Philo Judaeus

Quis rerum divinarum heres sit

(ed. P. Wendland, post R. Khazarzar)

Philonis Alexandrini opera quae supersunt, vol. 3.
Berlin: Reimer, 1898 (repr. De Gruyter, 1962), pp. 1–71.

 

Περι του τις ο των θειων εστιν κληρονομος
και περι της εις τα ισα και εναντια τομης

1. Ἐν μὲν τῇ πρὸ ταύτης συντάξει τὰ περὶ μισθῶν ὡς ἐνῆν ἐπ’ ἀκριβείας διεξήλθομεν· νυνὶ δὲ πρόκειται ζητεῖν, τίς ὁ τῶν θείων πραγμάτων κληρονόμος ἐστίν.   2. ἐπειδὴ γὰρ θεσπισθέντος ὁ σοφὸς ἤκουσε λογίου τοιούτου· «ὁ μισθός σου πολὺς ἔσται σφόδρα», πυνθάνεται φάσκων· «δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ», καὶ πάλιν «ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με» (Gen. 15, 1‑3).   3. καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγεὶς ἄφωνος καὶ ἀχανὴς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; ἐπιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λῦπαι, καὶ αἱ ὑπερβάλλουσαι χαραί.   4. διὸ καὶ Μωυσῆς ἰσχνόφωνος ὁμολογεῖ καὶ βραδύγλωσσος γενέσθαι, ἀφ’ οὗ ἤρξατο ὁ θεὸς αὐτῷ διαλέγεσθαι (Exod. 4, 10). καὶ ἀψευδής ἐστιν ἡ τοῦ προφήτου μαρτυρία· τότε γὰρ εἰκὸς τὸ μὲν φωνητήριον ὄργανον ἐπέχεσθαι, τὸν δὲ κατὰ διάνοιαν λόγον ἀρθρούμενον ἀνυποτάκτῳ φορᾷ χρῆσθαι, νοημάτων οὐ ῥημάτων ἐπάλληλα κάλλη μετ’ εὐτρόχου καὶ ὑψηγόρου δυνάμεως φιλοσοφοῦντα.   5. θαυμάσιοι δὲ ἀρεταὶ ἥ τε εὐτολμία καὶ ἡ ἐν τῷ δέοντι παρρησία πρὸς τοὺς ἀμείνους, ὡς καὶ τὸ κωμικὸν ἀψευδῶς μᾶλλον ἢ κωμικῶς εἰρῆσθαι δοκεῖν

          ἂν πάνθ’ ὁ δοῦλος ἡσυχάζειν μανθάνῃ,

          πονηρὸς ἔσται· μεταδίδου παρρησίας.

6. πότε οὖν ἄγει παρρησίαν οἰκέτης πρὸς δεσπότην; ἆρ’ οὐχ ὅταν ἠδικηκότι μὲν ἑαυτῷ μηδὲν ¦ συνειδῇ, πάντα δ’ ὑπὲρ τοῦ κεκτημένου καὶ λέγοντι καὶ πράττοντι;   7. πότε οὖν ἄξιον καὶ τὸν τοῦ θεοῦ δοῦλον ἐλευθεροστομεῖν πρὸς τὸν ἑαυτοῦ τε καὶ τοῦ παντὸς ἡγεμόνα καὶ δεσπότην ἢ ὅταν ἁμαρτημάτων καθαρεύῃ καὶ τὸ φιλοδέσποτον ἐκ τοῦ συνειδότος κρίνῃ, πλείονι χαρᾷ χρώμενος ἐπὶ τῷ θεράπων θεοῦ γενέσθαι, ἢ εἰ τοῦ παντὸς ἀνθρώπων γένους ἐβασίλευσε τὸ γῆς ὁμοῦ καὶ θαλάττης ἀναψάμενος ἀκονιτὶ κράτος;   8. τὰς δὲ φιλοδεσπότους θεραπείας καὶ λειτουργίας τοῦ Ἀβραὰμ διασυνίστησιν ἀκροτελεύτιον λογίου τοῦ χρησθέντος αὐτοῦ τῷ υἱεῖ· «δώσω σοι καὶ τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου» (Gen. 26, 3‑5).   9. μέγιστον δ’ ἐγκώμιον οἰκέτου μηδενὸς ὧν ἂν προστάξῃ ὁ δεσπότης ὀλιγωρεῖν, ἀόκνως δὲ καὶ φιλοπόνως ὑπὲρ δύναμιν πάντα σπουδάζειν αἰσίῳ γνώμῃ κατορθοῦν.   10. εἰσὶ μὲν οὖν, οἷς ἀκούειν ἀλλ’ οὐ λέγειν ἐμπρεπές, ἐφ’ ὧν λέγεται «σιώπα καὶ ἄκουε» (Deut. 27, 9), πάγκαλον παράγγελμα. θρασύτατον γὰρ καὶ λαλίστατον ἀμαθία, ἧς πρῶτον μέν ἐστιν ἄκος ἡσυχία, δεύτερον δὲ προσοχὴ τῶν ἄξιόν τι προφερομένων ἀκοῆς.   11. μηδεὶς μέντοι νομισάτω τοῦτ’ αὐτὸ μόνον ἐμφαίνεσθαι διὰ τοῦ «σιώπα καὶ ἄκουε», ἀλλὰ καὶ προτρέψασθαι δυνατώτερον ἕτερον· οὐ γὰρ παραινεῖ μόνον γλώττῃ σιωπᾶν καὶ ὠσὶν ἀκούειν, ἀλλὰ καὶ ψυχῇ ταῦτα παθεῖν ἀμφότερα.   12. πολλοὶ γὰρ ἐπ’ ἀκρόασιν ἥκοντές τινος οὐκ ἐληλύθασι ταῖς διανοίαις, ἀλλ’ ἔξω πλανῶνται καὶ μυρία περὶ μυρίων ἑαυτοῖς διεξέρχονται, τὰ συγγενικά, τὰ ὀθνεῖα, τὰ ἴδια, τὰ δημόσια, ὧν εἰκὸς ἦν ἐν τῷ παρόντι μὴ μεμνῆσθαι, πάνθ’ ὡς ἔπος εἰπεῖν ἑξῆς συναριθμούμενοι, καὶ διὰ τὸν ἐν ἑαυτοῖς πολὺν ἀδυνατοῦσι τοῦ λέγοντος ἀκροᾶσθαι· λέγει γὰρ ἐκεῖνος ὥσπερ οὐκ ἐν ἀνθρώποις, ἀλλ’ ἐν ἀψύχοις ἀνδριᾶσιν, οἷς ὦτα μέν ἐστιν, ἀκοαὶ δ’ οὐκ ἔνεισιν.   13. ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι.   14. τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· «κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε», καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε·  «καὶ εἶπε ¦ κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ» (Exod. 14, 14. 15); ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ, ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’ ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος.   15. τὸ γὰρ νοητῆς ἁρμονίας εὐάρμοστον καὶ σύμφωνον μέλος ὁ νοητὸς μουσικὸς μόνος καταλαβεῖν ἱκανός, τῶν δὲ ἐν αἰσθήσει φυρομένων οὐδὲ εἷς. ὅλου δὴ τοῦ διανοίας ὀργάνου κατὰ τὴν διὰ πασῶν ἢ δὶς διὰ πασῶν συμφωνίαν ἐξηχοῦντος ὁ ἀκροατὴς ὡσανεὶ πυνθάνεται πρὸς ἀλήθειαν οὐ πυνθανόμενος – πάντα γὰρ γνώριμα θεῷ – «τί βοᾷς πρὸς μέ»; καθ’ ἱκεσίαν κακῶν ἀποτροπῆς ἢ κατ’ εὐχαριστίαν μετουσίας ἀγαθῶν ἢ κατὰ ἀμφότερα;   16. λάλος δὲ οὕτως ὁ ἰσχνόφωνος καὶ βραδύγλωσσος καὶ ἄλογος εἶναι δοκῶν ἀνευρίσκεται, ὥστε πῇ μὲν οὐ μόνον λέγων ἀλλὰ καὶ βοῶν εἰσάγεται, ἑτέρωθι δὲ ἀπαύστῳ καὶ ἀδιαστάτῳ χρώμενος λόγων ῥύμῃ.   17. «Μωυσῆς» γάρ φησιν «ἐλάλει, καὶ ὁ θεὸς ἀπεκρίνετο αὐτῷ φωνῇ» (Exod. 19, 19), οὐ κατὰ συντέλειαν ἐλάλησεν, ἀλλὰ κατὰ μηκυνομένην παράτασιν ἐλάλει, καὶ ὁ θεὸς οὐ κατὰ συντέλειαν ἐδίδαξεν, ἀλλ’ αἰεὶ καὶ συνεχῶς ἀπεκρίνετο.   18. ὅπου δὲ ἀπόκρισις, ἐκεῖ πάντως ἐρώτησις. ἐρωτᾷ δὲ ἕκαστος ὃ μὴ ἐπίσταται, μαθεῖν ἀξιῶν γνούς τε τῶν εἰς ἐπιστήμην ὠφελιμώτατον ἔργον εἶναι ζητεῖν, ἐρωτᾶν, πυνθάνεσθαι, μηδὲν δοκεῖν εἰδέναι μηδέ τι οἴεσθαι παγίως κατειληφέναι.   19. σοφοὶ μὲν οὖν ὑφηγητῇ καὶ διδασκάλῳ χρῶνται θεῷ, οἱ δ’ ἀτελέστεροι τῷ σοφῷ. διὸ καὶ λέγουσι· «λάλησον σὺ ἡμῖν, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μή ποτε ἀποθάνωμεν» (Exod. 20, 19). τοσαύτῃ δ’ ἄρα χρῆται παρρησίᾳ ὁ ἀστεῖος, ὥστε οὐ μόνον λέγειν καὶ βοᾶν, ἀλλ’ ἤδη καὶ καταβοᾶν ἐξ ἀληθοῦς πίστεως καὶ ἀπὸ γνησίου τοῦ πάθους θαρρεῖ.   20. τὸ γὰρ «εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας» (Exod. 32, 32) καὶ τὸ «μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτόν, ὅτι λέγεις μοι· λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα;» (Num. 11, 12) καὶ τὸ «πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοί; μὴ πρόβατα καὶ βόες σφαγήσονται ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται καὶ ἀρκέσει;» (Num. 11, 13. 22) καὶ τὸ «κύριε, διὰ τί ¦ ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με; καὶ ἀφ’ οὗ πεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαόν, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου» (Exod. 5, 22. 23), ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἔδεισεν ἄν τις καὶ πρὸς ἕνα τῶν ἐν μέρει βασιλέων εἰπεῖν· ὁ δ’ ἀποφαίνεσθαι καὶ πρὸς θεὸν ἐθάρρησεν.   21. οῦτο δ’ ἄρα πέρας ἦν οὐ τόλμης ἁπλῶς, ἀλλ’ εὐτολμίας αὐτῷ, διότι οἱ σοφοὶ πάντες φίλοι θεοῦ, καὶ μάλιστα κατὰ τὸν ἱερώτατον νομοθέτην. παρρησία δὲ φιλίας συγγενές· ἐπεὶ πρὸς τίνα ἄν τις ἢ πρὸς τὸν ἑαυτοῦ φίλον παρρησιάσαιτο; παγκάλως οὖν ἐν τοῖς χρησμοῖς φίλος ᾄδεται Μωυσῆς (Exod. 33, 11), ἵν’ ὅσα ἐπὶ θάρσει παρακεκινδυνευμένα διεξέρχεται, φιλίᾳ μᾶλλον ἢ αὐθαδείᾳ προφέρεσθαι δοκῇ. θρασύτης μὲν γὰρ αὐθάδους, φίλου δὲ θαρραλεότης οἰκεῖον.

22. Ἀλλὰ σκόπει πάλιν, ὅτι εὐλαβείᾳ τὸ θαρρεῖν ἀνακέκραται. τὸ μὲν γὰρ «τί μοι δώσεις;» (Gen. 15, 2) θάρσος ἐμφαίνει, τὸ δὲ «δέσποτα» εὐλάβειαν. εἰωθὼς δὲ χρῆσθαι μάλιστα διτταῖς ἐπὶ τοῦ αἰτίου προσρήσεσι, τῇ θεὸς καὶ τῇ κύριος, οὐδετέραν νῦν παρείληφεν, ἀλλὰ τὴν δεσπότου, λίαν εὐλαβῶς καὶ σφόδρα κυρίως· καίτοι συνώνυμα ταῦτ’ εἶναι λέγεται, κύριος καὶ δεσπότης.   23. ἀλλ’ εἰ καὶ τὸ ὑποκείμενον ἓν καὶ ταὐτόν ἐστιν, ἐπινοίαις αἱ κλήσεις διαφέρουσι· κύριος μὲν γὰρ παρὰ τὸ κῦρος, ὃ δὴ βέβαιόν ἐστιν, εἴρηται, κατ’ ἐναντιότητα ἀβεβαίου καὶ ἀκύρου, δεσπότης δὲ παρὰ τὸν δεσμόν, ἀφ’ οὗ τὸ δέος οἶμαι – ὥστε τὸν δεσπότην κύριον εἶναι καὶ ἔτι ὡσανεὶ φοβερὸν κύριον, οὐ μόνον τὸ κῦρος καὶ τὸ κράτος ἀνημμένον ἁπάντων, ἀλλὰ καὶ δέος καὶ φόβον ἱκανὸν ἐμποιῆσαι, – τάχα μέντοι καὶ ἐπειδὴ τῶν ὅλων δεσμός ἐστι συνέχων αὐτὰ ἄλυτα καὶ σφίγγων διαλυτὰ ὄντα ἐξ ἑαυτῶν.   24. ὁ δὴ φάσκων «δέσποτα, τί μοι δώσεις» δυνάμει ταῦτα διεξέρχεται· οὐκ ἀγνοῶ σου τὸ ὑπερβάλλον κράτος, ἐπίσταμαι τὸ φοβερὸν τῆς δυναστείας, δεδιὼς καὶ τρέμων ἐντυγχάνω καὶ πάλιν θαρρῶ·   25. σὺ γὰρ ἐθέσπισάς μοι μὴ φοβεῖσθαι, σύ μοι γλῶσσαν παιδείας ἔδωκας τοῦ γνῶναι ἡνίκα δεῖ φθέγξασθαι, σὺ τὸ στόμα ἀπερραμμένον ἐξέλυσας, σὺ διοίξας ἐπὶ πλέον ἤρθρωσας, σὺ τὰ λεκτέα συνεβίβασας εἰπεῖν τὸν χρησμὸν βεβαιούμενος ἐκεῖνον· «ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις ¦ λαλήσειν» (Exod. 4, 12).   26. τίς γὰρ ἐγενόμην, ἵνα σύ μοι λόγου μεταδῷς, ἵνα μισθὸν ὁμολογῇς, χάριτος καὶ δωρεᾶς ἀγαθὸν τελεώτερον; οὐ τῆς πατρίδος εἰμὶ μετανάστης; οὐ τῆς συγγενείας ἀπελήλαμαι; οὐ τῆς πατρῴας οἰκίας ἠλλοτρίωμαι; οὐκ ἀποκήρυκτον καὶ φυγάδα πάντες ἔρημον καὶ ἄτιμον ὀνομάζουσιν;   27. ἀλλὰ σύ μοι, δέσποτα, ἡ πατρίς, σὺ ἡ συγγένεια, σὺ ἡ πατρῴα ἑστία, σὺ ἡ ἐπιτιμία, ἡ παρρησία, ὁ μέγας καὶ ἀοίδιμος καὶ ἀναφαίρετος πλοῦτος.   28. διὰ τί οὖν οὐχὶ θαρρήσω λέγειν ἃ φρονῶ; διὰ τί δ’ οὐ πεύσομαι μαθεῖν τι πλέον ἀξιῶν; ἀλλ’ ὁ λέγων ἐγὼ θαρρεῖν πάλιν ὁμολογῶ δεδιέναι καὶ καταπεπλῆχθαι, καὶ οὐκ ἔχει τὴν ἄμικτον ἐν ἐμοὶ μάχην φόβος τε καὶ θάρσος, ὡς ἴσως ὑπολήψεταί τις, ἀλλὰ τὴν ἀνακεκραμένην συμφωνίαν.   29. ἀπλήστως οὖν εὐωχοῦμαι τοῦ κράματος, ὅ με ἀναπέπεικε μήτε ἄνευ εὐλαβείας παρρησιάζεσθαι μήτε ἀπαρρησιάστως εὐλαβεῖσθαι. τὴν γὰρ οὐδένειαν τὴν ἐμαυτοῦ μετρεῖν ἔμαθον καὶ τὰς ἐν ὑπερβολαῖς ἀκρότητας τῶν σῶν εὐεργεσιῶν περιβλέπεσθαι· καὶ ἐπειδὰν «γῆν καὶ τέφραν» καὶ εἴ τι ἐκβλητότερον ἐμαυτὸν αἴσθωμαι, τηνικαῦτα ἐντυγχάνειν σοι θαρρῶ, ταπεινὸς γεγονώς, καταβεβλημένος εἰς χοῦν, ὅσα εἴς γε τὸ μηδ’ ὑφεστάναι δοκεῖν ἀνεστοιχειωμένος.   30. καὶ τοῦτό μου τὸ πάθος τῆς ψυχῆς ἐστηλογράφησεν ἐν τῷ ἐμῷ μνημείῳ ὁ ἐπίσκοπος Μωυσῆς. «ἐγγίσας» γάρ φησιν «Ἀβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν κύριον, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός» (Gen. 18, 27), ἐπειδὴ τότε καιρὸς ἐντυγχάνειν γένεσιν τῷ πεποιηκότι, ὅτε τὴν ἑαυτῆς οὐδένειαν ἔγνωκεν.   31. τὸ δὲ «τί μοι δώσεις;» οὐκ ἀποροῦντός ἐστι φωνὴ μᾶλλον ἢ ἐπὶ τῷ πλήθει καὶ μεγέθει ὧν ἀπήλαυκεν ἀγαθῶν εὐχαριστοῦντος. «τί μοι δώσεις;» ἔτι γὰρ ἀπολείπεταί τι πλέον προσδοκῆσαι; ἄφθονοι μέν, ὦ φιλόδωρε, αἱ σαὶ χάριτες καὶ ἀπερίγραφοι καὶ ὅρον ἢ τελευτὴν οὐκ ἔχουσαι, πηγῶν τρόπον πλείω τῶν ἀπαντλουμένων ἀνομβροῦσαι.   32. σκοπεῖν δὲ ἄξιον οὐ μόνον τὸν αἰεὶ πλημμυροῦντα χειμάρρουν τῶν σῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὰς ἀρδομένας ἡμῶν ἀρούρας· εἰ γὰρ περιττὸν ἀναχυθείη τὸ ῥεῦμα, λιμνῶδες καὶ τελματῶδες ἀντὶ καρποφόρου γῆς ἔσται τὸ πεδίον. πρὸς εὐφορίαν οὖν μεμετρημένης, ἀλλ’ οὐκ ἀμέτρου δεῖ τῆς ἐπιρροῆς ἐμοί.   33. διὸ πεύσομαι «τί μοι δώσεις» ἀμύθητα δοὺς καὶ σχεδὸν πάντα ὅσα θνητὴν φύσιν χωρῆσαι ¦ δυνατὸν ἦν; ὃ γὰρ λοιπὸν ἐπιζητῶ μαθεῖν τε καὶ κτήσασθαι, τοῦτ’ ἐστίν, τίς ἂν γένοιτο ἄξιος τῶν σῶν εὐεργεσιῶν [καὶ] κληρονόμος.   34. ἢ «ἐγὼ ἀπολυθήσομαι ἄτεκνος» (Gen. 15, 2), ὀλιγοχρόνιον καὶ ἐφήμερον καὶ ὠκύμορον λαβὼν ἀγαθόν, εὐχόμενος τοὐναντίον, πολυήμερον καὶ μακροχρόνιον καὶ ἀκήρατον καὶ ἀθάνατον, ὡς δυνηθῆναι καὶ σπέρματα βαλέσθαι καὶ ῥίζας ἐχυρότητος ἕνεκα ἀποτεῖναι καὶ ἄνω πρὸς οὐρανὸν τὸ στέλεχος ἀνεγεῖρον μετεωρίσαι;   35. τὴν γὰρ ἀνθρωπίνην ἀρετὴν βαίνειν μὲν ἐπὶ γῆς, φθάνειν δὲ πρὸς οὐρανὸν ἀναγκαῖον, ἵν’ ἐκεῖ τῆς ἀφθαρσίας ἑστιαθεῖσα τὸν ἀεὶ χρόνον ἀπήμων διαμένῃ.   36. ἄτεκνον γὰρ καὶ στεῖραν οἶδ’ ὅτι ψυχὴν ὁ τὰ μὴ ὄντα φέρων καὶ τὰ πάντα γεννῶν μεμίσηκας, ἐπεὶ καὶ χάριν ἔδωκας ἐξαίρετον τῷ διορατικῷ γένει τὸ μηδέποτε στειρωθῆναι καὶ ἀτοκῆσαι, ᾧ καὶ αὐτὸς προσνεμηθεὶς ἐφίεμαι κληρονόμου δικαίως. ἄσβεστον γὰρ αὐτὸ καταθεώμενος αἴσχιστον εἶναι νομίζω τὴν ἐμαυτοῦ φύσιν τοῦ καλοῦ περιιδεῖν καταλυθεῖσαν.   37. ἱκέτης οὖν γίνομαι καὶ ποτνιῶμαι, ἵνα σπερμάτων καὶ ἐμπυρευμάτων ὑποτυφομένων τὸ ἀρετῆς ἀνακαίηται καὶ ἀναφλέγηται σωτήριον φέγγος, ὃ λαμπαδευόμενον ἐπαλλήλοις διαδοχαῖς ἰσοχρόνιον γενήσεται κόσμῳ.   38. ζῆλον καὶ τοῖς ἀσκητικοῖς ἔδωκας τέκνων τῶν ψυχῆς σπορᾶς καὶ γενέσεως, καὶ μοιραθέντες ὑφ’ ἡδονῆς ἐξελάλησαν εἰπόντες· «τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου» (Gen. 33, 5), ὧν ἀκακία καὶ τροφὸς καὶ τιθήνη, ὧν ἄβατοι καὶ ἁπαλαὶ καὶ εὐφυεῖς ψυχαί, τῶν ἀρετῆς παγκάλων καὶ θεοειδεστάτων εὐπαράδεκτοι χαρακτήρων.   39. δίδαξον δέ με κἀκεῖνο, εἰ «ὁ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου» τῶν σῶν χαρίτων ἱκανὸς γενέσθαι κληρονόμος ἐστίν. ἐγὼ γὰρ ἄχρι νῦν τὸν μὲν ἐλπιζόμενον οὐκ ἔλαβον, ὃν δ’ ἔλαβον, οὐκ ἐλπίζω.

40. Τίς δὲ ἡ Μασὲκ καὶ τίς αὐτῆς ὁ υἱός, οὐ παρέργως ἐπισκεπτέον. ἑρμηνεύεται τοίνυν Μασὲκ ἐκ φιλήματος. φίλημα δὲ διαφέρει τοῦ φιλεῖν· τὸ μὲν γὰρ ψυχῶν ἕνωσιν ἁρμοζομένων εὐνοίᾳ, τὸ δὲ ἐπιπόλαιον καὶ ψιλὴν δεξίωσιν χρείας τινὸς εἰς ταὐτὸ συναγαγούσης ἔοικεν ἐμφαίνειν.   41. ὥσπερ γὰρ ἐν τῷ ἀνακύπτειν οὐκ ἔστι τὸ κύπτειν οὐδ’ ἐν τῷ καταπίνειν ἦν πάντως τὸ πίνειν οὐδ’ ἐν μαρσίππῳ ὁ ἵππος, οὕτως οὐδ’ ἐν τῷ καταφιλεῖν τὸ φιλεῖν, ἐπεὶ καὶ τῶν ἐχθρῶν μυρίους εἴκοντές τινες ταῖς τοῦ βίου χαλεπαῖς ἀνάγκαις δεξιοῦνται.   42. τίς οὖν ἐστιν ἡ ἐκ φιλήματος ἀλλὰ μὴ ἐξ ἀψευδοῦς φιλίας ἡμῖν συσταθεῖσα, φράσω μηδὲν ὑποστειλάμενος· ἡ ζωὴ ἡ σὺν αἰσθήσει, ἡ πᾶσιν ὠχυρωμένη, ¦ ἧς ἀνέραστος οὐδείς, ἣν δέσποιναν μὲν οἱ πολλοί, θεράπαιναν δὲ οἱ ἀστεῖοι νομίζουσιν, οὐκ ἀλλόφυλον ἢ ἀργυρώνητον, ἀλλ’ οἰκογενῆ καὶ τρόπον τινὰ ὁμόφυλον. οὗτοι καὶ πεπαίδευνται καταφιλεῖν αὐτήν, οὐ φιλεῖν, ἐκεῖνοι δὲ ὑπερφυῶς ἀγαπᾶν καὶ τριπόθητον ἡγεῖσθαι.   43. Λάβαν δ’ ὁ μισάρετος οὐδὲ καταφιλῆσαι δυνήσεται τὰς προσκεκληρωμένας τῷ ἀσκητικῷ δυνάμεις, ἀλλ’ ὑποκρίσεως καὶ ψευδῶν πλασμάτων ἀνηρτηκὼς τὸν ἑαυτοῦ βίον, ὡσανεὶ δυσχεραίνων, οὐ πρὸς ἀλήθειαν ἀλγῶν, φησίν· «οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας» (Gen. 31, 28)· εἰκότως γε καὶ προσηκόντως· εἰρωνείαν γὰρ μισεῖν ἀκαταλλάκτως ἐπαιδεύθημεν.   44. ἀγάπησον οὖν ἀρετὰς καὶ ἄσπασαι ψυχῇ τῇ σεαυτοῦ καὶ φίλησον ὄντως, καὶ ἥκιστα βουλήσῃ τὸ φιλίας παράκομμα ποιεῖν, καταφιλεῖν. «μὴ γάρ ἐστιν αὐταῖς ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ σῷ οἴκῳ; οὐχ ὡς αἱ ἀλλότριαι ἐλογίσθησαν παρὰ σοί; ἢ οὐ πέπρακας αὐτάς, καὶ κατέφαγες τὸ ἀργύριον» (Gen. 31, 14. 15), ἵνα μηδὲ εἰσαῦθις ἀνακομίσασθαι δυνηθῇς τὰ σῶστρα καὶ τὰ λύτρα κατεδηδοκώς; προσποιοῦ νῦν βούλεσθαι καταφιλεῖν ὁ πᾶσι τοῖς κριταῖς ἄσπονδος. ἀλλ’ οὐ γαμβρὸν καταφιλήσει Μωυσῆς, ἀλλ’ ἀπὸ γνησίου τοῦ ψυχῆς πάθους φιλήσει· «ἐφίλησε» γάρ φησιν «αὐτόν, καὶ ἠσπάσαντο ἀλλήλους» (Exod. 18, 7).   45. ζωῆς δὲ τριττὸν γένος, τὸ μὲν πρὸς θεόν, τὸ δὲ πρὸς γένεσιν, τὸ δὲ μεθόριον, μικτὸν ἀμφοῖν. τὸ μὲν οὖν πρὸς θεὸν οὐ κατέβη πρὸς ἡμᾶς οὐδὲ ἦλθεν εἰς τὰς σώματος ἀνάγκας. τὸ δὲ πρὸς γένεσιν οὐδ’ ὅλως ἀνέβη οὐδ’ ἐζήτησεν ἀναβῆναι, φωλεῦον δὲ ἐν μυχοῖς Ἅιδου τῷ ἀβιώτῳ βίῳ χαίρει.   46. τὸ δὲ μικτόν ἐστιν, ὃ πολλάκις μὲν ὑπὸ τῆς ἀμείνονος ἀγόμενον τάξεως θειάζει καὶ θεοφορεῖται, πολλάκις δ’ ὑπὸ τῆς χείρονος ἀντισπώμενον ἐπιστρέφει. τοῦθ’, ὅταν ὥσπερ ἐπὶ πλάστιγγος ἡ τῆς κρείττονος ζωῆς μοῖρα τοῖς ὅλοις βρίσῃ, συνεπισπασθὲν τὸ τῆς ἐναντίας ζωῆς βάρος κουφότατον ἄχθος ἀπέφηνε.   47. Μωυσῆς δὲ τὸ τῆς πρὸς θεὸν ζωῆς γένος ἀκονιτὶ στεφανώσας εἰς ἐπίκρισιν τὰ λοιπὰ ἄγει δυσὶν ἀπεικάζων γυναιξίν, ὧν τὴν μὲν ἀγαπωμένην, τὴν δὲ μισουμένην καλεῖ προσφυέστατα θεὶς ὀνόματα.   48. τίς γὰρ οὐ τὰς δι’ ὀφθαλμῶν, τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται; τίς δ’ οὐ τὰ ἐναντία μεμίσηκεν, ὀλιγοδεΐαν, ἐγκράτειαν, αὐστηρὸν καὶ ἐπιστημονικὸν βίον, γέλωτος καὶ παιδιᾶς ἀμέτοχον, συννοίας καὶ ¦ φροντίδων καὶ πόνων μεστόν, φίλον τοῦ θεωρεῖν, ἀμαθίας ἐχθρόν, χρημάτων μὲν καὶ δόξης καὶ ἡδονῶν κρείττω, ἥττω δὲ σωφροσύνης καὶ εὐκλείας καὶ βλέποντος οὐ τυφλοῦ πλούτου; πρεσβύτερα μὲν οὖν ἀεὶ τὰ γεννήματα τῆς μισουμένης ἀρετῆς.   49. ὁ δὲ Μωυσῆς, εἰ καὶ νεώτερα χρόνῳ, καὶ ταῦτα φύσει πρεσβείων ἀξιοῖ τὰ διπλᾶ διδούς, τῶν δὲ ἀφαιρῶν τὴν ἡμίσειαν. ἐὰν γὰρ γένωνται, φησίν, ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν ἀμφότεραι, μέλλων τὰ ἑαυτοῦ διανέμειν οὐ δυνήσεται πρεσβείων ἀξιῶσαι τὸν υἱὸν τῆς ἠγαπημένης, ἡδονῆς, – νέος γὰρ οὗτος, εἰ καὶ χρόνῳ πολιὸς γένοιτο, – ἀλλὰ τὸν τῆς μισουμένης φρονήσεως πρεσβύτερον ἐκ παίδων εὐθὺς ὄντα, ὡς διμοιρίαν ἀπονεῖμαι (Deut. 21, 15‑17).   50. τὴν δὲ τροπικωτέραν τούτων ἀπόδοσιν ἐν ἑτέροις εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τῶν ἐν χερσὶ τρεψώμεθα ἐκεῖνο προϋποδείξαντες, ὅτι τῆς μισουμένης ὁ θεὸς λέγεται τὴν μήτραν διοίξας γένεσιν ἀστείων ἐπιτηδευμάτων καὶ καλῶν ἔργων ἀνατεῖλαι, τῆς φιλεῖσθαι νομιζομένης αὐτίκα στειρουμένης.   51. «ἰδὼν» γάρ φησι «κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα» (Gen. 29, 31). ἆρ’ οὐχ ὅταν ἡ ψυχὴ κυοφορῇ καὶ τίκτειν ἄρχηται τὰ ψυχῇ πρέποντα, τηνικαῦτα ὅσα αἰσθητὰ στειρούμενα ἀτοκεῖ, οἷς πρόσεστιν ἡ ἐκ φιλήματος ἀλλ’ οὐχ ἡ διὰ γνησίου φιλίας ἀποδοχή;   52. ταύτης οὖν τῆς κατ’ αἴσθησιν ζωῆς, ἣν καλεῖ Μασέκ, υἱὸς ἕκαστος ἡμῶν ἐστι τιμῶν καὶ θαυμάζων τὴν τροφὸν καὶ τιθήνην τοῦ θνητοῦ γένους, αἴσθησιν, ἣν καὶ ὁ γήινος νοῦς, ὄνομα Ἀδάμ, ἰδὼν διαπλασθεῖσαν τὸν ἑαυτοῦ θάνατον ζωὴν ἐκείνης ὠνόμασεν.   53. «ἐκάλεσε» γάρ φησιν «Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων» (Gen. 3, 20), τῶν πρὸς ἀλήθειαν τὸν ψυχῆς τεθνηκότων δήπου βίον. οἱ δὲ ζῶντες ὄντως μητέρα μὲν ἔχουσι σοφίαν, αἴσθησιν δὲ δούλην πρὸς ὑπηρεσίαν ἐπιστήμης ὑπὸ φύσεως δημιουργηθεῖσαν.   54. ὄνομα δὲ τοῦ γεννηθέντος ἐκ ζωῆς, ἣν ἐκ φιλήματος ἐγνωρίσαμεν, διασυνίστησι Δαμασκός – τὸ δὲ μεταληφθέν ἐστιν αἷμα σάκκου, – σφόδρα δυνατῶς καὶ εὐθυβόλως σάκκον μὲν τὸ σῶμα αἰνιξάμενος, αἷμα δὲ ζωὴν τὴν ἔναιμον.   55. ἐπειδὴ γὰρ ψυχὴ διχῶς λέγεται, ἥ τε ὅλη καὶ τὸ ἡγεμονικὸν αὐτῆς μέρος, ὃ κυρίως εἰπεῖν ψυχὴ ψυχῆς ἐστι, καθάπερ ὀφθαλμὸς ὅ τε κύκλος σύμπας καὶ τὸ κυριώτατον μέρος τὸ ᾧ βλέπομεν, ἔδοξε τῷ νομοθέτῃ διττὴν καὶ τὴν οὐσίαν εἶναι ψυχῆς, αἷμα μὲν τῆς ὅλης, τοῦ ¦ δ’ ἡγεμονικωτάτου πνεῦμα θεῖον.   56. φησὶ γοῦν ἄντικρυς· «ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν» (Lev. 17, 11). εὖ γε τὸ προσνεῖμαι τῷ σαρκῶν ὄχλῳ τὴν αἵματος ἐπιρροήν, οἰκεῖον οἰκείῳ· τοῦ δὲ νοῦ τὴν οὐσίαν ἐξ οὐδενὸς ἤρτησε γενητοῦ, ἀλλ’ ὑπὸ θεοῦ καταπνευσθεῖσαν εἰσήγαγεν· «ἐνεφύσησε» γάρ φησιν «ὁ ποιητὴς τῶν ὅλων εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν» (Gen. 2, 7), ᾗ καὶ κατὰ τὴν εἰκόνα τοῦ ποιητοῦ λόγος ἔχει τυπωθῆναι.   57. ὥστε διττὸν εἶδος ἀνθρώπων, τὸ μὲν θείῳ πνεύματι λογισμῷ βιούντων, τὸ δὲ αἵματι καὶ σαρκὸς ἡδονῇ ζώντων. τοῦτο τὸ εἶδός ἐστι πλάσμα γῆς, ἐκεῖνο δὲ θείας εἰκόνος ἐμφερὲς ἐκμαγεῖον.   58. χρεῖος δ’ ἐστὶν οὐ μετρίως ὁ πεπλασμένος ἡμῶν χοῦς καὶ ἀναδεδευμένος αἵματι βοηθείας τῆς ἐκ θεοῦ· διὸ λέγεται «οὗτος Δαμασκὸς Ἐλιέζερ» – ἑρμηνευθεὶς δέ ἐστιν Ἐλιέζερ θεός μου βοηθός, – ἐπειδὴ ὁ ἔναιμος ὄγκος ἐξ ἑαυτοῦ διαλυτὸς ὢν καὶ νεκρὸς συνέστηκε καὶ ζωπυρεῖται προνοίᾳ θεοῦ τοῦ τὴν χεῖρα ὑπερέχοντος καὶ ὑπερασπίζοντος, μηδεμίαν ἡμέραν ἱδρυθῆναι παγίως δυνηθέντος ἐξ ἑαυτοῦ τοῦ γένους ἡμῶν.   59. οὐχ ὁρᾷς ὅτι καὶ Μωυσέως ὁ δεύτερος τῶν υἱῶν ὁμωνυμεῖ τούτῳ; «τὸ γὰρ ὄνομα» φησί «τοῦ δευτέρου Ἐλιέζερ», καὶ τὴν αἰτίαν ἐπιφέρει· «ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου, καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραώ» (Exod. 18, 4).   60. τοῖς δ’ ἔτι τῆς ἐναίμου καὶ αἰσθητῆς ζωῆς ἑταίροις ἐπιτίθεται ὁ σκεδάσαι τὰς θεοσεβείας δεινὸς τρόπος, ὄνομα Φαραώ, οὗ τὴν παρανομίας καὶ ὠμότητος μεστὴν δυναστείαν ἀμήχανον ἐκφυγεῖν ἄνευ τοῦ γεννηθῆναι τὸν Ἐλιέζερ ἐν ψυχῇ καὶ ἐπελπίσαι τὴν παρὰ τοῦ μόνου σωτῆρος θεοῦ βοήθειαν.   61. παγκάλως δὲ τὸν Δαμασκὸν οὐκ ἀπὸ πατρός, ἀλλ’ ἀπὸ μητρὸς τῆς Μασὲκ διασυνέστησεν, ἵνα διδάξῃ ὅτι ἡ ἔναιμος ψυχή, καθ’ ἣν ζῇ καὶ τὰ ἄλογα, τοῦ πρὸς γυναικῶν μητρῴου γένους οἰκεῖόν ἐστιν, ἄρρενος γενεᾶς ἀμέτοχον.   62. ἀλλ’ οὐχ ἡ ἀρετὴ Σάρρα· μόνου γὰρ τοῦ πρὸς ἀνδρῶν μεταποιεῖται, ἐκ πατρὸς τοῦ πάντων θεοῦ μόνου γεννηθεῖσα ἡ ἀμήτωρ ἀρχή· «ἀληθῶς» γάρ φησιν «ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός» (Gen. 20, 12).

63. Ἃ μὲν οὖν ἦν ἀναγκαῖον προακοῦσαι, διεπτύξαμεν· καὶ γὰρ εἶχεν ἀσάφειαν ἡ πρότασις αἰνιγματώδη. τί δὲ ὁ φιλομαθὴς ζητεῖ, διερμηνευτέον ἀκριβέστερον· μήποτ’ οὖν ἐστι τοιοῦτον, εἰ δύναταί ¦ τις ἐφιέμενος τῆς ἐναίμου ζωῆς καὶ μεταποιούμενος ἔτι τῶν κατ’ αἴσθησιν γενέσθαι τῶν ἀσωμάτων καὶ θείων πραγμάτων κληρονόμος.   64. τούτων μόνος ἀξιοῦται ὁ καταπνευσθεὶς ἄνωθεν, οὐρανίου τε καὶ θείας μοίρας ἐπιλαχών, ὁ καθαρώτατος νοῦς, ἀλογῶν οὐ μόνον σώματος ἀλλὰ καὶ τοῦ ἑτέρου ψυχῆς τμήματος, ὅπερ ἄλογον ὑπάρχον αἵματι πέφυρται, θυμοὺς ζέοντας καὶ πεπυρωμένας ἐπιθυμίας ἀναφλέγον.   65. πυνθάνεται γοῦν τὸν τρόπον τοῦτον· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα τὸ νοητὸν ἐκεῖνο, τὸ αὐτοδίδακτον, τὸ θεοειδές, ἆρά γε «ὁ οἰκογενής μου κληρονομήσει με» (Gen. 15, 3), ὁ τῆς ἐναίμου ζωῆς ἔγγονος;   66. τότε καὶ ἐπισπεύσας ὁ θεὸς ἔφθασε τὸν λαλοῦντα, τῆς ῥήσεως προαποστείλας ὡς ἔπος εἰπεῖν διδασκαλίαν. «εὐθὺς» γάρ φησι «φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν τῷ λέγειν· οὐ κληρονομήσει σε οὗτος» (Gen. 15, 4), τῶν εἰς τὴν δι’ αἰσθήσεως δεῖξιν ἐρχομένων οὐδὲ εἷς· ἀσώματοι γὰρ φύσεις νοητῶν πραγμάτων εἰσὶ κληρονόμοι.   67. παρατετήρηται δὲ ἄκρως τὸ μὴ «εἶπεν» ἢ «ἐλάλησεν» φάναι, ἀλλὰ τὸ «φωνὴ θεοῦ ἐγένετο πρὸς αὐτὸν» ὥσπερ εὐτόνως ἐμβοήσαντος καὶ ἀρρήκτως ἐνηχήσαντος, ἵν’ εἰς πᾶσαν τὴν ψυχὴν διαδοθεῖσα ἡ φωνὴ μηδὲν ἔρημον ἐάσῃ καὶ κενὸν ὑφηγήσεως ὀρθῆς μέρος, ἀλλὰ πάντα διὰ πάντων ὑγιαινούσης μαθήσεως ἀναπλησθῇ.   68. τίς οὖν γενήσεται κληρονόμος; οὐχ ὁ μένων ἐν τῇ τοῦ σώματος εἱρκτῇ λογισμὸς καθ’ ἑκούσιον γνώμην, ἀλλ’ ὁ λυθεὶς τῶν δεσμῶν καὶ ἐλευθερωθεὶς καὶ ἔξω τειχῶν προεληλυθὼς καὶ καταλελοιπώς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αὐτὸς ἑαυτόν. «ὃς γὰρ ἐξελεύσεται ἐκ σοῦ» φησίν, «οὗτος κληρονομήσει σε (Gen. 15, 4)».   69. πόθος οὖν εἴ τις εἰσέρχεταί σε, ψυχή, τῶν θείων ἀγαθῶν κληρονομῆσαι, μὴ μόνον «γῆν,» τὸ σῶμα, καὶ «συγγένειαν», <τὴν> αἴσθησιν, καὶ «οἶκον πατρός» (Gen. 12, 1), τὸν λόγον, καταλίπῃς, ἀλλὰ καὶ σαυτὴν ἀπόδραθι καὶ ἔκστηθι σεαυτῆς, ὥσπερ οἱ κατεχόμενοι καὶ κορυβαντιῶντες βακχευθεῖσα καὶ θεοφορηθεῖσα κατά τινα προφητικὸν ἐπιθειασμόν·   70. ἐνθουσιώσης γὰρ καὶ οὐκέτ’ οὔσης ἐν ἑαυτῇ διανοίας, ἀλλ’ ἔρωτι οὐρανίῳ σεσοβημένης κἀκμεμηνυίας καὶ ὑπὸ τοῦ ὄντως ὄντος ἠγμένης καὶ ἄνω πρὸς αὐτὸ εἱλκυσμένης, προϊούσης ἀληθείας καὶ τἀν ποσὶν ἀναστελλούσης, ἵνα κατὰ λεωφόρου βαίνοι τῆς ὁδοῦ, κλῆρος οὗτος.   71. πῶς οὖν μετανίστασο τῶν προτέρων ἐκείνων, λέγε θαρροῦσα ἡμῖν, ὦ διάνοια, ἣ τοῖς ἀκούειν τὰ νοητὰ δεδιδαγμένοις ἐνηχεῖς, ἀεὶ φάσκουσα ὅτι μετῳκισάμην τοῦ σώματος, ἡνίκα τῆς σαρκὸς ἠλόγουν ἤδη, καὶ τῆς αἰσθήσεως, ὁπότε τὰ αἰσθητὰ πάντα ὡς μὴ πρὸς ἀλήθειαν ὄντα ἐφαντασιώθην καταγνοῦσα μὲν αὐτῆς τῶν ¦ κριτηρίων ὡς νενοθευμένων καὶ δεδεκασμένων καὶ ψευδοῦς ὑποπεπλησμένων δόξης, καταγνοῦσα δὲ καὶ τῶν κρινομένων, ὡς δελεάσαι καὶ ἀπατῆσαι καὶ ἐκ μέσης τῆς φύσεως ἁρπάσαι τὴν ἀλήθειαν εὐτρεπισμένων· μετανέστην καὶ τοῦ λόγου, ἡνίκα πολλὴν ἀλογίαν αὐτοῦ κατέγνων καίτοι μετεωρίζοντος καὶ φυσῶντος ἑαυτόν.   72. ἐτόλμα γὰρ τόλμημα οὐ μικρόν, διὰ σκιῶν μοι σώματα, διὰ ῥημάτων πράγματα, ἅπερ ἀμήχανον ἦν, δεικνύναι· καίτοι σφαλλόμενος περιελάλει καὶ περιέρρει κοινότητι τῶν ὀνομάτων τὰς ἰδιότητας τῶν ὑποκειμένων ἀδυνατῶν ἐμφάσει τρανῇ παραστῆσαι.   73. παθοῦσα δ’ ὡς ἄφρων καὶ νήπιος παῖς ἔμαθον, ὡς ἄμεινον ἦν ἄρα πάντων μὲν τούτων ὑπεξελθεῖν, ἑκάστου δὲ τὰς δυνάμεις ἀναθεῖναι θεῷ τῷ καὶ τὸ σῶμα σωματοῦντι καὶ πηγνύντι καὶ τὴν αἴσθησιν αἰσθάνεσθαι παρασκευάζοντι καὶ τῷ λόγῳ τὸ λέγειν ὀρέγοντι.   74. τὸν αὐτὸν δὴ τρόπον ὅνπερ τῶν ἄλλων ὑπεξελήλυθας, ὑπέξελθε καὶ μετανάστηθι σεαυτῆς. τί δὲ τοῦτό ἐστιν; μὴ ταμιεύσῃ τὸ νοεῖν καὶ διανοεῖσθαι καὶ καταλαμβάνειν σεαυτῇ, φέρουσα δὲ καὶ ταῦτα ἀνάθες τῷ τοῦ νοεῖν ἀκριβῶς καὶ καταλαμβάνειν ἀνεξαπατήτως αἰτίῳ.   75.  Τὴν δὲ ἀνάθεσιν δέξεται τῶν πανιέρων τεμενῶν τὸ ἁγιώτερον· δύο γὰρ ἔοικε συστῆναι, τὸ μὲν νοητόν, τὸ δ’ αἰσθητόν. αἰσθητῶν μὲν οὖν φύσεων ὁ κόσμος οὗτος, ἀοράτων δ’ ὡς ἀληθῶς ὁ νοητὸς τὸ πάνθειόν ἐστιν.   76. ὅτι δ’ ὁ ὑπεξελθὼν ἐξ ἡμῶν νοητῶν καὶ γλιχόμενος ὀπαδὸς εἶναι θεοῦ τοῦ φύσεως ἀοιδίμου πλούτου κληρονόμος ἐστί, μαρτυρεῖ λέγων· «ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν· ἀνάβλεψον εἰς τὸν οὐρανόν» (Gen. 15, 5), ἐπειδήπερ οὗτος ὁ τῶν θείων θησαυρὸς ἀγαθῶν – «ἀνοίξαι γάρ σοι» φησί «κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν», (Deut. 28, 12), ἐξ οὗ δὴ τὰς τελεωτάτας εὐφροσύνας ὁ χορηγὸς ἀδιαστάτως ὕει· – «ἀνάβλεψον» δὲ εἰς ἔλεγχον τοῦ τυφλοῦ τῶν ἀγελαίων ἀνθρώπων γένους, ὃ βλέπειν δοκοῦν πεπήρωται.   77. πῶς γὰρ οὐ πεπήρωται, ὅτε κακὰ μὲν ἀντ’ ἀγαθῶν, αἰσχρὰ ἀντὶ καλῶν, ἄδικα ἀντὶ δικαίων καὶ πάθη μὲν ἀντ’ εὐπαθειῶν, θνητὰ δὲ ἀντ’ ἀθανάτων ᾕρηται καὶ νουθετητὰς μὲν καὶ σωφρονιστάς, ἔτι δὲ ἔλεγχον καὶ παιδείαν ἀποδιδράσκει, κόλακας δὲ καὶ τοὺς πρὸς ἡδονὴν λόγους ἀργίας καὶ ἀμαθίας καὶ θρύψεως δημιουργοὺς ἀποδέχεται;   78. μόνος οὖν βλέπει ὁ ἀστεῖος, οὗ χάριν καὶ τοὺς προφήτας ὠνόμασαν οἱ παλαιοὶ ὁρῶντας (I Reg. 9, 9). ὁ δὲ ἔξω προεληλυθὼς οὐ μόνον ὁρῶν, ἀλλὰ καὶ θεὸν ὁρῶν προσερρήθη, Ἰσραήλ  [ὅς ἐστι θεὸν ὁρῶν]. οἱ δέ, κἄν ποτε ¦ τοὺς ὀφθαλμοὺς διοίξωσι, πρὸς γῆν ἀπονενεύκασι τὰ γήινα μετιόντες καὶ τοῖς ἐν Ἅιδῃ συντρεφόμενοι.   79. ὁ μὲν γὰρ ἀνατείνει τὰς ὄψεις πρὸς αἰθέρα καὶ τὰς οὐρανοῦ περιόδους, πεπαίδευται δὲ καὶ εἰς τὸ μάννα ἀφορᾶν, τὸν θεῖον λόγον, τὴν οὐράνιον ψυχῆς φιλοθεάμονος ἄφθαρτον τροφήν, οἱ δὲ πρὸς τὰ κρόμμυα καὶ τὰ σκόρδα, τὰ περιοδυνῶντα τὰς κόρας καὶ κακοῦντα καὶ καταμύειν ποιοῦντα, καὶ τὰς ἄλλας πράσων καὶ νεκρῶν ἰχθύων δυσοδμίας, οἰκείας Αἰγύπτου τροφάς.   80. «ἐμνήσθημεν» γάρ φασι «τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεάν, καὶ σικύας, πέπονας, πράσα, κρόμμυα, σκόρδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν» (Num. 11, 5. 6).   81. συντείνει δὲ πρὸς ἠθοποιίαν καὶ τὸ «ἐξήγαγεν αὐτὸν ἔξω», ὅ τινες εἰώθασιν ὑπ’ ἀμουσίας ἤθους γελᾶν φάσκοντες· εἴσω γάρ τις ἐξάγεται, ἢ ἔμπαλιν εἰσέρχεται ἔξω; ναί, φαίην ἄν, ὦ καταγέλαστοι καὶ λίαν εὐχερεῖς· ψυχῆς γὰρ τρόπους ἰχνηλατεῖν οὐκ ἐμάθετε, ἀλλὰ σωμάτων τὰς ἐν τούτοις μεταβατικὰς κινήσεις μόνας ἐρευνᾶτε. διὸ καὶ παράδοξον ὑμῖν φαίνεται εἴ τις ἐξέρχεται εἴσω ἢ εἰσέρχεται ἔξω· τοῖς δὲ Μωυσέως γνωρίμοις ἡμῖν οὐδὲν τῶν τοιούτων ἀπῳδόν ἐστιν.   82. ἢ οὐκ ἂν εἴποιτε, τὸν μὴ τέλειον ἀρχιερέα, ὁπότε ἐν τοῖς ἀδύτοις τὰς πατρῴους ἁγιστείας ἐπιτελεῖ, ἔνδον εἶναί τε καὶ ἔξω, ἔνδον μὲν τῷ φανερῷ σώματι, ἔξω δὲ ψυχῇ τῇ περιφοίτῳ καὶ πεπλανημένῃ, καὶ ἔμπαλίν τινα μηδὲ γένους ὄντα τοῦ ἱερωμένου θεοφιλῆ καὶ φιλόθεον ἔξω τῶν περιρραντηρίων ἑστῶτα ἐσωτάτω διατρίβειν, ἀποδημίαν ἡγούμενον ὅλον τὸν μετὰ σώματος βίον, ὁπότε δὲ δύναιτο τῇ ψυχῇ μόνῃ ζῆν, ἐν πατρίδι καταμένειν ὑπολαμβάνοντα;   83. καὶ γὰρ φλιᾶς μέν ἐστιν ἔξω πᾶς ἄφρων, κἂν συνημερεύων μηδ’ ἀκαρὲς ἀπολείπηται, εἴσω δὲ πᾶς σοφός, κἂν μὴ μόνον χώραις ἀλλὰ καὶ μεγάλοις κλίμασι γῆς διῳκισμένος τυγχάνῃ· κατὰ δὲ Μωυσῆν οὕτως ὁ φίλος ἐγγύς ἐστιν, ὥστε ἀδιαφορεῖ ψυχῆς· λέγει γάρ· «ὁ φίλος, ὁ ἴσος τῇ ψυχῇ σου» (Deut. 13, 6).   84. καὶ ὁ ἱερεὺς μέντοι «ἄνθρωπος οὐκ ἔσται κατ’ αὐτὸν ὅταν εἰσίῃ εἰς τὰ ἅγια τῶν ἁγίων, ἕως ἂν ἐξέλθῃ» (Lev. 16, 17), οὐ σωματικῶς, ἀλλὰ ταῖς κατὰ ψυχὴν κινήσεσιν. ὁ γὰρ νοῦς, ὅτε μὲν καθαρῶς λειτουργεῖ θεῷ, οὐκ ἔστιν ἀνθρώπινος, ἀλλὰ θεῖος· ὅτε δὲ ἀνθρωπίνῳ τινί, τέτραπται καταβὰς ἀπ’ οὐρανοῦ, μᾶλλον δὲ πεσὼν ἐπὶ γῆν ἐξέρχεται, ¦ κἂν ἔτι μένῃ τὸ σῶμα ἔνδον αὐτῷ.   85. ὀρθότατα οὖν εἴρηται· «ἐξήγαγεν αὐτὸν ἔξω» τῶν κατὰ τὸ σῶμα δεσμωτηρίων, τῶν κατὰ τὰς αἰσθήσεις φωλεῶν, τῶν κατὰ τὸν ἀπατεῶνα λόγον σοφιστειῶν, ἐπὶ πᾶσιν αὐτὸν ἐξ ἑαυτοῦ καὶ τοῦ δοκεῖν αὐτεξουσίῳ καὶ αὐτοκράτορι γνώμῃ νοεῖν τε καὶ καταλαμβάνειν.

86. Προαγαγὼν δὲ αὐτὸν ἔξω φησίν· «ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, ἐὰν δυνηθῇς ἐξαριθμῆσαι αὐτούς. οὕτως ἔσται τὸ σπέρμα σου» (Gen. 15, 5). παγκάλως εἶπεν «οὕτως ἔσται», ἀλλ’ οὐ τοσοῦτον, τοῖς ἄστροις ἰσάριθμον. οὐ γὰρ τὸ πλῆθος αὐτὸ μόνον, ἀλλὰ καὶ μυρία ἄλλα τῶν εἰς εὐδαιμονίαν ὁλόκληρον καὶ παντελῆ βούλεται παρεμφῆναι.   87. οὕτως οὖν ἔσται, φησίν, ὡς ἔχει τὸ ὁρώμενον αἰθέριον, οὕτως οὐράνιον, οὕτως αὐγῆς γέμον ἀσκίου καὶ καθαρᾶς – οὐρανοῦ γὰρ ἀπελήλαται νὺξ καὶ αἰθέρος τὸ σκότος, – ἀστεροειδέστατον, εὖ διακεκοσμημένον, τάξει χρώμενον ἀκλινεῖ τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ.   88. βούλεται γὰρ ἀντίμιμον οὐρανοῦ, εἰ δὲ χρὴ καὶ προσυπερβάλλοντα εἰπεῖν, οὐρανὸν ἐπίγειον ἀποφῆναι τὴν τοῦ σοφοῦ ψυχὴν ἔχουσαν <ἐν ἑαυτῇ καθάπερ> ἐν αἰθέρι καθαρὰς φύσεις, τεταγμένας κινήσεις, χορείας ἐμμελεῖς, θείας περιόδους, ἀρετῶν ἀστεροειδεστάτας καὶ περιλαμπεστάτας αὐγάς. εἰ δ’ ἀμήχανον αἰσθητῶν ἀστέρων ἀριθμὸν εὑρεῖν, πῶς οὐχὶ μᾶλλον νοητῶν;   89. ἐφ’ ὅσον γὰρ οἶμαι τὸ κρῖνον τοῦ κρίνοντος ἄμεινον ἢ χεῖρον – νοῦς μὲν γὰρ ἄμεινον αἰσθήσεως, διανοίας δὲ ἀμβλύτερον αἴσθησις, – ἐπὶ τοσοῦτον καὶ τὰ κρινόμενα διενήνοχεν· ὥστε μυρίῳ πλήθει τὰ νοητὰ τῶν αἰσθητῶν ὑπερβάλλειν. τοῦ γὰρ ψυχῆς ὄμματος βραχυτάτη μοῖρα οἱ κατὰ τὸ σῶμα ὀφθαλμοί· τὸ μὲν γὰρ ἔοικεν ἡλίῳ, λυχνούχοις δὲ οὗτοι μελετῶσιν ἐξάπτεσθαι τε καὶ σβέννυσθαι.

90. Ἀναγκαίως οὖν ἐπιλέγεται «ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ» (Gen. 15, 6) πρὸς ἔπαινον τοῦ πεπιστευκότος. καίτοι, τάχα ἄν τις εἴποι, τοῦτ’ ἄξιον ἐπαίνου κρίνετε; τίς δὲ οὐκ ἄν τι λέγοντι καὶ ὑπισχνουμένῳ θεῷ προσέχοι τὸν νοῦν, κἂν εἰ πάντων ἀδικώτατος καὶ ἀσεβέστατος ὢν τυγχάνοι; πρὸς ὃν ἐροῦμεν·   91. ὦ γενναῖε, μὴ ἀνεξετάστως ἢ τὸν σοφὸν ἀφέλῃ τὰ πρέποντα ἐγκώμια ἢ τοῖς ἀναξίοις τὴν τελειοτάτην ἀρετῶν, πίστιν, μαρτυρήσῃς ἢ τὴν ἡμετέραν περὶ τούτων γνῶσιν αἰτιάσῃ.   92. βαθυτέραν γὰρ εἰ βουληθείης ἔρευναν καὶ μὴ σφόδρ’ ἐπιπόλαιον ποιήσασθαι, σαφῶς γνώσῃ, ὅτι μόνῳ θεῷ χωρὶς ἑτέρου προσπαραλήψεως οὐ ῥᾴδιον πιστεῦσαι διὰ τὴν πρὸς τὸ θνητὸν ᾧ συνεζεύγμεθα συγγένειαν· ὅπερ ἡμᾶς καὶ χρήμασι καὶ δόξῃ καὶ ἀρχῇ καὶ φίλοις ὑγείᾳ τε καὶ ῥώμῃ σώματος καὶ ἄλλοις πολλοῖς ἀναπείθει πεπιστευκέναι.   93. τὸ δὲ ¦ ἐκνίψασθαι τούτων ἕκαστον καὶ ἀπιστῆσαι γενέσει τῇ πάντα ἐξ ἑαυτῆς ἀπίστῳ, μόνῳ δὲ πιστεῦσαι θεῷ τῷ καὶ πρὸς ἀλήθειαν μόνῳ πιστῷ μεγάλης καὶ ὀλυμπίου ἔργον διανοίας ἐστί, οὐκέτι πρὸς οὐδενὸς δελεαζομένης τῶν παρ’ ἡμῖν.   94. εὖ δὲ τὸ φάναι «λογισθῆναι τὴν πίστιν εἰς δικαιοσύνην αὐτῷ» (Gen. 15, 6)· δίκαιον γὰρ οὐδὲν οὕτως, ὡς ἀκράτῳ καὶ ἀμιγεῖ τῇ πρὸς θεὸν μόνον πίστει κεχρῆσθαι.   95. τὸ δὲ δίκαιον καὶ ἀκόλουθον τοῦτο τῇ φύσει παράδοξον ἐνομίσθη διὰ τὴν τῶν πολλῶν ἀπιστίαν ἡμῶν, οὓς ἐλέγχων ὁ ἱερὸς λόγος φησίν, ὅτι τὸ ἐπὶ μόνῳ τῷ ὄντι βεβαίως καὶ ἀκλινῶς ὁρμεῖν θαυμαστὸν μὲν παρ’ ἀνθρώποις, οἷς ἀγαθῶν ἀδόλων κτῆσις οὐκ ἔστιν, οὐ θαυμαστὸν δὲ παρ’ ἀληθείᾳ βραβευούσῃ, δικαιοσύνης δ’ αὐτὸ μόνον ἔργον.

96. «Εἶπε δὲ» φησί «πρὸς αὐτόν· ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι» (Gen. 15, 7). τοῦτ’ οὐχ ὑπόσχεσιν μόνον, ἀλλὰ καὶ παλαιᾶς ὑποσχέσεως βεβαίωσιν ἐμφαίνει.   97. τὸ μὲν οὖν πάλαι δωρηθὲν ἀγαθὸν ἔξοδος ἦν ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογίας, ἥτις ἀνεδίδασκεν οὐ θεοῦ ἔργον, ἀλλὰ θεὸν ὑπολαμβάνειν τὸν κόσμον εἶναι καὶ τό τε εὖ καὶ τὸ χεῖρον ἅπασι τοῖς οὖσι φοραῖς καὶ τεταγμέναις περιόδοις ἀστέρων ἀριθμεῖσθαι καὶ ἐνθένδε τὴν ἀγαθοῦ καὶ κακοῦ γένεσιν ἠρτῆσθαι – ταῦτα δ’ ἡ τῶν κατ’ οὐρανὸν ὁμαλὴ καὶ τεταγμένη κίνησις τοὺς εὐχερεστέρους ἀνέπεισε τερατεύεσθαι· καὶ γὰρ τὸ Χαλδαίων ὄνομα μεταληφθὲν ὁμαλότητι παρωνυμεῖ, –  98. τὸ δὲ νέον ἀγαθὸν κληρονομῆσαι σοφίαν τὴν ἄδεκτον μὲν αἰσθήσει, νῷ δ’ εἱλικρινεστάτῳ καταλαμβανομένην, δι’ ἧς ἀποικιῶν ἡ ἀρίστη βεβαιοῦται μετανισταμένης τῆς ψυχῆς ἀπὸ ἀστρονομίας ἐπὶ φυσιολογίαν καὶ ἀπὸ ἀβεβαίου εἰκασίας ἐπὶ πάγιον κατάληψιν καὶ κυρίως εἰπεῖν ἀπὸ τοῦ γεγονότος πρὸς τὸ ἀγένητον, ἀπὸ τοῦ κόσμου πρὸς τὸν ποιητὴν καὶ πατέρα αὐτοῦ.   99. τοὺς μὲν γὰρ τὰς γνώμας χαλδαΐζοντας οὐρανῷ πεπιστευκέναι, τὸν δ’ ἐνθένδε μεταναστάντα τῷ ἐπόχῳ τοῦ οὐρανοῦ καὶ ἡνιόχῳ τοῦ παντὸς κόσμου, θεῷ, φασὶν οἱ χρησμοί. καλός γε ὁ κλῆρος, μείζων ἴσως τῆς δυνάμεως τοῦ λαμβάνοντος, ἐπάξιος δὲ τοῦ μεγέθους τοῦ διδόντος.

100. Ἀλλ’ οὐκ ἐξαρκεῖ χρηστὰ ἐλπίσαι καὶ θαυμάσια ἡλίκα προσδοκῆσαι τῷ σοφίας ἐραστῇ διὰ τῶν θεσπισθέντων· ἀλλ’ εἰ μὴ καὶ τρόπον γνώσεται καθ’ ὃν ἐφίξεται τῆς τοῦ κλήρου διαδοχῆς, παγχάλεπον ¦ ἡγεῖται, ἅτε διψῶν ἐπιστήμης καὶ ἀπλήστως ἔχων αὐτῆς· διὸ πυνθάνεται φάσκων· «δέσποτα, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν» (Gen. 15, 8);   101. ἴσως ἄν τις εἴποι μάχεσθαι τοῦτο τῷ πεπιστευκέναι· τὸ μὲν γὰρ ἀπορεῖν ἐνδοιάζοντος, τὸ δὲ μηκέτι ζητεῖν ἔργον εἶναι πεπιστευκότος. λεκτέον οὖν, ὅτι καὶ ἀπορεῖ καὶ πεπίστευκεν, οὐ μὴν περὶ τοῦ αὐτοῦ, πολλοῦ γε καὶ δεῖ. πεπίστευκε μὲν γὰρ ὅτι κληρονόμος ἔσται σοφίας, τὸν δὲ τρόπον αὐτὸ μόνον ζητεῖ καθ’ ὃν ἂν γένοιτο· τὸ δ’ ὅτι γενήσεται, πάντως κατὰ τὰς θείας ὑποσχέσεις βεβαίως κατείληφεν.   102. τὸν πόθον οὖν, ᾧ κέχρηται πρὸς τὸ μαθεῖν, ἐπαινέσας ὁ διδάσκαλος ἄρχεται τῆς ὑφηγήσεως ἀπὸ στοιχειώδους εἰσαγωγῆς, ἐν ᾗ πρῶτον καὶ ἀναγκαιότατον γέγραπται «λάβε μοι» (Gen. 15, 9)· βραχεῖα μὲν ἡ λέξις, πολλὴ δὲ ἡ δύναμις· ἐμφαίνει γὰρ οὐκ ὀλίγα.   103. πρῶτον μέν, ἴδιον, φησίν, οὐδὲν ἔχεις ἀγαθόν, ἀλλ’ ὅ τι ἂν νομίσῃς ἔχειν, ἕτερος παρέσχηκεν. ἐξ οὗ συνάγεται ὅτι θεοῦ τοῦ διδόντος κτήματα πάντα, ἀλλ’ οὐ τῆς μεταίτου καὶ τὰς χεῖρας εἰς τὸ λαβεῖν προτεινούσης γενέσεως.   104. δεύτερον δέ, κἂν λάβῃς, λάβε μὴ σεαυτῷ, δάνειον δὲ ἢ παρακαταθήκην νομίσας τὸ δοθὲν τῷ παρακαταθεμένῳ καὶ συμβαλόντι ἀπόδος, πρεσβυτέραν χάριν χάριτι νεωτέρᾳ, προκατάρχουσαν ἀντεκτινούσῃ δικαίως καὶ προσηκόντως ἀμειψάμενος.   105. μυρίοι γὰρ ἔξαρνοι παρακαταθηκῶν ἐγένοντο ἱερῶν, τοῖς ἀλλοτρίοις ὡς ἰδίοις ὑπ’ ἀμέτρου τῆς πλεονεξίας καταχρησάμενοι. σὺ δέ, ὦ γενναῖε, παντὶ σθένει πειρῶ μὴ μόνον ἀσινῆ καὶ ἀκιβδήλευτα φυλάττειν ἃ ἔλαβες, ἀλλὰ καὶ πάσης ἐπιμελείας ἀξιοῦν, ἵν’ ὁ παρακαταθέμενος μηδὲν ἔχῃ τῆς παρὰ σοῦ φυλακῆς αἰτιάσασθαι.   106. παρακατέθετο δέ σοι αὐτῷ ψυχήν, λόγον, αἴσθησιν ὁ ζῳοπλάστης, ἃ συμβολικῶς δάμαλις, κριός, αἲξ ἐν ἱεραῖς γραφαῖς ὠνομάσθησαν (Gen. 15, 9). ταῦτα δ’ οἱ μὲν εὐθὺς ὑπὸ φιλαυτίας ἐνοσφίσαντο, οἱ δὲ ἐταμιεύσαντο πρὸς καιριωτάτην ἀπόδοσιν.   107. τῶν μὲν οὖν νοσφιζομένων οὐκ ἔστιν ἀριθμὸν εὑρεῖν· τίς γὰρ ἡμῶν ψυχὴν καὶ αἴσθησιν καὶ λόγον, πάνθ’ ὁμοῦ ταῦτ’ οὔ φησιν ἑαυτοῦ κτήματ’ εἶναι, τὸ αἰσθάνεσθαι, τὸ λέγειν, τὸ καταλαμβάνειν οἰόμενος ἐφ’ ἑαυτῷ μόνῳ κεῖσθαι;   108. τῶν δὲ τὴν πίστιν ἱερὰν καὶ ἄσυλον ὄντως διαφυλαττόντων ὀλίγος ἐστὶν ἀριθμός. οὗτοι ταῦτα τὰ τρία ἀνατεθείκασι θεῷ, ψυχήν, αἴσθησιν, λόγον· ἔλαβον γὰρ οὐχ ἑαυτοῖς, ἀλλ’ ἐκείνῳ πάντα ταῦτα, ὥστε εἰκότως ὡμολόγησαν κατ’ αὐτὸν εἶναι τὰς ἑκάστων ἐνεργείας, τοῦ νοῦ τὰς διανοήσεις, τοῦ λόγου τὰς ἑρμηνείας, τῆς αἰσθήσεως τὰς φαντασίας.   109. οἱ μὲν οὖν ἑαυτοῖς ταῦτα ἐπιγράφοντες ἄξια τῆς ἑαυτῶν βαρυδαιμονίας ¦ ἐκληρώσαντο, ψυχὴν μὲν ἐπίβουλον, ἀλόγοις πάθεσι πεφυρμένην καὶ πλήθει κακιῶν κατειλημμένην, τοτὲ μὲν ὑπὸ λαιμαργίας καὶ λαγνείας ὥσπερ ἐν χαμαιτυπείῳ περιυβριζομένην, τοτὲ δὲ ὑπὸ πλήθους ἀδικημάτων ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένην μετὰ κακούργων, οὐκ ἀνθρώπων, ἀλλ’ ἐπιτηδευμάτων, ἃ πᾶσι τοῖς κριταῖς [ἢ τιμωρηταῖς] ἀγώγιμα γέγονε, λόγον δὲ στόμαργον, ἠκονημένον κατὰ τῆς ἀληθείας, βλαβερὸν μὲν τοῖς ἐντυγχάνουσιν, αἰσχύνην δὲ τοῖς κεκτημένοις ἐπιφέροντα, αἴσθησιν δὲ ἀκόρεστον, ἐμφορουμένην μὲν αἰεὶ τῶν αἰσθητῶν, ὑπὸ δὲ ἀκράτορος τῆς ἐπιθυμίας μηδέποτε ἐμπλησθῆναι δυναμένην, ἀλογοῦσαν τῶν σωφρονιστῶν, ὡς παρορᾶν καὶ παρακούειν καὶ ὅσα ἂν ἐπ’ ὠφελείᾳ διεξέρχωνται παραπτύειν.   110. οἱ δὲ λαβόντες μὴ ἑαυτοῖς, ἀλλὰ θεῷ τούτων ἕκαστον αὐτῷ ἀνέθεσαν, ἱεροπρεπὲς καὶ ἅγιον ὄντως φυλάξαντες τῷ κτησαμένῳ, τὴν μὲν διάνοιαν, ἵνα μηδὲν ἄλλο ἢ περὶ θεοῦ καὶ τῶν ἀρετῶν αὐτοῦ διανοῆται, τὸν δὲ λόγον, ἵν’ ἀχαλίνῳ στόματι ἐγκωμίοις καὶ ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρῃ τὸν τῶν ὅλων πατέρα, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἀρετὰς εἰς ἓν τοῦτο μόνον ἔργον συγκροτῶν καὶ ἐπιδεικνύμενος, τὴν δὲ αἴσθησιν, ἵνα φαντασιουμένη τὸν αἰσθητὸν ἅπαντα κόσμον οὐρανὸν καὶ γῆν καὶ τὰς μεταξὺ φύσεις, ζῷά τε καὶ φυτά, ἐνεργείας τε καὶ δυνάμεις αὐτῶν καὶ ὅσαι κινήσεις καὶ σχέσεις, ἀδόλως καὶ καθαρῶς ψυχῇ διαγγέλλῃ.   111. νῷ γὰρ ὁ θεὸς καταλαμβάνειν τὸν μὲν νοητὸν κόσμον δι’ ἑαυτοῦ, τὸν δὲ ὁρατὸν δι’ αἰσθήσεως ἐφῆκεν. εἰ δὴ δύναιτό τις πᾶσι τοῖς μέρεσι ζῆσαι θεῷ μᾶλλον ἢ ἑαυτῷ, διὰ μὲν τῶν αἰσθήσεων εἰς τὰ αἰσθητὰ διακύψας ἕνεκα τοῦ τἀληθὲς εὑρεῖν, διὰ δὲ τῆς ψυχῆς τὰ νοητὰ καὶ ὄντα ὄντως φιλοσοφήσας, διὰ δὲ τοῦ κατὰ τὴν φωνὴν ὀργάνου καὶ τὸν κόσμον καὶ τὸν δημιουργὸν ὑμνήσας, εὐδαίμονι καὶ μακαρίῳ βίῳ χρήσεται.   112. ταῦτα ἐκ τοῦ «λάβε μοι» παρεμφαίνεσθαι νομίζω. βουληθεὶς μέντοι καὶ τῆς θείας ἀρετῆς ἀπ’ οὐρανοῦ τὴν εἰκόνα ἐπὶ γῆν καταπέμψαι δι’ ἔλεον τοῦ γένους ἡμῶν, ἵνα μὴ ἀτυχήσῃ τῆς ἀμείνονος μοίρας, συμβολικῶς τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ κατασκευάζει, σοφίας ἀπεικόνισμα καὶ μίμημα.   113. τῆς γὰρ ἀκαθαρσίας ἡμῶν ἐν μέσῳ φησὶ τὴν σκηνὴν ἱδρῦσθαι τὸ λόγιον, ἵν’ ἔχωμεν ᾧ καθαρθησόμεθα ἐκνιψάμενοι καὶ ἀπολουσάμενοι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν ἄθλιον καὶ ¦ δυσκλείας γέμοντα βίον. τὰ συντείνοντα οὖν πρὸς τὴν κατασκευὴν ἴδωμεν ὃν τρόπον εἰσφέρειν προσέταξεν. «ἐλάλησε» φησί «κύριος πρὸς Μωυσῆν λέγων· εἰπὸν τοῖς υἱοῖς Ἰσραήλ, καὶ λάβετέ μοι ἀπαρχάς, παρὰ πάντων οἷς ἂν δόξῃ τῇ καρδίᾳ, λήψεσθε τὰς ἀπαρχάς μου» (Exod. 25, 1. 2).   114. οὐκοῦν κἀνταῦθα παραίνεσις μὴ ἑαυτοῖς ἀλλὰ θεῷ λαβεῖν, τίς τε ὁ διδούς ἐστιν ἐξετάζοντας καὶ τὰ δοθέντα μὴ σινομένους, ἀσινῆ δὲ καὶ ἄμωμα τέλειά τε αὖ καὶ ὁλόκληρα διαφυλάττοντας. τὰς δ’ ἀρχὰς δογματικώτατα ἀνέθηκεν αὐτῷ· τῷ γὰρ ὄντι καὶ σωμάτων καὶ πραγμάτων αἱ ἀρχαὶ κατὰ θεὸν ἐξετάζονται μόνον.   115. ἐρεύνησον δέ, εἰ θέλεις γνῶναι, ἕκαστα, φυτά, ζῷα, τέχνας, ἐπιστήμας. ἆρ’ οὖν αἱ πρῶται τῶν φυτῶν σπερματικαὶ καταβολαὶ γεωργίας ἢ τῆς ἀοράτου φύσεώς εἰσιν ἀόρατα ἔργα; τί δ’ αἱ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γενέσεις; οὐχ ὡσανεὶ μὲν συναιτίους ἔχουσι τοὺς τοκέας, τὴν δ’ ἀνωτάτω καὶ πρεσβυτάτην καὶ ὡς ἀληθῶς αἰτίαν τὴν φύσιν;   116. τέχναις δὲ καὶ ἐπιστήμαις οὐ πηγὴ καὶ ῥίζα καὶ θεμέλιοι καὶ εἴ τι ἄλλο πρεσβυτέρας ὄνομα ἀρχῆς ὑπόκειται ἡ φύσις, ᾗ πάντ’ ἐποικοδομεῖται τὰ καθ’ ἑκάστην θεωρήματα; φύσεως δὲ μὴ προϋποκειμένης ἀτελῆ τὰ πάντα. ἐνθένδε μοι δοκεῖ τις ὁρμηθεὶς εὐστόχως εἰπεῖν ἀρχὴ δέ τοι ἥμισυ παντός, ἀρχὴν αἰνιξάμενος τὴν φύσιν, ἥτις ὡσανεὶ ῥίζα καταβέβληται πρὸς τὴν ἑκάστου συναύξησιν, ᾗ καὶ τὸ ἥμισυ τοῦ παντὸς ἀπένειμεν.   117. εἰκότως οὖν τὸ λόγιον ἀνέθηκε τὰς ἀρχὰς τῷ ἡγεμόνι θεῷ. καὶ ἐν ἑτέροις «εἶπεν» φησίν «κύριος πρὸς Μωυσῆν λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν» (Exod. 13, 1. 2)·   118. ὥστε ἀνωμολογῆσθαι καὶ διὰ τούτων, ὅτι τὰ πρῶτα καὶ χρόνῳ καὶ δυνάμει κτήματα θεοῦ, καὶ διαφερόντως τὰ πρωτογενῆ. ἐπειδὴ γὰρ πᾶν γένος ἄφθαρτον, δικαίως τῷ ἀφθάρτῳ προσνεμηθήσεται, καὶ εἴ τις καὶ συνόλως μήτραν διοιγνύειν ἀπὸ ἀνθρώπου, τοῦ λογισμοῦ καὶ λόγου, ἕως κτήνους, αἰσθήσεώς τε καὶ σώματος.   119. ὁ γὰρ διοιγνὺς τὴν μήτραν ἑκάστων, τοῦ μὲν νοῦ πρὸς τὰς νοητὰς καταλήψεις, τοῦ δὲ λόγου πρὸς τὰς διὰ φωνῆς ἐνεργείας, τῶν δὲ αἰσθήσεων πρὸς τὰς ἀπὸ τῶν ὑποκειμένων ἐγγινομένας φαντασίας, τοῦ δὲ σώματος πρὸς τὰς οἰκείους αὐτῷ σχέσεις τε καὶ κινήσεις ἀόρατος καὶ σπερματικὸς καὶ τεχνικὸς θεῖός ἐστι λόγος, ὃς προσηκόντως ἀνακείσεται τῷ πατρί.   120. καὶ μὴν ὥσπερ αἱ ἀρχαὶ θεοῦ, οὕτως καὶ τὰ τέλη θεοῦ. μάρτυς δὲ Μωυσῆς προστάττων ἀφαιρεῖν καὶ ὁμολογεῖν τὸ τέλος τῷ κυρίῳ (Num. 31, 28 ss).   121. μαρτυρεῖ δὲ καὶ τὰ ἐν κόσμῳ. πῶς; φυτοῦ μὲν ἀρχὴ σπέρμα, τέλος δ’ ὁ καρπός, ἑκάτερον οὐ γεωργίας, ἀλλὰ φύσεως ἔργον. πάλιν ἐπιστήμης ἀρχὴ μὲν ἡ φύσις, ¦ ὡς ἐδείχθη, πέρας δ’ οὐδ’ ἦλθεν εἰς ἀνθρώπους. τέλειος γὰρ οὐδεὶς ἐν οὐδενὶ τῶν ἐπιτηδευμάτων, ἀλλ’ ἀψευδῶς αἱ τελειότητες καὶ ἀκρότητες ἑνός εἰσι μόνου. φορούμεθ’ οὖν λοιπὸν ἡμεῖς ἐν τῷ τέλους καὶ ἀρχῆς μεθορίῳ, μανθάνοντες, διδάσκοντες, γεωπονοῦντες, ἐργαζόμενοι τῶν ἄλλων ἕκαστον ὡς ἂν ἱδρῶντες, ἵνα τι καὶ γένεσις πράττειν δοκῇ.   122. γνωριμώτερον μέντοι τὰς ἀρχὰς καὶ τὰ τέλη κατὰ θεὸν ὡμολόγησεν ἐπὶ τῆς τοῦ κόσμου γενέσεως εἰπών· «ἐν ἀρχῇ ἐποίησε» (Gen. 1, 1) καὶ πάλιν «συνετέλεσεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» (cf. Gen. 2, 1. 2. 4).   123. νυνὶ μὲν οὖν «λάβετέ μοι» (Exod. 25, 2) φησὶ διδοὺς τὰ πρέπονθ’ ἑαυτῷ καὶ προτρέπων τὰ δοθέντα μὴ κιβδηλεύειν, ἀλλ’ ἀξίως τοῦ δόντος φυλάττειν, αὖθις δ’ ἐν ἑτέροις ὁ μηδενὸς χρεῖος ὢν καὶ διὰ τοῦτο λαμβάνων μηδὲν ὁμολογήσει λαμβάνειν, ἕνεκα τοῦ πρὸς εὐσέβειαν ἀλεῖψαι καὶ προθυμίαν ὁσιότητος ἐμποιῆσαι καὶ πρὸς θεραπείαν ἀκονῆσαι τὴν ἑαυτοῦ, ὡς ἀποδεχομένου καὶ δεχομένου τὰς ψυχῆς ἑκουσίους ἀρεσκείας καὶ γνησίους θεραπείας.   124. «ἰδοὺ» γάρ φησιν «εἴληφα τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται» (Num. 3, 12). οὐκοῦν λαμβάνομεν καὶ δίδομεν, ἀλλὰ κυρίως μὲν λαμβάνομεν, καταχρηστικῶς δὲ διδόναι λεγόμεθα δι’ ἃς αἰτίας εἶπον. εὐθυβόλως δὲ λύτρα ὠνόμασε τοὺς Λευίτας· εἰς ἐλευθερίαν γὰρ οὐδὲν οὕτως ἐξαιρεῖται τὴν διάνοιαν ὡς τὸ πρόσφυγα καὶ ἱκέτην γενέσθαι θεοῦ. τοῦτο δ’ ἡ ἱερωμένη φυλὴ Λευιτῶν ἐπαγγέλλεται.

125. Λελαληκότες οὖν τὰ πρέποντα περὶ τούτων ἀναδράμωμεν ἐπὶ τὰ ἐξ ἀρχῆς· ὑπερεθέμεθα γὰρ πολλὰ τῶν ὀφειλόντων ἀκριβωθῆναι. «λάβε μοι» φησί «δάμαλιν» ἄζυγα καὶ ἀκάκωτον, ἁπαλὴν ἔτι καὶ νέαν καὶ σφριγῶσαν, ἡνιόχησιν καὶ παιδείαν καὶ ἐπιστασίαν εὐμαρῶς δέξασθαι δυναμένην ψυχήν· «λάβε μοι κριόν,» λόγον ἀγωνιστὴν καὶ τέλειον, ἱκανὸν μὲν τὰ σοφίσματα τῶν ἀντιδοξούντων ἀνατεμεῖν τε καὶ λῦσαι, ἱκανὸν δὲ καὶ ἀσφάλειαν ὁμοῦ καὶ εὐκοσμίαν τῷ χρωμένῳ περιποιῆσαι·   126. «λάβε μοι» καὶ τὴν ᾄττουσαν αἴσθησιν ἐπὶ τὸν αἰσθητὸν κόσμον, «αἶγα,» πάντα «τριετίζοντα», κατ’ ἀριθμὸν τέλειον παγέντα, ἀρχὴν μεσότητα τελευτὴν ἔχοντα· πρὸς δὲ τούτοις «τρυγόνα καὶ περιστεράν» (Gen. 15, 9), τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην σοφίαν, πτηνὰς μὲν ἀμφοτέρας καὶ ἄνω πηδᾶν μεμελετηκυίας, διαφερούσας δ’ ἀλλήλων, ᾗ διαφέρει γένος εἴδους ἢ μίμημα ἀρχετύπου.   127. φιλέρημος μὲν γὰρ ἡ θεία σοφία, διὰ τὸν μόνον θεόν, ¦ οὗ κτῆμά ἐστι, τὴν μόνωσιν ἀγαπῶσα – συμβολικῶς αὕτη τρυγὼν καλεῖται, – ἥμερος δὲ καὶ τιθασὸς καὶ ἀγελαῖος ἡ ἑτέρα, τὰ ἀνθρώπων ἄστη περιπολοῦσα καὶ διαίτῃ τῇ μετὰ θνητῶν ἀσμενίζουσα· περιστερᾷ ταύτην ἀπεικάζουσιν.   128. ταύτας μοι δοκεῖ τὰς ἀρετὰς Μωυσῆς αἰνιξάμενος μαίας Ἑβραίων ὀνομάσαι Σεπφώραν τε καὶ Φουάν (Exod. 1, 15)· ἡ μὲν γὰρ ὀρνίθιον, Φουὰ δὲ ἐρυθρὸν ἑρμηνεύεται. τῆς μὲν οὖν θείας ἐπιστήμης ὄρνιθος τρόπον τὸ αἰεὶ μετεωροπολεῖν ἴδιον, τῆς δὲ ἀνθρωπίνης αἰδῶ καὶ σωφροσύνην ἐμποιεῖν, ὧν τὸ ἐρυθριᾶν ἐφ’ οἷς ἄξιον.   129. δεῖγμα ἐναργέστατον· «ἔλαβεν δὲ» φησίν «αὐτῷ πάντα ταῦτα» (Gen. 15, 10). τοῦτ’ ἔπαινός ἐστι τοῦ σπουδαίου, τὴν ἱερὰν ὧν ἔλαβε παρακαταθήκην, ψυχῆς, αἰσθήσεως, λόγου, θείας σοφίας, ἀνθρωπίνης ἐπιστήμης, καθαρῶς καὶ ἀδόλως μὴ ἑαυτῷ, μόνῳ δὲ τῷ πεπιστευκότι φυλάξαντος.   130. εἶτ’ ἐπιλέγει· «διεῖλεν αὐτὰ μέσα,» τὸ τίς μὴ προστιθείς, ἵνα τὸν ἄδεικτον ἐννοῇς θεὸν τέμνοντα τὰς τῶν σωμάτων καὶ τὰς τῶν πραγμάτων ἑξῆς ἁπάσας ἡρμόσθαι καὶ ἡνῶσθαι δοκούσας φύσεις τῷ τομεῖ τῶν συμπάντων ἑαυτοῦ λόγῳ, ὃς εἰς τὴν ὀξυτάτην ἀκονηθεὶς ἀκμὴν διαιρῶν οὐδέποτε λήγει.   131. τὰ γὰρ αἰσθητὰ πάντα ἐπειδὰν μέχρι τῶν ἀτόμων καὶ λεγομένων ἀμερῶν διεξέλθῃ, πάλιν ἀπὸ τούτων τὰ λόγῳ θεωρητὰ εἰς ἀμυθήτους καὶ ἀπεριγράφους μοίρας ἄρχεται διαιρεῖν οὗτος ὁ τομεύς, καὶ «τὰ πέταλα τοῦ χρυσίου τέμνει τρίχας» (Exod. 36, 10), ὥς φησι Μωυσῆς, εἰς μῆκος ἀπλατὲς ἀσωμάτοις γραμμαῖς ἐμφερές.   132. ἕκαστον οὖν τῶν τριῶν διεῖλε μέσον, τὴν μὲν ψυχὴν εἰς λογικὸν καὶ ἄλογον, τὸν δὲ λόγον εἰς ἀληθές τε καὶ ψεῦδος, τὴν δὲ αἴσθησιν εἰς καταληπτικὴν φαντασίαν καὶ ἀκατάληπτον· ἅπερ εὐθὺς τμήματα «ἀντιπρόσωπα τίθησιν ἀλλήλοις», λογικὸν ἄλογον, ἀληθὲς ψεῦδος, καταληπτὸν ἀκατάληπτον, ἀπολιπὼν τὰ πτηνὰ ἀδιαίρετα (Gen. 15, 10)· τὰς γὰρ ἀσωμάτους καὶ θείας ἐπιστήμας εἰς μαχομένας ἐναντιότητας ἀδύνατον τέμνεσθαι.

133. Πολὺν δὲ καὶ ἀναγκαῖον ὄντα λόγον τὸν περὶ τῆς εἰς ἴσα τομῆς καὶ περὶ ἐναντιοτήτων οὔτε παρήσομεν οὔτε μηκυνοῦμεν, ἀλλ’ ὡς ἔστιν ἐπιτέμνοντες ἀρκεσθησόμεθα μόνοις τοῖς καιρίοις. καθάπερ ¦ γὰρ ἡμῶν τὴν ψυχὴν καὶ τὰ μέλη μέσα διεῖλεν ὁ τεχνίτης, οὕτως καὶ τὴν τοῦ παντὸς οὐσίαν, ἡνίκα τὸν κόσμον ἐδημιούργει.   134. λαβὼν γὰρ αὐτὴν ἤρξατο διαιρεῖν ὧδε· δύο τὸ πρῶτον ἐποίει τμήματα, τό τε βαρὺ καὶ κοῦφον, τὸ παχυμερὲς ἀπὸ τοῦ λεπτομεροῦς διακρίνων· εἶθ’ ἑκάτερον πάλιν διαιρεῖ, τὸ μὲν λεπτομερὲς εἰς ἀέρα καὶ πῦρ, τὸ δὲ παχυμερὲς εἰς ὕδωρ καὶ γῆν, ἃ καὶ στοιχεῖα αἰσθητὰ αἰσθητοῦ κόσμου, ὡσανεὶ θεμελίους, προκατεβάλετο.   135. πάλιν δὲ τὸ βαρὺ καὶ κοῦφον καθ’ ἑτέρας ἔτεμνεν ἰδέας, τὸ μὲν κοῦφον εἰς ψυχρόν τε καὶ θερμόν – ἐπεφήμισε δὲ τὸ μὲν ψυχρὸν ἀέρα, τὸ δὲ θερμὸν φύσει πῦρ, – τὸ δὲ βαρὺ εἰς ὑγρόν τε αὖ καὶ ξηρόν· ἐκάλεσε δὲ τὸ μὲν ξηρὸν γῆν, τὸ δὲ ὑγρὸν ὕδωρ.   136. ἕκαστον δὲ τούτων ἄλλας τομὰς ἐδέχετο· γῆ μὲν γὰρ εἰς ἠπείρους καὶ νήσους διῃρεῖτο, ὕδωρ δὲ εἰς θάλασσαν καὶ ποταμοὺς καὶ ὅσον πότιμον, ἀὴρ δὲ εἰς τὰς θέρους καὶ χειμῶνος τροπάς, πῦρ δὲ εἰς τὸ χρειῶδες – ἄπληστον δ’ ἐστὶ καὶ φθαρτικὸν τοῦτο – καὶ κατὰ τοὐναντίον εἰς τὸ σωτήριον, ὅπερ εἰς τὴν οὐρανοῦ σύστασιν ἀπεκληροῦτο.   137. ὥσπερ δὲ τὰ ὁλοσχερῆ, οὕτω καὶ τὰ κατὰ μέρος ἔτεμνεν, ὧν τὰ μὲν ἄψυχα, τὰ δ’ ἔμψυχα ἦν· καὶ τῶν ἀψύχων τὰ μὲν ἐν ταὐτῷ μένοντα, ὧν δεσμὸς ἕξις, τὰ δ’ οὐ μεταβατικῶς, ἀλλ’ αὐξητικῶς κινούμενα, ἃ φύσις ἡ ἀφάνταστος ἐζῴου· καὶ τούτων τὰ μὲν τῆς ἀγρίας ὕλης οἰστικὰ ἀγρίων καρπῶν, οἳ τροφὴ θηρίοις εἰσίν, τὰ δὲ τῆς ἡμέρου, ὧν γεωργία τὴν προστασίαν καὶ ἐπιμέλειαν ἔλαχε· τίκτει δὲ καρποὺς τῷ πάντων ἡμερωτάτῳ ζῴων πρὸς ἀπόλαυσιν, ἀνθρώπῳ.   138. καὶ μὴν ὃν τρόπον τὰ ἄψυχα, καὶ τὰ ψυχῆς μεμοιραμένα διῄρει – τούτων γὰρ ἓν μὲν ἀλόγων, ἓν δὲ λογικῶν ἀπέκρινεν εἶδος – καὶ λαβὼν ἑκάτερον πάλιν ἔτεμνεν τὸ μὲν ἄλογον εἰς ἀτίθασόν τε καὶ χειρόηθες εἶδος, τὸ δὲ λογικὸν εἰς ἄφθαρτόν τε καὶ θνητόν.   139. καὶ τοῦ θνητοῦ δύο μοίρας εἰργάζετο, ὧν τὴν μὲν ἀνδρῶν, τὴν δὲ γυναικῶν ἐπεφήμισε. καὶ κατ’ ἄλλον μέντοι τρόπον τὸ ζῷον εἰς ἄρρεν ἔτεμνε καὶ θῆλυ· ἐδέχετο δὲ καὶ ἄλλας ἀναγκαίας τομάς, αἳ διέστελλον πτηνὰ μὲν χερσαίων, χερσαῖα δὲ ἐνύδρων, ἔνυδρα δὲ ἀμφοῖν τῶν ἄκρων.   140. οὕτως ὁ θεὸς ἀκονησάμενος τὸν τομέα τῶν συμπάντων αὑτοῦ λόγον διῄρει τήν τε ἄμορφον καὶ ἄποιον τῶν ὅλων οὐσίαν καὶ τὰ ἐξ αὐτῆς ἀποκριθέντα τέτταρα τοῦ κόσμου στοιχεῖα καὶ τὰ διὰ τούτων παγέντα ζῷά τε αὖ καὶ φυτά.

141. Ἐπεὶ δ’ οὐ μόνον φησὶ «διεῖλεν,» ἀλλὰ καὶ «μέσα διεῖλεν,» ἀναγκαῖον κἂν ὀλίγα περὶ τῶν ἴσων τμημάτων ὑπομνῆσαι. τὸ μὲν γὰρ ἄκρως κατὰ μέσον ¦ διαιρεθὲν ἴσα ἀποτελεῖ τμήματα.   142. ἄνθρωπος μὲν οὖν οὐδεὶς δύναιτ’ ἀκριβῶς ἄν ποτε εἰς ἴσα διελεῖν οὐδέν, ἀλλ’ ἀνάγκη τῶν τμημάτων τὸ ἕτερον ἐνδεῖν ἢ περιττεύειν, καὶ εἰ μὴ μείζονι, ἀλλά τοι βραχεῖ μέρει πάντως, ὃ τάχα τὴν αἴσθησιν ἐκφεύγει τοῖς ἁδρομερεστέροις ἐκ φύσεως καὶ ἔθους προσβάλλουσαν ὄγκοις, τοὺς δὲ ἀτόμους καὶ ἀμερεῖς καταλαβεῖν ἀδυνατοῦσαν.   143. ἰσότητος δὲ οὐδὲν γενητὸν αἴτιον ἀδεκάστῳ λόγῳ τῆς ἀληθείας εὑρίσκεται. ἔοικεν οὖν ὁ θεὸς μόνος ἀκριβοδίκαιος εἶναι καὶ μέσα μόνος δύνασθαι διαιρεῖν τά τε σώματα καὶ πράγματα, ὡς μηδὲν τῶν τμημάτων μηδ’ ἀκαρεῖ καὶ ἀμερεῖ τινι πλέον ἢ ἔλαττον γενέσθαι, τῆς δ’ ἀνωτάτω καὶ ἄκρας ἰσότητος μεταλαχεῖν ἰσχῦσαι.   144. εἰ μὲν οὖν τὸ ἴσον μίαν εἶχεν ἰδέαν, ἱκανῶς ἂν τὰ λεχθέντα εἴρητο, πλειόνων δ’ οὐσῶν οὐκ ἀποκνητέον τὰ ἁρμόττοντα προσθεῖναι. λέγεται γὰρ ἴσον καθ’ ἕνα μὲν τρόπον ἐν ἀριθμοῖς, ὡς δύο δυσὶ καὶ τρία τρισὶ καὶ τὰ ἄλλα ταύτῃ, καθ’ ἕτερον δὲ ἐν μεγέθεσιν, ὧν μήκη, πλάτη, βάθη, διαστάσεις εἰσίν· παλαιστὴς γὰρ παλαιστῇ καὶ πήχει πῆχυς ἴσα μεγέθει, δυνάμει δέ ἐστιν ἄλλα, ὡς τὰ ἐν σταθμοῖς καὶ μέτροις.   145. ἀναγκαία δέ ἐστιν ἰσότητος ἰδέα καὶ ἡ διὰ ἀναλογίας, καθ’ ἣν καὶ τὰ ὀλίγα τοῖς πολλοῖς καὶ τὰ βραχέα τοῖς μείζοσιν ἴσα νενόμισται· ᾗ καὶ πόλεις ἐπὶ καιρῶν εἰώθασι χρῆσθαι κελεύουσαι τὸ ἴσον ἕκαστον τῶν πολιτῶν ἀπὸ τῆς οὐσίας εἰσφέρειν, οὐ δήπου ἐν ἀριθμῷ, ἀλλ’ ἀναλογίᾳ τοῦ περὶ τὸν κλῆρον τιμήματος, ὥσθ’ ὁ δραχμὰς ἑκατὸν εἰσενεγκὼν τῷ τὸ τάλαντον εἰσενεγκόντι δόξαι ἂν ἐπιδεδωκέναι τὸ ἴσον.   146. τούτων προϋποτυπωθέντων ἴδε πῶς μέσα διελὼν ἴσα διεῖλε κατὰ πάσας τὰς ἰσότητος ἰδέας ἐν τῇ τοῦ παντὸς οὐρανοῦ γενέσει. ἀριθμῷ μὲν οὖν ἴσα τὰ βαρέα τοῖς κούφοις ἔτεμνε, δύο δυσί, γῆν καὶ ὕδωρ, τὰ βάρος ἔχοντα, τοῖς φύσει κούφοις, ἀέρι καὶ πυρί, καὶ πάλιν ἓν ἑνί, τὸ μὲν ξηρότατον τῷ ὑγροτάτῳ, γῆν ὕδατι, τὸ δὲ ψυχρότατον τῷ θερμοτάτῳ, πυρὶ ἀέρα, τὸν αὐτὸν δὲ τρόπον καὶ σκότος φωτὶ καὶ ἡμέραν νυκτὶ καὶ χειμῶνι θέρος καὶ ἔαρι μετόπωρον καὶ ὅσα τούτων συγγενῆ·   147. μεγέθει δ’ ἴσα ἐν οὐρανῷ μὲν τοὺς παραλλήλους κύκλους, τούς τε ἰσημερινούς, ἐαρινὸν καὶ μετοπωρινόν, καὶ τοὺς τροπικούς, θερινόν τε καὶ χειμερινόν, ἐπὶ γῆς δὲ ζώνας, δύο μὲν ἴσας ἀλλήλαις, αἳ πρὸς τοῖς πόλοις εἰσὶ κατεψυγμέναι καὶ διὰ τοῦτ’ ἀοίκητοι, δύο δὲ τὰς μεθορίους τούτων τε καὶ τῆς διακεκαυμένης, ἃς δι’ εὐκρασίαν φασὶν οἰκεῖσθαι, τὴν μὲν πρὸς τοῖς νοτίοις, τὴν δὲ πρὸς τοῖς βορείοις κειμένην.   148. μήκει δ’ ἴσα ἐστὶ καὶ τὰ χρόνου διαστήματα, ἡ μεγίστη ἡμέρα τῇ μεγίστῃ νυκτὶ καὶ πάλιν ἡ ¦ βραχυτάτη τῇ βραχυτάτῃ καὶ ἡ μέση τῇ μέσῃ. τὰ δὲ τῶν ἄλλων ἡμερῶν τε καὶ νυκτῶν ἴσα μεγέθη μάλιστα μηνύειν αἱ ἰσημερίαι δοκοῦσιν.   149. ἀπὸ μὲν γὰρ τῆς ἐαρινῆς ἄχρι θερινῶν τροπῶν ἡ μὲν ἡμέρα πρόσθεσιν, ἡ δὲ νὺξ ἀφαίρεσιν δέχεται, ἕως ἂν ἥ τε μεγίστη ἡμέρα καὶ βραχυτάτη νὺξ ἀποτελεσθῶσιν· ἀπὸ δὲ θερινῶν τροπῶν ἀνακάμπτων ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν οὔτε θᾶττον οὔτε βραδύτερον, ἀλλὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα διαστήματα, τάχεσιν ἴσοις χρώμενος μέχρι τῆς μετοπωρινῆς ἰσημερίας ἔρχεται, καὶ ἴσην ἀποτελέσας ἡμέραν νυκτὶ παραύξειν ἄρχεται τὴν νύκτα μειῶν τὴν ἡμέραν ἄχρι χειμερινῆς τροπῆς·   150. καὶ ὅταν ἀποτελέσῃ νύκτα μὲν μεγίστην, ἡμέραν δὲ βραχυτάτην, κατὰ τὰ αὐτὰ πάλιν διαστήματα ἀνακάμπτων ἐπὶ τὴν ἐαρινὴν ἰσημερίαν ἀφικνεῖται. οὕτως τὰ χρόνων διαστήματα ἄνισα εἶναι δοκοῦντα ἰσότητος τῆς κατὰ τὸ μέγεθος ἐν οὐχὶ ταῖς αὐταῖς ἀλλ’ ἐν διαφερούσαις τοῦ ἔτους ὥραις μεταποιεῖται.   151. τὸ παραπλήσιον μέντοι καὶ ἐν τοῖς μέρεσι τῶν ζῴων καὶ μάλιστα ἀνθρώπων θεωρεῖται. ποὺς γὰρ ποδὶ καὶ χεὶρ χειρὶ καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα ἴσα μεγέθει, τὰ ἐπὶ δεξιὰ τοῖς κατ’ εὐώνυμα. τὰ δ’ ἴσα δυνάμει πάμπολλά ἐστιν ἔν τε ξηροῖς καὶ ὑγροῖς, ὧν ἡ ἐπίκρισις ἐν μέτροις καὶ πλάστιγξι καὶ τοῖς παραπλησίοις θεωρεῖται.   152. ἀναλογίᾳ δὲ σχεδὸν τὰ πάντα ἐστὶν ἴσα, μικρά τε αὖ καὶ μεγάλα ὅσα ἐν τῷ παντὶ κόσμῳ. λέγουσι γὰρ οἱ ἀκριβέστατα περὶ τῶν τῆς φύσεως ἐξητακότες, ὅτι ἀναλογίᾳ μὲν ἴσα τὰ τέτταρα στοιχεῖά ἐστιν, ἀναλογίᾳ δὲ καὶ ὁ κόσμος ἅπας κραθεὶς τὸ ἴσον ἑκάστῳ τῶν μερῶν ἀπονεμούσῃ συνέστη τε καὶ συσταθεὶς εἰς ἅπαν διαμένει·   153. καὶ τὰ περὶ ἡμᾶς μέντοι τέτταρα, ξηρόν, ὑγρόν, ψυχρόν τε αὖ καὶ θερμόν, τὴν δι’ ἀναλογίας ἰσότητα κερασαμένην ἁρμόσασθαι, καὶ μηδὲν ἄλλο ἡμᾶς ἢ κρᾶσιν εἶναι τῶν τεσσάρων δυνάμεων ἀναλογίας ἰσότητι κραθεισῶν.   154. ἐπιὼν δέ τις ἕκαστα μῆκος ἂν ἄπειρον τῷ λόγῳ δύναιτ’ ἂν περιθεῖναι. τὰ <γὰρ> βραχύτατα ζῷα τοῖς μεγίστοις ἀναλογίᾳ σκοπῶν ἴσα ἂν εὕροι, ὡς χελιδόνα ἀετῷ καὶ τρίγλαν κήτει καὶ μύρμηκα ἐλέφαντι. καὶ γὰρ σῶμα καὶ ψυχὴ καὶ πάθη, ἀλγηδόνες τε καὶ ἡδοναί, πρὸς δὲ καὶ οἰκειώσεις καὶ ἀλλοτριώσεις καὶ ὅσα ζῴων φύσις χωρεῖ, πάντα σχεδόν ἐστιν ὁμοιότροπα τῷ τῆς ἀναλογίας ἰσούμενα κανόνι.   155. οὕτως ἐθάρρησαν ἔνιοι καὶ τῷ παντὶ κόσμῳ τὸ βραχύτατον ζῷον, ἄνθρωπον, ἴσον ἀποφῆναι κατιδόντες ὅτι ἑκάτερον ἐκ σώματος καὶ ψυχῆς καθέστηκε λογικῆς, ὥστε καὶ ἐναλλάττοντες βραχὺν μὲν κόσμον τὸν ἄνθρωπον, μέγαν δὲ ἄνθρωπον ἔφασαν τὸν κόσμον εἶναι.   156. ταῦτα δ’ οὐκ ἀπὸ σκοποῦ διδάσκουσιν, ἀλλ’ ἔγνωσαν ὅτι ἡ τοῦ θεοῦ τέχνη, καθ’ ἣν ¦ ἐδημιούργει τὰ σύμπαντα, οὔτε ἐπίτασιν οὔτε ἄνεσιν δεχομένη, μένουσα δὲ ἡ αὐτὴ κατὰ τὴν ἐν ὑπερβολαῖς ἀκρότητα τελείως ἕκαστον τῶν ὄντων δεδημιούργηκε, πᾶσιν ἀριθμοῖς καὶ πάσαις ταῖς πρὸς τελειότητα ἰδέαις καταχρησαμένου τοῦ πεποιηκότος.   157. «κατὰ γὰρ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν,» ὥς φησι Μωυσῆς, ἔκρινε (Deut. 1, 17) γεννῶν καὶ σχηματίζων ἕκαστα, μήτε δι’ ἀφάνειαν ὕλης ὑφελών τι τοῦ τεχνικοῦ μήτε διὰ λαμπρότητα προσθείς·   158. ἐπεὶ καὶ ὅσοι τῶν τεχνιτῶν εἰσι δόκιμοι, ἃς ἂν παραλάβωσιν ὕλας, εἴτε πολυτελεῖς εἶεν εἴτε καὶ εὐτελέσταται, δημιουργεῖν ἐθέλουσιν ἐπαινετῶς. ἤδη δέ τινες καὶ προσφιλοκαλοῦντες τὰ ἐν ταῖς εὐτελεστέραις οὐσίαις τεχνικώτερα τῶν ἐν ταῖς πολυτελέσιν εἰργάσαντο βουληθέντες προσθήκῃ τοῦ ἐπιστημονικοῦ τὸ κατὰ τὴν ὕλην ἐνδέον ἐπανισῶσαι.   159. τίμιον δ’ οὐδὲν τῶν ἐν ὕλαις παρὰ θεῷ· διὸ τῆς αὐτῆς μετέδωκε πᾶσι τέχνης ἐξ ἴσου. παρὸ καὶ ἐν ἱεραῖς γραφαῖς λέγεται· «εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν» (Gen. 1, 31), τὰ δὲ τοῦ αὐτοῦ τυγχάνοντα ἐπαίνου παρὰ τῷ ἐπαινοῦντι πάντως ἐστὶν ἰσότιμα.   160. ἐπῄνεσε δὲ ὁ θεὸς οὐ τὴν δημιουργηθεῖσαν ὕλην, τὴν ἄψυχον καὶ πλημμελῆ καὶ διαλυτήν, ἔτι δὲ φθαρτὴν ἐξ ἑαυτῆς ἀνώμαλόν τε καὶ ἄνισον, ἀλλὰ τὰ ἑαυτοῦ τεχνικὰ ἔργα κατὰ μίαν ἴσην καὶ ὁμαλὴν δύναμιν καὶ ἐπιστήμην ὁμοίαν καὶ τὴν αὐτὴν ἀποτελεσθέντα. παρὸ καὶ τοῖς τῆς ἀναλογίας κανόσιν ἴσα καὶ ὅμοια πάντα πᾶσιν ἐνομίσθη κατὰ τὸν τῆς τέχνης καὶ ἐπιστήμης λόγον.   161. ἰσότητος δὲ εἰ καί τις ἄλλος ἐπαινέτης γέγονε Μωυσῆς, πρῶτον μὲν ὑμνῶν ἀεὶ καὶ πανταχοῦ καὶ δικαιοσύνην, ἧς ἴδιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα, τὸ δίχα τέμνειν εἰς μοίρας τά τε σώματα καὶ τὰ πράγματα ἴσας, εἶτα ψέγων ἀδικίαν, τὴν ἀνισότητος τῆς ἐχθίστης δημιουργόν.   162. ἀνισότης δὲ τοὺς διδύμους πολέμους ἔτεκε, τόν τε ξενικὸν καὶ τὸν ἐμφύλιον, ὡς ἔμπαλιν εἰρήνην ἰσότης. τὰ δ’ ἐγκώμια δικαιοσύνης καὶ τοὺς ψόγους ἀδικίας ἐναργέστατα διασυνίστησιν, ὅταν λέγῃ· «οὐ ποιήσετε ἄδικον ἐν κρίσει, ἐν μέτροις, ἐν σταθμοῖς, ἐν ζυγοῖς· ζυγὰ δίκαια καὶ στάθμια δίκαια καὶ μέτρα δίκαια καὶ χοῦς δίκαιος ἔσται ὑμῖν» (Lev. 19, 35. 36), καὶ ἐν Ἐπινομίδι «οὐκ ἔσται ἐν μαρσίππῳ σου στάθμιον καὶ στάθμιον, μέγα ἢ μικρόν· οὐκ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον καὶ μέτρον, μέγα ἢ μικρόν· στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, ἵνα πολυήμερος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ὁ θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα κυρίῳ πᾶς ποιῶν ταῦτα, πᾶς ποιῶν ἄδικα» (Deut. 25, 13-16).   163. οὐκοῦν ὁ φιλοδίκαιος θεὸς ἀδικίαν βδελύττεται καὶ μεμίσηκε, στάσεως καὶ κακῶν ἀρχήν. ποῦ δ’ ἰσότητα τὴν δικαιοσύνης τροφὸν ὁ νομοθέτης οὐκ ἀποδέχεται ἀρξάμενος ¦ ἀπὸ τῆς τοῦ παντὸς οὐρανοῦ γενέσεως; «διεχώρισε» γάρ φησιν «ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος νύκτα» (Gen. 1, 4. 5)· ἡμέραν γὰρ καὶ νύκτα καὶ φῶς καὶ σκότος ἰσότης ἔταξε τοῖς οὖσι.   164. διεῖλεν ἰσότης καὶ τὸν ἄνθρωπον εἰς ἄνδρα καὶ γυναῖκα, δύο τμήματα, ἄνισα μὲν ταῖς ῥώμαις, πρὸς ὃ δὲ ἔσπευσεν ἡ φύσις, τρίτου τινὸς ὁμοίου γένεσιν, ἰσαίτατα. «ἐποίησε» γάρ φησιν «ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν» οὐκέτ’ αὐτόν, ἀλλ’ «αὐτοὺς» ἐπιφέρει πληθυντικῶς (Gen. 1, 27), ἐφαρμόττων τὰ εἴδη τῷ γένει διαιρεθέντα, ὡς εἶπον, ἰσότητι.   165. ψῦχός γε μὴν καὶ καῦμα καὶ θέρος καὶ ἔαρ ἀνέγραψε (Gen. 8, 22), τὰς ἐτησίους ὥρας πάλιν τῷ αὐτῷ τομεῖ διαιρουμένας. αἵ γε μὴν πρὸ ἡλίου τρεῖς ἡμέραι ταῖς μεθ’ ἥλιον ἰσάριθμοι γεγόνασιν (Gen. 1, 5 ss.), ἑξάδος τμηθείσης ἰσότητι πρὸς αἰῶνος καὶ χρόνου δήλωσιν· αἰῶνι μὲν γὰρ τὰς πρὸ ἡλίου τρεῖς ἀνατέθεικε, χρόνῳ δὲ τὰς μεθ’ ἥλιον, ὅς ἐστι μίμημα αἰῶνος.   166. τὰς δὲ τοῦ ὄντος πρώτας δυνάμεις, τήν τε χαριστικήν, καθ’ ἣν ἐκοσμοπλάστει, ἣ προσαγορεύεται θεός, καὶ τὴν κολαστικήν, καθ’ ἣν ἄρχει καὶ ἐπιστατεῖ τοῦ γενομένου, ἣ προσονομάζεται κύριος, ὑπ’ αὐτοῦ φησιν ἑστῶτος ἐπάνω μέσου διαστέλλεσθαι· «λαλήσω γάρ σοι» φησίν «ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δυεῖν Χερουβίμ» (Exod. 25, 21), ἵν’ ἐπιδείξῃ ὅτι αἱ πρεσβύταται τοῦ ὄντος δυνάμεις ἰσάζουσιν, ἥ τε δωρητικὴ καὶ κολαστήριος, αὐτῷ τομεῖ χρώμεναι.   167. τί δ’; αἱ στῆλαι τῶν γενικῶν δέκα νόμων, ἃς ὀνομάζει πλάκας, οὐ δύο εἰσὶν ἰσάριθμοι τοῖς τῆς ψυχῆς μέρεσι, λογικῷ καὶ ἀλόγῳ, ἃ παιδευθῆναί τε καὶ σωφρονισθῆναι χρή, τεμνόμεναι πάλιν ὑπὸ τοῦ θεσμοθέτου μόνου; «αἱ γὰρ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ κεκολαμμένη ἐν ταῖς πλαξί» (Exod. 32, 16).   168. καὶ μὴν τῶν ἐν αὐταῖς δέκα λόγων, οἳ κυρίως εἰσὶ θεσμοί, διαίρεσις ἴση γέγονεν εἰς πεντάδας, ὧν ἡ μὲν προτέρα τὰ πρὸς θεὸν δίκαια, ἡ δὲ ἑτέρα τὰ πρὸς ἀνθρώπους περιέχει.   169. τῶν μὲν οὖν πρὸς θεὸν δικαίων πρῶτός ἐστι θεσμὸς ὁ ἐναντιούμενος τῇ πολυθέῳ δόξῃ, διδάσκων ὅτι μοναρχεῖται ὁ κόσμος· δεύτερος δὲ ὁ περὶ τοῦ μὴ θεοπλαστεῖν τὰ μὴ αἴτια γραφέων καὶ πλαστῶν ἐπιβούλοις τέχναις, αἷς Μωυσῆς ἐξήλασε τῆς καθ’ αὑτὸν πολιτείας ἀίδιον φυγὴν ἐπ’ αὐταῖς ψηφισάμενος, ἵν’ ὁ μόνος καὶ ¦ πρὸς ἀλήθειαν τιμᾶται θεός·   170. τρίτος δὲ ὁ περὶ ὀνόματος κυρίου, <οὐ τοῦ> ὃ οὐδ’ ἦλθεν εἰς γένεσιν – ἄρρητον γὰρ τὸ ὄν, – ἀλλὰ τοῦ ταῖς δυνάμεσιν ἐπιφημισθέντος, διείρηται γὰρ αὐτὸ μὴ λαμβάνειν ἐπὶ ματαίῳ· τέταρτος δὲ ὁ περὶ τῆς ἀειπαρθένου καὶ ἀμήτορος ἑβδομάδος, ἵνα τὴν ἀπραξίαν αὐτῆς μελετῶσα γένεσις εἰς μνήμην τοῦ ἀοράτως πάντα δρῶντος ἔρχηται·   171. πέμπτος δὲ ὁ περὶ γονέων τιμῆς· καὶ γὰρ οὗτος ἱερὸς ἔχων τὴν ἀναφορὰν οὐκ ἐπ’ ἀνθρώπους, ἀλλ’ ἐπὶ τὸν σπορᾶς καὶ γενέσεως τοῖς ὅλοις αἴτιον, παρ’ ὃν μήτηρ τε καὶ πατὴρ γεννᾶν ἔδοξαν, οὐ γεννῶντες, ἀλλ’ ὄργανα γενέσεως ὄντες.   172. μεθόριος δ’ ὁ θεσμὸς οὗτος ἐγράφη τῆς τε πρὸς εὐσέβειαν τεινούσης πεντάδος καὶ τῆς ἀποτροπὰς τῶν πρὸς τοὺς ὁμοίους ἀδικημάτων περιεχούσης, ἐπειδήπερ οἱ θνητοὶ γονεῖς τέλος εἰσὶν ἀθανάτων δυνάμεων, αἳ πάντα γεννῶσαι κατὰ φύσιν ἐπέτρεψαν ὑστάτῳ καὶ τῷ θνητῷ γένει μιμησαμένῳ τὴν περὶ τὸ γεννᾶν τέχνην σπείρειν· ἀρχὴ μὲν γὰρ γενέσεως ὁ θεός, τὸ δ’ ἔσχατον καὶ ἀτιμότατον, τὸ θνητὸν εἶδος, τέλος.   173. ἡ δ’ ἑτέρα πεντάς ἐστιν ἀπαγόρευσις μοιχείας, ἀνδροφονίας, κλοπῆς, ψευδομαρτυρίας, ἐπιθυμίας. οὗτοι γενικοὶ σχεδὸν πάντων ἁμαρτημάτων εἰσὶ κανόνες, ἐφ’ οὓς ἕκαστον ἀναφέρεσθαι τῶν ἐν εἴδει συμβέβηκεν.   174. ἀλλὰ καὶ τὰς ἐνδελεχεῖς θυσίας ὁρᾷς εἰς ἴσα διῃρημένας, ἥν τε ὑπὲρ ἑαυτῶν οἱ ἱερεῖς προσφέρουσι τῆς σεμιδάλεως καὶ τὴν ὑπὲρ τοῦ ἔθνους τῶν δυεῖν ἀμνῶν, οὓς ἀναφέρειν διείρηται. πρωὶ γὰρ τὰ ἡμίση τῶν λεχθέντων καὶ τὰ ἕτερα δειλινῆς ἐκέλευσεν ἱερουργεῖν ὁ νόμος (Lev. 6, 20. Exod. 29, 38. 39), ἵνα καὶ ὑπὲρ τῶν μεθ’ ἡμέραν καὶ ὑπὲρ τῶν νύκτωρ ἀρδομένων ἅπασιν ἀγαθῶν ὁ θεὸς εὐχαριστῆται.   175. ὁρᾷς καὶ τοὺς προτιθεμένους ἄρτους ἐπὶ τῆς ἱερᾶς τραπέζης, ὡς <εἰς> ἴσα μέρη διανεμηθέντες οἱ δώδεκα ἀριθμῷ καθ’ ἑξάδα τίθενται (Lev. 24, 6) μνημεῖα τῶν ἰσαρίθμων φυλῶν, ὧν τὴν ἡμίσειαν ἡ ἀρετὴ Λεία κεκλήρωται ἓξ τεκοῦσα φυλάρχας, τὴν δ’ ἑτέραν ἡμίσειαν οἵ τε Ῥαχὴλ καὶ οἱ τῶν παλλακῶν νόθοι.   176. ὁρᾷς καὶ τοὺς ἐπὶ τοῦ ποδήρους δύο λίθους τῆς σμαράγδου πρός τε τοῖς δεξιοῖς καὶ πρὸς τοῖς εὐωνύμοις ἰσότητι διῃρημένους, οἷς καθ’ ἑξάδα ἐγγέγλυπται τὰ τῶν δώδεκα φυλαρχῶν ὀνόματα, θεῖα γράμματα ἐστηλιτευμένα, θείων φύσεων ὑπομνήματα (Exod. 28, 9-12).   177. τί δ’; οὐχὶ δύο ὄρη συμβολικῶς δύο γένη λαβὼν καὶ πάλιν ἰσότητι διακρίνας ἀναλογούσῃ τὸ μὲν ἀπένειμε τοῖς εὐλογοῦσι, τὸ δ’ αὖ τοῖς καταρωμένοις ἓξ ἐφ’ ἑκατέρου ¦ στήσας φυλάρχας (Deut. 27, 11-13), ἵνα τοῖς χρείοις νουθεσίας οὖσιν ἐπιδείξῃ, ὅτι καὶ ἰσάριθμοι <ταῖς> εὐλογίαις αἱ ἀραὶ καὶ σχεδόν, εἰ θέμις εἰπεῖν, ἰσότιμοι;   178. ὁμοίως γὰρ οἵ τε ἔπαινοι τῶν ἀγαθῶν καὶ οἱ ψόγοι τῶν μοχθηρῶν ὠφελοῦσιν, ἐπεὶ καὶ τὸ φυγεῖν τὸ κακὸν τῷ τἀγαθὸν ἑλέσθαι παρὰ τοῖς εὖ φρονοῦσιν ὅμοιον καὶ ταὐτὸν ἐνομίσθη.   179. καταπλήττει με καὶ ἡ τῶν προσαγομένων τῷ ἱλασμῷ δυεῖν τράγων ἐπίκρισις ὁμοῦ καὶ διανομὴ τεμνομένων ἀδήλῳ καὶ ἀτεκμάρτῳ τομεῖ, κλήρῳ· λόγων γὰρ δυεῖν ὁ μὲν τὰ τῆς θείας ἀρετῆς πραγματευόμενος ἀνιεροῦται καὶ ἀνατίθεται θεῷ, ὁ δὲ τὰ τῆς ἀνθρωπίνης κακοδαιμονίας ἐζηλωκὼς γενέσει τῇ φυγάδι· καὶ γὰρ ὃν ἔλαχεν αὕτη κλῆρον, ἀποπομπαῖον καλοῦσιν οἱ χρησμοί (Lev. 16, 8), ἐπειδὴ μετανίσταται καὶ διῴκισται καὶ μακρὰν ἀπελήλαται σοφίας.   180. ἐπισήμων γε μὴν καὶ ἀσήμων ὥσπερ νομισμάτων, οὕτως καὶ πραγμάτων ὄντων ἐν τῇ φύσει πολλῶν ὁ ἀόρατος τομεὺς οὐ δοκεῖ σοι διελεῖν πάντ’ εἰς μοίρας ἴσας καὶ τὰ μὲν ἐπίσημα καὶ δόκιμα τῷ παιδείας ἐραστῇ, τῷ δὲ ἀμαθαίνοντι τὰ ἀτύπωτα καὶ ἄσημα προσνεῖμαι; «ἐγένετο» γάρ φησι «τὰ μὲν ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ» (Gen. 30, 42).   181. καὶ γὰρ ἡ ψυχή, τὸ κήρινον, ὡς εἶπέ τις τῶν ἀρχαίων, ἐκμαγεῖον, σκληρὰ μὲν οὖσα καὶ ἀντίτυπος ἀπωθεῖ καὶ ἀποσείεται τοὺς ἐπιφερομένους χαρακτῆρας καὶ ἀσχημάτιστος ἐξ ἀνάγκης διαμένει, πειθήνιος δ’ ὑπάρχουσα καὶ μετρίως ὑπείκουσα βαθεῖς τοὺς τύπους δέχεται καὶ ἀναμαξαμένη τὰς σφραγῖδας ἄκρως διαφυλάττει τὰ ἐνσημανθέντα ἀνεξάλειπτα εἴδη.   182. θαυμαστὴ μέντοι καὶ ἡ τοῦ τῶν θυσιῶν αἵματος ἴση διανομή, ἣν ὁ ἀρχιερεὺς Μωυσῆς φύσει διδασκάλῳ χρησάμενος διένειμε. «λαβὼν» γάρ φησι «τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας· τὸ δὲ ἥμισυ προσέχεε πρὸς τὸ θυσιαστήριον» (Exod. 24, 6), ὅπως ἀναδιδάξῃ, ὅτι τὸ σοφίας ἱερὸν γένος διττόν ἐστι, τὸ μὲν θεῖον, τὸ δὲ ἀνθρώπινον·   183. καὶ τὸ μὲν θεῖον ἀμιγὲς καὶ ἄκρατον, οὗ ἕνεκα τῷ ἀμιγεῖ καὶ ἀκράτῳ καὶ κατὰ τὴν μόνωσιν μονάδι ὄντι σπένδεται θεῷ, τὸ δὲ ἀνθρώπινον μικτὸν καὶ κεκραμένον, ὃ τοῦ μικτοῦ καὶ συνθέτου καὶ κεκραμένου γένους κατασκεδάννυται ἡμῶν, ὁμόνοιαν καὶ κοινωνίαν καὶ τί γὰρ ἄλλο ἢ κρᾶσιν μερῶν τε καὶ ἠθῶν ἐργασόμενον.   184. ἀλλὰ γὰρ καὶ τῆς ψυχῆς τὸ μὲν ἀμιγὲς καὶ ἄκρατον μέρος ὁ ἀκραιφνέστατος νοῦς ἐστιν, ὃς ἀπ’ οὐρανοῦ καταπνευσθεὶς ἄνωθεν ὅταν ἄνοσος καὶ ἀπήμων διαφυλαχθῇ, τῷ καταπνεύσαντι καὶ ἀπαθῆ παντὸς κακοῦ διαφυλάξαντι προσηκόντως ὅλος εἰς ἱερὰν σπονδὴν ἀναστοιχειωθεὶς ἀνταποδίδοται· ¦ τὸ δ’ αὖ μικτὸν γένος τὸ αἰσθήσεών ἐστιν, ᾧ κρατῆρας οἰκείους ἡ φύσις ἐδημιούργησε.   185. κρατῆρες δὲ ὁράσεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα καὶ μυκτῆρες ὀσφρήσεως καὶ τῶν ἄλλων αἱ ἁρμόττουσαι δεξαμεναί. τούτοις ἐπιχεῖ τοῖς κρατῆρσιν ὁ ἱερὸς λόγος τοῦ αἵματος ἀξιῶν τὸ ἄλογον ἡμῶν μέρος ψυχωθῆναι καὶ τρόπον τινὰ λογικὸν γενέσθαι, ταῖς μὲν νουθεσίαις περιόδοις ἀκολουθῆσαν, ἁγνεῦσαν δὲ τῶν ὁλκὸν ἀπατεῶνα προτεινόντων δύναμιν αἰσθητῶν.   186. ἆρά γε οὐχὶ τοῦτον τὸν τρόπον καὶ τὸ δίδραχμον διενεμήθη τὸ ἅγιον, ἵνα τὸ μὲν ἥμισυ αὐτοῦ, τὴν δραχμήν, καθιερῶμεν λύτρα τῆς ἑαυτῶν ψυχῆς κατατιθέντες (Exod. 30, 12. 13), ἣν ὁ μόνος ἀψευδῶς ἐλεύθερος καὶ ἐλευθεροποιὸς θεὸς ὠμῆς καὶ πικρᾶς παθῶν καὶ ἀδικημάτων δεσποτείας ἱκετευθείς, ἔστι δ’ ὅτε καὶ χωρὶς ἱκεσίας, ἀνὰ κράτος ἐκλύει, τὸ δ’ ἕτερον μέρος τῷ ἀνελευθέρῳ καὶ δουλοπρεπεῖ γένει καταλίπωμεν, οὗ κεκοινώνηκεν ὁ λέγων· «ἠγάπηκα τὸν κύριόν μου,» τὸν ἡγεμόνα ἐν ἐμοὶ νοῦν, «καὶ τὴν γυναῖκά μου,» τὴν φίλην καὶ οἰκουρὸν παθῶν αἴσθησιν, «καὶ τὰ παιδία,» τὰ κακὰ τούτων ἔγγονα, «οὐκ ἄπειμι ἐλεύθερος» (Exod. 21, 5).   187. ἀνάγκη γὰρ καὶ τῷ τοιούτῳ γένει κλῆρον ἄκληρον καὶ ἀποπομπαῖον ἐκ τοῦ διδράχμου δοθῆναι, ἐναντίον τῇ ἀνατεθειμένῃ δραχμῇ τε καὶ μονάδι· μονὰς δὲ οὔτε προσθήκην οὔτε ἀφαίρεσιν δέχεσθαι πέφυκεν, εἰκὼν οὖσα τοῦ μόνου πλήρους θεοῦ.   188. χαῦνα γὰρ τά τε ἄλλα ἐξ ἑαυτῶν, εἰ δέ που καὶ πυκνωθείη, λόγῳ σφίγγεται θείῳ. κόλλα γὰρ καὶ δεσμὸς οὗτος πάντα τῆς οὐσίας ἐκπεπληρωκώς· ὁ δ’ εἴρας καὶ συνυφήνας ἕκαστα πλήρης αὐτὸς ἑαυτοῦ κυρίως ἐστίν, οὐ δεηθεὶς ἑτέρου τὸ παράπαν.   189. εἰκότως οὖν ἐρεῖ Μωυσῆς· «ὁ πλουτῶν οὐ προσθήσει, καὶ ὁ πενόμενος οὐκ ἐλαττώσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου» (Exod. 30, 15), ὅπερ ἐστίν, ὡς ἔφην, δραχμή τε καὶ μονάς· ᾗ πᾶς ἂν ἀριθμὸς εἴποι τὸ ποιητικὸν ἐκεῖνο

                    ἐν σοὶ μὲν λήξω, σέο δ’ ἄρξομαι.

190. λήγει τε γὰρ ἀναλυόμενος ὁ κατὰ σύνθεσιν ἀπειράκις ἄπειρος ἀριθμὸς εἰς μονάδα, ἄρχεταί τε αὖ πάλιν ἀπὸ μονάδος εἰς ἀπερίγραφον συντιθέμενος πλῆθος. διόπερ οὐδ’ ἀριθμόν, ἀλλὰ στοιχεῖον καὶ ἀρχὴν ἀριθμοῦ ταύτην ἔφασαν, οἷς ζητεῖν ἐπιμελές.   191. ἔτι τοίνυν τὴν οὐράνιον τροφὴν – σοφία δέ ἐστιν – τῆς ψυχῆς, ἣν καλεῖ μάννα, διανέμει πᾶσι τοῖς χρησομένοις θεῖος λόγος ἐξ ἴσου, πεφροντικὼς ¦ διαφερόντως ἰσότητος. μαρτυρεῖ δὲ Μωυσῆς λέγων· «οὐκ ἐπλεόνασεν ὁ τὸ πολὺ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν» (Exod. 16, 18), ἡνίκα τῷ τῆς ἀναλογίας ἐχρήσαντο θαυμαστῷ καὶ περιμαχήτῳ μέτρῳ· δι’ οὗ συνέβη μαθεῖν, ὅτι ἕκαστος «εἰς τοὺς καθήκοντας» (Exod. 16, 16) παρ’ ἑαυτῷ συνέλεξεν οὐκ ἀνθρώπους μᾶλλον ἢ λογισμοὺς καὶ τρόπους· ὃ γὰρ ἐπέβαλεν ἑκάστῳ, τοῦτ’ ἀπεκληρώθη προνοητικῶς, ὡς μήθ’ ὑστερῆσαι μήτ’ αὖ περιττεῦσαι.   192. τὸ δὲ παραπλήσιον τῆς κατ’ ἀναλογίαν ἰσότητος ἔστιν εὑρεῖν καὶ ἐπὶ τοῦ λεγομένου Πάσχα. Πάσχα δέ ἐστιν, ὅταν ἡ ψυχὴ τὸ μὲν ἄλογον πάθος ἀπομαθεῖν μελετᾷ, τὴν δ’ εὔλογον εὐπάθειαν ἑκουσίως πάσχῃ·   193. διείρηται γάρ, «ἐὰν ὀλίγοι ὦσιν οἱ ἐν τῇ οἰκίᾳ, ὥστε μὴ ἱκανοὺς εἶναι εἰς τὸ πρόβατον, τὸν πλησίον γείτονα προσλαβεῖν, κατ’ ἀριθμὸν ψυχῶν, ἵν’ ἕκαστος τὸ ἀρκοῦν αὐτῷ συναριθμῆται» (Exod. 12, 4), μοῖραν, ἧς ἐστιν ἐπάξιός τε καὶ χρεῖος, εὑρισκόμενος.   194. ἐπειδὰν δὲ καὶ τρόπον χώρας τὴν ἀρετὴν εἰς τοὺς οἰκήτορας αὐτῆς ἐθελήσῃ διανέμειν, τοῖς πλείοσι πλεονάζειν καὶ τοῖς ἐλάττοσιν ἐλαττοῦν τὴν κατάσχεσιν προστάττει (Num. 35, 8), δικαιῶν μήτε τοὺς μείζους ἐλαττόνων ἀξιοῦν – κενοὶ γὰρ ἐπιστήμης ἔσονται – μήτε τοὺς ἐλάττους μειζόνων· χωρῆσαι γὰρ τὸ μέγεθος αὐτῶν οὐ δυνήσονται.   195. τῆς δὲ κατ’ ἀριθμὸν ἰσότητος ἐναργέστατον δεῖγμά ἐστι τά τε τῶν δώδεκα ἀρχόντων ἱερὰ δῶρα (Num. 7, 10 sqq.) καὶ ἔτι τὰ ἀπὸ τῶν δώρων διανεμόμενα τοῖς ἱερεῦσιν· «ἑκάστῳ» γάρ φησι «τῶν υἱῶν Ἀαρὼν ἔσται τὸ ἴσον» (Lev. 6, 40).   196. παγκάλη δὲ καὶ ἡ περὶ τὴν σύνθεσιν τῶν ἐκθυμιωμένων ἐστὶν ἰσότης· λέγεται γάρ· «λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ, ἴσον ἴσῳ, καὶ ποιήσουσιν αὐτὸ θυμίαμα μύρον, μυρεψοῦ ἔργον συνθέσεως καθαρᾶς, ἔργον ἅγιον» (Exod. 30, 34. 35). ἕκαστον γὰρ τῶν μερῶν ἑκάστῳ φησὶ δεῖν ἴσον συνέρχεσθαι πρὸς τὴν τοῦ ὅλου κρᾶσιν.   197. ἔστι δ’ οἶμαι τὰ τέτταρα ταῦτα, ἐξ ὧν τὸ θυμίαμα συντίθεται, σύμβολα τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη σύμπας ὁ κόσμος. στακτὴν μὲν γὰρ ὕδατι, γῇ δὲ ὄνυχα, χαλβάνην δὲ ἀέρι, τὸν δὲ διαφανῆ λιβανωτὸν πυρὶ ἀπεικάζει· στακτὴ μὲν γὰρ παρὰ τὰς σταγόνας ὑδατῶδες, ξηρὸν δὲ ὄνυξ καὶ γεῶδες, τῇ δὲ χαλβάνῃ τὸ ἡδυσμοῦ πρὸς τὴν ἀέρος ἔμφασιν προσετέθη – τὸ γὰρ εὐῶδες ἐν ἀέρι, – τῷ δὲ λιβανωτῷ τὸ διαφανὲς πρὸς φωτὸς ἔνδειξιν.   198. διὸ καὶ τὰ βάρος ἔχοντα τῶν κούφων διεχώρισε, τὰ μὲν τῷ συμπλεκτικῷ συνδέσμῳ ἑνώσας, τὰ δὲ διαλελυμένως ἐξενεγκών· ¦ ἔφη γάρ· «λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα», ταῦτα ἀσύνδετα, τῶν βάρος ἐχόντων, ὕδατός τε καὶ γῆς, σύμβολα, εἶτα ἀφ’ ἑτέρας ἀρχῆς μετὰ συμπλοκῆς «καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ», ταῦτα πάλιν καθ’ ἑαυτά, τῶν κούφων, ἀέρος καὶ πυρός, [τὰ] σημεῖα.   199. τὴν δὲ τούτων ἐμμελῆ σύνθεσίν τε καὶ κρᾶσιν τὸ πρεσβύτατον καὶ τελειότατον ἔργον ἅγιον ὡς ἀληθῶς εἶναι συμβέβηκε, τὸν κόσμον, ὃν διὰ συμβόλου τοῦ θυμιάματος οἴεται δεῖν εὐχαριστεῖν τῷ πεποιηκότι, ἵνα λόγῳ μὲν ἡ μυρεψικῇ τέχνῃ κατασκευασθεῖσα σύνθεσις ἐκθυμιᾶται, ἔργῳ δὲ ὁ θείᾳ σοφίᾳ δημιουργηθεὶς κόσμος ἅπας ἀναφέρηται πρωὶ καὶ δειλινῆς ὁλοκαυτούμενος.   200. βίος γὰρ ἐμπρεπὴς κόσμῳ τῷ πατρὶ καὶ ποιητῇ συνεχῶς καὶ ἀδιαστάτως εὐχαριστεῖν, μονονοὺκ ἐκθυμιῶντι καὶ ἀναστοιχειοῦντι ἑαυτὸν πρὸς ἔνδειξιν τοῦ μηδὲν θησαυρίζεσθαι, ἀλλ’ ὅλον ἑαυτὸν ἀνάθημα ἀνατιθέναι τῷ γεγεννηκότι θεῷ.   201. θαυμάζω καὶ τὸν μετὰ σπουδῆς ἀπνευστὶ δραμόντα συντόνως ἱερὸν λόγον, «ἵνα στῇ μέσος τῶν τεθνηκότων καὶ τῶν ζώντων· εὐθὺς» γάρ φησι Μωυσῆς «ἐκόπασεν ἡ θραῦσις» (Num. 16, 47. 48). ἀλλ’ οὐκ ἔμελλε κοπάσαι καὶ ἐπικουφίσαι τὰ περιθρύπτοντα καὶ καταγνύντα καὶ συντρίβοντα τὴν ἡμετέραν ψυχήν, διακρίναντος καὶ διατειχίσαντος τοῦ θεοφιλοῦς τοὺς ὁσίους, οἳ ζῶσιν ἀψευδῶς, ἀπὸ τῶν ἀνοσίων, οἳ τεθνήκασι πρὸς ἀλήθειαν, λογισμῶν;   202. τῷ γὰρ ἐγγὺς εἶναι πολλάκις νοσούντων καὶ οἱ σφόδρα ὑγιαίνοντες ἐνδεξάμενοι τὴν ἐκείνων νόσον ἐμέλλησαν τελευτῆσαι. τοῦτο δ’ ἀμήχανον ἔτι παθεῖν ἦν διαζευχθέντας ὅρῳ μέσῳ παγέντι δυνατωτάτῳ, ὃς τὰς ἐφόδους καὶ ἐπιδρομὰς τοῦ χείρονος μέρους ἀπὸ τοῦ βελτίονος ἀπώσει.   203. τεθαύμακα δὲ ἔτι μᾶλλον, ἐπειδὰν κατακούων τῶν λογίων ἀναδιδάσκωμαι, ὃν τρόπον εἰσῆλθεν ἡ νεφέλη μέση τῆς τε Αἰγυπτιακῆς καὶ τῆς Ἰσραηλιτικῆς στρατιᾶς (Exod. 14, 20)· ὑπὸ γὰρ τοῦ φιλοπαθοῦς καὶ ἀθέου τὸ ἐγκρατὲς καὶ θεοφιλὲς γένος οὐκέτ’ εἴασε διώκεσθαι τὸ σκεπαστήριον καὶ σωτήριον τῶν φίλων, ἀμυντήριον δὲ καὶ κολαστήριον τῶν ἐχθρῶν ὅπλον, ἡ νεφέλη.   204. διανοίαις μὲν γὰρ ἀρετώσαις ἠρέμα σοφίαν ἐπιψεκάζει, τὴν ἀπαθῆ φύσει παντὸς κακοῦ, λυπραῖς δὲ καὶ ἀγόνοις ἐπιστήμης ἀθρόας κατανίφει τιμωρίας, κατακλυσμὸν φθορὰν οἰκτίστην ἐπιφέρουσα.   205. τῷ δὲ ἀρχαγγέλῳ καὶ πρεσβυτάτῳ λόγῳ δωρεὰν ἔδωκεν ἐξαίρετον ὁ τὰ ὅλα γεννήσας πατήρ, ἵνα μεθόριος στὰς τὸ γενόμενον διακρίνῃ τοῦ πεποιηκότος. ὁ δ’ αὐτὸς ἱκέτης μέν ἐστι τοῦ θνητοῦ κηραίνοντος αἰεὶ πρὸς τὸ ἄφθαρτον, πρεσβευτὴς δὲ τοῦ ἡγεμόνος πρὸς τὸ ὑπήκοον.   206. ἀγάλλεται δὲ ἐπὶ τῇ δωρεᾷ καὶ σεμνυνόμενος αὐτὴν ¦ ἐκδιηγεῖται φάσκων· «κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν» (Deut. 5, 5), οὔτε ἀγένητος ὡς ὁ θεὸς ὢν οὔτε γενητὸς ὡς ὑμεῖς, ἀλλὰ μέσος τῶν ἄκρων, ἀμφοτέροις ὁμηρεύων, παρὰ μὲν τῷ φυτεύσαντι πρὸς πίστιν τοῦ μὴ σύμπαν ἀφηνιάσαι ποτὲ καὶ ἀποστῆναι τὸ γεγονὸς ἀκοσμίαν ἀντὶ κόσμου ἑλόμενον, παρὰ δὲ τῷ φύντι πρὸς εὐελπιστίαν τοῦ μήποτε τὸν ἵλεω θεὸν περιιδεῖν τὸ ἴδιον ἔργον. ἐγὼ γὰρ ἐπικηρυκεύομαι τὰ εἰρηναῖα γενέσει παρὰ τοῦ καθαιρεῖν πολέμους ἐγνωκότος εἰρηνοφύλακος αἰεὶ θεοῦ.

207. Διδάξας οὖν ἡμᾶς περὶ τῆς εἰς ἴσα τομῆς ὁ ἱερὸς λόγος καὶ πρὸς τὴν τῶν ἐναντίων ἐπιστήμην ἄγει φάσκων ὅτι τὰ τμήματα «ἔθηκεν ἀντιπρόσωπα ἀλλήλοις» (Gen. 15, 10). τῷ γὰρ ὄντι πάνθ’ ὅσα ἐν κόσμῳ σχεδὸν ἐναντία εἶναι πέφυκεν, ἀρκτέον δὲ ἀπὸ τῶν πρώτων·   208. θερμὸν ἐναντίον ψυχρῷ καὶ ξηρὸν ὑγρῷ καὶ κοῦφον βαρεῖ καὶ σκότος φωτὶ καὶ νὺξ ἡμέρᾳ, καὶ ἐν οὐρανῷ μὲν ἡ ἀπλανὴς τῇ πεπλανημένῃ φορᾷ, κατὰ δὲ τὸν ἀέρα αἰθρία νεφώσει, νηνεμία πνεύμασι, θέρει χειμών, ἔαρι μετόπωρον – τῷ μὲν γὰρ ἀνθεῖ, τῷ δὲ φθίνει τὰ [δ’] ἔγγεια, – πάλιν ὕδατος τὸ γλυκὺ τῷ πικρῷ καὶ γῆς ἡ στεῖρα τῇ γονίμῳ.   209. καὶ τἄλλα δὲ ἐναντία προῦπτα, σώματα ἀσώματα, ἔμψυχα ἄψυχα, λογικὰ ἄλογα, θνητὰ ἀθάνατα, αἰσθητὰ νοητά, καταληπτὰ ἀκατάληπτα, στοιχεῖα ἀποτελέσματα, ἀρχὴ τελευτή, γένεσις φθορά, ζωὴ θάνατος, νόσος ὑγεία, λευκὸν μέλαν, δεξιὰ εὐώνυμα, δικαιοσύνη ἀδικία, φρόνησις ἀφροσύνη, ἀνδρεία δειλία, σωφροσύνη ἀκολασία, ἀρετὴ κακία, καὶ τὰ τῆς ἑτέρας πάντα εἴδη τοῖς τῆς ἑτέρας εἴδεσι πᾶσι·   210. πάλιν γραμματικὴ ἀγραμματία, μουσικὴ ἀμουσία, παιδεία ἀπαιδευσία, συνόλως τέχνη ἀτεχνία, καὶ τὰ ἐν ταῖς τέχναις, φωνήεντα στοιχεῖα καὶ ἄφωνα, ὀξεῖς καὶ βαρεῖς φθόγγοι, εὐθεῖαι καὶ περιφερεῖς γραμμαί·   211. καὶ ἐν ζῴοις καὶ φυτοῖς ἄγονα γόνιμα, πολυτόκα ὀλιγοτόκα, ᾠοτόκα ζῳοτόκα, μαλάκεια ὀστρακόδερμα, ἄγρια ἥμερα, μονωτικὰ ἀγελαῖα·   212. καὶ πάλιν πενία πλοῦτος, δόξα ἀδοξία, δυσγένεια εὐγένεια, ἔνδεια περιουσία, πόλεμος εἰρήνη, νόμος ἀνομία, εὐφυΐα ἀφυΐα, ἀπονία πόνος, νεότης γῆρας, ἀδυναμία δύναμις, ἀσθένεια ῥώμη. καὶ τί δεῖ τὰ καθ’ ἕκαστον ἀναλέγεσθαι ἀπερίγραφα καὶ ἀπέρατ’ ὄντα τῷ πλήθει;   213. παγκάλως οὖν ὁ τῶν τῆς φύσεως ἑρμηνεὺς πραγμάτων, τῆς ἀργίας καὶ ἀμελετησίας ἡμῶν λαμβάνων οἶκτον ἑκάστοτ’ ἀφθόνως ἀναδιδάσκει, καθὰ καὶ ¦νῦν, τὴν ἀντιπρόσωπον ἑκάστων θέσιν οὐχ ὁλοκλήρων, ἀλλὰ τμημάτων ὑπαρχόντων· ¦ ἓν γὰρ τὸ ἐξ ἀμφοῖν τῶν ἐναντίων, οὗ τμηθέντος γνώριμα τὰ ἐναντία.   214. οὐ τοῦτ’ ἐστίν, ὅ φασιν Ἕλληνες τὸν μέγαν καὶ ἀοίδιμον παρ’ αὐτοῖς Ἡράκλειτον κεφάλαιον τῆς αὑτοῦ προστησάμενον φιλοσοφίας αὐχεῖν ὡς ἐφ’ εὑρέσει καινῇ; παλαιὸν γὰρ εὕρεμα Μωυσέως ἐστὶ τὸ ἐκ τοῦ αὐτοῦ τὰ ἐναντία τμημάτων λόγον ἔχοντα ἀποτελεῖσθαι, καθάπερ ἐναργῶς ἐδείχθη.

215. Ταῦτα μὲν οὖν καὶ ἐν ἑτέροις ἀκριβώσομεν. ἄξιον δὲ καὶ ἐκεῖνο μὴ παρησυχασθῆναι· τὰ γὰρ λεγόμενα διχοτομήματα τριῶν ζῴων δίχα διαιρεθέντων ἓξ ἐγένετο, ὡς ἕβδομον τὸν τομέα εἶναι λόγον, διαστέλλοντα τὰς τριάδας, μέσον αὐτὸν ἱδρυμένον.   216. τὸ παραπλήσιόν μοι δοκεῖ σαφέστατα μεμηνῦσθαι καὶ ἐπὶ τῆς ἱερᾶς λυχνίας· δεδημιούργηται γὰρ ἓξ καλαμίσκους ἔχουσα, τρεῖς ἑκατέρωθεν, ἑβδόμη δὲ αὐτὴ μέση, διαιροῦσα καὶ διακρίνουσα τὰς τριάδας. τορευτὴ γάρ ἐστι, τεχνικὸν καὶ δόκιμον θεῖον ἔργον, ἐξ ἑνὸς χρυσίου καθαροῦ (Exod. 25, 30. 38, 13. 14)· τὸ γὰρ ἓν καὶ μόνον καὶ καθαρὸν ὄντως ἑβδομάδα τὴν ἀμήτορα γεγέννηκεν ἐξ ἑαυτοῦ μόνου, μὴ προσχρησάμενον ὕλῃ τὸ παράπαν.   217. χρυσὸν δ’ οἱ ἐγκωμιάζοντες πολλὰ μὲν καὶ ἄλλα λέγουσι τῶν εἰς ἔπαινον, δύο δὲ τὰ ἀνωτάτω, ἓν μέν, ὅτι ἰὸν οὐ παραδέχεται, ἕτερον δέ, ὅτι εἰς ὑμένας λεπτοτάτους ἀρραγὴς διαμένων ἐλαύνεταί τε καὶ χεῖται. σύμβολον οὖν εἰκότως μείζονος φύσεως γέγονε, ἣ ταθεῖσα καὶ κεχυμένη καὶ φθάσασα πάντῃ πλήρης ὅλη δι’ ὅλων ἐστίν, εὐαρμόστως καὶ τὰ ἄλλα συνυφήνασα.   218. περὶ τῆς προειρημένης λυχνίας ὁ τεχνίτης διαλεγόμενος πάλιν φησίν, ὅτι «ἐκ τῶν καλαμίσκων εἰσὶν οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἑκατέρωθεν, ἐξισούμενοι ἀλλήλοις· καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἀνθέμια ἐν αὐτοῖς, ἵν’ ὦσιν ἐπ’ αὐτῶν οἱ λύχνοι καὶ τὸ ἀνθέμιον τὸ ἕβδομον ἐπ’ ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς χρυσοῦς» (Exod. 38, 15-17)·   219. ὥστε διὰ πολλῶν ἤδη κατασκευάζεσθαι, ὅτι ἑξὰς εἰς δύο τριάδας ὑπὸ μέσου τοῦ ἑβδόμου λόγου διῄρηται, καθάπερ ἔχει νυνί· πᾶσα γὰρ ἡ λυχνία σὺν τοῖς ὁλοσχερεστάτοις μέρεσιν αὐτῆς, ἃ ἕξ ἐστιν, ἐπάγη, λαμπαδίων ἑπτά, ἀνθεμίων ἑπτά, λύχνων ἑπτά.   220. διαιροῦνται δὲ οἱ μὲν ἓξ λύχνοι τῷ ἑβδόμῳ, τὰ δὲ ἀνθέμια ὁμοίως τῷ μέσῳ καὶ τὰ λαμπάδια τὸν αὐτὸν τρόπον ὑπὸ τοῦ ἑβδόμου καὶ μέσου, οἱ δὲ ἓξ καλαμίσκοι καὶ οἱ ἐκπεφυκότες ἴσοι βλαστοὶ ὑπ’ αὐτοῦ τοῦ ¦ στελέχους τῆς ἑβδόμης.   221. πολὺν δ’ ὄντα τὸν περὶ ἑκάστου λόγον ὑπερθετέον εἰσαῦθις. τοσοῦτο δὲ αὐτὸ μόνον ὑπομνηστέον, ὅτι τῆς κατ’ οὐρανὸν τῶν ἑπτὰ πλανήτων χορείας μίμημά ἐστιν ἡ ἱερὰ λυχνία καὶ οἱ ἐπ’ αὐτῆς ἑπτὰ λύχνοι.   222. πῶς; ἐρήσεταί τις ἴσως· ὅτι, φήσομεν, ὅνπερ τρόπον οἱ λύχνοι, οὕτως καὶ τῶν πλανήτων ἕκαστος φωσφορεῖ· λαμπρότατοι γὰρ ὄντες αὐγοειδεστάτας ἄχρι γῆς ἀποστέλλουσιν ἀκτῖνας, διαφερόντως δ’ ὁ μέσος τῶν ἑπτά, ἥλιος.   223. μέσον δ’ αὐτὸν οὐ μόνον ἐπεὶ μέσην ἐπέχει χώραν, ὡς ἠξίωσάν τινες, καλῶ, ἀλλ’ ὅτι καὶ θεραπεύεσθαι καὶ δορυφορεῖσθαι πρὸς ὑπασπιζόντων ἑκατέρωθεν ἀξιώματος ἕνεκα καὶ μεγέθους καὶ ὠφελειῶν, ἃς τοῖς ἐπιγείοις ἅπασι παρέχει, δίκαιος ἄλλως ἐστί.   224. τὴν δὲ τῶν πλανήτων τάξιν ἄνθρωποι παγίως μὴ κατειληφότες – τί δ’ ἄλλο τῶν κατ’ οὐρανὸν ἴσχυσαν κατανοῆσαι βεβαίως; – εἰκοτολογοῦσιν, ἄριστα δ’ ἐμοὶ στοχάζεσθαι δοκοῦσιν οἱ τὴν μέσην ἀπονενεμηκότες ἡλίῳ τάξιν, τρεῖς μὲν ὑπὲρ αὐτὸν καὶ μετ’ αὐτὸν τοὺς ἴσους εἶναι λέγοντες, ὑπὲρ αὐτὸν μὲν φαίνοντα, φαέθοντα, πυρόεντα, εἶθ’ ἥλιον, μετ’ αὐτὸν δὲ στίλβοντα, φωσφόρον, τὴν ἀέρος γείτονα σελήνην.   225. ἐπίγειον οὖν βουληθεὶς ἀρχετύπου τῆς κατ’ οὐρανὸν σφαίρας ἑπταφεγγοῦς μίμημα παρ’ ἡμῖν ὁ τεχνίτης γενέσθαι πάγκαλον ἔργον προσέταξε, τὴν λυχνίαν, δημιουργηθῆναι. δέδεικται δὲ καὶ ἡ πρὸς ψυχὴν ἐμφέρεια αὐτῆς· ψυχὴ γὰρ τριμερὴς μέν ἐστι, δίχα δὲ ἕκαστον τῶν μερῶν, ὡς ἐδείχθη, τέμνεται, μοιρῶν δὲ γενομένων ἓξ ἕβδομος εἰκότως τομεὺς ἦν ἁπάντων ὁ ἱερὸς καὶ θεῖος λόγος.   226. ἄξιον δὲ μηδ’ ἐκεῖνο παρησυχασθῆναι· τριῶν ὄντων ἐν τοῖς ἁγίοις σκευῶν, λυχνίας, τραπέζης, θυμιατηρίου, τὸ μὲν θυμιατήριον εἰς τὴν ὑπὲρ τῶν στοιχείων εὐχαριστίαν ἀνάγεται, ὡς ἐδείχθη πρότερον, ἐπεὶ καὶ αὐτὸ μοίρας ἔχει τῶν τεττάρων, γῆς μὲν τὰ ξύλα, ὕδατος δὲ τὰ ἐπιθυμιώμενα – πρότερον γὰρ τηκόμενα εἰς λιβάδας αὖθις ἀναλύεται, – τὸν δὲ ἀτμὸν ἀέρος, πυρὸς δὲ τὸ ἐξαπτόμενον – καὶ ἡ σύνθεσις δὲ λιβανωτοῦ καὶ χαλβάνης ὄνυχός τε καὶ στακτῆς (Exod. 30, 34) τῶν στοιχείων σύμβολον, – ἡ δὲ τράπεζα εἰς τὴν ὑπὲρ τῶν θνητῶν ἀποτελεσμάτων εὐχαριστίαν – ἄρτοι γὰρ καὶ σπονδεῖα ἐπιτίθενται αὐτῇ (Num. 4, 7), οἷς ἀνάγκη χρῆσθαι τὰ τῆς τροφῆς δεόμενα, – ἡ δὲ λυχνία εἰς τὴν ὑπὲρ τῶν κατ’ οὐρανὸν ἁπάντων, ἵνα μηδὲν μέρος τοῦ κόσμου ¦ δίκην ἀχαριστίας ὄφλῃ, ἀλλ’ εἰδῶμεν ὅτι πάντα τὰ μέρη τὰ κατ’ αὐτὸν εὐχαριστεῖ, τὰ στοιχεῖα, τὰ ἀποτελέσματα, οὐ τὰ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ.   227. ἄξιον δὲ σκέψασθαι, διὰ τί τῆς τραπέζης καὶ τοῦ θυμιατηρίου τὰ μέτρα δηλώσας τῆς λυχνίας οὐδὲν ἀνέγραψε· μήποτε δι’ ἐκεῖνο, ὅτι τὰ μὲν στοιχεῖα καὶ τὰ θνητὰ ἀποτελέσματα, ὧν ἡ τράπεζα καὶ τὸ θυμιατήριον σύμβολα, μεμέτρηται περατωθέντα ὑπ’ οὐρανοῦ – ἀεὶ γὰρ τὸ περιέχον τοῦ περιεχομένου μέτρον, – ὁ δ’ οὐρανός, οὗ σύμβολόν ἐστιν ἡ λυχνία, ἀπειρομεγέθης ἐστί.   228. περιέχεται γὰρ ὑπ’ οὐδενὸς σώματος, οὔτε ἰσομεγέθους αὐτῷ οὔτε ἀπείρου, ἀλλ’ οὐδ’ ὑπὸ κενοῦ κατὰ Μωυσῆν διὰ τὴν ἐν τῇ ἐκπυρώσει μυθευομένην τερατολογίαν· ἔστι δὲ ὅρος αὐτοῦ ὁ θεός, ἡνίοχος καὶ κυβερνήτης αὐτοῦ.   229. ὥσπερ οὖν ἀπερίληπτον τὸ ὄν, οὕτως καὶ τὸ ὁριζόμενον ὑπ’ αὐτοῦ μέτροις τοῖς εἰς τὴν ἡμετέραν ἐπίνοιαν ἥκουσιν οὐ μεμέτρηται, καὶ τάχα ἐπεὶ κυκλοτερὴς ὢν καὶ ἄκρως εἰς σφαῖραν ἀποτετορνευμένος μήκους καὶ πλάτους οὐ μετέχει.

230. Εἰπὼν οὖν τὰ πρέποντα περὶ τούτων ἐπιλέγει· «τὰ δὲ ὄρνεα οὐ διεῖλεν» (Gen. 15, 10), ὄρνεα καλῶν τοὺς πτηνοὺς καὶ πεφυκότας μετεωροπολεῖν δύο λόγους, ἕνα μὲν ἀρχέτυπον <τὸν> ὑπὲρ ἡμᾶς, ἕτερον δὲ μίμημα τὸν καθ’ ἡμᾶς ὑπάρχοντα.   231. καλεῖ δὲ Μωυσῆς τὸν μὲν ὑπὲρ ἡμᾶς εἰκόνα θεοῦ, τὸν δὲ καθ’ ἡμᾶς τῆς εἰκόνος ἐκμαγεῖον. «ἐποίησε» γάρ φησιν «ὁ θεὸς τὸν ἄνθρωπον» οὐχὶ εἰκόνα θεοῦ, ἀλλὰ «κατ’ εἰκόνα» (Gen. 1, 27)· ὥστε τὸν καθ’ ἕκαστον ἡμῶν νοῦν, ὃς δὴ κυρίως καὶ πρὸς ἀλήθειαν ἄνθρωπός ἐστι, τρίτον εἶναι τύπον ἀπὸ τοῦ πεποιηκότος, τὸν δὲ μέσον παράδειγμα μὲν τούτου, ἀπεικόνισμα δὲ ἐκείνου. φύσει δὲ ἄτμητος ὁ ἡμέτερος γέγονε νοῦς.   232. τὸ μὲν γὰρ ἄλογον ψυχῆς μέρος ἑξαχῆ διελὼν ὁ δημιουργὸς ἑπτὰ μοίρας εἰργάζετο, ὅρασιν, ἀκοήν, γεῦσιν, ὄσφρησιν, ἁφήν, φωνήν, γόνιμον, τὸ δὲ λογικόν, ὃ δὴ νοῦς ὠνομάσθη, ἄσχιστον εἴασε κατὰ τὴν τοῦ παντὸς ὁμοιότητα οὐρανοῦ.   233. καὶ γὰρ ἐν τούτῳ λόγος ἔχει τὴν μὲν ἐξωτάτω καὶ ἀπλανῆ σφαῖραν ἄτμητον φυλαχθῆναι, τὴν δ’ ἐντὸς ἑξαχῆ τμηθεῖσαν ἑπτὰ κύκλους τῶν λεγομένων πλανήτων ἀποτελέσαι· ὃ γάρ, οἶμαι, ἐν ἀνθρώπῳ ψυχή, τοῦτο οὐρανὸς ἐν κόσμῳ. τὰς οὖν νοερὰς καὶ λογικὰς δύο φύσεις, τήν τε ἐν ἀνθρώπῳ καὶ τὴν ἐν τῷ παντί, συμβέβηκεν ὁλοκλήρους καὶ ἀδιαιρέτους εἶναι. διὸ λέγεται· «τὰ δὲ ὄρνεα οὐ ¦ διεῖλε.»   234. περιστερᾷ μὲν <οὖν> ὁ ἡμέτερος νοῦς, ἐπειδὴ τιθασὸν καὶ σύντροφον ἡμῖν ἐστι τὸ ζῷον, εἰκάζεται, τῷ δὲ τούτου παραδείγματι ἡ τρυγών· ὁ γὰρ θεοῦ λόγος φιλέρημος καὶ μονωτικός, ἐν ὄχλῳ τῷ τῶν γεγονότων καὶ φθαρησομένων οὐχὶ φυρόμενος. ἀλλ’ ἄνω φοιτᾶν εἰθισμένος ἀεὶ καὶ ἑνὶ ὀπαδὸς εἶναι μόνῳ μεμελετηκώς. ἄτμητοι μὲν οὖν αἱ δύο φύσεις, ἥ τε ἐν ἡμῖν τοῦ λογισμοῦ καὶ ἡ ὑπὲρ ἡμᾶς τοῦ θείου λόγου, ἄτμητοι δὲ οὖσαι μυρία ἄλλα τέμνουσιν.   235. ὅ τε γὰρ θεῖος λόγος τὰ ἐν τῇ φύσει διεῖλε καὶ διένειμε πάντα, ὅ τε ἡμέτερος νοῦς, ἅττ’ ἂν παραλάβῃ νοητῶς πράγματά τε καὶ σώματα, εἰς ἀπειράκις ἄπειρα διαιρεῖ μέρη καὶ τέμνων οὐδέποτε λήγει.   236. τοῦτο δὲ συμβαίνει διὰ τὴν πρὸς τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφέρειαν. τὸ γὰρ θεῖον ἀμιγές, ἄκρατον, ἀμερέστατον ὑπάρχον ἅπαντι τῷ κόσμῳ γέγονεν αἴτιον μίξεως, κράσεως, διαιρέσεως, πολυμερείας· ὥστε εἰκότως καὶ τὰ ὁμοιωθέντα, νοῦς τε ὁ ἐν ἡμῖν καὶ ὁ ὑπὲρ ἡμᾶς, ἀμερεῖς καὶ ἄτμητοι ὑπάρχοντες διαιρεῖν καὶ διακρίνειν ἕκαστα τῶν ὄντων ἐρρωμένως δυνήσονται.

237. Λαλήσας οὖν περὶ τῶν ἀτμήτων καὶ ἀδιαιρέτων ὀρνέων φησὶν ἑξῆς· «κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα» (Gen. 15, 11), ὁμωνυμίᾳ μὲν χρησάμενος, τὴν δὲ πραγματικὴν διαμάχην ἐναργέστατα τοῖς ὁρᾶν δυναμένοις διασυνιστάς· παρὰ φύσιν γάρ ἐστι τὸ καταβαίνειν ὄρνεα, τοῦ μετεωροπολεῖν ἕνεκα πτερωθέντα.   238. καθάπερ γὰρ τοῖς χερσαίοις οἰκειότατον χωρίον γῆ καὶ μάλιστα τοῖς ἑρπετοῖς, ἃ μηδ’ ὑπὲρ αὐτῆς ἰλυσπώμενα ἀνέχεται, φωλεοὺς δὲ καὶ καταδύσεις ζητεῖ τὸν ἄνω χῶρον ἀποδιδράσκοντα διὰ τὴν πρὸς τὰ κάτω συγγένειαν, τὸν αὐτὸν τρόπον καὶ τοῖς πτηνοῖς ὁ ἀὴρ ἐνδιαίτημα οἰκεῖον, κούφοις διὰ τὴν πτέρωσιν ὁ φύσει κοῦφος. ὅταν οὖν τὰ ἀεροπόρα αἰθεροβατεῖν ὀφείλοντα καταβαίνῃ, πρὸς χέρσον ἀφικνούμενα τῷ κατὰ φύσιν ἀδυνατεῖ χρῆσθαι βίῳ.   239. τοὐναντίον δὲ Μωυσῆς καὶ ὅσα τῶν ἑρπετῶν ἄνω δύναται πηδᾶν οὐ μετρίως ἀποδέχεται· φησὶ γοῦν· «ταῦτα φάγεσθε ἀπὸ τῶν ἑρπετῶν τῶν πετεινῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνωτέρω τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς ἀπὸ τῆς γῆς» (Lev. 11, 21). ταῦτα δ’ ἐστὶ σύμβολα ψυχῶν, ὅσαι τρόπον ἑρπετῶν προσερριζωμέναι τῷ γηίνῳ σώματι καθαρθεῖσαι μετεωροπολεῖν ἰσχύουσιν, οὐρανὸν ἀντικαταλλαξάμεναι γῆς καὶ φθορᾶς ἀθανασίαν.   240. πάσης οὖν βαρυδαιμονίας ἀναπεπλῆσθαι νομιστέον ἐκείνας, αἵτινες ἐν ἀέρι καὶ αἰθέρι τῷ καθαρωτάτῳ τραφεῖσαι μετανέστησαν τὸν θείων ἀγαθῶν κόρον οὐ ¦ δυνηθεῖσαι φέρειν ἐπὶ τὸ θνητῶν καὶ κακῶν χωρίον γῆν. ἐπιφοιτῶσι δ’ ἔννοιαι μυρίαι περὶ μυρίων πραγμάτων ὅσων, αἱ μὲν ἑκούσιοι, αἱ δὲ κατ’ ἄγνοιαν, οὐδὲν διαφέρουσαι πτηνῶν, αἷς τὰ κατιόντα ἐξωμοίωσεν ὄρνεα.   241. τῶν δὲ ἐννοιῶν ἡ μὲν ἄνω φορὰ τὴν ἀμείνω τάξιν ἔλαχε συνοδοιπορούσης ἀρετῆς τῆς πρὸς τὸν θεῖον καὶ οὐράνιον χορὸν ἀγούσης, τὴν χείρω δὲ ἡ κάτω κακίας ἀφηγουμένης καὶ ἀντισπώσης βίᾳ. δηλοῖ δὲ καὶ τὰ ὀνόματα οὐχ ἥκιστα τὴν τῶν τόπων ἐναντιότητα· ἀρετὴ μὲν γὰρ οὐ μόνον παρὰ τὴν αἵρεσιν ὠνομάσθη, ἀλλὰ καὶ παρὰ τὴν ἄρσιν – αἴρεται γὰρ καὶ μετεωρίζεται διὰ τὸ αἰεὶ τῶν ὀλυμπίων ἐρᾶν, – κακία δὲ ἀπὸ τοῦ κάτω κεχωρηκέναι καὶ καταπίπτειν τοὺς χρωμένους αὐτῇ βιάζεσθαι.   242. τὰ γοῦν πολέμια τῆς ψυχῆς ἐννοήματα ἐπιποτώμενα καὶ ἐπιφοιτῶντα κάτεισι μὲν αὐτά, καταβάλλει δὲ καὶ τὴν διάνοιαν αἰσχρῶς ἐπιφερόμενα σώμασι καὶ πράγμασιν αἰσθητοῖς οὐ νοητοῖς, ἀτελέσιν οὐχ ὁλοκλήροις, ἐφθαρμένοις οὐχὶ τοῖς ζῶσιν. οὐ γὰρ μόνον σώμασιν, ἀλλὰ καὶ σωμάτων δίχα διαιρεθέντων τμήμασιν ἐπιφοιτᾷ· τὰ δ’ οὕτως διαιρεθέντα ἀμήχανον ἁρμονίαν δέξασθαι καὶ ἕνωσιν, τῶν πνευματικῶν τόνων, οἳ συμφυέστατος δεσμὸς ἦσαν, διακοπέντων.   243. εἰσηγεῖται δὲ γνώμην ἀληθεστάτην διδάσκων, ὅτι δικαιοσύνη μὲν καὶ πᾶσα ἀρετὴ ψυχῆς, ἀδικία δὲ καὶ πᾶσα κακία σώματος ἐρῶσι, καὶ ὅτι τὰ τῷ ἑτέρῳ φίλα τῷ ἑτέρῳ πάντως ἐχθρά ἐστι, καθὰ καὶ νῦν· αἰνιττόμενος γὰρ τοὺς ψυχῆς πολεμίους ὄρνεα εἰσήγαγε γλιχόμενα ἐμπλέκεσθαι καὶ ἐμφύεσθαι σώμασι καὶ σαρκῶν ἐμφορεῖσθαι, ὧν τὰς ἐφόδους καὶ ἐπιδρομὰς ἐπισχεῖν βουληθεὶς ὁ ἀστεῖος λέγεται αὐτοῖς συγκαθίσαι (Gen. 15, 11), οἷα πρόεδρός τις ἢ πρόβουλος ὤν.   244. ἐπειδὴ γὰρ καὶ τὰ οἰκεῖα ὑπὸ ἐμφυλίου στάσεως διειστήκει καὶ τὰ ἐχθρὰ στίφη διεφέρετο, βουλὴν ἁπάντων συναγαγὼν ἐσκόπει περὶ τῶν διαφόρων, ἵν’, εἰ δύναιτο, πειθοῖ χρώμενος καὶ τὸν ξενικὸν πόλεμον καταλύσαι καὶ τὴν ἐμφύλιον ταραχὴν ἀνέλοι. τοὺς μὲν γὰρ ὥσπερ νέφος ἐπιρράξαντας ἀκαταλλάκτως ἔχοντας λυσιτελὲς ἦν ἀποσκεδάσαι, τοῖς δὲ τὴν παλαιὰν συγγένειαν οἰκειώσασθαι.   245. δυσμενεῖς μὲν οὖν ἄσπονδοι καὶ ἀκατάλλακτοι γράφονται ψυχῆς ἀφροσύναι καὶ ἀκολασίαι δειλίαι τε καὶ ἀδικίαι καὶ ὅσαι ἄλλαι ἐκ πλεοναζούσης ὁρμῆς εἰώθασι φύεσθαι ἄλογοι ἐπιθυμίαι, σκιρτῶσαι καὶ ἀπαυχενίζουσαι καὶ τὸν εὐθὺν δρόμον τῆς διανοίας ἐπέχουσαι, πολλάκις ¦ δὲ καὶ τὸ σύμπαν αὐτῆς σχῆμα σπαράττουσαί τε καὶ καταβάλλουσαι.   246. τὰ δὲ τῶν ἐνσπόνδων εἶναι δυναμένων προσκρούσματα τοιαῦτά ἐστιν, ὁποίας εἶναι συμβέβηκε τὰς σοφιστῶν δογματικὰς ἔριδας· ᾗ μὲν γὰρ πρὸς ἓν ἀπονεύουσι τέλος, θεωρίαν τῶν τῆς φύσεως πραγμάτων, λέγοιντ’ ἂν εἶναι φίλοι, ᾗ δ’ οὐχ ὁμογνωμονοῦσιν ἐν ταῖς κατὰ μέρος ζητήσεσιν, ἐμφυλίῳ στάσει χρῆσθαι, ὥσπερ οἱ ἀγένητον εἶναι λέγοντες τὸ πᾶν τοῖς γένεσιν εἰσηγουμένοις αὐτοῦ, καὶ πάλιν οἱ φθαρήσεσθαι τοῖς φθαρτὸν μὲν εἶναι φύσει, μηδέποτε δὲ φθαρησόμενον διὰ τὸ κραταιοτέρῳ δεσμῷ, τῇ τοῦ πεποιηκότος βουλήσει, συνέχεσθαι, καὶ οἱ μηδὲν εἶναι ὁμολογοῦντες ἀλλὰ πάντα γίνεσθαι τοῖς ὑπολαμβάνουσι τἀναντία, καὶ οἱ πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι διεξιόντες τοῖς τὰ αἰσθήσεως καὶ τὰ διανοίας κριτήρια συγχέουσι, καὶ συνόλως οἱ πάντα ἀκατάληπτα εἰσηγούμενοι τοῖς γνωρίζεσθαι πάμπολλα φάσκουσιν.   247. καὶ ἥλιος μέντοι καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός, γῆ τε καὶ ἀὴρ καὶ ὕδωρ, τά τε ἐξ αὐτῶν σχεδὸν πάντα τοῖς σκεπτικοῖς ἔριδας καὶ φιλονεικίας παρεσχήκασιν, οὐσίας καὶ ποιότητας, μεταβολάς τε αὖ καὶ τροπὰς καὶ γενέσεις, ἔτι δὲ φθορὰς αὐτῶν ἀναζητοῦσιν· μεγέθους τε πέρι καὶ κινήσεως τῶν κατ’ οὐρανὸν οὐ πάρεργον ποιούμενοι τὴν ἔρευναν ἑτεροδοξοῦσιν οὐ συμφερόμενοι, μέχρις ἂν ὁ μαιευτικὸς ὁμοῦ καὶ δικαστικὸς ἀνὴρ συγκαθίσας θεάσηται τὰ τῆς ἑκάστου γεννήματα ψυχῆς καὶ τὰ μὲν οὐκ ἄξια τροφῆς ἀπορρίψῃ, τὰ δ’ ἐπιτήδεια διασώσῃ καὶ προνοίας τῆς ἁρμοττούσης ἀξιώσῃ.   248. τὰ δὲ κατὰ τὴν φιλοσοφίαν μεστὰ διαφωνίας γέγονε τὸν πιθανὸν καὶ στοχαστικὸν νοῦν τῆς ἀληθείας ἀποδιδρασκούσης· τὸ γὰρ δυσεύρετον καὶ δυσθήρατον αὐτῆς τὰς λογικάς, ὡς οἶμαι, στάσεις ἐγέννησε.

249. «Περὶ δὲ ἡλίου» φησί «δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ» (Gen. 15, 12). ἔκστασις ἡ μέν ἐστι λύττα μανιώδης παράνοιαν ἐμποιοῦσα κατὰ γῆρας ἢ μελαγχολίαν ἤ τινα ὁμοιότροπον ἄλλην αἰτίαν, ἡ δὲ σφοδρὰ κατάπληξις ἐπὶ τοῖς ἐξαπιναίως καὶ ἀπροσδοκήτως ¦ συμβαίνειν εἰωθόσιν, ἡ δὲ ἠρεμία διανοίας, εἰ δὴ πέφυκέ ποτε ἡσυχάζειν, ἡ δὲ πασῶν ἀρίστη ἔνθεος κατοκωχή τε καὶ μανία, ᾗ τὸ προφητικὸν γένος χρῆται.   250. τῆς μὲν οὖν πρώτης ἐν ταῖς <ἐν> Ἐπινομίδι γραφείσαις ἀραῖς διαμέμνηται – παραπληξίαν γάρ φησι καὶ ἀορασίαν καὶ ἔκστασιν διανοίας καταλήψεσθαι τοὺς ἀσεβοῦντας, ὡς μηδὲν διοίσειν τυφλῶν ἐν μεσημβρίᾳ καθάπερ ἐν βαθεῖ σκότῳ ψηλαφώντων (Deut. 28, 28. 29),  – 251. τῆς δὲ δευτέρας πολλαχοῦ – «ἐξέστη» γάρ φησιν «Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ ἐνεγκών μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ ἐλθεῖν, καὶ εὐλόγησα αὐτόν; καὶ εὐλογημένος ἔστω» (Gen. 27, 33), καὶ ἐπὶ τοῦ Ἰακὼβ ἀπιστοῦντος τοῖς λέγουσιν, ὅτι «ζῇ Ἰωσὴφ καὶ ἄρχει πάσης γῆς Αἰγύπτου»· «ἐξέστη» γάρ φησι «τῇ διανοίᾳ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς» (Gen. 45, 26), καὶ ἐν Ἐξαγωγῇ κατὰ τὴν ἐκκλησίαν· «τὸ γὰρ ὄρος» φησί «τὸ Σινὰ ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι τὸν θεὸν ἐπ’ αὐτὸ ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡσεὶ ἀτμὶς καμίνου· καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα» (Exod. 19, 18), καὶ ἐν τῷ Λευιτικῷ κατὰ τὴν τῶν ἱερῶν τελείωσιν ἡμέρᾳ τῇ ὀγδόῃ, ὁπότε «ἐξῆλθε πῦρ ἀπ’ οὐρανοῦ καὶ κατέφαγε τὰ ἐπὶ τοῦ θυσιαστηρίου, τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα»· λέγεται γὰρ εὐθύς· «καὶ εἶδε πᾶς ὁ λαὸς καὶ ἐξέστη, καὶ ἔπεσαν ἐπὶ πρόσωπον» (Lev. 9, 24)· ἡ γὰρ τοιαύτη ἔκστασις πτόησιν καὶ δεινὴν κατάπληξιν ἐμποιεῖ  – 252. (ἀλλ’ οὐκ ἄξιον θαυμάσαι καὶ ἐπὶ τοῦ Ἠσαῦ, ὅτι εἰδὼς κυνηγεῖν ἀεὶ θηρεύεται καὶ πτερνίζεται τὴν τέχνην ἐπὶ βλάβῃ κτησάμενος, οὐκ ὠφελείᾳ, θηρεύειν δὲ οὐδέποτε ἐσπούδασε, καὶ ἐπὶ τοῦ Ἰακώβ, ὅτι θηρεύει μὴ μαθών, ἀλλὰ φύσει κινούμενος τὸ πάθος, καὶ φέρει τῷ δοκιμαστῇ, ὃς εἰ δοκιμόν ἐστι διαγνώσεται, διὸ ἀπὸ πάντων φάγεται (Gen. 27, 33)   253. πάντα γὰρ τὰ τῆς ἀσκήσεως ἐδώδιμα καθέστηκεν, ἡ ζήτησις, ἡ σκέψις, ἡ ἀνάγνωσις, ἡ ἀκρόασις, ἡ προσοχή, ἡ ἐγκράτεια, ἡ ἐξαδιαφόρησις τῶν ἀδιαφόρων. ἀπὸ πάντων δὲ τὰς ἀπαρχὰς δήπουθεν ἔφαγεν, ἀλλ’ οὐ πάντα· ἔδει γὰρ ὑπολείπεσθαι καὶ τῷ ἀσκητῇ τροφὰς οἰκείας ὡς ἆθλα.   254. «πρὸ τοῦ σὲ ἐλθεῖν» φυσικῶς· ἐὰν γὰρ ἔλθῃ τὸ πάθος εἰς τὴν ψυχήν, οὐκ ἀπολαύσομεν ἐγκρατείας· ἐλέγχει δὲ καὶ τὸν φαῦλον ὡς βραδὺν καὶ ὀκνηρὸν καὶ μελλητὴν πρὸς τὰ παιδείας ἔργα, ἀλλ’ οὐ πρὸς τὰ ἀκολασίας.   255. ἐργοδιώκτας οὖν Αἴγυπτος ἔχει πρὸς τὴν τῶν παθῶν ἐπισπεύδοντας ἀπόλαυσιν, Μωυσῆς δ’ ἔμπαλιν μετὰ σπουδῆς παραγγέλλει τὸ Πάσχα ἐσθίειν, τὴν ἀπὸ τούτων διάβασιν εὐωχεῖσθαι. καὶ ὁ Ἰούδας φησίν· «εἰ μὴ γὰρ ἐβραδύναμεν, ¦ ἤδη ἂν ὑπεστρέψαμεν δίς» (Gen. 43, 10), οὔ φησι κατέβημεν εἰς Αἴγυπτον, ἀλλ’ ἐκεῖθεν ἐπανεσώθημεν.   256. εἰκότως καὶ Ἰακὼβ τεθαύμακεν, εἰ ἔτι ὁ ἐν σώματι νοῦς, Ἰωσήφ, ζῇ πρὸς ἀρετὴν καὶ ἄρχει (Gen. 45, 26) τοῦ σώματος, ἀλλ’ οὐκ ἄρχεται πρὸς αὐτοῦ. καὶ τἄλλα ἐπιὼν ἄν τις ὑποδείγματα τἀληθὲς ἰχνεύειν δυνηθείη. πρόκειται δ’ οὐ περὶ τούτων νῦν ἀκριβολογεῖσθαι, διὸ ἐπὶ τὰ ἑξῆς τρεπτέον),   257. τῆς δὲ τρίτης ἐν οἷς τὰ περὶ τὴν τῆς γυναικὸς γένεσιν φιλοσοφεῖ – «ἐπέβαλε γὰρ ὁ θεὸς» φησίν «ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν» (Gen. 2, 21), ἔκστασιν τὴν ἡσυχίαν καὶ ἠρεμίαν τοῦ νοῦ παραλαμβάνων· ὕπνος γὰρ νοῦ ἐγρήγορσίς ἐστιν αἰσθήσεως, καὶ γὰρ ἐγρήγορσις διανοίας αἰσθήσεως ἀπραξία,  – 258. τῆς δὲ τετάρτης ὃ νῦν σκοποῦμεν· «περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβραάμ»· ἐνθουσιῶντος καὶ θεοφορήτου τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτο μόνον διασυνίστησιν αὐτὸν προφήτην, ἀλλὰ καὶ γράμμα ῥητὸν ἐστηλιτευμένον <ἐν> ἱεραῖς βίβλοις, ἡνίκα τις ἐπεχείρησε τὴν ἐκ φύσεως ἄρχουσαν ἀρετήν, Σάρραν, αὐτοῦ διοικίζειν, ὡς οὐκ ἴδιον σοφοῦ καὶ μόνου κτῆμα, ἀλλὰ παντὸς τοῦ φρόνησιν ἐπιμορφάζοντος. «ἀπόδος» γάρ φησι «τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσεις» (Gen. 20, 7).   259. παντὶ δὲ ἀστείῳ προφητείαν ὁ ἱερὸς λόγος μαρτυρεῖ· προφήτης γὰρ ἴδιον μὲν οὐδὲν ἀποφθέγγεται, ἀλλότρια δὲ πάντα ὑπηχοῦντος ἑτέρου· φαύλῳ δ’ οὐ θέμις ἑρμηνεῖ γενέσθαι θεοῦ, ὥστε κυρίως μοχθηρὸς οὐδεὶς ἐνθουσιᾷ, μόνῳ δὲ σοφῷ ταῦτ’ ἐφαρμόττει, ἐπεὶ καὶ μόνος ὄργανον θεοῦ ἐστιν ἠχεῖον, κρουόμενον καὶ πληττόμενον ἀοράτως ὑπ’ αὐτοῦ.   260. πάντας γοῦν ὁπόσους ἀνέγραψε δικαίους κατεχομένους καὶ προφητεύοντας εἰσήγαγεν. ὁ Νῶε δίκαιος· ἆρ’ οὐ καὶ εὐθὺς προφήτης; ἢ τὰς εὐχὰς καὶ κατάρας ἃς ἐπὶ ταῖς αὖθις γενεαῖς ἐποιήσατο (Gen. 9, 25 ss.)   261. ἔργων ἀληθείᾳ βεβαιωθείσας οὐ κατεχόμενος ἐθέσπισε; τί δὲ Ἰσαάκ; τί δὲ Ἰακώβ; καὶ γὰρ οὗτοι διά τε ἄλλων πολλῶν καὶ μάλιστα διὰ τῶν εἰς τοὺς ἐκγόνους προσρήσεων ὁμολογοῦνται προφητεῦσαι. τὸ γὰρ «συνάχθητε, ἵνα ἀπαγγείλω τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν» (Gen. 49, 1) ἐνθουσιῶντος ἦν· ἡ γὰρ τῶν μελλόντων κατάληψις ἀνοίκειος ἀνθρώπῳ.   262. τί δὲ ¦ Μωυσῆς; οὐ προφήτης ᾄδεται πανταχοῦ; λέγει γάρ· «ἐὰν γένηται ὑμῶν προφήτης κυρίου, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι, Μωυσῇ δὲ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων» (Num. 12, 6. 8), καὶ πάλιν «οὐκ ἀνέστη ἔτι προφήτης ὡς Μωυσῆς, ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον πρὸς πρόσωπον» (Deut. 34, 10).   263. παγκάλως οὖν τὸν ἐνθουσιῶντα μηνύει φάσκων «περὶ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν» (Gen. 15, 12), ἥλιον διὰ συμβόλου τὸν ἡμέτερον καλῶν νοῦν· ὅπερ γὰρ ἐν ἡμῖν λογισμός, τοῦτο ἐν κόσμῳ ἥλιος, ἐπειδὴ φωσφορεῖ ἑκάτερος, ὁ μὲν τῷ παντὶ φέγγος αἰσθητὸν ἐκπέμπων, ὁ δὲ ἡμῖν αὐτοῖς τὰς νοητὰς διὰ τῶν καταλήψεων αὐγάς.   264. ἕως μὲν οὖν ἔτι περιλάμπει καὶ περιπολεῖ ἡμῶν ὁ νοῦς μεσημβρινὸν οἷα φέγγος εἰς πᾶσαν τὴν ψυχὴν ἀναχέων, ἐν ἑαυτοῖς ὄντες οὐ κατεχόμεθα· ἐπειδὰν δὲ πρὸς δυσμὰς γένηται, κατὰ τὸ εἰκὸς ἔκστασις καὶ ἡ ἔνθεος ἐπιπίπτει κατοκωχή τε καὶ μανία. ὅταν μὲν γὰρ φῶς τὸ θεῖον ἐπιλάμψῃ, δύεται τὸ ἀνθρώπινον, ὅταν δ’ ἐκεῖνο δύηται, τοῦτ’ ἀνίσχει καὶ ἀνατέλλει.   265. τῷ δὲ προφητικῷ γένει φιλεῖ τοῦτο συμβαίνειν· ἐξοικίζεται μὲν γὰρ ἐν ἡμῖν ὁ νοῦς κατὰ τὴν τοῦ θείου πνεύματος ἄφιξιν, κατὰ δὲ τὴν μετανάστασιν αὐτοῦ πάλιν εἰσοικίζεται· θέμις γὰρ οὐκ ἔστι θνητὸν ἀθανάτῳ συνοικῆσαι. διὰ τοῦτο ἡ δύσις τοῦ λογισμοῦ καὶ τὸ περὶ αὐτὸν σκότος ἔκστασιν καὶ θεοφόρητον μανίαν ἐγέννησε.   266. τὸ δὲ ἀκόλουθον προσυφαίνει τῇ γραφῇ φάσκων «ἐρρέθη πρὸς Ἀβραάμ» (Gen. 15, 13)· ὄντως γὰρ ὁ προφήτης, καὶ ὁπότε λέγειν δοκεῖ, πρὸς ἀλήθειαν ἡσυχάζει, καταχρῆται δὲ ἕτερος αὐτοῦ τοῖς φωνητηρίοις ὀργάνοις, στόματι καὶ γλώττῃ, πρὸς μήνυσιν ὧν ἂν θέλῃ· τέχνῃ δὲ ἀοράτῳ καὶ παμμούσῳ ταῦτα κρούων εὔηχα καὶ παναρμόνια καὶ γέμοντα συμφωνίας τῆς πάσης ἀποτελεῖ.

267. Τίνα δ’ ἐστὶν ἃ ἐρρέθη προθεσπισθέντα, καλὸν ἀκοῦσαι· πρῶτον μέν, ὅτι τῷ φιλαρέτῳ κατοικεῖν οὐ δίδωσιν ὁ θεὸς ὡς ἐν οἰκείᾳ γῇ τῷ σώματι, ἀλλὰ παροικεῖν ὡς ἐν ἀλλοδαπῇ μόνον ἐπιτρέπει χώρᾳ. «γινώσκων» γάρ φησι «γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ» (Gen. 15, 13). παντὸς δὲ φαύλου συγγενὲς τὸ σώματος χωρίον, ἐν ᾧ μελετᾷ κατοικεῖν, οὐ παροικεῖν.   268. ἓν μὲν δὴ παίδευμα τοῦτο· ἕτερον δέ, ὅτι τὰ δουλείαν καὶ κάκωσιν καὶ δεινήν, ὡς αὐτὸς ἔφη, ταπείνωσιν ἐπάγοντα τῇ ψυχῇ τὰ κατὰ γῆν ἐστιν οἰκίδια· νόθα γὰρ καὶ ξένα διανοίας τὰ σώματος ὡς ἀληθῶς πάθη, σαρκὸς ἐκπεφυκότα, ᾗ προσερρίζωται.   269. τετρακόσια δὲ ἔτη γίνεται ἡ δουλεία (Gen. 15, 13) κατὰ τὰς τῶν τεττάρων παθῶν δυνάμεις. ἀρχούσης μὲν γὰρ ἡδονῆς μετεωρίζεται καὶ φυσᾶται τὸ φρόνημα, χαύνῳ ¦ κουφότητι ἐξαιρόμενον· ὅταν δὲ ἐπιθυμία κρατήσῃ, ἔρως ἐγγίνεται τῶν ἀπόντων καὶ τὴν ψυχὴν ὥσπερ ἀπ’ ἀγχόνης ἐλπίδος ἀτελοῦς ἐκρέμασε· διψῇ μὲν γὰρ ἀεί, πιεῖν δὲ ἀδυνατεῖ ταντάλειον τιμωρίαν ὑπομένουσα.   270. κατὰ δὲ τὴν τῆς λύπης δυναστείαν συνάγεται καὶ συστέλλεται φυλλορροούντων καὶ ἀφαυαινομένων τρόπον δένδρων· τὸ γὰρ εὐθαλὲς αὐτῆς καὶ πῖον ἰσχναίνεται. φόβου γε μὴν τυραννήσαντος οὐδεὶς ἔτι μένειν ἀξιοῖ, δρασμῷ δὲ καὶ φυγῇ χρῆται, μόνως ἂν οὕτως σωθήσεσθαι προσδοκῶν· ἐπιθυμία μὲν γὰρ ὁλκὸν ἔχουσα δύναμιν, κἂν φεύγῃ τὸ ποθούμενον, διώκειν ἀναγκάζει, φόβος δ’ ἔμπαλιν ἀλλοτριότητα ἐμποιῶν διοικίζει καὶ μακρὰν τοῦ φαινομένου διίστησιν.   271. αἱ δὲ τῶν λεχθέντων ἡγεμονίαι παθῶν βαρεῖαν τοῖς ἀρχομένοις ἐπάγουσι δουλείαν, ἄχρις ἂν ὁ βραβευτὴς καὶ δικαστὴς θεὸς διακρίνῃ τὸ κακούμενον ἀπὸ τοῦ κακοῦντος καὶ τὸ μὲν εἰς ἐλευθερίαν ἐξέληται παντελῆ, τῷ δὲ τἀπίχειρα ὧν ἐξήμαρτεν ἀποδῷ.   272. λέγεται γάρ· «τὸ δὲ ἔθνος ᾧ ἂν δουλεύσωσι κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς» (Gen. 15, 14). ἀνάγκη γὰρ θνητὸν ὄντα τῷ τῶν παθῶν ἔθνει πιεσθῆναι καὶ τὰς οἰκείους τῷ γενομένῳ κῆρας ἀναδέξασθαι, βούλημα δὲ θεοῦ τὰ σύμφυτα κακὰ τοῦ γένους ἡμῶν ἐπικουφίζειν·   273. ὥστε καὶ ἡμεῖς ἐν ἀρχῇ τὰ οἰκεῖα πεισόμεθα ὠμῶν γενόμενοι δεσποτῶν δοῦλοι, καὶ ὁ θεὸς τὸ οἰκεῖον ἐργάσεται ἑαυτῷ, ἄφεσιν καὶ ἐλευθερίαν ταῖς ἱκέτισιν αὐτοῦ ψυχαῖς προκηρύξας, οὐ μόνον λύσιν δεσμῶν καὶ ἔξοδον ἐκ τῆς περιπεφρουρημένης εἱρκτῆς παρασχόμενος, ἀλλὰ καὶ ἐφόδια δούς, ἅπερ ἀποσκευὴν ἐκάλεσε.   274. τί δὲ τοῦτ’ ἐστίν; ἐπειδὰν ἄνωθεν ἀπ’ οὐρανοῦ καταβὰς ὁ νοῦς ἐνδεθῇ ταῖς σώματος ἀνάγκαις, εἶτα ὑπὸ μηδεμιᾶς δελεασθεὶς οἷα ἀνδρόγυνος ἢ γύνανδρος τὰ ἡδέα ἀσπάσηται κακά, μείνας δὲ ἐπὶ τῆς ἑαυτοῦ φύσεως ἀνὴρ ὄντως τραχηλίζειν μᾶλλον ἢ τραχηλίζεσθαι δύνηται, τοῖς τῆς ἐγκυκλίου μουσικῆς ἐντραφεὶς ἅπασιν, ἐξ ὧν θεωρίας λαβὼν ἵμερον ἐγκράτειαν καὶ καρτερίαν, ἐρρωμένας ἀρετάς, ἐκτήσατο, μετανιστάμενος καὶ κάθοδον τὴν εἰς τὴν πατρίδα εὑρισκόμενος πάντ’ ἐπάγεται τὰ παιδείας, ἅπερ ἀποσκευὴ καλεῖται.

275. Τοσαῦτα καὶ περὶ τούτων εἰπὼν ἐπιλέγει· «σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρᾳ καλῷ» (Gen. 15, 15). οὐκοῦν οἱ μὲν ¦ ἀτελεῖς καὶ πολεμούμεθα καὶ δουλεύομεν καὶ μόλις ἀπαλλαγὴν τῶν ἐπικρεμασθέντων φοβερῶν εὑρισκόμεθα, τὸ δὲ τέλειον γένος ἀδούλωτον, ἀπολέμητον, εἰρήνῃ καὶ ἐλευθερίᾳ βεβαιοτάτῃ ἐντρεφόμενον.   276. δογματικῶς δὲ τὸν ἀστεῖον οὐκ ἀποθνῄσκοντα, ἀλλ’ ἀπερχόμενον εἰσήγαγεν, ἵν’ ἄσβεστον καὶ ἀθάνατον τὸ τῆς κεκαθαρμένης ἄκρως ψυχῆς ἀποφανῇ γένος, ἀποδημίᾳ τῇ ἐνθένδε πρὸς οὐρανὸν χρησόμενον, οὐ διαλύσει καὶ φθορᾷ, ἣν ἐπάγειν θάνατος δοκεῖ.   277. μετὰ δὲ τὸ «ἀπελεύσῃ» γέγραπται τὸ «πρὸς τοὺς πατέρας σου»· ποίους πατέρας, ἄξιον σκέψασθαι. τοὺς μὲν γὰρ ἐν τῇ Χαλδαίων χώρᾳ βεβιωκότας, οἷς μόνοις ἐχρήσατο συγγενέσιν, οὐκ ἂν λέγοι, διὰ τὸ χρησμῷ τῶν ἀφ’ αἵματος ἁπάντων διῳκίσθαι. «εἶπε» γάρ φησι «κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα» (Gen. 12, 1. 2).   278. τὸν γὰρ ἀλλοτριωθέντα ἐπιφροσύνῃ θείᾳ πῶς ἦν τοῖς αὐτοῖς εὔλογον οἰκειοῦσθαι πάλιν; πῶς δὲ τὸν ἔθνους καὶ γένους ἑτέρου μέλλοντα ἡγεμόνα ἔσεσθαι προσκληροῦσθαι τῷ παλαιῷ; οὐ γὰρ ἂν ἐχαρίζετο καινὸν τρόπον τινὰ καὶ νέον ἔθνος καὶ γένος αὐτῷ ὁ θεός, εἰ μὴ τοῦ ἀρχαίου κατὰ τὸ παντελὲς ἀπεσχοίνιζεν.   279. ἐθνάρχης γὰρ καὶ γενάρχης ὡς ἀληθῶς ἐστιν οὗτος, ἀφ’ οὗ καθάπερ ἀπὸ ῥίζης τὸ σκεπτικὸν καὶ θεωρητικὸν τῶν τῆς φύσεως πραγμάτων ἀνέβλαστεν ἔρνος, ὄνομα Ἰσραήλ· ἐπεὶ καὶ «τὰ παλαιὰ ἐκ προσώπου νέων ἐκφέρειν» διείρηται (Lev. 26, 10). ποῦ γὰρ ἀρχαιολογίας ἔτι καὶ παλαιῶν καὶ κατημαξευμένων ἐθῶν ὄφελος, οἷς ἐξαπιναίως οὐ προσδοκήσασιν ἀθρόα καὶ νέα ὤμβρησεν ἀγαθά;   280. πατέρας οὖν οὐχ ὧν μετανάστατος ἐγένετο ἡ ψυχὴ καλεῖ τοὺς ἐν τοῖς Χαλδαϊκοῖς κατορωρυγμένους μνήμασιν, ἀλλ’ ὡς μὲν ἔνιοί φασιν, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας – τὴν γὰρ τῶν κατὰ γῆν ἁπάντων γένεσιν διὰ τούτων λόγος ἔχει συνίστασθαι, – ὡς δέ τινες νομίζουσι, τὰς ἀρχετύπους ἰδέας, τὰ νοητὰ καὶ ἀόρατα ἐκεῖνα τῶν αἰσθητῶν καὶ ὁρωμένων τούτων παραδείγματα, πρὸς ἃ τὴν τοῦ σοφοῦ διάνοιαν μετοικίζεσθαι.   281. τινὲς δὲ πατέρας ὑπετόπασαν εἰρῆσθαι τὰς τέτταρας ἀρχάς τε καὶ δυνάμεις, ἐξ ὧν συνέστηκεν ὁ κόσμος, γῆν ὕδωρ ἀέρα καὶ πῦρ· εἰς γὰρ ταύτας ἕκαστον τῶν γενομένων φασὶν ἀναλύεσθαι δεόντως.   282. καθάπερ γὰρ ὀνόματα καὶ ῥήματα καὶ τὰ λόγου μέρη πάντα συνέστηκε μὲν ἐκ τῶν τῆς γραμματικῆς στοιχείων, ἀναλύεται δὲ πάλιν εἰς ἔσχατα ἐκεῖνα, τὸν αὐτὸν τρόπον ἕκαστος ἡμῶν συγκριθεὶς ἐκ τῶν τεττάρων καὶ δανεισάμενος ἀφ’ ἑκάστης οὐσίας μικρὰ μόρια, ¦ καθ’ ὡρισμένας περιόδους καιρῶν ἐκτίνει τὸ δάνειον, εἰ μέν τι ξηρὸν εἴη, ἀποδιδοὺς γῇ, εἰ δέ τι ὑγρόν, ὕδατι, εἰ δὲ ψυχρόν, ἀέρι, εἰ δ’ ἔνθερμον, πυρί.   283. τὰ μὲν σωματικὰ ταῦτα, τὸ δὲ νοερὸν καὶ οὐράνιον τῆς ψυχῆς γένος πρὸς αἰθέρα τὸν καθαρώτατον ὡς πατέρα ἀφίξεται. πέμπτη γάρ, ὡς ὁ τῶν ἀρχαίων λόγος, ἔστω τις οὐσία κυκλοφορητική, τῶν τεττάρων κατὰ τὸ κρεῖττον διαφέρουσα, ἐξ ἧς οἵ τε ἀστέρες καὶ ὁ σύμπας οὐρανὸς ἔδοξε γεγενῆσθαι, ἧς κατ’ ἀκόλουθον θετέον καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀπόσπασμα.   284. τὸ δὲ «μετ’ εἰρήνης τραφεὶς» οὐκ ἀπὸ σκοποῦ προσδιώρισται, ἀλλ’ ὅτι σχεδὸν τὸ πλεῖστον ἀνθρώπων γένος ἐπὶ πολέμῳ καὶ τοῖς ἐκ πολέμου κακοῖς πᾶσι τρέφεται. πόλεμος δ’ ὁ μὲν ἀπὸ τῶν ἐκτός ἐστιν, ὃν ἀδοξία καὶ πενία καὶ δυσγένεια καὶ τὰ ὁμοιότροπα ἐπάγουσιν, ὁ δ’ ἀπὸ τῶν ἐμφυλίων, κατὰ μὲν τὸ σῶμα ἀσθένειαι, λῶβαι, πηρώσεις παντελεῖς καὶ κηρῶν σωρὸς ἄλλων ἀμυθήτων, κατὰ δὲ τὴν ψυχὴν πάθη, νοσήματα, ἀρρωστήματα, δι’ ἀφροσύνης καὶ ἀδικίας καὶ τῶν ὁμοτυράννων χαλεπαὶ καὶ βαρύταται ἐπαναστάσεις καὶ ἀκαθαίρετοι δυναστεῖαι.   285. «μετ’ εἰρήνης οὖν τραφεὶς» γαληνὸν καὶ εὔδιον κτησάμενος βίον, εὐδαίμον’ ὡς ἀληθῶς καὶ μακάριον. πότε οὖν τοῦτο συμβήσεται; ὅταν εὐοδῇ μὲν τὰ ἐκτὸς πρὸς εὐπορίαν καὶ εὐδοξίαν, εὐοδῇ δὲ τὰ σώματος πρὸς ὑγίειάν τε καὶ ἰσχύν, εὐοδῇ δὲ τὰ ψυχῆς πρὸς ἀπόλαυσιν ἀρετῶν.   286. χρῄζει γὰρ ἕκαστον οἰκείων δορυφόρων· δορυφορεῖται δὲ σῶμα μὲν εὐδοξίᾳ καὶ περιουσίᾳ καὶ ἀφθονίᾳ πλούτου, ψυχὴ δὲ τῷ τοῦ σώματος ὁλοκλήρῳ καὶ κατὰ πάντα ὑγιεινῷ, ὁ δὲ νοῦς ὑπὸ τῶν ἐν ταῖς ἐπιστήμαις θεωρημάτων· ἐπεὶ ὅτι γε εἰρήνης οὐχ ἣν αἱ πόλεις ἄγουσι μέμνηται, σαφές ἐστι τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς· μεγάλους <γὰρ> καὶ βαρεῖς πολέμους Ἀβραὰμ ἀνεδέξατο, οὓς καθῃρηκὼς φαίνεται.   287. καὶ ἡ τῆς πατρῴας μέντοι γῆς ἀπόλειψις μετανισταμένῳ καὶ πάλιν οἰκῆσαι μὴ δυναμένῳ, φορουμένῳ δὲ ὧδε κἀκεῖσε καὶ ἐρήμους καὶ ἀτριβεῖς ὁδοὺς ἀλωμένῳ τῷ μὴ θεοπροπίοις καί τισι θεσφάτοις πεπιστευκότι βαρὺς ἦν πόλεμος. ἀλλ’ ἔδει γὰρ καὶ τρίτον τι τῶν φοβερῶν προσεπιδαψιλεύσασθαι, λιμόν, μεταναστάσεως καὶ πολέμου κακὸν χεῖρον.   288. ποίαν οὖν εἰρήνην ἤγαγεν; τὸ γάρ, οἶμαι, μετανίστασθαι καὶ ἀνίδρυτον εἶναι καὶ βασιλέων ἀμάχοις ἐναντιοῦσθαι δυνάμεσι καὶ λιμῷ πιέζεσθαι πόλεμον οὐχ ἕνα, πολλοὺς δὲ καὶ πολυτρόπους ἔοικε μηνύειν.   289. ἀλλ’ ἔν γε ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσιν εἰρήνης ἀκράτου δεῖγμα ἕκαστον αὐτῶν εἶναι συμβέβηκε· παθῶν γὰρ ¦ ἔνδεια καὶ λιμὸς καὶ καθαίρεσις ἐχθρῶν ἀδικημάτων καὶ μετανάστασις ἀπὸ Χαλδαϊκῆς δόξης πρὸς τὴν φιλόθεον, τουτέστιν ἀπὸ τοῦ γεγονότος αἰσθητοῦ πρὸς τὸ νοητὸν καὶ πεποιηκὸς αἴτιον, εὐνομίαν καὶ εὐστάθειαν κατασκευάζουσιν.   290. ὑπισχνεῖται δὲ τῷ τοιαύτην ἄγοντι εἰρήνην καλὸν γῆρας, οὐ δήπου τὴν πολυχρόνιον ἀλλὰ τὴν μετὰ φρονήσεως ζωήν· τὸ γὰρ εὐήμερον πολυετίας κρεῖττον, ὅσῳ καὶ βραχύτερον φῶς σκότους αἰωνίου. μίαν γὰρ ἡμέραν ὑγιῶς εἶπέ τις προφητικὸς ἀνὴρ βούλεσθαι βιῶναι μετ’ ἀρετῆς ἢ μυρία ἔτη ἐν σκιᾷ θανάτου (Psalm. 83, 11), θάνατον μέντοι τῶν φαύλων αἰνιττόμενος βίον.   291. τὸ δὲ αὐτὸ καὶ νῦν ἔργοις μᾶλλον ἢ ῥήμασι διασυνίστησι Μωυσῆς· ὃν γὰρ ἀναγράφει γήρᾳ χρησόμενον καλῷ, τῶν πρὸ αὐτοῦ σχεδὸν ἁπάντων ὀλιγοχρονιώτατον εἰσήγαγε, φιλοσοφῶν καὶ διδάσκων ἡμᾶς, τίς ὁ πρὸς ἀλήθειαν εὐγήρως ἐστίν, ἵνα μὴ πολὺν τῦφον ἐπὶ τοῦ φανεροῦ σώματός ποτε ἀποδεξώμεθα γέμοντα αἰσχύνης καὶ πολλῶν ὀνειδῶν, ἀλλ’ εὐβουλίαν καὶ σταθερότητα ψυχῆς ἰδόντες τὸ γέρως ἀδελφὸν καὶ παρώνυμον καλὸν γῆρας ἐπιφημίσωμέν τε καὶ μαρτυρήσωμεν.   292. δογματικῶς οὖν ἄκουε κατὰ τὸν νομοθέτην μόνον τὸν ἀστεῖον εὐγήρων καὶ μακροβιώτατον, ὀλιγοχρονιώτατον δὲ τὸν φαῦλον, ἀποθνῄσκειν ἀεὶ μανθάνοντα, μᾶλλον δὲ τὴν ἀρετῆς ζωὴν ἤδη τετελευτηκότα.

293. Λέγεται δ’ ἑξῆς· «τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε» (Gen. 15, 16), οὐχ ἵνα αὐτὸ μόνον μηνυθῇ χρόνος, ἐν ᾧ τὴν ἱερὰν οἰκήσουσι γῆν, ἀλλὰ καὶ ὑπὲρ τοῦ τελείαν ἀποκατάστασιν ψυχῆς παραστῆσαι. γίνεται δὲ ὡσανεὶ τετάρτῃ γενεᾷ· ὃν δὲ τρόπον, ἄξιον συνδιασκέψασθαι.   294. ἀποκυηθὲν τὸ βρέφος ἄχρι τῆς πρώτης ἑπταετίας ἐν ἡλικίᾳ τῇ παιδικῇ ψυχῆς ἀκραιφνοῦς μεμοίραται, λείῳ μάλιστα ἐμφεροῦς κηρῷ, τοῖς ἀγαθῶν καὶ κακῶν χαρακτῆρσι μήπω τετυπωμένης· καὶ γὰρ ὅσα γράφεσθαι δοκεῖ, ὑγρότητι ἐπαλειφόμενα συγχεῖται.   295. πρώτη μὲν ἥδε ὡσανεὶ γενεὰ ψυχῆς· δευτέρα δέ, ἥτις μετὰ τὴν παιδικὴν ἡλικίαν κακοῖς ἄρχεται συζῆν, ἅ τε ἐξ ἑαυτῆς εἴωθε γεννᾶν ψυχὴ καὶ ὅσα παρὰ τῶν ἄλλων ἀσμένη δέχεται. διδάσκαλοί τε γὰρ ἁμαρτημάτων μυρίοι, τίτθαι καὶ παιδαγωγοὶ καὶ γονεῖς καὶ οἱ κατὰ πόλεις γεγραμμένοι καὶ ἄγραφοι νόμοι θαυμάζοντες ἃ χρὴ γελᾶσθαι, καὶ ἄνευ τῶν διδαξόντων αὐτομαθής ἐστιν αὐτὴ πρὸς τὰ ὑπαίτια, ὡς ὑπ’ εὐφορίας ἀεὶ κακῶν βρίθειν.   296. «ἔγκειται» γάρ φησι Μωυσῆς «ἡ διάνοια τοῦ ἀνθρώπου ¦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος» (Gen. 8, 21). ἥδ’ ἐστὶν ἡ ἐπαρατοτάτη γενεὰ μὲν συμβολικῶς, κυρίως δὲ ἡλικία, καθ’ ἣν τό τε σῶμα ἡβᾷ καὶ ἡ ψυχὴ πεφύσηται, τῶν ἐντυφομένων ἀναρριπιζομένων παθῶν, ἅλως τε καὶ ἀστάχυς καὶ πεδία (Exod. 22, 6) καὶ ὅσα ἂν τύχῃ καταπιμπράντων.   297. ταύτην τὴν ἐπίνοσον γενεὰν ἢ ἡλικίαν ὑπό τινος τρίτης οἷα ὑπὸ ἰατρικῆς φιλοσοφίας νοσηλευθῆναι χρή, κατεπᾳσθεῖσαν λόγοις ὑγιεινοῖς καὶ σωτηρίοις, δι’ ὧν κένωσιν μὲν ἐνδέξεται τῆς ἀμέτρου τῶν ἁμαρτημάτων πλησμονῆς, πλήρωσιν δὲ λιμηρᾶς κενώσεως τῶν κατορθωμάτων καὶ ἐρημίας δεινῆς.   298. μετὰ τὴν θεραπείαν οὖν ταύτην γενεᾷ τετάρτῃ φύεται ψυχῇ δύναμίς τε καὶ ῥώμη κατὰ τὴν τῆς φρονήσεως βεβαιοτάτην ἀνάληψιν καὶ τὸ ἐν ἁπάσαις ἀρεταῖς ἀκλινές τε καὶ πάγιον. τοῦτ’ ἐστὶ τὸ λεγόμενον· «τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε.» κατὰ γὰρ τὸν δειχθέντα τέταρτον ἀριθμὸν ἀποστραφεῖσα τοῦ διαμαρτάνειν ἡ ψυχὴ κληρονόμος ἀποδείκνυται σοφίας.   299. πρῶτος μὲν γὰρ ἀριθμός, καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν λαβεῖν ἔννοιαν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης· δεύτερος δέ, καθ’ ὃν φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα· τρίτος δέ, ἐν ᾧ θεραπευόμεθα, τὰ νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες· τέταρτος δέ, ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ ἔξεστι.   300. τὸ δὲ ἄχρι τίνος, αὐτὸς μηνύσει λέγων· «οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἀνομίαι τῶν Ἀμορραίων» (Gen. 15, 16). δίδωσι δὲ ἀφορμὴν τοῖς ἀσθενεστέροις τὰ τοιαῦτα, ὡς ὑπολαμβάνειν, ὅτι Μωυσῆς εἱμαρμένην καὶ ἀνάγκην ὡς αἰτίας τῶν γινομένων ἁπάντων εἰσάγει.   301. χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι ἀκολουθίαν μὲν καὶ εἱρμὸν καὶ ἐπιπλοκὰς αἰτιῶν ἅτε φιλόσοφος καὶ θεοφράδμων ἀνὴρ οἶδεν, τούτοις δ’ οὐκ ἀνάπτει τὰς τῶν γινομένων αἰτίας. ἐφαντασιώθη γὰρ πρεσβύτερον ἄλλο ἐποχούμενον τοῖς ὅλοις ἡνιόχου τρόπον ἢ κυβερνήτου· πηδαλιουχεῖ γὰρ τὸ κοινὸν τοῦ κόσμου σκάφος, ᾧ τὰ πάντα ἐμπλεῖ, καὶ τὸ πτηνὸν ἅρμα, τὸν σύμπαντα οὐρανόν, ἡνιοχεῖ χρώμενον αὐτεξουσίῳ καὶ αὐτοκράτορι βασιλείᾳ.   302. τί οὖν καὶ περὶ τούτων λεκτέον; ἑρμηνεύονται Ἀμορραῖοι λαλοῦντες, τὸ δὲ μέγιστον ἀγαθὸν ἀνθρώπῳ δωρηθὲν ὑπὸ φύσεως, τὸν λόγον, μυρίοι τῶν λαβόντων διέφθειραν ἀχαρίστως καὶ ἀπίστως τῇ δούσῃ προσενεχθέντες. οὗτοι δέ εἰσιν οἱ γόητες, οἱ κόλακες, οἱ πιθανῶν σοφισμάτων εὑρεταί, ¦ φενακίσαι καὶ παρακρούσασθαι μόνον εὖ εἰδότες, τοῦ ἀψευδεῖν οὐ πεφροντικότες. ἐπιτηδεύουσι μέντοι καὶ ἀσάφειαν, ἀσάφεια δὲ βαθὺ σκότος ἐν λόγῳ, κλέπταις δὲ συνεργὸν τὸ σκότος.   303. οὗ χάριν Μωυσῆς τὸν ἀρχιερέα δηλώσει καὶ ἀληθείᾳ διακεκόσμηκεν (Exod. 28, 26), ἀρίδηλον ἀξιῶν εἶναι καὶ ἀληθῆ τὸν τοῦ σπουδαίου λόγον. οἱ δὲ πολλοὶ τὸν ἄδηλον καὶ ψευδῆ μεταδιώκουσιν, ᾧ συνεπιγράφεται πᾶς ὁ τῶν ἀγελαίων καὶ ἠμελημένων ἀνθρώπων ἀπατώμενος ὄχλος.   304. ἕως μὲν οὖν «οὐκ ἀναπεπλήρωται τὰ ἁμαρτήματα τῶν Ἀμορραίων», τουτέστι τῶν σοφιστικῶν λόγων διὰ τὸ ἀνεξέλεγκτον, ἀλλ’ ἔτι ὁλκὸν ἔχοντα δύναμιν ταῖς πιθανότησιν ἡμᾶς ἐπάγεται, [καὶ] ἀποστραφῆναι καὶ καταλιπεῖν αὐτὰ οὐ δυνάμενοι τῷ δελεάζεσθαι καταμένομεν.   305. ἐὰν δὲ πᾶσαι αἱ ψευδεῖς πιθανότητες διελεγχθῶσιν ὑπὸ τῶν ἀληθῶν πίστεων καὶ πλήρεις αὐτῶν καὶ ἐπιχειλεῖς αἱ ἁμαρτίαι περιφανῶσιν, ἀποδρασόμεθα ἀμεταστρεπτὶ καὶ μονονοὺ τὰ ἀπόγαια ἀράμενοι τῆς τῶν ψευσμάτων καὶ σοφισμάτων χώρας ἐξαναχθησόμεθα, τοῖς ἀληθείας ναυλοχωτάτοις ὑποδρόμοις καὶ λιμέσιν ἐνορμίσασθαι ἐπειγόμενοι.   306. τοιοῦτον δὴ τὸ δηλούμενον ὑπὸ τῆς προτάσεως· ἀμήχανον γὰρ ἀποστραφῆναι καὶ μισῆσαι καὶ καταλιπεῖν τὸ πιθανὸν ψεῦδος, εἰ μὴ τὸ περὶ αὐτὸ ἁμάρτημα πλῆρες ἀναφανείη καὶ τέλειον· ἀναφανεῖται δὲ ἐκ τοῦ μὴ περιέργως διελεγχθῆναι κατὰ τὴν τοῦ ἀληθοῦς ἀντίταξιν καὶ βεβαίωσιν.

307. Λέγει δὲ ἑξῆς· «ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο» (Gen. 15, 17), δηλῶν ὅτι ἀρετὴ πρᾶγμά ἐστιν ὀψίγονον καὶ μήν, ὡς ἔφασάν τινες, πρὸς αὐταῖς τοῦ βίου δυσμαῖς βεβαιούμενον. ἀρετὴν δὲ ἀπεικάζει φλογί· καθάπερ γὰρ ἡ φλὸξ καίει μὲν τὴν παραβληθεῖσαν ὕλην, φωτίζει δὲ τὸν γείτονα ἀέρα, τὸν αὐτὸν τρόπον ἐμπίπρησι μὲν τὰ ἁμαρτήματα ἡ ἀρετή, φέγγους δὲ τὴν ὅλην ἀναπίμπλησι διάνοιαν.   308. ἀλλὰ γὰρ ἔτι τῶν ἀδιαιρέτων καὶ ἀμερίστων λόγων ἐπικρατούντων ταῖς πιθανότησιν, οὓς Ἀμορραίους ἀνακαλεῖ, περιφανεστάτην καὶ ἄσκιον αὐγὴν ἰδεῖν οὐ δυνάμεθα· κλιβάνου δ’ εἱλικρινὲς πῦρ οὐκ ἔχοντος, ἀλλ’ ὡς αὐτὸς ἔφη (Gen. 15, 17) καπνιζομένου τρόπον διακείμεθα, σπινθῆρσι μὲν τῆς ἐπιστήμης ὑποτυφόμενοι, μήπω δὲ καθαρῷ πυρὶ δοκιμασθῆναι καὶ κραταιωθῆναι δυνάμενοι.   309. πολλὴ δὲ τῷ σπείραντι τοὺς σπινθῆρας χάρις, ἵνα μὴ νεκρῶν τρόπον σωμάτων ὁ νοῦς ὑπὸ παθῶν καταψυχθῇ, ἀλλ’ ἔνθερμος ὢν καὶ χλιαινόμενος ὑπεκκαύμασιν ἀρετῆς ζωπυρῆται μέχρι τοῦ τὴν εἰς πῦρ ἱερόν, ὡς ὁ Ναδὰβ καὶ Ἀβιούδ (Lev. 10, 2), δέξασθαι μεταβολήν.   310. καπνὸς δὲ γίνεται μὲν πρὸ πυρός, ¦ δακρύειν δὲ βιάζεται τοὺς πλησιάζοντας. ἀμφότερα δὲ φιλεῖ συμβαίνειν· ταῖς τε γὰρ ἀρετῆς αὐγαῖς προσχωροῦντες τελειότητα ἐλπίζομεν, καὶ εἰ μήπω δυναίμεθα τυχεῖν αὐτῆς, οὐκ ἀδακρυτὶ διάγομεν ἀνιώμενοι. πολὺς γὰρ ὅταν ἵμερος ἐντακῇ, πρὸς τὴν τοῦ ποθουμένου θήραν ἐπισπεύδει καὶ ἄχρι τοῦ συλλαβεῖν κατηφεῖν ἀναγκάζει.   311. κλιβάνῳ δὲ νῦν ἐξωμοίωσε τὴν ψυχὴν τοῦ φιλομαθοῦς καὶ ἐλπίδα τελειώσεως ἔχοντος, ἐπειδὴ τροφῆς πεττομένης συγκραταιοῦν ἑκάτερον ἀγγεῖόν ἐστιν, ὁ μὲν τῆς διὰ σιτίων φθαρτῶν, ἡ δὲ τῆς δι’ ἀφθάρτων ἀρετῶν. αἱ δὲ λαμπάδες τοῦ πυρὸς αἱ δᾳδουχούμεναι τοῦ δᾳδούχου θεοῦ κρίσις εἰσίν, αἱ λαμπραὶ καὶ διαυγεῖς, αἷς ἔθος μέσον τῶν διχοτομημάτων, λέγω δὲ τῶν ἐναντιοτήτων, ἐξ ὧν ἅπας ὁ κόσμος συνέστηκε, διάγειν.   312. λέγεται γάρ· «λαμπάδες πυρός, αἳ διῆλθον μέσον τῶν διχοτομημάτων» (Gen. 15, 17), ἵνα γνῷς, ὅτι αἱ θεῖαι δυνάμεις διὰ μέσων καὶ πραγμάτων καὶ σωμάτων ἰοῦσαι φθείρουσι μὲν οὐδὲν – μένει γὰρ ἀπαθῆ τὰ διχοτομήματα, – διαιροῦσι δὲ καὶ διαστέλλουσι σφόδρα καλῶς τὰς ἑκάστων φύσεις.

313. Τῆς οὖν τῶν εἰρημένων ἐπιστήμης κληρονόμος δεόντως ἀποδείκνυται ὁ σοφός· «ἐν γὰρ τῇ ἡμέρᾳ» φησίν «ἐκείνῃ διέθετο κύριος τῷ Ἀβραὰμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην» (Gen. 15, 18).   314. ποίαν γῆν δηλοῖ, εἰ μὴ τὴν προειρημένην, ἐφ’ ἣν ποιεῖται τὴν ἀναφοράν; ἧς ἐστιν ὁ καρπὸς κατάληψις ἀσφαλὴς καὶ βεβαία τῆς τοῦ θεοῦ σοφίας, καθ’ ἣν τὰ σύμπαντα τοῖς τομεῦσιν ἑαυτοῦ διαφυλάττει ἀπαθῆ τὰ ἀγαθὰ κακοῦ κατὰ τὰ ἐπὶ τοῖς τὴν γένεσιν ἀφθάρτοις.   315. εἶτ’ ἐπιλέγει· «ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου [ποταμοῦ] Εὐφράτου» (Gen. 15, 18), δηλῶν ὅτι οἱ τέλειοι τὰς μὲν ἀρχὰς ἔχουσιν ἀπὸ σώματος καὶ αἰσθήσεως καὶ τῶν ὀργανικῶν μερῶν, ὧν ἄνευ ζῆν οὐκ ἔνεστι – χρήσιμα γὰρ πρὸς τὴν ἐν τῷ μετὰ σώματος βίῳ παιδείαν, – τὰ δὲ τέλη ἐπὶ τὴν τοῦ θεοῦ σοφίαν, τὸν μέγαν ὡς ἀληθῶς ποταμόν, χαρᾶς καὶ εὐφροσύνης καὶ τῶν ἄλλων πλημμυροῦντα ἀγαθῶν.   316. οὐ γὰρ ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τοῦ Αἰγύπτου ποταμοῦ τὴν χώραν περιέγραψεν – οὐ γὰρ ἂν ἀρετὴν εἰς τὰ σωματικὰ πάθη κατεβίβασεν, – ἀλλ’ ἔμπαλιν «ἀπὸ τοῦ Αἰγύπτου ἕως τοῦ μεγάλου Εὐφράτου.» ἀπὸ γὰρ τῶν θνητῶν αἱ βελτιώσεις γίνονται πρὸς τὰ ἄφθαρτα.