Предрейсовый медицинский осмотр Для таксопарков и просто водителей. Доступ к программе печати и учёта 24/7. Полный комплекс услуг для выпуска автомобилей на линию.

Салонный фильтр купить салонный фильтр.

лифт пассажирский цена | купить семена томатов в нижнем новгороде | курсы фотографа в нижнем новгороде для начинающих

Φλαυίου Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

Liber IV

Τάδε ἔνεστιν ἐν τῇ τετάρτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

α. Ἑβραίων δίχα τῆς Μωυσέος γνώμης μάχη πρὸς Χαναναίους καὶ ἧττα.

β. στάσις Κορέου καὶ τοῦ πλήθους πρὸς Μωυσῆν καὶ τὸν ἀδελφὸν αὐτοῦ περὶ τῆς ἱερωσύνης.

γ. τὰ συμβάντα τοῖς Ἑβραίοις ἐν τῇ ἐρήμῳ ἔτεσιν ὀκτὼ καὶ τριάκοντα.

δ. ὡς Σηχῶνα καὶ Ὤγην τοὺς Ἀμορραίων βασιλεῖς νικήσας Μωυσῆς καὶ τὴν στρατιὰν ἅπασαν αὐτῶν διαφθείρας κατεκλήρωσεν αὐτῶν τὴν χώραν δυσὶ φυλαῖς καὶ ἡμισείᾳ τῶν Ἑβραίων.

ε. Μωυσέος πολιτεία καὶ πῶς ἐξ ἀνθρώπων ἠφανίσθη.

περιέχει ἡ βίβλος αὕτη χρόνον ἐτῶν τριάκοντα καὶ ὀκτώ.

 

I

(1)[1] Ἑβραίους δ' ὁ κατὰ τὴν ἐρημίαν βίος ἀηδὴς καὶ χαλεπὸς ὢν ἐπόνει καὶ κωλύοντος τοῦ θεοῦ τῶν Χαναναίων πεῖραν λαμβάνειν: οὐ γὰρ ἠξίουν τοῖς Μωυσέος πειθαρχοῦντες λόγοις ἠρεμεῖν, ἀλλὰ καὶ δίχα τῆς παρ' ἐκείνου προθυμίας κρατήσειν αὐτοὶ τῶν πολεμίων νομίζοντες κατηγόρουν μὲν αὐτοῦ καὶ πραγματεύεσθαι μένειν αὐτοὺς ἀπόρους ὑπενόουν, ἵν' ἀεὶ τῆς ἐξ αὐτοῦ βοηθείας δέωνται, [2] πολεμεῖν δὲ τοῖς Χαναναίοις ὡρμήκεσαν λέγοντες τὸν θεὸν οὐχὶ Μωυσεῖ χαριζόμενον ἐπικουρεῖν αὐτοῖς, ἀλλὰ καὶ κοινῇ κηδόμενον αὐτῶν τοῦ ἔθνους διὰ τοὺς προγόνους ὧν ἐπετρόπευσε καὶ διὰ τὴν αὐτῶν ἀρετὴν πρότερόν τε παρασχεῖν τὴν ἐλευθερίαν καὶ νῦν βουλομένοις πονεῖν ἀεὶ παρέσεσθαι σύμμαχον: [3] εἶναί τε καὶ κατ' αὐτοὺς ἱκανοὶ κρατεῖν τῶν ἐθνῶν ἔφασκον, κἂν ἀπαλλοτριοῦν αὐτῶν Μωυσῆς ἐθελήσῃ τὸν θεόν: ὅλως τε συμφέρειν αὐτοῖς τὸ αὐτοκράτορσιν εἶναι, καὶ μὴ χαίροντας ἐπὶ τῷ τῆς παρ' Αἰγυπτίων ἐξελθεῖν ὕβρεως Μωυσῆν τύραννον ἀνέχεσθαι καὶ ζῆν πρὸς τὴν τούτου βούλησιν ἐξαπατωμένους, [4] ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλ' αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντ' αὐτὸν εἰδέναι τὰ μέλλοντα παρ' αὐτοῦ μανθάνοντα: [5] δόξειν τε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπ' ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν. [6] τὴν ἀπορίαν οὖν λογιζόμενοι καὶ τὴν ἐρημίαν, ὑφ' ἧς ἔτι ταύτην αὐτοῖς χείρω συνέβαινεν εἶναι δοκεῖν, ἐπὶ τὴν πρὸς τοὺς Χαναναίους μάχην ἦσαν ὡρμημένοι, τὸν θεὸν προστησάμενοι στρατηγὸν ἀλλ' οὐχὶ τὴν παρὰ τοῦ νομοθέτου συνεργίαν περιμένοντες.

(2)[7] Ὡς οὖν ταῦτ' ἄμεινον αὐτοῖς ἕξειν ἔκριναν καὶ τοῖς πολεμίοις ἐπῆλθον, οἱ μὲν οὐ καταπλαγέντες αὐτῶν τὴν ἔφοδον οὐδὲ τὴν πληθὺν γενναίως αὐτοὺς ἐδέξαντο, τῶν δὲ Ἑβραίων ἀποθνήσκουσί τε πολλοὶ καὶ τὸ λοιπὸν στράτευμα τῆς φάλαγγος αὐτῶν διαλυθείσης ἀκόσμως διωκόμενον εἰς τὴν παρεμβολὴν συνέφυγε, [8] καὶ τῷ παρ' ἐλπίδας ἀτυχῆσαι παντάπασιν ἀθυμοῦν οὐδὲν ἔτι χρηστὸν προσεδόκα λογιζόμενον, ὅτι καὶ ταῦτα κατὰ μῆνιν θεοῦ πάθοιεν προεξορμήσαντες ἐπὶ τὸν πόλεμον τῆς ἐκείνου βουλήσεως.

(3)[9] Μωυσῆς δὲ τοὺς μὲν οἰκείους ὁρῶν ὑπὸ τῆς ἥττης καταπεπληγότας, φοβούμενος δὲ μὴ θαρσήσαντες ἐπὶ τῇ νίκῃ οἱ πολέμιοι καὶ μειζόνων ὀρεχθέντες ἐπ' αὐτοὺς ἔλθοιεν, ἔγνω δεῖν τὴν στρατιὰν ἀπαγαγεῖν πορρωτέρω τῶν Χαναναίων εἰς τὴν ἔρημον. [10] καὶ τοῦ πλήθους ἐπιτρέψαντος ἑαυτὸ πάλιν ἐκείνῳ, συνῆκε γὰρ δίχα τῆς αὐτοῦ προνοίας οὐ δυνησόμενον ἐρρῶσθαι τοῖς πράγμασιν, ἀναστήσας τὸ στράτευμα προῆλθεν εἰς τὴν ἔρημον, ἐνταῦθα νομίζων ἡσυχάσειν αὐτοὺς καὶ μὴ πρότερον τοῖς Χαναναίοις εἰς χεῖρας ἥξειν πρὶν ἢ παρὰ τοῦ θεοῦ τὸν εἰς τοῦτο καιρὸν λάβωσιν.

 

II

(1)[11] Ὅπερ δὲ τοῖς μεγάλοις συμβαίνει στρατοπέδοις καὶ μάλιστα παρὰ τὰς κακοπραγίας δυσάρκτοις εἶναι καὶ δυσπειθέσι, τοῦτο καὶ τοῖς Ἰουδαίοις συνέπεσεν: ἑξήκοντα γὰρ ὄντες μυριάδες καὶ διὰ τὸ πλῆθος ἴσως ἂν μηδ' ἐν ἀγαθοῖς ὑποταγέντες τοῖς κρείττοσι, τότε μᾶλλον ὑπὸ τῆς ἀπορίας καὶ συμφορᾶς ἐξηγανάκτουν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὸν ἡγεμόνα. [12] στάσις οὖν αὐτοὺς οἵαν ἴσμεν οὔτε παρ' Ἕλλησιν οὔτε παρὰ βαρβάροις γενομένην κατέλαβεν, ὑφ' ἧς ἅπαντας ἀπολέσθαι κινδυνεύσαντας ἔσωσε Μωυσῆς οὐ μνησικακῶν, ὅτι παρ' ὀλίγον ἦλθε καταλευσθεὶς ὑπ' αὐτῶν ἀποθανεῖν. [13] οὐδ' ὁ θεὸς δὲ ἠμέλησε τοῦ μηδὲν αὐτοὺς παθεῖν τῶν δεινῶν, ἀλλὰ καίπερ εἰς τὸν νομοθέτην αὐτῶν ἐξυβρισάντων καὶ τὰς ἐντολάς, ἃς αὐτὸς διὰ Μωυσέος αὐτοῖς ἐπέστειλεν, ἐρρύσατο τῶν ἐκ τοῦ στασιάζειν αὐτοῖς ἂν γενομένων δεινῶν, εἰ μὴ προενόησε. τήν τε οὖν στάσιν καὶ ὅσα μετ' αὐτὴν Μωυσῆς ἐπολιτεύσατο διηγήσομαι προδιελθὼν τὴν αἰτίαν ἀφ' ἧς ἐγένετο.

(2)[14] Κορῆς τις Ἑβραίων ἐν τοῖς μάλιστα καὶ γένει καὶ πλούτῳ διαφόρων ἱκανὸς δ' εἰπεῖν καὶ δήμοις ὁμιλεῖν πιθανώτατος, ὁρῶν ἐν ὑπερβαλλούσῃ τιμῇ τὸν Μωυσῆν καθεστῶτα χαλεπῶς εἶχεν ὑπὸ φθόνου, καὶ γὰρ φυλέτης ὢν ἐτύγχανεν αὐτοῦ καὶ συγγενής, ἀχθόμενος ὅτι ταύτης τῆς δόξης δικαιότερον ἂν τῷ πλουτεῖν ἐκείνου μᾶλλον μὴ χείρων ὢν κατὰ γένος αὐτὸς ἀπέλαυε. [15] παρά τε τοῖς Λευίταις, φυλέται δ' ἦσαν, καὶ μάλιστα παρὰ τοῖς συγγενέσι κατεβόα δεινὸν εἶναι λέγων Μωυσῆν δόξαν αὑτῷ θηρώμενον κατασκευάσαι καὶ κακουργοῦντα κτήσασθαι ταύτην ἐπὶ προφάσει τοῦ θεοῦ περιορᾶν, παρὰ τοὺς νόμους μὲν τἀδελφῷ τὴν ἱερωσύνην Ἀαρῶνι δόντα, μὴ τῷ κοινῷ δόγματι τοῦ πλήθους ἀλλ' αὐτοῦ ψηφισαμένου, [16] τυράννων δὲ τρόπῳ καταχαριζομένου τὰς τιμὰς οἷς ἂν ἐθελήσῃ χαλεπώτερον ἤδη τυγχάνειν τοῦ βιάζεσθαι τό τε λεληθότως ἐξυβρίζειν, ὅτι μὴ μόνον ἄκοντας μηδὲ συνιέντας τῆς ἐπιβουλῆς τὴν ἰσχὺν ἀφαιρεῖται: [17] ὅστις γὰρ αὐτῷ σύνοιδεν ὄντι λαβεῖν ἀξίῳ πείθει τυγχάνειν αὐτὸν καὶ τότε βιάσασθαι μὴ θρασυνόμενος, οἷς δὲ ἄπορον ἐκ τοῦ δικαίου τιμᾶσθαι, βίαν μὲν ἀγαθοὶ βουλόμενοι δοκεῖν οὐ προσφέρουσι, τέχνῃ δ' εἶναι κακουργοῦσι δυνατοί. [18] συμφέρειν δὲ τῷ πλήθει τοὺς τοιούτους ἔτι λανθάνειν οἰομένους κολάζειν καὶ μὴ παρελθεῖν εἰς δύναμιν ἐάσαντας φανεροὺς ἔχειν πολεμίους. τίνα γὰρ καὶ λόγον ἀποδοῦναι δυνάμενος Μωυσῆς Ἀαρῶνι καὶ τοῖς υἱέσιν αὐτοῦ τὴν ἱερωσύνην παρέδωκεν; [19] εἰ μὲν γὰρ ἐκ τῆς Λευίτιδος φυλῆς τὴν τιμὴν ὁ θεός τινι παρασχεῖν ἔκρινεν, ἐγὼ ταύτης δικαιότερος τυγχάνειν γένει μὲν ὁ αὐτὸς ὢν Μωυσεῖ, πλούτῳ δὲ καὶ ἡλικίᾳ διαφέρων: εἰ δὲ τῇ πρεσβυτάτῃ τῶν φυλῶν, εἰκότως ἂν ἡ Ῥουβήλου τὴν τιμὴν ἔχοι λαμβανόντων αὐτὴν Δαθάμου καὶ Ἀβιράμου καὶ Φαλαοῦς: πρεσβύτατοι γὰρ οὗτοι τῶν ταύτην τὴν φυλὴν νεμομένων καὶ δυνατοὶ χρημάτων περιουσίᾳ.

(3)[20] Ἐβούλετο μὲν οὖν ταῦτα λέγων ὁ Κορῆς τοῦ κοινοῦ προνοεῖσθαι δοκεῖν, ἔργῳ δὲ εἰς ἑαυτὸν ἐπραγματεύετο τὴν παρὰ τοῦ πλήθους τιμὴν μεταστῆσαι. καὶ ὁ μὲν ταῦτα κακοήθως μετ' εὐπρεπείας πρὸς τοὺς φυλέτας ἔλεγε. [21] προιόντος δ' εἰς τοὺς πλείονας κατ' ὀλίγον τοῦ λόγου καὶ τῶν ἀκροωμένων προστιθεμένων ταῖς κατὰ Ἀαρῶνος διαβολαῖς ἀναπίμπλαται τούτων ἅπας ὁ στρατός. ἦσαν δὲ οἱ συντεταγμένοι τῷ Κορῇ πεντήκοντα καὶ διακόσιοι τῶν πρώτων ἄνδρες σπεύδοντες ἀφελέσθαι τὴν ἱερωσύνην τὸν Μωυσέος ἀδελφὸν καὶ τοῦτον αὐτὸν ἀτιμοῦν. [22] ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος καὶ βάλλειν τὸν Μωυσῆν ὡρμήκεσαν, εἴς τε ἐκκλησίαν ἀκόσμως μετὰ θορύβου καὶ ταραχῆς συνελέγοντο, καὶ πρὸ τῆς σκηνῆς τοῦ θεοῦ στάντες ἐβόων ἥκειν τὸν τύραννον καὶ τῆς ἀπ' αὐτοῦ δουλείας ἀπηλλάχθαι τὸ πλῆθος, τῇ τοῦ θεοῦ προφάσει βίαια προστάγματα κελεύοντος: [23] τὸν γὰρ θεόν, εἴπερ αὐτὸς ἦν ὁ τὸν ἱερωσόμενον ἐκλεγόμενος, τὸν ἄξιον ἂν εἰς τὴν τιμὴν παράγειν, οὐχὶ τοῖς πολλῶν ὑποδεεστέροις ταύτην φέροντα προσνεῖμαι, κρίνοντά τε παρασχεῖν Ἀαρῶνι ταύτην ἐπὶ τῷ πλήθει ποιήσασθαι τὴν δόσιν, ἀλλ' οὐκ ἐπὶ τἀδελφῷ καταλιπεῖν.

(4)[24] Μωυσῆς δὲ τὴν Κορέου διαβολὴν ἐκ πολλοῦ προειδὼς καὶ τὸν λαὸν παροξυνόμενον ἰδὼν οὐκ ἔδεισεν, ἀλλὰ θαρρῶν οἷς περὶ τῶν πραγμάτων καλῶς ἐβουλεύετο καὶ τὸν ἀδελφὸν εἰδὼς κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς ἱερωσύνης τυχεῖν, ἀλλ' οὐ κατὰ τὴν αὐτοῦ χάριν, ἧκεν εἰς τὴν ἐκκλησίαν. [25] καὶ πρὸς μὲν τὸ πλῆθος οὐδένα ἐποιήσατο λόγον, πρὸς δὲ τὸν Κορῆ βοῶν ἐφ' ὅσον ἐδύνατο, δεξιὸς ὢν καὶ κατὰ τἆλλα καὶ πλήθεσιν ὁμιλεῖν εὐφυής, “ἐμοί, φησίν, ὦ Κορῆ, καὶ σὺ καὶ τούτων ἕκαστος,” ἀπεδήλου δὲ τοὺς πεντήκοντα καὶ διακοσίους ἄνδρας, “τιμῆς ἄξιοι δοκεῖτε, καὶ τὸν ὅμιλον δὲ πάντα τῆς ὁμοίας οὐκ ἀποστερῶ τιμῆς, κἂν ὑστερῶσιν ὧν ὑμῖν ἐκ πλούτου καὶ τῆς ἄλλης ἀξιώσεως ὑπάρχει. [26] καὶ νῦν Ἀαρῶνι τὴν ἱερωσύνην οὐκ ἐπειδὴ πλούτῳ προεῖχε, σὺ γὰρ καὶ ἀμφοτέρους ἡμᾶς μεγέθει χρημάτων ὑπερβάλλεις, οὐ μὴν οὐδ' εὐγενείᾳ, κοινὸν γὰρ ἡμῖν τοῦτο ἐποίησεν ὁ θεὸς τὸν αὐτὸν δοὺς προπάτορα, οὐδὲ διὰ φιλαδελφίαν ὃ δικαίως ἂν ἕτερος εἶχε τοῦτο φέρων ἔδωκα τἀδελφῷ: [27] καὶ γὰρ εἰ μὴ φροντίζων τοῦ θεοῦ καὶ τῶν νόμων τὴν τιμὴν ἐχαριζόμην, οὐκ ἂν ἐμαυτῷ παρεὶς δοῦναι παρέσχον ἑτέρῳ συγγενέστερος ὢν ἐμαυτῷ τἀδελφοῦ, καὶ πρὸς ἐμαυτὸν οἰκειότερον ἢ πρὸς ἐκεῖνον διακείμενος: καὶ γὰρ οὐδὲ συνετὸν ἦν τοῖς κινδύνοις ἐμαυτὸν ὑποτιθέντα τοῖς ἐκ τοῦ παρανομεῖν ἄλλῳ τὴν διὰ τούτου εὐδαιμονίαν χαρίζεσθαι. [28] ἀλλ' ἐγώ τε κρείττων ἢ κακουργεῖν ὅ τε θεὸς οὐκ ἂν περιεῖδεν ἑαυτὸν καταφρονούμενον οὐδ' ὑμᾶς ἀγνοοῦντας ὅτι καὶ ποιοῦντες αὐτῷ χαρίζεσθε, ἀλλ' αὐτὸς ἐπιλεξάμενος τὸν ἱερωσόμενον αὐτῷ τῆς κατὰ τοῦτ' αἰτίας ἡμᾶς ἠλευθέρωσεν. [29] οὐ μὴν ἐξ ἐμῆς χάριτος λαβεῖν ἀλλὰ μὴ κατὰ κρίσιν θεοῦ, κατατίθησιν αὐτὴν εἰς μέσον ἐπιδικάσιμον τοῖς βουλομένοις, οὐκ ἐκ τοῦ προκριθεὶς ἤδη τυχεῖν αὐτῆς ἀξιῶν ἐπιτραπῆναι καὶ τοῦτο νῦν αὐτῷ [συγχωρηθῆναι] περὶ αὐτῆς σπουδάσαι, [30] προτιμῶν τοῦ τὸ γέρας ἔχειν τὸ μὴ στασιάζοντας ὑμᾶς ὁρᾶν καί τοι κατὰ τὴν ὑμετέραν γνώμην αὐτοῦ τυγχάνων: ὃ γὰρ ἔδωκεν ὁ θεὸς οὐχ ἡμάρτομεν τοῦτο καὶ μὴ βουλομένων ὑμῶν λαμβάνοντες. [31] ἦν δὲ καὶ τὸ μὴ προσέσθαι παρέχοντος ἐκείνου τὴν τιμὴν ἀσεβές, καὶ πάλιν ἀξιοῦντ' ἔχειν εἰς ἅπαντα χρόνον μὴ τὴν ἀσφάλειαν τὴν ἐπ' αὐτῇ βεβαιοῦντος ἡμῖν τοῦ θεοῦ παντάπασιν ἀλόγιστον. κρινεῖ τοίνυν πάλιν αὐτός, τίνας βούλεται τὰς ὑπὲρ ἡμῶν αὐτῷ θυσίας ἐπιτελεῖν καὶ προεστάναι τῆς εὐσεβείας: [32] ἄτοπον γὰρ Κορῆν ἐφιέμενον τῆς τιμῆς τὴν ἐξουσίαν τοῦ τίνι παράσχῃ ταύτην ἀφελέσθαι τὸν θεόν. τῆς οὖν στάσεως καὶ τῆς διὰ τοῦτο ταραχῆς παύσασθε, πρωὶ δὲ ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε κομίζων ἕκαστος θυμιατήριον οἴκοθεν σὺν θυμιάμασι καὶ πῦρ πάριτε. [33] καὶ σὺ δέ, Κορῆ, παραχώρησον τὴν κρίσιν τῷ θεῷ καὶ τὴν ἐπὶ τούτοις αὐτοῦ μένε ψηφοφορίαν, ἀλλὰ μὴ σαυτὸν ποίει τοῦ θεοῦ κρείττονα, παραγίνου δὲ κριθησόμενος οὕτως περὶ τοῦ γέρως. ἀνεμέσητον δ' οἶμαι καὶ Ἀαρῶνα προσδέξασθαι συγκριθησόμενον, γένους μὲν ὄντα τοῦ αὐτοῦ μηδὲν δὲ μεμφθῆναι τοῖς παρὰ τὴν ἱερωσύνην πεπραγμένοις δυνάμενον. [34] θυμιάσετε οὖν συνελθόντες ἐν φανερῷ παντὶ τῷ λαῷ, καὶ θυμιωμένων ὑμῶν οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρίνῃ ὁ θεός, οὗτος ὑμῖν ἱερεὺς κεχειροτονήσεται, τῆς ἐπὶ τἀδελφῷ διαβολῆς ὡς κεχαρισμένου τὴν τιμὴν αὐτῷ ῥυόμενος.”

 

III

(1)[35] Ταῦτα Μωυσέος εἰπόντος παύεται καὶ τῆς ταραχῆς τὸ πλῆθος καὶ τῆς εἰς Μωυσῆν ὑποψίας, ἐπένευσαν δὲ τοῖς εἰρημένοις: καὶ γὰρ ἦν καὶ ἐδόκει χρηστὰ τῷ λαῷ. τότε μὲν οὖν διαλύουσι τὸν σύλλογον, τῇ δ' ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν παρατευξόμενοι τῇ θυσίᾳ καὶ τῇ δι' αὐτῆς κρίσει τῶν περὶ τῆς ἱερωσύνης ἀγωνιζομένων. [36] συνέβαινε δ' εἶναι θορυβώδη τὴν ἐκκλησίαν μετεώρου τοῦ πλήθους ὄντος ἐπ' ἐλπίδι τῶν ἐσομένων, καὶ τῶν μὲν εἰς ἡδονὴν λαμβανόντων, εἰ Μωυσῆς ἐλεγχθείη κακουργῶν, τῶν δὲ φρονίμων, εἰ πραγμάτων ἀπαλλαγείησαν καὶ ταραχῆς: ἐδεδίεσαν γάρ, μὴ τῆς στάσεως προιούσης ἀφανισθῇ μᾶλλον αὐτοῖς ὁ κόσμος τῆς καταστάσεως. [37] ὁ δὲ πᾶς ὅμιλος φύσει χαίρων τῷ καταβοᾶν τῶν ἐν τέλει καὶ πρὸς ὅ τις εἴποι πρὸς τοῦτο τὴν γνώμην τρέπων ἐθορύβει. πέμψας δὲ καὶ Μωυσῆς πρὸς Ἀβίραμον καὶ Δαθάμην ὑπηρέτας ἐκέλευσεν ἥκειν κατὰ τὰ συγκείμενα καὶ περιμένειν τὴν ἱερουργίαν. [38] ὡς δ' οὔτε ὑπακούσεσθαι τοῖς ἀγγέλοις ἔφασαν καὶ Μωυσῆν οὐ περιόψεσθαι κατὰ τοῦ λαοῦ παντὸς ἐκ κακουργίας αὐξανόμενον, ἀκούσας τὰ παρ' αὐτῶν ὁ Μωυσῆς ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους ἀξιώσας ἀπῄει πρὸς τοὺς περὶ Δαθάμην, οὐχ ἡγούμενος εἶναι δεινὸν βαδίζειν πρὸς τοὺς ὑπερηφανήσαντας: οἱ δ' οὐδὲν ἀντειπόντες ἠκολούθουν. [39] οἱ δὲ περὶ Δαθάμην πυθόμενοι τὸν Μωυσῆν μετὰ τῶν ἀξιολόγων τῆς πληθύος πρὸς αὐτοὺς παραγινόμενον προελθόντες γυναιξὶν ἅμα καὶ τέκνοις πρὸ τῶν σκηνῶν ἀπέβλεπον, τί καὶ μέλλοι ποιεῖν ὁ Μωυσῆς: ἔτι τε θεράποντες ἦσαν περὶ αὐτούς, ὡς εἰ βίαν τινὰ προσφέροι Μωυσῆς ἀμυνούμενοι.

(2)[40] Ὁ δὲ πλησίον γενόμενος τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν γεγωνότερον ἐκβοήσας, ὡς ἀκουστὸν πάσῃ τῇ πληθύι γενέσθαι, “δέσποτα, φησί, τῶν ἐπ' οὐρανοῦ τε καὶ γῆς καὶ θαλάσσης: σὺ γὰρ ἐμοὶ τῶν ὑπ' ἐμοῦ πεπραγμένων μάρτυς ἀξιολογώτατος, ὡς γνώμῃ τε σῇ γίνεται πάντα καὶ δρωμένοις μηχανὴν ἐξεπόρισας οἶκτον ἐν πᾶσι δεινοῖς Ἑβραίων ποιησάμενος, ἐλθέ μοι τούτων ἀκροατὴς τῶν λόγων: [41] σὲ γὰρ οὔτε πραττόμενον οὔτε νοηθὲν λανθάνει, ὥστ' οὐδὲ φθονήσεις μοι τῆς ἀληθείας τὴν τούτων ἀχαριστίαν ἐπίπροσθεν θέμενος. τὰ μὲν οὖν πρεσβύτερα τῆς ἐμῆς γενέσεως αὐτὸς οἶσθ' ἀκριβέστερον οὐκ ἀκοῇ μαθὼν ὄψει δὲ τότ' αὐτοῖς παρὼν γινομένοις, ἃ δὲ ἐπὶ τούτοις καίπερ ἐπιστάμενοι σαφῶς ἀδίκως ὑπονοοῦσι τούτων μοι γενοῦ μάρτυς. [42] ἐγὼ βίον ἀπράγμονα καταστησάμενος ἀνδραγαθίᾳ μὲν ἐμῇ σῇ δὲ βουλῇ, καὶ τοῦτον Ῥαγουήλου μοι τοῦ πενθεροῦ καταλιπόντος ἀφεὶς τὴν ἐκείνων ἀπόλαυσιν τῶν ἀγαθῶν ἐμαυτὸν ἐπέδωκα ταῖς ὑπὲρ τούτων ταλαιπωρίαις. καὶ πρότερον μὲν ὑπὲρ τῆς ἐλευθερίας αὐτῶν, νῦν δ' ὑπὲρ τῆς σωτηρίας μεγάλους ὑπέστην πόνους καὶ παντὶ δεινῷ τοὐμὸν ἀντιτάξας πρόθυμον. [43] νῦν οὖν ἐπεὶ κακουργεῖν ὑποπτεύομαι παρ' ἀνδράσιν, οἷς ἐκ τῶν ἐμῶν καμάτων ὑπῆρχε τὸ περιεῖναι, εἰκότως ἂν αὐτός, ὁ τὸ πῦρ ἐκεῖνό μοι φήνας κατὰ τὸ Σιναῖον καὶ τῆς σαυτοῦ φωνῆς ἀκροατὴν τότε καταστήσας καὶ θεατὴν τεράτων ὅσα μοι παρέσχεν ἰδεῖν ἐκεῖνος ὁ τόπος ποιήσας, ὁ κελεύσας ἐπ' Αἰγύπτου σταλῆναι καὶ τὴν σὴν γνώμην τούτοις ἐμφανίσαι, [44] ὁ τὴν Αἰγυπτίων εὐδαιμονίαν σείσας καὶ τῆς ὑπ' αὐτοὺς δουλείας δρασμὸν ἡμῖν παρασχὼν καὶ μικροτέραν ἐμοῦ τὴν Φαραώθου ποιήσας ἡγεμονίαν, ὁ γῆν ἡμῖν ἀμαθῶς ἔχουσι τῶν ὁδῶν ποιήσας τὸ πέλαγος καὶ τὴν ἀνακεκομμένην θάλασσαν τοῖς Αἰγυπτίων ἐπικυμήνας ὀλέθροις, ὁ γυμνοῖς οὖσι τὴν ἐξ ὅπλων ἀσφάλειαν χαρισάμενος, [45] ὁ ποτίμους ἡμῖν διεφθαρμένας πηγὰς ῥεῦσαι παρασκευάσας καὶ τελέως ἀποροῦσιν ἐκ πετρῶν ἐλθεῖν ἡμῖν ποτὸν μηχανησάμενος, ὁ τῶν γῆθεν ἀπορουμένους εἰς τροφὴν διασώσας τοῖς ἀπὸ θαλάσσης, ὁ καὶ ἀπ' οὐρανοῦ τροφὴν καταπέμψας οὐ πρότερον ἱστορηθεῖσαν, ὁ νόμων ἡμῖν ἐπίνοιαν ὑποθέμενος καὶ διάταξιν πολιτείας: [46] ἐλθέ, δέσποτα τῶν ὅλων, δικαστής μου καὶ μάρτυς ἀδωροδόκητος, ὡς οὔτε δωρεὰν ἐγὼ παρ' Ἑβραίων τινὸς κατὰ τοῦ δικαίου προσηκάμην οὔτε πλούτῳ κατέκρινα πενίαν νικᾶν δυναμένην οὔτε ἐπὶ βλάβῃ τοῦ κοινοῦ πολιτευσάμενος εἰς ἀλλοτριωτάτας τῶν ἐμῶν ἐπιτηδευμάτων ἐπινοίας πάρειμι, ὡς οὐχὶ σοῦ κελεύσαντος Ἀαρῶνι δοὺς τὴν ἱερωσύνην ἀλλὰ κατ' ἐμὴν χάριν. [47] παράστησον δὲ καὶ νῦν, ὅτι πάντα σῇ προνοίᾳ διοικεῖται καὶ μηδὲν αὐτομάτως ἀλλὰ κατὰ βούλησιν βραβευόμενον τὴν σὴν εἰς τέλος ἔρχεται, ὅτι δὲ φροντίζεις τῶν Ἑβραίους ὀνησόντων, μετελθὼν Ἀβίραμον καὶ Δαθάμην, οἵ σου καταδικάζουσιν ἀναισθησίαν ὡς ὑπ' ἐμῆς τέχνης νικωμένου. [48] ποιήσεις δὲ φανερὰν τὴν ἐπ' αὐτοῖς δίκην οὕτως μεμηνότων κατὰ τῆς σῆς δόξης, μὴ κοινῶς ἐκ τοῦ ζῆν αὐτοὺς μεταστήσας μηδ' ὡς ἀποθανόντας κατ' ἀνθρώπινον ἐξεληλυθότας τοῦ βίου φανέντας νόμον, ἀλλὰ χάνοι περὶ αὐτοὺς ἅμα τῇ γενεᾷ καὶ τοῖς ὑπάρχουσιν ἣν πατοῦσι γῆν: [49] τοῦτο γὰρ σῆς ἐπίδειξις ἂν ἰσχύος ἅπασι γένοιτο καὶ διδασκαλία σωφροσύνης δὲ εἰς τοὺς ταῦτα πείσεσθαι περὶ σοῦ δοξάζοντας οὐχ ὅσια: εὑρεθείην γὰρ ἂν οὕτως ἀγαθὸς ὑπηρέτης ὧν σὺ προστάσσεις. [50] εἰ δ' ἀληθεῖς πεποίηνται τὰς κατ' ἐμοῦ διαβολάς, τοὺς μὲν ἀπαθεῖς ἀπὸ παντὸς φυλάξεις κακοῦ, ὃν δ' ἐπηρασάμην ὄλεθρον αὐτοῖς τοῦτον ποιήσεις ἐμόν, καὶ δίκην εἰσπραξάμενος παρὰ τοῦ τὸν σὸν ἀδικῆσαι θελήσαντος λαὸν τοῦ λοιποῦ βραβεύων ὁμόνοιαν καὶ εἰρήνην σῶζε τὴν πληθὺν ἑπομένην τοῖς σοῖς προστάγμασιν, ἀπαθῆ τηρῶν αὐτὴν καὶ ἀκοινώνητον τῆς τῶν ἡμαρτηκότων κολάσεως: σὺ γὰρ αὐτὸς οἶσθα, ὡς οὐ δίκαιον ὑπὲρ τῆς ἐκείνων κακίας κοινῇ πάντας Ἰσραηλίτας τιμωρίαν ἐκτίνειν.”

(3)[51] Ταῦτ' εἰπόντος καὶ δακρύοντος σείεται μὲν αἰφνίδιον ἡ γῆ, σάλου δ' ἐπ' αὐτῆς κινηθέντος ὥσπερ ἐξ ἀνέμου βίας σαλευομένου κύματος πᾶς μὲν ἔδεισεν ὁ λαός, πατάγου δὲ καὶ σκληροῦ ῥαγέντος ἤχου κατὰ τὰς ἐκείνων σκηνὰς συνίζησεν ἡ γῆ καὶ πάνθ' ὅσα φίλα τούτοις ἦν ὑπήνεγκεν εἰς αὑτήν. [52] ἠφανισμένων δ' οὕτως, ὡς μηδὲ φανῆναί τινας γνῶναι, συνῄει τε πάλιν τῆς γῆς τὸ περὶ ἐκείνοις κεχηνὸς καὶ καθίστατο, ὡς μηδ' εἰ πάθοι τι τῶν προειρημένων φανερὸν εἶναι τοῖς ὁρῶσι. καὶ οἱ μὲν οὕτως ἀπώλοντο ἐπίδειξις τοῦ θεοῦ τῆς ἰσχύος γενόμενοι: [53] ὀδύραιτο δ' ἄν τις οὐ μόνον τῆς συμφορᾶς αὐτοὺς καὶ καθ' ἑαυτὴν οὔσης ἀξίας οἴκτου, ἀλλ' ὅτι καὶ τοιαῦτα παθόντων ἐφήσθησαν οἱ συγγενεῖς: τῶν γὰρ συντεταγμένων ἐκλαθόμενοι πρὸς τὴν ὄψιν τοῦ συμβεβηκότος ἐβεβαίουν τὴν κρίσιν, καὶ νομίζοντες ὡς ἀλιτηρίους ἀπολωλέναι τοὺς περὶ Δαθάμην οὐδ' ἐλυποῦντο.

(4)[54] Μωυσῆς δ' ἐκάλει τοὺς περὶ τῆς ἱερωσύνης ἁμιλλωμένους διὰ τὴν τῶν ἱερέων δοκιμασίαν, ἵν' οὗ προσδέξηται τὴν θυσίαν ὁ θεὸς ἥδιον εἴη κεχειροτονημένος. συνελθόντων δὲ πεντήκοντα καὶ διακοσίων ἀνδρῶν, οἳ καὶ διὰ πατέρων ἀρετὴν ἐτιμῶντο παρὰ τῷ λαῷ καὶ διὰ τὴν αὐτῶν, ᾗ κἀκείνους ὑπερεβάλλοντο, προῆλθον καὶ Ἀαρὼν καὶ Κορῆς, καὶ πρὸ τῆς σκηνῆς πάντες καθήγνισαν ἐπὶ τοῖς θυμιατηρίοις ὁπόσα κομίζοντες ἔτυχον. [55] ἐξέλαμψε δὲ πῦρ τοσοῦτον ὅσον οὔτε χειροποίητον ἱστόρησέ τις οὔτε γῆθεν ἀναδοθὲν κατὰ ὑποδρομὴν καύματος οὔτε κατὰ βίαν πνευμάτων ὕλης πρὸς αὐτὸ παρατριβείσης αὐτομάτως ἐξεκρούσθη, ἀλλ' ὁποῖον θεοῦ κελεύσαντος ἁφθείη λαμπρὸν καὶ φλογωδέστατον: [56] ὑφ' οὗ πάντες, οἵ τε διακόσιοι καὶ πεντήκοντα καὶ Κορῆς, ᾄξαντος ἐπ' αὐτοὺς ἐφθάρησαν, ὡς καὶ τὰ σώματα αὐτῶν ἀφανῆ γεγονέναι. περισώζεται δὲ μόνος Ἀαρὼν μηδὲν ὑπὸ τοῦ πυρὸς βλαβεὶς τῷ τὸν θεὸν [εἶναι] τὸν οὓς ἔδει καίειν ἀπεσταλκότα. [57] Μωυσῆς δὲ τούτων ἀπολομένων βουλόμενος τὴν τιμωρίαν αὐτῶν μνήμῃ παραδοθῆναι καὶ τοὺς αὖθις ἐσομένους αὐτὴν μαθεῖν, ἐκέλευσεν Ἐλεάζαρον τὸν Ἀαρῶνος υἱὸν τὰ θυμιατήρια αὐτῶν παρὰ τὸν χάλκεον καταθέσθαι βωμόν, [58] ὡς ἂν ὑπόμνησις εἴη τοῖς αὖθις ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι. καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν, ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ, μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς.

 

IV

(1)[59] Τὴν μέντοι στάσιν οὐδ' οὕτως συνέβη παύσασθαι, πολλῷ δὲ μᾶλλον αὔξειν καὶ φύεσθαι: χαλεπωτέραν ἐλάμβανε τῆς ἐπὶ τὸ χεῖρον προκοπῆς αἰτίαν, ὑφ' ἧς οὐδέποτε λήξειν τὸ δεινὸν ἦν εἰκὸς ἀλλ' εἰς χρόνον παραμενεῖν. [60] οἱ γὰρ ἄνθρωποι πεπιστευκότες ἤδη μηδὲν γίνεσθαι δίχα τῆς τοῦ θεοῦ προνοίας οὐκ ἐβούλοντο ταῦτα χωρὶς τῆς εἰς Μωυσῆν χάριτος τοῦ θεοῦ πεπρᾶχθαι, κατηγόρουν δ' αὐτοῦ τὴν ὀργὴν τοῦ θεοῦ γίνεσθαι τοσαύτην οὐχ οὕτω διὰ τὴν τῶν κολασθέντων ἀδικίαν, ὡς Μωυσέος πραγματευσαμένου: [61] καὶ τοὺς μὲν διεφθάρθαι μηδὲν ἐξαμαρτόντας ἢ ὅτι περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδάκεσαν, τὸν δὲ τοιούτων [ἀνδρῶν] ὀλέθρῳ καὶ πάντων ἀρίστων ἐζημιωκότα τὸν λαὸν πρὸς τῷ μηδεμίαν ὑποσχεῖν δίκην ἔτι καὶ τὴν ἱερωσύνην ἀναμφίλεκτον τἀδελφῷ παρασχεῖν: [62] οὐδένα γὰρ ἔτι αὐτῆς ἄλλον ἀντιποιήσεσθαι καὶ τοὺς πρώτους ὁρῶντα κακῶς ἀπολωλότας. ἔτι γε μὴν καὶ παρὰ τῶν οἰκείων τοῖς διεφθαρμένοις δέησις ἐγένετο πολλὴ τοῦ πλήθους μειῶσαί τι τῆς Μωυσέος μεγαλαυχίας: ἀσφαλὲς γὰρ αὐτοῖς τοῦτ' εἶναι.

(2)[63] Μωυσῆς δέ, καὶ γὰρ ἐκ πολλοῦ συνιστάμενον ἠκροᾶτο τὸν θόρυβον, δείσας μή τι νεωτερίσωσι πάλιν καὶ γένηταί τι μέγα καὶ χαλεπὸν συνήγαγε τὸ πλῆθος εἰς ἐκκλησίαν, [καὶ] περὶ μὲν ὧν ἠκροᾶτο εἰς ἀπολογίαν οὐ καθιστάμενος, ἵνα μὴ παροξύνῃ τὸ πλῆθος, αὐτὸ δὲ μόνον τοῖς φυλάρχοις προειπὼν κομίζειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα: [64] λήψεσθαι γὰρ ἐκεῖνον τὴν ἱερωσύνην, οὗπερ ἂν ὁ θεὸς ἐπισημήνῃ τῇ βακτηρίᾳ. δόξαν οὖν κομίζουσιν οἵ τε ἄλλοι καὶ Ἀαρὼν ἐπιγράψας Λευῖτιν ἐν τῇ βακτηρίᾳ, καὶ ταύτας Μωυσῆς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατατίθησι. τῇ δὲ ἐπιούσῃ προεκόμισε τὰς βακτηρίας: γνώριμοι δ' ἦσαν κατασημηναμένων αὐτὰς τῶν τε ἀνδρῶν οἵπερ ἐκόμιζον καὶ τοῦ πλήθους. [65] καὶ τὰς μὲν ἄλλας ἐφ' οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον, ἐκ δὲ τῆς Ἀαρῶνος βλαστούς τε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον, ἀμύγδαλα δ' ἦν, ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης. [66] ἐκπλαγέντες δ' ἐπὶ τῷ παραλόγῳ τῆς θέας, εἰ καί τισι διὰ μίσους ἦν ὁ Μωυσῆς καὶ Ἀαρών, ἀφέντες τοῦτο θαυμάζειν ἤρξαντο τὴν τοῦ θεοῦ περὶ αὐτῶν κρίσιν καὶ τὸ λοιπὸν ἐπευφημοῦντες τοῖς δεδογμένοις τῷ θεῷ συνεχώρουν Ἀαρῶνι καλῶς ἔχειν τὴν ἀρχιερωσύνην. καὶ ὁ μὲν τρὶς αὐτὸν τοῦ θεοῦ χειροτονήσαντος βεβαίως εἶχε τὴν τιμήν, ἡ δὲ τῶν Ἑβραίων στάσις πολὺν ἀκμάσασα χρόνον τοῦτον ἐπαύθη τὸν τρόπον.

(3)[67] Μωυσῆς δ' ἐπεὶ πολέμου καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλὴ θεραπεύουσα τὸν θεόν, ἵνα μὴ δι' ἀπορίαν μηδὲ ζήτησιν τῶν εἰς τὸν βίον ἀναγκαίων ἀμελοῖεν τοῦ ἱεροῦ, κατὰ βούλησιν τοῦ θεοῦ τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ἐκέλευε κατανεῖμαι τοῖς Λευίταις ὀκτὼ καὶ τεσσαράκοντα πόλεις ἀγαθὰς καὶ καλὰς τῆς τε πρὸ αὐτῶν γῆς περιγράψαντας εἰς δισχιλίους πήχεις ἀπὸ τῶν τειχῶν αὐτοῖς ἀνεῖναι. [68] πρὸς τούτοις δὲ καὶ τὸν λαὸν ἐξέταξε τῶν ἐπετείων καρπῶν δεκάτην αὐτοῖς τε τοῖς Λευίταις καὶ ἱερεῦσι τελεῖν. καὶ ἃ μὲν ἡ φυλὴ παρὰ τοῦ πλήθους λαμβάνει ταῦτ' ἐστίν: ἀναγκαῖον δ' ἡγησάμην ἃ τοῖς ἱερεῦσιν ἰδίᾳ παρὰ πάντων γίνεται δηλῶσαι.

(4)[69] Τῶν μὲν τεσσαράκοντα καὶ ὀκτὼ πόλεων τρισκαίδεκα παραχωρῆσαι τοὺς Λευίτας αὐτοῖς προσέταξε καὶ τῆς δεκάτης, ἧς παρὰ τοῦ λαοῦ κατ' ἔτος λαμβάνουσι, δεκάτην αὐτοῖς ἀπομερίζειν. [70] ἔτι δὲ ἀπαρχὰς τὸν λαὸν δίκαιον τῷ θεῷ πάντων τῶν ἐκ τῆς γῆς φυομένων καρπῶν ἐπιφέρειν, καὶ τῶν τετραπόδων δὲ τῶν εἰς τὰς θυσίας νενομισμένων τὸ γεννηθὲν πρῶτον, ἂν ἄρσεν ᾖ, καταθῦσαι παρασχεῖν τοῖς ἱερεῦσιν, ὥστε αὐτοὺς πανοικὶ σιτεῖσθαι ἐν τῇ ἱερᾷ πόλει. [71] τῶν δ' οὐ νενομισμένων ἐσθίειν παρ' αὐτοῖς κατὰ τοὺς πατρίους νόμους τοὺς δεσπότας σίκλον καὶ ἥμισυ αὐτοῖς ἀναφέρειν, ἀνθρώπου δὲ πρωτοτόκου πέντε σίκλους, εἶναι δὲ ἀπαρχὰς αὐτοῖς καὶ τῆς τῶν προβάτων κουρᾶς, τούς τε πέττοντας τὸν σῖτον καὶ ἀρτοποιουμένους τῶν πεμμάτων αὐτοῖς τινα χορηγεῖν. [72] ὅσοι δ' ἂν αὑτοὺς καθιερῶσιν εὐχὴν πεποιημένοι, ναζιραῖοι δὲ οὗτοι καλοῦνται, κομῶντες καὶ οἶνον οὐ προσφερόμενοι, τούτους δὲ ὅταν τὰς τρίχας ἀφιερῶσιν ἐπὶ θυσίᾳ τε δρῶσι τὰς κουρὰς νέμεσθαι πρὸς τοὺς ἱερέας. [73] καὶ οἱ κορβᾶν αὑτοὺς ὀνομάσαντες τῷ θεῷ, δῶρον δὲ τοῦτο σημαίνει κατὰ Ἑλλήνων γλῶτταν, βουλομένους ἀφίεσθαι τῆς λειτουργίας τοῖς ἱερεῦσι καταβάλλειν ἀργύριον, γυναῖκα μὲν τριάκοντα σίκλους ἄνδρα δὲ πεντήκοντα. ὅσοι δὲ ἂν ἐνδεέστερα τῶν ὡρισμένων ἔχωσι χρήματα τοῖς ἱερεῦσιν ἐξεῖναι περὶ τούτων ὡς βούλονται δοκιμάσαι. [74] εἶναι δὲ καὶ τοῖς κατ' οἶκον θύουσιν εὐωχίας ἕνεκα τῆς αὑτῶν ἀλλὰ μὴ θρησκείας ἀνάγκην κομίζειν τοῖς ἱερεῦσιν ἔνυστρόν τε καὶ χελύνιον καὶ τὸν δεξιὸν βραχίονα τοῦ θύματος. καὶ τοῖς μὲν ἱερεῦσι Μωυσῆς τοσαύτην, πάρεξ ὧν ὑπὲρ ἁμαρτημάτων θύων ὁ λαὸς δίδωσιν αὐτοῖς, ὡς ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν, εὐπορίαν ἐπενόησε. [75] πάντων δὲ τῶν τοῖς ἱερεῦσι τελουμένων κοινωνεῖν διέταξε καὶ τοὺς οἰκέτας καὶ θυγατέρας καὶ γυναῖκας ἔξω τῶν ὑπὲρ ἁμαρτημάτων ἐπιφερομένων θυσιῶν: ταύτας γὰρ ἐν τῷ ἱερῷ μόνοι δαπανῶσιν οἱ ἄρρενες τῶν ἱερέων αὐθημερόν.

(5)[76] Ὡς δὲ ταῦτα μετὰ τὴν στάσιν Μωυσῆς διέταξεν, ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἐπὶ τοὺς τῆς Ἰδουμαίας ὅρους ἦλθε καὶ πρέσβεις πρὸς τὸν βασιλέα τῶν Ἰδουμαίων πέμψας ἠξίου δίοδον αὐτῷ παρασχεῖν, πίστεις ἃς αὐτὸς ἐθέλοι λαβεῖν ὑπὲρ τοῦ μηδὲν ἀδικηθήσεσθαι δώσειν ὁμολογῶν, ἀγοράν τε τῷ στρατῷ χορηγῆσαι καὶ τιμὴν τοῦ ὕδατος αὐτοὺς κελεῦσαι καταβαλεῖν. [77] ὁ δ' οἷς ἐπρεσβεύσατο Μωυσῆς οὐκ ἀρεσκόμενος οὐδὲ συγχωρῶν τὴν δίοδον ἔνοπλον τὴν στρατιὰν ἀγαγὼν προαπήντα τῷ Μωυσεῖ, κωλύσων αὐτοὺς εἰ τολμήσαιεν βίᾳ περαιοῦσθαι. καὶ Μωυσῆς, ἄρχειν γὰρ μάχης οὐ συνεβούλευσεν ὁ θεὸς χρωμένῳ, τὴν δύναμιν ὑπανῆγε διὰ τῆς ἐρήμου ἐκπεριιών.

(6)[78] Τότε δὴ καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμην τελευτὴ τοῦ βίου καταλαμβάνει τεσσαρακοστὸν ἔτος πεπληρωκυῖαν ἀφ' οὗ τὴν Αἴγυπτον κατέλιπε μηνὸς δὲ Ξανθικοῦ νουμηνίᾳ κατὰ σελήνην. θάπτουσι δ' αὐτὴν δημοσίᾳ πολυτελῶς ὑπέρ τινος ὄρους, ὃ καλοῦσι Σίν, καὶ πενθήσαντα ἐπὶ τριάκοντα ἡμέρας τὸν λαὸν ἐκάθηρε Μωυσῆς τούτῳ τῷ τρόπῳ: [79] μόσχον θήλειαν, ἀρότρου μὲν καὶ γεωργίας ἄπειρον ὁλόκληρον δέ, ξανθὴν πᾶσαν, μικρὸν ἄπωθεν τοῦ στρατοπέδου προαγαγὼν εἰς χωρίον καθαρώτατον ὁ ἀρχιερεὺς ἔθυέ τε καὶ τοῦ αἵματος ἑπτάκις ἔρρανε τῷ δακτύλῳ ἀντικρὺ τῆς σκηνῆς τοῦ θεοῦ. [80] ἔπειτα καιομένης ὡς εἶχεν ὅλης τῆς δαμάλιδος σὺν τῇ δορᾷ καὶ τοῖς ἐντὸς ξύλον κέδρινον εἰς μέσον ἐμβάλλουσι τὸ πῦρ καὶ ὕσσωπον καὶ φοινικτὸν ἔριον: συναγαγὼν δ' αὐτῆς ἅπασαν τὴν τέφραν ἁγνὸς ἀνὴρ κατατίθησιν εἰς χωρίον καθαρώτατον. [81] τοὺς οὖν ἀπὸ νεκροῦ μεμιασμένους τῆς τέφρας ὀλίγον εἰς πηγὴν ἐνιέντες καὶ ὕσσωπον βαπτίσαντές τε καὶ τῆς τέφρας ταύτης εἰς πηγὴν ἔρραινον τρίτῃ τε καὶ ἑβδόμῃ τῶν ἡμερῶν καὶ καθαροὶ τὸ λοιπὸν ἦσαν. τοῦτο δὲ καὶ κατελθοῦσιν εἰς τὰς κληρουχίας προσέταξε ποιεῖν.

(7)[82] Μετὰ δὲ τὴν ἐπὶ τῷ πένθει τῆς ἀδελφῆς τοῦ στρατηγοῦ κάθαρσιν τοιαύτην γενομένην ἀπῆγε τὴν δύναμιν διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας ἐλθὼν εἰς χωρίον, ὃ μητρόπολιν αὑτῶν Ἄραβες νενομίκασι, πρότερον μὲν Ἄρκην λεγομένην Πέτραν δὲ νῦν ὀνομαζομένην. [83] ἐνταῦθα ὑψηλοῦ περιέχοντος ὄρους αὐτὸ ἀναβὰς Ἀαρὼν ἐπ' αὐτὸ Μωυσέος αὐτῷ δεδηλωκότος, ὅτι μέλλοι τελευτᾶν, παντὸς τοῦ στρατεύματος ὁρῶντος, κάταντες γὰρ ἦν τὸ χωρίον, ἀποδύεται τὴν ἀρχιερατικὴν στολὴν καὶ παραδοὺς αὐτὴν Ἐλεαζάρῳ τῷ παιδί, πρὸς ὃν διὰ τὴν ἡλικίαν ἡ ἀρχιερωσύνη παραγίνεται, θνήσκει τοῦ πλήθους εἰς αὐτὸν ἀφορῶντος, [84] τῷ μὲν αὐτῷ τελευτήσας ἔτει, ᾧ καὶ τὴν ἀδελφὴν ἀπέβαλε, βιοὺς δὲ ἔτη τὰ πάντα τρία πρὸς τοῖς εἴκοσι καὶ ἑκατόν. ἀποθνήσκει δὲ κατὰ σελήνην νουμηνίᾳ μηνὸς ὄντος τοῦ παρὰ μὲν Ἀθηναίοις Ἑκατομβαιῶνος καλουμένου Λώου δὲ παρὰ Μακεδόσι Σαβὰ δὲ παρὰ Ἑβραίοις.

 

V

(1)[85] Πένθος δὲ ἐπ' αὐτῷ τοῦ λαοῦ τριακονθήμερον ἄγοντος, ἐπεὶ τοῦτ' ἐλώφησεν, ἀναλαβὼν ἐκεῖθεν Μωυσῆς τὸν στρατὸν παρῆν ἐπὶ τὸν ποταμὸν Ἀρνῶν', ὃς ἐκ τῶν τῆς Ἀραβίας ὀρῶν ὡρμημένος καὶ διὰ πάσης ἐρήμου ῥέων εἰς τὴν Ἀσφαλτῖτιν λίμνην ἐκδίδωσιν ὁρίζων τήν τε Μωαβῖτιν καὶ Ἀμωρῖτιν. γῆ δ' αὕτη καρποφόρος καὶ πλῆθος ἀνθρώπων τοῖς παρ' αὐτῆς ἀγαθοῖς ἱκανὴ τρέφειν. [86] πρὸς οὖν Σιχῶνα τὸν βασιλεύοντα τῆς χώρας ταύτης ἀπέστειλε Μωυσῆς τῷ στρατῷ δίοδον αἰτῶν ἐφ' αἷς ἂν θελήσειε πίστεσιν, ὥστε μηδὲν ἀδικηθῆναι μήτε τὴν γῆν μήτε τοὺς ἐνοικοῦντας, ὧν Σιχὼν ἐκράτει, τοῖς τε κατὰ τὴν ἀγορὰν χρῆσθαι πρὸς τὸ ἐκείνων λυσιτελές, εἰ καὶ τὸ ὕδωρ αὐτοῖς πιπράσκειν ἐθέλοιεν. Σιχὼν δ' ἀρνούμενος ὁπλίζει τὸν οἰκεῖον στρατὸν καὶ τοὺς Ἑβραίους διαβαίνειν τὸν Ἀρνῶνα κωλύειν ἑτοιμότατος ἦν.

(2)[87] Μωυσῆς δὲ ὁρῶν πολεμίως αὐτοῖς τὸν Ἀμοραῖον διακείμενον οὔτε περιφρονούμενος ἀνέχεσθαι δεῖν ἔγνω καὶ τοὺς Ἑβραίους τῆς ἀπραξίας καὶ τῆς δι' αὐτὴν ἀπορίας, ὑφ' ἧς στασιάσαι τε πρότερον αὐτοῖς συνέπεσε καὶ τότε δυσκόλως εἶχον, ἀπαλλάξαι διαγνοὺς ἤρετο τὸν θεόν, εἰ πολεμεῖν αὐτῷ δίδωσι. [88] τοῦ δὲ θεοῦ καὶ νίκην ἐπισημήναντος αὐτὸς θαρσαλέως εἶχε πρὸς τὸν ἀγῶνα καὶ τοὺς στρατιώτας παρώρμα, νῦν αὐτοὺς ἀξιῶν τῆς τοῦ πολεμεῖν ἡδονῆς ἀπολαύειν, ὅτ' αὐτῇ συγχωρεῖ χρῆσθαι τὸ θεῖον. οἱ δ' ἧς ἐπόθουν ἐξουσίας λαβόμενοι καὶ τὰς πανοπλίας ἀναλαβόντες εὐθέως ἐχώρουν εἰς τὸ ἔργον. [89] ὁ δὲ Ἀμορραῖος οὐκέτ' ἦν ἐπιόντων ὅμοιος αὑτῷ, ἀλλ' αὐτός τε κατεπλάγη τοὺς Ἑβραίους καὶ ἡ δύναμις αὐτοῦ παρέχουσα θᾶττον αὑτὴν εὔψυχον εἶναι δοκεῖν τότ' ἀπηλέγχθη πεφοβημένη. τὴν πρώτην οὖν σύνοδον οὐχ ὑπομείναντες ἀντιστῆναι καὶ δέξασθαι τοὺς Ἑβραίους τρέπονται, τοῦτο ἑαυτοῖς σωτηρίαν ὑπολαβόντες ἢ τὸ μάχεσθαι παρέξειν: [90] ἐθάρρουν γὰρ ταῖς πόλεσιν οὔσαις ὀχυραῖς. παρ' ὧν οὐδὲν αὐτοῖς ὄφελος ἦν εἰς ταύτας συνδιωχθεῖσιν: Ἑβραῖοι γὰρ ὡς ἐνδόντας αὐτοὺς εὐθὺς εἶδον, ἐνέκειντο καὶ παραλύσαντες αὐτῶν τὸν κόσμον εἰς φόβον κατέστησαν. [91] καὶ οἱ μὲν ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων, οἱ δὲ πρὸς τὴν δίωξιν οὐκ ἔκαμνον, ἀλλ' οἷς προπεπονήκεσαν προσεπιταλαιπωρῆσαι προθέμενοι, καὶ σφενδονᾶν τε ἄριστοι τυγχάνοντες καὶ πᾶσι τοῖς ἑκηβόλοις δεξιοὶ χρῆσθαι, καὶ διὰ τὴν ὅπλισιν οὖσαν εὐσταλῆ κοῦφοι πρὸς τὸ διώκειν ὄντες μετέθεον τοὺς πολεμίους καὶ τοὺς πορρωτάτω συλληφθῆναι γεγονότας ταῖς σφενδόναις καὶ τοῖς τοξεύμασι κατελάμβανον. [92] φόνος τε οὖν γίνεται πολὺς καὶ τραύμασιν ἐπόνουν οἱ διαφεύγοντες, ἔκαμνόν τε ἐπὶ δίψει μᾶλλον ἤ τινι τῶν πολεμικῶν, καὶ γὰρ ὥρα θέρους ἦν, καὶ ἐπιθυμίᾳ τοῦ πιεῖν. ἐπὶ ποταμὸν οὖν τοὺς πλείους καταραχθέντας, καὶ ὅσον συνεστραμμένον ἔφευγε, περιστάντες ἔβαλλον καὶ πάντας αὐτοὺς ἀκοντίζοντες ἅμα καὶ τοξεύοντες διέφθειραν. [93] ἀποθνήσκει δ' αὐτῶν καὶ Σιχὼν ὁ βασιλεύς. Ἑβραῖοι δὲ νεκροὺς ἐσκύλευον καὶ λείαν ἔλαβον καὶ πολλὴν ἀφθονίαν τῶν ἐκ τῆς γῆς εἶχον μεστῆς ἔτι τῶν καρπῶν ὑπαρχούσης, [94] καὶ διεξῄει πᾶσιν ἀδεῶς τὸ στράτευμα προνομῇ χρώμενον ἁλισκομένων καὶ τῶν πόλεων: οὐδὲν γὰρ παρὰ τούτων ἦν ἐμπόδιον τοῦ μαχίμου παντὸς ἀπολωλότος. Ἀμορραίους μὲν οὖν τοιοῦτο πάθος κατέλαβεν οὔτε φρονῆσαι δεινοὺς οὔτε ἀγαθοὺς κατὰ τὸ ἔργον γεγονότας, Ἑβραῖοι δὲ τὴν ἐκείνων παρελάμβανον. [95] ἔστι δὲ χωρίον, ὃ τριῶν μεταξὺ ποταμῶν κείμενον ὅμοιόν τι νήσῳ τὴν φύσιν ὑπάρχει, τοῦ μὲν Ἀρνῶνος ἀπὸ μεσημβρίας ὁρίζοντος αὐτό, Ἰοβάκου δὲ τὴν ἀρκτῴαν αὐτοῦ πλευρὰν περιγράφοντος, ὃς εἰς τὸν Ἰόρδανον ποταμὸν ἐκβάλλων ἐκείνῳ καὶ τοῦ ὀνόματος μεταδίδωσι, τὰ μέντοι γε πρὸς τῇ δύσει τοῦ χωρίου περίεισιν αὐτὴν Ἰόρδανος.

(3)[96] Οὕτως οὖν ἐχόντων τῶν πραγμάτων ἐπιτίθεται τοῖς Ἰσραηλίταις Ὤγης ὁ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς στρατὸν ἄγων, καὶ σπεύδων μὲν ὡς ἐπὶ συμμαχίαν τὴν Σιχῶνος φίλου τυγχάνοντος εὑρὼν δὲ ἐκεῖνον ἤδη προαπολωλότα καὶ οὕτως ἔγνω τοῖς Ἑβραίοις εἰς μάχην ἐλθεῖν περιέσεσθαί τε νομίζων καὶ τῆς ἀρετῆς αὐτῶν διάπειραν βουλόμενος λαβεῖν: [97] διαμαρτὼν δὲ τῆς ἐλπίδος αὐτός τε ἀποθνήσκει κατὰ τὴν μάχην καὶ σύμπας ὁ στρατὸς αὐτοῦ διαφθείρεται. Μωυσῆς δὲ τὸν ποταμὸν Ἰόβακον περαιωσάμενος διεξῄει τῆς Ὤγου βασιλείας τάς τε πόλεις καταστρεφόμενος καὶ κτείνων πάντας τοὺς ἐνοικοῦντας, οἳ καὶ πλούτῳ διέφερον πάντων τῶν ἐκείνῃ ἠπειρωτῶν δι' ἀρετὴν γῆς καὶ πλῆθος χρημάτων. [98] Ὤγης δὲ μέγεθός τε καὶ κάλλος ἦν οἷος ὀλίγοι σφόδρα, ἦν δὲ καὶ κατὰ χεῖρα γενναῖος ἀνήρ, ὡς ἴσα τὰ τῶν ἔργων εἶναι τοῖς τοῦ μεγέθους καὶ τῆς εὐπρεπείας πλεονεκτήμασι. τὴν δ' ἰσχὺν αὐτοῦ καὶ τὸ μέγεθος ἐτεκμηριώσαντο κλίνην αὐτοῦ λαβόντες ἐν Ῥαβαθᾶ πόλει τῶν βασιλείων τῆς Ἀμμανίτιδος, τῇ μὲν κατασκευῇ σιδηρέαν, τεσσάρων δὲ πηχῶν τὸ εὖρος, μήκει δὲ τοῦ διπλασίονος ἑνὶ πήχει μείζονα. [99] τούτου τοίνυν πταίσαντος οὐκ εἰς τὸ παρὸν μόνον τοῖς Ἑβραίοις ἐπέδωκε τὰ πράγματα, ἀλλὰ καὶ πρὸς τὸ μέλλον ἀγαθῶν αὐτοῖς αἴτιος ἀποθανὼν ὑπῆρξε: καὶ γὰρ πόλεις ἑξήκοντα λαμπρῶς πάνυ τετειχισμένας ὑποτελεῖς ἐκείνῳ παρέλαβον καὶ λείαν πολλὴν ἰδίᾳ τε καὶ δημοσίᾳ πάντες εὐπόρησαν.

 

VI

(1)[100] Μωυσῆς μὲν οὖν στρατοπεδεύει καὶ ἀγαγὼν τὴν δύναμιν ἐπὶ τῷ Ἰορδάνῳ κατὰ τὸ μέγα πεδίον Ἱεριχοῦντος ἀντικρύ, πόλις δ' ἐστὶν εὐδαίμων αὕτη φοίνικά τε φέρειν ἀγαθὴ καὶ βάλσαμον νεμομένη. ἤρχοντο δὲ φρονεῖν ἐφ' ἑαυτοῖς μέγα Ἰσραηλῖται καὶ τὴν πρὸς τοὺς πολέμους ἐπιθυμίαν ὑπερέτεινον. [101] καὶ Μωυσῆς ὀλίγων ἡμερῶν θύσας χαριστήρια πρῶτον τῷ θεῷ καὶ τὸν λαὸν εὐωχήσας μέρος τι τῶν ὁπλιτῶν ἐξέπεμψε δῃῶσον τὴν Μαδιηνιτῶν γῆν καὶ τὰς πατρίδας αὐτῶν ἐκπολιορκῆσον. τοῦ δ' ἐκπολεμηθῆναι πρὸς αὐτοὺς αἰτίαν ἔλαβε τοιαύτην.

(2)[102] Βάλακος ὁ τῶν Μωαβιτῶν βασιλεὺς φιλίας αὐτῷ πατρῴας οὔσης καὶ συμμαχίας πρὸς Μαδιηνίτας, ἐπεὶ τοὺς Ἰσραηλίτας τοσοῦτον φυομένους ἑώρα καὶ περὶ τῶν αὐτοῦ πραγμάτων λίαν εὐλαβεῖτο, καὶ γὰρ οὐδὲν πέπυστο γῆν ἄλλω πολυπραγμονεῖν τοὺς Ἑβραίους ἀπηγορευκότος τοῦ θεοῦ κτησαμένους τὴν Χαναναίων, θᾶττον ἢ φρονιμώτερον ἐγχειρεῖν ἔγνω τοῖς λόγοις. [103] καὶ πολεμεῖν μὲν ἐπὶ ταῖς εὐπραγίαις θρασύτερον ὑπὸ τῆς κακοπραγίας κατειλημμένοις οὐκ ἔκρινε, κωλῦσαι δ' εἰ δύναιτο γενέσθαι μεγάλους λογιζόμενος πρεσβεῦσαι πρὸς Μαδιηνίτας ὑπὲρ αὐτῶν. [104] οἱ δέ, ἦν γάρ τις ἀπὸ Εὐφράτου Βάλαμος μάντις ἄριστος τῶν τότε καὶ πρὸς αὐτοὺς ἐπιτηδείως ἔχων, πέμπουσι μετὰ τῶν Βαλάκου πρέσβεων ἄνδρας τῶν παρ' αὐτοῖς ἀξιολόγων παρακαλέσοντας τὸν μάντιν ἐλθεῖν, ὅπως ἐπ' ἐξωλείᾳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσηται. [105] παραγενομένους δὲ τοὺς πρέσβεις δέχεται ξενίᾳ φιλοφρόνως καὶ δειπνίσας ἀνέκρινε τὴν τοῦ θεοῦ διάνοιαν, τίς αὕτη ἐστὶν ἐφ' οἷς Μαδιηνῖται παρακαλοῦσι. τοῦ δ' ἐμποδὼν στάντος ἀφικνεῖται πρὸς τοὺς πρέσβεις, προθυμίαν μὲν καὶ σπουδὴν τὴν ἰδίαν ἐμφανίζων αὐτοῖς εἰς ἃ δέονται τυχεῖν, τὸν δὲ θεὸν ἀντιλέγειν αὐτοῦ τῇ προαιρέσει δηλῶν, ὃς αὐτὸν ἐπὶ τοσοῦτον κλέος δι' ἀλήθειαν καὶ τὴν ταύτης πρόρρησιν ἀγάγοι: [106] τὸν γὰρ στρατόν, ᾧ καταρασόμενον αὐτὸν ἐλθεῖν παρακαλοῦσι, δι' εὐνοίας εἶναι τῷ θεῷ: συνεβούλευέ τε διὰ ταύτην τὴν αἰτίαν χωρεῖν παρ' αὐτοὺς τὴν ἔχθραν τὴν πρὸς τοὺς Ἰσραηλίτας καταλυσαμένους. καὶ τοὺς μὲν πρέσβεις ταῦτα εἰπὼν ἀπέλυσε.

(3)[107] Μαδιηνῖται δὲ Βαλάκου σφόδρα ἐγκειμένου καὶ δέησιν λιπαρὰν προσφέροντος πάλιν πέμπουσι πρὸς τὸν Βάλαμον. κἀκεῖνος βουλόμενος χαρίζεσθαί τι τοῖς ἀνδράσιν ἀνήρετο τὸν θεόν, ὁ δὲ καὶ τῆς πείρας δυσχεράνας κελεύει μηδὲν ἀντιλέγειν τοῖς πρέσβεσιν. ὁ δ' οὐχ ὑπολαβὼν ἀπάτῃ ταῦτα τὸν θεὸν κεκελευκέναι συναπῄει τοῖς πρέσβεσι. [108] κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ κατά τι στενὸν χωρίον περιειλημμένον αἱμασιαῖς διπλαῖς ἡ ὄνος, ἐφ' ἧς ὁ Βάλαμος ὠχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος ὑπαντῶντος ἀπέκλινε τὸν Βάλαμον πρὸς τὸν ἕτερον τῶν τριγχῶν ἀναισθήτως ἔχουσα τῶν πληγῶν, ἃς ὁ Βάλαμος ἐπέφερεν αὐτῇ κακοπαθῶν τῇ θλίψει τῇ πρὸς τὸν τριγχόν. [109] ὡς δ' ἐγκειμένου τοῦ ἀγγέλου ἡ ὄνος τυπτομένη ὤκλασε, κατὰ βούλησιν θεοῦ φωνὴν ἀνθρωπίνην ἀφεῖσα κατεμέμφετο τὸν Βάλαμον ὡς ἄδικον ἐπὶ ταῖς πρότερον διακονίαις μηδὲν ἔχοντα ἐγκαλεῖν αὐτῇ πληγὰς ἐπιφέρειν μὴ συνιείς, ὅτι νῦν κατὰ θεοῦ προαίρεσιν οἷς αὐτὸς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. [110] ταραττομένου δὲ αὐτοῦ διὰ τὴν τῆς ὄνου φωνὴν ἀνθρωπίνην οὖσαν ἐπιφανεὶς καὶ ὁ ἄγγελος ἐναργὴς ἐνεκάλει τῶν πληγῶν, ὡς οὐχὶ τοῦ κτήνους ὄντος αἰτίου, τὴν δὲ ὁδὸν αὐτοῦ διακωλύοντος παρὰ γνώμην τοῦ θεοῦ γενομένην. [111] καταδείσας δ' ὁ Βάλαμος οἷός τε ἦν ἀναστρέφειν, ἀλλ' ὁ θεὸς αὐτὸν χωρεῖν τὴν προκειμένην παρώρμησε προστάξας ὅτιπερ ἂν αὐτὸς κατὰ νοῦν αὐτῷ ποιήσειε τοῦτο σημαίνειν.

(4)[112] Καὶ ὁ μὲν ταῦτα τοῦ θεοῦ κελεύσαντος ἥκει πρὸς Βάλακον. δεξαμένου δὲ αὐτὸν τοῦ βασιλέως ἐκπρεπῶς ἠξίου προαχθεὶς ἐπί τι τῶν ὀρῶν σκέψασθαι, πῶς τὸ τῶν Ἑβραίων ἔχοι στρατόπεδον. Βάλακος δ' αὐτὸς ἀφικνεῖται τὸν μάντιν σὺν βασιλικῇ θεραπείᾳ φιλοτίμως ἀγόμενος εἰς ὄρος, ὅπερ ὑπὲρ κεφαλῆς αὐτῶν ἔκειτο τοῦ στρατοπέδου σταδίους ἀπέχον ἑξήκοντα. [113] κατιδὼν δ' αὐτοὺς ἐκεῖνος βωμούς τε ἐκέλευσεν ἑπτὰ δείμασθαι τὸν βασιλέα καὶ τοσούτους ταύρους καὶ κριοὺς παραστῆσαι: ὑπουργήσαντος δὲ διὰ ταχέων τοῦ βασιλέως ὁλοκαυτεῖ τυθέντας, [114] ὡς τρόπον εἶδε σημαινομένην, “ὁ λεώς, φησίν, οὗτος εὐδαίμων, ᾧ ὁ θεὸς δίδωσι μυρίων κτῆσιν ἀγαθῶν καὶ σύμμαχον εἰς ἅπαντα καὶ ἡγεμόνα τὴν ἑαυτοῦ πρόνοιαν ἐπένευσεν. ὡς οὐδέν ἐστιν ἀνθρώπινον γένος, οὗ μὴ κατ' ἀρετὴν καὶ ζήλωσιν ἐπιτηδευμάτων ἀρίστων καὶ καθαρῶν πονηρίας ὑμεῖς ἀμείνους κριθήσεσθε καὶ παισὶ βελτίοσιν αὐτῶν ταῦτα καταλείψετε, θεοῦ μόνους ὑμᾶς ἀνθρώπους ἐφορῶντος καὶ ὅθεν ἂν γένοισθε πάντων εὐδαιμονέστεροι τῶν ὑπὸ τὸν ἥλιον ἐκπορίζοντος. [115] γῆν τε οὖν ἐφ' ἣν ὑμᾶς αὐτὸς ἔστειλε καθέξετε δουλεύσουσαν αἰεὶ παισὶν ὑμετέροις καὶ τοῦ περὶ αὐτῶν κλέους ἐμπλησθήσεται πᾶσα ἡ γῆ καὶ θάλασσα, ἀρκέσετε δὲ τῷ κόσμῳ παρασχεῖν ἑκάστῃ γῇ τῶν ἀφ' ὑμετέρου γένους οἰκήτορας. [116] θαυμάζετε οὖν, ὦ μακάριος στρατός, ὅτι τοσοῦτος ἐξ ἑνὸς πατρὸς γεγόνατε. ἀλλὰ τὸν νῦν ὑμῶν ὀλίγον ἡ Χαναναίων χωρήσει γῆ, τὴν δ' οἰκουμένην οἰκητήριον δι' αἰῶνος ἴστε προκειμένην ὑμῖν, καὶ τὸ πλῆθος ὑμῶν ἔν τε νήσοις καὶ κατ' ἤπειρον βιοτεύσετε ὅσον ἐστὶν οὐδ' ἀστέρων ἀριθμὸς ἐν οὐρανῷ. τοσούτοις δὲ οὖσιν οὐκ ἀπαγορεύσει τὸ θεῖον ἀφθονίαν μὲν παντοίων ἀγαθῶν ἐν εἰρήνῃ χορηγοῦν, νίκην δὲ καὶ κράτος ἐν πολέμῳ. [117] παῖδας ἐχθρῶν ἔρως τοῦ πρὸς ὑμᾶς πολέμου λάβοι καὶ θρασυνθεῖεν ὥστε εἰς ὅπλα καὶ τὰς ὑμετέρας χεῖρας ἐλθεῖν: οὐ γὰρ ἂν ὑποστρέψειέ τις νικηφόρος οὐδ' ὥστε παῖδας εὐφρᾶναι καὶ γυναῖκας. τοσοῦτον ὑμῖν ἀνδρείας τὸ περιὸν ἐκ θεοῦ προνοίας ἀνῄρηται, ᾧ καὶ τὰ περιττὰ μειοῦν ἰσχὺς καὶ τὰ λείποντα διδόναι.”

(5)[118] Καὶ ὁ μὲν τοιαῦτα ἐπεθείαζεν οὐκ ὢν ἐν ἑαυτῷ τῷ δὲ θείῳ πνεύματι πρὸς αὐτὰ νενικημένος. τοῦ δὲ Βαλάκου δυσχεραίνοντος καὶ παραβαίνειν αὐτὸν τὰς συνθήκας ἐφ' αἷς αὐτὸν ἀντὶ μεγάλων λάβοι δωρεῶν παρὰ τῶν συμμάχων ἐπικαλοῦντος, ἐλθόντα γὰρ ἐπὶ κατάρᾳ τῶν πολεμίων ὑμνεῖν αὐτοὺς ἐκείνους καὶ μακαριωτάτους ἀποφαίνειν ἀνθρώπων, [119] “ὦ Βάλακε, φησί, περὶ τῶν ὅλων λογίζῃ καὶ δοκεῖς ἐφ' ἡμῖν εἶναί τι περὶ τῶν τοιούτων σιγᾶν ἢ λέγειν, ὅταν ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα; φωνὰς γὰρ ἃς βούλεται τοῦτο καὶ λόγους οὐδὲν ἡμῶν εἰδότων ἀφίησιν. [120] ἐγὼ δὲ μέμνημαι μὲν ὧντε καὶ σὺ καὶ Μαδιηνῖται δεηθέντες ἐνταυθοῖ με προθύμως ἠγάγετε καὶ δι' ἃ τὴν ἄφιξιν ἐποιησάμην, ἦν τέ μοι δι' εὐχῆς μηδὲν ἀδικῆσαί σου τὴν ἐπιθυμίαν. [121] κρείττων δὲ ὁ θεὸς ὧν ἐγὼ χαρίζεσθαι διεγνώκειν: καὶ παντελῶς ἀσθενεῖς οἱ προγινώσκειν περὶ τῶν ἀνθρωπίνων παρ' ἑαυτῶν ὑπολαμβάνοντες, ὡς μὴ ταῦθ' ἅπερ ὑπαγορεύει τὸ θεῖον λέγειν, βιάζεσθαι δὲ τὴν ἐκείνου βούλησιν: [122] οὐδὲν γὰρ ἐν ἡμῖν ἔτι φθάσαντος εἰσελθεῖν ἐκείνου ἡμέτερον. ἔγωγ' οὖν τὸν στρατὸν τοῦτον οὔτ' ἐπαινέσαι προεθέμην οὔτ' ἐφ' οἷς τὸ γένος αὐτῶν ὁ θεὸς ἀγαθοῖς ἐμηχανήσατο διελθεῖν, ἀλλ' εὐμενὴς αὐτοῖς οὗτος ὢν καὶ σπεύδων αὐτοῖς εὐδαίμονα βίον καὶ κλέος αἰώνιον παρασχεῖν ἐμοὶ τοιούτων ἀπαγγελίαν λόγων ὑπέθετο. [123] νῦν δέ, χαρίζεσθαί τε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούς τε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς [124] ἀνθρώπους ἀραῖς ἐνδῆσαι.” συγχωρήσαντος δὲ τοῦ Βαλάκου δὶς μὲν τεθυκότι τὸ θεῖον οὐκ ἐπένευσε τὰς κατὰ τῶν Ἰσραηλιτῶν ἀράς, θύσας δὲ καὶ τρίτον ἄλλων πάλιν ἀνασταθέντων βωμῶν οὐδὲ τότε μὲν κατηράσατο τοῖς Ἰσραηλίταις, [125] πεσὼν δ' ἐπὶ στόμα πάθη προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις οὐδ' οἰκεῖσθαί πω συνέβαινε τὴν ἀρχήν, ἅ τε καὶ προυπῆρξεν ἐν τοῖς ἔμπροσθεν χρόνοις γενόμενα τοῖς ἀνθρώποις διὰ γῆς ἢ θαλάσσης εἰς μνήμην τὴν ἐμήν. ἐξ ὧν ἁπάντων λαβόντων τέλος ὁποῖον ἐκεῖνος προεῖπε τεκμαίροιτ' ἄν τις, ὅ τι καὶ ἔσοιτο πρὸς τὸ μέλλον.

(6)[126] Βάλακος δὲ ἀγανακτήσας ἐπὶ τῷ μὴ καταράτους γενέσθαι τοὺς Ἰσραηλίτας ἀποπέμπει τὸν Βάλαμον μηδεμιᾶς τιμῆς ἀξιώσας: ὁ δὲ ἀπιὼν ἤδη κἀπὶ τῷ περαιοῦν τὸν Εὐφράτην γενόμενος τόν τε Βάλακον μεταπεμψάμενος καὶ τοὺς ἄρχοντας τῶν Μαδιηνιτῶν “Βάλακε, [127] φησί, καὶ Μαδιηνιτῶν οἱ παρόντες, χρὴ γὰρ καὶ παρὰ βούλησιν τοῦ θεοῦ χαρίσασθαι ὑμῖν, τὸ μὲν Ἑβραίων γένος οὐκ ἂν ὄλεθρος παντελὴς καταλάβοι οὔτ' ἐν πολέμῳ οὔτ' ἐν λοιμῷ καὶ σπάνει τῶν ἀπὸ γῆς καρπῶν, οὔτ' ἄλλη τις αἰτία παράλογος διαφθείρειεν. [128] πρόνοια γάρ ἐστιν αὐτῶν τῷ θεῷ σώζειν ἀπὸ παντὸς κακοῦ καὶ μηδὲν ἐπ' αὐτοὺς [ἐᾶσαι τοιοῦτον πάθος] ἐλθεῖν, ὑφ' οὗ κἂν ἀπόλοιντο πάντες: συμπέσοι δ' αὐτοῖς ὀλίγα τε καὶ πρὸς ὀλίγον, ὑφ' ὧν ταπεινοῦσθαι δοκοῦντες εἶτ' ἀνθήσουσιν ἐπὶ φόβῳ τῶν ἐπαγαγόντων αὐτοῖς τὰς βλάβας. [129] ὑμεῖς δ' εἰ νίκην τινὰ πρὸς βραχὺν καιρὸν κατ' αὐτῶν κερδᾶναι ποθεῖτε, τύχοιτ' ἂν αὐτῆς ταῦτα ποιήσαντες: τῶν θυγατέρων τὰς μάλιστα εὐπρεπεῖς καὶ βιάσασθαι καὶ νικῆσαι τὴν τῶν ὁρώντων σωφροσύνην ἱκανὰς διὰ τὸ κάλλος ἀσκήσαντες τὴν εὐμορφίαν αὐτῶν ἐπὶ τὸ μᾶλλον εὐπρεπὲς πέμψατε πλησίον ἐσομένας τοῦ ἐκείνων στρατοπέδου, καὶ δεομένοις συνεῖναι τοῖς νεανίαις αὐτῶν προστάξατε. [130] ἐπειδὰν δὲ κεχειρωμένους ὁρῶσι ταῖς ἐπιθυμίαις, καταλιπέτωσαν καὶ παρακαλούντων μένειν μὴ πρότερον ἐπινευέτωσαν, πρὶν ἂν πείσωσιν αὐτοὺς ἀφέντας τοὺς πατρίους νόμους καὶ τὸν τούτους αὐτοῖς θέμενον τιμᾶν θεὸν τοὺς Μαδιηνιτῶν καὶ Μωαβιτῶν σέβωσιν: οὕτως γὰρ αὐτοῖς τὸν θεὸν ὀργισθήσεσθαι. καὶ ὁ μὲν τοῦθ' ὑποθέμενος αὐτοῖς ᾤχετο.

(7)[131] Τῶν δὲ Μαδιηνιτῶν πεμψάντων τὰς θυγατέρας κατὰ τὴν ἐκείνου παραίνεσιν οἱ τῶν Ἑβραίων ἁλίσκονται νέοι τῆς εὐπρεπείας αὐτῶν καὶ παραγενόμενοι εἰς λόγους αὐταῖς παρεκάλουν μὴ φθονεῖν αὐτοῖς τῆς τοῦ κάλλους αὐτῶν ἀπολαύσεως μηδὲ τῆς τοῦ πλησιάζειν συνηθείας: αἱ δ' ἀσμένως δεξάμεναι τοὺς λόγους συνῄεσαν αὐτοῖς. [132] ἐνδησάμεναι δ' αὐτοὺς τῷ πρὸς αὐτὰς ἔρωτι καὶ τῆς ἐπιθυμίας ἀκμαζούσης περὶ ἀπαλλαγὴν ἐγίνοντο. τοὺς δ' ἀθυμία πολλὴ πρὸς τὴν ἀναχώρησιν τῶν γυναικῶν κατέλαβε καὶ λιπαροῦντες ἐνέκειντο, μὴ σφᾶς καταλιπεῖν, ἀλλὰ γαμετὰς αὐτῶν ἐσομένας αὐτόθι μένειν καὶ δεσποίνας ἀποδειχθησομένας πάντων ὧν ὑπῆρχεν αὐτοῖς. [133] ταῦτα δὲ ὀμνύντες ἔλεγον καὶ θεὸν μεσίτην ὧν ὑπισχνοῦντο ποιούμενοι δακρύοντές τε καὶ πανταχόθεν αὑτοὺς ἐλεεινοὺς ταῖς γυναιξὶ κατασκευάζοντες εἶναι. αἱ δ' ὡς δεδουλωμένους αὐτοὺς κατενόησαν καὶ τελέως ὑπὸ τῆς συνηθείας ἐχομένους, ἤρξαντο πρὸς αὐτοὺς λέγειν:

(8)[134] “Ἡμῖν, ὦ κράτιστοι νέων, οἶκοί τέ εἰσι πατρῷοι καὶ κτῆσις ἀγαθῶν ἄφθονος καὶ ἡ παρὰ τῶν γονέων καὶ τῶν οἰκείων εὔνοια καὶ στοργή, καὶ κατ' οὐδενὸς τούτων πόρον ἐνθάδ' ἥκουσαι ἡμεῖς εἰς ὁμιλίαν ἥκομεν, οὐδ' ἐμπορευσόμεναι τὴν ὥραν τοῦ σώματος προσηκάμεθα τὴν ὑμετέραν ἀξίωσιν, ἀλλ' ἄνδρας ἀγαθοὺς καὶ δικαίους ὑπολαβοῦσαι τοιούτοις ὑμᾶς τιμῆσαι ξενίοις δεομένους ἐπείσθημεν. [135] καὶ νῦν, ἐπεί φατε πρὸς ἡμᾶς φιλοστόργως ἔχειν καὶ λυπεῖσθε μελλουσῶν ἀναχωρεῖν, οὐδ' αὐταὶ τὴν δέησιν ὑμῶν ἀποστρεφόμεθα, πίστιν δ' εὐνοίας λαβοῦσαι τὴν μόνην ἡμῖν ἀξιόλογον νομισθεῖσαν ἀγαπήσομεν τὸν μεθ' ὑμῶν βίον ὡς γαμεταὶ διανύσαι. [136] δέος γάρ, μὴ καὶ κόρον τῆς ἡμετέρας ὁμιλίας λαβόντες ἔπειθ' ὑβρίσητε καὶ ἀτίμους ἀποπέμψητε πρὸς τοὺς γονεῖς. συγγινώσκειν τε ταῦτα φυλαττομέναις ἠξίουν. τῶν δὲ ἣν βούλονται πίστιν δώσειν ὁμολογούντων καὶ πρὸς τὸ μηδὲν ἀντιλεγόντων ὑπὸ τοῦ πρὸς αὐτὰς πάθους “ἐπεὶ ταῦτα ὑμῖν, [137] ἔφασαν, δέδοκται, τοῖς δ' ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειν τε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης ἢ τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν. [138] μέμψαιτο δ' ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δ' ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ἢ ταὐτὰ πᾶσιν ἡγητέον ἢ ζητεῖν ἄλλην οἰκουμένην, ἐν ᾗ βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους.”

(9)[139] Οἱ δ' ὑπὸ τοῦ πρὸς αὐτὰς ἔρωτος κάλλιστα λέγεσθαι ταῦτα ὑπολαβόντες καὶ παραδόντες αὑτοὺς εἰς ἃ προεκαλοῦντο παρέβησαν τὰ πάτρια, θεούς τε πλείονας εἶναι νομίσαντες καὶ θύειν αὐτοῖς κατὰ νόμον τὸν ἐπιχώριον τοῖς καθιδρυσαμένοις προθέμενοι ξενικοῖς τε βρώμασιν ἔχαιρον καὶ πάντ' εἰς ἡδονὴν τῶν γυναικῶν ἐπὶ τοὐναντίον οἷς ὁ νόμος αὐτῶν ἐκέλευε ποιοῦντες διετέλουν, [140] ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν τῶν νέων καὶ στάσιν αὐτοῖς πολὺ χείρω τῆς προτέρας ἐμπεσεῖν καὶ κίνδυνον παντελοῦς τῶν ἰδίων ἐθισμῶν ἀπωλείας. ἅπαξ γὰρ τὸ νέον γευσάμενον ξενικῶν ἐθισμῶν ἀπλήστως ἐνεφορεῖτο, καὶ εἴ τινες τῶν πρώτων ἀνδρῶν διὰ πατέρων ἀρετὰς ἐπιφανεῖς ἦσαν συνδιεφθείροντο,

(10)[141] καὶ Ζαμβρίας ὁ τῆς Σεμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιανίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρὸς κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωυσεῖ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευεν. [142] ἐν τούτοις δ' ὄντων τῶν πραγμάτων δείσας Μωυσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους, [143] ἔλεγε δ' ὡς οὐκ ἄξια δρῷεν οὔτ' αὐτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βίου. προσήκειν δ' ἕως ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχοι μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλ' ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι. [144] πρὸς τούτοις δ' οὐδ' εὔλογον ἔφασκε σωφρονήσαντας αὐτοὺς ἐπὶ τῆς ἐρήμου νῦν ἐν τοῖς ἀγαθοῖς ὄντας παροινεῖν, μηδὲ τὰ κτηθέντα ὑπὸ τῆς ἐνδείας δι' εὐπορίαν αὐτῶν ἀπολέσθαι. καὶ ὁ μὲν ταῦτα λέγων ἐπειρᾶτο τοὺς νέους ἐπανορθοῦν καὶ εἰς μετάνοιαν ἄγειν ὧν ἔπραττον.

(11)[145] Ἀναστὰς δὲ μετ' αὐτὸν Ζαμβρίας “ἀλλὰ σὺ μέν, εἶπεν, ὦ Μωυσῆ, χρῶ νόμοις οἷς αὐτὸς ἐσπούδακας ἐκ τῆς τούτων εὐηθείας τὸ βέβαιον αὐτοῖς παρεσχημένος: ἐπεὶ μὴ τοῦτον αὐτῶν ἐχόντων τὸν τρόπον πολλάκις ἂν ἤδη κεκολασμένος ἔγνως ἂν οὐκ εὐπαραλογίστους Ἑβραίους. [146] ἐμὲ δ' οὐκ ἂν ἀκόλουθον οἷς σὺ προστάττεις τυραννικῶς λάβοις: οὐ γὰρ ἄλλο τι μέχρι νῦν ἢ προσχήματι νόμων καὶ τοῦ θεοῦ δουλείαν μὲν ἡμῖν ἀρχὴν δὲ σαυτῷ κακουργεῖς ἀφαιρούμενος ἡμᾶς τὸ ἡδὺ καὶ τὸ κατὰ τὸν βίον αὐτεξούσιον, ὃ τῶν ἐλευθέρων ἐστὶ καὶ δεσπότην οὐκ ἐχόντων. [147] χαλεπώτερος δ' ἂν οὕτως Αἰγυπτίων Ἑβραίοις γένοιο τιμωρεῖν ἀξιῶν κατὰ [τοὺς] νόμους τὴν ἑκάστου πρὸς τὸ κεχαρισμένον αὐτῷ βούλησιν. πολὺ δ' ἂν δικαιότερον αὐτὸς τιμωρίαν ὑπομένοις τὰ παρ' ἑκάστοις ὁμολογούμενα καλῶς ἔχειν ἀφανίσαι προῃρημένος καὶ κατὰ τῆς ἁπάντων δόξης ἰσχυρὰν τὴν σεαυτοῦ κατεσκευακὼς ἀτοπίαν: [148] ἐγὼ δ' ἂν στεροίμην εἰκότως ὧν πράττω νυνὶ κρίνας ἀγαθὰ ταῦτ' ἔπειτα περὶ αὐτῶν ὁμολογεῖν ἐν τούτοις οὐκ ὀκνήσαιμι. γύναιόν τε ξενικόν, ὡς φῄς, ἦγμαι: παρ' ἐμαυτοῦ γὰρ ἀκούσῃ τὰς ἐμὰς πράξεις ὡς παρὰ ἐλευθέρου, καὶ γὰρ οὐδὲ λαθεῖν προεθέμην: [149] θύω τε θεοῖς οἷς θύειν μοι νομίζεται δίκαιον ἡγούμενος παρὰ πολλῶν ἐμαυτῷ πραγματεύεσθαι τὴν ἀλήθειαν, καὶ οὐχ ὥσπερ ἐν τυραννίδι ζῆν τὴν ὅλην ἐξ ἑνὸς ἐλπίδα τοῦ βίου παντὸς ἀνηρτηκότα: χαρείη τ' ἂν οὐδεὶς κυριώτερον αὑτὸν περὶ ὧν πράξαιμι γνώμης τῆς ἐμῆς ἀποφαινόμενος.

(12)[150] Τοῦ δὲ Ζαμβρίου ταῦτα περὶ ὧν αὐτός τε ἠδίκει καὶ τῶν ἄλλων τινὲς εἰπόντος ὁ μὲν λαὸς ἡσύχαζε φόβῳ τε τοῦ μέλλοντος καὶ τὸν νομοθέτην δὲ ὁρῶν μὴ περαιτέρω τὴν ἀπόνοιαν αὐτοῦ προαγαγεῖν ἐκ τῆς ἄντικρυς διαμάχης θελήσαντα: [151] περιίστατο γάρ, μὴ πολλοὶ τῆς τῶν λόγων ἀσελγείας αὐτοῦ μιμηταὶ γενόμενοι ταράξωσι τὸ πλῆθος. καὶ διαλύεται μὲν ἐπὶ τούτοις ὁ σύλλογος. προεληλύθει δ' ἂν ἐπὶ πλεῖον ἡ τοῦ κακοῦ πεῖρα μὴ φθάσαντος Ζαμβρία τελευτῆσαι ἐκ τοιαύτης αἰτίας. [152] Φινεὲς ἀνὴρ τά τε ἄλλα τῶν νεωτέρων κρείττων καὶ τοῦ πατρὸς ἀξιώματι τοὺς ἡλικιώτας ὑπερέχων, Ἐλεαζάρου γὰρ τοῦ ἀρχιερέως ἦν, περιαλγήσας τοῖς πεπραγμένοις ὑπὸ τοῦ Ζαμβρίου, καὶ πρὶν ἰσχυροτέραν γενέσθαι τὴν ὕβριν ὑπὸ τῆς ἀδείας ἔργῳ τὴν δίκην αὐτὸν εἰσπράξασθαι διαγνοὺς καὶ κωλῦσαι διαβῆναι τὴν παρανομίαν εἰς πλείονας τῶν ἀρξαμένων οὐ κολαζομένων, [153] τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προύχων, ὡς μὴ πρότερον εἴ τινι συσταίη τῶν δεινῶν ἀπαλλάττεσθαι, πρὶν ἢ καταγωνίσασθαι καὶ νίκην τὴν ἐπ' αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν. [154] οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεέσσου τόλμης ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρίᾳ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, [155] ἐφθάρησαν δὲ [πάντες] καὶ λοιμῷ ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον ὅσοι [τε] συγγενεῖς ὄντες κωλύειν δέον ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων.

(13)[156] Ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωυσῆς ἐπὶ τὸν Μαδιανιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε, περὶ ὧν τῆς ἐπ' αὐτοὺς ἐξόδου μετὰ μικρὸν ἀπαγγελοῦμεν προδιηγησάμενοι πρῶτον ὃ παρελίπομεν: δίκαιον [γὰρ] ἐπὶ τούτου τὴν τοῦ νομοθέτου γνώμην μὴ παρελθεῖν ἀνεγκωμίαστον. [157] τὸν γὰρ Βάλαμον παραληφθέντα ὑπὸ τῶν Μαδιηνιτῶν, ὅπως ἐπαράσηται τοῖς Ἑβραίοις, καὶ τοῦτο μὲν οὐ δυνηθέντα θείᾳ προνοίᾳ, γνώμην δὲ ὑποθέμενον, ᾗ χρησαμένων τῶν πολεμίων ὀλίγου τὸ τῶν Ἑβραίων πλῆθος διεφθάρη τοῖς ἐπιτηδεύμασι νοσησάντων δή τινων περὶ ταῦτα, μεγάλως ἐτίμησεν ἀναγράψας αὐτοῦ τὰς μαντείας, [158] καὶ παρὸν αὐτῷ σφετερίσασθαι τὴν ἐπ' αὐτοῖς δόξαν καὶ ἐξιδιώσασθαι μηδενὸς ἂν γενομένου μάρτυρος τοῦ διελέγξοντος, ἐκείνῳ τὴν μαρτυρίαν ἔδωκε καὶ τῆς ἐπ' αὐτῷ μνήμης ἠξίωσε. καὶ ταῦτα μὲν ὡς ἂν αὐτοῖς τισι δοκῇ οὕτω σκοπείτωσαν.

 

VII

(1)[159] Μωυσῆς δὲ ὑπὲρ ὧν καὶ προεῖπον ἐπὶ τὴν Μαδιηνιτῶν γῆν ἔπεμψεν στρατιὰν τοὺς πάντας εἰς δισχιλίους καὶ μυρίους ἐξ ἑκάστης φυλῆς τὸν ἴσον ἀριθμὸν ἐπιλεξάμενος, στρατηγὸν δ' αὐτῶν ἀπέδειξε Φινεές, οὗ μικρῷ πρότερον ἐμνήσθημεν φυλάξαντος τοῖς Ἑβραίοις τοὺς νόμους καὶ τὸν παρανομοῦντα τούτους Ζαμβρίαν τιμωρησαμένου. [160] Μαδιηνῖται δὲ προπυθόμενοι τὸν στρατὸν ἐπὶ σφᾶς ἐλαύνοντα καὶ ὅσον οὐδέπω παρεσόμενον ἠθροίζοντό τε καὶ τὰς εἰσβολὰς τῆς χώρας, ᾗ προσεδέχοντο τοὺς πολεμίους, ἀσφαλισάμενοι περιέμενον αὐτούς. [161] ἐλθόντων δὲ καὶ συμβολῆς γενομένης πίπτει τῶν Μαδιηνιτῶν πλῆθος ἀσυλλόγιστον καὶ ἀριθμοῦ κρεῖττον οἵ τε βασιλεῖς αὐτῶν ἅπαντες: πέντε δὲ ἦσαν, Ὦχός τε καὶ Σούρης ἔτι δὲ Ῥοβέης καὶ Οὔρης, πέμπτος δὲ Ῥέκεμος, οὗ πόλις ἐπώνυμος τὸ πᾶν ἀξίωμα τῆς Ἀράβων ἔχουσα γῆς καὶ μέχρι νῦν ὑπὸ παντὸς τοῦ Ἀραβίου τοῦ κτίσαντος βασιλέως τὸ ὄνομα Ῥεκέμης καλεῖται, Πέτρα παρ' Ἕλλησι λεγομένη. [162] τραπέντων δὲ τῶν πολεμίων οἱ Ἑβραῖοι διήρπασαν αὐτῶν τὴν χώραν καὶ πολλὴν λείαν λαβόντες καὶ τοὺς οἰκήτορας γυναιξὶν ἅμα διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον, τοῦτο Μωυσέος Φινέει κελεύσαντος. [163] ὃς ἧκεν ἄγων τὸν στρατὸν ἀπαθῆ καὶ λείαν ἄφθονον, βόας μὲν γὰρ δισχιλίους καὶ πεντακισμυρίους, ὄις δὲ πεντακισχιλίας πρὸς μυριάσιν ἑπτὰ καὶ ἑξήκοντα, ὄνους δὲ ἑξακισμυρίας, χρυσοῦ δὲ καὶ ἀργύρου ἄπειρόν τι πλῆθος κατασκευῆς, ᾗ κατ' οἶκον ἐχρῶντο: ὑπὸ γὰρ εὐδαιμονίας καὶ ἁβροδίαιτοι σφόδρα ἐτύγχανον. ἤχθησαν δὲ καὶ αἱ παρθένοι περὶ δισχιλίας καὶ τρισμυρίας. [164] Μωυσῆς δὲ μερίσας τὴν λείαν τῆς μὲν ἑτέρας τὸ πεντηκοστὸν Ἐλεαζάρῳ δίδωσι καὶ τοῖς ἱερεῦσι, Λευίταις δὲ τῆς ἑτέρας τὸ πεντηκοστὸν μέρος, τὴν δὲ λοιπὴν νέμει τῷ λαῷ. καὶ διῆγον τὸ λοιπὸν εὐδαιμόνως, ἀφθονίας μὲν ἀγαθῶν αὐτοῖς ὑπ' ἀρετῆς γεγενημένης, ὑπὸ μηδενὸς δὲ σκυθρωποῦ ταύτης ἀπολαύειν ἐμποδιζόμενοι.

(2)[165] Μωυσῆς δὲ γηραιὸς ἤδη τυγχάνων διάδοχον ἑαυτοῦ Ἰησοῦν καθίστησιν ἐπί τε ταῖς προφητείαις καὶ στρατηγὸν εἴ που δεήσειε γενησόμενον, κελεύσαντος καὶ τοῦ θεοῦ τούτῳ τὴν προστασίαν ἐπιτρέψαι τῶν πραγμάτων. ὁ δὲ Ἰησοῦς πᾶσαν ἐπεπαίδευτο τὴν περὶ τοὺς νόμους παιδείαν καὶ τὸ θεῖον Μωυσέος ἐκδιδάξαντος.

(3)[166] Κἀν τούτῳ δύο φυλαὶ Γαδίς τε καὶ Ῥουβήλου καὶ τῆς Μανασσίτιδος ἡμίσεια πλήθει τετραπόδων εὐδαιμονοῦντες καὶ τοῖς ἄλλοις ἅπασι, κοινολογησάμενοι παρεκάλουν τὸν Μωυσῆν ἐξαίρετον αὐτοῖς τὴν Ἀμορῖτιν παρασχεῖν δορίκτητον οὖσαν: ἀγαθὴν γὰρ εἶναι βοσκήματα τρέφειν. [167] ὁ δ' ὑπολαβὼν αὐτοὺς δείσαντας τὴν πρὸς Χαναναίους μάχην πρόφασιν εὐπρεπῆ τὴν τῶν βοσκημάτων ἐπιμέλειαν εὑρῆσθαι κακίστους τε ἀπεκάλει καὶ δειλίας εὐσχήμονα πρόφασιν ἐπινοήσαντας αὐτοὺς μὲν βούλεσθαι τρυφᾶν ἀπόνως διάγοντας πάντων τεταλαιπωρηκότων ὑπὲρ τοῦ κτήσασθαι τὴν αἰτουμένην ὑπ' αὐτῶν γῆν, [168] μὴ θέλειν δὲ συναραμένους τῶν ἐπιλοίπων ἀγώνων γῆν ἣν διαβᾶσιν αὐτοῖς τὸν Ἰορδάνην ὁ θεὸς παραδώσειν ὑπέσχηται ταύτην λαβεῖν καταστρεψαμένους οὓς ἐκεῖνος ἀπέδειξεν ἡμῖν πολεμίους. [169] οἱ δ' ὁρῶντες ὀργιζόμενον αὐτὸν καὶ δικαίως ἠρεθίσθαι πρὸς τὴν ἀξίωσιν αὐτῶν ὑπολαβόντες ἀπελογοῦντο μὴ διὰ φόβον κινδύνων μηδὲ διὰ τὴν πρὸς τὸ πονεῖν μαλακίαν πεποιῆσθαι τὴν αἴτησιν, [170] ἀλλ' ὅπως τὴν λείαν ἐν ἐπιτηδείοις καταλιπόντες εὔζωνοι πρὸς τοὺς ἀγῶνας καὶ τὰς μάχας χωρεῖν δύναιντο, ἑτοίμους τε ἔλεγον ἑαυτοὺς κτίσαντας πόλεις εἰς φυλακὴν τέκνων καὶ γυναικῶν καὶ κτήσεως αὐτοῦ διδόντος συναπιέναι τῷ στρατῷ. [171] καὶ Μωυσῆς ἀρεσθεὶς τῷ λόγῳ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ Ἰησοῦν καὶ τοὺς ἐν τέλει πάντας συνεχώρει τὴν Ἀμορρῖτιν αὐτοῖς ἐπὶ τῷ συμμαχῆσαι τοῖς συγγενέσιν, ἕως ἂν καταστήσωνται τὰ πάντα. λαβόντες οὖν ἐπὶ τούτοις τὴν χώραν καὶ κτίσαντες πόλεις καρτερὰς τέκνα τε καὶ γυναῖκας καὶ τἆλλα ὅσα συμπεριάγειν μέλλουσιν αὐτοῖς ἂν ἦν ἐμπόδια τοῦ πονεῖν ἀπέθεντο εἰς αὐτάς.

(4)[172] Οἰκοδομεῖ δὲ καὶ Μωυσῆς τὰς δέκα πόλεις τὰς εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ καὶ τεσσαράκοντα γενησομένας, ὧν τρεῖς ἀπέδειξε τοῖς ἐπ' ἀκουσίῳ φόνῳ φευξομένοις, καὶ χρόνον ἔταξεν εἶναι τῆς φυγῆς τὸν αὐτὸν τῷ ἀρχιερεῖ, ἐφ' οὗ δράσας τις τὸν φόνον ἔφυγε. μεθ' ὃν συνεχώρει τελευτήσαντα κάθοδον, ἐχόντων ἐξουσίαν τῶν τοῦ πεφονευμένου συγγενῶν κτείνειν, εἰ λάβοιεν ἔξω τῶν ὅρων τῆς πόλεως εἰς ἣν ἔφυγε τὸν πεφονευκότα: ἑτέρῳ δὲ οὐκ ἐπετέτραπτο. [173] αἱ δὲ πόλεις αἱ πρὸς τὰς φυγὰς ἀποδεδειγμέναι ἦσαν αἵδε: Βοσάρα μὲν ἐπὶ τοῖς ὁρίοις τῆς Ἀραβίας, Ἀρίμανον δὲ τῆς Γαλαδηνῶν γῆς, καὶ Γαυλανὰν δ' ἐν τῇ Βατανίδι. κτησαμένων δ' αὐτῶν καὶ τὴν Χαναναίων γῆν τρεῖς ἕτεραι πόλεις ἔμελλον ἀνατεθήσεσθαι τῶν Λευίτιδων πόλεων τοῖς φυγάσιν εἰς κατοικισμὸν Μωυσέος ἐπιστείλαντος.

(5)[174] Μωυσῆς δὲ προσελθόντων αὐτῷ τῶν πρώτων τῆς Μανασσίτιδος φυλῆς καὶ δηλούντων μὲν ὡς τεθνήκοι τις τῶν φυλετῶν ἐπίσημος ἀνὴρ Σωλοφάντης ὄνομα, παῖδας μὲν οὐ καταλιπὼν ἄρσενας θυγατέρας δέ τοι, καὶ πυθομένων εἰ τούτων ὁ κλῆρος ἔσοιτο, φησίν, [175] εἰ μὲν μέλλουσί τινι συνοικεῖν τῶν φυλετῶν, μετὰ τοῦ κλήρου πρὸς αὐτοὺς ἀπιέναι, εἰ δ' ἐξ ἄλλης γαμοῖντό τισι φυλῆς, τὸν κλῆρον ἐν τῇ πατρῴᾳ φυλῇ καταλιπεῖν. καὶ τότε μένειν ἑκάστου τὸν κλῆρον ἐν τῇ φυλῇ διετάξατο.

 

VIII

(1)[176] Τῶν δὲ τεσσαράκοντα ἐτῶν παρὰ τριάκοντα ἡμέρας συμπεπληρωμένων Μωυσῆς ἐκκλησίαν ἐπὶ τῷ Ἰορδάνῃ συναγαγών, ὅπου νῦν πόλις ἐστὶν Ἀβίλη, φοινικόφυτον δ' ἐστὶ τὸ χωρίον, συνελθόντος τοῦ λαοῦ παντὸς λέγει τοιάδε:

(2)[177] “Ἄνδρες συστρατιῶται καὶ τῆς μακρᾶς κοινωνοὶ ταλαιπωρίας, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατὸν ἠνυσμένον δεῖ με τοῦ ζῆν ἀπελθεῖν καὶ τῶν πέρα τοῦ Ἰορδάνου πραχθησομένων οὐ μέλλω βοηθὸς ὑμῖν ἔσεσθαι καὶ σύμμαχος κωλυόμενος ὑπὸ τοῦ θεοῦ, [178] δίκαιον ἡγησάμην μηδὲ νῦν ἐγκαταλιπεῖν τοὐμὸν ὑπὲρ τῆς ὑμετέρας εὐδαιμονίας πρόθυμον, ἀλλ' ἀίδιόν τε ὑμῖν πραγματεύσασθαι τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, καὶ μνήμην ἐμαυτῷ γενομένων ὑμῶν ἐν ἀφθονίᾳ τῶν κρειττόνων. [179] φέρε οὖν ὑποθέμενος ὃν τρόπον ὑμεῖς τ' ἂν εὐδαιμονήσαιτε καὶ παισὶ τοῖς αὑτῶν καταλίποιτε κτῆσιν ἀγαθῶν ἀίδιον παραθέμενος οὕτως ἀπέλθω τοῦ βίου. πιστεύεσθαι δὲ ἄξιός εἰμι διά τε τὰς πρότερον ὑπὲρ ὑμῶν φιλοτιμίας καὶ διὰ τὸ τὰς ψυχὰς ἐπὶ τελευτῇ γιγνομένας μετ' ἀρετῆς πάσης ὁμιλεῖν. [180] ὦ παῖδες Ἰσραήλου, μία πᾶσιν ἀνθρώποις ἀγαθῶν κτήσεως αἰτία ὁ θεὸς εὐμενής: μόνος γὰρ οὗτος δοῦναί τε ταῦτα τοῖς ἀξίοις καὶ ἀφελέσθαι τῶν ἁμαρτανόντων εἰς αὐτὸν ἱκανός, ᾧ παρέχοντες ἑαυτοὺς οἵους αὐτός τε βούλεται κἀγὼ τὴν διάνοιαν αὐτοῦ σαφῶς ἐξεπιστάμενος παραινῶ, οὐκ ἂν ὄντες μακαριστοὶ καὶ ζηλωτοὶ πᾶσιν ἀτυχήσαιτέ ποτ' ἢ παύσαισθε, ἀλλ' ὧν τε νῦν ὑμῖν ἐστιν ἀγαθῶν ἡ κτῆσις βεβαία μενεῖ τῶν τε ἀπόντων ταχεῖαν ἕξετε τὴν παρουσίαν. [181] μόνον οἷς ὁ θεὸς ὑμᾶς ἕπεσθαι βούλεται, τούτοις πειθαρχεῖτε, καὶ μήτε νομίμων τῶν παρόντων ἄλλην προτιμήσητε διάταξιν μήτ' εὐσεβείας ἧς νῦν περὶ τὸν θεὸν ἔχοντες καταφρονήσαντες εἰς ἄλλον μεταστήσησθε τρόπον. ταῦτα δὲ πράττοντες ἀλκιμώτατοι μάχας διενεγκεῖν ἁπάντων ἔσεσθε καὶ μηδενὶ τῶν ἐχθρῶν εὐάλωτοι. [182] θεοῦ γὰρ παρόντος ὑμῖν βοηθοῦ πάντων περιφρονεῖν εὔλογον. τῆς δ' ἀρετῆς ἔπαθλα ὑμῖν μεγάλα κεῖται πρὸς ἅπαντα τὸν βίον κτησαμένοις: αὐτή γε τὸ πρῶτον ἀγαθῶν τὸ πρέσβιστόν ἐστιν, ἔπειτα καὶ τὴν τῶν ἄλλων χαρίζεται περιουσίαν, [183] ὡς καὶ πρὸς ἀλλήλους ὑμῖν χρωμένοις αὐτῇ μακαριστὸν ποιῆσαι τὸν βίον καὶ τῶν ἀλλοφύλων πλέον δοξαζομένους ἀδήριτον καὶ παρὰ τοῖς αὖθις τὴν εὔκλειαν ὑμῖν ὑπάρξαι. τούτων δ' ἂν ἐφικέσθαι δυνηθείητε, εἰ τῶν νόμων οὓς ὑπαγορεύσαντός μοι τοῦ θεοῦ συνεταξάμην κατήκοοι καὶ φύλακες γένοισθε καὶ μελετῴητε τὴν σύνεσιν αὐτῶν. [184] ἄπειμι δ' αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς παρατιθέμενος ὑμᾶς νόμων τε σωφροσύνῃ καὶ κόσμῳ τῆς πολιτείας καὶ ταῖς τῶν στρατηγῶν ἀρεταῖς, οἳ πρόνοιαν ἕξουσιν ὑμῶν τοῦ συμφέροντος. [185] θεός τε ὁ μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθ' οὗ βούλησιν κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλ' ἐφ' ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ. [186] γνώμας τε ὑμῖν εἰσηγήσονται τὰς ἀρίστας, αἷς ἑπόμενοι τὴν εὐδαιμονίαν ἕξετε, ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ Ἰησοῦς ἥ τε γερουσία καὶ τὰ τέλη τῶν φυλῶν, ὧν ἀκροᾶσθε μὴ χαλεπῶς, γινώσκοντες ὅτι πάντες οἱ ἄρχεσθαι καλῶς εἰδότες καὶ ἄρχειν εἴσονται παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ, [187] τήν τ' ἐλευθερίαν ἡγεῖσθε μὴ τὸ προσαγανακτεῖν οἷς ἂν ὑμᾶς οἱ ἡγεμόνες πράττειν ἀξιῶσι: νῦν μὲν γὰρ ἐν τῷ τοὺς εὐεργέτας ὑβρίζειν ἐν τούτῳ τὴν παρρησίαν τίθεσθε, ὃ δὴ τοῦ λοιποῦ φυλαττομένοις ὑμῖν ἄμεινον ἕξει τὰ πράγματα: [188] μηδὲ τὴν ἴσην ἐπὶ τούτοις ὀργήν ποτε λαμβάνετε, ᾗ κατ' ἐμοῦ πολλάκις ἐτολμήσατε χρῆσθαι: γινώσκετε γὰρ ὡς πλεονάκις ἐκινδύνευσα ὑφ' ὑμῶν ἀποθανεῖν ἢ ὑπὸ τῶν πολεμίων. [189] ταῦτα δ' οὐκ ὀνειδίζειν ὑμᾶς προεθέμην, οὐ γὰρ ἐπ' ἐξόδου τοῦ ζῆν δυσχεραίνοντας καταλιπεῖν ἠξίουν εἰς τὴν ἀνάμνησιν φέρων μηδὲ παρ' ὃν ἔπασχον αὐτὰ καιρὸν ἐν ὀργῇ γενόμενος, ἀλλ' ὥστε τοῦ σωφρονήσειν ὑμᾶς εἰς τὸ μέλλον κατ' αὐτό γε τοῦτ' ἀσφαλὲς εἶναι, καὶ μηδὲν εἰς τοὺς προεστηκότας ἐξυβρίσαι διὰ πλοῦτον, ὃς ὑμῖν πολὺς διαβᾶσι τὸν Ἰορδάνην καὶ τὴν Χαναναίαν κτησαμέναις περιστήσεται. [190] ἐπεὶ προαχθέντες εἰς καταφρόνησιν ὑπ' αὐτοῦ καὶ τῆς ἀρετῆς ὀλιγωρίαν ἀπολεῖτε καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ θεοῦ, ποιήσαντες δὲ τοῦτον ἐχθρὸν τήν τε γῆν, ἣν κτήσεσθε, κρατηθέντες ὅπλοις ὑπὸ τῶν αὖθις ἀφαιρεθήσεσθε μετὰ μεγίστων ὀνειδῶν καὶ σκεδασθέντες διὰ τῆς οἰκουμένης πᾶσαν ἐμπλήσετε καὶ γῆν καὶ θάλασσαν τῆς αὑτῶν δουλείας. [191] ἔσται δ' ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς ἡ μετάνοια καὶ ἡ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλ' ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν. [192] ἔτι δὲ καὶ βωμοὺς καὶ ἄλση καὶ νεὼς ὁπόσους ἂν ἔχοιεν κατερείπειν παραινῶ καὶ δαπανᾶν πυρὶ τὸ γένος αὐτῶν καὶ τὴν μνήμην: βεβαία γὰρ ἂν οὕτως ὑμῖν μόνον ὑπάρξειεν ἡ τῶν οἰκείων ἀγαθῶν ἀσφάλεια. [193] ἵνα δὲ μὴ δι' ἀμαθίαν τοῦ κρείττονος ἡ φύσις ὑμῶν πρὸς τὸ χεῖρον ἀπονεύσῃ, συνέθηκα ὑμῖν καὶ νόμους ὑπαγορεύσαντός μοι τοῦ θεοῦ καὶ πολιτείαν, ἧς τὸν κόσμον φυλάξαντες πάντων ἂν εὐδαιμονέστατοι κριθείητε.”

(3)[194] Ταῦτα εἰπὼν δίδωσιν αὐτοῖς ἐν βιβλίῳ τοὺς νόμους καὶ τὴν διάταξιν τῆς πολιτείας ἀναγεγραμμένην. οἱ δὲ ἐδάκρυόν τε καὶ πολλὴν ἐπιζήτησιν ἐποιοῦντο τοῦ στρατηγοῦ μεμνημένοι τε ὧν κινδυνεύσειε καὶ προθυμηθείη τῆς περὶ αὐτῶν σωτηρίας καὶ δυσελπιστοῦντες περὶ τῶν μελλόντων ὡς οὐκ ἐσομένης ἄλλης ἀρχῆς τοιαύτης, ἧττόν τε τοῦ θεοῦ προνοησομένου διὰ τὸ Μωυσῆν εἶναι τὸν παρακαλοῦντα. [195] ὧν τε ἐπὶ τῆς ἐρήμου μετ' ὀργῆς ὁμιλήσειαν αὐτῷ μετανοοῦντες ἤλγουν, ὡς ἅπαντα τὸν λαὸν εἰς δάκρυα προπεσόντα κρεῖττον καὶ τῆς ἐκ λόγου παρηγορίας τὸ ἐπ' αὐτῷ ποιῆσαι πάθος. Μωυσῆς δ' αὐτοὺς παρηγόρει, καὶ τοῦ δακρύων αὐτὸν ἄξιον ὑπολαμβάνειν ἀπάγων αὐτοὺς χρῆσθαι τῇ πολιτείᾳ παρεκάλει. καὶ τότε μὲν οὕτω διελύθησαν.

(4)[196] Βούλομαι δὲ τὴν πολιτείαν πρότερον εἰπὼν τῷ τε Μωυσέος ἀξιώματι τῆς ἀρετῆς ἀναλογοῦσαν καὶ μαθεῖν παρέξων δι' αὐτῆς τοῖς ἐντευξομένοις. οἷα τὰ καθ' ἡμᾶς ἀρχῆθεν ἦν, ἐπὶ τὴν τῶν ἄλλων τραπέσθαι διήγησιν. γέγραπται δὲ πάνθ' ὡς ἐκεῖνος κατέλιπεν οὐδὲν ἡμῶν ἐπὶ καλλωπισμῷ προσθέντων οὐδ' ὅτι μὴ κατελέλοιπε Μωυσῆς. [197] νενεωτέρισται δ' ἡμῖν τὸ κατὰ γένος ἕκαστα τάξαι: σποράδην γὰρ ὑπ' ἐκείνου κατελείφθη γραφέντα καὶ ὡς ἕκαστόν τι παρὰ τοῦ θεοῦ πύθοιτο. τούτου χάριν ἀναγκαῖον ἡγησάμην προδιαστείλασθαι, μὴ καί τις ἡμῖν παρὰ τῶν ὁμοφύλων ἐντυχόντων τῇ γραφῇ μέμψις ὡς διημαρτηκόσι γένηται. [198] ἔχει δὲ οὕτως ἡ διάταξις ἡμῶν τῶν νόμων τῶν ἀνηκόντων εἰς τὴν πολιτείαν. οὓς δὲ κοινοὺς ἡμῖν καὶ πρὸς ἀλλήλους κατέλιπε τούτους ὑπερεθέμην εἰς τὴν περὶ ἐθῶν καὶ αἰτιῶν ἀπόδοσιν, ἣν συλλαμβανομένου τοῦ θεοῦ μετὰ ταύτην ἡμῖν τὴν πραγματείαν συντάξασθαι πρόκειται.

(5)[199] Ἐπειδὰν τὴν Χαναναίων γῆν κτησάμενοι καὶ σχολὴν ἐν χρήσει τῶν ἀγαθῶν ἔχοντες πόλεις τὸ λοιπὸν ἤδη κτίζειν προαιρῆσθε, ταῦτα ποιοῦντες τῷ θεῷ φίλα πράξετε καὶ τὴν εὐδαιμονίαν βεβαίαν ἕξετε: [200] ἱερὰ πόλις ἔστω μία τῆς Χαναναίων γῆς ἐν τῷ καλλίστῳ καὶ δι' ἀρετὴν ἐπιφανεῖ, ἣν ἂν ὁ θεὸς ἑαυτῷ διὰ προφητείας ἕληται, καὶ νεὼς εἷς ἐν ταύτῃ ἔστω, καὶ βωμὸς εἷς ἐκ λίθων μὴ κατειργασμένων, ἀλλὰ λογάδην συγκειμένων, οἳ κονιάματι χρισθέντες εὐπρεπεῖς τε εἶεν καὶ καθάριοι πρὸς τὴν θέαν. [201] ἡ δ' ἐπὶ τοῦτον πρόσβασις ἔστω μὴ διὰ βαθμίδων, ἀλλὰ προσχώσεως αὐτῷ καταπρανοῦς γενομένης. ἐν ἑτέρᾳ δὲ πόλει μήτε βωμὸς μήτε νεὼς ἔστω: θεὸς γὰρ εἷς καὶ τὸ Ἑβραίων γένος ἕν.

(6)[202] Ὁ δὲ βλασφημήσας θεὸν καταλευσθεὶς κρεμάσθω δι' ἡμέρας καὶ ἀτίμως καὶ ἀφανῶς θαπτέσθω.

(7)[203] Συνερχέσθωσαν δὲ εἰς ἣν ἀποφήνωσι πόλιν τὸν νεὼν τρὶς τοῦ ἔτους οἱ ἐκ τῶν περάτων τῆς γῆς, ἧς ἂν Ἑβραῖοι κρατῶσιν, ὅπως τῷ θεῷ τῶν μὲν ὑπηργμένων εὐχαριστῶσι καὶ περὶ τῶν εἰς τὸ μέλλον παρακαλῶσι καὶ συνιόντες ἀλλήλοις καὶ συνευωχούμενοι προσφιλεῖς ὦσι: [204] καλὸν γὰρ εἶναι μὴ ἀγνοεῖν ἀλλήλους ὁμοφύλους τε ὄντας καὶ τῶν αὐτῶν κοινωνοῦντας ἐπιτηδευμάτων, τοῦτο δὲ ἐκ μὲν τῆς αὐτῆς ἐπιμιξίας αὐτοῖς ὑπάρξειν, τῇ τε ὄψει καὶ τῇ ὁμιλίᾳ μνήμην αὐτῶν ἐντιθέντας: ἀνεπιμίκτους γὰρ ἀλλήλοις μένοντας ἀλλοτριωτάτους αὑτοῖς νομισθήσεσθαι.

(8)[205] Ἔστω δὲ καὶ δεκάτη τῶν καρπῶν ἐξαίρεσις ὑμῖν χωρὶς ἧς διετάξατε τοῖς ἱερεῦσι καὶ Λευίταις δεδόσθαι, ἣ πιπρασκέσθω μὲν ἐπὶ τῶν πατρίδων, εἰς δὲ τὰς εὐωχίας ὑπηρετείτω καὶ τὰς θυσίας τὰς ἐν τῇ ἱερᾷ πόλει: δίκαιον γὰρ εἶναι τῶν ἐκ τῆς γῆς ἀναδιδομένων, ἣν ὁ θεὸς αὐτοῖς κτήσασθαι παρέσχεν, ἐπὶ τιμῇ τοῦ δεδωκότος ἀπολαύειν.

(9)[206] Ἐκ μισθοῦ γυναικὸς ἡταιρημένης θυσίας μὴ τελεῖν: ἥδεσθαι γὰρ μηδενὶ τῶν ἀφ' ὕβρεως τὸ θεῖον, χείρων δ' οὐκ ἂν εἴη τῆς ἐπὶ τοῖς σώμασιν αἰσχύνης: ὁμοίως μηδ' ἂν ἐπ' ὀχεύσει κυνὸς ἤτοι θηρευτικοῦ ἢ ποιμνίων φύλακος λάβῃ τις μισθόν, ἐκ τούτου θύειν τῷ θεῷ.

(10)[207] Βλασφημείτω δὲ μηδεὶς θεοὺς οὓς πόλεις ἄλλαι νομίζουσι. μηδὲ συλᾶν ἱερὰ ξενικά, μηδ' ἂν ἐπωνομασμένον ᾖ τινι θεῷ κειμήλιον λαμβάνειν.

(11)[208] Μηδεὶς δ' ἐξ ὑμῶν κλωστὴν ἐξ ἐρίου καὶ λίνου στολὴν φορείτω: τοῖς γὰρ ἱερεῦσι μόνοις ταύτην ἀποδεδεῖχθαι.

(12)[209] Συνελθόντος δὲ τοῦ πλήθους εἰς τὴν ἱερὰν πόλιν ἐπὶ ταῖς θυσίαις δι' ἐτῶν ἑπτὰ τῆς σκηνοπηγίας ἑορτῆς ἐνστάσης ὁ ἀρχιερεὺς ἐπὶ βήματος ὑψηλοῦ σταθείς, ἀφ' οὗ γένοιτο ἐξάκουστος, ἀναγινωσκέτω τοὺς νόμους ἅπασι, καὶ μήτε γυνὴ μήτε παῖδες εἰργέσθωσαν τοῦ ἀκούειν, ἀλλὰ μηδὲ οἱ δοῦλοι: [210] καλὸν γὰρ ταῖς ψυχαῖς ἐγγραφέντας καὶ τῇ μνήμῃ φυλαχθῆναι μηδέποτε ἐξαλειφθῆναι δυναμένους. οὕτως γὰρ οὐδὲν ἁμαρτήσονται μὴ δυνάμενοι λέγειν ἄγνοιαν τῶν ἐν τοῖς νόμοις διωρισμένων, οἵ τε νόμοι πολλὴν πρὸς ἁμαρτάνοντας ἕξουσι παρρησίαν, ὡς προλεγόντων αὐτοῖς ἃ πείσονται καὶ ταῖς ψυχαῖς ἐγγραψάντων διὰ τῆς ἀκοῆς ἃ κελεύουσιν, [211] ὥστ' εἶναι διὰ παντὸς ἔνδον αὐτοῖς τὴν προαίρεσιν αὐτῶν ἧς ὀλιγωρήσαντες ἠδίκησαν καὶ τῆς ζημίας αὑτοῖς αἴτιοι γεγόνασι. μανθανέτωσαν δὲ καὶ οἱ παῖδες πρῶτον τοὺς νόμους μάθημα κάλλιστον καὶ τῆς εὐδαιμονίας αἴτιον.

(13)[212] Δίς τε ἑκάστης ἡμέρας ἀρχομένης τε αὐτῆς καὶ ὁπότε πρὸς ὕπνον ὥρα τρέπεσθαι μαρτυρεῖν τῷ θεῷ τὰς δωρεάς, ἃς ἀπαλλαγεῖσιν αὐτοῖς ἐκ τῆς Αἰγυπτίων γῆς παρέσχε, δικαίας οὔσης φύσει τῆς εὐχαριστίας καὶ γενομένης ἐπ' ἀμοιβῇ μὲν τῶν ἤδη γεγονότων ἐπὶ δὲ προτροπῇ τῶν ἐσομένων: [213] ἐπιγράφειν δὲ καὶ τοῖς θυρώμασιν αὐτῶν τὰ μέγιστα ὧν εὐεργέτησεν αὐτοὺς ὁ θεὸς ἔν τε βραχίοσιν ἕκαστον διαφαίνειν, ὅσα τε τὴν ἰσχὺν ἀποσημαίνειν δύναται τοῦ θεοῦ καὶ τὴν πρὸς αὐτοὺς εὔνοιαν φέρειν ἐγγεγραμμένα ἐπὶ τῆς κεφαλῆς καὶ τοῦ βραχίονος, ὡς περίβλεπτον πανταχόθεν τὸ περὶ αὐτοὺς πρόθυμον τοῦ θεοῦ.

(14)[214] Ἀρχέτωσαν δὲ καθ' ἑκάστην πόλιν ἄνδρες ἑπτὰ οἱ καὶ τὴν ἀρετὴν καὶ τὴν περὶ τὸ δίκαιον σπουδὴν προησκηκότες: ἑκάστῃ δὲ ἀρχῇ δύο ἄνδρες ὑπηρέται διδόσθωσαν ἐκ τῆς τῶν Λευιτῶν φυλῆς. [215] ἔστωσαν δὲ καὶ οἱ δικάζειν λαχόντες ταῖς πόλεσιν ἐν πάσῃ τιμῇ, ὡς μήτε βλασφημεῖν ἐκείνων παρόντων μήτε θρασύνεσθαί τισιν ἐξεῖναι τῆς πρὸς τοὺς ἐν ἀξιώματι τῶν ἀνθρώπων αἰδοῦς αὐτῶν εὐλαβεστέρους, ὥστε τοῦ θεοῦ μὴ καταφρονεῖν, ἀπεργαζομένης. [216] οἱ δὲ δικασταὶ ἀποφήνασθαι κύριοι περὶ τοῦ δόξαντος αὐτοῖς ἔστωσαν, πλὴν εἰ μή τι χρήματα λαβόντας τις αὐτοὺς ἐπὶ διαφθορᾷ τοῦ δικαίου ἐνδείξαιτ' ἢ ἄλλην τινὰ αἰτίαν προφέροι, καθ' ἣν οὐ καλῶς ἐλέγχει αὐτοὺς ἀποφηναμένους: οὔτε γὰρ κέρδει χαριζομένους οὔτ' ἀξιώματι προσῆκε φανερὰς ποιεῖσθαι τὰς κρίσεις, ἀλλὰ τὸ δίκαιον ἐπάνω πάντων τιθεμένους. [217] ὁ γὰρ θεὸς ἂν οὕτως δόξειε καταφρονεῖσθαι καὶ ἀσθενέστερος ἐκείνων οἷς ἄν τις κατὰ φόβον ἰσχύος προσνέμοι τὴν ψῆφον κεκρίσθαι: τοῦ θεοῦ γὰρ ἰσχύς ἐστι τὸ δίκαιον. ὃ τοῖς ἐν ἀξιώμασι τυγχάνουσι καταχαριζόμενός τις ἐκείνους τοῦ θεοῦ δυνατωτέρους ποιεῖ. [218] ἂν δ' οἱ δικασταὶ μὴ νοῶσι περὶ τῶν ἐπ' αὐτοὺς παρατεταγμένων ἀποφήνασθαι, συμβαίνει δὲ πολλὰ τοιαῦτα τοῖς ἀνθρώποις, ἀναπεμπέτωσαν τὴν δίκην εἰς τὴν ἱερὰν πόλιν, καὶ συνελθόντες ὅ τε ἀρχιερεὺς καὶ ὁ προφήτης καὶ ἡ γερουσία τὸ δοκοῦν ἀποφαινέσθωσαν.

(15)[219] Εἷς δὲ μὴ πιστευέσθω μάρτυς, ἀλλὰ τρεῖς ἢ τὸ τελευταῖον δύο, ὧν τὴν μαρτυρίαν ἀληθῆ ποιήσει τὰ προβεβιωμένα. γυναικῶν δὲ μὴ ἔστω μαρτυρία διὰ κουφότητα καὶ θράσος τοῦ γένους αὐτῶν: μαρτυρείτωσαν δὲ μηδὲ δοῦλοι διὰ τὴν τῆς ψυχῆς ἀγένειαν, οὓς ἢ διὰ κέρδος εἰκὸς ἢ διὰ φόβον μὴ τἀληθῆ μαρτυρῆσαι. ἂν δέ τις ψευδομαρτυρήσας πιστευθῇ, πασχέτω ταῦτ' ἐλεγχθεὶς ὅσα ὁ καταμαρτυρηθεὶς πάσχειν ἔμελλεν.

(16)[220] Ἂν δὲ πραχθέντος φόνου ἔν τινι χώρᾳ μὴ εὑρίσκηται ὁ δράσας μηδ' ὑπονοῆταί τις ὡς διὰ μῖσος ἀπεκτονηκώς, ζητείτωσαν μὲν αὐτὸν μετὰ πολλῆς σπουδῆς μήνυτρα προθέμενοι: μηδενὸς δὲ μηνύοντος αἱ ἀρχαὶ τῶν πόλεων τῶν πλησίον τῇ χώρᾳ, ἐν ᾗ ὁ φόνος ἐπράχθη, καὶ ἡ γερουσία συνελθόντες μετρείτωσαν ἀπὸ τοῦ τόπου ὅπου κεῖται ὁ νεκρὸς τὴν χώραν. [221] ἣ δ' ἂν ᾖ πλησιαιτάτη πόλις, οἱ ἐν αὐτῇ δημόσιοι πριάμενοι δάμαλιν καὶ κομίσαντες εἰς φάραγγα καὶ ἀνεπιτήδειον ἀρότρῳ καὶ φυτοῖς χωρίον τοὺς τένοντας κοψάτωσαν τῆς βοός, [222] καὶ χέρνιβας ἑλόμενοι ὑπὲρ κεφαλῆς τῆς βοὸς οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ ἡ γερουσία τῆς πόλεως ἐκείνης καθαρὰς ἀναβοησάτωσαν τὰς χεῖρας ἔχειν ἀπὸ τοῦ φόνου καὶ μήτε δρᾶσαι μήτε δρωμένῳ παρατυχεῖν, ἐπικαλεῖσθαι δὲ ἵλεω τὸν θεὸν καὶ μηκέτι τοιοῦτον δεινὸν συμβῆναι τῇ γῇ πάθος.

(17)[223] Ἀριστοκρατία μὲν οὖν κράτιστον καὶ ὁ κατ' αὐτὴν βίος, καὶ μὴ λάβῃ πόθος ὑμᾶς ἄλλης πολιτείας, ἀλλὰ ταύτην στέργοιτε καὶ τοὺς νόμους ἔχοντες δεσπότας κατ' αὐτοὺς ἕκαστα πράττετε: ἀρκεῖ γὰρ ὁ θεὸς ἡγεμὼν εἶναι. βασιλέως δ' εἰ γένοιτο ἔρως ὑμῖν, ἔστω μὲν οὗτος ὁμόφυλος, πρόνοια δ' αὐτῷ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς διὰ παντὸς ἔστω. [224] παραχωροίη δὲ οὗτος τοῖς μὲν νόμοις καὶ τῷ θεῷ τὰ πλείονα τοῦ φρονεῖν, πρασσέτω δὲ μηδὲν δίχα τοῦ ἀρχιερέως καὶ τῆς τῶν γερουσιαστῶν γνώμης γάμοις τε μὴ πολλοῖς χρώμενος μηδὲ πλῆθος διώκων χρημάτων μηδ' ἵππων, ὧν αὐτῷ παραγενομένων ὑπερήφανος ἂν τῶν νόμων ἔσοιτο. κωλυέσθω δ', εἰ τούτων τι διὰ σπουδῆς ἔχοι, γίγνεσθαι τοῦ συμφέροντος ὑμῖν δυνατώτερος.

(18)[225] Ὅρους γῆς μὴ ἐξέστω κινεῖν μήτε οἰκείας μήτ' ἀλλοτρίας πρὸς οὕς ἐστιν ὑμῖν εἰρήνη, φυλαττέσθω δ' ὥσπερ θεοῦ ψῆφον βεβαίαν εἰς αἰῶνα κειμένην ἀναιρεῖν, ὡς πολέμων ἐντεῦθεν καὶ στάσεων γινομένων ἐκ τοῦ πλεονεκτοῦντας προσωτέρω χωρεῖν βούλεσθαι τῶν ὅρων: μὴ γὰρ μακρὰν εἶναι τοῦ καὶ τοὺς νόμους ὑπερβαίνειν τοὺς τὸν ὅρον μετακινοῦντας.

(19)[226] Γῆν ὁ φυτεύσας, πρὸ ἐτῶν τεσσάρων ἂν καρπὸν προβάλῃ τὰ φυτά, μήτε τῷ θεῷ ἀπαρχὰς ἐντεῦθεν ἀποφερέτω μήτ' αὐτὸς χρήσθω: οὐ γὰρ κατὰ καιρὸν τοῦτον ὑπ' αὐτῶν ἐνεχθῆναι, βιασαμένης δὲ τῆς φύσεως ἀώρως μήτε τῷ θεῷ ἁρμόζειν μήτ' αὐτῷ τῷ δεσπότῃ χρῆσθαι. [227] τῷ δὲ τετάρτῳ τρυγάτω πᾶν τὸ γενόμενον, τότε γὰρ ὥριον εἶναι, καὶ συναγαγὼν εἰς τὴν ἱερὰν πόλιν κομιζέτω, καὶ σὺν τῇ δεκάτῃ τοῦ ἄλλου καρποῦ μετὰ τῶν φίλων εὐωχούμενος ἀναλισκέτω καὶ μετ' ὀρφανῶν καὶ χηρευουσῶν γυναικῶν. πέμπτου δὲ ἔτους κύριος ἔστω τὰ φυτὰ καρποῦσθαι.

(20)[228] Τὴν ἀμπέλοις κατάφυτον γῆν μὴ σπείρειν: ἀρκεῖσθαι γὰρ αὐτὴν τρέφειν τοῦτο τὸ φυτὸν καὶ τῶν ἐξ ἀρότρου πόνων ἀπηλλάχθαι. βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδὲν τῶν ἑτέρων ζῴων [σὺν αὐτοῖς] ὑπὸ ζεύγλην ἄγοντας, ἀλλὰ κατ' οἰκεῖα γένη κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. εἶναι δὲ καθαρὰ τὰ σπέρματα καὶ ἀνεπίμικτα, καὶ μὴ σύνδυο καὶ τρία σπείρειν: οὐ γὰρ τῇ τῶν ἀνομοίων κοινωνίᾳ χαίρειν τὴν φύσιν. [229] μηδὲ κτήνεσιν ἐπάγειν ὅσα μὴ συγγενῆ: δέος γὰρ ἐκ τούτου μὴ διαβῇ καὶ μέχρι τῶν ἀνθρωπείων ἡ πρὸς τὸ ὁμόφυλον ἀτιμία τὴν ἀρχὴν ἀπὸ τῶν περὶ τὰ μικρὰ καὶ τὰ φαῦλα πρότερον λαβοῦσα. [230] δεῖ δὲ μηδὲν εἶναι τοιοῦτον συγκεχωρημένον, ἐξ οὗ κατὰ μίμησιν παρατροπή τις τῶν κατὰ τὴν πολιτείαν ἔσοιτο, ἀλλ' ὡς οὐδὲ περὶ τῶν τυχόντων ἠμέληται τοῖς νόμοις εἰδόσι προνοεῖσθαι τοῦ κατ' αὐτοὺς ἀμέμπτου.

(21)[231] Ἀμῶντας δὲ καὶ συναιροῦντας τὰ θέρη μὴ καλαμᾶσθαι, καταλιπεῖν δέ τινα καὶ τῶν δραγμάτων τοῖς βίου σπανίζουσιν ἕρμαιον εἶναι [τούτοις] πρὸς διατροφήν: ὁμοίως δὲ καὶ τῆς τρύγης ἀπολιπεῖν τὰς ἐπιφυλλίδας τοῖς πένησι καὶ τῶν ἐλαιῶν παρεῖναί τι τοῦ καρποῦ πρὸς συλλογὴν τοῖς ἐξ ἰδίων οὐκ ἔχουσι μεταλαβεῖν: [232] οὐ τοσαύτη γὰρ ἂν ἐκ τῆς ἐπ' ἀκριβὲς αὐτῶν συλλογῆς εὐπορία τοῖς δεσπόταις γένοιτο, ὅση χάρις ἐκ τῶν δεομένων ἔλθοι, τό τε θεῖον τὴν γῆν προθυμοτέραν εἰς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀπεργάσεται μὴ τοῦ κατ' αὐτοὺς προνοουμένων λυσιτελοῦς, ἀλλὰ καὶ τῆς τῶν ἄλλων διατροφῆς λόγον ἐχόντων. [233] μηδὲ βοῶν ὁπότε τρίβοιεν τοὺς στάχυας ἀποδεῖν τὰ στόματα ἐπὶ τῆς ἅλωος: οὐ γὰρ εἶναι δίκαιον εἴργειν τοὺς συνειργασμένους τοῦ καρποῦ καὶ περὶ τὴν γένεσιν αὐτοῦ πονήσαντας. [234] μηδὲ ὀπώρας ἀκμαζούσης κωλύειν ἅπτεσθαι τοὺς ὁδῷ βαδίζοντας, ἀλλ' ὡς ἐξ οἰκείων αὐτοῖς ἐπιτρέπειν ἐμπίπλασθαι, κἂν ἐγχώριοι τυγχάνωσι κἂν ξένοι, χαίροντας ἐπὶ τῷ παρέχειν αὐτοῖς τῶν ὡραίων μεταλαμβάνειν: ἀποφέρεσθαι δ' αὐτοῖς μηδὲν ἐξέστω. [235] μηδὲ τρυγῶντες ὧν ἂν εἰς τὰς ληνοὺς κομίζωσιν εἰργέτωσαν τοὺς ὑπαντιάζοντας ἐπεσθίειν: ἄδικον γὰρ ἀγαθῶν, ἃ κατὰ βούλησιν θεοῦ παρῆλθεν εἰς τὸν βίον, φθονεῖν τοῖς ἐπιθυμοῦσιν αὐτῶν μεταλαμβάνειν τῆς ὥρας ἐν ἀκμῇ τε οὔσης καὶ σπευδούσης ἀπελθεῖν: [236] ὡς τῷ θεῷ κεχαρισμένον ἂν εἴη, κἂν ὑπ' αἰσχύνης τινὰς ὀκνοῦντας ἅψασθαι λαβεῖν παρακαλῶσιν, ὄντας μὲν Ἰσραηλίτας ὡς κοινωνοὺς καὶ δεσπότας διὰ τὴν συγγένειαν, ἀφιγμένους δ' ἀλλαχόθεν ἀνθρώπους ξενίων τυχεῖν ἀξιοῦντας ὧν ὁ θεὸς καθ' ὥραν αὐτοῖς παρέσχεν. [237] ἀναλώματα γὰρ οὐχ ἡγητέον ὅσα τις κατὰ χρηστότητα παρίησιν ἀνθρώποις λαμβάνειν, τοῦ θεοῦ τὴν ἀφθονίαν τῶν ἀγαθῶν χορηγοῦντος οὐκ ἐπὶ τῷ καρποῦσθαι μόνοις, ἀλλὰ καὶ τῷ τοῖς ἄλλοις μεταδιδόναι φιλοτίμως, καὶ βουλομένου τῷ τρόπῳ τούτῳ τὴν ἰδίαν περὶ τὸν Ἰσραηλιτῶν λαὸν εὔνοιαν καὶ τὴν χορηγίαν τῆς εὐδαιμονίας καὶ τοῖς ἄλλοις ἐμφανίζεσθαι ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς κἀκείνοις μεταδιδόντων. [238] ὁ δὲ παρὰ ταῦτα ποιήσας πληγὰς μιᾷ λειπούσας τεσσαράκοντα τῷ δημοσίῳ σκύτει λαβὼν τιμωρίαν ταύτην αἰσχίστην ἐλεύθερος ὑπομενέτω, ὅτι τῷ κέρδει δουλεύσας ὕβρισε τὸ ἀξίωμα: [239] καλῶς γὰρ ὑμῖν ἔχει πεπειραμένοις ἐν Αἰγύπτῳ συμφορῶν καὶ κατὰ τὴν ἐρημίαν πρόνοιαν τῶν ἐν τοῖς ὁμοίοις ὑπαρχόντων ποιεῖσθαι, καὶ τυχόντας εὐπορίας ἐξ ἐλέου καὶ προνοίας τοῦ θεοῦ τὴν αὐτὴν ταύτην ἐξ ὁμοίου πάθους ἀπομερίζειν τοῖς δεομένοις.

(22)[240] Ταῖς δὲ δεκάταις ταῖς δυσίν, ἃς ἔτους ἑκάστου προεῖπον τελεῖν, τὴν μὲν τοῖς Λευίταις, τὴν δ' ἑτέραν πρὸς τὰς εὐωχίας, τρίτην πρὸς αὐταῖς κατὰ τὸ ἔτος τρίτον συμφέρειν εἰς διανέμησιν τῶν σπανιζόντων γυναιξί τε χήραις καὶ παισὶν ὀρφανοῖς: [241] τῶν δ' ὡραίων ὅ τι καὶ πρῶτον ἑκάστῳ τύχῃ γενόμενον εἰς τὸ ἱερὸν κομιζέτωσαν, καὶ τὸν θεὸν ὑπὲρ τῆς ἐνεγκαμένης αὐτὸ γῆς, ἣν αὐτοῖς κτήσασθαι παρέσχεν, εὐλογήσαντες θυσίας ἃς ὁ νόμος αὐτοῖς ἐπιφέρειν κελεύει ἐπιτελέσαντες τούτων τὰ προτέλεια τοῖς ἱερεῦσι διδότωσαν. [242] ἐπειδὰν δὲ ταῦτά τις ποιήσας καὶ πάντων τὰς δεκάτας ἅμα ταῖς εἰς τοὺς Λευίτας καὶ τὰς εὐωχίας ἀπενηνοχὼς ἀπιέναι μέλλῃ πρὸς αὑτὸν οἴκαδε, στὰς ἀντικρὺ τοῦ τεμενίσματος εὐχαριστησάτω μὲν τῷ θεῷ, ὅτι τῆς ἀπ' Αἰγυπτίων αὐτοὺς ὕβρεως ἀπαλλάξας γῆν αὐτοῖς ἀγαθὴν καὶ πολλὴν ἔδωκε καρποῦσθαι, [243] μαρτυράμενος δὲ ὡς τάς τε δεκάτας κατὰ τοὺς Μωυσέος τελέσειε νόμους αἰτησάσθω τὸν θεὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ διὰ παντὸς εἶναι καὶ κοινῇ πᾶσιν Ἑβραίοις διαμένειν, φυλάττοντα μὲν ἃ δέδωκεν αὐτοῖς ἀγαθὰ προσκτήσασθαι δὲ ὅσα δύναται χαρίζεσθαι.

(23)[244] Γαμείτωσαν δὲ ἐν ὥρᾳ γάμου γενόμενοι παρθένους ἐλευθέρας γονέων ἀγαθῶν, ὁ δὲ μὴ μέλλων ἄγεσθαι παρθένον μὴ ζευγνύσθω συνοικοῦσαν ἄλλῳ νοθεύσας μηδὲ λυπῶν τὸν πρότερον αὐτῆς ἄνδρα: δούλας δὲ μὴ γαμεῖσθαι τοῖς ἐλευθέροις, μηδ' ἂν ὑπ' ἔρωτος πρὸς τοῦτό τινες ἐκβιάζωνται, κρατεῖν δὲ τῆς ἐπιθυμίας τὸ εὐπρεπὲς καὶ τοῖς ἀξιώμασι πρόσφορον. [245] ἔτι μηδὲ ἡταιρημένης εἶναι γάμον, ἧς δι' ὕβριν τοῦ σώματος τὰς ἐπὶ τῷ γάμῳ θυσίας ὁ θεὸς οὐκ ἂν προσοῖτο: γένοιτο γὰρ ἂν οὕτω τῶν παίδων τὰ φρονήματα ἐλευθέρια καὶ πρὸς ἀρετὴν ὄρθια, εἰ μὴ τύχοιεν ἐκ γάμων φύντες αἰσχρῶν, μηδ' ἐξ ἐπιθυμίας οὐκ ἐλευθερίας συνελθόντων. [246] εἴ τις ὡς παρθένον μνηστευσάμενος ἔπειτα μὴ τοιαύτην εὕροι, δίκην λαχὼν αὐτὸς μὲν κατηγορείτω χρώμενος εἰς ἀπόδειξιν οἷς ἂν ἔχῃ τεκμηρίοις, ἀπολογείσθω δὲ ὁ τῆς κόρης πατὴρ ἢ ἀδελφὸς ἢ ὃς ἂν μετὰ τούτους ἐγγυτέρω δοκῇ τοῦ γένους. [247] καὶ κριθεῖσα μὲν ἡ κόρη μὴ ἀδικεῖν συνοικείτω τῷ κατηγορήσαντι μηδεμίαν ἐξουσίαν ἔχοντος ἐκείνου ἀποπέμπεσθαι αὐτήν, πλὴν εἰ μὴ μεγάλας αἰτίας αὐτῷ παράσχοι καὶ πρὸς ἃς οὐδ' ἀντειπεῖν δυνηθείη. [248] τοῦ δὲ τολμηρῶς καὶ προπετῶς ἐπενεγκεῖν αἰτίαν καὶ διαβολὴν πρόστιμον ἐκτινύτω πληγὰς τεσσαράκοντα μιᾷ λειπούσας λαμβάνων καὶ πεντήκοντα σίκλους ἀποτινύτω τῷ πατρί. ἂν δ' ἐξελέγξῃ τὴν παιδίσκην ἐφθαρμένην, δημότις μὲν οὖσα τοῦ μὴ σωφρόνως προστῆναι τῆς παρθενίας ἄχρι νομίμων γάμων καταλευέσθω, ἂν δ' ἐξ ἱερέων ᾖ γεγενημένη, καιέσθω ζῶσα. [249] δύο γυναικῶν οὐσῶν τινι, καὶ τῆς μὲν ἑτέρας ἐν τιμῇ σφόδρα καὶ εὐνοίᾳ κειμένης ἢ δι' ἔρωτα καὶ κάλλος ἢ κατ' ἄλλην αἰτίαν, τῆς δ' ἑτέρας ἐν ἐλάττονι μοίρᾳ τυγχανούσης, ἂν ὁ ἐκ τῆς ἀγαπωμένης παῖς γενόμενος νεώτερος ὢν τοῦ ἐκ τῆς ἑτέρας φύντος ἀξιοῖ διὰ τὴν πρὸς τὴν μητέρα τοῦ πατρὸς εὔνοιαν τῶν πρεσβείων τυγχάνειν, ὥστε διπλοῦν τὸ μέρος τῆς πατρῴας οὐσίας ἐκλαμβάνειν, τοῦτο γὰρ ἐν τοῖς νόμοις διεταξάμην, μὴ συγκεχωρήσθω: [250] ἄδικον γὰρ τὸν τῇ γενέσει πρεσβύτερον, ὅτι τὰ τῆς μητρὸς αὐτῷ ἥττονα παρὰ τῇ διαθέσει τοῦ πατρός, τῶν ὀφειλομένων αὐτῷ στερεῖσθαι. [251] ὁ κόρην ἄλλῳ κατηγγυημένην φθείρας, εἰ μὲν πείσας καὶ πρὸς τὴν φθορὰν συγκάταινον λαβών, ἀποθνησκέτω σὺν αὐτῇ: πονηροὶ γὰρ ὁμοίως ἑκάτεροι, ὁ μὲν τὸ αἴσχιστον πείσας ἑκουσίως ὑπομεῖναι καὶ προτιμῆσαι τοῦτο τοῦ ἐλευθέρου γάμου τὴν κόρην, ἡ δὲ παρασχεῖν ἑαυτὴν πεισθεῖσα δι' ἡδονὴν ἢ διὰ κέρδος πρὸς τὴν ὕβριν: [252] ἐὰν δέ που μόνῃ περιπεσὼν βιάσηται μηδενὸς βοηθοῦ παρόντος, μόνος ἀποθνησκέτω. ὁ φθείρας παρθένον μήπω κατηγγυημένην αὐτὸς γαμείτω: ἢν δὲ τῷ πατρὶ τῆς κόρης μὴ δόξῃ συνοικίζειν αὐτῷ, πεντήκοντα σίκλους τιμὴν τῆς ὕβρεως καταβαλλέτω. [253] γυναικὸς δὲ τῆς συνοικούσης βουλόμενος διαζευχθῆναι καθ' ἁσδηποτοῦν αἰτίας, πολλαὶ δ' ἂν τοῖς ἀνθρώποις τοιαῦται γίγνοιντο, γράμμασι μὲν περὶ τοῦ μηδέποτε συνελθεῖν ἰσχυριζέσθω: λάβοι γὰρ ἂν οὕτως ἐξουσίαν συνοικεῖν ἑτέρῳ, πρότερον γὰρ οὐκ ἐφετέον: εἰ δὲ καὶ πρὸς ἐκεῖνον κακωθείη καὶ τελευτήσαντος αὐτοῦ θελήσειε γαμεῖν ὁ πρότερος, μὴ ἐξεῖναι αὐτῇ ἐπανιέναι. [254] τὴν ἄτεκνον τἀνδρὸς αὐτῇ τετελευτηκότος ὁ ἀδελφὸς ἐκείνου γαμείτω καὶ τὸν παῖδα τὸν γενόμενον τῷ τοῦ τεθνεῶτος καλέσας ὀνόματι τρεφέτω τοῦ κλήρου διάδοχον: τοῦτο γὰρ καὶ τοῖς δημοσίοις λυσιτελήσει γιγνόμενον τῶν οἴκων οὐκ ἐκλειπόντων καὶ τῶν χρημάτων τοῖς συγγενέσι μενόντων, καὶ ταῖς γυναιξὶ κουφισμὸν οἴσει τῆς συμφορᾶς τοῖς ἔγγιστα τῶν προτέρων ἀνδρῶν συνοικούσαις. [255] ἐὰν δὲ μὴ βούληται γαμεῖν ὁ ἀδελφός, ἐπὶ τὴν γερουσίαν ἐλθοῦσα ἡ γυνὴ μαρτυράσθω τοῦθ', ὅτι βουλομένην αὐτὴν ἐπὶ τοῦ οἴκου μένειν καὶ τεκνοῦν ἐξ αὐτοῦ μὴ προσδέχοιτο ὑβρίζων τὴν τοῦ τεθνηκότος ἀδελφοῦ μνήμην. ἐρομένης δὲ τῆς γερουσίας, διὰ ποίαν αἰτίαν ἀλλοτρίως ἔχοι πρὸς τὸν γάμον, ἄν τε μικρὰν ἄν τε μείζω λέγῃ, πρὸς ταῦτα ῥεπέτω: [256] ὑπολύσασα δ' αὐτὸν ἡ γυνὴ τἀδελφοῦ τὰ σάνδαλα, καὶ πτύουσα αὐτοῦ εἰς τὸ πρόσωπον τούτων αὐτὸν ἄξιον εἶναι παρ' αὐτῆς λεγέτω τυγχάνειν ὑβρίσαντα τὴν τοῦ κατοιχομένου μνήμην. καὶ ὁ μὲν ἐκ τῆς γερουσίας ἀπίτω τοῦτ' ἔχων ὄνειδος πρὸς ἅπαντα τὸν βίον, ἡ δ' ᾧπερ ἂν βουληθῇ τινι τῶν δεομένων γαμείσθω. [257] ἂν δ' αἰχμάλωτόν τις λάβῃ παρθένον ἄν τε καὶ γεγαμημένην, βουλομένῳ συνοικεῖν μὴ πρότερον ἐξέστω εὐνῆς ἅψασθαι καὶ κοινωνίας, πρὶν ἢ ξυραμένην αὐτὴν καὶ πένθιμον σχῆμα ἀναλαβοῦσαν ἀποθρηνῆσαι συγγενεῖς καὶ φίλους τοὺς ἀπολωλότας ἐν τῇ μάχῃ, [258] ὅπως τὸ ἐπ' αὐτοῖς κορέσασα λυπηρὸν ἔπειθ' οὕτως ἐπ' εὐωχίας τράπηται καὶ γάμους: καλὸν γὰρ εἶναι καὶ δίκαιον παιδοποιὸν παραλαμβάνοντα θεραπεύειν αὐτῆς τὸ βουλητὸν, ἀλλὰ μὴ τὴν ἰδίαν ἡδονὴν διώκοντα μόνον τοῦ κατ' αὐτὴν ἀμελεῖν κεχαρισμένου. [259] τριάκοντα δ' ἡμερῶν τῷ πένθει διελθουσῶν, αὐτάρκεις γὰρ ἐπὶ τοῖς δακρύοις αὗται τῶν φιλτάτων ταῖς φρονίμοις, τότε χωρεῖν ἐπὶ τὸν γάμον. εἰ δ' ἐμπλησθεὶς τῆς ἐπιθυμίας ὑπερηφανεύσειεν αὐτὴν γαμετὴν ἔχειν, μηκέτ' ἐξουσίαν ἐχέτω καταδουλοῦν αὐτήν, ἀλλ' ὅπη βούλεται χωρεῖν ἀπίτω τοῦτο ἐλεύθερον ἔχουσα.

(24)[260] Ὅσοι δ' ἂν τῶν νέων περιφρονῶσι τοὺς γονεῖς καὶ τὴν τιμὴν αὐτοῖς μὴ νέμωσιν ἢ δι' αἰσχύνην ἢ διὰ σύνεσιν ἐξυβρίζοντες εἰς αὐτούς, πρῶτον μὲν λόγοις αὐτοὺς νουθετείτωσαν οἱ πατέρες, αὐτάρκεις γὰρ ἐφ' υἱάσιν οὗτοι δικασταί, [261] συνελθεῖν μὲν ἀλλήλοις οὐχ ἡδονῆς ἕνεκα λέγοντες οὐδὲ τῆς τῶν χρημάτων αὐξήσεως κοινῶν τῶν ἑκατέροις ὑπαρχόντων γενομένων, ἀλλ' ὅπως παίδων τύχωσιν, οἳ γηρωκομήσουσιν αὐτοὺς καὶ ὧν ἂν δέωνται παρ' αὐτῶν ἕξουσι, γενόμενόν τε μετὰ χαρᾶς καὶ τοῦ τῷ θεῷ χάριν εἰδέναι τὴν μεγίστην ἀράμενοι διὰ σπουδῆς ἀνεθρέψαμεν μηδενὸς φειδὼ ποιούμενοι τοῦ καὶ δόξαντος εἰς σωτηρίαν τὴν σὴν καὶ παιδείαν τῶν ἀρίστων εἶναι χρησίμου. [262] νῦν δέ, συγγνώμην γὰρ χρὴ νέμειν ἐφ' ἁμαρτήμασι νέων, ἀπόχρη σοι ὅσα τῆς εἰς ἡμᾶς τιμῆς ὠλιγώρησας, καὶ μεταβαλοῦ πρὸς τὸ σωφρονέστερον λογισάμενος καὶ τὸν θεὸν ἐπὶ τοῖς εἰς πατέρας τολμωμένοις χαλεπῶς ἔχειν, ὅτι καὶ αὐτὸς πατὴρ τοῦ παντὸς ἀνθρώπων γένους ἐστὶ καὶ συνατιμοῦσθαι δοκεῖ τοῖς τὴν αὐτὴν αὐτῷ προσηγορίαν ἔχουσιν οὐχ ὧν προσῆκεν αὐτοῖς παρὰ τῶν παίδων τυγχανόντων, καὶ νόμος κολαστὴς γίνεται τῶν τοιούτων ἀπαραίτητος, [263] οὗ σὺ μὴ πειραθείης.” κἂν μὲν τούτοις θεραπεύηται τὸ τῶν νέων αὔθαδες, ἀπαλλαττέσθωσαν τῶν ἐπὶ τοῖς ἠγνοημένοις ὀνειδῶν. οὕτως γὰρ ἂν ὅ τε νομοθέτης ἀγαθὸς εἴη καὶ οἱ πατέρες εὐτυχεῖς οὐκ ἐπιδόντες οὔτε υἱὸν κολαζόμενον οὔτε θυγατέρα. [264] οὐδ' ἂν οἱ λόγοι καὶ ἡ παρ' αὐτῶν διδασκαλία τοῦ σωφρονεῖν τὸ μηδὲν εἶναι φανῶσιν, ἐχθροὺς δ' ἀσπόνδους αὑτῷ ποιῇ τοὺς νόμους τοῖς συνεχέσι κατὰ τῶν γονέων τολμήμασι, προαχθεὶς ὑπ' αὐτῶν τούτων ἔξω τῆς πόλεως τοῦ πλήθους ἑπομένου καταλευέσθω καὶ μείνας δι' ὅλης τῆς ἡμέρας εἰς θέαν τὴν ἁπάντων θαπτέσθω νυκτός. [265] οὕτως δὲ καὶ οἱ ὁπωσοῦν ὑπὸ τῶν νόμων ἀναιρεθῆναι κατακριθέντες. θαπτέσθωσαν δὲ καὶ οἱ πολέμιοι καὶ νεκρὸς μηδὲ εἷς ἄμοιρος γῆς κείσθω περαιτέρω τοῦ δικαίου τιμωρίαν ἐκτίνων.

(25)[266] Δανείζειν δ' Ἑβραίων ἐπὶ τόκοις ἐξέστω μηδενὶ μήτε βρωτὸν μήτε ποτόν: οὐ γὰρ δίκαιον προσοδεύεσθαι τοῦ ὁμοφύλου τὰς τύχας, ἀλλὰ βοηθήσαντας ταῖς χρείαις αὐτοῦ κέρδος εἶναι νομίζειν τήν τ' ἐκείνων εὐχαριστίαν καὶ τὴν ἀμοιβὴν τὴν παρὰ τοῦ θεοῦ γενησομένην ἐπὶ τῇ χρηστότητι.

(26)[267] Οἱ δὲ λαβόντες εἴτε ἀργύρια εἴτε τινὰ τῶν καρπῶν ὑγρὸν ἢ ξηρόν, κατὰ νοῦν αὐτοῖς τῶν παρὰ τοῦ θεοῦ χωρησάντων κομίζοντες μεθ' ἡδονῆς ἀποδιδότωσαν τοῖς δοῦσιν ὥσπερ ἀποθέμενοι εἰς τὰ αὑτῶν καὶ πάλιν εἰ δεηθεῖεν ἕξοντες. [268] ἂν δὲ ἀναισχυντῶσι περὶ τὴν ἀπόδοσιν, μὴ περὶ τὴν οἰκίαν βαδίσαντας ἐνεχυριάζειν πρὶν ἢ δίκη περὶ τούτου γένηται: τὸ δ' ἐνέχυρον αἰτεῖν ἔξω καὶ τὸν ὀφείλοντα κομίζειν δι' αὐτοῦ μηδὲν ἀντιλέγοντα τῷ μετὰ νόμου βοηθείας ἐπ' αὐτὸν ἥκοντι. [269] κἂν μὲν εὔπορος ᾖ ὁ ἐνεχυρασμένος, κατεχέτω τοῦτο μέχρι τῆς ἀποδόσεως ὁ δεδανεικώς, ἂν δὲ πένης, ἀποτιθέτω πρὶν ἡλίου δυσμῶν, καὶ μάλιστ' ἂν ἱμάτιον ᾖ τὸ ἐνέχυρον, ὅπως εἰς ὕπνον ἔχῃ τοῦτο, φύσει τοῦ θεοῦ τοῖς πενομένοις ἔλεον νέμοντος. [270] μύλην δὲ καὶ τὰ περὶ ταύτην σκεύη μὴ ἐξεῖναι λαμβάνειν ἐνέχυρον, ὅπως μὴ στερῶνται καὶ τῶν πρὸς τὰ σιτία ὀργάνων μηδ' ὑπ' ἐνδείας πάθωσί τι τῶν χειρόνων.

(27)[271] Ἐπ' ἀνθρώπου μὲν κλοπῇ θάνατος ἔστω ζημία, ὁ δὲ χρυσὸν ἢ ἄργυρον ὑφελόμενος τὸ διπλοῦν ἀποτινέτω. κτείνας δ' ἐπὶ τοῖς κατ' οἶκον κλεπτομένοις τις ἀθῷος ἔστω κἂν εἰ πρὸς διορύγματι τειχίου. [272] βόσκημα δὲ ὁ κλέψας τετραπλῆν τὴν ζημίαν ἀποτινέτω πλὴν βοός, πενταπλῆν δ' ὑπὲρ τούτου καταβαλλέτω. ὁ δὲ τὸ ἐπιτίμιον ἄπορος διαλύσασθαι δοῦλος ἔστω τοῖς καταδεδικασμένοις.

(28)[273] Πραθεὶς δὲ ὁμοφύλῳ τις ἓξ ἔτη δουλευέτω, τῷ δ' ἑβδόμῳ ἐλεύθερος ἀφείσθω: ἐὰν δὲ τέκνων αὐτῷ γενομένων ἐκ δούλης παρὰ τῷ πριαμένῳ διὰ τὴν εὔνοιαν καὶ τὴν πρὸς τὰ οἰκεῖα φιλοστοργίαν βούληται δουλεύειν, ἐνιαυτοῦ ἐνστάντος τοῦ ἰοβήλου, πεντηκοστὸς δὲ ἐνιαυτός ἐστιν, ἐλευθερούσθω καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα ἐλευθέραν ἐπαγόμενος.

(29)[274] Ἐὰν δέ τις ἢ χρυσίον ἢ ἀργύριον εὕρῃ καθ' ὁδόν, ἐπιζητήσας τὸν ἀπολωλεκότα καὶ κηρύξας τὸν τόπον ἐν ᾧ εὗρεν ἀποδότω, τὴν ἐκ τῆς ἑτέρου ζημίας ὠφέλειαν οὐκ ἀγαθὴν ὑπολαμβάνων. ὁμοίως καὶ περὶ βοσκημάτων οἷς ἂν ἐντύχῃ τις κατ' ἐρημίαν πλανωμένοις, μὴ εὑρεθέντος τοῦ κυρίου παραχρῆμα παρ' αὑτῷ φυλαττέτω μαρτυράμενος τὸν θεὸν μὴ νοσφίζεσθαι ἀλλότρια.

(30)[275] Μὴ ἐξεῖναι δὲ παριέναι κτηνῶν τινι κακοπαθούντων ὑπὸ χειμῶνος πεπτωκότων ἐν πηλῷ, συνδιασώζειν δὲ καὶ τὸν πόνον οἰκεῖον ἡγησάμενον βοηθεῖν.

(31)[276] Μηνύειν δὲ καὶ τὰς ὁδοὺς τοῖς ἀγνοοῦσι, καὶ μὴ γέλωτα θηρωμένους αὑτοῖς ἐμποδίζειν πλάνῃ τὴν ἑτέρου χρείαν.

Ὁμοίως μηδὲ βλασφημείτω τις τὸν ἀπόντα καὶ τὸν ἐνεόν.

(32)[277] Ἐν μάχῃ τις ὅπου μὴ σίδηρος πληγεὶς παραχρῆμα μὲν ἀποθανὼν ἐκδικείσθω ταὐτὸν παθόντος τοῦ πεπληχότος. ἂν δὲ κομισθεὶς παρ' ἑαυτὸν καὶ νοσήσας ἐπὶ πλείονας ἡμέρας ἔπειτ' ἀποθάνῃ, ἀθῷος ἔστω ὁ πλήξας, σωθέντος δὲ καὶ πολλὰ δαπανήσαντος εἰς τὴν νοσηλείαν ἀποτινέτω πάνθ' ὅσα παρὰ τὸν χρόνον τῆς κατακλίσεως ἀνάλωσε καὶ ὅσα τοῖς ἰατροῖς ἔδωκεν. [278] ὁ γυναῖκα λακτίσας ἔγκυον, ἂν μὲν ἐξαμβλώσῃ ἡ γυνὴ ζημιούσθω χρήμασιν ὑπὸ τῶν δικαστῶν ὡς παρὰ τὸ διαφθαρὲν ἐν τῇ γαστρὶ μειώσας τὸ πλῆθος, διδόσθω δὲ καὶ τῷ ἀνδρὶ τῆς γυναικὸς παρ' αὐτοῦ χρήματα: θνησκούσης δ' ἐκ τῆς πληγῆς καὶ αὐτὸς ἀποθνησκέτω ψυχὴν ἀντὶ ψυχῆς καταθέσθαι δικαιοῦντος τοῦ νόμου.

(33)[279] Φάρμακον μήτε θανάσιμον μήτε τῶν εἰς ἄλλας βλάβας πεποιημένων Ἰσραηλιτῶν ἐχέτω μηδὲ εἷς: ἐὰν δὲ κεκτημένος φωραθῇ τεθνάτω, τοῦτο πάσχων ὃ διέθηκεν ἂν ἐκείνους καθ' ὧν τὸ φάρμακον ἦν παρεσκευασμένον.

(34)[280] Πηρώσας πασχέτω [τὰ ὅμοια] στερούμενος οὗπερ ἄλλον ἐστέρησε, πλὴν εἰ μήτι χρήματα λαβεῖν ἐθελήσειεν ὁ πεπηρωμένος, αὐτὸν τὸν πεπονθότα κύριον τοῦ νόμου ποιοῦντος τιμήσασθαι τὸ συμβεβηκὸς αὐτῷ πάθος καὶ συγχωροῦντος, εἰ μὴ βούλεται γενέσθαι πικρότερος.

(35)[281] Βοῦν τοῖς κέρασι πλήττοντα ὁ δεσπότης ἀποσφαττέτω: εἰ δ' ἐφ' ἅλωος κτείνειέ τινα πλήξας, αὐτὸς μὲν καταλευσθεὶς ἀποθνησκέτω μηδ' εἰς τροφὴν εὔχρηστος εἶναι κατηξιωμένος, ἐὰν δὲ καὶ ὁ δεσπότης ἐλέγχηται προειδὼς αὐτοῦ τὴν φύσιν καὶ μὴ φυλαξάμενος, ἀποθνησκέτω ὡς αἴτιος τῷ ὑπὸ τοῦ βοὸς ἀνῃρημένῳ γεγενημένος. [282] ἐὰν δὲ δοῦλον ἢ θεράπαιναν ἀποκτείνῃ βοῦς, αὐτὸς μὲν καταλιθούσθω, τριάκοντα δὲ σίκλους ὁ κύριος τοῦ βοὸς ἀποτινέτω τῷ δεσπότῃ τοῦ ἀνῃρημένου. βοῦς δὲ ἐὰν οὕτως πληγεὶς ἀποθάνῃ, πωλείσθωσαν καὶ ὁ τεθνεὼς καὶ ὁ πλήξας καὶ τὴν τιμὴν τὴν ἀμφοτέρων οἱ δεσπόται αὐτῶν διανεμέσθωσαν.

(36)[283] Οἱ φρέαρ ἢ λάκκον ὀρύξαντες ἐπιμελὲς ποιείσθωσαν ὥστε σανίδων ἐπιβολαῖς ἔχειν κεκλεισμένα, οὐχ ὅπως τινὲς εἴργοιντο ὑδρείας, ἀλλ' ἵνα μηδεὶς κίνδυνος ὡς ἐμπεσουμένοις ᾖ. [284] οὗ δ' ἂν εἰς ὄρυγμα τοιοῦτον μὴ κλειστὸν ἐμπεσὸν βόσκημά τινος διαφθαρῇ, τὴν τιμὴν αὐτοῦ τῷ δεσπότῃ καταβαλλέτω. περιβαλλέσθω δὲ καὶ τοῖς στέγεσιν ἅπερ ὡς ἀντὶ τείχους ὄντα οὐκ ἐάσει τινὰς ἀποκυλισθέντας ἀπολέσθαι.

(37)[285] Παρακαταθήκην δὲ ὥσπερ ἱερόν τι καὶ θεῖον χρῆμα ὁ παραλαβὼν φυλακῆς ἀξιούτω, καὶ μηδεὶς ἀποστερῆσαι θρασυνθείη τὸν πεπιστευκότα μήτ' ἀνὴρ μήτε γυνή, μηδ' εἰ χρυσὸν ἄπειρον μέλλοι κερδαίνειν, καταφρονῶν τῷ μηδένα εἶναι τὸν ἐξελέγξοντα. [286] καθόλου μὲν γὰρ τὸ συνειδὸς ἐπιστάμενον τὸ αὐτοῦ προσῆκεν ἕκαστον εὖ πράττειν, καὶ μάρτυρι ἀρκούμενος αὐτῷ πάντα ποιείτω ἃ παρ' ἄλλων ἔπαινον αὐτῷ παρέξει, μάλιστα δὲ τὸν θεόν, ὃν οὐδεὶς πονηρὸς ὢν λανθάνει. [287] εἰ δὲ μηδὲν ἐπίβουλον δρῶν ὁ πιστευθεὶς ἀπολέσειεν, ἀφικόμενος ἐπὶ τοὺς ἑπτὰ κριτὰς ὀμνύτω τὸν θεόν, ὅτι μηδὲν παρὰ τὴν αὐτοῦ βούλησιν ἀπόλοιτο καὶ κακίαν οὐδὲ χρησαμένου τινὶ μέρει αὐτῆς, καὶ οὕτως ἀνεπαιτίατος ἀπίτω. χρησάμενος δὲ κἂν ἐλαχίστῳ μέρει τῶν πεπιστευμένων ἂν ἀπολέσας τύχῃ τὰ λοιπὰ πάντα ἃ ἔλαβεν ἀποδοῦναι κατεγνώσθω. [288] ὁμοίως δὲ τῷ περὶ παρακαταθηκῶν κἂν μισθόν τις ἀποστερήσῃ τῶν ἐπὶ σώμασι τοῖς αὐτῶν ἐργαζομένων, μεμισήσθω. ὅθεν οὐκ ἀποστερητέον ἀνδρὸς πένητος μισθὸν εἰδότας, ὡς ἀντὶ γῆς καὶ τῶν ἄλλων κτημάτων ὁ θεὸς αὐτῷ τοῦτον εἴη παρεσχηκώς: ἀλλὰ μηδὲ ἀναβάλλεσθαι τὴν ἀπόδοσιν, ἀλλ' αὐθημερὸν ἐκτίνειν ὡς οὐ βουλομένου τοῦ θεοῦ τῆς ἐξ ὧν πεπόνηκε χρήσεως ὑστερεῖν τὸν ἐργασάμενον.

(38)[289] Παῖδας ὑπὲρ ἀδικίας πατέρων μὴ κολάζειν, ἀλλὰ διὰ τὴν ἐκείνων αὐτῶν ἀρετὴν οἴκτου μᾶλλον ἀξιοῦν, ὅτι μοχθηρῶν ἐγένοντο πατέρων, ἢ μίσους φύντας ἐκ φαύλων. οὐ μὴν οὐδὲ πατράσιν υἱῶν ἁμαρτίαν λογιστέον τῶν νέων πολλὰ παρὰ τὴν ἡμετέραν διδασκαλίαν αὐτοῖς ἐπιτρεπόντων ὑπερηφανίᾳ τοῦ διδάσκεσθαι.

(39)[290] Γάλλους ἐκτρέπεσθαι καὶ σύνοδον φεύγειν τὴν μετ' αὐτῶν ἀφελομένων αὑτοὺς τὸ ἄρρεν καὶ τὸν τῆς παιδοποιίας καρπόν, ὃν ἀνθρώποις ἐπ' αὐξήσει τοῦ γένους ἡμῖν ὁ θεὸς παρέσχεν, ἐλαύνειν δὲ οὕτως ὡς ἐπὶ τέκνων σφαγῇ καὶ πρὸς τούτῳ ἀπολλύντας τὸ ἐκείνων αἴτιον: [291] δῆλον γάρ, ὡς τῆς ψυχῆς αὐτοῖς τεθηλυσμένης μετεκοσμήσαντο πρὸς τοῦτο καὶ τὸ σῶμα: ὁμοίως δὲ καὶ πᾶν τὸ νομιζόμενον τέρας τοῖς ὁρῶσι. μὴ ἐξεῖναι δὲ ποιεῖν ἐκτομίας μήτε ἀνθρώπους μήτε τῶν ἄλλων ζῴων.

(40)[292] Αὕτη μὲν οὖν ὑμῖν εἰρηνικὴ τῶν νόμων κατὰ τὴν πολιτείαν διάταξις ἔστω: καὶ ὁ θεὸς εὐμενὴς ἀστασίαστον αὐτῆς τὸν κόσμον παρέξεται, γένοιτο δὲ χρόνος μηδὲ εἷς, ὃς καινίσει τι τούτων καὶ πρὸς τὸ ἐναντίον μεταβαλεῖ. [293] ἐπεὶ δὲ ἀνάγκη τὸ ἀνθρώπειον καὶ εἰς ἀβουλήτους ἢ κατὰ προαίρεσιν ταραχὰς καὶ κινδύνους ἐμπεσεῖν, φέρε καὶ περὶ τούτων βραχέα προσδιατάξωμεν, ὡς ἂν προειδότες ἃ χρὴ ποιεῖν ἐν τῇ χρείᾳ τῶν σωτηρίων εὐπορῆτε καὶ μὴ τότε ἃ δεῖ ποιεῖν ἐπιζητοῦντες ἀπαρασκεύαστοι τοῖς καιροῖς περιπέσητε.

(41)[294] Γῆν ὑμῖν ἣν ὁ θεὸς ἔδωκε πόνων καταφρονοῦσι καὶ ψυχὰς πρὸς ἀρετὴν ἠσκημένοις ἀπόλεμον μὲν νέμεσθαι παράσχοι τε κεκτημένοις αὐτὴν μήτε ἀλλοτρίων εἰς αὐτὴν ἐπὶ κακώσει στρατευσάντων μήτε στάσεως ἐμφυλίου κατασχούσης ὑμᾶς, [295] ὑφ' ἧς τἀναντία πατράσι τοῖς ἑαυτῶν πράττοντες ἀπολεῖτε τὰ ἐκείνοις νομισθέντα, χρώμενοί τε νόμοις οὓς ἀγαθοὺς δοκιμάσας ὁ θεὸς παραδίδωσι διατελοίητε: ἔργον δ' ὅτι ἂν πολεμικὸν ἢ νῦν ὑφ' ὑμῶν ἢ ὕστερον ἐπὶ παίδων ὑμετέρων γένηται τοῦθ' ὑπερόριον πραχθείη. [296] μέλλοντας δὲ πολεμεῖν πρεσβείαν καὶ κήρυκας πέμπειν παρὰ τοὺς ἑκουσίως πολεμίους: πρὸ γὰρ τῶν ὅπλων καλὸν εἶναι χρῆσθαι λόγοις πρὸς αὐτοὺς δηλοῦντας, ὅτι καὶ στρατιὰν πολλὴν ἔχοντες καὶ ἵππους καὶ ὅπλα καὶ πρὸ τούτων εὐμενῆ τὸν θεὸν καὶ σύμμαχον, ὅμως ἀξιοῦτε μὴ ἀναγκάζεσθαι πολεμεῖν αὐτοῖς μηδὲ τὰ ἐκείνων ἀφαιρουμένους ἀβούλητον αὑτοῖς κέρδος προσλαμβάνειν. [297] καὶ πειθομένων μὲν καλῶς ὑμᾶς ἔχειν τὴν εἰρήνην φυλάττειν, εἰ δὲ φρονοῦντες ἐφ' ἑαυτοῖς ὡς ἰσχύι διαφέρουσιν ἀδικεῖν ἐθέλοιεν, στρατὸν ἐπ' αὐτοὺς ἀγάγοιτε, στρατηγῷ μὲν αὐτοκράτορι χρώμενοι τῷ θεῷ, ὑποστράτηγον δὲ χειροτονήσαντες ἕνα τὸν ἀρετῇ προύχοντα: πολυαρχία γὰρ πρὸς τῷ τοῖς ὀξέως τι πράττειν ἀνάγκην ἔχουσιν ἐμπόδιον εἶναι καὶ βλάπτειν πέφυκε τοὺς χρωμένους. [298] στρατὸν δ' ἄγειν καθαρὸν ἐκ πάντων τῶν ῥώμῃ σωμάτων καὶ ψυχῆς εὐτολμίᾳ διαφερόντων τὸ δειλὸν ἀποκρίναντας, μὴ τοὺς πολεμίους παρὰ τὸ ἔργον τραπὲν εἰς φυγὴν ὠφελήσῃ. τούς τε νεωστὶ δειμαμένους οἰκίας, οἷς οὔπω χρόνος ἀπολαύσεως αὐτῶν ἐνιαύσιος, καὶ φυτεύσαντας οὔπω δὲ καρπῶν μετεσχηκότας, ἐᾶν κατὰ χώραν, καὶ τοὺς μνηστευσαμένους δὲ καὶ νεωστὶ γεγαμηκότας, μὴ πόθῳ τούτων φειδόμενοι τοῦ ζῆν καὶ τηροῦντες αὑτοὺς εἰς τὴν τούτων ἀπόλαυσιν ἐθελοκακήσωσι περὶ τὰς γυναῖκας.

(42)[299] Στρατοπεδευσάμενοι δὲ προνοεῖσθε, μή τι τῶν δυσχερεστέρων ἐργάσησθε. πολιορκοῦντας δὲ καὶ ξύλων ἀπορουμένους εἰς ποίησιν μηχανημάτων μὴ κείρειν τὴν γῆν ἥμερα δένδρα κόπτοντας ἀλλὰ φείδεσθαι, λογιζομένους ἐπ' ὠφελείᾳ ταῦτα τῶν ἀνθρώπων γεγονέναι, καὶ φωνῆς ἂν εὐπορήσαντα δικαιολογήσασθαι πρὸς ὑμᾶς, ὡς οὐδὲν αἴτια τοῦ πολέμου γεγονότα πάσχοι κακῶς παρὰ δίκην, εἰ δύναμις αὐτοῖς ἦν καὶ μετοικήσαντα ἂν καὶ πρὸς ἄλλην μεταβάντα γῆν. [300] κρατήσαντες δὲ τῇ μάχῃ τοὺς ἀντιταξαμένους κτείνατε, τοὺς δ' ἄλλους εἰς τὸ τελεῖν ὑμῖν φόρους σώζετε πλὴν τοῦ Χαναναίων ἔθνους τούτους γὰρ πανοικὶ χρῆναι ἀφανίσαι.

(43)[301] Φυλάσσειν δὲ μάλιστα ἐν ταῖς μάχαις, ὡς μήτε γυναῖκα ἀνδρικῇ σκευῇ χρῆσθαι μήτ' ἄνδρα στολῇ γυναικείᾳ.

(44)[302] Πολιτείαν μὲν οὖν τοιάνδε Μωυσῆς κατέλιπε, νόμους δ' ἔτι πρότερον τεσσαρακοστῷ ἔτει γεγραμμένους παραδίδωσι, περὶ ὧν ἐν ἑτέρᾳ γραφῇ λέξομεν. ταῖς δ' ἑξῆς ἡμέραις, συνεχὲς γὰρ ἐκκλησίασεν, εὐλογίας αὐτοῖς δίδωσι καὶ κατάρας ἐπὶ τοὺς μὴ κατὰ τοὺς νόμους ζησομένους ἀλλὰ παραβησομένους τὰ ἐν αὐτοῖς διωρισμένα. [303] ἔπειτα ποίησιν ἑξάμετρον αὐτοῖς ἀνέγνω, ἣν καὶ καταλέλοιπεν ἐν βίβλῳ ἐν τῷ ἱερῷ πρόρρησιν περιέχουσαν τῶν ἐσομένων, καθ' ἣν καὶ γέγονε τὰ πάντα καὶ γίνεται, μηδὲν ἐκείνου διημαρτηκότος τῆς ἀληθείας. [304] ταῦτ' οὖν τὰ βιβλία παραδίδωσι τοῖς ἱερεῦσι καὶ τὴν κιβωτόν, εἰς ἣν καὶ τοὺς δέκα λόγους γεγραμμένους ἐν δυσὶ πλαξὶ κατέθετο, καὶ τὴν σκηνήν: τῷ τε λαῷ παρῄνεσε κρατήσαντι τῆς γῆς καὶ ἱδρυθέντι μὴ λήθην λαβεῖν τῆς Ἀμαληκιτῶν ὕβρεως, ἀλλὰ στρατεύσαντας ἐπ' αὐτοὺς τιμωρίαν ἀπολαβεῖν ὧν ἐπὶ τῆς ἐρήμου τυγχάνοντας ἐποίησαν κακῶς, [305] ἐξελόντας δὲ τὴν Χαναναίων γῆν καὶ πᾶσαν διαφθείραντας τὴν ἐν αὐτῇ πληθὺν καθὰ πρέπει, τὸν βωμόν τε ἀναστῆσαι πρὸς ἥλιον ἀνίσχοντα τετραμμένον οὐ πόρρω τῆς Σικιμίων πόλεως ἐμπεριάγειν μεταξὺ δυοῖν ὀροῖν, Γριζαίου μὲν τοῦ ἐκ δεξιῶν κειμένου, τοῦ δ' ἐκ λαιῶν Βουλῆ προσαγορευομένου, μερισθεῖσαν δὲ τὴν στρατιὰν καθ' ἓξ φυλὰς ἐπὶ τοῖν δυοῖν ὀροῖν ἀναστῆναι καὶ σὺν αὐτοῖς Λευίτας τε καὶ ἱερέας. [306] καὶ πρώτους μὲν τοὺς ἐπὶ τῷ Γρίζειν γενομένους εὔχεσθαι τὰ κάλλιστα τοῖς περὶ τὴν θρησκείαν τοῦ θεοῦ καὶ τὴν τῶν νόμων φυλακὴν σπουδάσασιν ὧν τε Μωυσῆς εἶπε μὴ παρακουσαμένοις, εὐφημεῖν δὲ τὰς ἑτέρας, καὶ τούτων πάλιν εὐχομένων τὰς προηγμένας ἐπαινεῖν: [307] ἔπειτα κατὰ ταὐτὰ τοῖς παραβησομένοις κατάρας τίθεσθαι ὑποφωνούσας ἀλλήλαις ἐπὶ τῇ κυρώσει τῶν λεγομένων. ἀνέγραψε δὲ τὰς εὐλογίας καὶ τὰς κατάρας αὐτός, ὡς μηδέποτε ἐκλιπεῖν τὴν μάθησιν αὐτῶν ὑπὸ τοῦ χρόνου, [308] ἃς δὴ καὶ τῷ βωμῷ τελευτῶν ἐνέγραψε κατὰ πλευρὰν ἑκατέραν, ᾗ καὶ στάντα φησὶ τὸν λαὸν θῦσαί τε καὶ ὁλοκαυτῶσαι καὶ μετ' ἐκείνην τὴν ἡμέραν οὐκ ἐπενεγκεῖν ἱερεῖον ἕτερον, οὐ γὰρ εἶναι νόμιμον. ταῦτ' οὖν Μωυσῆς διέταξε καὶ τὸ Ἑβραίων ἔθνος ἀκόλουθα τούτοις ποιοῦν διατελεῖ.

(45)[309] Τῇ δ' ὑστεραίᾳ τὸν λαὸν σὺν γυναιξὶν ἅμα καὶ τέκνοις εἰς ἐκκλησίαν συναγαγών, ὡς παρεῖναι καὶ τὰ ἀνδράποδα, ὥρκου τῶν νόμων αὐτοὺς φυλακὴν ποιήσασθαι καὶ τῆς τοῦ θεοῦ διανοίας ἀκριβεῖς λογιστὰς γινομένους εἰ μηδὲν εἰς αὐτοὺς μήτε συγγενείᾳ χαριζομένους μήτε εἴκοντας φόβῳ μήτε ἄλλην καθάπαξ αἰτίαν κυριωτέραν τῆς τῶν νόμων φυλακῆς ὑπολαμβάνοντας παραβῆναι τούτους, [310] ἀλλ' ἄν τέ τις τῶν ἐξ αἵματος συγχεῖν καὶ καταλύειν ἐπιχειρῇ τὴν κατ' αὐτοὺς πολιτείαν ἄν τε πόλις, ἀμύνειν αὐτοῖς καὶ κοινῇ καὶ κατ' ἰδίαν, καὶ κρατήσαντας μὲν ἐξ αὐτῶν ἀνασπᾶν θεμελίων καὶ μηδὲ τὸ ἔδαφος τῶν ἀπονοηθέντων εἰ δυνατὸν καταλιπεῖν, εἰ δ' ἀσθενοῖεν λαβεῖν τὴν τιμωρίαν, αὐτὸ τὸ μὴ κατὰ βούλησιν ἰδίαν ταῦτα γίνεσθαι δεικνύναι. καὶ τὸ μὲν πλῆθος ὤμνυεν.

(46)[311] Ἐδίδασκε δὲ αὐτούς, ὡς ἂν αἱ θυσίαι τῷ θεῷ μᾶλλον κεχαρισμέναι γένοιντο καὶ ὅπως ἂν οἱ στρατεύοντες ἐξίοιεν τεκμηρίῳ χρώμενοι τοῖς λίθοις, ὡς καὶ πρότερον δεδήλωκα. προεφήτευσε δὲ καὶ Ἰησοῦς Μωυσέος παρόντος. [312] ἔπειτα πάνθ' ὅσα ποιήσειεν ὑπὲρ τῆς τοῦ λαοῦ σωτηρίας ἔν τε πολέμοις καὶ κατ' εἰρήνην νόμους τε συντιθεὶς καὶ τὸν τῆς πολιτείας κόσμον συμπορίζων ἀναλογιζόμενος προεῖπεν, ὡς δηλώσειεν αὐτῷ τὸ θεῖον, ὅτι παραβάντες τὴν πρὸς αὐτὸν θρησκείαν πειραθήσονται κακῶν, [313] ὡς ὅπλων τε αὐτοῖς πολεμίων πληρωθῆναι τὴν γῆν καὶ κατασκαφῆναι πόλεις καὶ τὸν νεὼν καταπρησθῆναι καὶ πραθέντας δουλεύειν ἀνδράσιν οὐδένα ληψομένοις οἶκτον ἐπὶ ταῖς συμφοραῖς αὐτῶν, μετανοήσειν δ' αὐτοὺς ἐπὶ μηδενὶ χρησίμῳ ταῦτα πάσχοντας. [314] ὁ μέντοι θεὸς ὁ κτίσας ὑμᾶς πόλεις τε πολίταις ὑμετέροις ἀποδώσει καὶ τὸν ναόν: ἔσεσθαι δὲ τὴν τούτων ἀποβολὴν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις.

(47)[315] Παρορμήσας οὖν τὸν Ἰησοῦν ἐπὶ τοὺς Χαναναίους στρατιὰν ἐξάγειν, ὡς τοῦ θεοῦ συνεργοῦντος οἷς ἂν ἐπιχειρήσειε, καὶ πᾶσαν ἐπευφημήσας τὴν πληθύν, “ἐπεί, φησί, πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους καὶ θεὸς τήνδε μοι τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ὥρισε, [316] χάριν μὲν αὐτῷ ζῶν ἔτι καὶ παρὼν ὑμῖν ἔχειν ὁμολογῶ προνοίας τε τῆς ὑπὲρ ὑμῶν, ἣν οὐχ ὑπὲρ ἀπαλλαγῆς μόνον τῶν ὑμετέρων ἐποιήσατο κακῶν, ἀλλὰ καὶ δωρεᾶς τῶν κρειττόνων, ὅτι τε πονοῦντί μοι καὶ κατὰ πᾶσαν ἐπὶ νοῦν τῆς ἐπὶ τὸ βέλτιον ὑμῶν μεταβολῆς φροντίδα λαμβάνοντι συνηγωνίσατο καὶ παρέσχεν ἐν ἅπασιν αὑτὸν ὑμῖν εὐμενῆ. [317] μᾶλλον δ' αὐτὸς ἦν ὁ καὶ τὴν ἀφήγησιν αὐτῶν διδοὺς καὶ τὰ τέλη χαριζόμενος, ὑποστρατήγῳ χρώμενος ἐμοὶ καὶ ὑπηρέτῃ ὧν τὸν ἡμέτερον λαὸν εὐεργετεῖν ἠθέλησεν. [318] ἀνθ' ὧν προευλογῆσαι τὴν τοῦ θεοῦ δύναμιν, ᾧ μελήσει καὶ πρὸς τὸ μέλλον ὑμῶν, ἀπαλλασσόμενος καλῶς ἔχειν ἡγησάμην, αὐτός τε ταύτην ὀφειλομένην ἀμοιβὴν ἀποδιδοὺς καὶ καταλείπων εἰς μνήμην ὑμῖν τὸ σέβειν τε καὶ τιμᾶν προσήκειν τοῦτον ὑμῖν καὶ τοὺς νόμους πάντων ὧν τε παρέσχηκε καὶ μένων εὐμενὴς ἔτι παρέξει δώρημα κάλλιστον φυλάττειν. [319] ὡς δεινὸς μὲν ἐχθρὸς καὶ ἄνθρωπος νομοθέτης ὑβριζομένων αὐτῷ τῶν νόμων καὶ μάτην κειμένων, θεοῦ δὲ μὴ πειραθείητε χαλεπαίνοντος ὑπὲρ ἀμελουμένων νόμων, οὓς αὐτὸς γεννήσας ὑμῖν ἔδωκε.”

(48)[320] Μωυσέος δὲ ταῦτα πρὸς τελευτῇ τοῦ βίου φήσαντος καὶ μετ' εὐλογίας ἑκάστῃ τῶν φυλῶν προφητεύσαντος τὰ καὶ γενόμενα τὸ πλῆθος εἰς δάκρυα προύπεσεν, ὡς καὶ τὰς γυναῖκας στερνοτυπουμένας ἐμφανίζειν τὸ ἐπ' αὐτῷ τεθνηξομένῳ πάθος. καὶ οἱ παῖδες δὲ θρηνοῦντες ἔτι μᾶλλον ὡς ἀσθενέστεροι κρατεῖν λύπης ἐδήλουν, ὅτι τῆς ἀρετῆς αὐτοῦ καὶ μεγαλουργίας παρ' αὐτὴν τὴν ἡλικίαν συνίεσαν. [321] ἦν δὲ κατ' ἐπίνοιαν τοῖς τε νέοις καὶ προηβηκόσιν ἡ ἅμιλλα τῆς λύπης: οἱ μὲν γὰρ εἰδότες οἵου ἐστέρηνται κηδεμόνος περὶ τοῦ μέλλοντος ἀπεθρήνουν, τοῖς δὲ καὶ περὶ τούτου τὸ πένθος ἦν καὶ ὅτι μήπω καλῶς τῆς ἀρετῆς αὐτοῦ γεγευμένοις ἀπολείπεσθαι συνέβαινεν αὐτοῦ. [322] τὴν δ' ὑπερβολὴν τῆς τοῦ πλήθους οἰμωγῆς καὶ τῶν ὀδυρμῶν τεκμαίροιτο ἄν τις ἐκ τοῦ συμβάντος τῷ νομοθέτῃ: καὶ γὰρ πεπεισμένος ἅπαντι τῷ χρόνῳ μὴ δεῖν ἐπὶ μελλούσῃ τελευτῇ κατηφεῖν, ὡς κατὰ βούλησιν αὐτὸ πάσχοντας θεοῦ καὶ φύσεως νόμῳ, ἐπὶ τοῖς ὑπὸ τοῦ λαοῦ πραττομένοις ἐνικήθη δακρῦσαι. [323] πορευομένῳ δ' ἔνθεν οὗ ἔμελλεν ἀφανισθήσεσθαι πάντες εἵποντο δεδακρυμένοι, καὶ Μωυσῆς τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἠρεμοῦντας ἐκέλευε, τὸ δ' ἔγγιον λόγοις παρεκάλει μὴ ποιεῖν αὐτῷ δακρυτὴν τὴν ἀπαλλαγὴν ἑπομένους. [324] οἱ δὲ καὶ τοῦτ' αὐτῷ χαρίζεσθαι κρίνοντες τὸ κατὰ βούλησιν ἀπελθεῖν αὐτῷ τὴν ἰδίαν ἐφεῖναι κατέχουσιν ἑαυτοὺς ἐν ἀλλήλοις δακρύοντες. μόνη δ' ἡ γερουσία προύπεμψεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ ὁ στρατηγὸς Ἰησοῦς. [325] ὡς δ' ἐπὶ τῷ ὄρει τῷ Ἀβαρεῖ καλουμένῳ ἐγένετο, τοῦτο δὲ ὑψηλὸν Ἱεριχοῦντος ἀντικρὺ κεῖται γῆν ἀρίστην τῶν Χαναναίων καὶ πλείστην παρέχον τοῖς ἐπ' αὐτοῦ κατοπτεύειν, ἀπέπεμπε τὴν γερουσίαν. [326] ἀσπαζομένου δὲ καὶ τὸν Ἐλεάζαρον αὐτοῦ καὶ τὸν Ἰησοῦν καὶ προσομιλοῦντος ἔτι, νέφους αἰφνίδιον ὑπὲρ αὐτὸν στάντος ἀφανίζεται κατά τινος φάραγγος. γέγραφε δ' αὑτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, δείσας μὴ δι' ὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς πρὸς τὸ θεῖον αὐτὸν ἀναχωρῆσαι τολμήσωσιν εἰπεῖν.

(49)[327] Ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατόν, ὧν ἦρξε τὸ τρίτον μέρος ἑνὶ λείποντι μηνί. ἐτελεύτησε δὲ τῷ ὑστάτῳ μηνὶ τοῦ ἔτους, ὑπὸ μὲν Μακεδόνων Δύστρου καλουμένου Ἀδάρου δ' ὑφ' ἡμῶν νουμηνίᾳ, [328] συνέσει τε τοὺς πώποτ' ἀνθρώπους ὑπερβαλὼν καὶ χρησάμενος ἄριστα τοῖς νοηθεῖσιν, εἰπεῖν τε καὶ πλήθεσιν ὁμιλῆσαι κεχαρισμένος τά τε ἄλλα καὶ τῶν παθῶν [αὐτοκράτωρ], [329] ὡς μηδὲ ἐνεῖναι τούτων τῇ ψυχῇ δοκεῖν αὐτοῦ καὶ γινώσκειν μόνον αὐτῶν τὴν προσηγορίαν ἐκ τοῦ παρ' ἄλλοις αὐτὰ βλέπειν μᾶλλον ἢ παρ' αὑτῷ. καὶ στρατηγὸς μὲν ἐν ὀλίγοις, προφήτης δὲ οἷος οὐκ ἄλλος, ὥσθ' ὅ τι ἂν φθέγξαιτο δοκεῖν αὐτοῦ λέγοντος ἀκροᾶσθαι τοῦ θεοῦ. [330] πενθεῖ μὲν οὖν αὐτὸν ὁ λαὸς ἐφ' ἡμέρας τριάκοντα, λύπη δὲ οὐκ ἄλλη κατέσχεν Ἑβραίους τοσαύτη τὸ μέγεθος, ὅση τότε Μωυσέος ἀποθανόντος. [331] ἐπόθουν δ' αὐτὸν οὐχ οἱ πειραθέντες αὐτοῦ μόνον, ἀλλὰ καὶ οἱ τοῖς νόμοις ἐντυγχάνοντες αὐτοῦ δεινὴν ἐποιοῦντο τὴν ἐπιζήτησιν, τὸ περιὸν αὐτοῦ τῆς ἀρετῆς ἐκ τούτων λογιζόμενοι. καὶ τὸ μὲν κατὰ Μωυσῆν τέλος τοιοῦτον ἡμῖν δεδηλώσθω.


Index              Poster