Биотуалеты в Красноярске wc124.ru.

Φλαυίου Ἰωσήπου
ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

Liber XV

Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαικῆς ἀρχαιολογίας

α. Ὡς ληφθείσης τῆς Ἱεροσολυμιτῶν πόλεως ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντώνιος μὲν Ἀντίγονον ἐπελέκισεν ἐν Ἀντιοχείᾳ, Ἡρώδης δὲ τεσσαρακονταπέντε τῶν ἐκείνου φίλων πρώτους Ἱεροσολυμιτῶν ἐπανείλετο καὶ τὴν πόλιν ἠργυρολόγησεν.

β. ὃν τρόπον Ὑρκανὸς ὁ πρῶτος βασιλεὺς Ἰουδαίων καὶ ἀρχιερεὺς ἀφεθεὶς ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως Ἀρσάκου πρὸς Ἡρώδην ὑπέστρεψεν.

γ. ὡς Ἡρώδης Ἀριστόβουλον τὸν τῆς γυναικὸς Μαριάμμης ἀδελφὸν ἀρχιερέα καταστήσας μετ' οὐ πολὺ διαφθαρῆναι παρεσκεύασεν.

δ. ὡς Κλεοπάτρα τῇ τῶν Ἰουδαίων καὶ Ἀράβων ἐπιβουλεύουσα βασιλείᾳ μέρη λαβεῖν αὐτῶν ἴσχυνε παρ' Ἀντωνίου.

ε. Κλεοπάτρας εἰς τὴν Ἰουδαίαν παρουσία.

ς. ὡς Ἡρώδης ἐπολέμησεν Ἀρέτᾳ καθ' ὃν καιρὸν Ἀντώνιος ὑπὸ Καίσαρος ἐν τῇ κατ' Ἄκτιον νικᾶται μάχῃ.

ζ. περὶ τοῦ γενομένου σεισμοῦ κατὰ τὴν Ἰουδαίαν καὶ τῆς φθορᾶς τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων.

η. λόγος Ἡρώδου πρὸς τοὺς Ἰουδαίους ἀθυμοῦντας πρὸς τὰ πάθη καὶ τὴν ἧτταν τὴν γενομένην.

θ. ὡς ἀνάγκην ἔχων Ἡρώδης ἀπιέναι πρὸς Καίσαρα νενικηκότα διέφθειρεν Ὑρκανόν.

ι. ὡς ἔσχε καὶ παρὰ Καίσαρος τὴν βασιλείαν καὶ παρέπεμψεν αὐτὸν ἐπ' Αἰγύπτου.

ια. ὡς Ἡρώδης ἀφικόμενος εἰς Ἀλεξάνδρειαν ὑπὸ Καίσαρος ἐτιμήθη.

ιβ. ὡς ἐπανελθὼν ψευδέσι διαβολαῖς παρωξύνθη τὴν γυναῖκα Μαριάμμην ἀποκτεῖναι.

ιγ. περὶ τοῦ λιμοῦ τοῦ κατὰ τὴν Ἰουδαίαν καὶ Συρίαν γεγονότος καὶ ὡς διέσωσε τὰ πλήθη καὶ τὰς πόλεις Ἡρώδης.

ιδ. κτίσεις πόλεων Ἑλληνίδων ἃς Ἡρώδης ἐποιήσατο.

ιε. ὡς καθελὼν ἐν Ἱεροσολύμοις τὸν ἀρχαῖον ναὸν ἄλλον ἀνέστησεν μετὰ ἔτη ἑξακόσια διπλοῦν τοῖς μέτροις.

περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιη.

 

I

(1)[1] Σόσσιος μὲν οὖν καὶ Ἡρώδης ὡς κατὰ κράτος ἔλαβον Ἱεροσόλυμα καὶ πρὸς τούτοις αἰχμάλωτον Ἀντίγονον, ἡ πρὸ ταύτης ἡμῖν ἐδήλωσεν βίβλος: τὰ δ' ἐκείνῃ συνεχῆ νῦν ἐροῦμεν. [2] ἐπειδὴ γὰρ τῆς ὅλης Ἰουδαίας ἐνεχειρίσθη τὴν ἀρχὴν Ἡρώδης, τοῦ κατὰ τὴν πόλιν πλήθους ὅσοι μὲν ἦσαν ἰδιωτεύοντες ἔτι τἀκείνου φρονοῦντες ἐν προαγωγῇ τούτους ἐποιεῖτο, τοὺς δὲ τὰ τῶν ἐναντίων ἑλομένους οὐκ ἐπέλιπε τιμωρούμενος καὶ κολάζων καθ' ἑκάστην ἡμέραν. [3] ἐτιμῶντο δὲ μάλιστα παρ' αὐτῷ Πολλίων ὁ Φαρισαῖος καὶ Σαμαίας ὁ τούτου μαθητής: πολιορκουμένων γὰρ τῶν Ἱεροσολύμων οὗτοι συνεβούλευον τοῖς πολίταις δέξασθαι τὸν Ἡρώδην, ἀνθ' ὧν καὶ τὰς ἀμοιβὰς ἀπελάμβανον. [4] ὁ δὲ Πολλίων οὗτος καὶ κρινομένου ποτὲ Ἡρώδου τὴν ἐπὶ θανάτῳ προεῖπεν ὀνειδίζων Ὑρκανῷ καὶ τοῖς δικάζουσιν, ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς ἐπεξελεύσεται: καὶ τοῦτο χρόνῳ προύβη τοῦ θεοῦ τοὺς λόγους αὐτοῦ τελειώσαντος.

(2)[5] Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους. [6] ἀπέκτεινε δὲ τεσσαρακονταπέντε τοὺς πρώτους ἐκ τῆς αἱρέσεως Ἀντιγόνου φύλακας περιστήσας ταῖς πύλαις τῶν τειχῶν, ἵνα μή τις συνεκκομισθῇ τοῖς τεθνεῶσι, καὶ τοὺς νεκροὺς ἠρεύνων, καὶ πᾶν τὸ εὑρισκόμενον ἀργύριον ἢ χρυσίον ἤ τι κειμήλιον ἀνεφέρετο τῷ βασιλεῖ, [7] πέρας τε κακῶν οὐδὲν ἦν: τὰ μὲν γὰρ ἡ πλεονεξία τοῦ κρατοῦντος ἐν χρείᾳ γεγενημένου διεφόρει, τὴν δὲ χώραν μένειν ἀγεώργητον τὸ ἑβδοματικὸν ἠνάγκαζεν ἔτος: ἐνεστήκει γὰρ τότε, καὶ σπείρειν ἐν ἐκείνῳ τὴν γῆν ἀπηγορευμένον ἐστὶν ἡμῖν. [8] Ἀντώνιος δὲ λαβὼν αἰχμάλωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι θριάμβου φυλάττειν, ἐπεὶ δ' ἤκουσεν νεωτερίζειν τὸ ἔθνος κἀκ τοῦ πρὸς Ἡρώδην μίσους εὔνουν Ἀντιγόνῳ διαμένον, ἔγνω τοῦτον ἐν Ἀντιοχείᾳ πελεκίσαι: σχεδὸν γὰρ οὐδαμῶς ἠρεμεῖν ἠδύναντο οἱ Ἰουδαῖοι. [9] μαρτυρεῖ δέ μου τῷ λόγῳ Στράβων ὁ Καππάδοξ λέγων οὕτως: “Ἀντώνιος δὲ Ἀντίγονον τὸν Ἰουδαῖον ἀχθέντα εἰς Ἀντιόχειαν πελεκίζει. καὶ ἔδοξε μὲν οὗτος πρῶτος Ῥωμαίων βασιλέα πελεκίσαι, οὐκ οἰηθεὶς ἕτερον τρόπον μεταθεῖναι ἂν τὰς γνώμας τῶν Ἰουδαίων, ὥστε δέξασθαι τὸν ἀντ' ἐκείνου καθεσταμένον Ἡρώδην: οὐδὲ γὰρ βασανιζόμενοι βασιλέα ἀναγορεύειν αὐτὸν ὑπέμειναν: [10] οὕτως μέγα τι ἐφρόνουν περὶ τοῦ πρώτου βασιλέως. τὴν οὖν ἀτιμίαν ἐνόμισε μειώσειν Τῆς πρὸς αὐτὸν μνήμης, μειώσειν δὲ καὶ τὸ πρὸς Ἡρώδην μῖσος.” ταῦτα μὲν ὁ Στράβων.

 

II

(1)[11] Κατασχόντος δὲ τὴν βασιλείαν Ἡρώδου πυθόμενος Ὑρκανὸς ὁ ἀρχιερεύς, ἦν δὲ παρὰ Πάρθοις αἰχμάλωτος, ἀφικνεῖται πρὸς Ἡρώδην τῆς αἰχμαλωσίας ἀπολυθεὶς τρόπῳ τοιούτῳ: [12] Βαζαφράνης καὶ Πάκορος οἱ τῶν Πάρθων στρατηγοί, λαβόντες αἰχμαλώτους Ὑρκανὸν τὸν πρῶτον ἀρχιερέα γενόμενον εἶτα βασιλέα καὶ τὸν ἀδελφὸν Ἡρώδου Φασάηλον εἰς Πάρθους ἀνῆγον. [13] καὶ Φασάηλος μὲν οὐ φέρων τὴν ἐν τοῖς δεσμοῖς αἰσχύνην, πάσης δὲ ζωῆς κρείττονα τὸν μετὰ δόξης ἡγούμενος θάνατον αὐτὸς ἑαυτοῦ γίνεται φονεύς, καθὼς προεῖπον.

(2)[14] Ὑρκανῷ δ' ἀναχθέντι Φραάτης ὁ τῶν Πάρθων βασιλεὺς ἐπ' αὐτὸν ἐπιεικέστερον προσηνέχθη, τὸ τῆς εὐγενείας αὐτοῦ διάσημον προπεπυσμένος. διὰ τοῦτο δεσμῶν μὲν ἀφῆκεν, ἐν Βαβυλῶνι δὲ κατάγεσθαι παρεῖχεν, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων. [15] οὗτοι τὸν Ὑρκανὸν ἐτίμων ὡς ἀρχιερέα καὶ βασιλέα καὶ πᾶν τὸ μέχρις Εὐφράτου νεμόμενον Ἰουδαίων ἔθνος: τῷ δ' ἦν ἀγαπητὰ ταῦτα. [16] πυθόμενος δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν ἀντιμετεχώρει ταῖς ἐλπίσιν ἐξ ἀρχῆς τε φιλοστόργως διακείμενος καὶ τῆς χάριτος ἀπομνησθήσεσθαι προσδοκῶν, κρινόμενον ὅτι καὶ μέλλοντα θανάτῳ ζημιοῦσθαι τοῦ κινδύνου καὶ τῆς κολάσεως ἐρρύσατο. λόγους οὖν προσέφερε τοῖς Ἰουδαίοις ἰέναι παρ' αὐτὸν ἐσπουδακώς. [17] οἱ δὲ περιείχοντο καὶ μένειν ἠξίουν τὰς ὑπουργίας ἅμα καὶ τὰς τιμὰς λέγοντες, ὡς οὐδὲν ἐνδεὲς αὐτῷ τῆς εἰς τοὺς ἀρχιερεῖς ἢ βασιλεῖς τιμῆς ἐξ αὐτῶν εἴη, καὶ τὸ μεῖζον, ὅτι μηδὲ ἐκεῖ τούτων μεταλαβεῖν δύναται κατὰ λώβην τοῦ σώματος, ἣν ὑπ' Ἀντιγόνου πάθοι, τάς τε χάριτας οὐχ ὁμοίως ἀποδίδοσθαι παρὰ τῶν βασιλέων, ἃς ἔλαβον ἰδιωτεύοντες, ἐξαλλαττούσης αὐτοὺς οὐκ ἀλόγως τῆς τύχης.

(3)[18] Τοιαῦτα κατὰ τὸ συμφέρον ὑποτεινόντων Ὑρκανὸς πόθον εἶχεν ἀπιέναι, καὶ γράφων Ἡρώδης παρεκάλει δεῖσθαι Φραάτου καὶ τῶν ἐκεῖ Ἰουδαίων μὴ φθονῆσαι δυνάμει κοινὴν ἕξοντι τὴν βασιλείαν: ἄρτι γὰρ εἶναι καιρὸν αὐτῷ μὲν ἐκτῖσαι τὰς χάριτας ὧν εὖ πάθοι καὶ τραφεὶς ὑπ' αὐτοῦ καὶ περισωθείς, ἐκείνῳ δὲ κομίζεσθαι. [19] ταῦτα γράφων Ὑρκανῷ πέμπει καὶ παρὰ τὸν Φραάτην πρεσβευτὴν Σαραμάλλαν καὶ δῶρα πλείω, μὴ διακωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας ὁμοίως φιλανθρωπευόμενον. [20] ἦν δ' οὐκ ἐντεῦθεν ἡ σπουδή, διὰ δὲ τὸ μὴ κατ' ἀξίαν αὐτὸς ἄρχειν δεδοίκει τὰς ἐξ εὐλόγων μεταβολὰς καὶ τὸν Ὑρκανὸν ὑποχείριον ἔχειν ἔσπευδεν ἢ καὶ παντάπασιν ἐκποδὼν ποιήσασθαι: τοῦτο γὰρ ἔπραξεν ἐν ὑστέρῳ.

(4)[21] Τότε μέντοι γε ἐπειδὴ παρῆν πεπεισμένος ἐφέντος τε τοῦ Πάρθου καὶ τῶν Ἰουδαίων χρήματα παρασχομένων, ἁπάσῃ τιμῇ δεξάμενος αὐτὸν ἔν τε τοῖς συλλόγοις τὸν πρῶτον ἔνεμε τόπον καὶ παρὰ τὰς ἑστιάσεις προκατακλίνων ἐξηπάτα πατέρα καλῶν καὶ παντοδαπῶς τὸ τῆς ἐπιβουλῆς ἀνύποπτον πραγματευόμενος. [22] ὑποκαθίστατο δὲ καὶ τἆλλα πρὸς τὸ συμφέρον τῆς ἀρχῆς, ἐξ ὧν αὐτῷ καὶ τὰ περὶ τὴν οἰκίαν ἐστασιάσθη: φυλαττόμενος γάρ τινα τῶν ἐπισήμων ἀποδεικνύειν ἀρχιερέα τοῦ θεοῦ, μεταπεμψάμενος ἐκ τῆς Βαβυλῶνος ἱερέα τῶν ἀσημοτέρων Ἀνάνηλον ὀνόματι τούτῳ τὴν ἀρχιερωσύνην δίδωσιν.

(5)[23] Εὐθὺς οὖν οὐκ ἤνεγκεν Ἀλεξάνδρα τὴν ἐπήρειαν, θυγάτηρ μὲν Ὑρκανοῦ, γυνὴ δὲ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου βασιλέως, ἐξ Ἀλεξάνδρου παῖδας ἔχουσα τὸν μὲν ὥρᾳ κάλλιστον Ἀριστόβουλον καλούμενον, τὴν δὲ Ἡρώδῃ συνοικοῦσαν Μαριάμμην εὐμορφίᾳ διάσημον. [24] ἐτετάρακτο δὲ καὶ χαλεπῶς ἔφερεν τὴν ἀτιμίαν τοῦ παιδός, εἰ περιόντος ἐκείνου τῶν ἐπικλήτων τις ἀξιοῦται τῆς ἀρχιερωσύνης, καὶ γράφει Κλεοπάτρᾳ μουσουργοῦ τινος αὐτῇ συμπραγματευομένου τὰ περὶ τὴν κομιδὴν τῶν γραμμάτων αἰτεῖσθαι παρ' Ἀντωνίου τῷ παιδὶ τὴν ἀρχιερωσύνην.

(6)[25] Ἀντωνίου δὲ ῥαθυμότερον ὑπακούοντος, ὁ φίλος αὐτοῦ Δέλλιος εἰς Ἰουδαίαν ἐλθὼν ἐπί τινας χρείας ὡς εἶδεν τὸν Ἀριστόβουλον, ἠγάσθη τε τῆς ὥρας καὶ τὸ μέγεθος καὶ κάλλος τοῦ παιδὸς ἐθαύμασεν, οὐχ ἧττον δὲ τὴν Μαριάμμην συνοικοῦσαν τῷ βασιλεῖ, καὶ δῆλος ἦν καλλίπαιδά τινα τὴν Ἀλεξάνδραν διειληφώς. [26] ἐκείνης δὲ εἰς λόγους ἐλθούσης αὐτῷ πείθει γραψαμένην ἀμφοτέρων εἰκόνας Ἀντωνίῳ διαπέμψασθαι: θεασαμένου γὰρ οὐδενὸς ἀτευκτήσειν ὧν ἀξιοῖ. [27] τούτοις ἐπαρθεῖσα τοῖς λόγοις Ἀλεξάνδρα πέμπει τὰς εἰκόνας Ἀντωνίῳ: καὶ Δέλλιος ἐτερατεύετο λέγων οὐκ ἐξ ἀνθρώπων αὐτῷ δοκεῖν, ἀλλά τινος θεοῦ γενέσθαι τοὺς παῖδας. ἐπραγματεύετο δὲ δι' ἑαυτοῦ πρὸς τὰς ἡδονὰς ἑλκύσαι τὸν Ἀντώνιον. [28] ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμπεσθαι γεγαμημένην Ἡρώδῃ καὶ τὰς εἰς Κλεοπάτραν ἐκ τοῦ τοιούτου διαβολὰς φυλαττόμενος, ἐπέστελλε δὲ πέμπειν τὸν παῖδα σὺν εὐπρεπείᾳ προστιθείς, εἰ μὴ βαρὺ δοκοίη. [29] τούτων ἀπενεχθέντων πρὸς Ἡρώδην οὐκ ἀσφαλὲς ἔκρινεν ὥρᾳ τε κάλλιστον ὄντα τὸν Ἀριστόβουλον ἑκκαιδεκαέτης γὰρ ὢν ἐτύγχανεν, καὶ γένει προύχοντα πέμπειν παρὰ τὸν Ἀντώνιον, ἰσχύοντα μὲν ὡς οὐκ ἄλλος ἐν τῷ τότε Ῥωμαίων, ἕτοιμον δὲ τοῖς ἐρωτικοῖς αὐτὸν ὑποθεῖναι καὶ τὰς ἡδονὰς ἀπαρακαλύπτως ἐκ τοῦ δύνασθαι ποριζόμενον. [30] ἀντέγραψεν οὖν ὡς, εἰ μόνον ἐξέλθοι τῆς χώρας τὸ μειράκιον, ἅπαντα πολέμου καὶ ταραχῆς ἀναπλησθήσεται Ἰουδαίων ἐλπισάντων μεταβολὴν καὶ νεωτερισμὸν ἐπ' ἄλλῳ βασιλεῖ.

(7)[31] Τούτοις δὲ παραιτησάμενος τὸν Ἀντώνιον ἔγνω μὴ μέχρι παντὸς ἀτιμάζειν τὸν παῖδα καὶ τὴν Ἀλεξάνδραν, ἀλλὰ καὶ τῆς γυναικὸς Μαριάμμης ἐγκειμένης λιπαρῶς ἀποδοῦναι τἀδελφῷ τὴν ἀρχιερωσύνην, καὶ συμφέρειν αὐτῷ κρίνων, ἵνα μηδ' ἀποδημῆσαι δυνατὸν ᾖ τετιμημένῳ, σύλλογον ποιήσας τῶν φίλων ᾐτιᾶτο πολλὰ τὴν Ἀλεξάνδραν, [32] κρύφα τε ἐπιβουλεῦσαι λέγων τῇ βασιλείᾳ καὶ διὰ τῆς Κλεοπάτρας πράττειν, ὅπως αὐτὸς μὲν ἀφαιρεθῇ τὴν ἀρχήν, τὸ δὲ μειράκιον ἀντ' αὐτοῦ παραλάβῃ τὰ πράγματα δι' Ἀντωνίου. [33] καὶ ταῦτα βούλεσθαι μὲν ἐκείνην οὐ δικαίως, ὁπότε καὶ τὴν θυγατέρα συναποστεροίη τῆς οὔσης αὐτῇ τιμῆς καὶ ταραχὰς ἐπὶ τῇ βασιλείᾳ πραγματεύοιτο, πολλὰ πονήσαντος αὐτοῦ καὶ κτησαμένου κινδύνοις οὐ τοῖς τυχοῦσιν. [34] οὐ μὴν ἀπομνημονεύσας αὐτὸς ὧν οὐ καλῶς ἐκείνη πράξειεν ἀποστήσεσθαι τοῦ δίκαιος εἶναι περὶ αὐτούς, ἀλλὰ καὶ νῦν ἔφη διδόναι τῷ παιδὶ τὴν ἀρχιερωσύνην καὶ πάλαι προκαταστήσασθαι τὸν Ἀνάνηλον παιδίου παντάπασιν ὄντος Ἀριστοβούλου. [35] τοιαῦτα δὲ λέγοντος οὐκ ἀσκέπτως, ἀλλ' ὅπερ ἠξίου μάλιστα πεφροντισμένως εἰς ἀπάτην γυναικῶν καὶ τῶν συμπαραληφθέντων φίλων, περιπαθὴς ἅμα καὶ χαρᾷ τῶν οὐ προσδοκηθέντων καὶ δέει τῆς ὑποψίας Ἀλεξάνδρα μετὰ δακρύων ἀπελογεῖτο, [36] περὶ μὲν τῆς ἱερωσύνης φαμένη πᾶν ὁτιοῦν ὑπ' ἀδοξίας σπουδάσαι, βασιλείᾳ δὲ μήτε ἐπιτίθεσθαι μήτ' ἄν, εἰ καὶ προσίοι, βούλεσθαι λαβεῖν, καὶ νῦν ἀποχρώντως τιμῆς ἔχουσα διὰ τὴν ἀρχὴν τὴν ἐκείνου καὶ τὴν ἀσφάλειαν τὴν ἐκ τοῦ δύνασθαι μᾶλλον ἑτέρων ἄρχειν αὐτὸν ἅπαντι τῷ γένει περιοῦσαν. [37] νῦν τε νενικημένη ταῖς εὐεργεσίαις δέχεσθαι μὲν εἰς τὸν υἱὸν τὴν τιμήν, ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος, παραιτεῖσθαι δὲ κἂν εἴ τι διὰ γένος καὶ τὴν οὖσαν αὐτῇ παρρησίαν προπετέστερον ὑπ' ἀναξιοπαθείας δράσειεν. [38] οὕτως ἀλλήλοις ὁμιλήσαντες καὶ σπουδαιότερον ἢ θᾶττον ἐν δεξιαῖς διελύοντο πάσης ὑποψίας, ὡς ἐδόκουν, ἐξῃρημένης.

 

III

(1)[39] Ὁ δὲ βασιλεὺς Ἡρώδης εὐθὺς μὲν ἀφαιρεῖται τὴν ἀρχιερωσύνην Ἀνάνηλον ὄντα μέν, ὡς καὶ πρότερον εἴπομεν, οὐκ ἐπιχώριον, ἀλλὰ τῶν ὑπὲρ Εὐφράτην ἀπῳκισμένων Ἰουδαίων: οὐ γὰρ ὀλίγαι μυριάδες τοῦδε τοῦ λαοῦ περὶ τὴν Βαβυλωνίαν ἀπῳκίσθησαν. [40] ἔνθεν ἦν Ἀνάνηλος ἀρχιερατικοῦ γένους καὶ πάλαι κατὰ συνήθειαν Ἡρώδῃ σπουδαζόμενος. τοῦτον αὐτὸς μὲν ἐτίμησεν, ὅτε τὴν βασιλείαν παρέλαβεν, αὐτὸς δὲ κατέλυσεν ἐπὶ τῷ παῦσαι τὰς οἰκείας ταραχὰς παράνομα ποιῶν: οὐ γὰρ ἄλλος γέ τις ἀφῃρέθη τὴν τιμὴν ἅπαξ παραλαβών. [41] ἀλλὰ πρῶτος μὲν Ἀντίοχος ὁ Ἐπιφανὴς ἔλυσε τὸν νόμον ἀφελόμενος μὲν Ἰησοῦν, καταστήσας δὲ τὸν ἀδελφὸν Ὀνίαν, δεύτερος δὲ Ἀριστόβουλος Ὑρκανὸν ἀφείλετο τὸν ἀδελφόν, Ἡρώδης δὲ τρίτος ἀντιπαρέδωκεν τὴν ἀρχὴν Ἀριστοβούλῳ τῷ παιδί.

(2)[42] Καὶ τότε μὲν ἐδόκει τεθεραπευκέναι τὰ περὶ τὴν οἰκίαν. οὐ μὴν ὅπερ εἰκὸς ἦν ἐν διαλλαγαῖς ἀνυπόπτως διετέλει, τὴν Ἀλεξάνδραν ἐπί τε τοῖς ἐγχειρηθεῖσιν ἤδη καὶ καιρὸν εἰ λάβοιτο νεωτέρων πραγμάτων ἠξιωκὼς δεδοικέναι. [43] προσέταττεν οὖν ἔν τε τοῖς βασιλείοις διατρίβειν καὶ μηδὲν ἀπ' ἐξουσίας δρᾶν, ἐπιμελεῖς τε ἦσαν φυλακαί, λανθάνοντος οὐδ' εἴ τι πρὸς τὴν καθ' ἡμέραν δίαιταν ἐπιτηδεύοιτο. [44] ταῦτα πάντα κατὰ μικρὸν ἐξηγρίου αὐτὴν καὶ μῖσος ἐπεφύετο: φρονήματος γὰρ ἔμπλεως οὖσα γυναικείου τὰς ἐκ τῆς ὑποψίας ἐπιμελείας ἀνηξιοπάθει, παντὸς οὑτινοσοῦν ἀξιοῦσα μᾶλλον ἢ τῆς παρρησίας στερομένη τιμῆς εὐπρεπείᾳ μετὰ δουλείας καὶ φόβων καταζῆν. [45] ἔπεμπεν οὖν παρὰ τὴν Κλεοπάτραν ἐν οἷς εἴη συνεχὲς ὀδυρομένη καὶ παρακαλοῦσα προσβοηθεῖν αὐτῇ κατὰ δύναμιν. ἡ δὲ λαθοῦσαν ἐκέλευσεν ἐπ' Αἰγύπτου σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν. [46] ἐδόκει ταῦτα καὶ τεχνάζεται τοιάδε: δύο λάρνακας ὡς εἰς ἐκκομιδὴν νεκρῶν παρασκευασαμένη ταύταις αὐτὴν καὶ τὸν υἱὸν ἐνέβαλεν, ἐπιτάξασα τῶν οἰκετῶν τοῖς συνειδόσιν διὰ νυκτὸς ἐκφέρειν. ἦν δὲ τοὐντεῦθεν ἐπὶ θάλατταν ὁδὸς αὐτοῖς καὶ πλοῖον, ὃ διαπλεύσειν εἰς τὴν Αἴγυπτον ἔμελλεν, παρεσκευασμένον. [47] ταῦτα Σαββίωνι τῶν ἐκείνης φίλων Αἴσωπος οἰκέτης αὐτῆς ἀπαγγέλλει προπεσὼν ὡς εἰδότι φράσαι. πυθόμενος δὲ Σαββίων, καὶ γὰρ ἦν ἐχθρὸς Ἡρώδου [πρότερον], ὅτι τῶν ἐπιβουλευσάντων Ἀντιπάτρῳ κατὰ τὴν φαρμακείαν εἷς ἐνομίζετο, τὸ μῖσος ὑπαλλάξεσθαι τῇ περὶ τὴν μήνυσιν εὐνοίᾳ προσεδόκησεν καὶ καταλέγει τῷ βασιλεῖ τὴν τῆς Ἀλεξάνδρας ἐπιβουλήν. [48] ὁ δὲ τὴν μὲν ἕως τῆς ἐγχειρήσεως ἐάσας προελθεῖν ἐπ' αὐτοφώρῳ τοῦ δρασμοῦ συνέλαβεν, παρῆκεν δὲ τὴν ἁμαρτίαν, χαλεπὸν μὲν οὐδέν, εἰ καὶ σφόδρα βουλομένῳ ἦν αὐτῷ, διαθεῖναι τολμήσας, οὐ γὰρ ἂν ἀνασχέσθαι Κλεοπάτραν αἰτίαν ἐπὶ τῷ πρὸς αὐτὸν μίσει λαβοῦσαν, ἐμφαίνων δὲ μεγαλοψυχίαν μᾶλλον ἐξ ἐπιεικείας αὐτοῖς συνεγνωκέναι. [49] προύκειτο μέντοι παντάπασιν αὐτῷ τὸ μειράκιον ἐκποδὼν ποιεῖσθαι, τὸ δὲ μὴ ταχὺ μηδ' ἅμα τοῖς πεπραγμένοις ἐδόκει πιθανώτερον εἰς τὸ λανθάνειν.

(3)[50] Καὶ τῆς σκηνοπηγίας ἐπεχούσης, ἑορτὴ δέ ἐστιν αὕτη παρ' ἡμῖν εἰς τὰ μάλιστα τηρουμένη, ταύτας τὰς ἡμέρας ὑπερεβάλλετο καὶ πρὸς εὐφροσύναις αὐτός τε καὶ τὸ λοιπὸν πλῆθος ἦν. ἐκίνησεν δ' αὐτὸν ὅμως κἀκ τῶν τοιούτων ἐπισπεῦσαι τὰ περὶ τὴν προαίρεσιν ἐμφανῶς παροξύνων ὁ φθόνος. [51] τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶν, κάλλει τε κάλλιστος καὶ μεγέθει πλέον ἢ πρὸς τὴν ἡλικίαν ὑπεράγων, τοῦ γε μὴν περὶ τὸ γένος ἀξιώματος πλεῖστον ἐν τῇ μορφῇ διαφαίνων, [52] ὁρμή τε τῷ πλήθει πρὸς αὐτὸν εὐνοίας ἐγένετο καὶ τῶν Ἀριστοβούλῳ τῷ πάππῳ πεπραγμένων ἐναργὴς ἡ μνήμη παρέστη, νικώμενοί τε κατὰ μικρὸν ἐξηλέγχοντο τὰς διαθέσεις χαίροντες ὁμοῦ καὶ συγχεόμενοι καὶ φωνὰς εὐφήμους εἰς αὐτὸν ἀφιέντες εὐχαῖς μεμιγμένας, ὡς ἐμφανῆ γενέσθαι τὴν εὔνοιαν τῶν ὄχλων καὶ προπετεστέραν ἐν βασιλείᾳ δοκεῖν τὴν ὧν πεπόνθεσαν ὁμολογίαν. [53] ἐπὶ τούτοις ἅπασιν Ἡρώδης ἔγνω τὴν προαίρεσιν, ἣν εἶχεν εἰς τὸ μειράκιον, ἐξεργάσασθαι. καὶ τῆς ἑορτῆς παρελθούσης εἱστιᾶτο μὲν ἐν Ἱεριχοῦντι δεχομένης αὐτοὺς τῆς Ἀλεξάνδρας, φιλοφρονούμενος δὲ τὸ μειράκιον καὶ προέλκων εἰς ἀδεῆ πότον ἕτοιμος ἦν συμπαίζειν καὶ νεανιεύεσθαι κεχαρισμένως ἐκείνῳ. [54] τοῦ δὲ περὶ τὸν τόπον ἰδιώματος θερινωτέρου τυγχάνοντος συνειλεγμένοι τάχιον ἐξῆλθον ἀλύοντες, καὶ ταῖς κολυμβήθραις ἐπιστάντες, αἳ μεγάλαι περὶ τὴν αὐλὴν ἐτύγχανον, ἀνέψυχον τὸ θερμότατον τῆς μεσημβρίας. [55] καὶ πρῶτον μὲν ἑώρων τοὺς νέοντας τῶν οἰκετῶν καὶ φίλων, ἔπειτα προαχθέντος καὶ τοῦ μειρακίου τῷ καὶ τὸν Ἡρώδην παροξῦναι, τῶν φίλων οἷς ταῦτα ἐπιτέτακτο σκότους ἐπέχοντος βαροῦντες ἀεὶ καὶ βαπτίζοντες ὡς ἐν παιδιᾷ νηχόμενον οὐκ ἀνῆκαν, ἕως καὶ παντάπασιν ἀποπνῖξαι. [56] καὶ διεφθάρη μὲν οὕτως Ἀριστόβουλος, ὀκτωκαίδεκα μὲν οὐ πάντα βιοὺς ἔτη, τὴν δ' ἱερωσύνην κατασχὼν ἐνιαυτόν, ἣν Ἀνάνηλος ἐκομίσατο πάλιν.

(4)[57] Ἐξαγγελθέντος δὲ τοῦ πάθους ταῖς γυναιξὶν εὐθὺς μὲν ἐκ μεταβολῆς θρῆνος ἦν ἐπὶ προκειμένῳ τῷ νεκρῷ καὶ πένθος ἄσχετον, ἥ τε πόλις τοῦ λόγου διαδοθέντος ὑπερήλγει πάσης ἑστίας οἰκειουμένης τὴν συμφορὰν ὡς οὐκ ἐπ' ἀλλοτρίῳ γενομένην. [58] Ἀλεξάνδρα δὲ καὶ μᾶλλον ἐκπαθὴς ἦν συνέσει τῆς ἀπωλείας, τὸ μὲν ἀλγοῦν ἐκ τοῦ γινώσκειν ὅπως ἐπράχθη πλεῖον ἔχουσα, τὸ δ' ἐγκαρτερεῖν ἀναγκαῖον ἐπὶ μείζονος κακοῦ προσδοκίᾳ ποιουμένη. [59] καὶ πολλάκις μὲν ἦλθεν αὐτοχειρίᾳ περιγράψασθαι τὸν βίον, ἐπέστη δ' ὅμως, εἰ δύναιτο ζῶσα προσαρκέσαι τῷ κατ' ἐπιβουλὰς ἀνόμως διεφθαρμένῳ, τό τε πλέον ἐντεῦθεν αὐτῇ παρεκρότει τὸν βίον, καὶ τὸ μηδεμίαν ὑποψίαν ἐνδοῦναι τοῦ κατὰ πρόνοιαν ἀπολέσθαι τὸν υἱὸν ἱκανὸν εἰς εὐκαιρίαν ἀμύνης ἐνόμιζε. [60] κἀκείνη μὲν ἐγκρατῶς ἔφερε τὴν ὑποψίαν. Ἡρώδης δὲ πᾶσι τοῖς ἔξωθεν πιθανῶς ἀπεσκευάζετο, μὴ μετὰ προνοίας γενέσθαι τῷ παιδὶ τὸν θάνατον, οὐχ ὅσα πρὸς πένθος ἐπιτηδεύων μόνον, ἀλλὰ καὶ δάκρυσι χρώμενος καὶ σύγχυσιν τῆς ψυχῆς ἐμφαίνων ἀληθινήν, τάχα μὲν καὶ τοῦ πάθους ἀπονικῶντος αὐτὸν ἐν ὄψει τῆς τε ὥρας καὶ τοῦ κάλλους, εἰ καὶ πρὸς ἀσφάλειαν ὁ θάνατος τοῦ παιδὸς ἐνομίζετο, δῆλον δ' ὡς ἀπολογίαν αὐτὰ πραγματευόμενος. [61] τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.

(5)[62] Τὴν δ' Ἀλεξάνδραν ἥττησε μὲν οὐδὲν τῶν τοιούτων, ἀεὶ δὲ καὶ μᾶλλον ἡ μνήμη τοῦ κακοῦ παρέχουσα τὴν ὀδύνην ὀδυρτικὴν ἐποίει καὶ φιλόνεικον, καὶ γράφει τὴν ἐπιβουλὴν Ἡρώδου τῇ Κλεοπάτρᾳ καὶ τὴν ἀπώλειαν τοῦ παιδός. [63] ἡ δὲ καὶ πάλαι σπεύδουσα προσαρκέσαι δεομένῃ καὶ τὰς ἀτυχίας οἰκτείρουσα τῆς Ἀλεξάνδρας αὐτῆς ἐποιεῖτο τὸ πᾶν πρᾶγμα καὶ Ἀντώνιον οὐκ ἀνίει τίσασθαι τὸν φόνον τοῦ παιδὸς παροξύνουσα: οὐ γὰρ ἄξιον Ἡρώδην δι' αὐτοῦ καταστάντα βασιλέα τῆς οὐδὲν προσηκούσης ἀρχῆς εἰς τοὺς ὄννως βασιλεῖς τοιαύτας ἐπιδείκνυσθαι παρανομίας. [64] τούτοις ἀναπειθόμενος Ἀντώνιος ὡς ἐπὶ Λαοδικείας ἐστάλη, πέμπει κελεύων Ἡρώδην ἐλθόντα τῶν εἰς Ἀριστόβουλον ἀπολύσασθαι: πεπρᾶχθαι γὰρ οὐκ ὀρθῶς τὴν ἐπιβουλήν, εἰ δι' αὐτοῦ γέγονεν. [65] ὁ δὲ τήν τε αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ὡς οὐκ ἀνῆκεν ἐξεργαζομένη κακῶς αὐτῷ τὸν Ἀντώνιον ἔχειν, ἔγνω μὲν ὑπακούειν, οὐδὲ γὰρ ἄλλο τι πράττειν ἐνῆν, καταλιπὼν δὲ τὸν θεῖον αὐτοῦ Ἰώσηπον ἐπίτροπον τῆς ἀρχῆς καὶ τῶν ἐκεῖ πραγμάτων ἐνετείλατο λεληθότως, εἰ πάθοι τι παρ' Ἀντωνίῳ, παραχρῆμα καὶ τὴν Μαριάμμην ἀνελεῖν: [66] αὐτός τε γὰρ ἔχειν φιλοστόργως πρὸς τὴν γυναῖκα καὶ δεδοικέναι τὴν ὕβριν, εἰ καὶ τεθνηκότος ἐκείνη κατ' εὐμορφίαν ἄλλῳ τινὶ σπουδάζοιτο. [67] τὸ δὲ σύμπαν ἐνέφαινεν ὁρμὴν Ἀντωνίου περὶ τὴν ἄνθρωπον, ὅτι καὶ πάλαι παρακηκοὼς ὑπὲρ τῆς εὐμορφίας ἐτύγχανεν. Ἡρώδης μὲν [οὖν] ἐπιστείλας ταῦτα καὶ τὰς ἐλπίδας οὐκ ἀσφαλεῖς ἔχων ὑπὲρ τῶν ὅλων ἀπῄει πρὸς Ἀντώνιον.

(6)[68] Ὁ δὲ Ἰώσηπος ἐπὶ τῆς διοικήσεως ὢν τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων καὶ διὰ τοῦτο συνεχὲς ἐντυγχάνων τῇ Μαριάμμῃ περί τε τὰς πραγματείας καὶ τιμῆς ἕνεκεν, ἣν ἔδει βασιλευούσῃ παρ' αὐτοῦ γενέσθαι, καθίει συνεχεῖς ὁμιλίας ὑπὲρ τῆς Ἡρώδου πρὸς αὐτὴν εὐνοίας καὶ φιλοστοργίας. [69] ἐξειρωνευομένων δὲ γυναικείως τοὺς λόγους καὶ μάλιστα τῆς Ἀλεξάνδρας, ὑπερεσπουδακὼς ὁ Ἰώσηπος ἐπιδεῖξαι τὴν διάνοιαν τοῦ βασιλέως προήχθη καὶ τὰ περὶ τὴν ἐντολὴν εἰπεῖν, πίστιν αὐτὰ ποιούμενος ὡς οὐδὲ χωρὶς ἐκείνης ζῆν δύναται κἂν εἰ πάσχοι δεινόν τι οὐκ ἀξιοῦντος οὐδὲ θανάτῳ διεζεῦχθαι. [70] ταῦτα μὲν Ἰώσηπος. αἱ δὲ γυναῖκες, ὡς εἰκός, οὐ τὸ φιλόστοργον τῆς περὶ τὸν Ἡρώδην διαθέσεως, τὸ δὲ χαλεπόν, εἰ μηδ' ἀποθνήσκοντος ὑστερήσειεν ἀπωλείας καὶ θανάτου τυραννικοῦ, προλαμβάνουσαι χαλεπὴν τὴν ὑπόνοιαν τοῦ ῥηθέντος εἶχον.

(7)[71] Ἐν δὲ τούτῳ καὶ λόγος ἐγένετο κατὰ τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν παρὰ τῶν ἐν ἔχθει τὸν Ἡρώδην ἐχόντων, ὡς Ἀντώνιος αἰκισάμενος αὐτὸν ἀποκτείνειεν. ἡ δὲ φήμη πάντας μὲν ἐτάραξεν, ὡς εἰκός, τοὺς περὶ τὸ βασίλειον, μάλιστα δὲ καὶ τὰς γυναῖκας. [72] Ἀλεξάνδρα δὲ καὶ τὸν Ἰώσηπον ἀναπείθει τῶν βασιλείων ἐξελθόντα σὺν αὐταῖς προσφυγεῖν τοῖς σημείοις τοῦ Ῥωμαικοῦ τάγματος, ὃ τότε περὶ τὴν πόλιν ἐπὶ φρουρᾷ τῆς βασιλείας ἐστρατοπέδευεν ἡγουμένου υἱοῦ ἰούδα: [73] διὰ γὰρ τοῦτο πρῶτον μέν, εἰ καί τις ἀπαντήσειεν ταραχὴ περὶ τὴν αὐλήν, ἐν ἀσφαλεστέρῳ διάξειν αὐτοὶ Ῥωμαίους εὐμενεῖς ἔχοντες: ἔπειτα καὶ τεύξεσθαι παντὸς ἠλπικέναι τὴν Μαριάμμην Ἀντωνίου θεασαμένου, δι' οὗ καὶ τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ μηδενὸς ὑστερήσειν ὧν εἰκὸς τοῖς ἐν εὐγενείᾳ βασιλικῇ γεγονόσιν.

(8)[74] Ἐπὶ τούτων δὲ τῶν λογισμῶν τετυχηκόσιν αὐτοῖς γράμματα παρ' Ἡρώδου περὶ τῶν ὅλων ἀφίκετο τῆς φήμης ἐναντία καὶ τῶν προλαληθέντων. [75] ἐπειδὴ γὰρ ἐγένετο παρ' Ἀντωνίῳ, ταχὺ μὲν αὐτὸν ἀνεκτήσατο τοῖς δώροις ἃ φέρων ἧκεν ἐκ τῶν Ἱεροσολύμων, ταχὺ δὲ ταῖς ὁμιλίαις παρεστήσατο χαλεπῶς ἔχειν εἰς αὐτόν, οἵ τε τῆς Κλεοπάτρας λόγοι πρὸς τὴν ἐξ ἐκείνου θεραπείαν ἧττον ἠδυνήθησαν: [76] οὐ γὰρ ἔφη καλῶς ἔχειν Ἀντώνιος βασιλέα περὶ τῶν κατὰ τὴν ἀρχὴν γεγενημένων εὐθύνας ἀπαιτεῖν: οὕτως γὰρ ἂν οὐδὲ βασιλεὺς εἴη: δόντας δὲ τὴν τιμὴν καὶ τῆς ἐξουσίας καταξιώσαντας ἐᾶν αὐτῇ χρῆσθαι. τὸ δ' αὐτὸ καὶ τῇ Κλεοπάτρᾳ μὴ πολυπραγμονεῖσθαι τὰ περὶ τὰς ἀρχὰς συμφέρειν. [77] ὑπὲρ τούτων Ἡρώδης ἔγραφεν καὶ τὰς ἄλλας διεξῄει τιμάς, ἃς ἔχοι παρ' Ἀντωνίῳ συνθακῶν ἐν ταῖς διαγνώσεσιν καὶ συνεστιώμενος ἐφ' ἑκάστης ἡμέρας, καὶ τούτων ὅπως τυγχάνοι χαλεπῆς εἰς τὰς διαβολὰς αὐτῷ τῆς Κλεοπάτρας οὔσης: πόθῳ γὰρ τῆς χώρας ἐξαιτουμένη τὴν βασιλείαν αὐτῇ προσγενέσθαι πάντα τρόπον ἐκποδὼν αὐτὸν ἐσπουδάκει ποιεῖσθαι. [78] δικαίου μέντοι τυγχάνων Ἀντωνίου μηδὲν ἔτι δυσχερὲς προσδοκᾶν, ἀλλὰ καὶ θᾶττον ἥξειν βεβαιοτέραν τὴν εὔνοιαν τὴν παρ' αὐτοῦ προσειληφὼς τῇ βασιλείᾳ καὶ τοῖς πράγμασιν. [79] καὶ τῇ Κλεοπάτρᾳ μηκέτι προσεῖναι τὴν ἐλπίδα τῆς πλεονεξίας Ἀντωνίου δόντος ἀνθ' ὧν ἠξίου τὴν κοίλην Συρίαν καὶ διὰ τούτου παρηγορήσαντος ὁμοῦ καὶ ἀποσκευασαμένου τὰς ἐντεύξεις, ἃς ὑπὲρ τῆς Ἰουδαίας ἐποιεῖτο.

(9)[80] Τούτων τῶν γραμμάτων ἀπενεχθέντων ἐπαύσαντο μὲν ἐκείνης τῆς ὁρμῆς, ἣν ὡς ἀπολωλότος εἶχον καταφυγεῖν ἐπὶ τοὺς Ῥωμαίους, οὐ μὴν ἔλαθεν αὐτῶν ἡ προαίρεσις, ἀλλ' ἐπεὶ παραπέμψας ὁ βασιλεὺς Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς μὲν ἥ τε ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῷ τὴν διάνοιαν ἣν ἔσχον οἱ περὶ τὴν Ἀλεξάνδραν ἀπεσήμηναν, [81] ἡ δὲ Σαλώμη καὶ κατὰ τἀνδρὸς Ἰωσήπου λόγον εἶπεν τὸ ἐΝ διαβολῇ ποιοῦσα καὶ τῇ Μαριάμμῃ συγγενόμενον διατελεῖν. ἔλεγεν δὲ ταῦτα χαλεπῶς ἔχουσα πρὸς αὐτὴν ἐκ πλείονος, ὅτι κατὰ τὰς διαφορὰς φρονήματι χρωμένη μείζονι τὴν ἐκείνων ἐξωνείδιζεν δυσγένειαν. [82] Ἡρώδης δὲ θερμῶς ἀεὶ καὶ ἐρωτικῶς πρὸς τὴν Μαριάμμην ἔχων εὐθὺς ἐξετετάρακτο καὶ τὴν ζηλοτυπίαν οὐκ ἔφερεν, ἐπικρατούμενος δ' ἀεὶ τοῦ μὴ προπετές τι ποιῆσαι διὰ τὸν ἔρωτα, συντόνῳ τῷ πάθει καὶ τῷ ζήλῳ παρωξυμμένος ἰδίᾳ τὴν Μαριάμμην ἀνέκρινεν ὑπὲρ τῶν πρὸς τὸν Ἰώσηπον. [83] ἀπομνυμένης δ' ἐκείνης καὶ πάνθ' ὅσα τῇ μηδὲν ἁμαρτούσῃ προσῆν εἰς ἀπολογίαν καταλογιζομένης, ἀνεπείθετο κατὰ μικρὸν ὁ βασιλεὺς καὶ μετέβαινεν ἐκ τῆς ὀργῆς ἡττώμενος τῆς περὶ τὴν γυναῖκα φιλοστοργίας, ὡς ἀπολογεῖσθαι περὶ ὧν ἔδοξεν ἀκούσας πεπιστευκέναι καὶ περὶ τῆς κοσμιότητος αὐτῇ πολλὴν ὁμολογεῖν χάριν. [84] αὐτός τε ὅπως ἔχοι στοργῆς καὶ εὐνοίας πρὸς αὐτὴν ἀνωμολογεῖτο καὶ τέλος, ὡς ἐν τοῖς ἐρωτικοῖς φιλεῖ, προύπιπτον εἰς δάκρυα μετὰ πολλῆς σπουδῆς ἐμπεφυκότες ἀλλήλοις. [85] ἀεὶ δὲ καὶ μᾶλλον τοῦ βασιλέως πιστουμένου τὴν αὐτοῦ διάθεσιν “οὐ φιλοῦντος, εἶπεν ἡ Μαριάμμη, τὸ κατὰ τὴν ἐντολήν, εἰ πάσχοι τι χαλεπὸν ὑπ' Ἀντωνίου, κἀμὲ συναπολέσθαι τὴν οὐδενὸς αἰτίαν”. [86] τούτου προπεσόντος τοῦ λόγου περιπαθήσας ὁ βασιλεὺς εὐθὺς μὲν ἐκ τῶν χειρῶν αὐτὴν ἀφῆκεν, ἐβόα δὲ καὶ τῶν αὐτὸς ἑαυτοῦ τριχῶν ἐδράττετο, περιφανὲς φώριον ἔχειν τῆς τοῦ Ἰωσήπου πρὸς αὐτὴν κοινωνίας λέγων: [87] οὐ γὰρ ἂν ἐξειπεῖν ἃ κατ' ἰδίαν ἤκουσεν μὴ μεγάλης αὐτοῖς πίστεως ἐγγενομένης. οὕτως δ' ἔχων ὀλίγου μὲν ἀπέκτεινε τὴν γυναῖκα, νικώμενος δὲ τῷ πρὸς αὐτὴν ἔρωτι ταύτης μὲν τῆς ὁρμῆς ἐκράτησεν ἑαυτοῦ διακαρτερήσας ὀδυνηρῶς καὶ δυσχερῶς, τὸν μέντοι Ἰώσηπον οὐδ' εἰς ὄψιν ἐλθόντα διαχρήσασθαι προσέταξεν καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων παραιτίαν δήσας ἐφύλαττεν.

 

IV

(1)[88] Ἐν δὲ τούτῳ καὶ τὰ περὶ τὴν Συρίαν ταραχὰς εἶχεν οὐκ ἀνιείσης τῆς Κλεοπάτρας τὸν Ἀντώνιον μὴ πᾶσιν ἐπιχειρεῖν: ἔπειθεν γὰρ ἀφαιρούμενον ἑκάστων τὰς δυναστείας αὐτῇ διδόναι καὶ πλεῖστον ἴσχυεν ἐκ τῆς ἐκείνου πρὸς αὐτὴν ἐπιθυμίας. [89] φύσει δὲ πλεονεξίᾳ χαίρουσα παρανομίας οὐδὲν ἔλιπεν, τὸν μὲν ἀδελφόν, ᾧ τὴν βασιλείαν ᾔδει γενησομένην, προανελοῦσα φαρμάκοις πεντεκαιδέκατον ἔτος ἔχοντα, τὴν δ' ἀδελφὴν Ἀρσινόην ἱκετεύουσαν ἐν Ἐφέσῳ πρὸς τῷ τῆς Ἀρτέμιδος ἀποκτείνασα δι' Ἀντωνίου: [90] χρημάτων μὲν γὰρ εἵνεκεν, εἴ που μόνον ἐλπισθείη, καὶ ναοὶ καὶ τάφοι παρενομήθησαν, οὔθ' ἱεροῦ τινος οὕτως ἀσύλου δόξαντος, ὡς μὴ περιαιρεθῆναι τὸν ἐν αὐτῷ κόσμον, οὔτε βεβήλου μὴ πᾶν ὁτιοῦν τῶν ἀπηγορευμένων παθόντος, εἰ μέλλοι μόνον εἰς εὐπορίαν τῇ τῆς ἀδικούσης πλεονεξίᾳ. [91] τὸ δ' ὅλον οὐδὲν αὔταρκες ἦν γυναικὶ καὶ πολυτελεῖ καὶ δουλευούσῃ ταῖς ἐπιθυμίαις, μὴ καὶ τὰ πάντα πρὸς τὴν ἐπίνοιαν ἐνδεῖν ὧν ἐσπουδάκει. διὰ ταῦτα καὶ τὸν Ἀντώνιον ἤπειγεν ἀεί τι τῶν ἄλλων ἀφαιρούμενον αὐτῇ χαρίζεσθαι, καὶ διαβᾶσα σὺν ἐκείνῳ τὴν Συρίαν ἐπενόει κτῆμα ποιήσασθαι. [92] Λυσανίαν μὲν οὖν τὸν Πτολεμαίου Πάρθους αἰτιασαμένη τοῖς πράγμασιν ἐπάγειν ἀποκτίννυσιν, ᾔτει δὲ παρ' Ἀντωνίου τήν τε Ἰουδαίαν καὶ τὴν τῶν Ἀράβων ἀξιοῦσα τοὺς βασιλεύοντας αὐτῶν ἀφελέσθαι. [93] τῷ δ' Ἀντωνίῳ τὸ μὲν ὅλον ἡττᾶσθαι συνέβαινεν τῆς γυναικός, ὡς μὴ μόνον ἐκ τῆς ὁμιλίας, ἀλλὰ καὶ φαρμάκοις δοκεῖν ὑπακούειν εἰς ὅ τι ἂν ἐκείνη θέλῃ, τὸ μέντοι περιφανὲς τῆς ἀδικίας ἐξεδυσώπει μὴ μέχρι τοσούτου κατήκοον γινόμενον ἐπὶ μεγίστοις ἁμαρτάνειν. [94] ἵν' οὖν μήτ' ἀρνηθῇ παντάπασιν μήθ' ὅσα προσέταττεν ἐκείνη διαπραξάμενος ἐκ φανεροῦ δόξῃ κακός, μέρη τῆς χώρας ἑκατέρου παρελόμενος τούτοις αὐτὴν ἐδωρήσατο. [95] δίδωσιν δὲ καὶ τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πόλεις ἄχρις Αἰγύπτου χωρὶς Τύρου καὶ Σιδῶνος, ἐκ προγόνων εἰδὼς ἐλευθέρας, πολλὰ λιπαρούσης αὐτῆς αὐτῇ δοθῆναι.

(2)[96] Τούτων ἡ Κλεοπάτρα τυχοῦσα καὶ παραπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπ' Ἀρμενίαν στρατευόμενον ἀνέστρεφεν καὶ γίνεται μὲν ἐν Ἀπαμείᾳ καὶ Δαμασκῷ, παρῆλθεν δὲ καὶ εἰς τὴν Ἰουδαίαν Ἡρώδου συντυχόντος αὐτῇ καὶ τῆς τε Ἀραβίας τὰ δοθέντα καὶ τὰς περὶ τὸν Ἱεριχοῦντα προσόδους [Ἡρώδου] μισθωσαμένου: φέρει δ' ἡ χώρα τὸ βάλσαμον, ὃ τιμιώτατον τῶν ἐκεῖ καὶ παρὰ μόνοις φύεται, τόν τε φοίνικα πολὺν καὶ καλόν. [97] ἐν τούτοις οὖσα καὶ πλείονος αὐτῇ συνηθείας πρὸς τὸν Ἡρώδην γινομένης διεπείραζεν εἰς συνουσίαν ἐλθεῖν τῷ βασιλεῖ, φύσει μὲν ἀπαρακαλύπτως ταῖς ἐντεῦθεν ἡδοναῖς χρωμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς αὐτὸν ἐρωτικὸν ἢ καὶ τὸ πιθανώτερον ἀρχὴν ἐνέδρας τὴν ἐπ' αὐτῇ γενησομένην ὕβριν ὑποκατασκευάζουσα: τὸ δὲ σύμπαν ἐξ ἐπιθυμίας ἡττῆσθαι διέφαινεν. [98] Ἡρώδης δὲ καὶ πάλαι μὲν οὐκ εὔνους ἦν τῇ Κλεοπάτρᾳ χαλεπὴν εἰς ἅπαντας ἐπιστάμενος, τότε δὲ καὶ μισεῖν ἀξιῶν, εἰ δι' ἀσέλγειαν εἰς τοῦτο πρόεισιν, καὶ φθῆναι τιμωρούμενος, εἰ ἐνεδρεύουσα τοιούτοις ἐγχειροίη, τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, βουλὴν δ' ἐποιήσατο σὺν τοῖς φίλοις ὑποχείριον ἔχων ἀποκτεῖναι: [99] πολλῶν γὰρ ἀπαλλάξειν κακῶν ἅπαντας οἷς ἐγένετό τε ἤδη χαλεπὴ καὶ προσεδοκᾶτο: τὸ δ' αὐτὸ τοῦτο καὶ Ἀντωνίῳ λυσιτελήσειν οὐδ' ἐκείνῳ πιστῆς ἐσομένης, εἴ τις αὐτὸν καιρὸς ἢ χρεία κατάσχοι τοιούτων δεησόμενον. [100] ταῦτα βουλευόμενον ἐκώλυον οἱ φίλοι, πρῶτον μὲν διδάσκοντες, ὡς οὐκ ἄξιον μείζω πράττοντα κινδύνων τὸν φανερώτατον ἀναλαμβάνειν, ἐγκείμενοι δὲ καὶ δεόμενοι μηδὲν ἐκ προπετείας ἐπιτηδεύειν: [101] οὐ γὰρ ἂν ἀνασχέσθαι τὸν Ἀντώνιον, οὐδ' εἰ σφόδρα τις αὐτῷ τὸ συμφέρον στήσειε πρὸ τῶν ὀμμάτων: τόν τε γὰρ ἔρωτα μᾶλλον ὑπεκκαύσειν τὸ δοκεῖν βίᾳ καὶ κατ' ἐπιβουλὴν αὐτῆς στέρεσθαι, μέτριον δὲ οὐδὲν εἰς τὴν ἀπολογίαν φανεῖσθαι, τοῦ μὲν ἐπιχειρήματος εἰς γυναῖκα γεγενημένου μέγιστον ἀξίωμα τῶν κατ' ἐκεῖνον ἐσχηκυῖαν τὸν χρόνον, τῆς δ' ὠφελείας, εἰ καὶ ταύτην τις οἰηθείη, σὺν αὐθαδείᾳ καὶ καταγνώσει τῆς ἐκείνου διαθέσεως φανουμένης. [102] ἐξ ὧν οὐκ ἄδηλον, ὡς μεγάλων καὶ ἀπαύστων κακῶν ἀναπλησθήσεται τὰ περὶ τὴν ἀρχὴν αὐτῷ καὶ τὸ γένος, ἐξὸν ἀποκρουσάμενον τὴν ἁμαρτίαν, εἰς ἣν ἐκείνη παρακαλεῖ, θέσθαι τὸν καιρὸν εὐσχημόνως. [103] τοιαῦτα δεδιττόμενοι καὶ τὸ κινδυνῶδες ἐξ εἰκότος παραδηλοῦντες ἐπέσχον αὐτὸν τῆς ἐπιχειρήσεως. ὁ δὲ τὴν Κλεοπάτραν δωρεαῖς θεραπεύσας ἐπ' Αἰγύπτου προύπεμψεν.

(3)[104] Ἀντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν. [105] Ἀρμενίας δὲ ἐβασίλευσεν Ἀρταξίας ὁ πρεσβύτατος τῶν ἐκείνου παίδων διαδρὰς ἐν τῷ τότε. καὶ τοῦτον Ἀρχέλαος καὶ Νέρων Καῖσαρ ἐκβαλόντες Τιγράνην τὸν νεώτερον ἀδελφὸν ἐπὶ τὴν βασιλείαν κατήγαγον. ταῦτα μὲν οὖν ἐν ὑστέρῳ.

(4)[106] Περὶ δὲ τοὺς φόρους, οὓς ἔδει τελεῖν τῆς ὑπ' Ἀντωνίου δοθείσης χώρας, ὁ μὲν Ἡρώδης δίκαιος ἦν οὐκ ἀσφαλὲς ἡγούμενος διδόναι τῇ Κλεοπάτρᾳ μίσους αἰτίαν. [107] ὁ δ' Ἄραψ Ἡρώδου τὴν φορὰν ἐπιδεξαμένου χρόνον μέν τινα παρεῖχεν ἐκείνῳ τὰ διακόσια τάλαντα, μετὰ ταῦτα δὲ κακοήθης ἦν καὶ βραδὺς εἰς τὰς ἀποδόσεις καὶ μόλις εἰ καὶ μέρη τινὰ διαλύσειεν οὐδὲ ταῦτα διδόναι δοκῶν ἀζημίως.

 

V

(1)[108] Ἡρώδης δὲ τοῦτον τὸν τρόπον ἀγνωμονοῦντος καὶ τὸ τελευταῖον οὐδὲν ἔτι τῶν δικαίων ποιεῖν ἐθέλοντος εἶχεν μὲν ὡς ἐπεξελευσόμενος, προθεσμίᾳ δὲ ἐχρήσατο τῷ Ῥωμαικῷ πολέμῳ. [109] τῆς γὰρ ἐπ' Ἀκτίῳ μάχης προσδοκωμένης, ἣν ἐπὶ τῆς ἑβδόμης καὶ ὀγδοηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος συνέβη γενέσθαι, Καῖσαρ μὲν Ἀντωνίῳ περὶ τῶν ὅλων ἔμελλεν ἀγωνιεῖσθαι πραγμάτων, Ἡρώδης δὲ καὶ τῆς χώρας εὐβοτουμένης αὐτῷ πολὺν ἤδη χρόνον καὶ προσόδων καὶ δυνάμεως εὑρημένων, Ἀντωνίῳ συμμαχίαν κατέλεξεν ἐπιμελέστατα ταῖς παρασκευαῖς χρησάμενος. [110] Ἀντώνιος δὲ τῆς μὲν ἐκείνου συμμαχίας οὐδὲν ἔφη δεῖσθαι, τὸν δὲ Ἄραβα, καὶ γὰρ ἀκηκόει παρ' αὐτοῦ καὶ τῆς Κλεοπάτρας τὴν ἀπιστίαν, ἐπεξελθεῖν προσέταττεν. ἠξίου γὰρ ἡ Κλεοπάτρα ταῦτα λυσιτελεῖν αὐτῇ τὸν ἕτερον ὑπὸ θατέρου κακῶς πάσχειν ἡγουμένη. [111] τούτων αὐτῷ παρ' Ἀντωνίου λεχθέντων ὑποστρέψας Ἡρώδης συνεῖχεν τὸ στρατιωτικὸν ὡς εὐθὺς εἰς τὴν Ἀραβίαν ἐμβαλῶν, καὶ παρασκευασθέντος ἱππικοῦ καὶ πεζῆς δυνάμεως εἰς Διόσπολιν ἀφικνεῖται τῶν Ἀράβων ἐκεῖ συναντώντων: οὐ γὰρ ἐλελήθει τὰ περὶ τὸν πόλεμον αὐτούς: καὶ μάχης καρτερᾶς γενομένης ἐκράτησαν οἱ Ἰουδαῖοι. [112] μετὰ δὲ ταῦτα πολλὴ στρατιὰ τῶν Ἀράβων εἰς Κάνατα συνῄει: χωρία δ' ἐστὶ ταῦτα τῆς κοίλης Συρίας: Ἡρώδης τε προπεπυσμένος ἧκεν ἄγων ἐπ' αὐτοὺς τὸ πλεῖστον ἧς εἶχεν δυνάμεως, καὶ πλησιάσας ἐν καλῷ στρατοπεδεύεσθαι διεγνώκει χάρακά τε βαλόμενος ἐξ εὐκαίρου ταῖς μάχαις ἐπιχειρεῖν. [113] ταῦτα δὲ αὐτοῦ διατάττοντος ἐβόα τὸ πλῆθος τῶν Ἰουδαίων παρελόμενον τῆς τριβῆς ἄγειν ἐπὶ τοὺς Ἄραβας: ὥρμητο δὲ καὶ τῷ συντετάχθαι πιστεύειν καλῶς καὶ ταῖς προθυμίαις ἄμεινον ἐχόντων ὅσοι τὴν πρώτην μάχην νενικήκεσαν οὐδ' εἰς χεῖρας ἐλθεῖν ἐπιτρέψαντες τοῖς ἐναντίοις. [114] θορυβούντων οὖν καὶ πᾶσαν ἐπιδεικνυμένων σπουδὴν ἔγνω τῇ προθυμίᾳ τοῦ πλήθους ὁ βασιλεὺς ἀποχρήσασθαι, καὶ προειπών, ὡς οὐ λελείψεται τῆς ἐκείνων ἀρετῆς, πρῶτος ἐν τοῖς ὅπλοις ἡγήσατο πάντων κατ' οἰκεῖα τέλη συνακολουθησάντων. [115] ἔκπληξις δ' εὐθὺς ἐμπίπτει τοῖς Ἄραψιν: ἀντιστάντες γὰρ εἰς ὀλίγον ὡς ἑώρων ἀμάχους ὄντας καὶ μεστοὺς φρονήματος, ἔφευγον οἱ πλείους ἐγκλίναντες κἂν διεφθάρησαν Ἀθηνίωνος μὴ κακώσαντος Ἡρώδην καὶ τοὺς Ἰουδαίους. [116] οὗτος γὰρ ὢν στρατηγὸς μὲν Κλεοπάτρας ἐπὶ τῶν ἐκεῖ, διάφορος δὲ Ἡρώδῃ, τὸ μέλλον οὐκ ἀπαρασκεύως ἐσκόπει, δρασάντων μέν τι λαμπρὸν τῶν Ἀράβων ἐγνωκὼς ἡσυχίαν ἄγειν, ἡττωμένων δέ, ὃ καὶ συνέβη, τοῖς ἀπὸ τῆς χώρας συνεληλυθόσι τῶν οἰκείων παρεσκευασμένος ἐπιτίθεσθαι τοῖς Ἰουδαίοις. [117] καὶ τότε κεκμηκόσι τε καὶ νικᾶν οἰομένοις ἀπροσδοκήτως ἐπιπεσὼν πολὺν ἐποίει φόνον: τάς τε γὰρ προθυμίας εἰς τοὺς ὁμολογουμένους ἐχθροὺς ἐκδαπανήσαντες οἱ Ἰουδαῖοι καὶ τῷ νικᾶν ἐπ' ἀδείας χρώμενοι ταχὺ τῶν ἐπιχειρησάντων ἡττῶντο καὶ πολλὰς ἐλάμβανον πληγὰς ἐν χωρίοις ἀφίπποις καὶ πετρώδεσιν, ὧν πλείω τὴν ἐμπειρίαν εἶχον οἱ τὴν ἐπίθεσιν ποιησάμενοι. [118] κακῶς δὲ πασχόντων οἵ τε Ἄραβες αὑτοὺς ἀνειλήφεσαν καὶ πάλιν ὑποστρέψαντες ἔκτεινον ἤδη τετραμμένους. ἐγένοντο δὲ παντοδαπαὶ κτιννυμένων ἀπώλειαι, καὶ τῶν διαπιπτόντων οὐ πολλοὶ συνέφευγον εἰς τὸ στρατόπεδον. [119] ὁ δὲ βασιλεὺς Ἡρώδης ἀπεγνωκὼς τὰ κατὰ τὴν μάχην ἀφιππάζεται βοήθειαν ἄξων: οὐ μὴν ἔφθη καίπερ ἐσπουδακὼς ἐπαρκεῖν, ἀλλὰ τὸ μὲν στρατόπεδον ἥλω τῶν Ἰουδαίων, οἱ δ' Ἄραβες οὐδὲ μετρίως εὐτυχήκεσαν ἐκ παραλόγου νίκην τε ἧς πλεῖστον ἀπεδέησαν ἀνειληφότες καὶ πολλὴν τῶν ἐναντίων ἀφῃρημένοι δύναμιν. [120] τοὐντεῦθεν ὁ μὲν Ἡρώδης λῃστείαις ἐχρῆτο καὶ τὰ πολλὰ κατατρέχων τὴν τῶν Ἀράβων ἐκάκου ταῖς ἐπιδρομαῖς στρατοπεδευόμενος ἐπὶ τῶν ὅρων, καὶ τὸ μὲν σύμπαν ἐξίστατο κατὰ τοὐμφανὲς εἰς χεῖρας ἐλθεῖν, οὐκ ἀζήμιος δὲ γινόμενος τῇ συνεχείᾳ καὶ τῷ φιλοπόνῳ τῶν τε οἰκείων ἐπεμελεῖτο παντὶ τρόπῳ τὸ πταῖσμα διορθούμενος.

(2)[121] Ἐν τούτῳ καὶ τῆς ἐπ' Ἀκτίῳ μάχης συνεσταμένης Καίσαρι πρὸς Ἀντώνιον ἑβδόμου δ' ὄντος Ἡρώδῃ τῆς βασιλείας ἔτους σεισθεῖσα ἡ γῆ τῶν Ἰουδαίων, ὡς οὐκ ἄλλοτε ἐδόκει, τῶν ἐν τῇ χώρᾳ κτηνῶν πολὺν φθόρον ἐποίησεν. [122] ἐφθάρησαν δὲ καὶ τῶν ἀνθρώπων ὑπὸ ταῖς πεπτωκυίαις οἰκίαις περὶ τρισμυρίους: τὸ μέντοι στρατιωτικὸν ἐν ὑπαίθρῳ διαιτώμενον οὐδὲν ὑπὸ τοῦ πάθους κατεβλάβη. [123] ταῦτα πυνθανομένοις τοῖς Ἄραψιν καὶ μᾶλλον ἢ κατ' ἀλήθειαν ἐξαγγελλόντων αὐτοῖς ὅσοι τοὺς ὑπὲρ τῶν γεγονότων λόγους τῷ μίσει τῶν ἀκουσομένων ἐχαρίζοντο μεῖζον ἐπῄει φρονεῖν, ὡς τῆς τε χώρας ἀνατετραμμένης τοῖς πολεμίοις καὶ διεφθορότων τῶν ἀνθρώπων μηδὲν ἔτι μηδ' εἰς αὐτοὺς ἀντίπαλον καταλελεῖφθαι δοκεῖν. [124] καὶ τῶν τε Ἰουδαίων τοὺς πρέσβεις, ἧκον γὰρ ἐπὶ τοῖς γεγενημένοις, συλλαβόντες ἀπέκτειναν καὶ μετὰ πάσης προθυμίας ἐχώρουν ἐπὶ τὸ στρατιωτικὸν αὐτῶν. [125] οἱ δ' οὔτε τὴν ἔφοδον ἐξεδέξαντο καὶ πρὸς τὰς συμφορὰς ἀθύμως διακείμενοι προίεντο τὰ πράγματα, πλεῖστον ἀπογνώσεως ἐπ' αὐτοῖς πεπονθότες: οὐ γὰρ ἦν οὔτε ἰσοτιμίας ἐλπὶς προηττημένοις ἐν ταῖς μάχαις οὔτε βοηθείας κεκακωμένων αὐτοῖς τῶν οἴκοι πραγμάτων. [126] οὕτως οὖν ἐχόντων ἐπῆγεν ὁ βασιλεὺς λόγῳ τε πείθων τοὺς ἡγεμόνας καὶ πειρώμενος ἀναλαμβάνειν αὐτῶν πεπτωκότα τὰ φρονήματα. προδιακινήσας δὲ καὶ παραθαρρύνας τινὰς τῶν ἀμεινόνων ἐτόλμησεν ἤδη καὶ τῷ πλήθει διαλέγεσθαι πρότερον ὀκνῶν αὐτό, μὴ καὶ χαλεπῷ χρήσηται διὰ τὰς ἀτυχίας. παρεκάλει δὲ τοιούτους ποιούμενος εἰς τὸν ὄχλον τοὺς λόγους:

(3)[127] "Οὐκ ἀγνοῶ μὲν, ἄνδρες, ὅτι πολλὰ παρὰ τόνδε τὸν καιρὸν γεγένηται πρὸς τὰς πράξεις ἡμῖν ἐναντιώματα, καὶ θαρρεῖν εἰκὸς ἐν τοῖς τοιούτοις οὐδὲ τοὺς πλεῖστον ἀνδραγαθίᾳ διενηνοχότας. [128] ἀλλ' ἐπειδὴ κατεπείγει τε πολεμεῖν καὶ τῶν γεγονότων οὐδέν ἐστιν τοιοῦτον, ὃ μὴ δι' ἑνὸς ἔργου καλῶς πραχθέντος ἐπανορθώσεται, παρακαλέσαι προειλόμην ὑμᾶς ἅμα καὶ διδάξαι δι' ὧν ἂν ἐμμείναιτε τοῖς οἰκείοις φρονήμασιν. [129] βούλομαι δὲ πρῶτον μὲν ὑπὲρ τοῦ πολεμεῖν ὡς δικαίως αὐτὸ ποιοῦμεν ἐπιδεῖξαι, διὰ τὴν ὕβριν τῶν ἐναντίων ἠναγκασμένοι: μέγιστον γὰρ εἰ μάθοιτε τοῦτο προθυμίας ὑμῖν αἴτιον ἔσται: μετὰ δὲ τοῦτο δεῖξαι, διότι καὶ τῶν ἐν ἡμῖν δεινὸν οὐδέν ἐστιν καὶ πλείστας εἰς τὸ νικᾶν ἔχομεν τὰς ἐλπίδας. [130] ἄρξομαι δ' ἀπὸ τοῦ πρώτου μάρτυρας ὑμᾶς ποιούμενος ὧν λέγω: τὴν γὰρ τῶν Ἀράβων παρανομίαν ἴστε μὲν δήπου καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως ἀπίστως διακειμένων, ὡς εἰκὸς ἔχειν τὸ βάρβαρον καὶ ἀνεννόητον θεοῦ, πλεῖστα μέντοι προσέκρουσαν ἡμῖν πλεονεξίᾳ καὶ φθόνῳ καὶ ταῖς ταραχαῖς ἐφεδρεύοντες ἐξ ὑπογύου. [131] καὶ τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἀλλὰ κινδυνεύοντας αὐτοὺς τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν καὶ δουλεύειν Κλεοπάτρᾳ τίνες ἄλλοι τοῦ δέους ἀπήλλαξαν; ἡ γὰρ ἐμὴ πρὸς Ἀντώνιον φιλία κἀκείνου πρὸς ἡμᾶς διάθεσις αἰτία γεγένηται μηδὲ τούτους ἀνήκεστόν τι παθεῖν, φυλαττομένου τἀνδρὸς μηδὲν ἐπιτηδεύειν, ὃ δύναιτ' ἂν ὕποπτον ἡμῖν γενέσθαι. [132] βουληθέντος δὲ ὅμως Κλεοπάτρᾳ μέρη τινὰ παρασχεῖν ἀφ' ἑκατέρας τῆς ἀρχῆς, καὶ τοῦτο διῳκησάμην ἐγώ, καὶ πολλὰ δῶρα δοὺς ἰδίᾳ τὸ μὲν ἀσφαλὲς ἀμφοτέροις ἐπορισάμην, τὰς δὲ δαπάνας αὐτὸς ἀνέλαβον, διακόσια μὲν δοὺς τάλαντα, διακοσίων δ' ἐγγυητὴς γενόμενος, ἃ τῇ μὲν προσοδευομένῃ γέγονεν, αὐτοὶ δ' ὑπὸ τούτων ἀπεστερήμεθα. [133] καίτοι γε ἄξιον ἦν μηδενὶ τῶν ὄντων Ἰουδαίους φόρον ἢ τῆς χώρας ἀπόμοιραν τελεῖν, εἰ δ' οὖν, ἀλλ' οὐχ ὑπέρ γε τούτων οὓς αὐτοὶ σεσώκαμεν, οὐδὲ τοὺς Ἄραβας ὁμολογήσαντας ἐντεύξεως καὶ χάριτος ὅτι τὴν ἀρχὴν ἐδόκουν τυγχάνειν ἀδικεῖν ἡμᾶς ἀποστεροῦντας, καὶ ταῦτα οὐ πολεμίους ὄντας, ἀλλὰ φίλους. [134] ὡς ἥ γε πίστις ἔχουσα καὶ πρὸς τοὺς πολεμιωτάτους τόπον τοῖς γε φίλοις ἀναγκαιοτάτη τετηρῆσθαι, ἀλλ' οὐ παρὰ τούτοις, οἳ τὸ μὲν κερδαίνειν ἐκ παντὸς τρόπου κάλλιστον ὑπειλήφασιν, τὸ δ' ἄδικον οὐκ ἐπιζήμιον, εἰ μόνον κερδαίνειν δυνηθεῖεν. [135] ἔστιν οὖν ἔτι ζήτησις ὑμῖν, εἰ δεῖ τοὺς ἀδίκους τιμωρεῖσθαι, τοῦτο καὶ τοῦ θεοῦ βουλομένου καὶ παραγγέλλοντος ἀεὶ μισεῖν τὴν ὕβριν καὶ τὴν ἀδικίαν, καὶ ταῦτα οὐ μόνον δίκαιον, ἀλλὰ καὶ ἀναγκαῖον πόλεμον ἐξιόντων; [136] ἃ γὰρ ὁμολογεῖται παρανομώτατα τοῖς τε Ἕλλησιν καὶ τοῖς βαρβάροις, ταῦτα ἔπραξαν εἰς τοὺς ἡμετέρους πρέσβεις ἀποσφάξαντες αὐτούς, τῶν μὲν Ἑλλήνων ἱεροὺς καὶ ἀσύλους εἶναι φαμένων τοὺς κήρυκας, ἡμῶν δὲ τὰ κάλλιστα τῶν δογμάτων καὶ τὰ ὁσιώτατα τῶν ἐν τοῖς νόμοις δι' ἀγγέλων παρὰ τοῦ θεοῦ μαθόντων: τοῦτο γὰρ τὸ ὄνομα καὶ ἀνθρώποις θεὸν εἰς ἐμφάνειαν ἄγει καὶ πολεμίους πολεμίοις διαλλάττειν δύναται. [137] ποῖον οὖν μεῖζον ἂν γένοιτο ἀσέβημα ἢ πρέσβεις ἀποκτεῖναι τοὺς ὑπὲρ τοῦ δικαίου διαλεγομένους; πῶς δ' ἂν ἔτι δύναιντο ἢ περὶ τὸν βίον εὐσταθεῖν ἢ περὶ τὸν πόλεμον εὐτυχεῖν τοιούτων αὐτοῖς πεπραγμένων; ἐμοὶ μὲν οὐδαμῶς δοκοῦσιν. [138] ἴσως τοίνυν τὸ μὲν ὅσιον καὶ δίκαιόν ἐστιν μεθ' ἡμῶν, ἀνδρειότεροι δὲ ἢ πλείους ἐκεῖνοι τετυχήκασιν. ἀλλὰ πρῶτον μὲν ἀνάξιον ὑμῖν ταῦτα λέγειν: μεθ' ὧν γὰρ τὸ δίκαιόν ἐστιν μετ' ἐκείνων ὁ θεός, θεοῦ δὲ παρόντος καὶ πλῆθος καὶ ἀνδρεία πάρεστιν. [139] ἵνα δὲ καὶ τὰ καθ' αὑτοὺς ἐξετάσωμεν, ἐνικήσαμεν τῇ πρώτῃ μάχῃ: συμβαλόντες τὴν δευτέραν οὐδὲ ἀντέσχον ἡμῖν, ἀλλ' ἔφυγον εὐθὺς οὐχ ὑπομείναντες τὴν ἔφοδον καὶ τὰ φρονήματα: νικῶσιν ἡμῖν Ἀθηνίων ἐπέθετο πόλεμον ἀκήρυκτον ἐπάγων. [140] πότερον ἀνδραγαθία τοῦτ' ἔστιν ἐκείνων ἢ δευτέρα παρανομία καὶ ἐνέδρα; τί οὖν ἔλαττον φρονοῦμεν ἐφ' οἷς μείζους ἔχειν δεῖ τὰς ἐλπίδας; πῶς δ' ἂν καταπλαγείημεν τοὺς ὅταν μὲν ἐξ ἀληθείας ἀγωνίζωνται πάντοτε νικωμένους, ὅταν δὲ κρατεῖν νομισθῶσιν ἐξ ἀδικίας αὐτὸ ποιοῦντας; [141] πῶς δ' ἄν, εἰ καὶ γενναίους ἡγεῖταί τις αὐτούς, οὐ παρ' αὐτὸ τοῦτο καὶ μᾶλλον ὁρμηθείη; τὸ γὰρ εὔψυχον οὐκ ἐν τῷ τοῖς ἀσθενεστέροις ἐπιχειρεῖν, ἀλλ' ἐν τῷ δύνασθαι καὶ τῶν ἰσχυροτέρων κρατεῖν. [142] εἰ δέ τινα καταπλήξεται τὰ οἰκεῖα πάθη καὶ τὰ περὶ τὸν σεισμὸν συμβεβηκότα, πρῶτον μὲν ἐννοηθήτω, διότι τοῦτ' αὐτὸ καὶ τοὺς Ἄραβας ἐξαπατᾷ μείζω τὰ γενόμενα τῆς ἀληθείας ὑπειληφότας, ἔπειτα ὡς οὐ καλὸν ἐκείνοις τε τόλμης καὶ ἡμῖν δειλίας τὴν αὐτὴν αἰτίαν γενέσθαι: [143] οἱ μὲν γὰρ οὐκ ἐξ οἰκείου τινὸς ἀγαθοῦ τὸ εὔψυχον ἔχουσιν, ἀλλ' ἐκ τῆς περὶ ἡμᾶς ὡς κάμνοντας ἤδη τοῖς κακοῖς ἐλπίδος, ἡμεῖς δὲ χωρήσαντες ἐπ' αὐτοὺς παραιρησόμεθα μὲν ἐκείνων τὸ μεῖζον φρονεῖν, ἀναληψόμεθα δ' αὐτοὶ τὸ μηκέτι θαρροῦσιν μάχεσθαι. [144] καὶ γὰρ οὔτε κεκακώμεθα τοσοῦτον οὔθ', ὅπερ οἴονταί τινες, ὀργὴν θεοῦ παρέχει τὸ γεγονός, ἀλλὰ ταῦτα συμπτώματα γίνεται καὶ πάθη τινά. καὶ εἰ κατὰ θεοῦ γνώμην πέπρακται, δῆλον ὡς καὶ πέπαυται κατὰ τὴν ἐκείνου γνώμην ἀρκουμένου τοῖς γεγονόσιν: βουλόμενος γὰρ ἔτι μᾶλλον ἀδικεῖν, οὐκ ἂν μετεβάλετο. [145] τὸν δὲ πόλεμον ὅτι καὶ θέλει τοῦτον ἐνεργεῖσθαι καὶ δίκαιον οἶδεν, δεδήλωκεν αὐτός: ἐνίων γὰρ ἐν τῷ σεισμῷ περὶ τὴν χώραν ἀπολομένων οὐδεὶς οὐδὲν ἔπαθεν τῶν ἐν τοῖς ὅπλοις, ἀλλὰ πάντες ἐσώθητε, φανερὸν ποιοῦντος τοῦ θεοῦ, διότι κἂν εἰ πανδημεὶ μετὰ τέκνων καὶ γυναικῶν ἐστρατεύεσθε, περιῆν ἂν ὑμῖν μηδὲν ἀνήκεστον παθεῖν. [146] ταῦτα ἐνθυμηθέντες καὶ τὸ μεῖζον ὅτι παρὰ πάντα καιρὸν προιστάμενον ἔχετε τὸν θεόν, ἐπεξέλθετε δικαίαις ἀνδραγαθίαις τοὺς ἀδίκους μὲν πρὸς φιλίαν, ἀσπόνδους δὲ ἐν ταῖς μάχαις, ἀνοσίους δὲ εἰς πρέσβεις, ἀεὶ δὲ τῆς ὑμετέρας ἀρετῆς ἡττημένους.”

(4)[147] Ταῦτα ἀκούσαντες οἱ Ἰουδαῖοι πολὺ τὰς ψυχὰς ἀμείνους ἐγίνοντο πρὸς τὴν μάχην. Ἡρώδης δὲ θυσίας κατὰ τὰ νομιζόμενα ποιήσας καὶ μετὰ σπουδῆς ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τοὺς Ἄραβας διαβὰς τὸν Ἰορδάνην ποταμὸν καὶ τῶν πολεμίων στρατοπεδεύεται πλησίον. [148] ἐδόκει δ' αὐτῷ φρούριον ἐν μέσῳ κείμενον καταλαβεῖν: οὕτως γὰρ αὐτὸς μὲν ὠφεληθήσεσθαι καὶ πρὸς τὸ θᾶττον συνάψαι τὴν μάχην καὶ εἰ παρέλκειν δέοι ἐρυμνὸν αὐτῷ πεπορισμένος τὸ στρατόπεδον. [149] τὸ δ' αὐτὸ καὶ τῶν Ἀράβων προνοούντων ἅμιλλα γίνεται περὶ τοῦ χωρίου καὶ πρῶτον μὲν ἀκροβολισμοῖς, εἶτα δὴ καὶ πλείους εἰς χεῖρας ἐρχόμενοι παρ' ἀμφοτέρων ἕως ἡττηθέντες οἱ παρὰ τῶν Ἀράβων ἀπεχώρουν. [150] τοῦτο εὐθὺς εἰς ἐλπίδας τοῖς Ἰουδαίοις οὐ μικρὸν ἐγεγόνει. καὶ τὴν δύναμιν αὐτοῦ ἐΝνοούμενον πάντα μᾶλλον ἢ πρὸς μάχην ἰέναι βουλόμενον θρασύτερον ἐπεχείρησεν αὐτῶν τὸν χάρακα διασπᾶν καὶ τοῦ στρατοπέδου προσάγων ἅπτεσθαι: τούτοις γὰρ ἐκβιασθέντες προῄεσαν ἄτακτοι καὶ προθυμίας ἢ τῆς εἰς τὸ νικᾶν ἐλπίδος οὐδ' ὁτιοῦν ἐσχηκότες. [151] ὅμως δ' οὖν εἰς χεῖρας ᾔεσαν πλείους τε ὄντες καὶ διὰ τὸ κατεπείγειν ἐπὶ τὸ τολμηρὸν ὑπὸ τῆς ἀνάγκης στρατηγούμενοι, καὶ μάχη γίνεται καρτερὰ πιπτόντων ἑκατέρωθεν οὐκ ὀλίγων, τέλος δὲ τραπέντες οἱ Ἄραβες ἔφευγον. [152] ἦν δὲ φόνος ἐγκλινάντων, ὡς μὴ μόνον ὑπὸ τῶν πολεμίων θνήσκειν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς παραιτίους γίνεσθαι τῶν κακῶν, ὑπό τε πλήθους καὶ φορᾶς ἀτάκτου συμπατουμένων καὶ περιπιπτόντων τοῖς οἰκείοις ὅπλοις: [153] πεντακισχίλιοι γοῦν αὐτῶν ἐγένοντο νεκροί. τὸ δ' ἄλλο πλῆθος ἔφθη μὲν εἰς τὸ χαράκωμα συμφυγεῖν, εἶχεν δ' οὐκ ἐν βεβαίῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἀπορίᾳ τῶν ἐπιτηδείων καὶ μᾶλλον ὕδατος. οἵ τε Ἰουδαῖοι διώκοντες συνεισπεσεῖν μὲν οὐ κατίσχυσαν, [154] περικαθεζόμενοι δὲ τῷ χάρακι καὶ παρατηροῦντες εἰσόδου τε τοὺς ἐπαρκοῦντας καὶ ἐξόδου φυγεῖν βουλομένους εἶργον.

(5)[155] Ἐν τοιούτοις οὖν ὄντες οἱ Ἄραβες ἐπρεσβεύοντο πρὸς τὸν Ἡρώδην, τὸ μὲν πρῶτον ὑπὲρ διαλύσεως, ἔπειτα, τὸ γὰρ δίψος ἤπειγεν, πᾶν ὁτιοῦν ὑφιστάμενοι καὶ τυχεῖν εἰς τὸ παρὸν ἀδείας ἠξιωκότες. [156] ὁ δ' οὔτε πρέσβεις οὔτε λύτρα τῶν ἡλωκότων οὔτ' ἄλλο τι μέτριον προσίετο φιλόνεικος ὢν ἐκδικῆσαι τὰς παρανομίας τὰς εἰς αὐτοὺς ἐξ ἐκείνων γεγενημένας. καταναγκαζόμενοί τε τοῖς τε ἄλλοις καὶ τῷ δίψει προιόντες αὑτοὺς ἐνεχείριζον ἄγειν καὶ δεῖν, [157] [καὶ] πέντε μὲν ἡμέραις τετρακισχίλιοι τὸ πλῆθος οὕτως ἑάλωσαν, τῇ δ' ἕκτῃ πάντες οἱ λοιποὶ διέγνωσαν ἐξιέναι πολέμου νόμῳ χωρήσαντες ἐπὶ τοὺς ἐναντίους ἐγχειρεῖν, καὶ εἰ δέοι τι πάσχειν, αἱρούμενοι καὶ μὴ διαφθείρεσθαι κατ' ὀλίγους ἀδόξως. [158] ταῦτα δὲ γνόντες ἐξῆλθον μὲν τοῦ χαρακώματος, διήρκεσαν δ' οὐδαμῶς τῇ μάχῃ, λαμπρῶς μὲν ἀγωνίσασθαι κεκακωμένοι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα τόπον οὐκ ἔχοντες, κέρδος δ' εἰ θνήσκοιεν ἐν συμφορᾷ τὸ ζῆν ποιούμενοι, καὶ πίπτουσιν αὐτῶν ἐν τῇ προτέρᾳ μάχῃ περὶ ἑπτακισχιλίους. [159] τοιαύτῃ δὲ πληγῇ χρησαμένων φρονήματος μὲν ὅσον ἦν πρότερον αὐτοῖς ἀφῄρηντο, τεθαυμακότες δὲ ἐν ταῖς οἰκείαις συμφοραῖς τὴν Ἡρώδου στρατηγίαν εἴς τε τὸ λοιπὸν εἶξαν καὶ προστάτην ἀπεφήναντο τοῦ ἔθνους. [160] ὁ δὲ πλεῖστον ἐπὶ τοῖς εὐημερήμασιν ἠξιωκὼς φρονεῖν ἀνέστρεψεν εἰς τὴν οἰκείαν, προσειληφὼς ἀξίωμα καὶ διὰ ταύτην τὴν ἀνδραγαθίαν.

 

VI

(1)[161] Τὰ μὲν οὖν ἄλλα καλῶς εἶχεν αὐτῷ δυσεπιχειρήτῳ κατὰ πάντα γεγενημένῳ, κίνδυνος δ' ἐμπίπτει τὴν ὑπὲρ τῶν ὅλων κρίσιν ἐξάγων Ἀντώνιον Καίσαρος ἐν τῇ κατ' Ἄκτιον μάχῃ νενικηκότος: [162] τότε γὰρ ἀπέγνωστο αὐτῷ τε Ἡρώδῃ τὰ πράγματα καὶ τοῖς περὶ αὐτὸν ὁμοίως ἐχθροῖς τε καὶ φίλοις: οὐ γὰρ ἦν εἰκὸς ἀτιμώρητον μενεῖν τοσαύτης αὐτῷ φιλίας πρὸς Ἀντώνιον γεγενημένης. [163] ἦν οὖν τοῖς μὲν φίλοις ἀπόγνωσις τῶν κατ' αὐτὸν ἐλπίδων, ὅσοι δ' ἐχθρῶς εἶχον ἐδόκουν μὲν ἐξ ἐμφανοῦς συνάχθεσθαι, πάθος δὲ λεληθὸς ἐφηδομένων εἶχον ὡς ἀμείνονος τευξόμενοι τῆς μεταβολῆς. [164] αὐτός τε Ἡρώδης τὸν Ὑρκανὸν ὁρῶν μόνον ἐπ' ἀξιώματος βασιλικοῦ συμφέρειν ᾤετο μηκέτ' ἐμποδὼν ἐᾶν, εἰ μὲν περισωθείη καὶ διαφύγοι τὸν κίνδυνον, ἀσφαλὲς ἡγούμενος πρὸς τὸ μὴ τοῖς τοιούτοις αὐτοῦ καιροῖς ἐφορμεῖν ἄνδρα τυχεῖν τῆς βασιλείας ἀξιώτερον, εἰ δὲ καὶ πάσχοι τι διὰ Καίσαρος, φθόνῳ τὸν μόνον ἐπὶ τῆς βασιλείας γενησόμενον ἐπιθυμῶν ἐξελεῖν.

(2)[165] Ταῦτα δ' αὐτοῦ δι' ἐννοίας ἔχοντος ἐνεδόθη τι καὶ παρ' ἐκείνων: ὁ μὲν γὰρ Ὑρκανὸς ἐπιεικείᾳ τρόπου καὶ τότε καὶ τὸν ἄλλον χρόνον οὐκ ἠξίου πολυπραγμονεῖν οὐδὲ νεωτέρων ἅπτεσθαι, συγχωρῶν τῇ τύχῃ πᾶν τὸ δι' ἐκείνης γινόμενον ἠγαπηκέναι. [166] φιλόνεικος δ' ἦν Ἀλεξάνδρα καὶ τὴν ἐλπίδα τῆς μεταβολῆς ἀκρατῶς φέρουσα λόγους ἐποιεῖτο πρὸς τὸν πατέρα, μὴ μέχρι παντὸς ἀναμεῖναι τὴν Ἡρώδου παρανομίαν εἰς τὸν αὐτῶν οἶκον, ἀλλὰ προλαβεῖν ἀσφαλείᾳ τὰς αὖθις ἐλπίδας, [167] καὶ γράφειν ἠξίου περὶ τούτων Μάλχῳ τῷ τὴν ἀραβαρχίαν ἔχοντι δέξασθαί τε αὐτὸν καὶ δι' ἀσφαλείας ἔχειν: ὑπεξελθόντων γὰρ εἰ τὰ περὶ τὸν Ἡρώδην οὕτως χωρήσειεν, ὡς εἰκὸς ἐν ἔχθρᾳ Καίσαρος, αὐτοὺς ἔσεσθαι τοὺς τὴν ἀρχὴν ἀπολαμβάνοντας μόνους καὶ διὰ τὸ γένος καὶ διὰ τὴν εὔνοιαν τῶν ὄχλων. [168] ταῦτα πειθούσης ὁ μὲν Ὑρκανὸς διωθεῖτο τοὺς λόγους, φιλόνεικον δέ τι καὶ γυναικεῖον αὐτῆς πεπονθυίας καὶ μήτε νύκτα μήθ' ἡμέραν ἀπολειπομένης, ἀλλ' ἀεὶ περὶ τούτων καὶ τῆς Ἡρώδου πρὸς αὐτοὺς ἐπιβουλῆς διαλεγομένης, ἀνεπείσθη τέλος ἐπιστολὴν δοῦναι Δοσιθέῳ τινὶ τῶν περὶ αὐτὸν φίλων, ἐν ᾗ συντέτακτο πέμπειν αὐτῷ τὸν Ἄραβα τοὺς ἀναληψομένους καὶ παραπέμψοντας ἱππέας ἐπὶ τὴν Ἀσφαλτῖτιν λίμνην: αὕτη δ' ἀπέχει τῶν Ἱεροσολυμιτῶν ὅρων σταδίους τριακοσίους. [169] ἐπίστευεν δὲ τῷ Δοσιθέῳ θεραπεύοντος αὐτοῦ καὶ αὐτὸν καὶ τὴν Ἀλεξάνδραν καὶ τῆς πρὸς Ἡρώδην δυσνοίας οὐ μικρὰς αἰτίας ἔχοντος: Ἰωσήπου τε γάρ, ὃν ἐκεῖνος ἀνῃρήκει, συγγενὴς ἦν καὶ τῶν ἐν Τύρῳ φονευθέντων ὑπ' Ἀντωνίου πρότερον ἀδελφός. [170] οὐ μὴν ἐπήγαγεν ταῦτα τὸν Δοσίθεον Ὑρκανῷ πιστὸν εἰς τὴν ὑπηρεσίαν γενέσθαι, προτιμήσας δὲ τῶν ἐκείνου τὰς ἐκ τοῦ βασιλεύοντος ἐλπίδας ἐπιδίδωσιν Ἡρώδῃ τὴν ἐπιστολήν. [171] ὁ δὲ τῆς εὐνοίας ἀποδεξάμενος ἔτι καὶ τοῦτο προσυπουργῆσαι παρεκελεύετο, πτύξαντα τὴν ἐπιστολὴν καὶ κατασημηνάμενον ἀποδοῦναι τῷ Μάλχῳ καὶ τὰ παρ' ἐκείνου γράμματα λαβεῖν: οὐ γὰρ μικρὸν τὸ διάφορον καὶ τὴν ἐκείνου γνώμην αὐτὸν εἰδέναι. [172] ταῦτα δὲ τοῦ Δοσιθέου προθύμως ὑπουργήσαντος ὁ μὲν Ἄραψ ἀντεπέστελλεν αὐτόν τε Ὑρκανὸν δέχεσθαι καὶ τοὺς σὺν αὐτῷ πάντας καὶ Ἰουδαίων ὅσοι τὰ ἐκείνου φρονοῦσιν, δύναμίν τε πέμψειν τὴν μετ' ἀσφαλείας αὐτοὺς κομιοῦσαν καὶ πρὸς μηδὲν ἐνδεήσειν ὧν ἠξίου. [173] ὡς δὲ καὶ ταύτην Ἡρώδης ἐδέξατο τὴν ἐπιστολήν, εὐθύς τε μεταπέμπεται τὸν Ὑρκανὸν καὶ περὶ τῶν γενομένων αὐτῷ συνθηκῶν πρὸς τὸν Μάλχον ἀνέκρινεν. ἀρνησαμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ διεχειρίσατο τὸν ἄνδρα.

(3)[174] Ταῦτα δὲ γράφομεν ἡμεῖς, ὡς ἐν τοῖς ὑπομνήμασιν τοῖς τοῦ βασιλέως Ἡρώδου περιείχετο. τοῖς δ' ἄλλοις οὐ κατὰ ταῦτα συμφωνεῖ: τὸν γὰρ Ἡρώδην οὐκ ἐπὶ τοιούτοις δοκοῦσιν, ἀλλ' ἐξ ἐπιβουλῆς μᾶλλον Ὑρκανῷ τὴν αἰτίαν ἐπάγοντα κατὰ τὸν αὐτοῦ τρόπον ἀποκτεῖναι: [175] γράφουσι γὰρ οὕτως, ἐν συμποσίῳ τινὶ μηδὲν ὑποψίας ἐνδιδόντα λόγον Ὑρκανῷ προσφέρειν, εἴ τινας ἐπιστολὰς παρὰ τοῦ Μάλχου λάβοι, καὶ τὸν μὲν ὁμολογῆσαι προσαγορευτικὰ γράμματα κομίσασθαι, [176] τὸν δ', εἰ καί τινα δωρεὰν εἰληφὼς εἴη, πάλιν ἐπερέσθαι: τοῦ δὲ μηδὲν πλέον ἢ κτηνῶν ἀναβατικῶν τέτταρα πέμψαντος αὐτῷ λαβεῖν, εἰς αἰτίαν τὸ τοιοῦτον ἐπαναφέροντα δωροδοκίας καὶ προδοσίας ἀπάγχειν προστάξαι τὸν ἄνδρα. [177] τεκμήρια δὲ τοῦ μηδὲν ἁμαρτόντα τοιούτῳ τέλει περιπεσεῖν καταλογίζονται τὴν ἐπιείκειαν τοῦ τρόπου καὶ τὸ μήτ' ἐν νεότητι θράσους ἢ προπετείας ἐπίδειξιν πεποιῆσθαι μήθ' ὅτε τὴν βασιλείαν αὐτὸς εἶχεν, ἀλλὰ κἀν ταύτῃ τὰ πλεῖστα τῶν κατὰ τὴν διοίκησιν Ἀντιπάτρῳ παρακεχωρηκέναι. [178] τότε δ' ἐντῶ πλείω μὲν ἢ ὀγδοήκοντα γεγονὼς ἐτύγχανεν ἔτη, κρατοῦντα δὲ μετὰ πάσης ἀσφαλείας τὸν Ἡρώδην ἠπίστατο, διαβεβήκει δὲ καὶ τὸν Εὐφράτην τοὺς ἐν τῷ πέραν τιμῶντας αὐτὸν καταλιπὼν ὡς ὅλος ἐπ' ἐκείνῳ γενησόμενος: ἐγχειρεῖν οὖν τι καὶ καινοτέρων ἅπτεσθαι πάντων ἀπιθανώτατον καὶ οὐ πρὸς τῆς ἐκείνου φύσεως, ἀλλὰ ταῦτα σκῆψιν Ἡρώδου γενέσθαι.

(4)[179] Τοῦτο μὲν τὸ τέλος Ὑρκανῷ συνέπεσεν τοῦ βίου ποικίλαις καὶ πολυτρόποις χρησαμένῳ ταῖς ἐν τῷ ζῆν τύχαις: εὐθὺς μὲν [γὰρ] ἐν ἀρχῇ βασιλευούσης αὐτῷ τῆς μητρὸς Ἀλεξάνδρας ἀρχιερεὺς καταστὰς τοῦ Ἰουδαίων ἔθνους ἔτεσιν ἐννέα τὴν τιμὴν κατέσχεν. [180] παραλαβὼν δὲ τὴν βασιλείαν ἀποθανούσης τῆς μητρὸς αὐτῷ καὶ ταύτην κατασχὼν τρεῖς μῆνας ἐκπίπτει μὲν ὑπ' Ἀριστοβούλου τοῦ ἀδελφοῦ, κατάγεται δ' αὖθις ὑπὸ Πομπηίου καὶ πάσας τὰς τιμὰς ἀπολαβὼν ἔτη τεσσαράκοντα διετέλεσεν ἐν αὐτοῖς. [181] ἀφαιρεθεὶς δὲ τὸ δεύτερον ὑπ' Ἀντιγόνου καὶ λωβηθεὶς τὸ σῶμα παρὰ Πάρθοις αἰχμάλωτος ἐγένετο. κἀκεῖθεν εἰς τὴν οἰκείαν ἐπανῄει χρόνῳ διὰ τὰς ἐξ Ἡρώδου προτεινομένας ἐλπίδας, ὧν οὐδὲν αὐτῷ κατὰ προσδοκίαν ἀπήντα πολυπαθείᾳ βίου χρησαμένῳ, τὸ δυσχερέστατον δέ, ὡς προειρήκαμεν, ἐν γήρᾳ τέλους οὐκ ἀξίου τυχεῖν: [182] δοκεῖ γὰρ ἐπιεικὴς καὶ μέτριος ἐν πᾶσιν γενέσθαι καὶ τὰ πλεῖστα τῆς ἀρχῆς ὑπὸ διοικηταῖς ἄγειν, οὐ πολυπράγμων οὐδὲ δεινὸς ὢν βασιλείας ἐπιστατεῖν, Ἀντιπάτρῳ τε καὶ Ἡρώδῃ μέχρι τοῦδε προελθεῖν ἐγένετο διὰ τὴν ἐπιείκειαν τὴν ἐκείνου, καὶ τὸ πέρας οὔτε δίκαιον οὔτ' εὐσεβὲς ἐξ αὐτῶν εὕρατο τοιούτου τέλους.

(5)[183] Ὁ δὲ Ἡρώδης ὡς καὶ τὸν Ὑρκανὸν ἐκποδὼν ἐποιήσατο, σπεύδων πρὸς Καίσαρα καὶ μηδὲν ἐλπίσαι περὶ τῶν αὐτοῦ πραγμάτων δυνάμενος χρηστὸν ἐκ τῆς γενομένης αὐτῷ πρὸς Ἀντώνιον φιλίας, ὕποπτον μὲν εἶχεν τὴν Ἀλεξάνδραν, μὴ τῷ καιρῷ συνεπιθεμένη τὸ πλῆθος ἀποστήσῃ καὶ στασιάσῃ τὰ περὶ τὴν βασιλείαν πράγματα. [184] παρετίθετο δὲ πάντα Φερώρᾳ τἀδελφῷ, καὶ τὴν μητέρα Κύπρον καὶ τὴν ἀδελφὴν καὶ τὴν γενεὰν ἅπασαν ἐν Μασάδοις κατεστήσατο παρακελευσάμενος, εἴ τι περὶ αὐτὸν ἀκούσαιεν δυσχερές, ἔχεσθαι τῶν πραγμάτων. [185] Μαριάμμην δὲ τὴν αὐτοῦ γυναῖκα, δυνατὸν γὰρ οὐκ ἦν ἐν διαφορᾷ τῇ πρὸς τὴν ἀδελφὴν καὶ τὴν μητέρα τὴν ἐκείνου δίαιταν τὴν αὐτὴν ἔχειν, ἐν Ἀλεξανδρείῳ σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ κατεστήσατο Ἰώσηπον τὸν ταμιαίαν καὶ τὸν Ἰτουραῖον Σόαιμον ἐπ' αὐτῶν καταλιπών, πιστοτάτους μὲν ἐξ ἀρχῆς γενομένους αὐτῷ, τότε δὲ προφάσει τιμῆς φρουρεῖν ἀπολειφθέντας τὰς γυναῖκας. [186] ἦν δὲ κἀκείνοις ἐντολὴ μαθόντας τι περὶ αὐτοῦ δυσχερὲς ἐξ αὐτῆς ἀμφοτέρας μεταχειρίσασθαι, τὴν δὲ βασιλείαν εἰς δύναμιν τοῖς παισὶν αὐτοῦ σὺν τἀδελφῷ Φερώρᾳ διατηρεῖν.

(6)[187] Ταύτας δοὺς τὰς ἐντολὰς αὐτὸς εἰς Ῥόδον ἠπείγετο Καίσαρι συντυχεῖν. κἀπειδὴ κατέπλευσεν εἰς τὴν πόλιν, ἀφῄρητο μὲν τὸ διάδημα, τοῦ δ' ἄλλου περὶ αὐτὸν ἀξιώματος οὐδὲν ὑφεικώς, ὅτε καὶ κοινωνῆσαι λόγου κατὰ τὴν συντυχίαν ἠξιώθη, πολὺ μᾶλλον ἐνέφηνεν τὸ μεγαλεῖον τοῦ κατ' αὐτὸν φρονήματος, [188] οὔτ' εἰς ἱκεσίαν, ὡς εἰκὸς ἐπὶ τοιούτοις, τραπόμενος οὔτε δέησίν τινα προτείνων ὡς ἐφ' ἡμαρτημένοις, ἀποδοὺς δὲ τὸν λογισμὸν τῶν πεπραγμένων ἀνυποτιμήτως. [189] ἔλεγεν γὰρ τῷ Καίσαρι καὶ φιλίαν αὐτῷ γενέσθαι μεγίστην πρὸς Ἀντώνιον καὶ πάντα πρᾶξαι κατὰ τὴν αὐτοῦ δύναμιν, ὡς ἐπ' ἐκείνῳ γενήσεται τὰ πράγματα, στρατείας μὲν οὐ κοινωνήσας κατὰ περιολκὰς τῶν Ἀράβων, πέμψας δὲ καὶ χρήματα καὶ σῖτον ἐκείνῳ. [190] καὶ ταῦτ' εἶναι μετριώτερα τῶν ἐπιβαλλόντων αὐτῷ γενέσθαι: τὸν γὰρ ὁμολογοῦντα μὲν εἶναι φίλον, εὐεργέτην δ' ἐκεῖνον ἐπιστάμενον, παντὶ μέρει καὶ ψυχῆς καὶ σώματος καὶ περιουσίας συγκινδυνεύειν δέον ὧν αὐτὸς ἔλαττον ἢ καλῶς εἶχεν ἀναστραφεὶς ἀλλ' ἐκεῖνό γε συνειδέναι καλῶς ἑαυτῷ πεποιηκότι τὸ μηδ' ἡττηθέντα τὴν ἐν Ἀκτίῳ μάχην καταλιπεῖν, [191] μηδὲ συμμεταβῆναι ταῖς ἐλπίσιν φανερῶς ἤδη μεταβαινούσης καὶ τῆς τύχης, φυλάξαι δ' αὑτὸν, εἰ καὶ μὴ συναγωνιστὴν ἀξιόχρεων, ἀλλὰ σύμβουλόν γε δεξιώτατον Ἀντωνίῳ τὴν μίαν αἰτίαν τοῦ κἂν σώζεσθαι καὶ μὴ τῶν πραγμάτων ἐκπεσεῖν ὑποδεικνύντα, Κλεοπάτραν ἐπανελέσθαι: [192] προανῃρημένης γὰρ ἐκείνης αὐτῷ τε τῶν πραγμάτων ἄρχειν ὑπεῖναι καὶ τὰς πρὸς σὲ συμβάσεις ῥᾷον εὑρίσκεσθαι τῆς ἔχθρας. ὧν οὐδὲν ἐκεῖνος ἐννοηθεὶς ἀλυσιτελῶς μὲν αὐτῷ, συμφερόντως δὲ σοὶ προετίμησεν τὴν ἀβουλίαν. [193] νῦν οὖν εἰ μὲν τῇ πρὸς Ἀντώνιον ὀργῇ κρίνεις καὶ τὴν ἐμὴν προθυμίαν, οὐκ ἂν εἴη μοι τῶν πεπραγμένων ἄρνησις οὐδ' ἀπαξιώσω τὴν ἐμαυτοῦ πρὸς ἐκεῖνον εὔνοιαν ἐκ τοῦ φανεροῦ λέγειν, εἰ δὲ τὸ πρόσωπον ἀνελών, τίς εἰμι πρὸς τοὺς εὐεργέτας καὶ ποῖος φίλος ἐξετάζοις, ἐνέσται σοι πείρᾳ τῶν ἤδη γεγενημένων ἡμᾶς εἰδέναι: τοῦ γὰρ ὀνόματος ὑπαλλαγέντος οὐδὲν ἔλαττον αὐτὸ τὸ τῆς φιλίας βέβαιον ἐν ἡμῖν εὐδοκιμεῖν δυνήσεται.”

(7)[194] Τοιαῦτα λέγων καὶ παράπαν ἐμφαίνων τὸ τῆς ψυχῆς ἐλευθέριον οὐ μετρίως ἐπεσπᾶτο τὸν Καίσαρα φιλότιμον ὄντα καὶ λαμπρόν, ὥστ' αὐτῷ τὰς τῶν ἐγκλημάτων αἰτίας σύστασιν ἤδη τῆς πρὸς ἐκεῖνον εὐνοίας πραγματεύεσθαι. [195] καὶ τό τε διάδημα πάλιν ἀποκαθίστησιν αὐτῷ καὶ προτρεψάμενος μηδὲν ἐλάττω περὶ αὐτὸν ἢ πρότερον ἦν περὶ τὸν Ἀντώνιον φαίνεσθαι, διὰ πάσης ἦγε τιμῆς, προσθεὶς ὅτι καιταιδιος γράψειεν, ἁπάσῃ προθυμίᾳ τὰ πρὸς τοὺς μονομάχους αὐτῷ συλλαβέσθαι τὸν Ἡρώδην. [196] τοσαύτης ἀποδοχῆς ἠξιωμένος καὶ παρ' ἐλπίδας ὁρῶν αὐτῷ πάλιν ἐξ ὑπαρχῆς βεβαιοτέραν τὴν βασιλείαν δόσει Καίσαρος καὶ δόγματι Ῥωμαίων, ὅπερ ἐκεῖνος αὐτῷ πρὸς τὸ βέβαιον ἐπραγματεύσατο, παρέπεμψεν ἐπ' Αἰγύπτου Καίσαρα, δωρησάμενος ὑπὲρ δύναμιν αὐτόν τε καὶ τοὺς φίλους καὶ πᾶσαν ἐμφαίνων μεγαλοψυχίαν. [197] ᾐτεῖτο δὲ καὶ τῶν Ἀντωνίῳ συνήθων Ἀλέξανδρον ὡς μηδὲν ἀνήκεστον παθεῖν, ἀλλὰ τούτου μὲν οὐκ ἔτυχεν ὅρκῳ προκατειλημμένου Καίσαρος: [198] ἐπανῄει δὲ πάλιν εἰς τὴν Ἰουδαίαν πλείονί τε τιμῇ καὶ παρρησίᾳ καὶ τοῖς τὰ ἐναντία προσδοκήσασιν ἔκπληξιν παρέσχεν ὡς ἀεὶ τὸ λαμπρότερον ἐκ τῶν κινδύνων κατ' εὐμένειαν τοῦ θεοῦ προσεπικτώμενος. εὐθὺς οὖν περὶ τὴν ὑποδοχὴν ἐγεγόνει Καίσαρος ἀπὸ Συρίας εἰς Αἴγυπτον εἰσβαλεῖν μέλλοντος. [199] κἀπειδὴ παρῆν, δέχεται μὲν αὐτὸν ἐν Πτολεμαίδι πάσῃ τῇ βασιλικῇ θεραπείᾳ, παρέσχεν δὲ καὶ τῷ στρατεύματι ξένια καὶ τῶν ἐπιτηδείων ἀφθονίαν. κἀν τοῖς εὐνουστάτοις ἐξητάζετο τάς τε δυνάμεις ἐκτάττοντος συνιππαζόμενος καὶ δεχόμενος αὐτὸν καὶ φίλους ἀνδρῶσιν ἑκατὸν καὶ πεντήκοντα πᾶσιν εἰς πολυτέλειαν καὶ πλοῦτον ὑπηρεσίας ἠσκημένοις. [200] παρέσχεν δὲ καὶ τὴν ἄνυδρον διερχομένοις τὴν τῶν ἐπειγόντων χορηγίαν, ὡς μήτε οἴνου μήτε ὕδατος, ὃ καὶ μᾶλλον ἦν ἐν χρείᾳ τοῖς στρατιώταις, ὑστερηθῆναι. αὐτόν γε μὴν Καίσαρα ταλάντοις ὀκτακοσίοις ἐδωρήσατο καὶ παρέστησεν ἅπασιν ἔννοιαν λαβεῖν, ὅτι τῆς βασιλείας ἧς εἶχεν πολὺ μείζω καὶ λαμπρότερα κατὰ τὰς ὑπουργίας ἐπεδείκνυτο. [201] τοῦτ' αὐτὸν καὶ μᾶλλον εἰς πίστιν εὐνοίας καὶ προθυμίας ἐπισυνίστη καὶ πλεῖστον ἠνέγκατο τῇ χρείᾳ τοῦ καιροῦ τὸ μεγαλόψυχον ἁρμόσας. ὁ δὲ καὶ πάλιν ἐπανιόντων ἀπ' Αἰγύπτου τῶν πρώτων οὐδενὸς τὰς ὑπηρεσίας ἥττων ἐφάνη.

 

VII

(1)[202] Τότε μέντοι γενόμενος ἐν τῇ βασιλείᾳ τεταραγμένην αὐτῷ τὴν οἰκίαν καταλαμβάνει καὶ χαλεπῶς ἐχούσας τήν τε γυναῖκα Μαριάμμην καὶ τὴν μητέρα τὴν ἐκείνης Ἀλεξάνδραν. [203] οἰηθεῖσαι γάρ, ὅπερ ἦν ὕποπτον, οὐκ εἰς ἀσφάλειαν τῶν σωμάτων εἰς ἐκεῖνο κατατεθῆναι τὸ χωρίον, ἀλλ' ὡς φρουρᾷ μηθενὸς μήτε τῶν ἄλλων μήθ' αὑτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον. [204] ἥ τε Μαριάμμη τὸν μὲν ἔρωτα τοῦ βασιλέως ὑπόκρισιν ἄλλως καὶ πρὸς τὸ συμφέρον αὐτῷ γινομένην ἀπάτην ὑπελάμβανεν, ἤχθετο δὲ τῷ μηδ' εἰ πάσχοι τι δεινὸν ἐκεῖνος ἐλπίδα τοῦ βιώσεσθαι δι' αὐτὸν ἐσχηκέναι καὶ τὰς Ἰωσήπῳ δοθείσας ἐντολὰς ἀνεμνημόνευεν, ὥστ' ἤδη διὰ θεραπείας εἶχεν τοὺς φρουροὺς καὶ μᾶλλον τὸν Σόαιμον, ἐν ἐκείνῳ τὸ πᾶν ἐπισταμένη. [205] Σόαιμος δὲ κατὰ μὲν τὰς ἀρχὰς πιστὸς ἦν οὐδὲν ὧν Ἡρώδης ἐνετέταλτο παριείς, λόγοις δὲ καὶ δωρεαῖς λιπαρέστερον τῶν γυναικῶν ἐκθεραπευουσῶν αὐτὸν ἡττᾶτο κατὰ μικρὸν ἤδη καὶ τέλος ἐξεῖπεν ἁπάσας τὰς ἐντολὰς τοῦ βασιλέως, μάλιστα μὲν οὐδ' ἐλπίσας αὐτὸν ἐπὶ τῆς αὐτῆς ὑποστρέψειν ἐξουσίας: [206] ἐν ᾧ καὶ μᾶλλον ἐκφυγὼν τὸν ἀπ' αὐτοῦ κίνδυνον οὐ μικρὰ χαριεῖσθαι ταῖς γυναιξὶν ὑπελάμβανεν, αἷς ἦν εἰκὸς οὐκ ἀποτεύξεσθαι τοῦ περιόντος ἀξιώματος, ἀλλὰ καὶ πλέον εἰς τὴν ἀμοιβὴν ἕξειν εἰ βασιλευούσας ἢ τοῦ βασιλεύοντος ἀγχοῦ γενησομένας. [207] ἐπήλπιζε δ' αὐτὸν οὐχ ἧττον, εἰ καὶ πάντα κατὰ νοῦν πράξας ὑποστρέψειεν Ἡρώδης, μηδὲν ὅτι τῇ γυναικὶ δυνήσεσθαι βουλομένῃ γε ἀντειπεῖν: ἠπίστατο γὰρ τὸν πρὸς τὴν Μαριάμμην ἔρωτα μείζονα λόγου τῷ βασιλεῖ. [208] ταῦτα προσεκλύσαντα τὰς ἐντολὰς ἐξαγγεῖλαι Μαριάμμη χαλεπῶς ἤκουσεν, εἰ μηδὲν πέρας αὐτῇ τῶν ἐξ Ἡρώδου κινδύνων ἔσται, χαλεπῶς δὲ διέκειτο, μηδενὸς μὲν τυχεῖν αὐτὸν τῶν ἴσων εὐχομένη, δυσύποιστον δ' εἰ τύχοι τὸν μετ' αὐτοῦ βίον κρίνουσα. καὶ τοῦτο διέδειξεν ἐν ὑστέρῳ μηδὲν ἐπικρυψαμένη τοῦ κατ' αὐτὴν πάθους.

(2)[209] Ὁ μὲν γὰρ ἐπὶ μεγάλοις οἷς παρ' ἐλπίδας εὐτυχήκει καταπεπλευκὼς πρώτῃ μέν, ὡς εἰκός, τῇ γυναικὶ περὶ τούτων εὐηγγελίζετο, μόνην δὲ ἐκ πάντων διὰ τὸν ἔρωτα καὶ τὴν οὖσαν αὐτῷ συνήθειαν προτιμῶν ἠσπάζετο. [210] τῇ δ' οὔτε τὰς εὐημερίας διηγουμένου χαίρειν μᾶλλον ἢ χαλεπῶς φέρειν συνέβαινεν οὔτ' ἐπικρύπτεσθαι τὸ πάθος δυνατὸν ἦν. ἀλλ' ὑπ' ἀδοξίας καὶ τῆς περιούσης εὐγενείας πρὸς μὲν τοὺς ἀσπασμοὺς ἀνέστενεν, τοῖς δὲ διηγήμασιν ἄχθεσθαι μᾶλλον ἢ συγχαίρειν ἐνέφαινεν, ὡς οὐχ ὕποπτα μόνον ἀλλὰ καὶ καταφανῆ γινόμενα τὸν Ἡρώδην ἐπιταράττειν. [211] ἠδημόνει μὲν γὰρ ὁρῶν τὸ παράλογον τῆς γυναικὸς εἰς αὐτὸν μῖσος οὐκ ἀποκεκρυμμένον, ἤχθετο δὲ τῷ πράγματι καὶ τὸν ἔρωτα φέρειν ἀδυνατῶν ταῖς τε ὀργαῖς καὶ ταῖς διαλλαγαῖς οὐκ ἐνέμενεν, ἀεὶ δὲ ἀπὸ θατέρου μεταβαίνων εἰς θάτερον ἐφ' ἑκατέρῳ πολλὴν εἶχεν ἀπορίαν. [212] οὕτως οὖν ἐν μέσῳ τοῦ στυγεῖν καὶ στέργειν ἀποληφθεὶς καὶ πολλάκις ἕτοιμος ὢν ἀμύνασθαι τῆς ὑπερηφανίας αὐτὴν διὰ τὸ προκατειλῆφθαι τὴν ψυχὴν ἀσθενέστερος εἰς τὸ μεταστήσασθαι τὴν ἄνθρωπον ἐγίνετο. τὸ δὲ σύμπαν ἡδέως ἂν ἐκείνην κολάσας ἐδεδοίκει, μὴ λάθοι μείζονα παρ' αὐτοῦ τὴν τιμωρίαν ἀποθανούσης εἰσπραττόμενος.

(3)[213] Συνιδοῦσαι δ' οὕτως αὐτὸν ἔχοντα πρὸς τὴν Μαριάμμην ἥ τε ἀδελφὴ καὶ ἡ μήτηρ κάλλιστον ᾠήθησαν τὸν καιρὸν τοῦ πρὸς ἐκείνην μίσους εἰληφέναι καὶ διελάλουν οὐ μικρῶς παροξύνουσαι τὸν Ἡρώδην διαβολαῖς μῖσος ὁμοῦ καὶ ζηλοτυπίαν ἐμποιεῖν δυνησομέναις. [214] ὁ δ' οὔτε τῶν τοιούτων ἀηδῶς ἤκουσεν λόγων οὔτε δρᾶν τι κατὰ τῆς γυναικὸς ὡς πεπιστευκὼς ἀπεθάρρει, χεῖρον μέντοι πρὸς αὐτὴν εἶχεν ἀεὶ καὶ τὸ πάθος ἀντεξεκαίετο, τῆς μὲν οὐκ ἀποκρυπτομένης τὴν διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταλαμβάνοντος. [215] κἂν εὐθὺς ἐπράχθη τι τῶν ἀνηκέστων: νῦν δὲ Καίσαρος ἀγγελθέντος κρατεῖν τῷ πολέμῳ καὶ τεθνηκότων Ἀντωνίου καὶ Κλεοπάτρας ἔχειν Αἴγυπτον, ἐπειγόμενος εἰς τὸ Καίσαρι ἀπαντᾶν κατέλιπεν ὡς εἶχεν τὰ περὶ τὴν οἰκίαν. [216] ἐξιόντι δὲ Μαριάμμη παραστησομένη τὸν Σόαιμον πολλήν τε χάριν τῆς ἐπιμελείας ὡμολόγει καὶ μεριδαρχίαν αὐτῷ παρὰ τοῦ βασιλέως ᾐτήσατο. [217] κἀκεῖνος μὲν τυγχάνει τῆς τιμῆς. Ἡρώδης δὲ γενόμενος ἐν Αἰγύπτῳ Καίσαρί τε μετὰ πλείονος παρρησίας εἰς λόγους ἦλθεν ὡς ἤδη φίλος καὶ μεγίστων ἠξιώθη: τῶν τε γὰρ Κλεοπάτραν δορυφορούντων Γαλατῶν τετρακοσίοις αὐτὸν ἐδωρήσατο καὶ τὴν χώραν ἀπέδωκεν αὐτῷ πάλιν, ἣν δι' ἐκείνης ἀφῃρέθη. προσέθηκεν δὲ καὶ τῇ βασιλείᾳ Γάδαρα καὶ Ἵππον καὶ Σαμάρειαν ἔτι δὲ τῆς παραλίου Γάζαν καὶ Ἀνθηδόνα καὶ Ἰόπην καὶ Στράτωνος πύργον.

(4)[218] Ἐπιτυχὼν δὲ καὶ τούτων λαμπρότερος ἦν, καὶ τὸν μὲν Καίσαρα παρέπεμψεν ἐπ' Ἀντιοχείας, αὐτὸς δ' ἐπανελθὼν ὅσον ᾤετο τὰ πράγματα αὐτῷ διὰ τῶν ἔξωθεν ἐπιδιδόναι πρὸς εὐδαιμονίαν, τοσοῦτον ἔκαμνεν τοῖς οἰκείοις καὶ μάλιστα περὶ τὸν γάμον, ἐν ᾧ καὶ μᾶλλον εὐτυχεῖν ἐδόκει πρότερον: ἔρωτα γὰρ οὐδενὸς ἐλάττω τῶν ἱστορουμένων ἐπεπόνθει μετὰ τοῦ δικαίου τῆς Μαριάμμης. [219] ἡ δὲ τὰ μὲν ἄλλα σώφρων καὶ πιστὴ πρὸς αὐτὸν ἦν, εἶχεν δέ τι καὶ γυναικεῖον ὁμοῦ καὶ χαλεπὸν ἐκ φύσεως, ἱκανῶς μὲν ἐντρυφῶσα δεδουλωμένῳ διὰ τὴν ἐπιθυμίαν καὶ τὸ βασιλεύεσθαι καὶ κρατεῖν ἄλλον αὐτῆς οὐ συγκαταλογιζομένη τῷ καιρῷ πολλάκις μὲν ὑβριστικῶς αὐτῷ προσηνέχθη καὶ τοῦτ' ἐκεῖνος ἐξειρωνευόμενος ἔφερεν ἐγκρατῶς καὶ μειζόνως, [220] ἀναφανδὸν δὲ τήν τε μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ διεχλεύαζεν καὶ κακῶς ἔλεγεν, ὥστ' ἤδη στάσιν ἐν ταῖς γυναιξὶν εἶναι καὶ μῖσος ἄσπονδον, ἐν δὲ τῷ τότε καὶ διαβολὰς μείζονας. [221] ἥ τε ὑποψία τρεφομένη παρέτεινεν ἐνιαυτοῦ μῆκος ἐξ οὗ παρὰ Καίσαρος Ἡρώδης ὑπεστρόφει. τέλεον μέντοι προοικονομούμενον ἐκ πλείονος ἐξερράγη τοιαύτης ἀφορμῆς ἐγγενομένης: [222] κατακλινόμενος ὁ βασιλεὺς ὡς ἀναπαύσασθαι μεσημβρίας οὔσης ἐκάλει τὴν Μαριάμμην ὑπὸ φιλοστοργίας, ἧς ἀεὶ περὶ αὐτὴν εἶχεν. ἡ δὲ εἰσῆλθεν μέν, οὐ μὴν καὶ κατεκλίθη σπουδάζοντος ἐκφαυλίσασα καὶ προσλοιδορηθεῖσα, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν αὐτῆς ὡς ἀπεκτόνοι. [223] χαλεπῶς δ' ἐκείνου τὴν ὕβριν ἐνηνοχότος καὶ γεγονότος εἰς προπέτειαν ἑτοίμου, τῆς ταραχῆς αἰσθομένη μείζονος ἡ τοῦ βασιλέως ἀδελφὴ Σαλώμη παρεσκευασμένον ἐκ πλείστου τὸν οἰνοχόον εἰσπέμπει κελεύουσα λέγειν, ὡς πείθοι Μαριάμμη φίλτρον αὐτῇ συγκατασκευάσαι τῷ βασιλεῖ. [224] κἂν ταραχθῇ καὶ πυνθάνηται, τί ποτε τοῦτ' ἦν, λέγειν ὅτι φάρμακον ἐκείνης μὲν ἐχούσης αὐτοῦ δὲ διακονῆσαι παρακαλουμένου, μὴ κινηθέντος δ' ἐπὶ τῷ φίλτρῳ τὸν λόγον ἀργὸν ἐᾶν: οὐδένα γὰρ αὐτῷ κίνδυνον φέρειν. τοιαῦτα προδιδάξασα κατ' ἐκεῖνον τὸν καιρὸν εἰσπέμπει διαλεξόμενον. [225] ὁ δὲ πιθανῶς ἅμα καὶ μετὰ σπουδῆς εἰσῄει, δῶρα μὲν αὐτῷ τὴν Μαριάμμην παρεσχῆσθαι λέγων, ἀναπείθειν δὲ φίλτρον αὐτῷ διδόναι. πρὸς τοῦτο διακινηθέντος καὶ τί τὸ φίλτρον εἴη ἐρωτήσαντος, φάρμακον εἶπεν ὑπ' ἐκείνης διδόμενον, οὗ τὴν δύναμιν αὐτὸς οὐκ εἰδέναι, διὸ καὶ προσαγγεῖλαι τοῦτ' ἀσφαλέστερον αὐτῷ καὶ τῷ βασιλεῖ διειληφότα. [226] τοιούτων ἀκούσας Ἡρώδης λόγων καὶ πρότερον κακῶς διακείμενος ἔτι μᾶλλον ἠρεθίσθη, τόν τ' εὐνοῦχον, ὃς ἦν τῇ Μαριάμμῃ πιστότατος, ἐβασάνιζεν ὑπὲρ τοῦ φαρμάκου γινώσκων, ὡς οὐ χωρὶς ἐκείνου τι δυνατὸν ἦν οὔτε μεῖζον οὔτε ἔλαττόν τι πεπρᾶχθαι. [227] γενόμενος δὲ ἐν ταῖς ἀνάγκαις ὁ ἄνθρωπος, οὐδὲν μὲν ὧν ἕνεκεν ἐβασανίζετο λέγειν εἶχεν, τὸ μέντοι τῆς γυναικὸς ἔχθος εἰς αὐτὸν ἔφη γενέσθαι διὰ τοὺς λόγους, οὓς ὁ Σόαιμος αὐτῇ φράσαι. [228] ταῦτα δ' ἔτι λέγοντος μέγα βοήσας ὁ βασιλεὺς οὐκ ἂν ἔφη Σόαιμον πιστότατον ὄντα τόν γε ἄλλον χρόνον αὐτῷ καὶ τῇ βασιλείᾳ καταπροδοῦναι τὰς ἐντολάς, εἰ μὴ καὶ περαιτέρω προεληλύθει τῆς πρὸς τὴν Μαριάμμην κοινωνίας. [229] καὶ τὸν μὲν Σόαιμον εὐθὺς ἐκέλευσεν ἀποκτεῖναι συλλαβόντας: τῇ δὲ γυναικὶ κρίσιν ἀπεδίδου συναγαγὼν τοὺς οἰκειοτάτους αὐτῷ καὶ τὴν κατηγορίαν ἐσπουδασμένην ποιούμενος ὑπὲρ τῶν κατὰ τὰς διαβολὰς φίλτρων καὶ φαρμάκων. ἦν δὲ ἀκρατὴς ἐν τῷ λόγῳ καὶ κρίσεως ὀργιλαίτερος, καὶ τέλος οὕτως ἔχοντα γινώσκοντες αὐτὸν οἱ παρόντες θάνατον αὐτῆς κατεψηφίσαντο. [230] διενεχθείσης δὲ τῆς γνώμης ὑπεγίνετο μέν τι καὶ τοιοῦτον αὐτῷ τε καί τισιν τῶν παρόντων μὴ προπετῶς οὕτως ἀναιρεῖν, καταθέσθαι δὲ εἰς ἕν τι τῶν ἐν τῇ βασιλείᾳ φρουρίων. [231] ἐσπουδάσθη δὲ ταῖς περὶ τὴν Σαλώμην ἐκποδὼν ποιήσασθαι τὴν ἄνθρωπον καὶ μᾶλλον ἔπεισαν τὸν βασιλέα τὰς ταραχὰς τοῦ πλήθους, εἰ ζῶσα τύχοι, φυλάξασθαι συμβουλεύουσαι. Μαριάμμη μὲν οὖν οὕτως ἤγετο τὴν ἐπὶ θανάτῳ.

(5)[232] Συνθεωρήσασα δὲ τὸν καιρὸν ἡ Ἀλεξάνδρα, καὶ διότι μικρὰς ἐλπίδας ἔχοι μὴ καὶ αὐτὴ τῶν ὁμοίων ἐξ Ἡρώδου τυχεῖν, ἐναντίως πρὸς τὸ πρῶτον θράσος καὶ λίαν ἀπρεπῶς μετεβάλετο: [233] βουλομένη γὰρ ἐμφῆναι τὴν ἄγνοιαν ὧν ἐκείνη τὰς αἰτίας εἶχεν, ἐκπηδήσασα καὶ λοιδορουμένη τῇ θυγατρὶ πάντων ἀκουόντων ἐβόα κακὴν πρὸς τὸν ἄνδρα καὶ ἀχάριστον γενέσθαι καὶ δίκαια πάσχειν ἐπὶ τοῖς τοιούτοις τολμήσασαν: οὐ γὰρ ἀμείψασθαι δεόντως τὸν πάντων αὐτῶν εὐεργέτην. [234] τοιαῦτα μεταξὺ καθυποκρινομένης ἀσχημόνως καὶ τολμώσης ἐφάπτεσθαι καὶ τῶν τριχῶν, πολλὴ μέν, ὡς εἰκός, καὶ παρὰ τῶν ἄλλων ἡ κατάγνωσις ἦν τῆς ἀπρεποῦς προσποιήσεως, μᾶλλον δὲ ἐνεφάνη παρ' αὐτῆς τῆς ἀπολλυμένης: [235] οὔτε γὰρ λόγον δοῦσα τὴν ἀρχὴν οὔτε ταραχθεῖσα πρὸς τὴν ἐκείνης δυσχέρειαν ἐπέβλεπεν ἀλλ' ὡς ὑπὸ φρονήματος τὴν ἁμαρτίαν καὶ μᾶλλον ἄχθεσθαι περιφανῶς ἀσχημονούσης ἐνέφηνεν. [236] αὐτή γε μὴν ἀτρεμαίῳ τῷ καταστήματι καὶ τῇ χρόᾳ τῆς σαρκὸς ἀμεταβλήτῳ πρὸς τὸν θάνατον ἀπῄει, τὴν εὐγένειαν οὐδ' ἐν τοῖς ἐσχάτοις ἄδηλον τοῖς ἐπιθεωροῦσιν αὐτὴν ἐμφαίνουσα.

(6)[237] Κἀκείνη μὲν οὕτως ἀπέθανεν γυνὴ καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς μεγαλοψυχίαν ἄριστα γεγενημένη, τὸ δ' ἐπιεικὲς ἔλιπεν αὐτῇ καὶ πλεῖον ἦν ἐν τῇ φύσει τὸ φιλόνεικον: κάλλει δὲ σώματος καὶ τῷ περὶ τὰς ἐντεύξεις ἀξιώματι μειζόνως φράσαι τὰς κατ' αὐτὴν ὑπερῆγεν, [238] ἥ τε πλείων ἀφορμὴ τοῦ μὴ κεχαρισμένως τῷ βασιλεῖ μηδὲ πρὸς ἡδονὴν ζῆν ἐντεῦθεν ἐγεγόνει: θεραπευομένη γὰρ διὰ τὸν ἔρωτα καὶ δυσχερὲς οὐδὲν ἐξ ἐκείνου προσδοκῶσα τὴν παρρησίαν ἀσύμμετρον εἶχεν. [239] ἠνία δ' αὐτὴν καὶ τὰ περὶ τοὺς οἰκείους καὶ ταῦτα πάντα πρὸς ἐκεῖνον ὡς ἐπεπόνθει λέγειν ἠξίου, καὶ πέρας ἐξενίκησεν ἐχθρὰς αὐτῇ γενέσθαι τήν τε μητέρα καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως κἀκεῖνον αὐτόν, ᾧ μόνῳ τὸ μὴ παθεῖν τι δυσχερὲς ἀπεπίστευεν.

(7)[240] Ἀναιρεθείσης δ' αὐτῆς τότε καὶ μᾶλλον ἐξήφθη τὰ περὶ τὴν ἐπιθυμίαν τοῦ βασιλέως ἔχοντος μὲν οὕτως, ὡς καὶ πρότερον ἐδηλώσαμεν: οὐ γὰρ ἀπαθὴς οὐδ' οἷος ἂν ἐκ συνηθείας ἦν ὁ πρὸς αὐτὴν ἔρως, ἀλλὰ καὶ πρότερον ἦρξεν ἐνθουσιαστικῶς καὶ τῇ παρρησίᾳ τῆς συμβιώσεως οὐκ ἀπενικήθη μὴ πλείων ἀεὶ γίνεσθαι: [241] τότε μέντοι καὶ μᾶλλον ἐδόκει κατὰ νέμεσίν τινα τῆς κατὰ τὴν Μαριάμμην ἀπωλείας ἐπιθέσθαι, καὶ πολλάκις μὲν ἀνακλήσεις ἦσαν αὐτῆς, πολλάκις δὲ καὶ θρῆνος ἀσχήμων, ἐπενόει δὲ πᾶν εἴ τι δυνατὸν εἰς ψυχαγωγίαν πότους καὶ συνουσίας αὐτῷ πραγματευόμενος, καὶ τούτων οὐδὲν ἤρκει. [242] τὰς οὖν διοικήσεις τῶν κατὰ τὴν βασιλείαν παρῃτεῖτο καὶ τοσοῦτον ἥττητο τοῦ πάθους, ὥστ' αὐτὸν ἤδη καὶ καλεῖν τὴν Μαριάμμην προστάξαι τοῖς ὑπηρέταις ὡς ζῶσαν ἔτι καὶ δυναμένην ὑπακούειν. [243] οὕτως δὲ ἔχοντος ἐπιγίνεται λοιμώδης νόσος, ἣ καὶ τῶν ὄχλων τοὺς πλείους καὶ τῶν φίλων αὐτοῦ τοὺς ἐντιμοτάτους διέφθειρεν καὶ παρέσχεν ἅπασιν ἐξυπονοῆσαι κατὰ μῆνιν τοῦτο συνενεχθῆναι τῶν κατὰ τὴν γενομένην παρανομίαν ἐπὶ τῇ Μαριάμμῃ. [244] χεῖρον οὖν διετίθει καὶ τοῦτ' αὐτὸ τὸν βασιλέα, καὶ τέλος εἰς τὰς ἐρημίας αὑτὸν διδοὺς καὶ προφάσει κυνηγεσίων ταύταις ἐναδημονῶν οὐκ ἔφθη πλείους διενεγκεῖν ἡμέρας καὶ περιπίπτει νόσῳ δυσχερεστάτῃ: [245] φλόγωσις γὰρ ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή: τῶν τε θεραπευμάτων οὐδὲν ὅ τι καὶ πρὸς ὠφέλειαν ἐξήνυεν, ἀλλ' ἐναντιούμενα τέως εἰς ἀπόγνωσιν ἦγεν. [246] ὅσοι τε περὶ αὐτὸν ἦσαν ἰατροὶ τὰ μὲν οἷς αὐτοὶ προσέφερον βοηθήμασιν οὐδὲν ὑπεικούσης τῆς νόσου, τὰ δὲ καὶ τοῦ βασιλέως οὐκ ἔχοντος ἄλλως ἢ κατὰ τὸ βιαζόμενον τῆς ἀρρωστίας διαιτᾶσθαι, πάνθ' οἷς ἐκεῖνος ἐπενεχθείη παρέχειν ἠξίουν, τὸ δύσελπι τῆς σωτηρίας ἐν ἐξουσίᾳ τῆς διαίτης ἀνατιθέντες τῇ τύχῃ. κἀκεῖνος μὲν ἐν Σαμαρείᾳ τῇ κληθείσῃ Σεβαστῇ τοῦτον τὸν τρόπον ἐνοσηλεύετο.

(8)[247] Διατρίβουσα δὲ ἐν τοῖς Ἱεροσολύμοις Ἀλεξάνδρα καὶ πυνθανομένη τὰ κατ' αὐτὸν ἐσπουδάκει τῶν περὶ τὴν πόλιν φρουρίων ἐγκρατὴς γενέσθαι. [248] δύο δ' ἦν, ἓν μὲν αὐτῆς τῆς πόλεως, ἕτερον δὲ τοῦ ἱεροῦ, καὶ τούτων οἱ κρατοῦντες ὑποχείριον τὸ πᾶν ἔθνος ἐσχήκασιν: τὰς μὲν γὰρ θυσίας οὐκ ἄνευ τούτων οἷόν τε γενέσθαι, τὸ δὲ μὴ ταύτας συντελεῖν οὐδενὶ Ἰουδαίων δυνατὸν τοῦ ζῆν ἑτοιμότερον ἂν παραχωρησάντων ἢ τῆς θρησκείας, ἣν εἰς τὸν θεὸν εἰώθασιν συντελεῖν. [249] τοῖς οὖν ἐπὶ τούτων τῶν φυλακτηρίων Ἀλεξάνδρα προσήνεγκεν τοὺς λόγους, ὡς δέον αὐτῇ καὶ τοῖς ἐξ Ἡρώδου παιδίοις παραδοῦναι, μὴ καὶ φθῇ τις ἐκείνου μεταλλάξαντος ἕτερος ἀντιλαμβάνεσθαι τῶν πραγμάτων: ῥωσθέντι μὲν γὰρ οὐδεὶς ἀσφαλέστερον τῶν οἰκειοτάτων διατηρήσει. [250] τούτους τοὺς λόγους αὐτῆς οὐκ ἐπιεικῶς ἤνεγκαν, ἀλλὰ πιστοὶ καὶ τὸν ἔμπροσθεν χρόνον ὄντες ἔτι μᾶλλον ἐν τῷ τότε διέμειναν μίσει τε τῆς Ἀλεξάνδρας καὶ τῷ μηδ' ὅσιον ὑπολαμβάνειν ζῶντα τὸν Ἡρώδην ἀπεγνωκέναι: φίλοι γὰρ ἄνωθεν ἦσαν, εἷς δ' αὐτῶν καὶ ἀνεψιὸς τοῦ βασιλέως Ἀχίαβος. [251] εὐθὺς οὖν ἐξήγγειλαν πέμψαντες ἐκείνῳ τὴν γνώμην τῆς Ἀλεξάνδρας. ὁ δὲ τὴν μὲν οὐδὲν ἀναβαλλόμενος ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις καὶ σὺν κακοπαθείᾳ διαφυγὼν τὴν νόσον χαλεπὸς ἦν ψυχῇ καὶ σώματι κεκακωμένος ὁμοῦ πρὸς τὸ δυσάρεστον καὶ πάσαις ταῖς αἰτίαις ἑτοιμοτέρως εἰς τιμωρίαν τῶν ὑποπεσόντων ἐχρῆτο. [252] φονεύει δὲ καὶ τοὺς ἀναγκαιοτάτους αὐτῷ φίλους Κοστόβαρον καὶ Λυσίμαχον καὶ τὸν Γαδία καλούμενον Ἀντίπατρον ἔτι δὲ Δοσίθεον ἐξ αἰτίας τοιαύτης:

(9)[253] Κοστόβαρος ἦν γένει μὲν Ἰδουμαῖος, ἀξιώματος τῶν πρώτων παρ' αὐτοῖς καὶ προγόνων ἱερατευσάντων τῷ Κωζαι: θεὸν δὲ τοῦτον Ἰδουμαῖοι νομίζουσιν. [254] Ὑρκανοῦ δὲ τὴν πολιτείαν αὐτῶν εἰς τὰ Ἰουδαίων ἔθη καὶ νόμιμα μεταστήσαντος Ἡρώδης παραλαβὼν τὴν βασιλείαν ἄρχοντα τῆς Ἰδουμαίας καὶ Γάζης ἀποδείκνυσιν τὸν Κοστόβαρον καὶ δίδωσιν αὐτῷ τὴν ἀδελφὴν Σαλώμην Ἰώσηπον ἀνελὼν τὸν εἰληφότα πρότερον αὐτήν, ὡς ἐδηλώσαμεν. [255] Κοστόβαρος δὲ τούτων τυχὼν ἀσμένως καὶ παρὰ δόξαν ἤρθη μᾶλλον ὑπὸ τῆς εὐτυχίας καὶ κατὰ μικρὸν ἐξέβαινεν, οὔθ' αὑτῷ καλὸν ἡγούμενος ἄρχοντος Ἡρώδου τὸ προσταττόμενον ποιεῖν οὔτε τοῖς Ἰδουμαίοις τὰ Ἰουδαίων μεταλαβοῦσιν ὑπ' ἐκείνοις εἶναι. [256] καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτ' εἶναι δίκαιον αἰτεῖσθαι παρ' Ἀντωνίου τὴν χώραν: αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην. [257] ἔπραττεν δὲ ταῦτα τῇ Κλεοπάτρᾳ μὲν οὐδέν τι μᾶλλον εἰς τὴν ἀρχὴν ἀρεσκόμενος, εἰ δὲ παραιρεθείη τῶν πλειόνων Ἡρώδης, εὐεπιχείρητον ἤδη νομίζων καὶ κατ' αὐτὸν ἄρξαι τοῦ τῶν Ἰδουμαίων γένους καὶ μεῖζον πράξειν: ἐπιδιέβαινεν γὰρ ταῖς ἐλπίσιν οὐκ ὀλίγας ἀφορμὰς ἔχων γένους καὶ χρημάτων, ἃ μετὰ διηνεκοῦς αἰσχροκερδείας ἐπεπόριστο, καὶ μικρὸν οὐδὲν ἐπενόει. [258] Κλεοπάτρα μὲν οὖν Ἀντωνίου δεηθεῖσα περὶ τῆς χώρας ταύτης ἀποτυγχάνει. λέγονται δὲ πρὸς Ἡρώδην οἱ λόγοι κἀκεῖνος ἕτοιμος ὢν ἀποκτεῖναι τὸν Κοστόβαρον ὅμως τῆς ἀδελφῆς αὐτοῦ δεηθείσης καὶ τῆς μητρὸς ἀφίησιν καὶ συγγνώμης ἠξίωσεν, οὐκ ἀνύποπτον αὐτὸν εἰς τὸ λοιπὸν ἔχων τῆς ἐπιχειρήσεως τῆς τότε.

(10)[259] Χρόνου δὲ διελθόντος ἐπισυνέβη τὴν Σαλώμην στασιάσαι πρὸς τὸν Κοστόβαρον, καὶ πέμπει μὲν εὐθὺς αὐτῷ γραμμάτιον ἀπολυομένη τὸν γάμον οὐ κατὰ τοὺς Ἰουδαίων νόμους: ἀνδρὶ μὲν γὰρ ἔξεστιν παρ' ἡμῖν τοῦτο ποιεῖν, γυναικὶ δὲ οὐδὲ διαχωρισθείσῃ καθ' αὑτὴν γαμηθῆναι μὴ τοῦ πρότερον ἀνδρὸς ἐφιέντος. [260] οὐ μὴν ἡ Σαλώμη τὸν ἐγγενῆ νόμον, ἀλλὰ τὸν ἀπ' ἐξουσίας ἑλομένη τήν τε συμβίωσιν προαπηγόρευσεν καὶ πρὸς τὸν ἀδελφὸν Ἡρώδην ἔλεγεν ὑπὸ τῆς εἰς ἐκεῖνον εὐνοίας ἀποστῆναι τἀνδρός: ἐγνωκέναι γὰρ αὐτὸν μετ' Ἀντιπάτρου καὶ Λυσιμάχου καὶ Δοσιθέου νεωτέρων ἐφιέμενον. καὶ πίστιν παρεῖχεν τοῦ λόγου τοὺς Σάββα παῖδας, ὅτι διασώζοιντο παρ' αὐτῷ χρόνον ἐνιαυτῶν ἤδη δεκαδύο. [261] τοῦτο δὲ εἶχεν οὕτως καὶ πολλὴν ἔκπληξιν ἐνεποίησεν τῷ βασιλεῖ παρ' ἐλπίδας ἀκουσθέν, ἐκεκίνητό τε μᾶλλον ἐπὶ τῷ παραδόξῳ τοῦ λόγου: τὰ γὰρ περὶ τοὺς Σάββα παῖδας ἐσπουδάσθη μὲν αὐτῷ πρότερον ἐπεξελθεῖν αὐτοὺς δυσμενεῖς γενομένους τῇ διαθέσει, τότε δὲ διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τῆς μνήμης ἐξεληλύθεσαν. [262] ἡ δὲ ἔχθρα πρὸς αὐτοὺς καὶ τὸ μῖσος ἀπὸ τοιούτων ἦν: Ἀντιγόνου τὴν βασιλείαν ἔχοντος Ἡρώδης μὲν ἐπολιόρκει δυνάμει τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν, ὑπὸ δὲ χρείας κακῶν, ὅσα τοῖς πολιορκουμένοις παρίσταται, πλείους ἦσαν οἱ τὸν Ἡρώδην ἐπικαλούμενοι καὶ πρὸς ἐκεῖνον ἀπονεύοντες ἤδη ταῖς ἐλπίσιν. [263] ὄντες δὲ ἐπ' ἀξιώματος οἱ τοῦ Σάββα παῖδες καὶ παρὰ τῷ πλήθει δυνατοί, πιστοὶ διετέλουν Ἀντιγόνῳ τόν τε Ἡρώδην διέβαλλον ἀεὶ καὶ συμφυλάττειν τοῖς βασιλεῦσιν τὴν ἐκ γένους ἀρχὴν προύτρεπον. ἐκεῖνοι μὲν οὖν ἅμα καὶ συμφέρειν αὐτὰ νομίζοντες ἐπὶ τοιούτων ἐπολιτεύοντο. [264] τῆς δὲ πόλεως ἁλισκομένης καὶ κρατοῦντος τῶν πραγμάτων Ἡρώδου Κοστόβαρος ἀποδειχθεὶς τὰς διεκβολὰς ἀναφράττειν καὶ φρουρεῖν τὴν πόλιν, ὡς μὴ διαπίπτειν ἐξ αὐτῆς τοὺς ὑπόχρεως τῶν πολιτῶν ἢ τἀναντία τῷ βασιλεῖ πολιτευομένους, εἰδὼς ἐν ὑπολήψει καὶ τιμῇ τοὺς Σάββα τῷ παντὶ πλήθει καὶ νομίζων μέγα μέρος αὐτῷ γενήσεσθαι πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων τὴν ἐκείνων σωτηρίαν ὑπεξέθετο καὶ κατέκρυψεν ἐν οἰκείοις χωρίοις. [265] καὶ τότε μὲν Ἡρώδην, διεληλύθει γὰρ ἡ τῆς ἀληθείας ὑποψία, πιστωσάμενος ὅρκοις ἦ μὴν οὐδὲν εἰδέναι τῶν κατ' ἐκείνους ἀφεῖτο τῆς ὑπονοίας. αὖθις δὲ κηρύγματα καὶ μήνυτρα τοῦ βασιλέως ἐκτιθέντος καὶ πάντα τρόπον ἐρεύνης ἐπινοοῦντος οὐκ ἦλθεν εἰς ὁμολογίαν, ἀλλὰ τῷ τὸ πρῶτον ἔξαρνος γενέσθαι τὸ φωραθῆναι τοὺς ἄνδρας οὐκ ἀνυποτίμητον αὐτῷ πεπεισμένος οὐ μόνον ἐκ τῆς εὐνοίας, ἀλλὰ καὶ τῆς ἀνάγκης ἤδη τοῦ λανθάνειν αὐτοὺς περιείχετο. [266] περὶ τούτων ἐξαγγελθέντων αὐτῷ διὰ τῆς ἀδελφῆς ὁ βασιλεὺς πέμψας εἰς τοὺς τόπους, ἐν οἷς διατρίβειν ἐμηνύθησαν, ἐκείνους τε καὶ τοὺς συγκαταιτιαθέντας ἀπέκτεινεν, ὥστ' εἶναι μηδὲν ὑπόλοιπον ἐκ τῆς Ὑρκανοῦ συγγενείας, ἀλλὰ τὴν βασιλείαν αὐτεξούσιον αὐτῷ μηδενὸς ὄντος ἐπ' ἀξιώματος ἐμποδὼν ἵστασθαι τοῖς παρανομουμένοις.

 

VIII

(1)[267] Διὰ τοῦτο καὶ μᾶλλον ἐξέβαινεν τῶν πατρίων ἐθῶν καὶ ξενικοῖς ἐπιτηδεύμασιν ὑποδιέφθειρεν τὴν πάλαι κατάστασιν ἀπαρεγχείρητον οὖσαν, ἐξ ὧν οὐ μικρὰ καὶ πρὸς τὸν αὖθις χρόνον ἠδικήθημεν ἀμεληθέντων ὅσα πρότερον ἐπὶ τὴν εὐσέβειαν ἦγεν τοὺς ὄχλους: [268] πρῶτον μὲν γὰρ ἀγῶνα πενταετηρικὸν ἀθλημάτων κατεστήσατο Καίσαρι καὶ θέατρον ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν, αὖθίς τ' ἐν τῷ πεδίῳ μέγιστον ἀμφιθέατρον, περίοπτα μὲν ἄμφω τῇ πολυτελείᾳ, τοῦ δὲ κατὰ τοὺς Ἰουδαίους ἔθους ἀλλότρια: χρῆσίς τε γὰρ αὐτῶν καὶ θεαμάτων τοιούτων ἐπίδειξις οὐ παραδίδοται. [269] τὴν μέντοι πανήγυριν ἐκεῖνος ἐπιφανεστάτην τὴν τῆς πενταετηρίδος συνετέλει καταγγείλας τε τοῖς πέριξ καὶ συγκαλῶν ἀπὸ τοῦ παντὸς ἔθνους. οἱ δ' ἀθληταὶ καὶ τὰ λοιπὰ τῶν ἀγωνισμάτων ἀπὸ πάσης γῆς ἐκαλοῦντο κατ' ἐλπίδα τῶν προκειμένων καὶ τῆς νίκης εὐδοξίᾳ, συνελέγησάν τε οἱ κορυφαιότατοι τῶν ἐν τοῖς ἐπιτηδεύμασιν: [270] οὐ γὰρ μόνον τοῖς περὶ τὰς γυμνικὰς ἀσκήσεις, ἀλλὰ καὶ τοῖς ἐν τῇ μουσικῇ διαγινομένοις καὶ θυμελικοῖς καλουμένοις προυτίθει μέγιστα νικητήρια: καὶ διεσπούδαστο πάντας τοὺς ἐπισημοτάτους ἐλθεῖν ἐπὶ τὴν ἅμιλλαν. [271] προύθηκεν δὲ καὶ τεθρίπποις καὶ συνωρίσιν καὶ κέλησιν οὐ μικρὰς δωρεάς, καὶ πάνθ', ὅσα κατὰ πολυτέλειαν ἢ σεμνοπρέπειαν παρ' ἑκάστοις ἐσπούδαστο φιλοτιμίᾳ τοῦ διάσημον αὐτῷ γενέσθαι τὴν ἐπίδειξιν ἐξεμιμήσατο. [272] τό γε μὴν θέατρον ἐπιγραφαὶ κύκλῳ περιεῖχον Καίσαρος καὶ τρόπαια τῶν ἐθνῶν, ἃ πολεμήσας ἐκεῖνος ἐκτήσατο, χρυσοῦ τε ἀπέφθου καὶ ἀργύρου πάντων αὐτῷ πεποιημένων. [273] τὰ δ' εἰς ὑπηρεσίαν οὐδὲν οὕτως ἦν οὔτ' ἐσθῆτος τίμιον οὔτε σκευῆς λίθων, ὃ μὴ τοῖς ὁρωμένοις ἀγωνίσμασιν συνεπεδείκνυτο. παρασκευὴ δὲ καὶ θηρίων ἐγένετο λεόντων τε πλείστων αὐτῷ συναχθέντων καὶ τῶν ἄλλων, ὅσα καὶ τὰς ἀλκὰς ὑπερβαλλούσας ἔχει καὶ τὴν φύσιν ἐστὶν σπανιώτερα: [274] τούτων αὐτῶν τε πρὸς ἄλληλα συμπλοκαὶ καὶ μάχαι πρὸς αὐτὰ τῶν κατεγνωσμένων ἀνθρώπων ἐπετηδεύοντο, τοῖς μὲν ξένοις ἔκπληξις ὁμοῦ τῆς δαπάνης καὶ ψυχαγωγία τῶν περὶ τὴν θέαν κινδύνων, τοῖς δ' ἐπιχωρίοις φανερὰ κατάλυσις τῶν τιμωμένων παρ' αὐτοῖς ἐθῶν: [275] ἀσεβὲς μὲν γὰρ ἐκ προδήλου κατεφαίνετο θηρίοις ἀνθρώπους ὑπορρίπτειν ἐπὶ τέρψει τῆς ἀνθρώπων θέας, ἀσεβὲς δὲ ξενικοῖς ἐπιτηδεύμασιν ἐξαλλάττειν τοὺς ἐθισμούς. [276] πάντων δὲ μᾶλλον ἐλύπει τὰ τρόπαια: δοκοῦντες γὰρ εἰκόνας εἶναι τὰς τοῖς ὅπλοις περιειλημμένας, ὅτι μὴ πάτριον ἦν αὐτοῖς τὰ τοιαῦτα σέβειν, οὐ μετρίως ἐδυσχέραινον.

(2)[277] Ἐλάνθανον δ' οὐδὲ τὸν Ἡρώδην ἐκταραττόμενοι: καὶ βίαν μὲν ἐπάγειν ἄκαιρον ᾤετο, καθωμίλει δ' ἐνίους καὶ παρηγόρει τῆς δεισιδαιμονίας ἀφαιρούμενος. οὐ μὴν ἔπειθεν, ἀλλ' ὑπὸ δυσχερείας ὧν ἐδόκουν ἐκεῖνον πλημμελεῖν ὁμοθυμαδὸν ἐξεβόων, εἰ καὶ πάντα δοκοῖεν οἰστά, μὴ φέρειν εἰκόνας ἀνθρώπων ἐν τῇ πόλει, τὰ τρόπαια λέγοντες: οὐ γὰρ εἶναι πάτριον αὐτοῖς. [278] Ἡρώδης δὲ τεταραγμένους ὁρῶν καὶ μὴ ῥᾳδίως ἂν μεταπεσόντας, εἰ μὴ τύχοιεν παρηγορίας, καλέσας αὐτῶν τοὺς ἐπιφανεστάτους εἰς τὸ θέατρον παρήγαγεν καὶ δείξας τὰ τρόπαια, τί ποτ' ἔστιν ὃ δοκεῖ ταῦτα αὐτοῖς ἐπύθετο. [279] τῶν δὲ ἐκβοησάντων ἀνθρώπων εἰκόνες, ἐπιτάξας ἀφαιρεθῆναι τὸν περιθέσιμον κόσμον ἐπιδείκνυσιν αὐτοῖς γυμνὰ τὰ ξύλα. τὰ δ' εὐθὺς ἦν ἀποσυληθέντα γέλως καὶ πλεῖστον εἰς διάχυσιν ἐδυνήθη τὸ καὶ πρότερον αὐτοὺς ἐν εἰρωνείᾳ τίθεσθαι τὰς κατασκευὰς τῶν ἀγαλμάτων.

(3)[280] Τοῦτον δὲ τὸν τρόπον αὐτοῦ παρακρουσαμένου τὸ πλῆθος καὶ τὴν ὁρμὴν ἣν ἐπεπόνθεισαν ἐξ ὀργῆς διαχέαντος, οἱ μὲν πλείους εἶχον ὡς μεταβεβλῆσθαι καὶ μὴ χαλεπαίνειν ἔτι, [281] τινὲς δ' αὐτῶν ἐπέμενον τῇ δυσχερείᾳ τῶν οὐκ ἐξ ἔθους ἐπιτηδευμάτων, καὶ τὸ καταλύεσθαι τὰ πάτρια μεγάλων ἡγούμενοι ἀρχὴν κακῶν ὅσιον ᾠήθησαν ἀποκινδυνεῦσαι μᾶλλον ἢ δοκεῖν ἐξαλλαττομένης αὐτοῖς τῆς πολιτείας περιορᾶν Ἡρώδην πρὸς βίαν ἐπεισάγοντα τὰ μὴ δι' ἔθους ὄντα, καὶ λόγῳ μὲν βασιλέα, τῷ δ' ἔργῳ πολέμιον φαινόμενον τοῦ παντὸς ἔθνους. [282] ἐκ δὲ τούτου συνομοσάμενοι πάντα κίνδυνον ὑποδύεσθαι δέκα τῶν πολιτῶν ἄνδρες, ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες, [283] ἦν δ' αὐτοῖς δι' ἀναξιοπάθειαν ὧν ἤκουεν καὶ τῶν διεφθορότων τις τοὺς ὀφθαλμοὺς συνομωμοσμένος, οὐχ ὡς ἐνεργῆσαί τι καὶ δρᾶν εἰς τὴν ἐπιχείρησιν ἱκανός, ἀλλ' ἐν ἑτοίμῳ κατατιθεὶς αὑτὸν παθεῖν εἴ τι κἀκείνοις συμβαίνοι δυσχερές, ὥστε μὴ μετρίαν τὴν ὁρμὴν τοῖς ἐπιχειροῦσι δι' αὐτὸν γενέσθαι, (4)[284] ταῦτα γνόντες ἀπὸ συνθήματος εἰς τὸ θέατρον ἐχώρουν, ἐλπίσαντες μὲν οὐδ' αὐτὸν Ἡρώδην διαφευξεῖσθαι προσπεσόντων ἐξ ἀφανοῦς, πολλοὺς δ', εἰ καὶ μὴ τυγχάνοιεν ἐκείνου, τῶν περὶ αὐτὸν ἀναιρήσειν οἰόμενοι: καὶ ταῦτ' αὐτοῖς ἀρκέσειν, εἰ καὶ θνήσκοιεν, εἰς ἔννοιαν ὧν ὁ βασιλεὺς ἐξυβρίζειν ἐδόκει τὸ πλῆθος καὶ αὐτὸν ἐκεῖνον ἀγαγεῖν. [285] ἐκεῖνοι μὲν οὖν προκαταστάντες ἐπὶ τοιαύτης ἦσαν προθυμίας: εἷς δὲ τῶν ὑφ' Ἡρώδου πολυπραγμονεῖν καὶ διαγγέλλειν τὰ τοιαῦτα τεταγμένων ἐξευρηκὼς ὅλην τὴν ἐπίθεσιν εἰς τὸ θέατρον εἰσιέναι μέλλοντι τῷ βασιλεῖ κατεμήνυσεν. [286] ὁ δ', οὐ γὰρ ἀνοίκειον ᾠήθη τὸν λόγον εἴς τε τὸ μῖσος ἀφορῶν, ὃ συνῄδει παρὰ τῶν πλειόνων αὐτῷ, καὶ τὰς ταραχὰς τὰς ἐπὶ τοῖς καθ' ἕκαστα γινομένοις παρυφισταμένας, ἀναχωρήσας εἰς τὸ βασίλειον ὀνομαστὶ τοὺς ἐν ταῖς αἰτίαις ἐκάλει. [287] προσπιπτόντων δ' αὐτοῖς τῶν ὑπηρετῶν αὐτόφωροι λαμβανόμενοι τὸ μὲν ὡς οὐκ ἂν διαφύγοιεν ᾔδεσαν, ἐπεκόσμησαν δὲ τὴν ἀναγκαίαν καταστροφὴν τοῦ τέλους τῷ μηδὲν ὑφιέναι τοῦ φρονήματος: [288] οὐ γὰρ ἐντραπέντες οὐδ' ἀρνησάμενοι τὴν πρᾶξιν ἀνέδειξαν μὲν ἤδη κρατούμενα τὰ ξίφη, διωμολογήσαντο δὲ καλῶς καὶ σὺν εὐσεβείᾳ τὴν συνωμοσίαν αὐτοῖς γενέσθαι, κέρδους μὲν οὐδενὸς οὐδ' οἰκείων ἕνεκεν παθῶν, τὸ δὲ πλέον ὑπὲρ τῶν κοινῶν ἐθῶν, ἃ καὶ πᾶσιν ἢ φυλάττειν ἢ θνήσκειν πρὸ αὐτῶν ἄξιον. [289] τοιαῦτα μὲν ἐκεῖνοι τῇ προαιρέσει τῆς ἐπιβουλῆς ἐμπαρρησιασάμενοι περιστάντων αὐτοῖς τῶν βασιλικῶν ἤγοντο καὶ πᾶσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. μετ' οὐ πολὺ δὲ καὶ τὸν ταῦτα μηνύσαντα κατὰ μῖσος ἁρπασάμενοί τινες οὐκ ἀπέκτειναν μόνον, ἀλλὰ καὶ μελιστὶ διελόντες προύθεσαν κυσίν. [290] ἑωρᾶτο δὲ πολλοῖς τῶν πολιτῶν τὰ γινόμενα καὶ κατεμήνυσεν οὐδείς, ἕως Ἡρώδου πικροτέραν καὶ φιλόνεικον ποιουμένου τὴν ἔρευναν ἐκβασανισθεῖσαι γυναῖκές τινες ὡμολόγησαν ἃ πραχθέντα εἶδον. καὶ τῶν μὲν ἐνεργησάντων ἐγένετο τιμωρία πανοικὶ τὴν προπέτειαν αὐτῶν ἐπεξιόντος, [291] ἡ δ' ἐπιμονὴ τοῦ πάθους καὶ τὸ τῆς ὑπὲρ τῶν νόμων πίστεως ἀκατάπληκτον οὐ ῥᾴδιον ἐποίει τὸν Ἡρώδην, εἰ μὴ μετὰ πάσης ἀσφαλείας κρατοίη, καὶ διέγνω πάντοθεν περιειληφέναι τὸ πλῆθος, ὡς μὴ νεωτεριζόντων φανερὰν γενέσθαι τὴν ἀπόστασιν.

(5)[292] Ἐξωχυρωμένης οὖν αὐτῷ τῆς πόλεως μὲν ὑπὸ τῆς αὐλῆς, ἐν ᾗ διῃτᾶτο, τοῦ δὲ ἱεροῦ τῇ περὶ τὸ φρούριον ὀχυρότητι τὸ καλούμενον Ἀντωνίαν κατασκευασθὲν δι' αὐτοῦ, τρίτον παντὶ τῷ λαῷ τὴν Σαμάρειαν ἐνόησεν ἐπιτείχισμα, καλέσας μὲν αὐτὴν Σεβαστήν, [293] οἰόμενος δὲ κατὰ τῆς χώρας οὐδὲν ἔλαττον ἰσχυροποιεῖν τὸν τόπον, ἀπέχοντα μὲν Ἱεροσολύμων μιᾶς ὁδὸν ἡμέρας, εὔχρηστον δ' ὄντα καὶ κοινὸν ἐπί τε τοῖς ἐν τῇ πόλει καὶ τῇ χώρᾳ γενησόμενον. τῷ δὲ ἔθνει παντὶ φρούριον ἐνῳκοδόμησεν τὸ πάλαι μὲν καλούμενον Στράτωνος πύργον, Καισάρειαν δ' ὑπ' αὐτοῦ προσαγορευθέν. [294] ἔν τε τῷ μεγάλῳ πεδίῳ τῶν ἐπιλέκτων ἱππέων περὶ αὐτὸν ἀποκληρώσας χωρίον συνέκτισεν ἐπί τε τῇ Γαλιλαίᾳ Γάβα καλούμενον καὶ τῇ Περαίᾳ τὴν Ἐσεβωνῖτιν. [295] ταῦτα μὲν οὖν ἐν τοῖς κατὰ μέρος αἰεί τι πρὸς ἀσφάλειαν ἐπεξευρίσκων καὶ διαλαμβάνων φυλακαῖς τὸ πᾶν ἔθνος, ὡς ἥκιστα μὲν ἀπ' ἐξουσίας εἰς ταραχὰς προπίπτειν, αἷς καὶ μικροῦ κινήματος ἐγγενομένου συνεχὲς ἐχρῶντο, λανθάνειν δὲ μηδ' εἰ παρακινοῖεν ἐφεστηκότων αἰεί τινων πλησίον, οἳ καὶ γινώσκειν καὶ κωλύειν ἐδύναντο. [296] τότε δὲ τὴν Σαμάρειαν ὡρμημένος τειχίζειν πολλοὺς μὲν τῶν συμμαχησάντων αὐτῷ κατὰ τοὺς πολέμους, πολλοὺς δὲ τῶν ὁμόρων συμπολίζειν ἐπετήδευεν, ὑπό τε φιλοτιμίας τοῦ νέον ἐγείρειν καὶ δι' αὐτοῦ πρότερον οὐκ ἐν ταῖς ἐπισήμοις οὖσαν, καὶ μᾶλλον ὅτι πρὸς ἀσφάλειαν αὐτῷ τὸ φιλότιμον ἐπετηδεύετο, τήν τε προσηγορίαν ὑπήλλαττε Σεβαστὴν καλῶν καὶ τῆς χώρας ἀρίστην οὖσαν τὴν πλησίον κατεμέριζεν τοῖς οἰκήτορσιν, ὡς εὐθὺς ἐν εὐδαιμονίᾳ συνιόντας οἰκεῖν, [297] καὶ τείχει καρτερῷ τὴν πόλιν περιέβαλεν τό τε τοῦ χωρίου πρόσαντες εἰς ἐρυμνότητα κατασκευαζόμενος καὶ μέγεθος οὐχ ὡς τὸ πρῶτον ἀλλ' ὥστε μηδὲν ἀποδεῖν τῶν ἐλλογιμωτάτων πόλεων περιλαμβάνων: στάδιοι γὰρ ἦσαν εἴκοσιν. [298] ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δ' εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.

 

IX

(1)[299] Κατὰ τοῦτον μὲν οὖν τὸν ἐνιαυτὸν τρισκαιδέκατον ὄντα τῆς Ἡρώδου βασιλείας πάθη μέγιστα τὴν χώραν ἐπέλαβεν, εἴτε δὴ τοῦ θεοῦ μηνίσαντος ἢ καὶ κατὰ περιόδους οὕτως ἀπαντήσαντος τοῦ κακοῦ: [300] πρῶτον μὲν γὰρ αὐχμοὶ διηνεκεῖς ἐγένοντο, καὶ διὰ τὸ τοιοῦτον ἄκαρπος ἡ γῆ μηδ' ὅσα κατ' αὐτὴν ἀναβλαστάνειν, ἔπειτα καὶ τῆς διαίτης κατὰ τὴν ἔνδειαν τῶν σιτίων ἐξαλλαττομένης νόσοι τῶν σωμάτων καὶ πάθος ἤδη λοιμικὸν ἐκράτει, διηνεκῶς ἀντεφοδιαζομένων αὐτοῖς τῶν κακῶν. [301] τό τε γὰρ ἠπορῆσθαι θεραπείας καὶ τροφῆς ἐπέτεινεν εἰς πλέον ἀρξαμένην ἰσχυρῶς τὴν λοιμώδη νόσον ἥ τε φθορὰ τῶν οὕτως ἀπολλυμένων ἀφῃρεῖτο καὶ τοὺς περιόντας εὐθυμίας, ἐπεὶ προσαρκεῖν ταῖς ἀπορίαις ἐξ ἐπιμελείας [οὐκ] ἐδύναντο. [302] φθαρέντων γε μὴν τῶν ἐπ' ἔτος καρπῶν καὶ τῶν ὅσοι πρότερον ἀπέκειντο δεδαπανημένων, οὐδὲν εἰς ἐλπίδα χρηστὴν ὑπελείπετο μᾶλλον ἢ κατὰ προσδοκίαν ἐπιτείνοντος τοῦ κακοῦ καὶ οὐδὲ κατ' ἐκεῖνον τὸν ἐνιαυτὸν μόνον, ὥστ' αὐτοῖς εἶναι μὲν οὐδὲν ὑπόλοιπον, ἀπολωλέναι δὲ καὶ τῶν περιόντων τὰ σπέρματα μηδὲ τὸ δεύτερον ἀνείσης τῆς γῆς. [303] ἥ τε ἀνάγκη πολλὰ διὰ τὰς χρείας ἐκαινούργει. καὶ τὰς ἀπορίας οὐκ ἐλάττους εἶναι συνέβαινεν αὐτῷ τῷ βασιλεῖ, τῶν τε φόρων, οὓς ἐλάμβανεν ἀπὸ τῆς γῆς, ἀφῃρημένῳ καὶ τὰ χρήματα δεδαπανηκότι πρὸς φιλοτιμίαν ὧν τὰς πόλεις ἐπεσκεύαζεν. [304] ἦν δὲ οὐδὲν ὅ τι καὶ βοηθείας ἄξιον ἐδόκει προκατειληφότος τοῦ κακοῦ καὶ μῖσος εἰς αὐτὸν ἐκ τῶν ἀρχομένων: τὸ γὰρ οὐκ εὖ πράττειν φιλαίτιον αἰεὶ κατὰ τῶν προεστηκότων.

(2)[305] Ἐν τοιούτοις διενοεῖτο βοηθεῖν τῷ καιρῷ: χαλεπὸν δ' ἦν οὔτε τῶν πλησίον ἐχόντων ἀποδόσθαι σιτία τῷ μηδ' αὐτοὺς ἐλάττω πεπονθέναι, χρημάτων τε οὐκ ὄντων, εἰ καὶ δυνατὸν ὀλίγων ἐπὶ πολλοῖς εὐπορηθῆναι. [306] καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν [μὴ] ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτ' εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενος. [307] ἔπεμπε δ' ἐπ' Αἰγύπτου τὰ χρήματα Πετρωνίου τὴν ἐπαρχίαν ἀπὸ Καίσαρος εἰληφότος. οὗτος οὐκ ὀλίγων ἐπ' αὐτὸν καταπεφευγότων διὰ τὰς αὐτὰς χρείας, ἰδίᾳ τε φίλος ὢν Ἡρώδῃ καὶ διασώσασθαι θέλων τοὺς ὑπ' αὐτῷ, πρώτοις μὲν ἔδωκεν ἐξάγειν τὸν σῖτον, εἰς ἅπαντα δὲ κατὰ τὴν ὠνὴν καὶ τὸν ἔκπλουν συνήργησεν, ὡς μέγα μέρος ἢ τὸ πᾶν γενέσθαι ταύτης τῆς βοηθείας. [308] ὁ γὰρ Ἡρώδης, τούτων ἀφικομένων ἐν ἀφορμῇ τὴν ἐπιμέλειαν τὴν αὐτοῦ προστιθεὶς οὐ μόνον ἀντιμετέστησεν τὰς γνώμας τῶν πρότερον χαλεπῶς ἐχόντων, ἀλλὰ καὶ μεγίστην ἐποιήσατο τὴν ἐπίδειξιν τῆς εὐνοίας καὶ τῆς προστασίας. [309] πρῶτον μὲν γὰρ ὅσοις οἷόν τε δι' αὐτῶν τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν ἔνειμε τοῦ σίτου τὴν ἔκταξιν ἀκριβεστάτην ποιούμενος, ἔπειτα πολλῶν ὄντων, οἳ κατὰ γῆρας ἤ τινα προσοῦσαν ἄλλην ἀσθένειαν οὐχ ἱκανῶς εἶχον αὐτοῖς παρασκευάζειν τὰ σιτία, προυνόει καταστήσας ἀρτοποιοὺς καὶ παρέχων ἑτοίμας τὰς τροφάς. [310] ἐπιμέλειαν δὲ καὶ τοῦ μὴ διαχειμάσαι μετὰ κινδύνων αὐτοὺς ἐποιήσατο συγκατειληφυίας καὶ τῆς περὶ τὰς ἐσθῆτας ἀπορίας, ἐφθαρμένων καὶ παντάπασιν ἐξαναλωθέντων τῶν βοσκημάτων, ὡς οὔτε ἐρίων εἶναι χρῆσιν οὔτε τῶν ἄλλων σκεπασμάτων. [311] ἐκπορισθέντων δὲ αὐτῷ καὶ τούτων ταῖς πλησίον ἤδη πόλεσιν ἐπεβάλλετο τὰς ὠφελείας παρέχειν σπέρματα τοῖς ἐν Συρίᾳ διαδούς. καὶ τοῦτ' ὤνησεν οὐχ ἧττον αὐτὸν εὐστοχηθείσης εἰς εὐφορίαν τῆς χάριτος, ὡς ἅπασιν ἱκανὰ τὰ περὶ τὰς τροφὰς γενέσθαι. [312] τὸ δὲ σύμπαν ἀμήτου περὶ τὴν γῆν ὑποφανέντος οὐκ ἔλαττον ἢ πέντε μυριάδας ἀνθρώπων, οὓς αὐτὸς ἔθρεψεν καὶ περιεποίησεν, εἰς τὴν χώραν διέπεμψεν, καὶ τοῦτον τὸν τρόπον κακωθεῖσαν αὐτῷ τὴν βασιλείαν ὑπὸ πάσης φιλοτιμίας καὶ σπουδῆς ἀναλαβὼν οὐχ ἥκιστα καὶ τοὺς πέριξ ἐν ταῖς αὐταῖς κακοπαθείαις ὄντας ἐπεκούφισεν. [313] οὐ γὰρ ἔσθ' ὅστις ὑπὸ χρείας ἐντυχὼν ἀπελείφθη μὴ βοήθειαν εὕρασθαι κατὰ τὴν ἀξίαν. ἀλλὰ καὶ δῆμοι καὶ πόλεις καὶ τῶν ἰδιωτῶν ὅσοις ἀπορία διὰ τὸ πλειόνων προίστασθαι συνετύγχανεν, ἐπ' αὐτὸν καταφεύγοντες ἔσχον ὧν ἐδεήθησαν, [314] ὥστε γενέσθαι λογιζομένων τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, ὁ δὲ κόρος δύναται μεδίμνους Ἀττικοὺς δέκα, τοὺς δ' εἰς αὐτὴν τὴν βασιλείαν περὶ ὀκτάκις μυρίους. [315] ταύτην δ' αὐτοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῆς χάριτος εὐκαιρίαν οὕτως ἐν αὐτοῖς τε τοῖς Ἰουδαίοις ἰσχῦσαι συνέβη καὶ διαβοηθῆναι παρὰ τοῖς ἄλλοις, ὥστε τὰ μὲν πάλαι μίση κινηθέντα διὰ τὸ παραχαράττειν ἔνια τῶν ἐθῶν καὶ τῆς βασιλείας ἐξαιρεθῆναι καὶ τοῦ παντὸς ἔθνους, ἀντικατάλλαγμα δὲ φαίνεσθαι τὴν ἐν τῇ βοηθείᾳ τῶν δεινοτάτων φιλοτιμίαν. [316] εὔκλεια δὲ καὶ παρὰ τῶν ἔξωθεν ἦν, καὶ δοκεῖ τὰ δυσχερῆ συμβῆναι μὲν αὐτῷ μείζω λόγου, κακώσαντα δὲ τὴν βασιλείαν οὐχ ἥκιστα πρὸς εὐδοξίαν ὠφελῆσαι: τὸ γὰρ ἐν ταῖς ἀπορίαις μεγαλόψυχον παρὰ δόξαν ἐπιδειξάμενος ἀντιμετέστησε τοὺς πολλούς, ὡς ἐξ ὑπαρχῆς δοκεῖν οὐχ οἷον ἡ πεῖρα τῶν πάλαι γεγενημένων, ἀλλ' οἷον ἡ μετὰ τῆς χρείας ἐπιμέλεια παρεστήσατο.

(3)[317] Περὶ δὲ τὸν χρόνον ἐκεῖνον καὶ συμμαχικὸν ἔπεμψεν Καίσαρι πεντακοσίους ἐπιλέκτους τῶν σωματοφυλάκων, οὓς Γάλλος Αἴλιος ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν ἦγεν εἰς πολλὰ χρησίμους αὐτῷ γενομένους. [318] πάλιν οὖν αὐτῷ τῶν πραγμάτων πρὸς ἐπίδοσιν εὐθηνουμένων βασίλειον ἐξῳκοδόμει περὶ τὴν ἄνω πόλιν ὑπερμεγέθεις οἴκους ἐγείρων καὶ κόσμῳ κατασκευάζων πολυτελεστάτῳ χρυσοῦ καὶ λίθων καὶ περιαλειμμάτων ὡς ἕΚαστον αὐτῶν κλισίας μὲν ἔχειν παμπόλλους ἄνδρας ὑποδέχεσθαι Κατὰ μέτρα δὲ καὶ τὰς προσηγορίας: ὁ μὲν γὰρ Καίσαρος, ὁ δὲ Ἀγρίππα κέκλητο. [319] προσέλαβεν δὲ καὶ γάμον αὐτῷ κινηθεὶς ἐξ ἐρωτικῆς ἐπιθυμίας μηδένα τοῦ κατὰ τὴν οἰκείαν ἡδονὴν ζῆν ὑπολογισμὸν ποιούμενος. ἀρχὴ δ' αὐτῷ τῶν γάμων ἐγένετο τοιάδε: [320] Σίμων ἦν Ἱεροσολυμίτης υἱὸς Βοηθοῦ τινος Ἀλεξανδρέως, ἱερεὺς ἐν τοῖς γνωρίμοις, εἶχεν δὲ θυγατέρα καλλίστην τῶν τότε νομιζομένην. [321] ὄντος οὖν λόγου παρὰ τοῖς Ἱεροσολυμίταις αὐτῆς τὸ μὲν πρῶτον ὑπὸ τῆς ἀκοῆς τὸν Ἡρώδη κεκινῆσθαι συνέβαινεν, ὡς δὲ καὶ θεασάμενον ἡ τῆς παιδὸς ἐξέπληξεν ὥρα, τὸ μὲν ἀπ' ἐξουσίας χρώμενον διατελεῖν ἅπαν ἀπεδοκίμαζεν ὑποπτεύων ὅπερ ἦν, εἰς βίαν καὶ τυραννίδα διαβληθήσεσθαι, βέλτιον δ' ᾤετο γάμῳ τὴν κόρην λαβεῖν. [322] καὶ τοῦ Σίμωνος ὄντος ἀδοξοτέρου μὲν ἢ πρὸς οἰκειότητα, μείζονος δὲ ἢ καταφρονεῖσθαι, τὸν ἐπιεικέστερον τρόπον μετῄει τὴν ἐπιθυμίαν αὔξων αὐτοὺς καὶ τιμιωτέρους ἀποφαίνων: αὐτίκα γοῦν Ἰησοῦν μὲν τὸν τοῦ Φοαβιτος ἀφαιρεῖται τὴν ἀρχιερωσύνην, Σίμωνα δὲ καθίστησιν ἐπὶ τῆς τιμῆς καὶ τὸ κῆδος πρὸς αὐτὸν συνάπτεται.

(4)[323] Τελεσθέντος δ' αὐτῷ τοῦ γάμου προσκατεσκευάσατο φρούριον ἐπὶ τῶν τόπων, ἐν οἷς ἐνίκα Ἰουδαίους, ὅτε τῆς ἀρχῆς ἐκπεσόντος Ἀντίγονος ἐπὶ τῶν πραγμάτων ἦν. [324] τοῦτο δὲ τὸ φρούριον ἀπέχει μὲν Ἱεροσολύμων περὶ ἑξήκοντα σταδίους, φύσει δὲ ἐχυρὸν καὶ πρὸς κατασκευὴν ἐπιτηδειότατόν ἐστιν ἐΓγὺς ἐπιεικῶς κολωνὸς εἰς ὕψος ἀνιὼν χειροποίητον, ὡς εἶναι μαστοειδὴς τὴν περιφοράν, διείληπται δὲ κυκλοτερέσι πύργοις ὀρθίαν ἔχων ἄνοδον ξεσταῖς βαθμίσιν ἐξῳκοδομημένην εἰς διακοσίους. ἐντὸς δ' αὐτοῦ καταγωγαὶ βασίλειοι πολυτελεῖς εἰς ἀσφάλειαν ὁμοῦ καὶ κόσμον πεποιημέναι: [325] περὶ δὲ τὴν βάσιν τοῦ λόφου διατριβαὶ κατασκευῆς ἀξιοθεάτου τά τε ἄλλα καὶ τῆς εἰσαγωγῆς τῶν ὑδάτων, οὐ γὰρ οὗτος ὁ τόπος ἔσχηκεν, ἐκ μακροῦ καὶ διὰ πλειόνων ἀναλωμάτων πεποιημένης. τὰ δ' ἐπίπεδα περιῳκοδόμηται πόλις οὐδεμιᾶς ἐλάσσων τὸν λόφον ἀκρόπολιν ἔχουσα τῆς ἄλλης οἰκήσεως.

(5)[326] Πάντων δ' αὐτῷ προκεχωρηκότων εἰς δέον ὧν ἠλπίκει τὰς μὲν ἐν αὐτῇ τῇ βασιλείᾳ ταραχὰς οὐδ' ὁπωσοῦν δι' ὑποψίας εἶχεν ἑκατέρωθεν ὑπηκόους παραστησάμενος, φόβῳ μὲν ὧν ἀπαραίτητος εἰς τὰς τιμωρίας, τὴν ἐπιμέλειαν δὲ ὧν μεγαλόψυχος ἐν ταῖς περιπετείαις εὑρίσκετο. [327] περιεβάλλετο δὲ τὴν ἔξωθεν ἀσφάλειαν ὥσπερ ἐπιτείχισμα καὶ τοῦτο τοῖς ἀρχομένοις ποιούμενος: πόλεσίν τε γὰρ ὡμίλει δεξιῶς καὶ φιλανθρώπως καὶ τοὺς δυνάστας ἐθεράπευεν εὐκαιρίαις ὧν ἑκάστους ἐδωρεῖτο μείζους τὰς χάριτας ἐμποιῶν καὶ τὸ μεγαλόψυχον φύσει πρὸς τὴν βασιλείαν εὐπρεπὲς ἔχων, ὥστ' αὐτῷ πάντα διὰ πάντων αὔξεσθαι πρὸς τὸ πλεῖον ἀεὶ προχωρούντων. [328] ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς θεραπείας, ἣν ἐθεράπευεν Καίσαρα καὶ Ῥωμαίων τοὺς πλεῖστον δυναμένους, ἐκβαίνειν τῶν ἐθῶν ἠναγκάζετο καὶ πολλὰ τῶν νομίμων παραχαράττειν, πόλεις τε κτίζων ὑπὸ φιλοτιμίας καὶ ναοὺς ἐγείρων, οὐκ ἐν τῇ τῶν Ἰουδαίων, [329] οὐδὲ γὰρ ἂν ἠνέσχοντο τῶν τοιούτων ἀπηγορευμένων ἡμῖν ὡς ἀγάλματα καὶ τύπους μεμορφωμένους τιμᾶν πρὸς τὸν Ἑλληνικὸν τρόπον, τὴν δ' ἔξω χώραν καὶ τὰ πέριξ οὕτως κατεσκευάζετο, [330] Ἰουδαίοις μὲν ἀπολογούμενος μὴ καθ' αὑτὸν, ἀλλ' ἐξ ἐντολῆς καὶ προσταγμάτων αὐτὰ ποιεῖν, Καίσαρι δὲ καὶ Ῥωμαίοις τὸ μηδὲ τῶν οἰκείων ἐθῶν ὅσον τῆς ἐκείνων τιμῆς ἐστοχάσθαι χαριζόμενος, αὐτὸς μέντοι τὸ σύμπαν αὐτοῦ στοχαζόμενος ἢ καὶ φιλοτιμούμενος μείζω τὰ μνημεῖα τῆς ἀρχῆς τοῖς αὖθις ὑπολιπέσθαι. ὅθεν καὶ περὶ τὰς ἐπισκευὰς τῶν πόλεων ἐκεκίνητο καὶ πλείστας εἰς τοῦτο τὰς δαπάνας ἐποιεῖτο.

(6)[331] Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, ὃ πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλ' ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς, [332] τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δ' ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδ' ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλ' ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις. [333] κεῖται μὲν γὰρ ἡ πόλις ἐν τῇ Φοινίκῃ κατὰ τὸν εἰς Αἴγυπτον παράπλουν Ἰόππης μεταξὺ καὶ Δώρων, πολισμάτια ταῦτ' ἐστὶν παράλια δύσορμα διὰ τὰς κατὰ λίβα προσβολάς, αἳ ἀεὶ τὰς ἐκ τοῦ πόντου θῖνας ἐπὶ τὴν ᾐόνα σύρουσαι καταγωγὴν οὐ διδόασιν, ἀλλ' ἔστιν ἀναγκαῖον ἀποσαλεύειν τὰ πολλὰ τοὺς ἐμπόρους ἐπ' ἀγκύρας. [334] τοῦτο τὸ δυσδιάθετον τῆς χώρας διορθούμενος καὶ περιγράψας τὸν κύκλον τοῦ λιμένος ἐφ' ὅσον ἦν αὔταρκες πρὸς τῇ χέρσῳ μεγάλοις στόλοις ἐνορμεῖσθαι λίθους ὑπερμεγέθεις καθίει εἰς τὸ βάθος εἰς ὀργυιὰς εἴκοσι. πεντήκοντα ποδῶν ἦσαν οἱ πλείους τὸ μῆκος καὶ πλάτος οὐκ ἔλαττον δεκαοκτώ, βάθος δὲ ἐννέα, τούτων δὲ οἱ μὲν μείζους οἱ δὲ ἐλάττους. [335] ἡ δὲ ἐνδόμησις ὅσον ἦν † ἐβάλλετο κατὰ τῆς θαλάσσης διακοσίους πόδας. τούτων τὸ μὲν ἥμισυ προβέβλητο κυματωγαῖς, ὡς ἀπομάχεσθαι περικλώμενον ἐκεῖ τὸν κλύδωνα: προκυμία γοῦν ἐκαλεῖτο: τὸ δὲ λοιπὸν περιεῖχεν λίθινον τεῖχος πύργοις διειλημμένον, [336] ὧν ὁ μέγιστος Δρούσιον ὀνομάζεται, πάνυ καλόν τι χρῆμα, τὴν προσηγορίαν εἰληφὼς ἀπὸ Δρούσου τοῦ Καίσαρος προγόνου τελευτήσαντος νέου. [337] ψαλίδες δὲ ἐμπεποίηνται συνεχεῖς καταγωγαὶ τοῖς ναυτίλοις, τὸ δὲ πρὸ αὐτῶν ἀπόβασις πλατεῖα κύκλῳ περιεστεφάνωκεν τὸν πάντα λιμένα, περίπατος τοῖς ἐθέλουσιν ἥδιστος. ὁ δ' εἴσπλους καὶ τὸ στόμα πεποίηται πρὸς βορέαν ἀνέμων αἰθριώτατον. [338] βάσις δὲ τοῦ περιβόλου παντὸς ἐν ἀριστερᾷ μὲν εἰσπλεόντων πύργος νενασμένος ἐπὶ πολὺ στερρῶς ἀντέχειν, κατὰ δεξιὰν δὲ δύο λίθοι μεγάλοι καὶ τοῦ κατὰ θάτερα πύργου μείζους, ὀρθοὶ καὶ συνεζευγμένοι. [339] περίκεινται δὲ ἐν κύκλῳ τὸν λιμένα λειοτάτου λίθου κατασκευὴ συνεχεῖς οἰκήσεις κἀν τῷ μέσῳ κολωνός τις, ἐφ' οὗ νεὼς Καίσαρος ἄποπτος τοῖς εἰσπλέουσιν ἄγαλμά τε τὸ μὲν Ῥώμης, τὸ δὲ Καίσαρος: ἥ τε πόλις αὐτὴ Καισάρεια καλεῖται καλλίστης καὶ τῆς ὕλης καὶ τῆς κατασκευῆς τετυχηκυῖα. [340] τὰ δ' ὑπ' αὐτὴν ὑπόνομοί τε καὶ λαῦραι πραγματείαν οὐκ ἐλάττω τῶν ὑπερῳκοδομημένων ἔχουσαι. τούτων αἱ μὲν κατὰ σύμμετρα διαστήματα φέρουσιν εἰς τὸν λιμένα καὶ τὴν θάλατταν, μία δ' ἐγκαρσία πάσας ὑπέζωκεν, ὡς τούς τε ὄμβρους εὐμαρῶς καὶ τὰ λύματα τῶν οἰκητόρων συνεκδίδοσθαι τήν τε θάλατταν, ὅταν ἔξωθεν ἐπείγηται, διαρρεῖν καὶ τὴν σύμπασαν ὑποκλύζειν πόλιν. [341] κατεσκεύαζεν δ' ἐν αὐτῇ καὶ θέατρον καὶ πρὸς τῷ νοτίῳ τοῦ λιμένος ὄπισθεν ἀμφιθέατρον πολὺν ὄχλον ἀνθρώπων δέχεσθαι δυνάμενον καὶ κείμενον ἐπιτηδείως ἀποπτεύειν εἰς τὴν θάλασσαν. ἡ μὲν δὴ πόλις οὕτως ἐξετελέσθη δωδεκαετεῖ χρόνῳ καὶ ταῖς ἐργασίαις οὐκ ἐγκαμόντος καὶ ταῖς δαπάναις ἐπαρκέσαντος τοῦ βασιλέως.

 

X

(1)[342] Ἐπὶ τοιούτοις δὲ ὢν καὶ τῆς Σεβαστῆς ἤδη πεπολισμένης ἔγνω τοὺς παῖδας αὐτοῦ πέμπειν εἰς Ῥώμην Ἀλέξανδρον καὶ Ἀριστόβουλον, συντευξομένους Καίσαρι. [343] τούτοις ἀνελθοῦσιν καταγωγὴ μὲν ἦν Πολλίωνος οἶκος ἀνδρὸς τῶν μάλιστα σπουδασάντων περὶ τὴν Ἡρώδου φιλίαν, ἐφεῖτο δὲ κἀν τοῖς Καίσαρος κατάγεσθαι: καὶ γὰρ ἐξεδέξατο μετὰ πάσης φιλανθρωπίας τοὺς παῖδας: καὶ δίδωσιν Ἡρώδῃ τὴν βασιλείαν ὅτῳ βούλεται βεβαιοῦν τῶν ἐξ αὐτοῦ γεγονότων, καὶ χώραν ἔτι τόν τε Τράχωνα καὶ Βαταναίαν καὶ Αὐρανῖτιν: ἔδωκεν δὲ διὰ τοιαύτην αἰτίαν παραλαβών. [344] Ζηνόδωρός τις ἐμεμίσθωτο τὸν οἶκον τὸν Λυσανίου. τούτῳ τὰ μὲν κατὰ τὰς προσόδους οὐκ ἤρκει, τὰ λῃστήρια δὲ ἔχων ἐν τῷ Τράχωνι πλείω τὴν πρόσοδον ἔφερεν: οἰκοῦσι γὰρ ἄνδρες ἐξ ἀπονοίας ζῶντες τοὺς τόπους, οἳ τὰ Δαμασκηνῶν ἐλῄζοντο, καὶ Ζηνόδωρος οὔτ' εἶργεν αὐτός τε τῶν ὠφελειῶν ἐκοινώνει. [345] κακῶς δὲ πάσχοντες οἱ πλησιόχωροι Οὐάρρωνος κατεβόων τοῦ τότε ἡγεμονεύοντος καὶ γράφειν ἠξίουν Καίσαρι τοῦ Ζηνοδώρου τὴν ἀδικίαν. Καῖσαρ δὲ ἀνενεχθέντων τούτων ἀντέγραφεν ἐξελεῖν τὰ λῃστήρια τήν τε χώραν Ἡρώδῃ προσένειμεν, ὡς διὰ τῆς ἐπιμελείας τῆς ἐκείνου μηκέτ' ἂν ὀχληρῶν τῶν περὶ τὸν Τράχωνα γενησομένων τοῖς πλησίον: [346] οὐδὲ γὰρ ῥᾴδιον ἦν ἐπισχεῖν αὐτοὺς ἐν ἔθει τὸ λῃστεύειν πεποιημένους καὶ βίον οὐκ ἄλλοθεν ἔχοντας: οὔτε γὰρ πόλεις αὐτοῖς οὔτε κτήσεις ἀγρῶν, ὑποφυγαὶ δὲ κατὰ τῆς γῆς καὶ σπήλαια καὶ κοινὴ μετὰ τῶν βοσκημάτων δίαιτα. μεμηχάνηνται δὲ καὶ συναγωγὰς ὑδάτων καὶ προπαρασκευὰς σιτίων αἳ δύνανται πλεῖστον ἐξ ἀφανοῦς ἀντέχειν. [347] αἵ γε μὴν εἴσοδοι στεναὶ καὶ καθ' ἕνα παρερχομένων, τὰ δ' ἔνδον ἀπίστως μεγάλα πρὸς εὐρυχωρίαν ἐξειργασμένων: τὸ δ' ὑπὲρ τὰς οἰκήσεις ἔδαφος οὐχ ὑψηλόν, ἀλλ' οἷον ἐξ ἐπιπέδου. πέτρα δὲ τὸ σύμπαν σκληρὰ καὶ δύσοδος, εἰ μὴ τρίβῳ χρῷτό τις ἐξ ὁδηγίας: [348] οὐδὲ γὰρ αὗται κατ' ὀρθὸν ἀλλὰ πολλὰς ἕλικας ἐξελίττονται. τούτοις ἐπειδὴ τῶν εἰς τοὺς πλησίον κακουργημάτων ἐκωλύοντο, καὶ κατ' ἀλλήλων ἦν ὁ τῆς λῃστείας τρόπος, ὡς μηδὲν ἀνομίας ἐν τούτῳ λελεῖφθαι. λαβὼν δὲ τὴν χάριν Ἡρώδης παρὰ Καίσαρος καὶ παρελθὼν εἰς τὴν χώραν ὁδηγῶν ἐμπειρίᾳ τούς τε πονηρευομένους αὐτῶν κατέπαυσεν καὶ τοῖς πέριξ ἀδεῆ τὴν εἰρήνην παρέσχεν.

(2)[349] Ὁ δὲ Ζηνόδωρος ἀχθόμενος πρῶτον μὲν ἐπὶ τῇ τῆς ἐπαρχίας ἀφαιρέσει, μᾶλλον δὲ καὶ φθόνῳ τὴν ἀρχὴν Ἡρώδου μετειληφότος, ἀνῆλθεν εἰς Ῥώμην κατηγορήσων αὐτοῦ. κἀκεῖνος μὲν ἄπρακτος ἀναστρέφει. [350] πέμπεται δ' Ἀγρίππας τῶν πέραν Ἰονίου διάδοχος Καίσαρι: καὶ τούτῳ περὶ Μιτυλήνην χειμάζοντι συντυχὼν Ἡρώδης, ἦν γὰρ εἰς τὰ μάλιστα φίλος καὶ συνήθης, πάλιν εἰς τὴν Ἰουδαίαν ἀνέστρεφεν. [351] Γαδαρέων δέ τινες ἐπ' Ἀγρίππαν ἦλθον κατηγοροῦντες αὐτοῦ, καὶ τούτους ἐκεῖνος οὐδὲ λόγον αὐτοῖς δοὺς ἀναπέμπει τῷ βασιλεῖ δεσμίους. οἵ τε Ἄραβες καὶ πάλαι δυσμενῶς ἔχοντες πρὸς τὴν ἀρχὴν τὴν Ἡρώδου διεκεκίνηντο καὶ στασιάζειν ἐπεχείρουν αὐτῷ τὰ πράγματα τότε καὶ μετ' αἰτίας, ὡς ἐδόκουν, εὐλογωτέρας: [352] ὁ γὰρ Ζηνόδωρος ἀπογινώσκων ἤδη τῶν καθ' αὑτὸν ἔφθη τῆς ἐπαρχίας μέρος τι τὴν Αὐρανῖτιν αὐτοῖς ἀποδόσθαι ταλάντων πεντήκοντα. ταύτης ἐμπεριεχομένης τῇ δωρεᾷ Καίσαρος ὡς μὴ δικαίως ἀφαιρούμενοι διημφισβήτουν, πολλάκις μὲν ταῖς καταδρομαῖς καὶ τῷ βιάζεσθαι θέλειν, ἄλλοτε δὲ καὶ πρὸς δικαιολογίαν ἰόντες. [353] ἀνέπειθον δὲ καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν καὶ δυσμενεῖς, ἦσαν δ' ἐπελπίζοντες ἀεὶ καὶ πρὸς τὸν νεωτερισμὸν ἐνδιδόντες, ᾧ μάλιστα χαίρουσιν οἱ κακῶς πράττοντες τῷ βίῳ. ταῦτα δὲ ἐκ μακροῦ πραττόμενα γινώσκων Ἡρώδης ὅμως οὐκ εἰς τὸ δυσμενές, ἀλλ' ἐξ ἐπιλογισμοῦ παρηγόρει ταῖς ταραχαῖς οὐκ ἀξιῶν ἀφορμὰς ἐνδιδόναι.

(3)[354] Ἤδη δ' αὐτοῦ τῆς βασιλείας ἑπτακαιδεκάτου προελθόντος ἔτους Καῖσαρ εἰς Συρίαν ἀφίκετο. καὶ τότε τῶν Γάδαρα κατοικούντων οἱ πλεῖστοι κατεβόων Ἡρώδου βαρὺν αὐτὸν ἐν τοῖς ἐπιτάγμασιν καὶ τυραννικὸν εἶναι. [355] ταῦτα δὲ ἀπετόλμων μάλιστα μὲν ἐγκειμένου καὶ διαβάλλοντος αὐτὸν Ζηνοδώρου καὶ παρασχόντος ὅρκους, ὡς οὐκ ἐγκαταλείψει μὴ πάντα τρόπον ἀφελέσθαι μὲν τῆς Ἡρώδου βασιλείας, προσθήσειν δὲ τῇ διοικήσει τῇ Καίσαρος. [356] τούτοις ἀναπεισθέντες οἱ Γαδαρεῖς οὐ μικρὰν καταβοὴν ἐποιήσαντο θράσει τοῦ μηδὲ τοὺς ὑπὸ Ἀγρίππα παραδοθέντας ἐν τιμωρίᾳ γενέσθαι διιέντος Ἡρώδου καὶ μηδὲν κακὸν εἰργασμένου: καὶ γὰρ εἴ τις καὶ ἄλλος ἐδόκει δυσπαραίτητος μὲν ἐπὶ τοῖς οἰκείοις, μεγαλόψυχος δὲ ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτόντας ἀφιέναι. [357] κατηγορούντων οὖν ὕβρεις καὶ ἁρπαγὰς καὶ κατασκαφὰς ἱερῶν ὁ μὲν Ἡρώδης ἀταρακτήσας ἕτοιμος ἦν εἰς τὴν ἀπολογίαν, ἐδεξιοῦτο δὲ Καῖσαρ αὐτὸν οὐδὲν ὑπὸ τῆς ταραχῆς τοῦ πλήθους μεταβαλὼν τῆς εὐνοίας. [358] καὶ κατὰ μὲν τὴν πρώτην ἡμέραν οἱ περὶ τούτων ἐρρέθησαν λόγοι, ταῖς δ' ἑξῆς οὐ προῆλθεν ἡ διάγνωσις: οἱ γὰρ Γαδαρεῖς ὁρῶντες τὴν ῥοπὴν αὐτοῦ τε Καίσαρος καὶ τοῦ συνεδρίου καὶ προσδοκήσαντες ὅπερ ἦν εἰκὸς ἐκδοθήσεσθαι τῷ βασιλεῖ, κατὰ φόβον αἰκίας οἱ μὲν ἀπέσφαττον αὑτοὺς ἐν τῇ νυκτί, τινὲς δὲ καθ' ὕψους ἠφίεσαν, ἄλλοι δ' εἰς τὸν ποταμὸν ἐμπίπτοντες ἑκοντὶ διεφθείροντο. [359] ταῦτα δὲ ἐδόκει κατάγνωσις τῆς προπετείας καὶ ἁμαρτίας, ἔνθεν οὐδὲ μελλήσας ὁ Καῖσαρ ἀπέλυεν τῶν αἰτιῶν Ἡρώδην. ἐπισυμπίπτει δὲ οὐ μέτριον εὐτύχημα τοῖς ἤδη γεγονόσιν: ὁ γὰρ Ζηνόδωρος ῥαγέντος αὐτῷ τοῦ σπλάγχνου καὶ πολλοῦ κατὰ τὴν ἀσθένειαν ὑποχωροῦντος αἵματος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐκλείπει τὸν βίον. [360] Καῖσαρ δὲ καὶ τὴν τούτου μοῖραν οὐκ ὀλίγην οὖσαν Ἡρώδῃ δίδωσιν, ἣ μεταξὺ τοῦ Τράχωνος ἦν καὶ τῆς Γαλιλαίας, Οὐλάθαν καὶ Πανιάδα καὶ τὴν πέριξ χώραν. ἐγκαταμίγνυσιν δ' αὐτὴν τοῖς ἐπιτροπεύουσιν τῆς Συρίας ἐντειλάμενος μετὰ τῆς ἐκείνου γνώμης τὰ πάντα ποιεῖν. [361] τό τε σύνολον εἰς τοῦτο προῆλθεν εὐτυχίας, ὥστε δύο τούτων τὴν ἀρχὴν Ῥωμαίων διεπόντων τοσήνδε τὸ μέγεθος οὖσαν, Καίσαρος καὶ μετ' αὐτὸν Ἀγρίππου, κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν Καῖσαρ μὲν οὐδένα μετὰ Ἀγρίππαν Ἡρώδου προετίμησεν, Ἀγρίππας δὲ μετὰ Καίσαρα πρῶτον ἀπεδίδου φιλίας τόπον Ἡρώδῃ. [362] τοσαύτης δὲ ἐχόμενος παρρησίας τῷ μὲν ἀδελφῷ Φερώρᾳ παρὰ Καίσαρος ᾐτήσατο τετραρχίαν αὐτὸς ἀπονείμας ἐκ τῆς βασιλείας πρόσοδον ἑκατὸν ταλάντων, ὡς εἰ καί τι πάσχοι, τὰ κατ' ἐκεῖνον ἀσφαλῶς ἔχειν καὶ μὴ τοὺς υἱεῖς αὐτῆς κρατεῖν. [363] Καίσαρα δ' ἐπὶ θάλατταν προπέμψας ὡς ἐπανῆκεν, ἐν τῇ Ζηνοδώρου περικαλλέστατον αὐτῷ ναὸν ἐγείρει πέτρας λευκῆς πλησίον τοῦ Πανίου καλουμένου. [364] σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπ' αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δ' ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι.

(4)[365] Τότε καὶ τὸ τρίτον μέρος ἀφῆκε τῶν φόρων τοῖς ἐν τῇ βασιλείᾳ, πρόφασιν μὲν ὡς ἀναλάβοιεν ἐκ τῆς ἀφορίας, τὸ δὲ πλέον ἀνακτώμενος ἔχοντας δυσμενῶς: κατὰ γὰρ τὴν ἐξεργασίαν τῶν τοιούτων ἐπιτηδευμάτων ὡς ἂν λυομένης αὐτοῖς τῆς εὐσεβείας καὶ μεταπιπτόντων τῶν ἐθῶν χαλεπῶς ἔφερον, καὶ λόγοι δὲ πόντων ἐγίνοντο παροξυνομένων ἀεὶ καὶ ταραττομένων. [366] ὁ δὲ καὶ πρὸς τὸ τοιοῦτον πολλὴν τὴν ἐπιμέλειαν ἐπῆγεν, ἀφαιρούμενος μὲν τὰς εὐκαιρίας, ἐπιτάττων δ' ἀεὶ γίνεσθαι πρὸς τοῖς πόνοις, ἦν δ' οὔτε σύνοδος ἐφειμένη τοῖς περὶ τὴν πόλιν οὔτε κοινωνία περιπάτου καὶ διαίτης, ἀλλ' ἐτετήρητο τὰ πάντα. καὶ χαλεπαὶ τῶν φωραθέντων ἦσαν αἱ κολάσεις, πολλοί τε καὶ φανερῶς καὶ λεληθότως εἰς τὸ φρούριον ἀναγόμενοι τὴν Ὑρκανίαν ἐκεῖ διεφθείροντο, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς συνιόντας εἰς ταὐτὸν ἐπισκοποῦντες. [367] ἤδη δέ φασιν οὐδ' αὐτὸν ἀμελεῖν τοῦ τοιούτου μέρους, ἀλλὰ πολλάκις ἰδιώτου σχῆμα λαμβάνοντα καταμίγνυσθαι νύκτωρ εἰς τοὺς ὄχλους, καὶ πεῖραν αὐτῶν, ἣν ἔχουσιν ὑπὲρ τῆς ἀρχῆς, λαμβάνειν. [368] τοὺς μὲν οὖν παντάπασιν ἐξαυθαδιζομένους πρὸς τὸ μὴ συμπεριφέρεσθαι τοῖς ἐπιτηδεύμασιν πάντας ἐπεξῄει τοὺς τρόπους, τὸ δ' ἄλλο πλῆθος ὅρκοις ἠξίου πρὸς τὴν πίστιν ὑπάγεσθαι καὶ συνηνάγκαζεν ἐνώμοτον αὐτῷ τὴν εὔνοιαν ἦ μὴν διαφυλάξειν ἐπὶ τῆς ἀρχῆς ὁμολογεῖν. [369] οἱ μὲν οὖν πολλοὶ κατὰ θεραπείαν καὶ δέος εἶκον οἷς ἠξίου, τοὺς δὲ φρονήματος μεταποιουμένους καὶ δυσχεραίνοντας ἐπὶ τῷ καταναγκάζεσθαι πάντα τρόπον ἐκποδὼν ἐποιεῖτο. [370] συνέπειθεν δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν ἐκείνοις συνδιατριβόντων τοὺς πλείστους ὀμνύειν: οἱ δ' οὔτε συνεχώρησαν οὔθ' ὁμοίως τοῖς ἀρνησαμένοις ἐκολάσθησαν ἐντροπῆς διὰ τὸν Πολλίωνα τυχόντες. [371] ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ παρ' ἡμῖν Ἐσσαῖοι καλούμενοι: γένος δὲ τοῦτ' ἔστιν διαίτῃ χρώμενον τῇ παρ' Ἕλλησιν ὑπὸ Πυθαγόρου καταδεδειγμένῃ. [372] περὶ τούτων μὲν οὖν ἐν ἄλλοις σαφέστερον διέξειμι. τοὺς δὲ Ἐσσηνοὺς ἀφ' οἵας αἰτίας ἐτίμα μεῖζόν τι φρονῶν ἐπ' αὐτοῖς ἢ κατὰ τὴν θνητὴν φύσιν, εἰπεῖν ἄξιον: οὐ γὰρ ἀπρεπὴς ὁ λόγος φανεῖται τῷ τῆς ἱστορίας γένει παραδηλῶν καὶ τὴν ὑπὲρ τούτων ὑπόληψιν.

(5)[373] Ἦν τις τῶν Ἐσσηνῶν Μανάημος ὄνομα καὶ τἆλλα κατὰ τὴν προαίρεσιν τοῦ βίου καλοκαγαθίαν μαρτυρούμενος καὶ πρόγνωσιν ἐκ θεοῦ τῶν μελλόντων ἔχων. οὗτος ἔτι παῖδα τὸν Ἡρώδην εἰς διδασκάλου φοιτῶντα κατιδὼν βασιλέα Ἰουδαίων προσηγόρευσεν. [374] ὁ δ' ἀγνοεῖν ἢ κατειρωνεύεσθαι νομίζων αὐτὸν ἀνεμίμνησκεν ἰδιώτης ὤν. Μανάημος δὲ μειδιάσας ἠρέμα καὶ τύπτων τῇ χειρὶ κατὰ τῶν γλουτῶν “ἀλλά τοι καὶ βασιλεύσεις, ἔφη, καὶ τὴν ἀρχὴν εὐδαιμόνως ἀπάξεις: ἠξίωσαι γὰρ ἐκ θεοῦ. καὶ μέμνησο τῶν Μαναήμου πληγῶν, ὥστε σοι καὶ τοῦτο σύμβολον εἶναι τῶν κατὰ τὴν τύχην μεταπτώσεων. [375] ἄριστος γὰρ ὁ τοιοῦτος λογισμός, εἰ καὶ δικαιοσύνην ἀγαπήσειας καὶ πρὸς τὸν θεὸν εὐσέβειαν ἐπιείκειαν δὲ πρὸς τοὺς πολίτας: ἀλλ' οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι τὸ πᾶν ἐπιστάμενος. [376] εὐτυχίᾳ μὲν γὰρ ὅσον οὐκ ἄλλος διοίσεις καὶ τεύξῃ δόξης αἰωνίου, λήθην δ' εὐσεβείας ἕξεις καὶ τοῦ δικαίου. ταῦτα δ' οὐκ ἂν λάθοι τὸν θεὸν ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τῆς ἀντ' αὐτῶν [377] ὀργῆς ἀπομνημονευομένης.” τούτοις αὐτίκα μὲν ἥκιστα τὸν νοῦν προσεῖχεν ἐλπίδι λειπόμενος αὐτῶν Ἡρώδης, κατὰ μικρὸν δὲ ἀρθεὶς ἕως καὶ τοῦ βασιλεύειν καὶ εὐτυχεῖν ἐν τῷ μεγέθει τῆς ἀρχῆς μεταπέμπεται τὸν Μανάημον καὶ περὶ τοῦ χρόνου πόσον ἄρξει διεπυνθάνετο. [378] Μανάημος δὲ τὸ μὲν σύμπαν οὐκ εἶπεν: ὡς δὲ σιωπῶντος αὐτοῦ, μόνον εἰ δέκα γενήσονται βασιλείας ἐνιαυτοὶ προσεπύθετο καὶ εἴκοσι καὶ τριάκοντα εἰπὼν τὸν ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης δὲ καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μανάημον ἀφῆκεν δεξιωσάμενος καὶ πάντας ἀπ' ἐκείνου τοὺς Ἐσσηνοὺς τιμῶν διετέλει. [379] ταῦτα μὲν οὖν εἰ καὶ παράδοξα δηλῶσαι τοῖς ἐντυγχάνουσιν ἠξιώσαμεν καὶ περὶ τῶν παρ' ἡμῖν ἐμφῆναι, διότι πολλοὶ [διὰ] τοιούτων ὑπὸ καλοκαγαθίας καὶ τῆς τῶν θείων ἐμπειρίας ἀξιοῦνται.

 

XI

(1)[380] Τότε δ' οὖν ὀκτωκαιδεκάτου τῆς Ἡρώδου βασιλείας γεγονότος ἐνιαυτοῦ μετὰ τὰς προειρημένας πράξεις ἔργον οὐ τὸ τυχὸν ἐπεβάλετο, τὸν νεὼν τοῦ θεοῦ δι' αὐτοῦ κατασκευάσασθαι μείζω τε τὸν περίβολον καὶ πρὸς ὕψος ἀξιοπρεπέστερον ἐγείρειν, ἡγούμενος ἁπάντων αὐτῷ τῶν πεπραγμένων περισημότερον, ὥσπερ ἦν, ἐκτελεσθήσεσθαι τοῦτο καὶ πρὸς αἰώνιον μνήμην ἀρκέσειν. [381] οὐχ ἕτοιμον δὲ τὸ πλῆθος ἐπιστάμενος οὐδὲ ῥᾴδιον ἔσεσθαι πρὸς τὸ μέγεθος τῆς ἐπιχειρήσεως ἠξίου λόγῳ προκαταστησάμενος ἐγχειρῆσαι τῷ παντί, καὶ συγκαλέσας αὐτοὺς ἔλεγε τοιάδε: [382] “τὰ μὲν ἄλλα μοι τῶν κατὰ τὴν βασιλείαν πεπραγμένων, ἄνδρες ὁμόφυλοι, περισσὸν ὑπολαμβάνω λέγειν. καίτοι τοῦτον ἐγένετο τὸν τρόπον, ὡς ἐλάττω μὲν ἐμοὶ τὸν ἀπ' αὐτῶν κόσμον, πλείω δὲ ὑμῖν τὴν ἀσφάλειαν φέρειν. [383] οὔτε γὰρ ἐν τοῖς δυσχερεστάτοις ἀμελήσας τῶν εἰς τὰς ὑμετέρας χρείας διαφερόντων οὔτε ἐν τοῖς κατασκευάσμασιν ἐπιτηδεύσας ἐμαυτῷ μᾶλλον ἢ καὶ πᾶσιν ὑμῖν τὸ ἀνεπηρέαστον, οἶμαι σὺν τῇ τοῦ θεοῦ βουλήσει πρὸς εὐδαιμονίαν ὅσον οὐ πρότερον ἀγηοχέναι τὸ Ἰουδαίων ἔθνος. [384] τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν. τὸ δὲ τῆς ἐπιχειρήσεως, ᾗ νῦν ἐπιχειρεῖν ἐπιβάλλομαι, παντὸς εὐσεβέστατον καὶ κάλλιστον ἐφ' ἡμῶν γενέσθαι νῦν ἐκφανῶ: [385] τὸν γὰρ ναὸν τοῦτον ᾠκοδόμησαν μὲν τῷ μεγίστῳ θεῷ πατέρες ἡμέτεροι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἐνδεῖ δ' αὐτῷ πρὸς τὸ μέγεθος εἰς ὕψος ἑξήκοντα πήχεις: τοσοῦτον γὰρ ὑπερεῖχεν ὁ πρῶτος ἐκεῖνος, ὃν Σολομῶν ἀνῳκοδόμησεν. [386] καὶ μηδεὶς ἀμέλειαν εὐσεβείας τῶν πατέρων καταγνώτω: γέγονεν γὰρ οὐ παρ' ἐκείνους ἐλάττων ὁ ναός, ἀλλὰ ταῦτα καὶ Κῦρος καὶ Δαρεῖος ὁ Ὑστάσπου τὰ μέτρα τῆς δομήσεως ἔδοσαν, οἷς ἐκεῖνοι καὶ τοῖς ἀπογόνοις δουλεύσαντες καὶ μετ' ἐκείνους Μακεδόσιν οὐκ ἔσχον εὐκαιρίαν τὸ πρῶτον τῆς εὐσεβείας ἀρχέτυπον εἰς ταὐτὸν ἀναγαγεῖν μέγεθος. [387] ἐπειδὴ δὲ νῦν ἐγὼ μὲν ἄρχω θεοῦ βουλήσει, περίεστιν δὲ καὶ μῆκος εἰρήνης καὶ κτῆσις χρημάτων καὶ μέγεθος προσόδων, τὸ δὲ μέγιστον φίλοι καὶ δι' εὐνοίας οἱ πάντων ὡς ἔπος εἰπεῖν κρατοῦντες Ῥωμαῖοι, πειράσομαι τὸ παρημελημένον ἀνάγκῃ καὶ δουλείᾳ τοῦ πρότερον χρόνου διορθούμενος τελείαν ἀποδοῦναι τῷ θεῷ τὴν ἀνθ' ὧν ἔτυχον τῆσδε τῆς βασιλείας εὐσέβειαν.”

(2)[388] Ὁ μὲν Ἡρώδης ταῦτ' εἶπεν, ἐξέπληξε δὲ τοὺς πολλοὺς ὁ λόγος παρὰ δόξαν ἐμπεσών. καὶ τὸ μὲν τῆς ἐλπίδος ἄπιστον οὐκ ἐπήγειρεν αὐτούς, ἠδημόνουν δέ, μὴ φθάσας καταλῦσαι τὸ πᾶν ἔργον οὐκ ἐξαρκέσει πρὸς τέλος ἀγαγεῖν τὴν προαίρεσιν: ὅ τε κίνδυνος αὐτοῖς μείζων ἐφαίνετο καὶ δυσεγχείρητον ἐδόκει τὸ μέγεθος τῆς ἐπιβολῆς. [389] οὕτως δ' αὐτῶν διακειμένων παρεθάρρυνεν ὁ βασιλεύς, οὐ πρότερον καθαιρήσειν φάμενος τὸν ναὸν μὴ πάντων αὐτῷ τῶν εἰς συντέλειαν παρεσκευασμένων. καὶ ταῦτα προειπὼν οὐκ ἐψεύσατο: [390] χιλίας γὰρ εὐτρεπίσας ἁμάξας, αἳ βαστάσουσι τοὺς λίθους, ἐργάτας δὲ μυρίους τοὺς ἐμπειροτάτους ἐπιλεξάμενος καὶ ἱερεῦσιν τὸν ἀριθμὸν χιλίοις ἱερατικὰς ὠνησάμενος στολάς, καὶ τοὺς μὲν διδάξας οἰκοδόμους, ἑτέρους δὲ τέκτονας, ἥπτετο τῆς κατασκευῆς ἁπάντων αὐτῷ προθύμως προευτρεπισμένων.

(3)[391] Ἀνελὼν δὲ τοὺς ἀρχαίους θεμελίους καὶ καταβαλόμενος ἑτέρους ἐπ' αὐτῶν ναὸν ἤγειρεν μήκει μὲν ἑκατὸν ὄντα πηχῶν, τὸ δ' ὕψος εἴκοσι περιττοῖς, οὓς τῷ χρόνῳ συνιζησάντων τῶν θεμελίων ὑπέβη. καὶ τοῦτο μὲν κατὰ τοὺς Νέρωνος καιροὺς ἐπεγείρειν ἐγνώκειμεν. [392] ᾠκοδομήθη δὲ ὁ ναὸς ἐκ λίθων λευκῶν τε καὶ κραταιῶν τὸ μέγεθος ἑκάστων περὶ πέντε καὶ εἴκοσι πήχεις ἐπὶ μῆκος, ὀκτὼ δὲ ὕψος, εὖρος δὲ περὶ δώδεκα. [393] καὶ παντὸς αὐτοῦ καθότι καὶ τῆς βασιλείου στοᾶς τὸ μὲν ἔνθεν καὶ ἔνθεν ταπεινότατον, ὑψηλότατον δὲ τὸ μεσαίτατον, ὡς περίοπτον ἐκ πολλῶν σταδίων εἶναι τοῖς τὴν χώραν νεμομένοις, μᾶλλον δ' εἴ τινες κατ' ἐναντίον οἰκοῦντες ἢ προσιόντες τύχοιεν. [394] θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους. [395] καθύπερθε δ' αὐτῶν ὑπὸ τοῖς τριχώμασιν ἄμπελος διετέτατο χρυσῆ τοὺς βότρυας ἀπαιωρουμένους ἔχουσα, θαῦμα καὶ τοῦ μεγέθους καὶ τῆς τέχνης τοῖς ἰδοῦσιν, οἷον ἐν πολυτελείᾳ τῆς ὕλης τὸ κατασκευασθὲν ἦν. [396] περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δ' ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι. [397] λόφος ἦν πετρώδης ἀνάντης ἠρέμα πρὸς τοῖς ἑῴοις μέρεσιν τῆς πόλεως ὑπτιούμενος ἐπὶ τὴν κορυφὴν ἄκραν. [398] τοῦτον ὁ πρῶτος ἡμῶν βασιλεὺς Σολομῶν κατ' ἐπιφροσύνην μεγάλαις ἐργασίαις ἀπετείχιζεν τὰ περὶ τὴν ἄκραν ἄνωθεν, ἀπετείχιζεν δὲ κάτωθεν ἀπὸ τῆς ῥίζης ἀρχόμενος, ἣν βαθεῖα περιθεῖ φάραγξ ἠλιβάτοις πέτραις μολίβδῳ δεδεμέναις πρὸς ἀλλήλας, ἀπολαμβάνων αἰεί τι τῆς ἔσω χώρας καὶ προβαίνων εἰς βάθος, [399] ὥστ' ἄπειρον εἶναι τό τε μέγεθος τῆς δομῆς καὶ τὸ ὕψος τετραγώνου γεγενημένης, ὡς τὰ μὲν μεγέθη τῶν λίθων ἀπὸ μετώπου κατὰ τὴν ἐπιφάνειαν ὁρᾶσθαι, τὰ δ' ἐντὸς σιδήρῳ διησφαλισμένα συνέχειν τὰς ἁρμογὰς ἀκινήτους τῷ παντὶ χρόνῳ. [400] τῆς δ' ἐργασίας οὕτω συναπτούσης εἰς ἄκρον τὸν λόφον ἀπεργασάμενος αὐτοῦ τὴν κορυφὴν καὶ τὰ κοῖλα τῶν περὶ τὸ τεῖχος ἐμπλήσας ἰσόπεδον τοῖς κατὰ τὴν ἐπιφάνειαν τὴν ἄνω καὶ λεῖον ἐποίησεν. τοῦτ' ἦν τὸ πᾶν περίβολος τεττάρων σταδίων τὸν κύκλον ἔχων, ἑκάστης γωνίας στάδιον μῆκος ἀπολαμβανούσης. [401] ἐνδοτέρω δὲ τούτου καὶ παρ' αὐτὴν τὴν ἄκραν ἄλλο τεῖχος ἄνω λίθινον περιθεῖ, κατὰ μὲν ἑῴαν ῥάχιν ἰσομήκη τῷ τείχει στοὰν ἔχον διπλῆν, ἐν μέσῳ τοῦ νεὼ τετυχηκότος ἀφορῶσαν εἰς τὰς θύρας αὐτοῦ. [402] ταύτην πολλοὶ βασιλεῖς οἱ πρόσθεν κατεσκεύασαν. τοῦ δ' ἱεροῦ παντὸς ἦν ἐν κύκλῳ πεπηγμένα σκῦλα βαρβαρικά, καὶ ταῦτα πάντα βασιλεὺς Ἡρώδης ἀνέθηκεν προσθεὶς ὅσα καὶ τῶν Ἀράβων ἔλαβεν.

(4)[403] Κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐτετείχιστο διάφορος ἐχυρότητι. ταύτην οἱ πρὸ Ἡρώδου τοῦ Ἀσαμωναίων γένους βασιλεῖς καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὡς ἐκεῖ τὴν ἱερατικὴν αὐτοῖς ἀποκεῖσθαι στολήν, ἣν ὅταν δέῃ θύειν τότε μόνον ὁ ἀρχιερεὺς ἀμφιέννυται. [404] ταύτην Ἡρώδης ὁ βασιλεὺς ἐφύλαξεν ἐν τῷ τόπῳ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὸ Ῥωμαίοις ἦν μέχρι τῶν Τιβερίου Καίσαρος χρόνων. [405] ἐπὶ τούτου δὲ Οὐιτέλλιος ὁ τῆς Συρίας ἡγεμὼν ἐπιδημήσας τοῖς Ἱεροσολύμοις, δεξαμένου τοῦ πλήθους αὐτὸν λαμπρότατα πάνυ θέλων αὐτοὺς τῆς εὐποιίας ἀμείψασθαι, ἐπεὶ παρεκάλεσαν τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, ἔγραψεν περὶ τούτων Τιβερίῳ Καίσαρι κἀκεῖνος ἐπέτρεψεν, καὶ παρέμεινεν ἡ ἐξουσία τῆς στολῆς τοῖς Ἰουδαίοις μέχρις ἐτελεύτησεν ὁ βασιλεὺς Ἀγρίππας. [406] μετὰ τοῦτον δὲ Κάσσιος Λογγῖνος ὁ τὴν Συρίαν τότε διοικῶν καὶ Κούσπιος Φᾶδος ὁ τῆς Ἰουδαίας ἐπίτροπος κελεύουσιν τοὺς Ἰουδαίους εἰς τὴν Ἀντωνίαν καταθέσθαι τὴν στολήν: Ῥωμαίους γὰρ αὐτῆς εἶναι δεῖν κυρίους, καθὼς καὶ πρότερον ἦσαν. [407] πέμπουσιν οὖν Ἰουδαῖοι πρέσβεις πρὸς Κλαύδιον Καίσαρα περὶ τούτων παρακαλέσοντας. ὧν ἀναβάντων ὁ νεώτερος βασιλεὺς Ἀγρίππας ἐν Ῥώμῃ τυγχάνων αἰτησάμενος παρὰ τοῦ αὐτοκράτορος τὴν ἐξουσίαν ἔλαβεν ἐντειλαμένου Οὐιτελλίῳ τῷ τῆς Συρίας ἀντιστρατήγῳ. [408] πρότερον δ' ἦν ὑπὸ σφραγῖδα τοῦ ἀρχιερέως καὶ τῶν γαζοφυλάκων, καὶ πρὸ μιᾶς ἡμέρας τῆς ἑορτῆς ἐπὶ τὸν Ῥωμαίων φρούραρχον ἀναβαίνοντες οἱ γαζοφύλακες καὶ καταμανθάνοντες τὴν ἑαυτῶν σφραγῖδα τὴν στολὴν ἐλάμβανον. εἶτ' αὖθις τῆς ἑορτῆς παρελθούσης εἰς τὸν αὐτὸν κομίσαντες τόπον καὶ τῷ φρουράρχῳ δείξαντες σύμφωνον τὴν σφραγῖδα κατετίθεντο. [409] ταῦτα μὲν οὖν ὑπὸ τοῦ πάθους τῶν ἐπισυμβεβηκότων παρεδηλώθη. τότε δ' οὖν ὁ τῶν Ἰουδαίων βασιλεὺς Ἡρώδης καὶ ταύτην τὴν βᾶριν ὀχυρωτέραν κατασκευάσας ἐπ' ἀσφαλείᾳ καὶ φυλακῇ τοῦ ἱεροῦ, χαριζόμενος Ἀντωνίῳ φίλῳ μὲν αὐτοῦ Ῥωμαίων δὲ ἄρχοντι προσηγόρευσεν Ἀντωνίαν.

(5)[410] Ἐν δὲ τοῖς ἑσπερίοις μέρεσιν τοῦ περιβόλου πύλαι τέτταρες ἐφέστασαν, ἡ μὲν εἰς τὰ βασίλεια τείνουσα τῆς ἐν μέσῳ φάραγγος εἰς δίοδον ἀπειλημμένης, αἱ δύο δὲ εἰς τὸ προάστειον, ἡ λοιπὴ δ' εἰς τὴν ἄλλην πόλιν βαθμίσιν πολλαῖς κάτω τε εἰς τὴν φάραγγα διειλημμένη καὶ ἀπὸ ταύτης ἄνω πάλιν ἐπὶ τὴν πρόσβασιν: ἄντικρυς γὰρ ἡ πόλις ἔκειτο τοῦ ἱεροῦ θεατροειδὴς οὖσα περιεχομένη βαθείᾳ φάραγγι κατὰ πᾶν τὸ νότιον κλίμα. [411] τὸ δὲ τέταρτον αὐτοῦ μέτωπον τὸ πρὸς μεσημβρίαν εἶχε μὲν καὶ αὐτὸ πύλας κατὰ μέσον, ἐπ' αὐτοῦ δὲ τὴν βασίλειον στοὰν τριπλῆν κατὰ μῆκος διιοῦσαν ἀπὸ τῆς ἑῴας φάραγγος ἐπὶ τὴν ἑσπέριον: οὐ γὰρ ἦν ἐκτεῖναι προσωτέρω δυνατόν. [412] ἔργον δ' ἦν ἀξιαφηγητότατον τῶν ὑφ' ἡλίῳ: μεγάλου γὰρ ὄντος τοῦ τῆς φάραγγος ἀναλήμματος καὶ οὐδ' ἀνεκτοῦ κατιδεῖν, εἴ τις ἄνωθεν εἰς τὸν βυθὸν εἰσκύπτοι, παμμέγεθες ὕψος ἐν αὐτῷ τὸ τῆς στοᾶς ἀνέστηκεν, ὡς εἴ τις ἀπ' ἄκρου τοῦ ταύτης τέγους ἄμφω συντιθεὶς τὰ βάθη διοπτεύοι, σκοτοδινιᾶν οὐκ ἐξικνουμένης τῆς ὄψεως εἰς ἀμέτρητον τὸν βυθόν. [413] κίονες δ' ἐφέστασαν κατ' ἀντίστοιχον ἀλλήλοις ἐπὶ μῆκος τέτραχα, συνεδέδετο γὰρ ὁ τέταρτος στοῖχος λιθοδομήτῳ τείχει, καὶ πάχος ἦν ἑκάστου κίονος εἰς τρεῖς ἐπισυναπτόντων ἀλλήλοις τὰς ὀργυιὰς περιλαβεῖν, μῆκος δὲ ποδῶν ἑπτὰ καὶ εἴκοσι διπλῆς σπείρας ὑπειλημένης. [414] πλῆθος δὲ συμπάντων δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν κιονοκράνων αὐτοῖς κατὰ τὸν Κορίνθιον τρόπον ἐπεξειργασμένων γλυφαῖς ἔκπληξιν ἐμποιούσαις διὰ τὴν τοῦ παντὸς μεγαλουργίαν. [415] τεττάρων δὲ στίχων ὄντων τρεῖς ἀπολαμβάνουσι τὰς διὰ μέσου χώρας ταῖς στοαῖς. τῶν δὲ αἱ μὲν δύο παράλληλοι τὸν αὐτὸν γεγόνασι τρόπον, εὖρος ἑκατέρας πόδες τριάκοντα, μῆκος δὲ στάδιον, ὕψος δὲ πόδες ὑπὲρ πεντήκοντα: τῆς δὲ μέσης εὖρος μὲν ἡμιόλιον, ὕψος δὲ διπλάσιον: ἀνεῖχεν γὰρ πλεῖστον παρὰ τὰς ἑκατέρωθεν. [416] αἱ δ' ὀροφαὶ ξύλοις ἐξήσκηντο γλυφαῖς πολυτρόποις σχημάτων ἰδέαις, καὶ τὸ τῆς μέσης βάθος ἐπὶ μεῖζον ἠγείρετο περιδεδομημένου τοῖς ἐπιστυλίοις προμετωπιδίου τοίχου κίονας ἔχοντος ἐνδεδομημένους καὶ ξεστοῦ παντὸς ὄντος, ὡς ἄπιστα τοῖς οὐκ εἰδόσιν καὶ σὺν ἐκπλήξει θεατὰ τοῖς ἐντυγχάνουσιν εἶναι. [417] τοιοῦτος μὲν ὁ πρῶτος περίβολος ἦν. ἐν μέσῳ δὲ ἀπέχων οὐ πολὺ δεύτερος, προσβατὸς βαθμίσιν ὀλίγαις, ὃν περιεῖχεν ἑρκίον λιθίνου δρυφάκτου γραφῇ κωλῦον εἰσιέναι τὸν ἀλλοεθνῆ θανατικῆς ἀπειλουμένης τῆς ζημίας. [418] εἶχεν δ' ὁ μὲν ἐντὸς περίβολος κατὰ μὲν τὸ νότιον καὶ βόρειον κλίμα τριστοίχους πυλῶνας ἀλλήλων διεστῶτας, κατὰ δὲ ἡλίου βολὰς ἕνα τὸν μέγαν, δι' οὗ παρῄειμεν ἁγνοὶ μετὰ γυναικῶν. [419] ἐσωτέρω δὲ κἀκείνου γυναιξὶν ἄβατον ἦν τὸ ἱερόν. ἐκείνου δ' ἐνδοτέρω τρίτον, ὅπου τοῖς ἱερεῦσιν εἰσελθεῖν ἐξὸν ἦν μόνοις. [ὁ ναὸς ἐν τούτῳ] καὶ πρὸ αὐτοῦ βωμὸς ἦν, ἐφ' οὗ τὰς θυσίας ὡλοκαυτοῦμεν τῷ θεῷ. [420] τούτων εἰς οὐδένα τῶν τριῶν ὁ βασιλεὺς Ἡρώδης παρῆλθεν: ἐκεκώλυτο γὰρ οὐκ ὢν ἱερεύς. ἀλλὰ κἀν τοῖς ἔργοις τὰ περὶ τὰς στοὰς καὶ τοὺς ἔξω περιβόλους ἐπραγματεύετο καὶ ταῦτ' ᾠκοδόμησεν ἔτεσιν ὀκτώ.

(6)[421] Τοῦ δὲ ναοῦ διὰ τῶν ἱερέων οἰκοδομηθέντος ἐνιαυτῷ καὶ μησὶν πέντε ἅπας ὁ λαὸς ἐπληρώθη χαρᾶς καὶ τοῦ τάχους πρῶτον μὲν τῷ θεῷ τὰς εὐχαριστηρίους ἐποιοῦντο, μετὰ δὲ καὶ τῆς προθυμίας τοῦ βασιλέως ἑορτάζοντες καὶ κατευφημοῦντες τὴν ἀνάκτισιν. [422] ὁ δὲ βασιλεὺς τριακοσίους ἔθυσε τῷ θεῷ βοῦς καὶ τῶν ἄλλων οἱ κατὰ δύναμιν, ὧν οὐχ οἷόν τε τὸν ἀριθμὸν εἰπεῖν: ἐκφεύγει γὰρ τὸ δύνασθαι πρὸς ἀλήθειαν εἰπεῖν: [423] συνεπεπτώκει γὰρ τῇ προθεσμίᾳ τοῦ περὶ τὸν ναὸν ἔργου καὶ τὴν ἡμέραν τῷ βασιλεῖ τῆς ἀρχῆς, ἣν ἐξ ἔθους ἑώρταζον, ἐς ταὐτὸν ἐλθεῖν, καὶ περισημοτάτην ἐξ ἀμφοῖν τὴν ἑορτὴν γενέσθαι.

(7)[424] Κατεσκευάσθη δὲ καὶ κρυπτὴ διώρυξ τῷ βασιλεῖ, φέρουσα μὲν ἀπὸ τῆς Ἀντωνίας μέχρι τοῦ ἔσωθεν ἱεροῦ πρὸς τὴν ἀνατολικὴν θύραν, ἐφ' ἧς αὐτῷ καὶ πύργον κατεσκεύασεν, ἵν' ἔχῃ διὰ τῶν ὑπογέων εἰς αὐτὸν ἀνιέναι, τὸν ἐκ τοῦ δήμου νεωτερισμὸν ἐπὶ τοῖς βασιλεῦσι φυλαττόμενος. [425] λέγεται δὲ κατ' ἐκεῖνον τὸν καιρὸν οἰκοδομουμένου τοῦ ναοῦ τὰς μὲν ἡμέρας οὐχ ὕειν, ἐν δὲ ταῖς νυξὶ γίνεσθαι τοὺς ὄμβρους, ὡς μὴ κωλυσιεργεῖν. καὶ τοῦτον τὸν λόγον οἱ πατέρες ἡμῖν παρέδωκαν, οὐδ' ἐστὶν ἄπιστον, εἰ καὶ πρὸς τὰς ἄλλας ἀπίδοι τις ἐμφανείας τοῦ θεοῦ. τὰ μὲν οὖν περὶ τὸν ναὸν ἐξῳκοδομήθη τοῦτον τὸν τρόπον.


Index              Poster