Hegesippus. Fragmenta 

FRAGMENTA HEGESIPPI,
QUI POST MEDIUM SAECULUM SECUNDUM COMMENTARIOS SUOS CONSCRIPSIT

Fragmenta (ex incerto libro), ed. M. J. Routh //
Reliquiae sacrae, vol. 1, 2nd edn. Oxford: Oxford University Press, 1846
(repr. Hildesheim: Olms, 1974, pp. 207–219.

 

Ex Incerto Libro

COMMENTARIORUM ACTUUM ECCLESIASTICORUM

Ἦσαν δὲ γνῶμαι διάφοροι ἐν τῇ τῇ περιτομῇ ἐν υἱοῖς Ἰσραὴλ, τῶν κατὰ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Χριστοῦ, αὗται· Ἐσσαῖοι· Γαλιλαῖοι· Ἡμεροβαπτισταί· Μασβωθαῖοι· Σαμαρεῖται· Σαδδουκαῖοι· Φαρισαῖοι.

Eusebius. Historia ecclesiastica, IV.22:7

 

... ἀπὸ τούτων δηλαδὴ τῶν αἱρετικῶν κατηγοροῦσι τινὲς Συμεῶνος τοῦ Κλωπᾶ, ὡς ὄντος ἀπὸ Δαβὶδ καὶ Χριστιανοῦ. καὶ οὕτω μαρτυρεῖ ἐτῶν ὢν ἑκατὸν εἴκοσιν, ἐπὶ Τραϊανοῦ Καίσαρος καὶ ὑπατικοῦ Ἀττικοῦ.

Eusebius. Historia ecclesiastica, III.32:3

 

Ex libro quinto, sive ultimo, ejusdem Operis

DE MARTYRIO S. JACOBI JUSTI

Διαδέχεται δὲ τὴν ἐκκλησίαν μετὰ τῶν ἀποστόλων, ὁ ἀδελφὸς τοῦ Κυρίου Ἰάκωβος, ὁ ὀνομασθεὶς ὑπὸ πάντων δίκαιος ἀπὸ τῶν τοῦ Κυρίου χρόνων μέχρι καὶ ἡμῶν. ἐπεὶ πολλοὶ Ἰάκωβοι ἐκαλοῦντο· οὗτος δὲ ἐκ κοιλίας μητρὸς αὐτοῦ ἅγιος ἦν. Οἶνον καὶ σίκερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγε· ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη· ἔλαιον οὐκ ἠλείψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι. οὐδὲ γὰρ ἐρεοῦν ἐφόρει, ἀλλὰ σινδόνας. καὶ μόνος εἰσήρχετο εἰς τὸν ναόν· ηὑρίσκετό τε κείμενος ἐπὶ τοῖς γόνασι, καὶ αἰτούμενος ὑπὲρ τοῦ λαοῦ ἄφεσιν· ὡς ἀπεσκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, διὰ τὸ ἀεὶ κάμπτειν ἐπὶ γόνυ προσκυνοῦντα τῷ Θεῷ, καὶ αἰτεῖσθαι ἄφεσιν τῷ λαῷ. διὰ γέτοι τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ, ἐκαλεῖτο Δίκαιος καὶ Ὠβλίας· ὅ ἐστιν Ἑλληνιστὶ περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη, ὡς οἱ προφῆται δηλοῦσι περὶ αὐτοῦ. τινες οὖν τῶν ἑπτὰ αἱρέσεων τῶν ἐν τῷ λαῷ, τῶν προγεγραμμένων μοι ἐν τοῖς ὑπομνήμασιν, ἐπυνθάνοντο αὐτοῦ, τίς ἡ θύρα τοῦ Ἰησοῦ· καὶ ἔλεγε τοῦτον εἶναι τὸν Σωτῆρα. ἐξ ὧν τινὲς ἐπίστευσαν, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστός. αἱ δὲ αἱρέσεις αἱ προειρημέναι, οὐκ ἐπίστευον οὔτε ἀνάστασιν, οὔτε ἐρχόμενον ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ὅσοι δὲ καὶ ἐπίστευσαν, διὰ Ἰάκωβον. πολλῶν οὖν καὶ τῶν ἀρχόντων πιστευόντων, ἦν θόρυβος τῶν Ἰουδαίων καὶ γραμματέων καὶ φαρισαίων λεγόντων, ὅτι κινδυνεύει πᾶς ὁ λαὸς Ἰησοῦν τὸν Χριστὸν προσδοκᾷν. ἔλεγον οὖν συνελθόντες τῷ Ἰακώβῳ· Παρακαλοῦμέν σε· ἐπίσχες τὸν λαὸν, ἐπεὶ ἐπλανήθη εἰς Ἰησοῦν, ὡς αὐτοῦ ὄντος τοῦ Χριστοῦ. παρακαλοῦμέν σε πεῖσαι πάντας τοὺς ἐλθόντας εἰς τὴν ἡμέραν τοῦ πάσχα περὶ Ἰησοῦ. σοὶ γὰρ πάντες πειθόμεθα. ἡμεῖς γὰρ μαρτυροῦμέν σοι καὶ πᾶς ὁ λαὸς, ὅτι δίκαιος εἶ, καὶ ὅτι πρόσωπον οὐ λαμβάνεις. πεῖσον οὖν σὺ τὸν ὄχλον περὶ Ἰησοῦ μὴ πλανᾶσθαι. καὶ γὰρ πᾶς ὁ λαὸς καὶ πάντες πειθόμεθά σοι. στῆθι οὖν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, ἵνα ἄνωθεν ᾖς ἐπιφανὴς, καὶ ᾖ εὐάκουστά σου τὰ ῥήματα παντὶ τῷ λαῷ. διὰ γὰρ τὸ πάσχα συνεληλύθασι πᾶσαι αἱ φυλαὶ μετὰ καὶ τῶν ἐθνῶν. ἔστησαν οὖν οἱ προειρημένοι γραμματεῖς καὶ φαρισαῖοι τὸν Ἰάκωβον ἐπὶ τὸ πτερύγιον τοῦ ναοῦ, καὶ ἔκραξαν αὐτῷ καὶ εἶπον· Δίκαιε ᾧ πάντες πείθεσθαι ὀφείλομεν, ἐπεὶ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγγειλον ἡμῖν τίς ἡ θύρα τοῦ Ἰησοῦ. καὶ ἀπεκρίνατο φωνῇ μεγάλῃ· τί με ἐπερωτᾶτε περὶ Ἰησοῦ τοῦ υἱοῦ τοῦ ἀνθρώπου; καὶ αὐτὸς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. καὶ πολλῶν πληροφορηθέντων, καὶ δοξαζόντων ἐπὶ τῇ μαρτυρίᾳ τοῦ Ἰακώβου, καὶ λεγόντων ὡς ἀννὰ τῷ υἱῷ Δαβὶδ, τότε πάλιν οἱ αὐτοὶ γραμματεῖς καὶ φαρισαῖοι πρὸς ἀλλήλους ἔλεγον· κακῶς ἐποιήσαμεν τοιαύτην μαρτυρίαν παρασχόντες τῷ  Ἰησοῦ· ἀλλὰ ἀναβάντες, καταβάλωμεν αὐτὸν, ἴνα φοβηθέντες μὴ πιστεύσωσιν αὐτῷ. καὶ ἔκραξαν λέγοντες· ὢ ὢ, καὶ ὁ δίκαιος ἐπλανήθη. καὶ ἐπλήρωσαν τὴν γραφὴν τὴν ἐν τῷ Ἡσαΐᾳ γεγραμμένην, ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστί· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. ἀναβάντες οὖν κατέβαλον τὸν δίκαιον, καὶ ἔλεγον ἀλλήλοις· λιθάσωμεν Ἰάκωβον τὸν δίκαιον. καὶ ἤρξαντο λιθάζειν αὐτὸν, ἐπεὶ καταβληθεὶς οὐκ ἀπέθανεν, ἀλλὰ στραφεὶς ἔθηκε τὰ γόνατα λέγων· Παρακαλῶ Κύριε Θεὲ πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. οὕτω δὲ καταλιθοβολούντων αὐτὸν, εἷς τῶν ἱερέων τῶν υἱῶν Ῥηχὰβ υἱοῦ Ῥαχαβεὶμ τῶν μαρτυρουμένων ὑπὸ Ἱερεμίου τοῦ προφήτου, ἔκραζε λέγων· Παύσασθε, τί ποιεῖτε· εὔχεται ὑπὲρ ὑμῶν ὁ Δίκαιος. καὶ λαβών τις ἀπ' αὐτῶν, εἷς τῶν κναφέων, τὸ ξύλον ἐν ᾧ ἀπεπίεζε τὰ ἱμάτια, ἤνεγκε κατὰ τῆς κεφαλῆς τοῦ δικαίου. καὶ οὕτως ἐμαρτύρησε· καὶ ἔθαψαν αὐτὸν ἐπὶ τῷ τόπῳ παρὰ τῷ ναῷ, καὶ ἔτι αὐτοῦ ἡ στήλη μένει παρὰ τῷ ναῷ. μάρτυς οὗτος ἀληθὴς Ἰουδαίοις τε καὶ Ἕλλησι γεγένηται, ὅτι Ἰησοῦς ὁ Χριστός ἐστι. καὶ εὐθὺς Οὐεσπασιανὸς πολιορκεῖ αὐτούς.

Eusebius. Historia ecclesiastica, II.23:4-18

 

Ex incerto libro, sed fortasse ultimo, ejusdem Operis

DE JUDAE NEPOTIBUS APUD DOMITIANUM REIS

Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ Κυρίου υἱωνοὶ Ἰούδα, τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλατόρευσαν, ὡς ἐκ γένους ὄντας Δαβίδ. τούτους δ' ὁ ἰουόκατος ἤγαγε πρὸς Δομετιανὸν Καίσαρα· ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ ὡς καὶ Ἡρώδης· καὶ ἐπηρώτησεν αὐτοὺς εἰ ἐκ Δαβὶδ εἰσί· καὶ ὡμολόγησαν. τότε ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν, ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπον ἀμφότεροι, ἐννακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως· καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ' ἐν διατιμήσει γῆς πλέθρων τριάκοντα ἐννέα μόνων. ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν, καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι. εἶτα δὲ καὶ τὰς χεῖρας τὰς ἑαυτῶν ἐπιδεικνύναι· μαρτύριον τῆς αὐτουργίας τὴν τοῦ σώματος σκληρίαν, καὶ τοὺς ἀπὸ τῆς συνεχοῦς ἐργασίας ἐναποτυπωθέντας ἐπὶ τῶν ἰδίων χειρῶν τύλους παριστάντας. ἐρωτηθέντας δὲ περὶ τοῦ Χριστοῦ καὶ τῆς βασιλείας αὐτοῦ, ὁποία τὶς εἴη καὶ πότε καὶ ποῖ φανησομένη, λόγον δοῦναι, ὡς οὐ κοσμικὴ μὲν οὐδ' ἐπίγειος, ἐπουράνιος δὲ καὶ ἀγγελικὴ τυγχάνει, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος γενησομένη, ὁπηνίκα ἐλθὼν ἐν δόξῃ κρίνειε ζῶντας καὶ νεκροὺς, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ· ἐφ' οἷς μηδὲν αὐτῶν κατεγνωκότα τὸν Δομετιανὸν, ἀλλὰ καὶ ὡς εὐτελῶν καταφρονήσαντα, ἐλευθέρους μὲν αὐτοὺς ἀνεῖναι, καταπαῦσαι δὲ διὰ προστάγματος τὸν κατὰ τῆς ἐκκλησίας διωγμόν· τοὺς δὲ  ἀπολυθέντας, ἡγήσασθαι τῶν ἐκκλησιῶν, ὡς ἂν δὴ μάρτυρας ὁμοῦ καὶ ἀπὸ γένους ὄντας τοῦ Κυρίου· γενομένης τε εἰρήνης, μέχρι Τραϊανοῦ παραμεῖναι αὐτοὺς τῷ βίῳ.

Eusebius. Historia ecclesiastica, III.20:1-6

 

Ἔρχονται οὖν (Judae nepotes proxime ante memorati) καὶ προηγοῦνται πάσης ἐκκλησίας ὡς μάρτυρες, καὶ ἀπὸ γένους τοῦ Κυρίου. καὶ γενομένης εἰρήνης βαθείας ἐν πάσῃ ἐκκλησίᾳ, μένουσι μέχρι Τραϊανοῦ Καίσαρος. μέχρις οὗ ὁ ἐκ θείου τοῦ Κυρίου ὁ προειρημένος Συμεὼν υἱὸς Κλωπᾶ, συκοφαντηθεὶς ὑπὸ τῶν αἱρέσεων, ὡσαύτως κατηγορήθη καὶ αὐτὸς ἐπὶ τῷ αὐτῷ λόγῳ ἐπὶ Ἀττικοῦ τοῦ ὑπατικοῦ. καὶ ἐπὶ πολλὰς ἡμέρας αἰκιζόμενος, ἐμαρτύρησεν· ὡς πάντας ὑπερθαυμάζειν, καὶ τὸν ὑπατικὸν, πῶς ἑκατὸν εἴκοσι τυγχάνων ἐτῶν, ὑπέμεινε· καὶ ἐκελεύσθη σταυρωθῆναι.

Eusebius. Historia ecclesiastica, III.32:6

 

Ex incerto libro ejusdem Operis

Καὶ μετὰ τὸ μαρτυρῆσαι Ἰάκωβον τὸν δίκαιον ὡς καὶ ὁ Κύριος ἐπὶ τῷ αὐτῷ λόγῳ, πάλιν ὁ ἐκ θείου αὐτοῦ Συμεὼν ὁ τοῦ Κλωπᾶ καθίσταται ἐπίσκοπος· ὃν προέθεντο πάντες ὄντα ἀνεψιὸν τοῦ Κυρίου δεύτερον. διατοῦτο ἐκάλουν τὴν ἐκκλησίαν παρθένον· οὔπω γὰρ ἔφθαρτο ἀκοαῖς ματαίαις. ἄρχεται δ' ὁ Θέβουθις διὰ τὸ μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον, ὑποφθείρειν. Ἀπὸ τῶν ἑπτὰ αἱρέσεων καὶ αὐτὸς ἦν ἐν τῷ λαῷ· ἀφ' ὧν Σίμων, ὅθεν οἱ Σιμωνιανοί· καὶ Κλεόβιος, ὅθεν Κλεοβιηνοί· καὶ Δοσίθεος, ὅθεν Δοσιθιανοί· καὶ Γορθαῖος, ὅθεν Γορθηωνοί· καὶ Μασβώθεος, ὅθεν Μασβωθαίοι· ἀπὸ τούτων Μενανδριανισταὶ, καὶ Μαρκιωνισταὶ, (for. Μαρκανισταὶ, vid. notam) καὶ Καρποκρατιανοί· καὶ Οὐαλεντινιανοὶ, καὶ Βασιλειδιανοὶ, καὶ Σατορνιλιανοί· ἕκαστος ἰδίως καὶ ἑτέρως ἰδίαν δόξαν παρεισηγάγησαν. ἀπὸ τούτων ψευδόχριστοι· ψευδοπροφῆται· ψευδαπόστολοι· οἵ τινες ἐμέρισαν τὴν ἕνωσιν τῆς ἐκκλησίας φθοριμαίοις λόγοις κατὰ τοῦ Θεοῦ καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.

Eusebius. Historia ecclesiastica, IV.22:4-6

 

Ex incerto libro ejusdem Operis

Καὶ ἐπέμενεν ἡ ἐκκλησία ἡ Κορινθίων ἐν τῷ ὀρθῷ λόγῳ, μέχρι Πρίμου ἐπισκοπεύοντος ἐν Κορίνθῳ· οἷς συνέμιξα πλέων εἰς Ῥώμην, καὶ συνδιέτριψα τοῖς Κορινθίοις ἡμέρας ἱκανάς· ἐν αἷς συνανεπάημεν τῷ ὀρθῷ λόγῳ. γενόμενος δὲ ἐν Ῥώμῃ, διαδοχὴν ἐποιησάμην μέχρις Ἀνικήτου, οὗ διάκονος ἦν Ἐλεύθερος. καὶ παρὰ Ἀνικήτου διαδέχεται Σωτὴρ, μεθ' ὃν Ἐλεύθερος. ἐν ἑκάστῃ δὲ διαδοχῇ καὶ ἐν ἑκάστῃ πόλει οὕτως ἔχει, ὡς ὁ νόμος κηρύττει καὶ οἱ προφῆται καὶ ὁ Κύριος.

Eusebius. Historia ecclesiastica, IV.22:2-3

 

Ex incerto libro ejusdem Operis

Ἐν τούτοις ἐγνωρίζετο Ἡγήσιππος, οὖ πλείσταις ἤδη πρότερον κεχρήμεθα φωναῖς· ὡς ἂν ἐκ τῆς αὐτοῦ παραδόσεως τινὰ τῶν κατὰ τοὺς ἀποστόλους παρατιθέμενοι. ἐν πέντε δὴ οὖν συγγράμμασιν οὖτος, τὴν ἀπλανῆ παράδοσιν τοῦ ἀποστολικοῦ κηρύγματος ἁπλουστάτῃ συντάξει γραφῆς ὑπομνηματισάμενος, καθ' ὃν ἐγνωρίζετο σημαίνει χρόνον, περὶ τῶν ἀρχῆθεν ἱδρυσάντων τὰ εἴδωλα οὕτω πῶς γράφων. Οἷς κενοτάφια καὶ ναοὺς ἐποίησαν ὡς μέχρι νῦν· ὧν ἐστὶ καὶ Ἀντίνοος δοῦλος Ἀδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινόειος, ἐφ' ἡμῶν γενόμενος. καὶ γὰρ καὶ πόλιν ἔκτισεν ἐπώνυμον Ἀντινόου, καὶ προφήτας (for. supplend. ex Hieronymo κατέστησεν ἐν τῷ ναῷ. vid. not.)

Eusebius. Historia ecclesiastica, IV.8:1-2

 

De eodem Opere

Καὶ ἕτερα δὲ πλεῖστα γράφει (Hegisippus), ὧν ἐκ μέρους ἤδη πρότερον ἐμνημονεύσαμεν, οἰκείως τοῖς καιροῖς τὰς ἱστορίας παραθέμενοι· ἔκ τε τοῦ καθ' Ἑβραίους εὐαγγελίου καὶ τοῦ Συριακοῦ, καὶ ἰδίως ἐκ τῆς Ἑβραΐδος διαλέκτου τινὰ τίθησιν, ἐμφαίνων ἐξ Ἑβραίων ἑαυτὸν πεπιστευκέναι· καὶ ἄλλα δὲ ὡς ἂν ἐξ Ἰουδαϊκῆς ἀγράφου παραδόσεως μνημονεύει· οὐ μόνος δὲ οὗτος, ἀλλὰ καὶ Εἰρηναῖος καὶ ὁ πᾶς τῶν ἀρχαίων χορὸς, πανάρετον σοφίαν τὰς Σολόμωνος παροιμίας ἐκάλουν. καὶ περὶ τῶν λεγομένων δὲ ἀποκρύφων διαλαμβάνων, ἐπὶ τῶν αὐτοῦ χρόνων πρὸς τινῶν αἱρετικῶν ἀναπεπλάσθαι τινὰ τούτων ἱστορεῖ.

Eusebius. Historia ecclesiastica, IV.22:8-9

 

Ex eodem Opere

Τὸν γὰρ οὖν Κλωπᾶν ἀδελφὸν τοῦ Ἰωσὴφ ὑπάρχειν Ἡγήσιππος ἱστορεῖ.

Eusebius. Historia ecclesiastica, III.11

 

Ex libro quinto ejusdem Operis

Referente Stephano Gobaro apud Photium in Bibliotheca,
Cod. CCXXXII. Col. 893

Ὅτι τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀγαθὰ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἡγήσιππος μέν τοι, ἀρχαῖός τε ἀνὴρ καὶ ἀποστολικὸς, ἐν τῷ πέμπτῳ τῶν Ὑπομνημάτων, οὐκ οἶδ' ὅ, τι καὶ παθὼν, μάτην μὲν εἰρῆσθαι ταῦτα λέγει, καὶ καταψεύδεσθαι τοὺς ταῦτα φαμένους τῶν τε θείων γραφῶν καὶ τοῦ Κυρίου λέγοντος, Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν οἱ βλέποντες, καὶ τὰ ὦτα ὑμῶν τὰ ἀκούοντα, καὶ ἑξῆς.