν * ὁσιώτεροι θύειν ὕβριν ἐκτετμῆσθαι νόμους ἐῤῥῶσθαι. μισθὸς δ’ ἐμοὶ μὲν τούτων ὑπῆρχε τὸ βελτίους αὐτοὺς αὑτῶν φαίνεσθαι, σοὶ δὲ ἐχαριζόμην ταῦτα· ὥσπερ γὰρ οἱ τῶν βοῶν ἐπιστάται τὸ μὴ ἀτακτεῖν αὐτὰς χαρίζονται τοῖς κεκτημένοις τὰς βοῦς καὶ οἱ τῶν ποιμνίων ἐπιμεληταὶ πιαίνουσιν αὐτὰ ἐς τὸ τῶν πεπαμένων κέρδος νόσους τε ἀφαιροῦσι μελιττῶν οἱ νομεῖς αὐτῶν, ὡς μὴ ἀπόλοιτο τῷ δεσπότῃ τὸ σμῆνος, οὕτω που καὶ ἐγὼ τὰ πολιτικὰ παύων ἐλαττώματα σοὶ διωρθούμην τὰς πόλεις, ὥστ’ εἰ καὶ θεὸν ἡγοῦντό με, σοὶ κέρδος ἡ ἀπάτη εἶχε, ξὺν προθυμίᾳ γάρ που ἠκροῶντό μου, δεδιότες πράττειν, ἃ μὴ δοκεῖ θεῷ. ἀλλ’ οὐχὶ τοῦτο ᾤοντο, ὅτι δ’ ἐστί τις ἀνθρώπῳ πρὸς θεὸν ξυγγένεια, δι’ ἣν μόνον ζῴων θεοὺς οἶδε, φιλοσοφεῖ δὲ καὶ ὑπὲρ τῆς ἑαυτοῦ φύσεως καὶ ὅπη μετέχει τοῦ θείου. φησὶ μὲν οὖν καὶ τὸ εἶδος αὐτὸ θεῷ ἐοικέναι, ὡς ἀγαλματοποιία ἑρμηνεύει καὶ χρώματα, τάς τε ἀρετὰς θεόθεν ἥκειν ἐπ’ αὐτὸν πέπεισται καὶ τοὺς μετέχοντας αὐτῶν ἀγχιθέους τε εἶναι καὶ θείους. διδασκάλους δὲ τῆς διανοίας ταύτης μὴ Ἀθηναίους καλῶμεν, ἐπειδὴ τοὺς δικαίους καὶ τοὺς Ὀλυμπίους καὶ τὰς τοιάσδε ἐπωνυμίας πρῶτοι ἔθεντο, θειοτέρας, ὡς τὸ εἰκός, οὔσας ἢ ἐπ’ ἀνθρώπῳ κεῖσθαι, ἀλλὰ τὸν Ἀπόλλω τὸν ἐν τῇ Πυθοῖ· ἀφίκετο μὲν γὰρ ἐς τὸ ἱερὸν αὐτοῦ Λυκοῦργος ὁ ἐκ τῆς Σπάρτης ἄρτι γεγραμμένων αὐτῷ τῶν νόμων, οἷς ἡ Λακεδαίμων τέτακται, προσειπὼν δ’ αὐτὸν ὁ Ἀπόλλων βασανίζει τὴν περὶ αὐτοῦ δόξαν, ἐν ἀρχῇ τοῦ χρησμοῦ φάσκων ἀπορεῖν, πότερα χρὴ θεὸν ἢ ἄνθρωπον καλεῖν, προϊὼν δὲ ἀποφαίνεται καὶ ψηφίζεται τὴν ἐπωνυμίαν ταύτην, ὡς ἀνδρὶ ἀγαθῷ. καὶ οὐδεὶς ἐπὶ τὸν Λυκοῦργον ἀγὼν (ἧκεν) ἢ κίνδυνος ἐκ τούτων παρὰ Λακεδαιμονίοις, ὡς ἀθανατίζοντα, ἐπεὶ μὴ ἐπέπληξε τῷ Πυθίῳ προσρηθεὶς τούτοις, ἀλλὰ ξυνετίθεντο τῷ μαντείῳ, πεπεισμένοι δήπου καὶ πρὸ τοῦ χρησμοῦ ταῦτα. τὰ δὲ Ἰνδῶν καὶ Αἰγυπτίων ταῦτα· Ἰνδοὺς Αἰγύπτιοι τὰ μὲν ἄλλα συκοφαντοῦσι καὶ διαβάλλουσιν αὐτῶν τὰς ἐπὶ τοῖς πράγμασι δόξας, τὸν δὲ λόγον, ὃς ἐς τὸν δημιουργὸν τῶν ὅλων εἴρηται, οὕτω τι ἐπαινοῦσιν, ὡς καὶ ἑτέρους διδάξασθαι Ἰνδῶν ὄντα. ὁ λόγος δὲ τῆς μὲν τῶν ὅλων γενέσεώς τε καὶ οὐσίας θεὸν δημιουργὸν οἶδε, τοῦ δὲ ἐνθυμηθῆναι ταῦτα αἴτιον τὸ ἀγαθὸν εἶναι αὐτόν· ἐπεὶ τοίνυν ξυγγενῆ ταῦτα, ἔχομαι τοῦ λόγου καὶ φημὶ τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων θεοῦ τι ἔχειν. κόσμος δὲ ὁ μὲν ἐπὶ θεῷ δημιουργῷ κείμενος τὰ ἐν οὐρανῷ νομιζέσθω καὶ τὰ ἐν θαλάττῃ καὶ γῇ πάντα, ὧν μετουσία ἴση ἀνθρώποις, πλὴν τύχης. ἔστι δέ τις καὶ ἐπ’ ἀνδρὶ ἀγαθῷ κόσμος οὐχ ὑπερβάλλων τὰ σοφίας μέτρα, ὅν που καὶ αὐτός, ὦ βασιλεῦ, φήσεις ἀνδρὸς δεῖσθαι θεῷ εἰκασμένου· καὶ τί τὸ σχῆμα τοῦ κόσμου τοῦδε; αἱ ψυχαὶ ἀτακτοῦσαι μανικώτερον ἅπτονται παντὸς σχήματος, καὶ ἕωλοι μὲν αὐταῖς νόμοι, σωφροσύνη δ’ οὐδαμοῦ, θεῶν δὲ τιμαὶ ἄτιμοι, λαλιᾶς δ’ ἐρῶσι καὶ τρυφῆς, ἐξ ὧν ἀργία φύεται πονηρὰ ξύμβουλος ἔργου παντός. αἱ δὲ μεθύουσαι ψυχαὶ πηδῶσι μὲν ἐπὶ πολλά, τὸ δὲ σκίρτημα τοῦτο ἴσχει οὐδέν, οὐδ’ εἰ πάντα πίνοιεν, ὁπόσα, ὥσπερ ὁ μανδραγόρας, ὑπνηλὰ ἐνομίσθη. ἀλλὰ δεῖ ἀνδρός, ὃς ἐπιμελήσεται τοῦ περὶ αὐτὰς κόσμου, θεὸς ὑπὸ σοφίας ἥκων. οὑτοσὶ γὰρ ἀπόχρη αὐτὰς ἐρώτων τε ἀπάγειν, ἐφ’ οὓς ἀγριώτερον τῆς ξυνήθους ὁμιλίας ἐκφέρονται, καὶ φιλοχρηματίας, δι’ ἣν οὔπω πᾶν ἔχειν φασίν, ἐπεὶ μὴ καὶ τὸ στόμα ὑπέχουσιν ἐπιρρέοντι τῷ πλούτῳ. φόνων γὰρ ἀνασχεῖν μὲν αὐτὰς μὴ προσάπτεσθαι οὐκ ἀδύνατον ἴσως ἀνδρὶ τοιούτῳ, ἀπονῖψαι δὲ οὔτε ἐμοὶ δυνατὸν οὔτε τῷ πάντων δημιουργῷ θεῷ· ἔστω, βασιλεῦ, κατηγορία καὶ ὑπὲρ τῆς Ἐφέσου, ἐπειδὴ ἐσώθη, καὶ κρινέτω με ὁ Αἰγύπτιος, ὡς ἔστι πρόσφορον τῇ γραφῇ. ἔστι γὰρ δήπου ἡ κατηγορία τοιαύτη· περὶ Σκύθας ἢ Κελτούς, οἳ ποταμὸν Ἴστρον ἢ Ῥῆνον οἰκοῦσι, πόλις ᾤκισται μείων οὐδὲν Ἐφέσου τῆς ἐν Ἰωνίᾳ· ταύτην ὁρμητήριον βαρβάρων οὖσαν, οἳ μὴ ἀκροῶνταί σου, λοιμὸς μέν τις ἀπολεῖν ἔμελλεν, Ἀπολλώνιος δὲ ἰάσατο. ἔστι μὲν [γάρ] τις καὶ πρὸς ταῦτα ἀπολογία σοφῷ ἀνδρί, ἢν ὁ βασιλεὺς τὸ ἀντίξοον ὅπλοις, ἀλλὰ μὴ νόσοις αἱρεῖν βούληται, μὴ γὰρ ἐξαλειφθείη πόλις μηδεμία, μήτε σοί, βασιλεῦ, μήτε ἐμοί, μήτε ἴδοιμι πρὸς ἱεροῖς νόσον, δι’ ἣν οἱ νοσοῦντες ἐν αὐτοῖς κείσονται. ἀλλὰ μὴ ἔστω ἐν σπουδῇ τὰ βαρβάρων, μηδὲ τάττωμεν αὐτοὺς ἐς τὸ ὑγιαῖνον πολεμιωτάτους ὄντας καὶ οὐκ ἐνσπόνδους τῷ περὶ ἡμᾶς γένει. τὴν δὲ Ἔφεσον τίς ἀφαιρήσεται τὸ σώζεσθαι βεβλημένην μὲν τὰς ἀρχὰς τοῦ γένους ἐκ τῆς καθαρωτάτης Ἀτθίδος, ἐπιδεδωκυῖαν δὲ παρὰ πάσας, ὁπόσαι Ἰωνικαί τε καὶ Λύδιοι, προβεβηκυῖαν δὲ ἐπὶ τὴν θάλατταν διὰ τὸ ὑπερήκειν τῆς γῆς, ἐφ’ ἧς ᾠκίσθη, μεστὴν δὲ φροντισμάτων οὖσαν φιλοσόφων τε καὶ ῥητορικῶν, ὑφ’ ὧν ἡ πόλις οὐχ ἵππῳ, μυριάσι δὲ ἀνθρώπων ἰσχύει, σοφίαν ἐπαινοῦσα; τίς δ’ ἂν σοφὸς ἐκλιπεῖν σοι δοκεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευθερώσαντα λοιμοῦ ποτε Ἀβδηρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέγεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας, ἀκηκοὼς δὲ τὰ Ἐμπεδοκλέους, ὃς νεφέλης ἀνέσχε φορὰν ἐπ’ Ἀκραγαντίνους ῥαγείσης; ἐπικόπτει με ὁ κατήγορος· ἀκούεις γάρ που καὶ σύ, ὦ βασιλεῦ, καί φησιν, οὐκ ἐπειδὴ σωτηρίας αἴτιος Ἐφεσίοις ἐγενόμην, γράφεσθαί με, ἀλλ’ ἐπειδὴ προεῖπον ἐμπεσεῖσθαί σφισι τὴν νόσον, τουτὶ γὰρ ὑπὲρ σοφίαν εἶναι καὶ τερατῶδες, τῆς δ’ ἐπὶ τοσόνδε ἀληθείας οὐκ ἂν ἐφικέσθαι με, εἰ μὴ γόης τε ἦν καὶ ἀπόρρητος. τί οὖν ἐνταῦθα ἐρεῖ Σωκράτης ὑπὲρ ὧν ἔφασκε τοῦ δαιμονίου μανθάνειν; τί δὲ Θαλῆς τε καὶ Ἀναξαγόρας, τὼ Ἴωνε, ὁ μὲν τὴν εὐφορίαν τὴν τῶν ἐλαιῶν, ὁ δὲ πολλὰ τῶν οὐρανίων παθῶν προειπόντε; ἦ γοητεύοντε προειπεῖν ταῦτα; καὶ μὴν καὶ ὑπήχθησαν οὗτοι δικαστηρίοις ἐφ’ ἑτέραις αἰτίαις, καὶ οὐδαμοῦ τῶν αἰτιῶν εἴρηται γόητας εἶναι σφᾶς, ἐπειδὴ προγιγνώσκουσι. καταγέλαστον γὰρ τοῦτο ἐδόκει καὶ οὐδ’ ἐν Θετταλίᾳ πιθανὸν κατ’ ἀνδρῶν λέγεσθαι σοφῶν, οὗ τὰ γύναια κακῶς ἤκουεν ἐπὶ τῇ τῆς σελήνης ἕλξει. πόθεν οὖν τοῦ περὶ τὴν Ἔφεσον πάθους ᾐσθόμην; ἤκουσας μὲν καὶ τοῦ κατηγόρου εἰπόντος, ὅτι μὴ κατὰ τοὺς ἄλλους διαιτῶμαι, κἀμοὶ δὲ ὑπὲρ τῶν ἐμαυτοῦ σιτίων, ὡς λεπτὰ καὶ ἡδίω τῆς ἑτέρων συβάριδος, ἐν ἀρχῇ εἴρηται· τοῦτό μοι, ὦ βασιλεῦ, τὰς αἰσθήσεις ἐν αἰθρίᾳ τινὶ ἀποῤῥήτῳ φυλάττει κοὐκ ἐᾷ θολερὸν περὶ αὐτὰς οὐδὲν εἶναι, διορᾶν τε, ὥσπερ ἐν κατόπτρου αὐγῇ, πάντα γιγνόμενά τε καὶ ἐσόμενα. οὐ γὰρ περιμενεῖ γε ὁ σοφὸς τὴν γῆν ἀναθυμιῶσαν ἢ τὸν ἀέρα διεφθορότα, ἢν τὸ δεινὸν ἄνωθεν ῥέῃ, ἀλλὰ ξυνήσει αὐτῶν καὶ ἐπὶ θύραις ὄντων ὕστερον μὲν ἢ οἱ θεοί, θᾶττον δὲ ἢ οἱ πολλοί, θεοὶ μὲν γὰρ μελλόντων, ἄνθρωποι δὲ γιγνομένων, σοφοὶ δὲ προσιόντων αἰσθάνονται. λοιμῶν δ’ αἰτίας ἰδίᾳ, βασιλεῦ, ἐρώτα, σοφώτεραι γὰρ ἢ ἐς τοὺς πολλοὺς λέγεσθαι· ἆρ’ οὖν τὸ οὕτως διαιτᾶσθαι λεπτότητα μόνον ἐργάζεται τῶν αἰσθήσεων ἢ ἰσχὺν ἐπὶ τὰ μέγιστά τε καὶ θαυμασιώτατα; θεωρεῖν δ’ ἔξεστιν, ὃ λέγω, καὶ ἀπ’ ἄλλων μέν, οὐχ ἥκιστα δὲ κἀκ τῶν ἐν Ἐφέσῳ περὶ τὴν νόσον ἐκείνην πραχθέντων· τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον, οὐ παύσας νόσον, ἀλλ’ ἐξελών, ὅτῳ δ’ εὐξάμενος, δηλοῖ τὸ ἱερόν, ὃ ἐν Ἐφέσῳ ὑπὲρ τούτου ἱδρυσάμην, Ἡρακλέους μὲν γὰρ Ἀποτροπαίου ἐστί, ξυνεργὸν δ’ αὐτὸν εἱλόμην, ἐπειδὴ σοφός τε καὶ ἀνδρεῖος ὢν ἐκάθηρέ ποτε λοιμοῦ τὴν Ἦλιν τὰς ἀναθυμιάσεις ἀποκλύσας, ἃς παρεῖχεν ἡ γῆ κατ’ Αὐγέαν τυραννεύοντα. τίς ἂν οὖν σοι, βασιλεῦ, δοκεῖ φιλοτιμούμενος γόης φαίνεσθαι θεῷ ἀναθεῖναι, ὃ αὐτὸς εἴργαστο; τίνας δ’ ἂν κτήσασθαι θαυμαστὰς τῆς τέχνης θεῷ παρεὶς τὸ θαυμάζεσθαι; τίς δ’ ἂν Ἡρακλεῖ εὔξασθαι γόης ὤν; τὰ γὰρ τοιαῦτα οἱ κακοδαίμονες βόθροις ἀνατιθέασι καὶ χθονίοις θεοῖς, ὧν τὸν Ἡρακλέα ἀποτακτέον, καθαρὸς γὰρ καὶ τοῖς ἀνθρώποις εὔνους. ηὐξάμην αὐτῷ καὶ ἐν Πελοποννήσῳ ποτέ, λαμίας γάρ τι φάσμα κἀκεῖ περὶ τὴν Κόρινθον ἤλυε σιτούμενον τῶν νέων τοὺς καλούς, καὶ ξυνήρατό μοι τοῦ ἀγῶνος οὐ θαυμασίων δεηθεὶς δώρων, ἀλλὰ μελιττούτης καὶ λιβανωτοῦ καὶ τοῦ ὑπὲρ σωτηρίας τι ἀνθρώπων ἐργάσασθαι, τουτὶ γὰρ καὶ κατὰ τὸν Εὐρυσθέα μισθὸν τῶν ἄθλων ἡγεῖτο. μὴ ἄχθου, βασιλεῦ, τὰ Ἡρακλέους ἀκούων· ἔμελε γὰρ αὐτοῦ τῇ Ἀθηνᾷ, ἐπειδὴ χρηστὸς καὶ σωτήριος τοῖς ἀνθρώποις. ἀλλ’ ἐπεὶ κελεύεις με ὑπὲρ τῆς θυσίας ἀπολογεῖσθαι, τουτὶ γὰρ καὶ τῇ χειρὶ ἐνδείκνυσαι, ἄκουε ἀπολογίας ἀληθοῦς· ἐγὼ γὰρ πάνθ’ ὑπὲρ σωτηρίας τῶν ἀνθρώπων πράττων οὔπω ὑπὲρ αὐτῶν ἔθυσα, οὐδ’ ἂν θύσαιμι οὐδέν, οὐδ’ ἂν θίγοιμι ἱερῶν, ἐν οἷς αἷμα, οὐδ’ ἂν εὐξαίμην ἐς μάχαιραν βλέπων ἢ θυσίαν, ἥν φησιν. οὐ Σκύθην με, ὦ βασιλεῦ, ᾕρηκας, οὐδ’ ἐκ τῆς ἀμίκτου ποθέν, οὐδ’ ἐπέμιξά πω Μασσαγέταις ἢ Ταύροις, ὡς κἀκείνους ἂν τοῦ τῆς θυσίας ἔθους μετέβαλον· ἀνοίας δ’ ἂν ποῖ ἤλαυνον, ἵνα πλεῖστα μὲν ὑπὲρ μαντικῆς διαλεγόμενος καὶ ὅπη ἔῤῥωται ἢ μή, ἄριστα δ’ ἀνθρώπων ᾐσθημένος, ὅτι τὰς αὑτῶν βουλὰς οἱ θεοὶ τοῖς ὁσίοις τε καὶ σοφοῖς ἀνδράσι καὶ μὴ μαντευομένοις φαίνουσι, μιαιφονίας ἅπτωμαι καὶ σπλάγχνων ἀθύτων ἐμοὶ καὶ ἀκαλλιερήτων; ἐφ’ οἷς ἀπέλιπεν ἄν με καὶ ἡ τοῦ δαιμονίου ὀμφὴ μὴ καθαρὸν ὄντα. καὶ μὴν εἴ τις ἀφελὼν τὸ τῆς θυσίας μύσος ἐξετάζοι τὸν κατήγορον πρὸς ἃ μικρῷ πρόσθεν εἴρηκεν, ἀπαλλάττει με τῆς αἰτίας αὐτός, ὃν γάρ φησι προειπεῖν Ἐφεσίοις τὴν νόσον θυσίας οὐδεμιᾶς δεηθέντα, τί σφαγίων ἐδεήθην [ἂν] ἐφ’ ἃ καὶ μὴ θυσαμένῳ παρῆν εἰδέναι; μαντικῆς δὲ τί ἐδεόμην ὑπὲρ ὧν αὐτός τε ἐπεπείσμην καὶ ἕτερος; εἰ γὰρ ὑπὲρ Νερούα καὶ τῶν ἀμφ’ αὐτὸν κρίνομαι, λέξω πάλιν, ἃ καὶ πρώην εἶπον, ἡνίκα ᾐτιῶ ταῦτα· Νερούαν γὰρ ἄξιον μὲν ἀρχῆς ἡγοῦμαι πάσης καὶ λόγου παντὸς ἐπ’ εὐφημίαν ἥκοντος, ἀγωνιστὴν δὲ φροντίδων οὐ χρηστόν, καταλέλυται γὰρ τὸ σῶμα ὑπὸ τῆς νόσου, δι’ ἣν καὶ ἡ γνώμη μεστὴ ἄσης καὶ οὐδὲ τὰ οἴκοι ἱκανή· σὲ γοῦν ἐπαινεῖ μὲν σώματος, ἐπαινεῖ δὲ γνώμης, εἰκὸς μὲν οἶμαί τι πράττων, προθυμοτέρα γὰρ ὄντως ἡ ἀνθρωπεία φύσις ἐπαινεῖν, ἃ μὴ αὐτὴ ἔῤῥωται. πέπονθε δέ τι καὶ πρὸς ἐμὲ χρηστὸν Νερούας, καὶ οὔτε γελάσαντά πω αὐτὸν ἐπ’ ἐμοῦ οἶδα οὔτε εὐηθισάμενόν τι τῶν εἰωθότων ἐν φίλοις, ἀλλ’ ὥσπερ τὰ μειράκια πρὸς τοὺς πατέρας τε καὶ διδασκάλους τοὺς αὑτῶν, εὐλαβῶς μὲν φθέγγεται τὸ ἐπ’ ἐμοῦ πᾶν, ἐρυθριᾷ δὲ ἔτι, εἰδὼς δὲ τὸ ἐπιεικὲς ἐπαινοῦντά με οὕτω τι ἄγαν ἐπιτηδεύει αὐτό, ὡς κἀμοὶ ταπεινότερος τοῦ μετρίου φαίνεσθαι. πῶς οὖν πιθανὸν ἡγήσαιτο ἄν τις ἀρχῆς ἐπιθυμῆσαι Νερούαν ἀγαπῶντα, εἰ τῆς ἑαυτοῦ οἰκίας ἄρξοι, ἢ ὑπὲρ μεγάλων διαλέγεσθαί μοι τὸν μηδ’ ὑπὲρ μικρῶν τεθαῤῥηκότα, ἢ ξυνάπτειν ἐμοὶ γνώμην ὑπὲρ ὧν μηδὲ πρὸς ἄλλον, εἰ τοὐμὸν ἐνεθυμήθη, ξυνῆψεν; ἢ πῶς ἔτ’ ἐγὼ σοφὸς γνώμην ἑρμηνεύειν ἀνδρὸς μαντικῇ μὲν πιστεύων, ἀπιστῶν δὲ σοφίᾳ; τὸν δὲ Ὄρφιτον καὶ τὸν Ῥοῦφον, τοὺς δικαίους μὲν καὶ σώφρονας, νωθροὺς δὲ ἄνδρας, ὡς εὖ οἶδα, εἰ μὲν ὡς τυραννησείοντας διαβεβλῆσθαί φασιν, οὐκ οἶδ’ εἴτε τούτων πλέον διαμαρτάνουσιν, εἴτε Νερούα, εἰ δ’ ὡς ξυμβούλω γεγονότε, πιθανώτερος ἀρχῇ ἐπιθέσθαι Νερούας, ἢ οἵδε ξυμβουλεῦσαι; ἀλλὰ μὴν τόν γε ὑπὲρ τούτων κρίνοντα κἀκεῖνα εἰκὸς ἦν ἐνθυμεῖσθαι, τί ἐβούλετό μοι τὸ ξυλλαμβάνειν τοῖς ἐπὶ νεώτερα ἥκουσι· χρήματα μὲν γὰρ οὔ φησι παρ’ αὐτῶν γεγενῆσθαί μοι, οὐδὲ δώροις ἐπαρθέντα με ταῦτα εἰργάσθαι· σκεψώμεθα δέ, μὴ μεγάλων δεόμενος ἀνεβαλόμην τὰς παρ’ αὐτῶν εὐεργεσίας ἐς ὃν ᾤοντο ἄρξειν χρόνον, ἐν ᾧ μεγάλα μὲν ἂν αἰτεῖν ὑπῆρξε, μειζόνων δ’ ἀξιοῦσθαι· πῶς οὖν ταῦτα ἔσται δῆλα; ἐνθυμήθητι, βασιλεῦ, σεαυτὸν καὶ τοὺς ἔτι πρὸ σοῦ ἄρχοντας, ἀδελφὸν δήπου τὸν σεαυτοῦ καὶ πατέρα Νέρωνά τε, ἐφ’ ὧν ἦρξαν, κατὰ τούτους γὰρ μάλιστα τοὺς βασιλέας βεβίωταί μοι ἐς τὸ φανερόν, τὸν ἄλλον χρόνον Ἰνδοῖς φοιτῶντι. τούτων δὴ τῶν ὀκτὼ καὶ τριάκοντα ἐτῶν, τοσοῦτον γὰρ τὸ ἐς σὲ μῆκος, οὔτε ἐπὶ θύρας βασιλείους ἐφοίτησα πλὴν ἐν Αἰγύπτῳ τοῦ σοῦ πατρός, ἐπεὶ μήτε βασιλεύς πω ἐτύγχανεν ὢν ὡμολόγει τε δι’ ἐμὲ ἥκειν, οὔτε ἀνελεύθερόν τι διελέχθην βασιλεῦσιν ἢ ὑπὲρ βασιλέων δήμοις οὔτ’ ἐπιστολαῖς ἐλαμπρυνάμην ἢ γραφόντων ἐμοὶ βασιλέων ἢ αὐτὸς ἐνδεικνύμενος γράφειν, οὔθ’ ὑπὲρ δωρεῶν κολακεύων βασιλέας ἐμαυτοῦ ἀπηνέχθην. εἰ γοῦν ἔροιό με πλουσίους ἐνθυμηθεὶς καὶ πένητας, ποτέρου τῶν ἐθνῶν τούτων ἐμαυτὸν γράφω, τῶν πλουσιωτάτων φήσω, τὸ γὰρ δεῖσθαι μηδενὸς ἐμοὶ Λυδία καὶ τὸ Πακτωλοῦ πᾶν. πῶς οὖν ἢ τὰς παρὰ τῶν οὔπω βασιλέων δωρεὰς ἀνεβαλλόμην ἐς ὃν ἄρξειν αὐτοὺς ᾤμην χρόνον ὁ μηδὲ τὰς παρ’ ὑμῶν ἑλόμενος, οἷς βέβαιον ἡγούμην τὸ ἄρχειν, ἢ βασιλειῶν μεταβολὰς ἐπενόουν μηδὲ ταῖς καθεστηκυίαις ἐς τὸ τιμᾶσθαι χρώμενος; καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατούς, δηλοῖ τὰ Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δ’ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρὶ προέμενός ποτε ἐπιτειχίζει τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις, τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ’ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι.

Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ὧν ἑρμηνεύω, τῆς δὲ λοιπῆς ἀπολογίας ἀκροῶ· τίς οὖν αὕτη καὶ ὑπὲρ τίνων; ᾔδετό τις, ὦ βασιλεῦ, παιδὸς Ἀρκάδος ἐν τῇ κατηγορίᾳ θρῆνος, τετμῆσθαι μὲν αὐτὸν ὑπ’ ἐμοῦ νύκτωρ, εἰ δ’ ὄναρ φησίν, οὔπω οἶδα, εἶναι δὲ πατέρων τε ἀγαθῶν ὁ παῖς οὗτος καὶ τὸ εἶδος οἷοι Ἀρκάδων οἱ ἐν αὐχμῷ καλοί. τοῦτόν φασιν ἱκετεύοντά τε καὶ ὀλοφυρόμενον ἀπεσφάχθαι κἀμὲ τὰς χεῖρας ἐς τὸ τοῦ παιδὸς αἷμα βάψαντα θεοῖς ὑπὲρ ἀληθείας εὔχεσθαι. μέχρι τούτων ἐμὲ κρίνουσιν, ὁ δὲ ἐφεξῆς λόγος τῶν θεῶν ἅπτεται, φασὶ γὰρ τοὺς θεοὺς ἀκοῦσαι μὲν ὧδέ μου εὐξαμένου, δοῦναι δὲ ἱερὰ εὔσημα καὶ μὴ ἀποκτεῖναι ἀσεβοῦντα. τὴν μὲν οὖν ἀκρόασιν, ὡς οὐ καθαρά, τί ἄν, ὦ βασιλεῦ, λέγοιμι; ἀλλ’ ὑπὲρ ὧν γέ μοι ἀπολογητέα, τίς ὁ Ἀρκὰς οὗτος; εἰ γὰρ μὴ ἀνώνυμος τὰ πατέρων, μηδ’ ἀνδραποδώδης τὸ εἶδος, ὥρα σοι ἐρωτᾶν, τί μὲν ὄνομα τοῖς γειναμένοις αὐτόν, τίνος δὲ οἰκίας οὗτος, τίς δ’ ἐθρέψατο αὐτὸν ἐν Ἀρκαδίᾳ πόλις, τίνων δὲ βωμῶν ἀπαχθεὶς ἐνταῦθα ἐθύετο. οὐ λέγει ταῦτα καίτοι δεινὸς ὢν μὴ ἀληθεύειν. οὐκοῦν ὑπὲρ ἀνδραπόδου κρίνει με. ᾧ γὰρ μήτ’ αὐτῷ ὄνομα μήθ’ ὧν ἔφυ, μὴ πόλις μὴ κλῆρός ἐστιν, οὐχί, ὦ θεοί, τοῦτον ἐν ἀνδραπόδοις χρὴ τάττειν; ἀνώνυμα γὰρ πάντα. τίς οὖν ὁ κάπηλος τοῦ ἀνδραπόδου; τίς ὁ πριάμενος αὐτὸ ἐξ Ἀρκάδων; εἰ γὰρ τὸ γένος τούτων ἐπιτήδειον τῇ σφαττούσῃ μαντικῇ, πολλῶν μὲν χρημάτων εἰκὸς ἐωνῆσθαι τὸν παῖδα, πεπλευκέναι δέ τινα ἐς Πελοπόννησον, ἵν’ ἐνθένδε ἡμῖν ἀναχθείη ὁ Ἀρκάς, ἀνδράποδα μὲν γὰρ Ποντικὰ ἢ Λύδια ἢ ἐκ Φρυγῶν πρίαιτ’ ἂν κἀνταῦθά τις, ὧν γε καὶ ἀγέλαις ἐντυχεῖν ἐστιν ἅμα φοιτώσαις δεῦρο, ταυτὶ γὰρ τὰ ἔθνη καὶ ὁπόσα βαρβάρων, πάντα τὸν χρόνον ἑτέρων ἀκροώμενοι οὔπω τὸ δουλεύειν αἰσχρὸν ἡγοῦνται· Φρυξὶ γοῦν ἐπιχώριον καὶ ἀποδίδοσθαι τοὺς αὑτῶν καὶ ἀνδραποδισθέντων μὴ ἐπιστρέφεσθαι, Ἕλληνες δὲ ἐλευθερίας ἐρασταὶ ἔτι καὶ οὐδὲ δοῦλον ἀνὴρ Ἕλλην πέρα ὅρων ἀποδώσεται, ὅθεν οὐδὲ ἀνδραποδισταῖς οὔτε ἀνδραπόδων καπήλοις ἐς αὐτοὺς παριτητέα, ἐς δὲ Ἀρκαδίαν καὶ μᾶλλον, πρὸς γὰρ τῷ παρὰ πάντας ἐλευθεριάζειν Ἕλληνας δέονται καὶ ὄχλου δούλων. ἔστι δὲ πολυλήιος (καὶ ποώδης) ἡ Ἀρκαδία καὶ ὑλώδης οὐ τὰ μετέωρα μόνον, ἀλλὰ καὶ τὰ ἐν ποσὶ πάντα. δεῖ δὴ αὐτοῖς πολλῶν μὲν γεωργῶν, πολλῶν δὲ αἰπόλων συφορβῶν τε καὶ ποιμένων καὶ βουκόλων τῶν μὲν ἐπὶ βουσί, τῶν δ’ ἐφ’ ἵπποις, δρυτόμων τε δεῖται πολλῶν ἡ χώρα καὶ τοῦτο ἐκ παίδων γυμνάζονται. εἰ δὲ καὶ μὴ τοιάδε ἦν τὰ τῶν Ἀρκάδων, ἀλλ’ εἶχον, ὥσπερ ἕτεροι, προσαποδίδοσθαι τοὺς αὑτῶν δούλους, τί τῇ θρυλουμένῃ σοφίᾳ ξυνεβάλλετο τὸ ἐξ Ἀρκαδίας εἶναι τὸν σφαττόμενον; οὐδὲ γὰρ σοφώτατοι τῶν Ἑλλήνων Ἀρκάδες, ἵν’ ἑτέρου τι ἀνθρώπου πλέον περὶ τὰ λογικὰ τῶν σπλάγχνων φαίνωσιν, ἀλλὰ ἀγροικότατοι ἀνθρώπων εἰσὶ καὶ συώδεις τά τε ἄλλα καὶ τὸ γαστρίζεθαι τῶν δρυῶν. ῥητορικώτερον ἴσως ἀπολελόγημαι τοὐμοῦ τρόπου, τὰ τῶν Ἀρκάδων ἀφερμηνεύων ἤθη καὶ παριὼν ἐς Πελοπόννησον τῷ λόγῳ. ἡ γὰρ ἐμοὶ προσήκουσα ἀπολογία τίς; οὐκ ἔθυσα οὐ θύω οὐ θιγγάνω αἵματος, οὐδ’ εἰ βώμιον αὐτὸ εἴη, Πυθαγόρας τε γὰρ ὧδε ἐγίγνωσκεν οἵ τε ἀπ’ αὐτοῦ παραπλησίως, καὶ κατ’ Αἴγυπτον δὲ οἱ Γυμνοὶ καὶ Ἰνδῶν οἱ σοφοί, παρ’ ὧν καὶ τοῖς ἀμφὶ Πυθαγόραν αἱ τῆς σοφίας ἀρχαὶ ἐφοίτησαν. κατὰ ταῦτα θύοντες οὐ δοκοῦσιν ἀδικεῖν τοῖς θεοῖς, ἀλλὰ γηράσκειν τε αὐτοῖς ξυγχωροῦσιν ἀρτίοις τὰ σώματα καὶ ἀνόσοις, καὶ σοφωτέροις ἀεὶ δοκεῖν μὴ τυραννεύεσθαι μηδενὸς δεῖσθαι. καὶ οὐκ ἀπεικός, οἶμαι, ἀγαθῶν δεῖσθαι σφᾶς ὑπὲρ καθαρῶν θυμάτων. δοκῶ γάρ μοι καὶ τοὺς θεοὺς τὸν αὐτὸν ἐμοὶ νοῦν ὑπὲρ θυσιῶν ἔχοντας τὰ λιβανοφόρα τῆς γῆς ἐν καθαρῷ τῆς οἰκουμένης ἐκφυτεύειν, ἵν’ ἀπ’ αὐτῶν θύοιμεν μὴ σιδηροφοροῦντες ἐν ἱεροῖς, μηδ’ αἷμα ἐς βωμοὺς ῥαίνοντες. ἐγὼ δ’, ὡς ἔοικεν, ἐμαυτοῦ καὶ τῶν θεῶν ἐκλαθόμενος ἔθυον τρόπον, ὃν μήτ’ αὐτὸς εἴωθα μήτε τις ἀνθρώπων θύοι. ἀπαλλαττέτω με τῆς αἰτίας καὶ ὁ καιρός, ὃν εἴρηκεν ὁ κατήγορος· τὴν γὰρ ἡμέραν ἐκείνην, ἐν ᾗ ταῦτα εἰργάσθαι μοί φησιν, εἰ μὲν ἐγενόμην ἐν ἀγρῷ, ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. εἶτά με, ὦ βασιλεῦ, θαμινὰ ἐρωτᾷς, εἰ μὴ ἐπεχωρίαζον τῇ Ῥώμῃ τότε; καὶ σύ, βέλτιστε βασιλέων, ἐπεχωρίαζες, ἀλλ’ οὐκ ἂν εἴποις θῦσαι τοιαῦτα, καὶ ὁ συκοφάντης, ἀλλ’ οὐχ ὁμολογήσει τὰ τῶν ἀνδροφόνων πράττειν, εἰ κατὰ τὴν Ῥώμην διῃτᾶτο, καὶ μυριάδες ἀνθρώπων, ἃς βέλτιον ξενηλατεῖν ἢ ὑπάγειν γραφαῖς, ἐν αἷς τεκμήριον ἀδικημάτων ἔσται τὸ ἐνταῦθα εἶναι. καίτοι τὸ ἐς τὴν Ῥώμην ἥκειν καὶ παραιτεῖται τάχα τῆς τοῦ νεώτερα πράττειν δοκεῖν αἰτίας, τὸ γὰρ ἐν πόλει ζῆν, ἐν ᾗ πάντες μὲν ὀφθαλμοί, πᾶσα δὲ ἀκρόασις ὄντων τε καὶ οὐκ ὄντων, οὐ ξυγχωρεῖ νεωτέρων ἅπτεσθαι τοῖς γε μὴ λίαν θανατῶσι, τοὺς δ’ εὐλαβεστέρους τε καὶ σώφρονας βραδέως ἄγει καὶ ἐφ’ ἃ ἔξεστι. τί οὖν, ὦ συκοφάντα, κατὰ τὴν νύκτα ἐκείνην ἔπραττον; εἰ μὲν ὡς σεαυτὸν ἐρωτᾷς, ἐπειδὴ καὶ σὺ ἐρωτᾶν ἥκεις, ἀγῶνας ἡτοίμαζον καὶ κατηγορίας ἐπ’ ἄνδρας χρηστοὺς καὶ ἀπολέσαι τοὺς οὐκ ἀδικοῦντας καὶ πεῖσαι τὸν βασιλέα μὴ ἀληθῆ λέγων, ἵν’ ἐγὼ μὲν εὐδοκιμοίην, μιαίνοιτο δὲ οὗτος, εἰ δ’ ὡς φιλοσόφου πυνθάνῃ, τὸν Δημοκρίτου ἐπῄνουν γέλωτα, ὃν ἐς πάντα τὰ τῶν ἀνθρώπων γελᾷ, εἰ δ’ ὡς ἐμοῦ, Φιλίσκος ὁ Μηλιεὺς ἐτῶν ξυμφιλοσοφήσας ἐμοὶ τεττάρων ἐνόσει τότε, καὶ παρ’ αὐτῷ ἀπεκάθευδον οὕτω διακειμένῳ χαλεπῶς, ὡς καὶ ἀποθανεῖν ὑπὸ τῆς νόσου. καίτοι πολλὰς ἂν ηὐξάμην ἴυγγας ὑπὲρ τῆς ἐκείνου ψυχῆς γενέσθαι μοι, καί, νὴ Δί’, εἴ τινες Ὀρφέως εἰσὶν ὑπὲρ τῶν ἀποθανόντων μελῳδίαι, μηδ’ ἐκείνας ἀγνοῆσαι, καὶ γὰρ ἄν μοι δοκῶ καὶ ὑπὸ τὴν γῆν πορευθῆναι δι’ αὐτόν, εἰ ἐφικτὰ ἦν ταῦτα· οὕτω με ἀνήρτητο πᾶσιν οἷς φιλοσόφως τε καὶ κατὰ τὸν ἐμὸν νοῦν ἔπραττε. ταῦτ’ ἔστι μέν σοι, βασιλεῦ, καὶ Τελεσίνου ἀκοῦσαι τοῦ ὑπάτου, παρῆν γὰρ κἀκεῖνος τῷ Μηλιεῖ, θεραπεύων αὐτὸν νύκτωρ, ὁπόσα ἐγώ. εἰ δὲ Τελεσίνῳ ἀπιστεῖς, ἐπειδὴ τῶν φιλοσοφούντων ἐστί, καλῶ τοὺς ἰατροὺς μάρτυρας, εἰσὶ δ’ οὗτοι Σέλευκός τε ὁ ἐκ Κυζίκου καὶ Στρατοκλῆς ὁ Σιδώνιος· τούτους ἐρώτα, εἰ ἀληθῆ λέγω· καὶ μαθηταὶ δ’ αὐτοῖς ὑπὲρ τοὺς τριάκοντα εἵποντο, τῶν αὐτῶν δήπου μάρτυρες, τὸ γὰρ προκαλεῖσθαι δεῦρο τοὺς τῷ Φιλίσκῳ προσήκοντας ἀναβολὰς ἴσως ἡγήσῃ τῆς δίκης, ἐπειδὴ αὐτίκα τῆς Ῥώμης ἀπῆραν ἐς τὰ Μηλιέων ἤθη κατὰ ὁσίαν τοῦ νεκροῦ. ἴτε, ὦ μάρτυρες, καὶ γὰρ δὴ καὶ παρήγγελται ὑμῖν ὑπὲρ τούτου· {ΜΑΡΤΥΡΕΣ.} παρ’ ὅσον μὲν τοίνυν τῆς ἀληθείας ἡ γραφὴ ξυνετέθη, δηλοῖ σαφῶς ἡ μαρτυρία τῶν ἀνδρῶν, οὐ γὰρ ἐν προαστείοις, ἀλλ’ ἐν ἄστει, οὐκ ἔξω τείχους, ἀλλ’ ἐπ’ οἰκίας, οὐδὲ παρὰ Νερούᾳ, παρὰ Φιλίσκῳ δέ, οὐδὲ ἀποσφάττων, ἀλλ’ ὑπὲρ ψυχῆς εὐχόμενος, οὐδ’ ὑπὲρ βασιλείας, ἀλλ’ ὑπὲρ φιλοσοφίας, οὐδ’ ἀντὶ σοῦ χειροτονῶν νεώτερον, ἀλλ’ ἄνδρα σώζων ἐμαυτῷ ὅμοιον. τί οὖν ὁ Ἀρκὰς ἐνταῦθα; τί δ’ οἱ τῶν σφαγίων μῦθοι; τί δὲ τὸ τὰ τοιαῦτα πείθειν; ἔσται γάρ ποτε καὶ ὃ μὴ γέγονεν, ἂν ὡς γεγονὸς κριθῇ· τὸ δ’ ἀπίθανον τῆς θυσίας, ὦ βασιλεῦ, ποῖ τάξεις; ἐγένοντο μὲν γὰρ καὶ πρότερον σφαγίων μάντεις ἀγαθοὶ τὴν τέχνην καὶ οἷοι ὀνομάσαι, Μεγιστίας ἐξ Ἀκαρνανίας, Ἀρίστανδρος ἐκ Λυκίας, Ἀμπρακία δὲ Σιλανὸν ἤνεγκε, καὶ ἐθύοντο ὁ μὲν Ἀκαρνὰν Λεωνίδᾳ βασιλεῖ Σπάρτης, ὁ δὲ Λύκιος Ἀλεξάνδρῳ τῷ Μακεδόνι, Σιλανὸς δὲ Κύρῳ βασιλείας ἐρῶντι, καὶ εἴ τι ἐν ἀνθρώπου σπλάγχνοις ἢ σαφέστερον ἢ σοφώτερον ἢ ἐτυμώτερον ἀπέκειτο, οὐκ ἄπορος ἦν ἡ θυσία, βασιλέων γε προϊσταμένων αὐτῆς, οἷς πολλοὶ μὲν ἦσαν οἰνοχόοι, πολλὰ δ’ αἰχμάλωτα, παρανομίαι δ’ ἀκίνδυνοι καὶ φόβος οὐδεὶς κατηγορίας, εἴ τι ἔσφαττον· ἀλλ’, οἶμαι, παρίστατο τοῖς ἀνδράσιν, ὃ κἀμοὶ νῦν κινδυνεύοντι ὑπὲρ τοιούτων, ὅτι τὰ μὲν ἄλογα τῶν ζῴων εἰκός, ἐπειδὴ ἐν ἀγνοίᾳ τοῦ θανάτου σφάττεται, μὴ θολοῦσθαί τι τῶν σπλάγχνων ὑπὸ ἀξυνεσίας ὧν πείσονται· ἄνθρωπον δὲ ἀεί τι ἐν τῇ ψυχῇ ἔχοντα θανάτου καὶ μήπω ἐφεστηκότος δεῖμα πῶς εἰκὸς παρόντος ἤδη καὶ ἐν ὀφθαλμοῖς ὄντος δεῖξαί τι ἐπὶ τῶν σπλάγχνων μαντικὸν ἢ ὅλως εὔθυτον; ὅτι δὲ ὀρθῶς τε καὶ κατὰ φύσιν στοχάζομαι τούτων, σκόπει, βασιλεῦ, ὧδε· τὸ ἧπαρ, ἐν ᾧ φασι τὸν τῆς αὐτῶν μαντικῆς εἶναι τρίποδα οἱ δεινοὶ ταῦτα, ξύγκειται μὲν οὐ καθαροῦ αἵματος, πᾶν γάρ, ὅ τι ἀκραιφνές, καρδία ἴσχει δι’ αἱματηρῶν φλεβῶν ἀποχετεύουσα ἐς πᾶν τὸ σῶμα, χολὴν δ’ ἐπὶ ἥπατι κειμένην ὀργὴ μὲν ἀνίστησι, φόβοι δὲ ὑπάγουσιν ἐς τὰ κοῖλα τοῦ ἥπατος. ὑπὸ μὲν δὴ τῶν παροξυνόντων ζέουσα καὶ μηδὲ τῷ ἑαυτῆς ἀγγείῳ φορητὸς οὖσα ὑπτίῳ ἐπιχεῖται τῷ ἥπατι, καθ’ ὃ ἐπέχει χολὴ πᾶσα τὰ λεῖά τε καὶ μαντικὰ τοῦ σπλάγχνου, ὑπὸ δὲ τῶν δειματούντων ξυνιζάνουσα ξυνεπισπᾶται καὶ τὸ ἐν τοῖς λείοις φῶς, ὑπονοστεῖ γὰρ τότε καὶ τὸ καθαρὸν τοῦ αἵματος, ὑφ’ οὗ σπληνοῦται τὸ ἧπαρ, ὑποτρέχοντος φύσει τὸν περὶ αὐτὸ ὑμένα καὶ τῷ πηλώδει ἐπιπολάζοντος. τί οὖν, ὦ βασιλεῦ, τῆς μιαιφονίας ἔργον, εἰ ἄσημα τὰ ἱερὰ ἔσται; ἄσημα δ’ αὐτὰ ἡ ἀνθρωπεία φύσις ἐργάζεται ξυνιεῖσα τοῦ θανάτου καὶ αὐτοὶ οἱ ἀποθνήσκοντες, οἱ μὲν γὰρ εὔψυχοι ξὺν ὀργῇ τελευτῶσιν, οἱ δ’ ἀθυμότεροι ξὺν δέει. ἔνθεν ἡ τέχνη παρὰ τοῖς οὐκ ἀνεπιστήμοσι βαρβάροις χιμαίρας μὲν καὶ ἄρνας ἐπαινεῖ σφάττειν, ἐπειδὴ εὐήθη τὰ ζῷα καὶ οὐ πόῤῥω ἀναισθήτων, ἀλεκτρυόνας δὲ καὶ σῦς καὶ ταύρους, ἐπειδὴ θυμοειδῆ ταῦτα, οὐκ ἀξιοῖ τῶν ἑαυτῆς ἀπορρήτων. ξυνίημι, ὦ βασιλεῦ, παροξύνων τὸν κατήγορον, ἐπειδὴ σοφώτερόν σε ἀκροατὴν εἴργασμαι, καί μοι δοκεῖς καὶ προσέχειν τῷ λόγῳ· εἰ δὲ μὴ σαφῶς τι αὐτοῦ φράζοιμι, ξυγχωρῶ σοι ἐρωτᾶν με. εἴρηταί μοι τὰ πρὸς τὴν τοῦ Αἰγυπτίου γραφήν· ἐπεὶ δ’, οἶμαι, χρὴ μηδὲ τὰς Εὐφράτου διαβολὰς ὑπερορᾶσθαι, σύ, ὦ βασιλεῦ, δικάζοις, ὁπότερος ἡμῶν φιλοσοφεῖ μᾶλλον· οὐκοῦν ὁ μὲν ἀγωνίζεται μὴ τἀληθῆ περὶ ἐμοῦ λέγειν, ἐγὼ δ’ οὐκ ἀξιῶ, καὶ ὁ μέν σε ἡγεῖται δεσπότην, ἐγὼ δ’ ἄρχοντα, καὶ ὁ μὲν ξίφος ἐπ’ ἐμέ σοι δίδωσιν, ἐγὼ δὲ λόγον. ἀλλ’ ὑπὲρ ὧν γε διαβέβληκεν, οἱ λόγοι εἰσίν, οὓς ἐν Ἰωνίᾳ εἶπον, φησὶ δ’ αὐτοὺς οὐκ ἐς τὸ σοὶ ξυμφέρον ὑπ’ ἐμοῦ εἰρῆσθαι. καίτοι τὰ μὲν λεχθέντα ἦν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, παράδειγμα δ’ ἐγίγνετό μοι τοῦ λόγου τὰ τῶν βασιλέων πράγματα, ἐπειδὴ μέγιστα τῶν ἀνθρωπείων δοκεῖ τὰ ὑμέτερα, Μοιρῶν τε ἰσχὺν ἐφιλοσόφουν καὶ τὸ οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς, εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ δὴ ὑπάρχουσαν, ὁ δ’ ἀποκτείνειε τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ’ αὐτοῦ τὸ ἄρχειν, κἂν ἀναβιοίη ὁ ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. τὰς γὰρ ὑπερβολὰς τῶν λόγων ἐσαγόμεθα διὰ τοὺς τοῖς πιθανοῖς ἀπειθοῦντας, ὥσπερ ἂν εἰ καὶ τοιόνδε ἔλεγον· ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος, οὐδ’ εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξείᾳ κράτος, οὗτος, οὐδ’ εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ σκοποῦ. τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαίους Ἀστυάγη τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ αὑτῶν ἐν ἀρχῇ δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐκγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπ’ αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ. καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τὰ σὰ ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελίου ἐνταῦθα, κατεπίμπρατο δὲ ὁ νεὼς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ’ εὖ κείσεσθαι τὸ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν – καίτοι μειράκιον ἱκανῶς ἦσθα καὶ οὔπω οὗτος – ἀλλ’ ὅμως, ἐπειδὴ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τἀκείνου νῦν ἔχεις. ἐπεὶ δ’ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τεμνέσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με, ἀλλὰ διειλέχθαι μόνα τὰ ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης, ταυτὶ γάρ φησιν εἰρῆσθαί μοι ἐπὶ σέ. καίτοι τὸν λόγον τοῦτον ἀνέχονται μὲν καὶ οἱ πολλοὶ τῶν θεῶν, οὐκ ἄχθεται δὲ οὐδὲ ὁ Ζεὺς ἀκούων καὶ ταῦτα τῶν ποιητῶν ἐν τοῖς Λυκίοις λόγοις

                    ᾤμοι ἐγών, ὅτε μοι Σαρπηδόνα

καὶ τοιαῦτ’ ἐς αὐτὸν ᾀδόντων, ἐν οἷς τοῦ υἱέος ἐξίστασθαί φησι ταῖς Μοίραις, λεγόντων τε αὖ ἐν ψυχοστασίᾳ, ὅτι Μίνω τὸν ἀδελφὸν τοῦ Σαρπηδόνος ἀποθανόντα χρυσῷ μὲν σκήπτρῳ ἐτίμησε καὶ δικάζειν ἔταξεν ἐν τῇ τοῦ Αἰδωνέως ἀγορᾷ, Μοιρῶν δ’ οὐ παρῃτήσατο. σὺ δ’, ὦ βασιλεῦ, τοῦ χάριν ἄχθῃ τῷ λόγῳ, θεῶν καρτερούντων αὐτόν, οἷς πέπηγεν ἀεὶ τὰ πράγματα, καὶ μὴ ἀποκτεινόντων τοὺς ποιητὰς ἐπ’ αὐτῷ; προσήκει γὰρ ταῖς Μοίραις ἕπεσθαι καὶ πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων μὴ χαλεποὺς εἶναι, Σοφοκλεῖ τε μὴ ἀπιστεῖν

                              μόνοις οὐ γίγνεται

                    θεοῖσι γῆρας, οὐδὲ μὴν θανεῖν ποτε,

          τὰ δ’ ἄλλα συγχεῖ πάνθ’ ὁ παγκρατὴς χρόνος,

ἄριστα δὴ ἀνθρώπων λέγοντι. ἐγκύκλιοι γὰρ αἱ κατ’ ἀνθρώπους εὐπραγίαι καὶ ἐφήμερον, ὦ βασιλεῦ, τὸ τοῦ ὄλβου μῆκος· τἀμὰ οὗτος καὶ τὰ τούτου ἕτερος καὶ ὁ δεῖνα τὰ τοῦ δεῖνος ἔχων οὐκ ἔχει. ταῦτ’ ἐννοῶν, ὦ βασιλεῦ, παῦε μὲν φυγάς, παῦε δ’ αἷμα, καὶ φιλοσοφίᾳ μὲν ὅ τι βούλει χρῶ, ἀπαθὴς γὰρ ἥ γε ἀληθής, δάκρυα δὲ ἀνθρώπων ἀφαίρει, ὡς νῦν γε ἠχὼ μυρία μὲν ἐκ θαλάττης, πολλῷ δὲ πλείων ἐξ ἠπείρων φοιτᾷ θρηνούντων, ὅ τι ἑκάστῳ θρήνου ἄξιον. τὰ δὲ ἐντεῦθεν φυόμενα πλείω ὄντα ἢ ἀριθμεῖσθαι ταῖς τῶν συκοφαντῶν γλώτταις ἀνῆπται διαβαλλόντων σοί τε πάντας καὶ σέ, ὦ βασιλεῦ, πᾶσιν.”

VIII. Ὧδε μὲν δὴ τῷ ἀνδρὶ τὰ ἐκ παρασκευῆς εἶχεν, ἐπὶ τελευτῇ δ’ εὗρον τοῦ λόγου τὰ τελευταῖα τοῦ προτέρου τὸ

                    οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι,

καὶ τὰ πρὸ τούτου ἔτι, ἀφ’ ὧν τοῦτο. ἐπεὶ δὲ ἀπῆλθε τοῦ δικαστηρίου δαιμόνιόν τε καὶ οὐ ῥᾴδιον εἰπεῖν τρόπον, οὐκ ἔπαθεν ὁ τύραννος, ὅπερ οἱ πολλοὶ ᾤοντο· οἱ μὲν γὰρ ᾤοντο αὐτὸν σχέτλια ὑπὲρ τούτου βοήσεσθαι καὶ δίωξιν ποιήσεσθαι τοῦ ἀνδρὸς κηρύξειν τε ἐς τὴν αὑτοῦ πᾶσαν, μηδαμοῦ παριτητέα εἶναί οἱ, ὁ δ’ οὐδὲν τούτων, [ἀλλ’] ὥσπερ ἀγωνιζόμενος πρὸς τὴν τῶν πολλῶν δόξαν ἢ ξυνιεὶς λοιπόν, ὅτι μηδὲν ἐπὶ τὸν ἄνδρα οἱ αὔταρκες. εἰ δ’ ὑπερεώρα, ξυμβαλώμεθα τοῖς ἐφεξῆς, φανείη γὰρ ἂν ξυνταραχθεὶς μᾶλλον ἢ καταφρονήσας·   IX. ἠκροᾶτο μὲν γὰρ ἑτέρας ἐπ’ ἐκείνῃ δίκης, πόλις δ’ ἦν ἀγωνιζομένη πρὸς ἄνδρα ὑπὲρ διαθηκῶν, οἶμαι, διέφευγον δ’ αὐτὸν οὐ μόνον τὰ τῶν δικαζομένων ὀνόματα, ἀλλὰ καὶ ὁ νοῦς τῆς δίκης, ἀνόητοι μὲν γὰρ αἱ ἐρωτήσεις ἦσαν, αἱ δ’ ἀποκρίσεις οὐδ’ ὑπὲρ ὧν ἡ κρίσις· ἃ σφόδρα ἤλεγχε τὸν τύραννον, ὡς ἐξεπέπληκτό τε καὶ ἠπόρει δι’ αὐτὸ μάλιστα τὸ πεπεῖσθαι πρὸς τῶν κολακευόντων, ὅτι μηδὲν ἂν διαφύγοι αὐτόν.

X. Οὕτω τὸν τύραννον διαθεὶς καὶ παίγνιον τῆς ἑαυτοῦ φιλοσοφίας ἀποφήνας τὸν Ἕλλησί τε καὶ βαρβάροις φοβερὸν πᾶσι πρὸ μεσημβρίας μὲν ἀπῆλθε τοῦ δικαστηρίου, περὶ δείλην δ’ ἐν Δικαιαρχίᾳ ἐφάνη Δημητρίῳ τε καὶ Δάμιδι, καὶ τοῦτ’ ἄρ’ ἦν τὸ παρακελεύσασθαι αὐτὸν τῷ Δάμιδι μὴ περιμείναντι τὴν ἀπολογίαν πεζεῦσαι ἐς Δικαιαρχίαν· τὰ μὲν γὰρ βεβουλευμένα οὐ προὔλεγε, τὸν δ’ ἑαυτῷ ἐπιτηδειότατον ἐκέλευε πράττειν, ἃ τοῖς βεβουλευμένοις εἵπετο.   XI. ἐτύγχανε μὲν δὴ ὁ Δάμις τῆς προτεραίας ἀφιγμένος καὶ τῷ Δημητρίῳ ξυγγεγονὼς ὑπὲρ τῶν πρὸ τῆς δίκης, ὁ δ’ εὐλαβέστερον ἢ τὸν ὑπὲρ Ἀπολλωνίου ἀκροώμενον εἰκὸς διατεθεὶς ἦν ὑφ’ ὧν ἤκουσε, καὶ πάλιν τῆς ὑστεραίας ὑπὲρ τῶν αὐτῶν ἠρώτα, ξυναλύων αὐτῷ παρὰ τὴν θάλατταν, ἐν ᾗ τὰ περὶ τὴν Καλυψὼ μυθεύματα· ἀπεγίγνωσκον μὲν γὰρ ὡς οὐχ ἥξοντος, ἐπειδὴ τὰ τῆς τυραννίδος χαλεπὰ ἦν πᾶσι, τὰ δ’ ὑπ’ αὐτοῦ προσταττόμενα ἐτίμων διὰ τὴν φύσιν τοῦ ἀνδρός. ἀπειπόντες οὖν ἐκάθηντο ἐς τὸ νύμφαιον, ἐν ᾧ ὁ πίθος, λευκοῦ δ’ οὗτός ἐστι λίθου ξυνέχων πηγὴν ὕδατος οὔθ’ ὑπερβάλλουσαν τοῦ στομίου οὔτ’, εἴ τις ἀπαντλοίη, ὑποδιδοῦσαν. διαλεχθέντες δ’ ὑπὲρ τῆς φύσεως τοῦ ὕδατος οὐ μάλα ἐσπουδακότως διὰ τὴν ἐπὶ τῷ ἀνδρὶ ἀθυμίαν ἐπανῆγον τὸν λόγον ἐς τὰ πρὸ τῆς δίκης.   XII. ἀνολοφυραμένου δὲ τοῦ Δάμιδος καί τι καὶ τοιοῦτον εἰπόντος “ἆρ’ ὀψόμεθά ποτε, ὦ θεοί, τὸν καλόν τε καὶ ἀγαθὸν ἑταῖρον;” ἀκούσας ὁ Ἀπολλώνιος, καὶ γὰρ δὴ καὶ ἐφεστὼς ἤδη τῷ νυμφαίῳ ἐτύγχανεν, “ὄψεσθε,” εἶπε “μᾶλλον δὲ ἑωράκατε.” “ζῶντα;” ἔφη ὁ Δημήτριος “εἰ δὲ τεθνεῶτα, οὔπω πεπαύμεθα ἐπὶ σοὶ κλάοντες.” προτείνας οὖν ὁ Ἀπολλώνιος τὴν χεῖρα “λαβοῦ μου,” ἔφη “κἂν μὲν διαφύγω σε, εἴδωλόν εἰμί σοι ἐκ Φερσεφάττης ἧκον, οἷα φαίνουσιν οἱ χθόνιοι θεοὶ τοῖς ἀθυμοτέροις τὰ πένθη, εἰ δὲ ὑπομείναιμι ἁπτόμενον, πεῖθε καὶ Δάμιν ζῆν τέ με καὶ μὴ ἀποβεβληκέναι τὸ σῶμα.” οὐκέθ’ οἷοι ἀπιστεῖν ἦσαν, ἀλλ’ ἀναστάντες ἐξεκρέμαντο τοῦ ἀνδρὸς καὶ ἠσπάζοντο ὑπέρ τε τῆς ἀπολογίας ἠρώτων· ὁ μὲν γὰρ Δημήτριος οὐδ’ ἀπολελογῆσθαι αὐτόν, ἀπολέσθαι γὰρ ἂν καὶ μὴ ἀδικοῦντα, Δάμις δ’ ἀπολελογῆσθαι μέν, θᾶττον δ’ ἴσως, οὐ γὰρ ἐπ’ ἐκείνης γε τῆς ἡμέρας ᾤετο. ὁ δ’ Ἀπολλώνιος “ἀπολελόγημαι,” ἔφη “ὦ ἄνδρες, καὶ νικῶμεν, γέγονε δέ μοι τὰ τῆς ἀπολογίας τήμερον οὐ πρὸ πολλοῦ τῆς ἡμέρας, προῄει γὰρ ἤδη ἐς μεσημβρίαν.” “πῶς οὖν” ἔφη ὁ Δημήτριος “τοσήνδε ὁδὸν ἐν σμικρῷ τῆς ἡμέρας ἤνυσας;” καὶ ὁ Ἀπολλώνιος “πλὴν κριοῦ” ἔφη “καὶ πτερῶν κηροῦ ξυγκειμένων πάντα οἴου, θεὸν ἐπιγράφων τῇ πομπῇ ταύτῃ.” “πανταχοῦ μὲν” ἦ δ’ ὁ Δημήτριος “τῶν σῶν ἔργων τε καὶ λόγων θεὸν ἀεί τινα προορᾶν ἡγοῦμαι, παρ’ οὗ τὰ σὰ οὕτως ἔχει, τὴν δ’ ἀπολογίαν, ἥ τις γέγονε καὶ ἅττα ἡ κατηγορία εἶχε καὶ τὸ τοῦ δικάζοντος ἦθος καὶ ὅ τι ἤρετο καὶ ὅτῳ ξυγκατέθετο ἢ ὅτῳ μή, λέγε ὁμοῦ πάντα, ἵνα καὶ Τελεσίνῳ ἕκαστα φράζοιμι, οὐ γὰρ ἀνήσει ἐρωτῶν τὰ σά, ὅς γε καὶ πρὸ πεντεκαίδεκα ἴσως ἡμερῶν ἐμοὶ ξυμπίνων ἐν Ἀνθίῳ κατέδαρθε μὲν ἐπὶ τῆς τραπέζης, μεσούσης δ’ αὐτῷ τῆς κύλικος ἔδοξεν ὄναρ πῦρ ἐν τῇ γῇ πελαγίσαν τοὺς μὲν ἀπολαμβάνειν τῶν ἀνθρώπων, τοὺς δὲ φθάνειν ὑποφεύγοντας, καὶ γὰρ δὴ καὶ ῥεῖν αὐτὸ παραπλησίως τῷ ὕδατι, σὲ δ’ οὐχ ὅπερ οἱ πολλοὶ παθεῖν, ἀλλὰ διανεῦσαι αὐτοῦ σχισθέντος. ἐπὶ δὲ τῷ ἐνυπνίῳ τούτῳ θεοῖς εὐξυμβόλοις ἔσπεισεν ἐμοί τε παρεκελεύσατο ὑπὲρ σοῦ θαῤῥεῖν.” καὶ ὁ Ἀπολλώνιος “οὐ θαυμάζω Τελεσῖνον” εἶπεν “ὑπερκαθεύδοντα, καὶ γὰρ δὴ καὶ ὑπερεγρήγορέ μου πάλαι, τὰ δ’ ὑπὲρ τῆς δίκης πεύσεσθε μέν, οὐ μὴν ἐνταῦθα, δείλη τε γὰρ ἱκανῶς ἤδη καὶ βαδίζειν ὥρα ἐς ἄστυ, ἡδίους δ’ οἱ καθ’ ὁδὸν λόγοι παραπέμψαι βαδίζοντας. ἴωμεν οὖν διαλαλοῦντες ὑπὲρ ὧν ἐρωτᾶτε, λέξω δὲ τὰ τήμερον δήπου ἐν τῷ δικαστηρίῳ πραχθέντα. τὰ γὰρ πρὸ τῆς κρίσεως ἄμφω ἴστε, σὺ μὲν παρατυχών, σὺ δ’ ἠκροαμένος, οἶμαι, τούτου, μὰ Δία, οὐχ ἅπαξ, ἀλλὰ καὶ πάλιν, εἰ μὴ ἐκλέλησμαι Δημητρίου, ἃ δ’ οὔπω ἴστε, δίειμι, διείρων ἀπὸ τῆς προῤῥήσεως καὶ τοῦ γυμνὸς ἐσελθεῖν.” διῄει δὲ καὶ τοὺς ἑαυτοῦ λόγους καὶ ἐπὶ πᾶσι τὸ “οὐ γάρ με κτενέεις” καὶ τὸ ἀπελθεῖν τῆς κρίσεως, ὡς ἀπῆλθε.   XIII. τότε ἀναβοήσας Δημήτριος “ἐγὼ μὲν ᾤμην σεσωσμένον ἀφῖχθαί σε, σοὶ δ’ ἀρχὴ κινδύνων ταῦτα, ξυλλήψεται γάρ σε καταγγελλόμενον καὶ πάσης ἀποστροφῆς εἰργόμενον.” ὁ δ’ ἐῤῥῶσθαι τῷ Δημητρίου δέει φράζων “εἰ γὰρ καὶ ὑμεῖς” εἶπεν “ὧδε αὐτῷ εὐάλωτοι ἦτε· ἀλλ’ ὅπως μὲν τἀκείνου νῦν ἔχει, ἐγὼ οἶδα· κολακευόντων γὰρ ἀεὶ λόγων ἀκροατὴς γιγνόμενος νῦν ἐπιπληττόντων ἠκρόαται, ῥήγνυνται δ’ ὑπὸ τῶν τοιούτων αἱ τύραννοι φύσεις καὶ περὶ ταῦτα χολῶσιν. ἐμοὶ δὲ ἀναπαύλης δεῖ γόνυ οὔπω κάμψαντι ἐκ τοῦ ἄθλου.” καὶ ὁ Δάμις “ἐγώ, Δημήτριε, διεκείμην μὲν οὕτως” ἔφη “πρὸς τὰ τοῦδε τοῦ ἀνδρὸς πράγματα, ὡς καὶ τῆς ὁδοῦ ταύτης ἀπάγειν αὐτόν, ἐφ’ ἧς ἥκει, ξυνεβούλευες δέ που καὶ σὺ ταῦτα, ὡς μὴ ἐς κινδύνους ἑκουσίους τε καὶ χαλεποὺς ἴοι, ἐπεὶ δ’ ἐτύγχανε μὲν δεδεμένος, ὡς ἐμοὶ ἐφαίνετο, ἄπορα δ’ ἡγουμένῳ τὰ περὶ αὐτὸν ἐφ’ ἑαυτῷ ἔφη τὸ λελύσθαι εἶναι καὶ τὸ σκέλος ἐλευθερώσας τοῦ δεσμοῦ ἔδειξε, τότε πρῶτον κατενόησα * τοῦ ἀνδρός, θεσπέσιόν τε εἶναι αὐτὸν καὶ κρείσσω τῆς ἡμεδαπῆς σοφίας· ὅθεν, εἰ καὶ χαλεπωτέροις τούτων ἐντύχοιμι, οὐδὲν ἂν δείσαιμι ὑπὸ τούτῳ καὶ κινδυνεύων. ἀλλ’ ἐπειδὴ πλησίον ἑσπέρα, βαδίζωμεν ἐς τὴν καταγωγὴν ἐπιμέλειαν ποιησόμενοι τοῦ ἀνδρός.” καὶ ὁ Ἁπολλώνιος “ὕπνου” ἔφη “δέομαι μόνου, τὰ δ’ ἄλλα ἐν ἴσῳ τίθεμαι λόγῳ, κἂν παρῇ τι αὐτῶν, κἂν ἀπῇ.” μετὰ ταῦτα εὐξάμενος Ἀπόλλωνι καὶ ἔτι τῷ Ἡλίῳ παρῆλθεν ἐς τὴν οἰκίαν, ἣν ᾤκει ὁ Δημήτριος, καὶ τὼ πόδε ἀπονιψάμενος παρακελευσάμενός τε τοῖς ἀμφὶ τὸν Δάμιν δειπνεῖν, ἐπειδὴ ἄσιτοι αὐτῷ ἐφαίνοντο, ἔῤῥιψεν ἐς τὴν κλίνην ἑαυτὸν καὶ ἐφυμνήσας τῷ ὕπνῳ τὸ Ὁμήρου ἔπος ἐκάθευδεν, ὡς οὐκ ἐπ’ ἀξίοις φροντίσαι τοῖς παροῦσιν.

XIV. Περὶ δὲ ὄρθρον ἐρομένου αὐτὸν τοῦ Δημητρίου, ποῖ τῆς γῆς τρέψοιτο, καὶ κτυπεῖσθαι δοκοῦντος τὰ ὦτα ὑπὸ ἐννοίας ἱππέων, οὓς ᾤετο ἐπικεῖσθαι ἤδη τῷ Ἀπολλωνίῳ διὰ τὴν ὀργὴν τοῦ τυράννου “διώξεται μέν,” ἔφη “με οὐδὲ αὐτός, οὐδὲ ἕτερος, ἐμοὶ δὲ ἐς τὴν Ἑλλάδα ὁ πλοῦς ἔσται.” “σφαλερός γε,” εἶπε “τὸ γὰρ χωρίον φανερώτατον· ὃν δὲ μηδ’ ἂν ἐν τῷ ἀφανεῖ διαφύγοις, πῶς ἂν ἐν τῷ φανερῷ λάθοις;” “οὐ δέομαι” ἔφη “λανθάνειν, εἰ γάρ, ὡς σὺ οἴει, τοῦ τυράννου ἡ γῆ πᾶσα, βελτίους οἱ ἐν τῷ φανερῷ ἀποθνήσκοντες τῶν ἐν τῷ ἀφανεῖ ζώντων.” καὶ πρὸς τὸν Δάμιν “αἰσθάνῃ” ἔφη “νεὼς ἀφιείσης ἐς Σικελίαν;” “αἰσθάνομαι,” εἶπε “καὶ γὰρ ἐπὶ θαλάττῃ καταλύομεν καὶ ὁ κηρύττων ἀγχοῦ θυρῶν, στέλλεταί τε ἡ ναῦς ἤδη· ξυμβάλλομαι δ’ αὐτὸ τῇ τῶν ἐμπλεόντων βοῇ καὶ οἷς περὶ τὴν ἀναίρεσιν τῶν ἀγκυρῶν πράττουσιν.” “ἐπιβῶμεν” εἶπε “τῆς νεὼς ταύτης, ὦ Δάμι, πλευσούμενοι νῦν μὲν ἐς Σικελίαν, ἐκεῖθεν δ’ ἐς Πελοπόννησον.” “ξυνδοκεῖ μοι,” ἔφη “καὶ πλέωμεν.”   XV. καὶ προσειπόντες τὸν Δημήτριον ἀθύμως ἐπ’ αὐτοῖς ἔχοντα θαῤῥεῖν τε παραινέσαντες ὡς ἄνδρα ὑπὲρ ἀνδρῶν, ἔπλευσαν ἐπὶ Σικελίας ἀνέμῳ ἐπιτηδείῳ, Μεσσήνην τε παραπλεύσαντες ἐγένοντο ἐν Ταυρομενίῳ τριταῖοι. μετὰ ταῦτ’ ἐπὶ Συρακουσῶν κομισθέντες ἀνήγοντο ἐς Πελοπόννησον περὶ μετοπώρου ἀρχάς, ὑπεράραντες δὲ τοῦ πελάγους ἀφίκοντο δι’ ἡμέρας ἕκτης ἐπὶ τὰς τοῦ Ἀλφειοῦ ἐκβολάς, ἀφ’ ὧν ὁ ποταμὸς οὗτος Ἀδρίᾳ καὶ Σικελικῷ πελάγει ἐπιχεῖται πότιμος. ἀποβάντες οὖν τῆς νεὼς καὶ πολλοῦ ἄξιον ἡγούμενοι τὸ ἐς Ὀλυμπίαν ἥκειν διῃτῶντο ἐν τῷ ἱερῷ τοῦ Διός, οὐδαμοῦ ὑπὲρ Σκιλλοῦντα ἀποφοιτῶντες, φήμης δ’ ἀθρόας τε καὶ ξυντόνου κατασχούσης τὸ Ἑλληνικὸν ζῆν τὸν ἄνδρα καὶ ἀφῖχθαι ἐς Ὀλυμπίαν, καταρχὰς μὲν ἐδόκει μὴ ἐῤῥῶσθαι ὁ λόγος, πρὸς γὰρ τῷ μὴ ἐλπίδος τι ἀνθρωπείας ἐπ’ αὐτῷ ἔχειν, ἐπειδὴ δεδέσθαι αὐτὸν ἤκουσαν, οὐδὲ ἐκείνων ἀνήκοοι ἦσαν ἀποθανεῖν καταφλεχθέντα, οἱ δ’ ἑλχθῆναι ζῶντα καταπαγέντων ἐς τὰς κλεῖδας αὐτοῦ ἀγκίστρων, οἱ δ’ ἐῶσθαι ἐς βάραθρον, οἱ δ’ ἐς βυθόν, ἐπειδὴ δὲ ἥκειν ἐπιστεύθη, οὐδ’ ἐπ’ Ὀλυμπιάδα οὐδεμίαν μετέωρος οὕτω ξυνῄει ἡ Ἑλλάς, ὡς ἐπ’ ἐκεῖνον τότε, Ἦλις μὲν καὶ Σπάρτη αὐτόθεν, Κόρινθος δὲ ἀπὸ τῶν τοῦ Ἰσθμοῦ ὁρίων, Ἀθηναῖοι δέ, εἰ καὶ Πελοποννήσου ἔξω, ἀλλ’ οὐκ ἐλείποντο τῶν πόλεων, αἳ ἐπὶ θύραις εἰσὶ τῆς Πίσης, αὐτοὶ μάλιστα οἱ ἐπικυδέστατοι Ἀθηναίων ἐς τὸ ἱερὸν στείχοντες καὶ νεότης ἡ ἐξ ἁπάσης τῆς γῆς Ἀθήναζε φοιτῶσα. καὶ μὴν καὶ Μεγαρόθεν τινὲς ἐπεχωρίασαν τῇ Ὀλυμπίᾳ τότε κἀκ Βοιωτῶν πολλοὶ κἀργόθεν Φωκέων τε καὶ Θετταλῶν ὅ τι εὐδόκιμον, οἱ μὲν ξυγγεγονότες ἤδη τῷ Ἀπολλωνίῳ ἀνακτησόμενοι σοφίαν, ἐπειδὴ πλειόνων τε καὶ θαυμασιωτέρων ἀκροάσασθαι ᾤοντο, οἱ δ’ ἄπειροι αὐτοῦ δεινὸν ἡγούμενοι τοιοῦδε ἀνδρὸς ἀνήκοοι φαίνεσθαι. πρὸς μὲν δὴ τοὺς ἐρωτῶντας, ὅτῳ τρόπῳ διαφύγοι τὸν τύραννον, οὐδὲν ᾤετο δεῖν φορτικὸν φράζειν, ἀλλ’ ἀπολελογῆσθαί τε ἔφασκε καὶ σεσῶσθαι, πολλῶν δ’ ἐξ Ἰταλίας ἡκόντων, οἳ ἐκήρυττον τὰ ἐν τῷ δικαστηρίῳ, διέκειτο μὲν ἡ Ἑλλὰς οὐ πόῤῥω τοῦ προσκυνεῖν αὐτόν, θεῖον ἡγούμενοι ἄνδρα δι’ αὐτὸ μάλιστα τὸ μηδ’ ἐς κόμπον μηδένα ὑπὲρ αὐτῶν καθίστασθαι.

XVI. Νεανίσκου δὲ τῶν ἡκόντων Ἀθήνηθεν μάλα εὔνουν τὴν Ἀθηνᾶν εἶναι τῷ βασιλεῖ φήσαντος, “πέπαυσο” εἶπεν “Ὀλυμπίασιν ὑπὲρ τούτων κροτῶν καὶ διαβάλλων τὴν θεὸν τῷ πατρί. ἐπιδιδόντος δὲ τοῦ νεανίσκου τῇ ἀχθηδόνι καὶ δίκαια πράττειν τὴν θεὸν φήσαντος, ἐπειδὴ καὶ ὁ βασιλεὺς τὴν ἐπώνυμον Ἀθηναίοις ἦρξεν “εἴθε” ἔφη “καὶ ἐν Παναθηναίοις” ἐπιστομίζων αὐτὸν τῇ μὲν προτέρᾳ τῶν ἀποκρίσεων, ὡς κακῶς εἰδότα περὶ τῶν θεῶν, εἰ τυράννοις αὐτοὺς εὔνους ἡγοῖτο, τῇ δὲ ἐφεξῆς, ὡς οὐκ ἀκόλουθα τοῖς ἐφ’ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι ψηφιζομένων Ἀθηναίων, εἰ τοὺς ἄνδρας ἐκείνους τιμᾶν ἐπ’ ἀγορᾶς νομίζοντες ὑπὲρ ὧν ἐν Παναθηναίοις ἔδρασαν, τυράννοις λοιπὸν χαρίζονται τὸ κεχειροτονημένους αὑτῶν ἄρχειν.   XVII. ξυμβουλεύοντος δ’ αὐτῷ τοῦ Δάμιδος ὑπὲρ χρημάτων, ἐπειδὴ τῶν ἐφοδίων σφίσι πάνυ σμικρὰ ἐλείπετο “αὔριον” ἔφη “τούτου ἐπιμελήσομαι.” καὶ παρελθὼν τῇ ὑστεραίᾳ ἐς τὸ ἱερὸν “δός,” εἶπεν, ὦ ἱερεῦ “χιλίας μοι δραχμὰς ἀπὸ τῶν τοῦ Διὸς χρημάτων, εἰ μὴ σφόδρα οἴει χαλεπανεῖν αὐτόν.” καὶ ὁ ἱερεὺς “οὐχ ὑπὲρ τούτων” ἔφη “χαλεπανεῖ, ἀλλὰ μᾶλλον, εἰ μὴ πλείω λήψῃ.”

XVIII. Θετταλοῦ δὲ ἀνδρός, ᾧ ὄνομα Ἰσαγόρας, ξυνόντος αὐτῷ ἐν Ὀλυμπίᾳ “εἰπέ μοι” ἔφη “ὦ Ἰσαγόρα, ἔστι τι πανήγυρις;” “νὴ Δί’,” εἶπε “τό γε ἥδιστον καὶ θεοφιλέστατον τῶν κατ’ ἀνθρώπους.” “τίς δὲ δὴ ὕλη τούτου; ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἠρόμην ὑπὲρ ὕλης τοῦδε τοῦ ἀγάλματος, σὺ δ’ ἀπεκρίνου χρυσοῦ καὶ ἐλέφαντος ξυντεθῆναι αὐτό.” “καὶ τίς” ἔφη “ὕλη, Ἀπολλώνιε, τοῦ γε ἀσωμάτου;” “μεγίστη” εἶπε “καὶ ποικιλωτάτη, τεμένη τε γὰρ ἐν αὐτῇ καὶ ἱερὰ καὶ δρόμοι καὶ σκηνὴ δήπου, ἔθνη τε ἀνθρώπων τὰ μὲν ἐκ τῆς ὁμόρου, τὰ δὲ ἐκ τῶν ὑπερορίων τε καὶ ὑπὲρ θάλατταν.” καὶ μὴν καὶ τεχνῶν πλείστων αὐτὴν ξυγκεῖσθαι καὶ σοφισμάτων σοφίας τε ἀληθινῆς καὶ ποιητῶν καὶ ξυμβουλιῶν καὶ διαλέξεων γυμνῆς τε ἀγωνίας καὶ μουσικῆς, ὡς Πυθοῖ πάτριον. “ἔοικεν,” ἔφη “Ἀπολλώνιε, οὐ μόνον σωματοειδὲς εἶναι ἡ πανήγυρις, ἀλλὰ καὶ θαυμασιωτέρας ὕλης ἢ αἱ πόλεις, τὰ γὰρ τῶν σπουδαίων σπουδαιότατα καὶ τὰ τῶν ἐλλογίμων ἐλλογιμώτατα ξυγκαλεῖ καὶ ξυνοικίζει.” “ἆρ’ οὖν,” εἶπεν “ὦ Ἰσαγόρα, καθάπερ ἔνιοι τείχη καὶ ναῦς ἡγοῦνται, τοὺς ἄνδρας ἡγησόμεθα, ἢ ἑτέρας ἐπ’ αὐτῆς δέῃ δόξης;” “τελεία,” ἔφη “ὦ Τυανεῦ, ἥδε ἡ δόξα καὶ δίκαιον ἕπεσθαι αὐτῇ.” καὶ μὴν ἀτελὴς” εἶπεν “ἐνθυμουμένῳ περὶ αὐτῆς ὃν ἐγὼ τρόπον· δοκοῦσι γάρ μοι καὶ νῆες ἀνδρῶν δεῖσθαι καὶ ἄνδρες νηῶν καὶ μηδ’ ἂν ἐνθυμηθῆναί ποτε ἀνθρώπους τὴν θάλατταν, εἰ μὴ ναῦς ἦν, σώζειν τε ἄνδρας μὲν τείχη, τείχη δὲ ἄνδρας, πανήγυρις δὲ κατὰ τὸν αὐτὸν λόγον εἶναι μὲν καὶ ἡ τῶν ἀνδρῶν ξύνοδος, εἶναι δὲ καὶ αὐτὸ τὸ χωρίον, ἐς ὃ χρὴ ξυνιέναι, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ τείχη μὲν καὶ νῆες οὐδ’ ἂν ἐγένοντο, εἰ μὴ δι’ ἀνθρώπων χεῖρας, τὰ δὲ χωρία ταῦτα ὑπὸ χειρῶν μὲν ἀνθρωπείων ἐφθάρη τὸ αὐτοσχέδια μὴ εἶναι ἀφαιρεθέντα, φύσεως δ’ εὖ ἥκοντα ἐπάξια τοῦ ξυμφοιτᾶν ἐς αὐτὰ ἐνομίσθη, γυμνάσια μὲν γὰρ καὶ στοαὶ καὶ κρῆναι καὶ οἶκοι, τέχνῃ ταῦτα ἀνθρωπείᾳ εἰργάσθη, καθάπερ τὰ τείχη καὶ αἱ νῆες, Ἀλφειὸς δὲ οὗτος καὶ ἱππόδρομος καὶ στάδιον καὶ ἄλση πρὸ ἀνθρώπων δήπου ἐγένετο, ὁ μὲν ἀποχρῶν ποτὸν εἶναι καὶ λουτρόν, ὁ δ’ εὐρὺ πεδίον ἐναγωνίσασθαι τοῖς ἵπποις, τὸ δ’ ἐγκονίσασθαι καὶ διαδραμεῖν ἀθληταῖς διὰ τὸ παρέχεσθαί τινα ὅρον, αὐλῶνα σταδίου μῆκος, τὰ δὲ ἄλση στεφανῶσαι τοὺς νικῶντας καὶ τοὺς δρομικοὺς τῶν ἀθλητῶν γυμνάσαι. ταῦτα γάρ που καὶ Ἡρακλεῖ ἐνθυμηθέντι καὶ τὸ αὐτοφυὲς τῆς Ὀλυμπίας ἀγασθέντι ἐπάξιος ἐφάνη ὁ χῶρος τῶν ἔτι νῦν σπουδαζομένων ἐνταῦθα.”

XIX. Ἡμερῶν δὲ τετταράκοντα διαλεχθεὶς ἐν Ὀλυμπίᾳ καὶ πλεῖστα σπουδάσας “καὶ κατὰ πόλεις μὲν” ἔφη “διαλέξομαι ὑμῖν, ἄνδρες Ἕλληνες, ἐν πανηγύρεσιν ἐν πομπαῖς ἐν μυστηρίοις ἐν θυσίαις ἐν σπονδαῖς – ἀστείου δὲ ἀνδρὸς δέονται – νῦν δὲ ἐς Λεβάδειαν χρὴ καταβῆναί με, ἐπεὶ τῷ Τροφωνίῳ μήπω ξυγγέγονα καίτοι ἐπιφοιτήσας ποτὲ τῷ ἱερῷ.” καὶ εἰπὼν ταῦτα ἐχώρει δὴ ἐπὶ Βοιωτίας οὐδενὸς λειπομένου τῶν θαυμαζόντων αὐτόν. τὸ δ’ ἐν Λεβαδείᾳ στόμιον ἀνάκειται μὲν Τροφωνίῳ τῷ Ἀπόλλωνος ἐσβατὸν μόνον τοῖς ὑπὲρ χρησμῶν φοιτῶσιν, ὁρᾶται δ’ οὐκ ἐν τῷ ἱερῷ, μικρὸν δ’ ἄνω τοῦ ἱεροῦ ἐν γηλόφῳ, ξυγκλείουσι δ’ αὐτὸ σιδήρεοι ὀβελίσκοι κύκλῳ περιβάλλοντες, ἡ δὲ κάθοδος οἵα ἱζήσαντα ἐπισπάσασθαι. λευκῇ δ’ ἐσθῆτι ἐσταλμένοι πέμπονται μελιτούττας ἀπάγοντες ἐν ταῖν χεροῖν μειλίγματα ἑρπετῶν, ἃ τοῖς κατιοῦσιν ἐγχρίπτει. ἀναδίδωσι δ’ ἡ γῆ τοὺς μὲν οὐ πόῤῥω, τοὺς δὲ ποῤῥωτάτω, καὶ γὰρ ὑπὲρ Λοκροὺς ἀναπέμπονται καὶ ὑπὲρ Φωκέας, οἱ δὲ πλεῖστοι περὶ τὰ Βοιωτῶν ὅρια. παρελθὼν οὖν ἐς τὸ ἱερὸν “βούλομαι” ἔφη “καταβῆναι ὑπὲρ φιλοσοφίας.” ἀντιλεγόντων δὲ τῶν ἱερέων καὶ πρὸς μὲν τοὺς πολλοὺς λεγόντων, μὴ ἄν ποτε γόητι ἀνθρώπῳ παρασχεῖν ἔλεγχον τοῦ ἱεροῦ, πρὸς δὲ τὸν ἄνδρα πλαττομένων ἀποφράδας καὶ οὐ καθαρὰς χρῆσαι, τὴν μὲν ἡμέραν ἐκείνην διελέχθη περὶ τὰς πηγὰς τῆς Ἑρκύνης ὑπὲρ αἰτίας τοῦ μαντείου καὶ τρόπου, μόνον γὰρ ἐκεῖνο δι’ αὐτοῦ χρᾷ τοῦ χρωμένου, ἑσπέρα δ’ ὡς ἐγένετο, ἐλθὼν ἐπὶ τὸ στόμιον μετὰ τῶν ξυνακολουθούντων νέων καὶ τέτταρας τῶν ὀβελίσκων ἀνασπάσας, οἳ ξυνέχουσι τὰς τῆς παρόδου κλεῖδας, ἐχώρει ὑποχθόνιος αὐτῷ τρίβωνι, καθάπερ ἐς διάλεξιν ἑαυτὸν στείλας, οὕτω τι τῷ θεῷ φίλα πράττων, ὡς ἐπιστάντα τοῖς ἱερεῦσι τὸν Τροφώνιον ἐς ἐπίπληξίν τε αὐτοῖς καταστῆναι ὑπὲρ τοῦ ἀνδρὸς ἐς Αὐλίδα τε ἕπεσθαι κελεῦσαι πάντας, ὡς ἐκεῖ ἀναδυσομένου θαυμασιώτατα ἀνθρώπων. ἀνέσχε γὰρ δι’ ἡμερῶν ἑπτά, ὅσων μήπω τις τῶν ὑπελθόντων τὸ μαντεῖον, φέρων βιβλίον προσφορώτατον τῇ ἐρωτήσει. ὁ μὲν γὰρ κατῆλθεν εἰπὼν “τίνα, ὦ Τροφώνιε, καὶ σὺ τὴν ἀρτιωτάτην καὶ καθαρωτάτην φιλοσοφίαν ἡγῇ;” τὸ δὲ βιβλίον τὰς Πυθαγόρου εἶχε δόξας, ὡς καὶ τοῦ μαντείου τῇ σοφίᾳ ταύτῃ ξυντιθεμένου.   XX. ἀνάκειται τὸ βιβλίον τοῦτο ἐν Ἀνθίῳ καὶ σπουδάζεται διὰ τὴν αἰτίαν, τὸ δὲ Ἄνθιον Ἰταλῶν τῶν ἐπὶ θαλάττῃ. ταῦτα μὲν δὴ καὶ τῶν Λεβάδειαν οἰκούντων ξυγχωρῶ ἀκροᾶσθαι, περὶ δὲ τοῦ βιβλίου τούτου γνώμη ἀποπεφάνθω μοι, διακομισθῆναι μὲν αὐτὸ βασιλεῖ Ἀδριανῷ ὕστερον, ὅτε δὴ καί τινας τῶν τοῦ Ἀπολλωνίου ἐπιστολῶν, οὐ γὰρ δὴ πάσας γε, καταμεῖναι δὲ ἐς τὰ βασίλεια τὰ ἐν τῷ Ἀνθίῳ, οἷς μάλιστα δὴ τῶν περὶ τὴν Ἰταλίαν βασιλείων ἔχαιρεν.

XXI. Ἀφίκοντο δ’ αὐτῷ κἀξ Ἰωνίας οἱ ὁμιληταὶ πάντες, οὓς ὠνόμαζεν Ἀπολλωνιείους ἡ Ἑλλάς, καὶ ξυμμιχθέντες τοῖς αὐτόθεν νεότης ἐγένοντο θαυμάσαι ἄξιοι τοῦ πλήθους καὶ τῆς ἐς τὸ φιλοσοφεῖν ὁρμῆς. ῥητορικὴ μὲν γὰρ ἀπέκειτο ἀμελουμένη καὶ σμικρὰ προσεῖχον τοῖς τὴν τέχνην ξυγκροτοῦσιν, ὡς μόνης διδασκάλου τῆς γλώττης, ὠθίζοντο δὲ ἐπὶ τὴν ἐκείνου φιλοσοφίαν πάντες. ὁ δ’, ὥσπερ τοὺς Γύγας φασὶ καὶ τοὺς Κροίσους ἀκλείστους παρέχειν τὰς τῶν θησαυρῶν θύρας, ἵν’ ἀπαντλεῖν εἴη τοῖς δεομένοις, οὕτω παρεῖχε τὴν ἑαυτοῦ σοφίαν τοῖς ἐρῶσι, περὶ παντὸς ἐρωτᾶν ξυγχωρῶν.   XXII. διαβαλλόντων δ’ αὐτὸν ἐνίων, ὅτι τὰς τῶν ἡγεμόνων ἐπιδημίας ἐκτρέποιτο καὶ ἀπάγοι τοὺς ἀκροατὰς ἐς τὰς ἡσυχίας μᾶλλον, καί τινος ἀποσκώψαντος μετελαύνειν αὐτὸν τὰ πρόβατα, ἐπειδὰν τοὺς ἀγοραίους προσιόντας μάθῃ, “νὴ Δί’,” εἶπεν “ἵνα μὴ ἐμπίπτωσι τῇ ποίμνῃ οἱ λύκοι.” τί δ’ ἐβούλετο αὐτῷ τοῦτο; τοὺς ἀγοραίους ὁρῶν ἀποβλεπομένους ὑπὸ τῶν πολλῶν καὶ προϊόντας ἐκ πενίας ἐς πλοῦτον ἀπεχθείας τε οὕτως ἀσπαζομένους, ὡς αὐτὸ τὸ ἀπέχθεσθαι πωλεῖν ἀπῆγε τοὺς νέους τοῦ ξυνεῖναί σφισι καὶ τοὺς ξυγγενομένους αὐτοῖς ἐνουθέτει πικρότερον, οἷον ἀποπλύνων βαφῆς ἀτόπου· διεβέβλητο μὲν γὰρ πρὸς αὐτοὺς καὶ τὸν ἄλλον χρόνον, ὑπὸ δὲ τῶν ἐν τῇ Ῥώμῃ δεσμωτηρίων καὶ τῶν δεδεμένων τε καὶ ἀπολλυμένων οὕτω διετέθη πρὸς τὴν τέχνην, ὡς πάντα ταῦτα τῶν συκοφαντούντων καὶ τῶν δεινότητι ἐπηρμένων ἡγεῖσθαι μᾶλλον ἢ τοῦ τυράννου.

XXIII. Περὶ δὲ τὸν χρόνον, ὃν τῇ Ἑλλάδι ἐνεσπούδαζεν, ἐπεῖχε τὸν οὐρανὸν διοσημία τοιαύτη· τὸν τοῦ ἡλίου κύκλον περιελθὼν στέφανος ἐοικὼς ἴριδι τὴν ἀκτῖνα ἠμαύρου. ὅτι μὲν δὴ ἐς νεώτερα ἡ διοσημία ἔφερε, δῆλα ἦν πᾶσιν, ὁ δ’ ἄρχων τῆς Ἑλλάδος καλέσας αὐτὸν ἐξ Ἀθηνῶν ἐς Βοιωτίαν “ἀκούω σε,” εἶπεν “Ἀπολλώνιε, σοφὸν εἶναι τὰ δαιμόνια.” “εἴ γε” ἔφη “ἀκούεις, ὅτι καὶ τὰ ἀνθρώπεια.” “ἀκούω” εἶπε “καὶ ξύμφημι.” “ἐπεὶ τοίνυν” ἔφη “ξυνομολογεῖς, μὴ πολυπραγμόνει θεῶν βουλάς, τουτὶ γὰρ ἡ τῶν ἀνθρώπων σοφία ἐπαινεῖ.” ἐπεὶ δὲ ἐλιπάρει τὸν Ἀπολλώνιον εἰπεῖν, ὅπη διανοεῖται, δεδιέναι γὰρ μὴ ἐς νύκτα μεταστῇ πάντα, “θάῤῥει,” ἔφη “ἔσται γάρ τι ἐκ τῆς νυκτὸς ταύτης φῶς.”

XIV. Μετὰ ταῦθ’ ὁ μέν, ἐπειδὴ τῶν κατὰ τὴν Ἑλλάδα ἱκανῶς εἶχε δυοῖν ἐνδιατρίψας ἐτοῖν, ἔπλει ἐς Ἰωνίαν ξυνεπομένης αὐτῷ τῆς ἑταιρείας, καὶ τὸν μὲν πλείω χρόνον ἐφιλοσόφει περὶ τὴν Σμύρναν τε καὶ τὴν Ἔφεσον, ἐπιὼν καὶ τὰς ἄλλας καὶ ἐν οὐδεμιᾷ τῶν πόλεων ἀηδὴς εἶναι δοκῶν, ἀλλὰ καὶ ποθεῖσθαι ἄξιος καὶ κέρδος μέγα τοῖς δεξιοῖς.

XXV. Ἐώθουν δὲ οἱ θεοὶ Δομετιανὸν ἤδη τῆς τῶν ἀνθρώπων προεδρίας. ἔτυχε μὲν γὰρ Κλήμεντα ἀπεκτονὼς ἄνδρα ὕπατον, ᾧ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐδεδώκει, πρόσταγμα δ’ ἐπεποίητο περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν τοῦ φόνου κἀκείνην ἐς ἀνδρὸς φοιτᾶν· Στέφανος τοίνυν ἀπελεύθερος τῆς γυναικός, ὃν ἐδήλου τὸ τῆς διοσημίας σχῆμα, εἴτε τὸν τεθνεῶτα ἐνθυμηθείς, εἴτε πάντας, ὥρμησε μὲν ἴσα τοῖς ἐλευθερωτάτοις Ἀθηναίοις ἐπὶ τὸν τύραννον, ξίφος δ’ ὑφείρας τῷ τῆς ἀριστερᾶς πήχει καὶ τὴν χεῖρα ἐπιδέσμοις ἀναλαβὼν οἷον κατεαγυῖαν ἀπιόντι τοῦ δικαστηρίου προσελθὼν “δέομαί σου,” ἔφη “βασιλεῦ, μόνου, μεγάλα γάρ, ὑπὲρ ὧν ἀκούσῃ. οὐκ ἀπαξιώσαντος δὲ τοῦ τυράννου τὴν ἀκρόασιν ἀπολαβὼν αὐτὸν ἐς τὸν ἀνδρῶνα, οὗ τὰ βασίλεια, “οὐ τέθνηκεν” εἶπεν “ὁ πολεμιώτατός σοι Κλήμης, ὡς σὺ οἴει, ἀλλ’ ἔστιν οὗ ἐγὼ οἶδα, καὶ ξυντάττει ἑαυτὸν ἐπὶ σέ.” μέγα δ’ αὐτοῦ βοήσαντος περὶ ὧν ἤκουσε, τεταραγμένῳ προσπεσὼν ὁ Στέφανος καὶ τὸ ξίφος τῆς ἐσκευασμένης χειρὸς ἀνασπάσας διῆκε τοῦ μηροῦ πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον. ὁ δ’ ἐῤῥωμένος μὲν καὶ ἄλλως τὸ σῶμα, γεγονὼς δὲ περὶ τὰ πέντε καὶ τετταράκοντα ἔτη ξυνεπλάκη τρωθείς, καὶ καταβαλὼν τὸν Στέφανον ἐπέκειτο τοὺς ὀφθαλμοὺς ὀρύττων καὶ τὰς παρειὰς ξυντρίβων πυθμένι χρυσῆς κύλικος αὐτοῦ κειμένης περὶ τὰ ἱερά, ἐκάλει δὲ καὶ τὴν Ἀθηνᾶν ἀρωγόν. συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος ἐσῆλθον ἀθρόοι καὶ τὸν τύραννον ἀπέκτειναν λιποθυμοῦντα ἤδη.   XXVI. ταῦτ’ ἐπράττετο μὲν κατὰ τὴν Ῥώμην, ἑωρᾶτο δ’ Ἀπολλωνίῳ κατὰ τὴν Ἔφεσον. διαλεγόμενος γὰρ περὶ τὰ τῶν ξυστῶν ἄλση κατὰ μεσημβρίαν, ὅτε δὴ καὶ τὰ ἐν τοῖς βασιλείοις ἐγίγνετο, πρῶτον μὲν ὑφῆκε τῆς φωνῆς, οἷον δείσας, εἶτ’ ἐλλιπέστερον ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἡρμήνευσεν ἴσα τοῖς μεταξὺ λόγων διορῶσί τι ἕτερον, εἶτα ἐσιώπησεν, ὥσπερ οἱ τῶν λόγων ἐκπεσόντες, βλέψας τε δεινὸν ἐς τὴν γῆν καὶ προβὰς τρία ἢ τέτταρα τῶν βημάτων “παῖε τὸν τύραννον, παῖε” ἐβόα, οὐχ ὥσπερ ἐκ κατόπτρου τινὸς εἴδωλον ἀληθείας ἕλκων, ἀλλ’ αὐτὰ ὁρῶν καὶ ξυλλαμβάνειν δοκῶν τὰ δρώμενα. ἐκπεπληγμένης δὲ τῆς Ἐφέσου, παρῆν γὰρ διαλεγομένῳ πᾶσα, ἐπισχὼν ὅσον οἱ διορῶντες, ἔστ’ ἂν γένηταί τι τῶν ἀμφιβόλων τέλος “θαῤῥεῖτε,” εἶπεν “ὦ ἄνδρες, ὁ γὰρ τύραννος ἀπέσφακται τήμερον. τί λέγω τήμερον; ἄρτι, νὴ τὴν Ἀθηνᾶν, ἄρτι, περὶ τὸν καιρὸν τῶν ῥημάτων, οἷς ἐπεσιώπησα.” μανίαν δὲ ταῦθ’ ἡγουμένων τῶν κατὰ τὴν Ἔφεσον καὶ βουλομένων μὲν ἀληθεύειν αὐτὸν, δεδιότων δὲ τὸν τῆς ἀκροάσεως κίνδυνον “οὐ θαυμάζω” ἔφη “τῶν μήπω προσδεχομένων τὸν λόγον, ὃν μηδ’ ἡ Ῥώμη γιγνώσκει πᾶσα· ἀλλ’ ἰδοὺ γιγνώσκει, διαφοιτᾷ γάρ, καὶ πιστεύουσι μὲν ἤδη μύριοι, πηδῶσι δ’ ὑφ’ ἡδονῆς δὶς τόσοι καὶ διπλάσιοι τούτων καὶ τετραπλάσιοι καὶ πάντες οἱ ἐκείνῃ δῆμοι. ἀφίξεται τουτὶ τὸ ῥῆμα καὶ δεῦρο, καὶ τὸ μὲν θύειν ὑμᾶς ἐπ’ αὐτοῖς ἀναβεβλήσθω ἐς καιρόν, ὃν ἀπαγγελθήσεται ταῦτα, ἐγὼ δὲ εἶμι προσευξόμενος τοῖς θεοῖς ὑπὲρ ὧν εἶδον.”   XXVII. ἔτ’ ἀπιστουμένων τούτων ἦλθον οἱ τῶν εὐαγγελίων δρόμοι μάρτυρες τῆς σοφίας τοῦ ἀνδρός, καὶ γὰρ ἡ τοῦ τυράννου σφαγὴ καὶ ἡ τοῦτο ἐνεγκοῦσα ἡμέρα καὶ ἡ μεσημβρία καὶ οἱ κτείνοντες, πρὸς οὓς ἡ παρακέλευσις, οὕτως εἶχεν, ὡς οἱ θεοὶ τούτων ἕκαστα διαλεγομένῳ τῷ ἀνδρὶ ἀνέφαινον.

Τριάκοντα δ’ ἡμέραις μετὰ ταῦτα ἐπιστείλαντος αὐτῷ τοῦ Νερούα τὴν μὲν ἀρχὴν ἤδη τῶν Ῥωμαίων ἔχειν θεῶν τε βουλαῖς κἀκείνου, κατασχεῖν δ’ ἂν αὐτὴν ῥᾷον, εἰ ξύμβουλος αὐτῷ ἔλθοι, τὸ μὲν αὐτίκα ἐκεῖνο γράφει πρὸς αὐτὸν αἴνιγμα· “ξυνεσόμεθα, ὦ βασιλεῦ, χρόνον ἀλλήλοις πλεῖστον, ὃν μήτε ἡμεῖς ἑτέρου, μήτ’ ἄλλος ἡμῶν ἄρξει” συνιεὶς ἴσως ἑαυτοῦ τε, ὡς μετ’ οὐ πολὺ μεταστησομένου ἀνθρώπων, Νερούα τε, ὡς χρόνον βραχὺν ἄρξοντος, ἐς ἐνιαυτὸν γὰρ καὶ μῆνας τέτταρας τὰ τῆς βασιλείας αὐτῷ προὔβη σωφρονεστάτῳ δόξαντι·   XXVIII. ἵνα δὲ μὴ ἀμελῶν φαίνοιτο φίλου τε ἀγαθοῦ καὶ ἄρχοντος, ξυνέθηκε μετὰ ταῦτα πρὸς αὐτὸν ἐπιστολὴν ξύμβουλον τῶν ἀρχικῶν καὶ καλέσας τὸν Δάμιν “σοῦ” ἔφη “δεῖται ταῦτα, τὰ γὰρ ἀπόῤῥητα τῆς ἐπιστολῆς γέγραπται μὲν πρὸς τὸν βασιλέα, ἔστι δ’ οἷα ἢ ὑπ’ ἐμοῦ λέγεσθαι ἢ διὰ σοῦ.” καὶ ὀψὲ ὁ Δάμις ξυνεῖναί φησι τῆς τέχνης, τὴν μὲν γὰρ ἐπιστολὴν ἄριστά τε αὐτῷ καὶ ὑπὲρ μεγάλων ξυγγεγράφθαι, πεμφθῆναι δ’ ἂν καὶ δι’ ἑτέρου. τίς οὖν ἡ τέχνη τοῦ ἀνδρός; πάντα τὸν χρόνον, ὃν ἐβίω, λέγεται θαμὰ ἐπιφθέγγεσθαι “λάθε βιώσας, εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσας”· ἀπάγων οὖν ἑαυτοῦ τὸν Δάμιν, ἵνα μὴ ὑπὸ μάρτυσι καταλύοι, τὴν ἐπιστολὴν ἐσκήψατο καὶ τὸ ἀναφοιτῆσαι αὐτὸν ἐς τὴν Ῥώμην. αὐτὸς μὲν δὴ παθεῖν τι ἀπιὼν αὐτοῦ φησιν οὐδὲ εἰδὼς τὰ μέλλοντα, τὸν δ’ εὖ εἰδότα μηδὲν μέν οἱ εἰπεῖν, ὥσπερ εἰώθασιν οἱ μηκέτ’ ἀλλήλους ὀψόμενοι, τοσοῦτον αὐτῷ περιεῖναι τοῦ πεπεῖσθαι, ὅτι ἀεὶ ἔσται, παρεγγυῆσαι δὲ ὧδε· “ὦ Δάμι, κἂν ἐπὶ σεαυτοῦ φιλοσοφῇς, ἐμὲ ὅρα.”

XXIX. Τὰ μὲν δὴ ἐς Ἀπολλώνιον τὸν Τυανέα Δάμιδι τῷ Ἀσσυρίῳ ἀναγεγραμμένα ἐς τόνδε τὸν λόγον τελευτᾷ, περὶ γὰρ τρόπου, καθ’ ὃν ἐτελεύτα, εἴγε ἐτελεύτα, πλείους μὲν λόγοι, Δάμιδι δὲ οὐδεὶς εἴρηται, ἐμοὶ δὲ οὐδὲ τοῦτο χρὴ παραλελεῖφθαι, δεῖ γάρ που τὸν λόγον ἔχειν τὸ ἑαυτοῦ πέρας. οὐδ’ ὑπὲρ ἡλικίας τοῦ ἀνδρὸς εἴρηται οὐδὲν τῷ Δάμιδι, ἀλλὰ τοῖς μὲν ὀγδοήκοντα, τοῖς δ’ ὑπὲρ τὰ ἐνενήκοντα, τοῖς δὲ καὶ πρόσω τῶν ἑκατὸν ἐλθεῖν ἀκέραιος ὢν πᾶν τὸ σῶμα καὶ ἄρτιος, νεότητος δὲ ἡδίων. ἔστι γάρ τις ὥρα καὶ περὶ ῥυτίσιν, ἣ μάλιστα περὶ ἐκεῖνον ἤνθησεν, ὡς εἰκόνες τε δηλοῦσι τἀνδρὸς ἐν τῷ Τύανάδε ἱερῷ καὶ λόγοι μᾶλλον ὑμνοῦντες τὸ Ἀπολλωνίου γῆρας ἢ τὴν Ἀλκιβιάδου ποτὲ νεότητα.   XXX. τελευτῆσαι δ’ αὐτὸν οἱ μὲν ἐν Ἐφέσῳ θεραπευόμενον ὑπὸ δυοῖν δμωαῖν, τεθνάναι γὰρ ἤδη οἱ ἀπελεύθεροι, περὶ ὧν κατ’ ἀρχὰς εἶπον, ἐλευθερώσαντα δὲ τὴν ἑτέραν αἰτίαν πρὸς τῆς ἑτέρας ἔχειν, ἐπεὶ μὴ τῶν αὐτῶν ἠξίωτο, τὸν δ’ Ἀπολλώνιον “καὶ δουλεῦσαι” φάναι “προσήκει σὲ αὐτῇ, τουτὶ γάρ σοι ἀγαθοῦ ἄρξει.” τελευτήσαντος οὖν ἡ μὲν δουλεύειν ἐκείνῃ, ἡ δ’ ἐκ μικρᾶς αἰτίας ἀποδόσθαι αὐτὴν καπήλῳ, παρ’ οὗ πρίασθαί τις οὐδ’ εὐπρεπῆ οὖσαν, ἀλλ’ ἐρῶν οὗτος καὶ χρηματιστὴς ἱκανὸς ὢν γυναῖκά τε ἀνειπεῖν καὶ παῖδας ἐξ αὐτῆς ἐγγράψαι. οἱ δ’ ἐν Λίνδῳ τελευτῆσαι αὐτὸν παρελθόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς καὶ ἔσω ἀφανισθέντα, οἱ δ’ ἐν Κρήτῃ φασὶ θαυμασιώτερον ἢ οἱ ἐν Λίνδῳ· διατρίβειν μὲν γὰρ ἐν τῇ Κρήτῃ τὸν Ἀπολλώνιον μᾶλλον ἢ πρὸ τούτου θαυμαζόμενον, ἀφικέσθαι δ’ ἐς τὸ ἱερὸν τῆς Δικτύννης ἀωρί, φυλακὴ δὲ τῷ ἱερῷ κυνῶν ἐπιτέτακται φρουροὶ τοῦ ἐν αὐτῷ πλούτου, καὶ ἀξιοῦσιν αὐτοὺς οἱ Κρῆτες μήτε τῶν ἄρκτων μήτε τῶν ὧδε ἀγρίων λείπεσθαι, οἱ δ’ οὔθ’ ὑλακτεῖν ἥκοντα σαίνειν τε αὐτὸν προσιόντες, ὡς μηδὲ τοὺς ἄγαν ἐθάδας. οἱ μὲν δὴ τοῦ ἱεροῦ προϊστάμενοι ξυλλαβόντες αὐτὸν ὡς γόητα καὶ λῃστὴν δῆσαι μείλιγμα τοῖς κυσὶ προβεβλῆσθαί τι ὑπ’ αὐτοῦ φάσκοντες, ὁ δ’ ἀμφὶ μέσας νύκτας ἑαυτὸν λῦσαι, καλέσας δὲ τοὺς δήσαντας, ὡς μὴ λάθοι, δραμεῖν ἐπὶ τὰς τοῦ ἱεροῦ θύρας, αἱ δ’ ἀνεπετάσθησαν, παρελθόντος δὲ ἔσω τὰς μὲν θύρας ξυνελθεῖν, ὥσπερ ἐκέκλειντο, βοὴν δὲ ᾀδουσῶν παρθένων ἐκπεσεῖν. τὸ δὲ ᾆσμα ἦν· “στεῖχε γᾶς, στεῖχε ἐς οὐρανόν, στεῖχε.” οἷον· ἴθι ἐκ τῆς γῆς ἄνω.

XXXI. Περὶ ψυχῆς δέ, ὡς ἀθάνατος εἴη, ἐφιλοσόφει ἔτι, διδάσκων μέν, ὅτι ἀληθὴς ὁ ὑπὲρ αὐτῆς λόγος, πολυπραγμονεῖν δὲ μὴ ξυγχωρῶν τὰ ὧδε μεγάλα· ἀφίκετο μὲν γὰρ ἐς τὰ Τύανα μειράκιον θρασὺ περὶ τὰς ἔριδας καὶ μὴ ξυντιθέμενον ἀληθεῖ λόγῳ, τοῦ δὲ Ἀπολλωνίου ἐξ ἀνθρώπων μὲν ἤδη ὄντος, θαυμαζομένου δ’ ἐπὶ τῇ μεταβολῇ καὶ μηδ’ ἀντιλέξαι θαῤῥοῦντος μηδενός, ὡς οὐκ ἀθάνατος εἴη, λόγοι μὲν οἱ πλείους ὑπὲρ ψυχῆς ἐγίγνοντο, καὶ γὰρ νεότης τις ἦν αὐτόθι σοφίας ἐρῶντες, τὸ δὲ μειράκιον οὐδαμῶς τῇ τῆς ψυχῆς ἀθανασίᾳ ξυντιθέμενον “ἐγώ,” ἔφη “ὦ παρόντες, τουτονὶ μῆνα δέκατον Ἀπολλωνίῳ διατελῶ εὐχόμενος ἀναφῆναί μοι τὸν ὑπὲρ ψυχῆς λόγον, ὁ δ’ οὕτω τέθνηκεν, ὡς μηδ’ ἐφίστασθαι δεομένῳ, μηδ’, ὡς ἀθάνατος εἴη, πείθειν.” τοιαῦτα μὲν τὸ μειράκιον τότε, πέμπτῃ δὲ ἀπ’ ἐκείνης ἡμέρᾳ περὶ τῶν αὐτῶν σπουδάσαν κατέδαρθε μὲν οὗ διελέγετο, τῶν δὲ ξυσπουδαζόντων νέων οἱ μὲν πρὸς βιβλίοις ἦσαν, οἱ δ’ ἐσπούδαζον γεωμετρικοὺς ἐπιχαράττοντες τύπους τῇ γῇ, τὸ δ’, ὥσπερ ἐμμανές, ἀναπηδῆσαν ὠμόυπνον ἱδρῶτί τε πολλῷ ἐῤῥεῖτο καὶ ἐβόα “πείθομαί σοι.” ἐρομένων δ’ αὐτὸ τῶν παρόντων, ὅ τι πέπονθεν, “οὐχ ὁρᾶτε” ἔφη “ὑμεῖς Ἀπολλώνιον τὸν σοφόν, ὡς παρατυγχάνει τε ἡμῖν ἐπακροώμενος τοῦ λόγου καὶ περὶ ψυχῆς ῥαψῳδεῖ θαυμάσια;” “ποῦ δ’ οὗτος;” ἔφασαν “ὡς ἡμῖν γε οὐδαμοῦ φαίνεται καίτοι βουλομένοις ἂν τοῦτο μᾶλλον ἢ τὰ πάντων ἀνθρώπων ἀγαθὰ ἔχειν.” καὶ τὸ μειράκιον “ἔοικεν ἐμοὶ μόνῳ διαλεξόμενος ἥκειν ὑπὲρ ὧν μὴ ἐπίστευον· ἀκούετ’ οὖν, οἷα τῷ λόγῳ ἐπιθειάζει·

                    ἀθάνατος ψυχὴ κοὐ χρῆμα σόν, ἀλλὰ προνοίας,

                    ἣ μετὰ σῶμα μαρανθέν, ἅτ’ ἐκ δεσμῶν θοὸς ἵππος,

                    ῥηιδίως προθοροῦσα κεράννυται ἠέρι κούφῳ

                    δεινὴν καὶ πολύτλητον ἀποστέρξασα λατρείην·

                    σοι δὲ τί τῶνδ’ ὄφελος, ὅ ποτ’ οὐκέτ’ ἐὼν τότε δόξεις;

                    ἢ τί μετὰ ζῳοῖσιν ἐὼν περὶ τῶνδε ματεύεις;

καὶ σαφὴς οὗτος Ἀπολλωνίου τρίπους ἕστηκεν ὑπὲρ τῶν τῆς ψυχῆς ἀποῤῥήτων, ἵν’ εὔθυμοί τε καὶ τὴν αὑτῶν φύσιν εἰδότες, οἷ τάττουσι Μοῖραι, πορευοίμεθα. τάφῳ μὲν οὖν ἢ ψευδοταφίῳ τοῦ ἀνδρὸς οὐδαμοῦ προστυχὼν οἶδα καίτοι τῆς γῆς, ὁπόση ἐστίν, ἐπελθὼν πλείστην, λόγοις δὲ πανταχοῦ δαιμονίοις, καὶ ἱερὰ Τύανάδε βασιλείοις ἐκπεποιημένα τέλεσιν· οὐδὲ γὰρ βασιλεῖς ἀπηξίουν αὐτὸν ὧν αὐτοὶ ἠξιοῦντο.