• Ворота doorhan купить по низкой цене секционные ворота дорхан цена doorhan-nw.ru. |
Martyrium et Ascensio IsaiaeFragmenta pseudepigraphorum quae supersunt Graeca, ed. A.-M. Denis. // Pseudepigrapha veteris testamenti Graece 3. Leiden: Brill, 1970, pp. 105–114.
I1. Ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει βασιλεύοντος Ἐζεκίου ἐν Ἱερουσαλὴμ καλέσαι Μανασσὴν τὸν υἱὸν αὐτοῦ, ὄντα ἐτῶν ἕνδεκα, ἔμπροσθεν Ἡσαΐου τοῦ προφήτου καὶ Ἰασοὺμ τοῦ υἱοῦ αὐτοῦ. 2. Καὶ ἐλθόντος αὐτοῦ παρέδωκεν αὐτῷ τοὺς λόγους τῆς προφητείας οὓς αὐτὸς ὁ μακάριος Ἡσαΐας εἶδεν, καὶ τὴν κατάβασιν καὶ ἐξέλευσιν τοῦ ἀγαπητοῦ ἐκ τοῦ ἑβδόμου οὐρανοῦ εἰς τὸν ᾅδην, καὶ τὴν μεταμόρφωσιν ἣν μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ , καὶ τοὺς λόγους οὓς αὐτὸς ὁ βασιλεὺς Ἐζεκίας εἶδεν ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. 3. Καὶ ὡς ἤκουσεν Σωμνὰς ὁ γραμματεὺς καὶ Ἀσοὺρ ὁ ὑπομνηματογράφος ἐρχόμενον τὸν μέγαν Ἡσαΐαν ἀπὸ Γαλγάλων εἰς Ἱερουσαλήμ, καὶ μετ’ αὐτοῦ τεσσεράκοντα υἱοὺς προφητῶν καὶ Ἰασοὺμ τὸν υἱὸν αὐτοῦ, ἀπήγγειλαν τῷ Ἐζεκίᾳ περὶ τῆς ἐλεύσεως αὐτῶν. 4. Ὁ δὲ βασιλεὺς Ἐζεκίας ἀκούσας ταῦτα ἐχάρη χαρὰν μεγάλην σφόδρα, καὶ ἐξελθὼν εἰς συνάντησιν τοῦ μακαρίου Ἡσαΐου ἐπελάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον τῆς βασιλείας αὐτοῦ, 5. Καὶ ἐκέλευσεν τεθῆναι αὐτῷ δίφρον· οὐκ ἐκάθισεν δὲ ἐπὶ τὸν δίφρον, ἀλλ’ ἐπὶ τὴν κλίνην τοῦ βασιλέως. 6. Τότε ἐπιλαβόμενος Ἐζεκίας ὁ βασιλεὺς Μανασσὴν τὸν υἱὸν αὐτοῦ ἤγαγεν αὐτὸν πρὸς τὸν μακάριον Ἡσαΐαν τὸν προφήτην, ἵνα ἐπιθήσῃ τὰς χεῖρας αὐτοῦ ἐπ’ αὐτὸν καὶ εὐλογήσῃ αὐτόν. ὡς δὲ εἶδεν ὁ μέγας προφήτης Ἡσαΐας τὸν Μανασσήν, ἐγέλασεν ἐπ’ αὐτῷ καὶ εἶπεν τῷ Ἐζεκίᾳ· Οὐ δύναμαι εὐλογῆσαι τὸν Μανασσὴν τὸν μέλλοντά με τιμωρεῖν μεγάλαις βασάνοις καὶ πικραῖς. 7. Καὶ εἶπεν Ἐζεκίας τῷ ἁγίῳ προφήτῃ Ἡσαΐᾳ· Εὐλόγησον, πάτερ, Μανασσὴν τὸν υἱόν μου. 8. Ὁ δὲ εἶπεν· Ζῆ κύριος ὁ θεός μου καὶ ὁ υἱὸς αὐτοῦ ὁ ἀγαπητὸς καὶ τὸ πνεῦμα τὸ λαλοῦν ἐν ἐμοί, ὅτι ἐν ταῖς χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου βασάνοις πικραῖς τοῦ ζῆν ἀπαλλαγήσομαι. 9. Κατοικήσει γὰρ ὁ σατανᾶς ἐν τῇ καρδίᾳ Μανασσῆ, τοῦ υἱοῦ σου, καὶ πρισθήσομαι ὑπ’ αὐτοῦ πρίωνι ξυλίνῳ ἀπὸ κεφαλῆς ἕως ποδῶν εἰς δύο, καὶ πολλοὺς ἐξ Ἱερουσαλὴμ καὶ ἐξ Ἰούδα ἀποστήσει ἀπὸ θεοῦ ζῶντος καὶ προσκυνήσουσιν εἰδώλοις. 10. Ἀκούσας δὲ ταῦτα Ἐζεκίας ὁ βασιλεὺς ἐλυπήθη σφόδρα καὶ ἔσχισεν τὰ ἱμάτια αὐτοῦ καὶ ἔκλαυσεν πικρῶς, καὶ ἔβαλεν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ σάκκον καὶ σποδὸν ὑπεστρώσατο, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ὡσεὶ νεκρός. 11. Καὶ εἶπεν ὁ μέγας τοῦ θεοῦ προφήτης Ἡσαΐας τῷ βασιλεῖ Ἐζεκίᾳ· Οὐκ ὠφελήσεις σεαυτὸν οὐδὲν κλαίων καὶ ὀδυρόμενος· δεῖ γὰρ πληρωθῆναι τὴν βουλὴν τοῦ σατανᾶ ἐν τῷ υἱῷ σου τῷ Μανασσῇ. 12. Ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ διελογίζετο Ἐζεκίας ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ Μανασσήν. ὁ δὲ Σωμνὰς ὁ ὑπομνηματογράφος εἶπεν τῷ ἁγίῳ προφήτῃ Ἡσαΐᾳ ὅτι Ἐζεκίας ὁ βασιλεὺς βούλεται ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ διὰ σέ. 13. Καὶ εἶπεν ὁ μέγας Ἡσαΐας πρὸς Ἐζεκίαν τὸν βασιλέα· Κατήργησεν κύριος ὁ θεὸς καὶ ὁ ἀγαπητὸς αὐτοῦ τὴν βουλήν σου· οὐ μὴ γὰρ ἔσται τοῦτο. δεῖ γάρ με ἐκ παντὸς ἐν ταῖς χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου τιμωρηθέντα ἐξελθεῖν ἀπὸ τοῦ βίου τούτου. 14. Ὤρυξεν δὲ ὁ μέγας Ἡσαΐας ἐν Ἱερουσαλὴμ ἐν τῇ γῇ οἰκείαις χερσίν, καὶ εὗρεν ὕδωρ πολύ, καὶ ἐπωνόμασεν αὐτὸ πηγὴν Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος.
II1. Ἐτελεύτησεν δὲ Ἐζεκίας ὁ βασιλεὺς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ Μανασσὴς ὁ υἱὸς αὐτοῦ παρέλαβεν τὴν βασιλείαν αὐτοῦ. 2. Ὁ δὲ βασιλεὺς Μανασσὴς οὐκ ἐμνήσθη τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, ἀλλ’ ἐπελάθετο πάντων. καὶ ἀφῆκεν τὴν λατρείαν τοῦ θεοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ εἴδωλα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἐλάτρευσεν τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ. 3. Καὶ ἐξέκλινε πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἀπὸ τῆς τοῦ θεοῦ λατρείας καὶ προσκυνήσεως. καὶ ἐλάτρευσαν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ μετὰ καὶ τῶν βεβήλων καὶ ἀκαθάρτων εἰδώλων, 4 (... Μ)ανασσῆ, καὶ κατε(δυ)νάμου αὐτὸν ἐν (τῇ) ἀποστάσει καὶ τῇ (ἀν)ομίᾳ, ἥτις ἐσπάρη ἐν (Ἱ)ερουσαλήμ. 5. Κα(ὶ) ἐπλήθυνεν (ἡ) φαρμακεία καὶ ἡ μαγεία καὶ ἡ μαντεία καὶ οἱ κληδονισμοὶ καὶ ἡ πορνεία καὶ ὁ διωγμὸς τῶν δικαίων ἐν χερσὶ Μανασσῆ καὶ ἐν χερσὶν τοῦ Τουβὶ τοῦ Χανανίτου καὶ ἐν χερσὶν Ἰωνὰν τοῦ Ναθὼθ καὶ ἐν χερσὶν Σαδὼκ τοῦ ἐπὶ τῶν πραγματειῶν. 6. καὶ οἱ λοιποὶ λόγοι ἰδοὺ γεγραμμένοι εἰς(ὶν ἐ)ν τοῖς βίβλοις τῶν (β)ας(ιλέων) Ἰούδα καὶ Ἰ(σραήλ) 7. .... (κ)αὶ τὴν πομπὴ(ν αὐ)τοῦ ἀνεχώρησεν ἀπ(ὸ) Ἱ(ερουσαλ)ὴμ καὶ ἐκάθισεν ἐν Β(ηθ)λεὲμ τῆς Ἰουδαίας. 8. (καὶ) ἐκεῖ δὲ ἦν ἀνομ(ία π)ολλή, καὶ ἀναχωρήσα(ς) ἀπὸ Βηθλεὲμ ἐκά(θι)σεν ἐν τῷ ὄρει ἐν τόπῳ ἐρήμῳ. 9. καὶ Μιχάας ὁ προφήτης καὶ Ἀνανίας ὁ γέρων καὶ <Ἰ>ωὴλ καὶ Ἀμβακοὺμ καὶ Ἰ[ς]ασοὺφ ὁ υἱὸς αὐτοῦ καὶ πολλοὶ τῶν πιστῶν τῶν πιστευόντων εἰς οὐρανοὺς ἀναβῆναι ἀνεχώρησαν, καὶ ἐκάθισαν εἰς τὸ ὄρος, 10. πάντε<ς> σάκκον περιβεβλημένοι καὶ πάντες ἦσαν προφῆται, οὐδὲν ἔχοντες μετ’ αὐτῶν ἀλλὰ γυμνοὶ ἦσαν, πενθοῦντες πένθος μέγα περὶ τῆς πλ(ά)νης τοῦ Ἰσραήλ. 11. καὶ οὗτοι οὐκ ἤσθιον εἰ μὴ βοτάνας τίλλον(τε)ς ἐκ τῶν ὀρέων καὶ
*........[...]αν μετὰ Ἠσα(ίο)υ *οἰκοῦντες. καὶ ἐπε(ὶ) ἦσαν ἐν τ(ο)ῖς ὄρεσιν καὶ
ἐν τοῖς βουνοῖς (δ)ύ(ο ἔ)τη ἡμε 12. <ἐπὶ> τοῦ ε(ἶ)ναι αὐτοὺς (ἐν) τοῖς ἐρήμ(ο)ις καὶ .................ἐν Σαμαρίᾳ ᾧ <ὄ>νομα ἦν Βελιχειὰρ ἐκ τῆς συγγενίας Σεδεκίου υἱοῦ Χανανὶ τοῦ ψευδοπροφήτου ὃς ἦν κατοικῶν ἐν Βηθανίᾳ. καὶ Σεδεκίας υἱὸς Χανανὶ ὃς ἦν ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ, ἐν δὲ ταῖς ἡμέραις Ἀχαὰβ βασιλέως τοῦ Ἰσραὴλ ἦν διδάσκαλος τῶν τετρακοσίων προφητῶν τοῦ Βαάλ, καὶ αὐτὸ(ς) ἐράπισεν καὶ ὕβρισεν τὸν Μιχαίαν υἱὸν Ἰεμμαδὰ τὸν προφήτην· 13. καὶ αὐτὸς δὲ ὑβρ(ίς)θη ὑπὸ Ἀχαὰβ καὶ ἐβλήθη Μιχαίας εἰς φυλακήν. [καὶ ἦν] μ(ε)τὰ Σεδεκίου τοῦ ψευδοπροφήτο(υ) ὄντος. ἦσαν μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰ(μ) ἐν Σεμμωμα ..... 14. καὶ Ἠλείας (ὁ προφή)της ἐκ Θες(βῶν) ... καὶ τὴν Σαμαρίαν, καὶ αὐτὸς ἐπροφήτευεν περὶ Ὀχοζείου ὅτι ἐν κλίνῃ ἀρρωστίας ἀποθανεῖται καὶ ἡ Σαμαρία εἰς χεῖρας Ἀλνασὰρ παραδοθήσεται ἀνθ’ ὧν ἐφόνευεν τοὺς προφήτας τοῦ Θ(εο)ῦ. 15. (κα)ὶ ἀκούσαντες οἱ προφῆται (ο)ἱ μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰμ καὶ (ὁ) διδάσκαλος αὐτῶν Ἰαλλαρίας ἐξ ὄρους †Ἰσλαλ† 16. καὶ αὐτὸς ἦν [ὁ Βεχειρ(ὰ)] ἀδελφὸς τοῦ Σεδεκίου, ἀκούσαν(τ)ες μετέπεισαν τὸν Ὀχοζείαν βασίλεα Γομόρρων καὶ ἐφό(ν)ευσαν τὸν Μιχαί(α)ν.
III1. καὶ Βεχειρὰ ἔγνω, (κ)αὶ εἶδεν τὸν τό(π)ον τοῦ Ἠσαίου (καὶ τῶ)ν προφη(τῶν τῶν) μετ’ αὐ(τοῦ. οὗτο)ς γὰρ ἦν οἰκῶν ἐν τῇ χώρᾳ Βηθλεέμ, καὶ ἐκολλήθη τῷ Μανασσῇ. καὶ αὐτὸς ἦν ψευδοπροφητεύων ἐν Ἱερουσαλήμ, καὶ πολλοὶ ἐξ Ἱερουσαλὴμ ἐκολλήθησαν πρὸς αὐτόν. καὶ αὐτὸς δὲ ἦν ἀπὸ Σαμαρίας. 2. καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν Ἀλγασὰρ Ἀσσυρίων βασιλέα καὶ αἰχμαλωτίσαι τὴν Σαμαρίαν καὶ λαβεῖν τὰς ἐν (νέ)α ἥμισυ φυλὰς ἐν αἰχμαλωσίᾳ καὶ ἀπενέγκαι αὐτοὺς εἰς ὄρη Μήδων καὶ ποταμῶν [καὶ] Γωζάν, 3. οὗτος ἦν νεώτερος, καὶ ἔφυγεν καὶ ἦλθεν εἰς Ἱε(ρου)σαλὴμ ἡμ(έρ)αις (Ἑζε)κίου βας(ιλέως Ἰ)ούδα. κα(ὶ οὐκ ἐ)πάτει †* εἰς Σαμαρίαν ἐν ὁδῷ† τοῦ πατρὸς αὐτοῦ, ὅτι τὸν Ἑζεκίαν ἐφοβεῖτο. 4. καὶ εὑρέθη ἐν τῷ χρόνῳ Ἑζεκίου λαλῶν λόγους ἀνομίας ἐν Ἱερουσαλήμ, 5. καὶ κατηγορήθη ὑπὸ τῶν παίδων Ἑζεκίου καὶ ἔφυγεν εἰς τὴν χώραν Βηθλεέμ. καὶ ἔπεισαν 6. καὶ κατηγόρησεν Μελχειρὰ τοῦ Ἠσαίου καὶ τῶν προφητῶν λέγων ὅτι Ἠσαίας καὶ * οἱ προφῆται οἱ μετὰ Ἠσαίου προφητεύουσιν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ (τὰ)ς πόλεις Ἰούδα (κα)ὶ Βε(νι)αμεὶν ὅτι (πο)ρεύ(σο)νται ἐν γαλε(άγ)ρ(αις κα)ὶ ἐν πέδαις ..... ἀπελεύσῃ, 7 καὶ αὐτοὶ ψευδοπροφητεύουσιν καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν* [καὶ τὸν Βενιαμεὶν αὐτοὶ μισοῦσιν, καὶ ὁ λόγος αὐτῶν κακὸς ἐπὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ]. 8. καὶ αὐτὸς Ἠσαίας εἶπεν [αὐτοῖς], βλέπω πλέον Μωυσῆ τοῦ προφήτου. 9. εἶπεν γὰρ Μωυσῆς ὅτι οὐκ ὄψεται ἄνθρωπος τὸν θεὸν καὶ ζήσετα(ι), Ἠσαίας δὲ εἶπεν εἶδον τὸν (θεὸν) κ(α)ὶ ἰδοὺ ζῶ. 10. βασι(λ)εῦ (γί)νω<σ>κε ὅτι ψευδή(ς) ἐστιν. καὶ τὴν Ἱ(ε)ρουσαλὴμ Σόδο(μ)α ἐκάλεσεν, κ(αὶ τοὺς) ἄρχοντα(ς Ἰούδα) καὶ Ἰσραὴλ (λαὸν Γο)μόρρας πρ(οσηγό)ρευσεν. (κ)α(ὶ πολλὰ) κατηγόρει ἐπὶ τοῦ Μανασσῆ καὶ τῶν προφητῶν. 11. καὶ ἐκάθισεν Βελιὰρ ἐν τῇ καρ(δ)ίᾳ τοῦ Μανασσῆ καὶ ἐν τῇ καρδίᾳ τῶν ἀρχόντων Ἰούδα καὶ Βενιαμεὶν καὶ τῶν εὐνούχων καὶ τῶν συμβούλων* τοῦ βασιλέως, 12. καὶ ἤρεσαν αὐτῷ οἱ λόγοι τοῦ Βελχειρὰ καὶ ἀπέστειλεν καὶ ἐκράτησεν τὸν Ἠσαίαν. 14. Τότε θυμωθεὶς σφόδρα ὁ βασιλεὺς Μανασσὴς ἐφ’ οἷς ἤκουσεν πικροῖς ῥήμασιν ἐκέλευσεν παρευθὺ πρισθῆναι τὸν ἅγιον Ἡσαΐαν ἐν πρίωνι σιδηρῷ. 15. Καὶ τούτου ἐν τάχει γινομένου καὶ πριζομένου αὐτοῦ ἐπὶ ὥρας ἱκανάς, οὐδ’ ὅλως ἥπτετο αὐτοῦ ὁ σίδηρος. 16. Τότε λέγει ὁ ἅγιος Ἡσαΐας ὁ προφήτης τῷ Μανασσῇ· Βασιλεῦ, ἔσῃ εἰδὼς ὅτι ἐγὼ ἐν πρίωνι ξυλίνῳ ἐκληρώθην πρισθῆναι, καὶ ἄλλως τοῦτο γενέσθαι ἀδύνατον. τότε ὁ βασιλεὺς Μανασσὴς προσέταξεν ἐν πρίωνι ξυλίνῳ πρισθῆναι αὐτόν. 17. Καὶ πριζομένου αὐτοῦ ἔστη Μελχίας ὁ ψευδοπροφήτης κατὰ πρόσωπον αὐτοῦ λέγων· Εἰπὲ ὅτι οὐκ ἐπροφήτευσα ταῦτα περὶ Ἱερουσαλήμ, καὶ ἀρθήσονται ἀπὸ σοῦ αἱ βάσανοι αὗται. 18. Καὶ εἶπεν αὐτῷ ὁ ἅγιος Ἡσαΐας· Κατάθεμά σοι, Μελχία ψευδοπροφῆτα, διάβολε· Ζῆ γὰρ κύριος ὁ θεός μου καὶ ζῆ τὸ πνεῦμα αὐτοῦ τὸ λαλοῦν ἐν ἐμοί, ὅτι Ἱερουσαλὴμ αὕτη ἡ μεγάλη πόλις καὶ εὐρύχωρος τέλεον ἐρημωθήσεται, καὶ Μανασσὴς καὶ τὰ τέκνα αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ ὁ λαὸς τῆς πόλεως ταύτης αἰχμάλωτοι ἀχθήσονται ἐν Βαβυλῶνι. 19. Καὶ ταῦτα εἰπὼν ὁ μακάριος Ἡσαΐας ἔπρισαν αὐτὸν διχῇ πρίωνι ξυλίνῳ. |